ΔΙΔΥΜΟΥ ΦΙΛΙΠΠΙΚΩΝ Θ—ΙΒ
… τύραννος εγε ν … μ … σιν καὶ … κ … αν … Ἐρετρίας … ους στρατείας … τε … συμμαχικὰ ὑπὲρ Κτησιφῶντος … οι λογο … Φιλίππου δια … «Καὶ πρῶτον μὲν τὴν εἰς Πελοπόννησον πρεσβείαν ἔγραψα, ὅτε πρῶτον ἐκεῖνος εἰς Πελοπόννησον παρεδύετο, εἶτα τὴν εἰς Εὔβοιαν, ἡνίκʼ Εὐβοίας ἥπτετʼ, εἶτα τὴν εἰς Ὠρεὸν ἔξοδον, οὐκέτι πρεσβείαν, καὶ τὴν εἰς Ἐρέτριαν, ἐπειδὴ κεῖνος τυράννους ἐν ταύταις ταῖς πόλεσι κατέστησεν.» οἷς καὶ τὰ παρὰ Φιλοχόρωι μαρτυρεῖ· περὶ μὲν γὰρ τῆς πρὸς Ὠρεὸν ἐξελθούσης βοηθείας προθεὶς ἄρχοντα Σωσιγένη φησὶ ταῦτα· «Καὶ συμμαχίαν Ἀθηναῖοι πρὸς Χαλκιδεῖς ἐποιήσαντο καὶ ἠλευθέρωσαν Ὠρείτας μετὰ Χαλκιδέων μηνὸς Σκιροφοριῶνος, Κηφισοφῶντος στρατηγοῦντος, καὶ Φιλιστίδης ὁ τύραννος ἐτελεύτησε.» περὶ δὲ τῆς εἰς Ἐρέτριαν πάλιν ὁ αὐτὸς προθεὶς ἄρχοντα Νικόμαχόν φησιν οὕτως· «Ἐπὶ τούτου οἱ Ἀθηναῖοι διέβησαν εἰς Ἐρέτριαν, Φωκίωνος στρατηγοῦντος, καὶ κατάξοντες τὸν δῆμον ἐπολιόρκουν Κλείταρχον, ὃς πρότερον μὲν ἀντιστασιώτης ἦν Πλουτάρχου καὶ διεπολιτεύετο πρὸς αὐτόν, ἐκείνου δʼ ἐκπεσόντος ἐτυράννησε· τότε δʼ ἐκπολιορκήσαντες αὐτὸν Ἀθηναῖοι τῶι δήμωι τὴν πόλιν ἀπέδωκαν.» Ι «Καὶ σπουδαῖα νομίζων, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ ὧν βουλεύεσθε, καὶ ἀναγκαῖα τῆι πόλει, πειράσομαι περὶ αὐτῶν εἰπεῖν ἃ νομίζω συμφέρειν.» τοὺς καιροὺς τοῦ λόγου τάχʼ ἄν τις συνίδοι ἐξ ὧν Φιλόχορος προθεὶς ἄρχοντα Νικόμαχονη … ην προ οι γεγρα … η … ς … ε … νενων … νωνειτ … ησθε … ποιησα … ιερωμεν … σκουσα μετ ραιαν … ς οὐ βουλόμενος οὐδὲ Φιλιστίδου μὲν τοῦ Ὠρείτου ἐπὶ Σωσιγένους ἀποθανόντος Κλειτάρχου δὲ τοῦ Ἐρετριέως ἐπὶ Νικομάχου ἐκπεσόντος. καὶ ταῦτα πιστώσεται Φιλόχορος ὡς συμβεβηκότʼ ἐπὶ τέλει τῆς Νικομάχου ἀρχῆς, ἃ οὔπω γενόμενʼ οἶδʼ ὁ λόγος. οὐκοῦν ὅτι μὲν πρότερον γέγραπται τῆς προρηθείσης ἀρχῆς ὁ λόγος, μὴ ὅτι μετὰ Νικόμαχον, ἤδη ἱκανῶς ἑώραται. ὁ δʼ αὐτὸς προθεὶς Θεόφραστον τὸν μετὰ Νικόμαχον δειξειν ὑπὲρ τῆς πρὸς Φίλιππον εἰρήνης τοὺς ὅρκους καὶ ἡ περὶ τῶν συνθηκῶν στήλη τῶν περὶ τῆς εἰρήνης ἐπὶ Θεοφράστου ἄρχοντος εηνεσατ … τε … υθε ωτ. ν … τε πάντηι τε καὶ πάντως πρ … αι· σαφὴς δὲ μάρτυς, ὡς ἐγὼ ἀποδείξω, Δημοσθένης ταυτὶ λέγων· «Ταῦτα νῦν ἕκαστον εἰδότα καὶ γιγνώσκοντα παρʼ αὑτῶι δεῖ μὰ Δίʼ οὐ γράψαι κελεύειν πόλεμον τὸν τὰ βέλτιστʼ ἐπὶ πᾶσι δικαίοις συμβουλεύοντα· τοῦτο μὲν γάρ ἐστι λαβεῖν ὅτωι πολεμήσετε βουλομένων, οὐχ ἃ τῆι πόλει συμφέρει πράττειν.» οὐ γὰρ ἂν δήπου ταῦτʼ ἔλεγεν, εἰ λελυκότες τὴν εἰρήνην ἐτύγχανον Ἀθηναῖοι. ὅτι μὲν οὖν ἐπὶ Θεοφράστου τοῦ μετὰ Νικόμαχον ἄρξαντος αἱ συνθῆκαι ἐλύθησαν, ἀρκέσει Φιλόχορος ἐκφανῶς διὰ τῆς ἕκτης γράφων οὕτως· «Ὁ δὲ δῆμος ἀκούσας τῆς ἐπιστολῆς, Δημοσθένους παρακαλέσαντος αὐτὸν πρὸς τὸν πόλεμον καὶ ψήφισμα γράψαντος, ἐχειροτόνησαν τὴν μὲν στήλην καθελεῖν τὴν περὶ τῆς πρὸς Φίλιππον εἰρήνης καὶ συμ-
μαχ⸤ί⸥ας σταθεῖσαν, ναῦ⸤ς⸥ δ(ὲ) πληροῦν κ(αὶ) ἐνερ⸏γε⸤ῖ⸥ν τὰ ⸤το⸥ῦ π⸤ολέ⸥μου.» ἔνιοι δ[(έ) φασι τὸν λόγον ἐπὶ Σω-]
σιγένους συντετάχθαι·
τον ου [.]ειδ..τ
μαλ ν̣η μ
.ρ̣εις κ(αὶ) ημ..
ειδιο[.]..η.
.τα περὶ αυτο
ν ὅτι πολιορ[κ]
. κ(αὶ) εἰς̣ [Μ]α̣κ̣εδ̣[ον]
..ιδ..κη
..[.].στρατου
τερωι κ(αὶ) τ(ῆς) γενο[μένης]
[μνη]μ̣ονεύει λόγωι· κ(αὶ) .
ειν τοῦ ἀνειλ̣
γέγονε τ
ανα..
⸏φων.ν. ἀθροισαν[τ]λ̣[..]... ροδησειτω ηρ αταισ... Σκυθῶν με̣. βοηθησαντ[..] ἐπανῆγε π̣[πε-] ⸏ρὶ τὸ Βυζά[ντ]ιον· κ(αὶ) περὶ μ(ὲν) σειν.νω· συμβου
ς̣ς αὐτοῖς πολ
μ(ὲν) κινδ[υ]νευον
αζομ(έν)ους τὰ σ(υν).
βασιλέα τὸν μέγ[αν]
ε.[.]ντας ἃ σύνη[θες ἦν αὐτοῖς λέγειν]
..[κ]οινὸς ἐχ[θρὸς]
[Ἑλ]λάδα
μου
ασιν
του..
.αστα
.εο..
ψ̣[..]ωι
τινο σ̣εκ̣
ων ἐγν
Μακεδ.
ετασσ.
ο̣(υν)τες
μ....
ὑπὲρ τουτ
περ.
κ(αὶ) διὰ το[ύ]του
σ̣το[ν] αὐτὸν .
υ̣ντο Ἑλλη[ν]
[τ]ῆι ἕκτηι
.ουμ(εν)ω επ..[.]αφεινα[ι] νο ε̣γ̣γ̣... .ν...ιασ μ̣αστ..αυτ̣.....περ.....[.].λ̣λον..μ̣(εν) μ̣ο̣..ο̣τ[.].σ̣νικο. μ(ὲν) τὸν ε̣σ̣τ̣μ̣[..]εκ....ακ...ε...λ..αι γ(ὰρ) [.].....ο.α̣ι̣[..].. ἵνα μὴ ν ἀρκέσει δε.[...]ρ̣..ιε[.].υα ιδοσ.αβ. [.].[.] ἐπολιορκ[...]ε̣πι̣α..[...]σταλ.φε. αγ̣γ̣[...]τ[...]..πολ. κ(αὶ) παρὰ τῶν... πρόφασιν ται[.]ε ..... [..].....[..].ε. [.].εθωτο. [..].μ(ὲν) [ο]ὖν ..εν αι.τη.τ̣αθη. δ(ιὰ) προ [.]απαντα [..]ο(υν)[..]μ. παρα...νε. τουσ.α... τὴν τ(ῆς) ς οὕ(τως) τα[.]τ... ν. θ̣ [τῶν] Ἀμφικτυόνων κ(αὶ) μ(ετα)σχὼν τ(ῆς) [Ἀμφικ]τυο[νε]ίας, [κ(αὶ) τὸ] ψήφισμα τόδ(ε)· «[Ἔ]δοξε τοῖς Ἀμφικτύοσιν. ἐπει[δὴ] Μεγαλοπολῖται κ(αὶ) Μεσσήνιοι ἠξίωσαν ε[ὐε]ρ[γέτ]αι [τ]οῦ θεοῦ κ(αὶ) τῶν Ἀμφικτυόν(ων) ἀ(να)γραφῆνα[ι] κ(αὶ) [(εἶναι) δοκ]ε̣ῖ̣ν̣ Ἀμφικτύονες, ἀποκρίνασθαι αὐτοῖς [ὅτι] περὶ μ(ὲν) τῆς Ἀμφικτυονείας ἐπανενεγ[κόντες] εἰς τ(ὰς) πόλεις ἕκαστοι βουλεύσονται κ(αὶ) εἰ[ς] [τὴν ἐρ]χομ(έν)ην πυλαίαν ἀποκρινοῦνται [αὐτ]οῖς ὑπὲρ τούτων· εὐεργέτας δ(ὲ) τοῦ θεοῦ κ(αὶ) [τ]ῶν Ἀμφικτυόν(ων) δ(ε)δόχθα̣ι̣ 〈εἶναι〉 α̣ὐ̣τούς· ἀποκρίνασθαι δὲ..οις ὅ̣τ̣ι̣ [δο]κεῖ τοῖς Ἀμφικτύοσιν ἀ[ναγραφῆ]ναι αὐτοὺς εὐε[ργ]έτας τοῦ θεοῦ κ(αὶ) [τ]ῶν [Ἀμπικ]τυόν(ων) καθάπερ [αἰτ]οῦνται.» κ(αὶ) ...τα· Ἀριστοτ[έλης ἐν] τῆι τρίτη[ι τῶν Νομί-] [μων, ἣ π(ερὶ) τὰ] τ(ῶν) Σκυθῶν ἔ[θη ἐ]στί, φη[σ]ὶ τ̣ο̣[..]ρον μεικρα[.]..[.].δε..[..]τ̣ου προσαγορ[ε]υθῆναι [ὑπὸ τ]ῶν βαρ[βάρων...]..δ....ν τῆς δρασ̣α̣σαρι...ν δ(ια)θ[...]ελλ̣ουσευ ηνη.ασπαι ευ.δ̣επι σ̣σ̣ου κ(αὶ)...[.]ο.δ̣ε̣ρμο..ευ.[.].μ(ετα) μ(ὲν) αυ– ......εληφθ ο̣φυ..ν ἐξαπατ[ηθεὶς ὑπὸ] [Μέντορος τοῦ Ῥ]ο̣δ̣ί̣ου κ(αὶ) π̣(ρὸς) βασιλ[έα] [ ]......ἐπεὶ δʼ εἰς [μεγίστην διαφ]ο̣ρὰν ἥκουσιν οἱ τὰ περὶ τὸν [Ἑρμίαν π(αρα)δεδω]κότες, τῆς φιληκοίας ἕ[νεκα τῶν κ(αὶ) νῦν π]ολυπραγμονούντ(ων) τὰ τοιαῦ[τα ἐπὶ πλέον] δ̣[ο]κῶ μοι περὶ τούτων [εἰ]πεῖν. αὐ[τίκα γὰρ οἱ μ(ὲν) ἐ]πὶ τῶι βελτίστωι μνημο̣νεύου[σι τἀνδρός,] οἱ δ(ὲ) πάλιν ἐπὶ τῶι φαυλοτάτωι· [ἐν οἷς ἅλλοι τ]ε κ(αὶ) Θεόπομπος ἐν τῆι ἕ̣κ̣τ̣ηι [κ(αὶ) τετταρ]ακοστῆι τῶν Περὶ [Φίλι]ππον· [οὑτωσὶ γ(ὰρ) γράφει·] «Ὥρμησε δ(ὲ) Ἑ[ρ]μ[ία]ς ἐπὶ [ταύτην τ(ὴν)] ὁδόν, εὐνοῦχος ὢν [κ(αὶ) Β]ί̣θυ̣νος το ...ρ̣α τρίτον δε....[.].ας[..]ομ(εν)ος ωνος· κ̣[ατ]έλαβε μ̣(ετʼ) Ε̣ὐ̣β̣[ούλου Ἀ]σσὸν τὸν ἐκειν Ἀταρνέα κ(αὶ) τὸ χωρίον τὸ πλησίον· ἁπάν[τ(ων) γ(ὰρ) οὗτος ὠμό]τατα κ(αὶ) κακουργότατα κ(αὶ) τοῖς [πολίταις κ(αὶ) τοῖς] ἄλλοις διετέλεσε προσφερό[μενος πᾶσι, τὸν μ(ὲν) γ]ὰρ φαρμάκοις τὸν δ(ὲ) β[ρό]χ[ωι διεχρήσατο. κ(αὶ) τ(ῆς)] χώρ(ας) ἧς Χῖοι κ(αὶ) Μιτυληνα[ῖοι ἠμφεσβήτουν ἐπ]ε̣ὶ̣ καθίστασαν ἐκε̣ῖν[ο]ν π̣[ροστάτην, πολλὰ μ](ετὰ) τῶν ἀμίσθων στρατευμάτ(ων) π̣[αρώινησε] κ(αὶ) προεπηλάκισε πλείστους Ἰώνω[ν· ἀργυρώ]νητος γ(ὰρ) ὢν κ(αὶ) καθεζόμ(εν)ος ἐπὶ τρά[πεζαν] ἀργυραμοιβικήν, κ(αὶ) συγκει[μένων Χίοις σ]υμφορῶν, οὐχ ἡσυχίαν ἦ[γεν].[.].[..]. ἅμα [τ]ῶ̣ι̣ πρέπον[τι]δ ς[..].ε· πολλῶν δὲ...ν[...]πεχ.ε π(αρ)' ἐνί[ο]υ̣ς δ(ὲ) συνε̣γ̣ας τὰς ὑπαρ[χο]ύσ(ας) πολιτείας κ(ατα)λ̣[ῦσαι.] οὐ μὴν ἀθῶιός γε διέφυγεν οὐδ(ὲ) κ(ατὰ) [πάντʼ ἔλ]α̣θ̣[ε]ν ἀσεβῆ κ(αὶ) πονηρὸν αὑτὸν π(αρα)σχ[ών, ἀλ]λὰ ἀνάσπαστ[ο]ς ὡς βασ[ι-] λέα γενόμ(εν)ο[ς πολ]λ̣ὰ̣ς̣ τῶι σώ[μ]ατι λύμ[ας ὑ-] πομείνας ἀ(να)[σταυρω]θεὶ[ς] τ̣ὸ̣[ν βί]ον [ἐτελε]ύ⸏τησεν.» ὁ δʼ α[ὐτὸς ἐν τῆι πρ]ὸς Φί[λιππον ἐπισ]τολῆι κ(αὶ) ἣν π[αρεσκεύαστο π]αρ[ὰ τοῖς] Ἕλλησι
δόξαν ἱστορεῖ· «Εὐνοῦχος μὲν γὰρ ἦν, ὡσαύτως δὲ χαρίεις καὶ φιλόκαλος γεγονώς, καὶ βάρβαρος μὲν ὢν μετὰ τῶν Πλατωνείων φιλοσοφεῖ, δοῦλος δὲ γενόμενος ἀδηφάγοις ζεύγεσιν ἐν ταῖς πανηγύρεσιν ἀγωνίζεται. σκοπέλους δὲ καὶ μικρὰ χωρία κεκτημένος, ἔτυχε μὲν τῆς … ευε … τὴν δὲ πόλιν τὴν Ἠλείων ἐπαγγέλλειν πρὸς αὐτὸν τὴν ἐκεχειρίαν ἔπεισεν … ἐκείνου γὰρ ἑορτάζοντοσων … δε … δια λογ … λ … ο … μεν … γὰρ … μετα … λλο … ς καὶ μετ … η … ησεν … κα … εω … ηκοτα τὴν Πλάτωνος … εις τὴν πέριξ ἐστρατήγει, παρεκάλεσεν ἐξ Ἀθηνῶν Κόρισκον καὶ Ἔραστον καὶ Ἀριστοτέλην συμβιωσομένους, διὸ καὶ πάντες οὗτοι παρεγένοντο εἰς Ἀσσόν, ὕστερον δʼ ἄλλων ἡκόντων, χωρίον τι ἔδωκεν
αὐτοῖς δωρεάν. Εὐβούλου δʼ ἀποθάνοντος, ἐς δὲ τὴν τυραννίδα μεθεστηκώς, εἶχε πραοτέραν δυναστείαν. διὸ καὶ πάσης τῆς σύνεγγυς ἐπῆρξεν ἕως Ἀσσοῦ, ὅτε δὴ πάνθʼ ὑπερθεὶς τοῖς εἰρημένοις φιλοσόφοις ἀπήιει εἰς τὴν Ἀσσίων πόλιν. μάλιστα δʼ αὐτῶν ἀποδεξάμενος Ἀριστοτέλην οἰκειότατα διέκειτο πρὸς τοῦτον.»
ἀλλὰ γὰρ καὶ Καλλισθένης σύγγραμμά τι συντάξας περὶ αὐτοῦ πολλά τε λέγει ἄλλα καὶ ταυ-
τί· «Οὐ μόνον τοιοῦτος ἦν ἕκας ὢν ἔτι κινδύνων, ἀλλὰ καὶ πλησίον καταστὰς ἔθʼ ὅμοιος ὢν διετέλει, καὶ μεγίστην τότε πίστιν ἔδωκε τῆς ἀρετῆς ἐν αὐτῶι τῶι δεινοτάτωι. οἱ μὲν γὰρ βάρβαροι θεωροῦντες ἐθαύμαζον αὐτοῦ τὴν ἀνδρείαν. ὁ γοῦν βασιλεὺς οὐδὲν περὶ αὐτοῦ πυνθα- νόμενος ἕτερον ἀλλʼ ἢ τοὺς αὐτοὺς λόγους ἀκούων, ἀγασθεὶς τὴν ἀνδρείαν καὶ τὴν βεβαιότητα τῶν τρόπων, διενοήθη μὲν αὐτὸν ὅλως ἀφεῖναι νομίζων γενόμενον αὑτῶι φίλον πάντων ἔσεσθαι χρησιμώτατον· ἀντιπιπτόντων δὲ Βαγώου καὶ Μέντορος, διὰ τὸ φθονεῖν καὶ φοβεῖσθαι μὴ πρωτεύσηι μᾶλλον ὧδʼ αὐτῶν ἀφεθείς, ταύτην μὲν πάλιν μετεβάλετο τὴν γνώμην, δικασωνδε τῶν γιγνομένων παρ … ωι κακοπαθιῶν ἄμοιρον αὐτὸν ἐποίησε διὰ τὴν ἀρετήν· ἡ μὲν οὖν τοιαύτη μετριότης ὑπῆρξε παρὰ τῶν ἐχθρῶν παραδοξοτάτη καὶ πολὺ παρὰ τὸν τῶν βαρβάρων τρόπον, ὁ δʼ ἤδη τελευτᾶν μέλλων, φιλι … ον ἐπικαλεσάμενος ἄλλο μὲν οὐδὲν εἶπεν, ἐπέσκηψε δʼ αὐτῶι πρὸς τοὺς φίλους καὶ τοὺς ἑταίρους ἐπιστέλλειν, ὡς οὐδὲν ἀνάξιον εἴη φιλοσοφίας οὐδʼ ἄσχημον διαπεπραγμένος.» καὶ ἡ κηδεία δὲ ἡ πρὸς τὸν Ἀριστοτέλη
καὶ ὁ γραφεὶς ἐπʼ αὐτῶι Παιὰν μαρτυρεῖν αὐτοῦ τῆι ἀρετῆι δόξειεν ἄν, κοὐκ ἄν ἔχοι φαύλως αὐτὸν ἀναγράψαι διὰ τὸ μὴ πολλοῖς
πρὸ χειρὸς εἶναι, ἔχοντα οὕτως· Ἀρετὰ πολύμοχθε γένει βροτείωι, θήραμα κάλλιστον βίῳ, σᾶς πέρι, πάρθενε, μορφᾶς καὶ θανεῖν ζηλωτὸς ἐν Ἑλλάδι πότμος καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας. τοῖον ἐπὶ φρένα βάλλεις καρπὸν ἰσαθάνατον χρυσοῦ τε κρείσσω καὶ γονέων μαλακαυγήτοιό θʼ ὕπνου. σοῦ δʼ ἕνεχʼ οὐκ Διὸς Ἡρακλῆς Λήδας τε κόροι πόλλʼ ἀνέτλασαν ἔργοις, σὰν ἀγρεύοντες δύναμιν, σοῖς τε πόθοις Ἀχιλεὺς Αἴας τʼ Ἀίδαο δόμους ἦλθον· σᾶς δʼ ἕνεκεν φιλίου μορφᾶς Ἀταρνέος ἔντροφος ἁλίου χήρωσεν αὐγάς. τοιγὰρ ἀοίδιμον ἔργοις ἀθάνατόν τέ μιν αὐξήσουσι Μοῦσαι, Μναμοσύνας θύγατρες, Διὸς ξενίου σέβας αὔξουσαι φιλίας τε γέρας βεβαίου. καὶ μνημεῖον δὲ λέγεται Ἀριστοτέλης αὐτῶι ἐν Δελφοῖς ἀναθεῖναι, ὃ δὴ κεῖται καὶ αὐτὸς ἐγγέγραφε τὸ τοιόνδε· Τόνδε ποτʼ οὐχ ὁσίως παραβὰς μακάρων θέμιν ἁγνήν ἔκτεινεν Περσῶν τοξοφόρων βασιλεύς, οὐ φανερᾶς λόγχης φονίοις ἐν ἀγῶσι κρατήσας,
ἀλλʼ ἀνδρὸς πίστει χρησάμενος δολίου. πρὸς ὅν φησι Βρύων ἐν τῶι Περὶ Θεοκρίτου ἐπίγραμμά τι Θεόκριτον τὸν Χῖον τοιόνδε ἀντιποιῆ- σαι· Ἑρμίου εὐνούχου τε καὶ Εὐβούλου τόδε δούλου σῆμα κενὸν κενόφρων θῆκεν Ἀριστοτέλης· ὃς γαστρὸς τιμῶν ἄνομον φύσιν εἵλετο ναίειν ἀντʼ Ἀκαδημείας βορβόρου ἐν προχοαῖς.
ἀλλὰ γὰρ ἔτι διαλλάττουσι καὶ περὶ τὴν σύλληψιν αὐτοῦ καὶ τὸν θάνατον· Ἕρμιππος γὰρ ἐν τῶι Περὶ Ἀριστοτέλους Β ἐν τοῖς δεσμοῖς φησιν αὐτὸν τελευτῆσαι· οἱ δʼ ὑπὸ βασιλέως βασανισθέντα ἀνασταυρωθῆναι, καθάπερ προέκκειται· οἱ δὲ αὐτὸν ἔσχατα παθεῖν μηδὲν
τῶν Φιλίππωι συνεγνωσμένων ὁμολογήσαντα, καθάπερ ὁ Καλλισθένης. ἔτι δʼ οἱ
μὲν ἐν τῆι Αἰολίδι Κατάνηι φασὶν αὐτὸν
συλληφθῆναι, οἱ δʼ ἑτέρωθι. δόξειε δʼ ἂν ἐντύπως τὰ περὶ αὐτὸν διατεθεικέναι Ἀναξιμένης ἐν τῆι ἕκτηι τῶν Περὶ Φίλιππον ἱστοριῶν, οὗ τὴν ἐκλογὴν παρίημι. οὐ γὰρ ὄφελος. «Ὁ δὴ βάρβαρος, καὶ κοινὸς καὶ ἅπασιν ἐχθρός, καὶ πάντα τὰ τοιαῦτα.» ταῦτα ἰδίαι προσιστορεῖ ὡς
παρʼ ἕκαστα τῶν Ἀθηναίων τὰ τοιάδε κα-
τὰ τοῦ βαρβάρου λεγόντων. «Ἐγὼ γὰρ ὅταν τινὰ ἴδω τὸν μὲν ἐν Σούσοις καὶ Ἐγβατάνοις δεδοικότα καὶ κακόνουν εἶναι τῆι πόλει φάσκοντα, ὃς καὶ πρότερον συνεπηνώρθωσε τὰ τῆς πόλεως πράγματα καὶ νῦν ἐπηγγέλλετο, εἰ δὲ μὴ δέχεσθε ὑμεῖς ἀλλʼ ἀπεψηφίζεσθε οὐ τά γʼ ἐκείνου αἴτια, ὑπὲρ δὲ τοῦ ἐν ταῖς θύραις ἐγγὺς οὑτωσὶ ἐν μέσηι τῆι Ἑλλάδι αὐξομένου ληιστοῦ τῶν Ἑλλήνων ἄλλο τι λέγοντα, θαυμάζω, καὶ δέδοικα τοῦτον, ὅστις ἂν ἦι ποτε, ἔγωγε, ἐπειδὴ οὐχ οὗτος Φίλιππον.» ὑπερβάτωι τῆι φράσει κέχρηται ἣν καταστατέον οὕτως· ἐγὼ γὰρ ὅταν τινʼ ἴδω τὸν μὲν ἐν Σούσοις καὶ ἐν Ἐκβατάνοις δεδοικότα, ὑπὲρ δὲ τοῦ ἐπὶ ταῖς θύραις ἐγγὺς οὑτωσὶ ἐν μέσηι τῆι Ἑλλάδι αὐξανομένου ληιστοῦ τῶν Ἑλλήνων μηδὲ λέγοντα, θαυμάζω καὶ δέδοικα τοῦτον, ὅστις ἂν ἦι ποτʼ, ἔγωγε. φησὶ δὲ τὸν
βασιλέα καὶ πρότερον μέν ποτʼ ἐπανορθῶσαι τὰ
τῆς πόλεως πράγματα καὶ νῦν ἐξ ὑπογύου αὐτὸν
μὲν φιλοτιμηθῆναι περὶ αὐτήν, ἀποψηφίσασθαι
δὲ τὴν πόλιν τὰ διδόμενα. τὴν προτέραν μὲν οὖν ἐπανόρθωσιν ἔνιοί φασιν αὐτὸν λέγειν τὴν ἐπʼ Ἀντιαλκίδου τοῦ Λάκωνος καταβᾶσαν
εἰρήνην, οὐκ ὀρθῶς ὅσα γοῦν ἐμοὶ δοκεῖ· ταύτην γὰρ
οὐ μόνον οὐκ ἐδέξαντο Ἀθηναῖοι, ἀλλὰ καὶ πᾶν
τοὐναντίον τὰ διδόμενʼ αὐτοῖς ἀπεώσαντο, παρʼ
ὃν τρόπον Φιλόχορος ἀφηγεῖται αὐτοῖς ὀνόμασι, προθεὶς ἄρχοντα Φιλοκλέα Ἀναφλύστιον· «Καὶ τὴν εἰρήνην τὴν ἐπʼ Ἀντιαλκίδου κατέπεμψεν ὁ βασιλεύς, ἣν Ἀθηναῖοι οὐκ ἐδέξαντο διότι ἐγέγραπτο ἐν αὐτῆι τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας ἐν βασιλέως οἴκωι πάντας εἶναι συννενεμημένους. ἀλλὰ καὶ τοὺς πρέσβεις τοὺς ἐν Λακεδαίμονι συγχωρήσαντας ἐφυγάδευσαν Καλλιστράτου γράψαντος οὐδʼ ὑπομείναντας τὴν κρίσιν, Ἐπικράτην Κηφισιέα, Ἀνδοκίδην Κυδαθηναιέα, Κρατῖνον Σφήττιον, Εὐβουλίδην Ἐλευσίνιον.» οὐκοῦν ὅτι μὲν οὐκ εἰκός ἐστι
τὸν Δημοσθένη ταύτης αὐτοὺς ὑπομιμνήσκειν τῆς εἰρήνης ἑόραται, ἑτέρας δέ τινος εὐεργεσίας καὶ τάχʼ ἂν τῆς περὶ Κόνωνα τὸν Τιμοθέου, διὰ τὸ τοῦτον ταῖς ἐκ Φαρναβάζου παρασκευαῖς χρησάμενον ἐν τῆι περὶ Κνίδον ναυμαχίαι
Λακεδαιμονίους ἀνὰ κράτος νικῆσαι. καὶ
ταῦτα πιστώσεται Φιλόχορος, προθεὶς γὰρ ἄρχοντα Σουνιάδην Ἀχαρνέα ἐν τῆι Ε οὕτως γράφει· «Κόνων μὲν ἀπὸ Κύπρου μετὰ πολλῶν νεῶν πλεύσας τὸν δὲ τῆς Φρυγίας σατράπην Φαρνάβαζον τὸ ναυτικόν.δουκεπλευσεν Μ τριήρων … κόλπου· σων προσήγαγεν ἐκ τῆς Συρίας ας τὴν παραλ … αγαγὼν δὲ τὰς ναῦς τὰς παρὰ βασιλέως περὶ Λώρυμα τῆς Χερρονήσου καὶ ἐντεῦθεν … ἐπιπεσὼν τῶι τῶν Λακεδαιμονίων ναυάρχωι εἰς Φύσκον κατενεχθέντι, καὶ ναυμαχίας γενομένης ἐνίκησε καὶ πεντήκοντα τριήρεις αἰχμαλώτους ἔλαβε καὶ Πείσανδρος ἐτελεύτησεν.» ἀπὸ δὲ ταύτης τῆς ναυμαχίας ὁ Κόνων
καὶ τὰ μακρὰ τείχη τοῖς Ἀθηναίοις ἀνέστησεν, ἀκόντων Λακεδαιμονίων, καθάπερ πάλιν ὁ αὐτὸς συγγραφεὺς ἱστορεῖ· λόγον δέ τινα καὶ πάνυ πιθανὸν ἔχειν οἶμαι
ταύτης μνημονεύειν τὸν ῥήτορα τῆς
περὶ τὴν πόλιν τοῦ βασιλέως φιλοτιμίας.
καὶ γὰρ δὴ τὸ φάναι «Καὶ πρότερον συνεπηνώρθωσε τὰ τῆς πόλεως πράγματα» συνωδόν πώς ἐστι τῶι δοκεῖν τῆι Φαρναβάζου παρασκευῆι τὸν Κόνωνα συγχρησάμενον Λακεδαιμονίους καταναυμαχῆσαι. δύναιτο
δʼ ἂν καὶ ἑτέρας ἀπὸ βασιλέως εἰρήνης, ἣν
ἀσμένως προσήκαντο οἱ Ἀθηναῖοι, μνημονεύειν τὰ νῦν ὁ Δημοσθένης, περὶ ἧς πάλιν
ὁ Φιλόχορος διείλεκται ὅτι παραπλήσιον αὐτὴν τῆι τοῦ Λάκωνος Ἀνταλκίδου προσήκαντο, ἀπειρηκότες ταῖς ξενοτροφίαις
καὶ ἐκ πάνυ πολλοῦ τοῦ πολέμου τετρυμένοι, ὅτε καὶ τὸν τῆς Εἰρήνης βωμὸν ἱδρύσαντο. πολλὰς δʼ ἂν καὶ ἄλλας τις ἔχοι παραδει-
κνύναι τοῦ βασιλέως εἰς τὴν πόλιν εὐεργεσίας, οἷον τὴν ὑπὸ Καλλίου τοῦ Ἱππονίκου πρυτανευθεῖσαν εἰρήνην, καὶ χρημάτων ἐπιδόσεις ἰδίαι καὶ κοινῆι τῆι πό-
λει, ὧν τάχʼ ἂν αὐτοὺς ὁ Δημοσθένης ὡς ἐν
κεφαλαίωι τὰ νῦν ὑπομιμνήσκοι. καὶ περὶ
μὲν τῆς πρότερον ἐπανορθώσεως τῆι πόλει
πραγμάτων ἀρκεῖν οἶμαι καὶ ταῦτα, τὴν
δʼ ἐξ ὑπογύου, περὶ ἧς φησι· «Καὶ νῦν ἐπηγγέλλετο,
εἰ δὲ μὴ ἐδέχεσθε ὑμεῖς ἀλλʼ ἀπεψηφίζεσθε,
οὐ τά γʼ ἐκείνου αἴτια,» ἑξῆς ἀφηγητέον· πρὸ
τοίνυν ἐτῶν πέντε τοῦδε, τοῦ Φιλίππου ἐπὶ ἄρχοντος Λυκίσκου Ἀθήναζε περὶ εἰρήνης
πέμψαντος, βασιλέως πρέσβεις συμπροσήκαντο οἱ Ἀθηναῖοι, ἀλλὰ ὑπεροπτικώτερον ἢ ἐχρῆν διελέχθησαν αὐτοῖς. εἰρηνεύσειν γὰρ πρὸς αὐτὸν ἔφασαν, ἐὰν μὴ ἐπὶ τὰς
Ἑλληνίδας ἴηι πόλεις. ἀφηγοῦνται ταῦτα Ἀνδροτίων, ὃς καὶ τότʼ εἶπε, καὶ Ἀναξιμένης· εἴη δʼ ἂν
ἄμεινον τὰ τοῦ Φιλοχόρου παραγράψαι.
προθεὶς γὰρ οὗτος ἄρχοντα Λυκίσκον ὑποτίθησιν· «Ἐπὶ τούτου βασιλέως πέμψαντος Ἀθήναζε πρέσβεις κἀξιοῦντος τὴν φιλίαν διαμένειν ἑαυτῶι τὴν πατρώιαν, ἀπεκρίνατο τοῖς πρέσβεσιν Ἀθήνησι διαμενεῖν βασιλεῖ τὴν φιλίαν, ἐὰν μὴ βασιλεὺς ἐπὶ τὰς Ἑλληνίδας ἴηι πόλεις.» σαφῶς ἐν τούτοις τὰ μὲν ἀπὸ τοῦ
βασιλέως καταπεμπόμενα εἰρηναῖα ἦν καὶ φιλάνθρωπα, τὰ δʼ ἀπὸ τοῦ δήμου πᾶν τοὐναντίον βαρύτερα καὶ ἀπηνῆ. στοχάσαιτο δʼ ἄν τις τὴν
τοῦ βασιλέως πρὸς τὸν Ἀθηναίων δῆμον φιλοτιμίαν γεγονέναι διὰ τὴν κατὰ τοῦ Μακεδόνος ὑπόνοιαν, πρὸς ὃν ἐξοίσειν ἔμελλε πόλεμον διὰ τὸ πυθέσθαι παρʼ Ἑρμίου τοῦ Ἀταρνέως τὴν τοῦ πρὸς αὐτὸν πολέμου παρασκευήν. «Ἔστι τοίνυν τι πρᾶγμα καὶ ἄλλο, ὃ λυμαίνεται τὴν πόλιν ὑπὸ βλασφημίας ἀδίκου καὶ λόγων οὐ προσηκόντων διαβεβλημένον, εἶτα τοῖς μηδὲν τῶν δικαίων ἐν τῆι πολιτείαι βουλομένοις ποιεῖν πρόφασιν παρέχει· καὶ πάντων, ὅσʼ ἐκλείπει, δέον παρά του γίγνεσθαι, ἐπὶ τοῦθʼ εὑρήσετε τὴν αἰτίαν ἀναφερομένην.» … τὸ θεωρικὸν αἰνίττεται τ προτερχε … μενο … ν … μὲν γὰρ … φ … πως ουκεδ … κι …
… βλασφημεῖν φησι τοὺς … ετης
τι … ποιοῦντας. «Ἦν ποτʼ οὐ πάλαι παρʼ ὑμῖν ὅτʼ οὐ προσήιει τῆι πόλει τάλαντα ὑπὲρ τριάκοντα καὶ ἑκατόν· καὶ οὐδείς ἐστι τῶν τριηραρχεῖν δυναμένων οὐδὲ τῶν εἰσφέρειν ὅστις οὐκ ἠξίου τὰ καθήκοντα ἐφʼ ἑαυτὸν ποιεῖν, ὅτι χρήματʼ οὐ περιῆν.» εἴη ἂν οὗτος ὁ καιρὸς ἐν ὧι περὶ Αἰγὸς ποταμοὺς ἡττηθέντες ἐταπεινώθησαν καὶ εἰς βραχὺ ὁ δῆμος συνεστάλη τῶν ἐξωτικῶν προσόδων περικοπεισῶν· σαφὲς δὲ τοῦτο ποιήσει.
«Μετὰ ταῦτα ἡ τύχη, καλῶς ποιοῦσα, πολλὰ πεποίηκε τὰ κοινά, καὶ τετρακόσια ἀντὶ τῶν ἑκατὸν ταλάντων προσέρχεται, οὐδενὸς οὐδὲν ζημιουμένου τῶν τὰς οὐσίας ἐχόντων.» περὶ τοῦ τετρακόσια τάλαντα πρόσοδον ἔχειν τοὺς Ἀθηναίους κατὰ τοὺς Φιλίππου
χρόνους καὶ Θεόπομπος ἐν τῆι ἑβδόμηι
καὶ εἰκοστῆι τῶν Περὶ Φίλιππον ἐπιμαρτυρεῖ,
ἐν οἷς Ἀριστοφῶν ὁ δημαγωγὸς αὐτῶι παράγεται λέγων ταῦτα· «Ἐνθυμεῖσθε δʼ ὡς πάντων ἂν ποιήσαιμεν ἀνανδρότατον εἰ τὴν εἰρήνην δεξαίμεθα παραχωρήσαντες Ἀμφιπόλεως, μεγίστην μὲν πόλιν τῶν Ἑλληνίδων οἰκοῦντες, πλείστους δὲ συμμάχους ἔχοντες, τριακοσίας δὲ τριήρεις κεκτημένοι καὶ σχεδὸν τετρακοσίων ταλάντων προσόδους λαμβάνοντες, ὧν ὑπαρχόντων τίς οὐκ ἂν ἡμῖν ἐπιτιμήσειεν εἰ τὴν Μακεδόνων δύναμιν φοβηθέντες συγχωρήσαιμέν τι παρὰ τὸ δίκαιον;» «Ἀλλὰ ποῦ συντρίβεται τὸ πρᾶγμα καὶ ποῦ δυσχεραίνεται; ὅταν τὸ ἀπὸ τῶν κοινῶν ἔθος ἐπὶ τὰ ἴδια διαβιβάζοντας ὁρῶσί τινας, καὶ μέγαν μὲν ὄντα παρʼ ὑμῖν εὐθέως τὸν λέγοντα, ἀθάνατον δʼ ἕνεκʼ ἀσφαλείας, ἑτέραν δὲ τὴν κρύβδην ψῆφον τοῦ φανερῶς θορύβου. ταῦτʼ ἀπιστίαν, ταῦτʼ ὀργὴν ἔχει.» ἄξιον διαπορήσειν τίνα ποτὲ οἱ δημαγωγοὶ πράττοντές σφισιν μὲν αὐτοῖς ὠφελίαν κατεσκεύαζον ἐκ
τοῦ πλήθους, τὸ δὲ τῆς πόλεως συμφέρον ἠφάνιζον. καὶ ἔστιν ὅσα δοκεῖν ὃ βούλεται λέγειν
τοιοῦτο· ὅσα κοίνʼ, ἅπερ ἦν ὄντως τοῦ δήμου, κοινὰ ταῦτʼ οὐκ ἠξίουν διανέμεσθαι·
ἀλλʼ ἐπεμηχανῶντο καὶ τῶν οὐ δικαίων ἰδίας
τροφάς, οὐσίαν δημοσίαν αἰτιώμενοι κατέχειν τοὺς εὐπόρους ἢ μὴ δικαίως τὰ κοινὰ διοικεῖν ἢ ἄλλον τινὰ τρόπον ἀδικεῖν, ἐμβαλόντες δʼ ἂν εἰς ἀγῶνας καὶ γραφὰς δημοσίας
οὓς αὐτοῖς δόξειεν εἰς ἐκκλησίαν καὶ τὸ δικαστήριον ἦγον. ὁ δὲ δῆμος ἐπὶ ταῖς αἰτίαις
φανερῶς μὲν ἐθορύβει καὶ δεινὰ πάσχειν ἐβόα
τοὺς εὐπόρους, κρύφα δὲ κατεψηφίζετο καὶ
πολλῶν ἐτίμα χρημάτων. ταῦτα δὲ ἐγίγνετο … τοῖς … ουμένοις τὰ πολιτεύματα ταῦτα πολλὴν ἀσφάλειαν παρεῖχε καὶ μεγάλας δυναστείας … ατα τῶν π … σι
ωνε … υτ … η τὸ μέρος οἴεται …
… πολιτεύματος ἐπανορθω-
… δʼ ὡς εἶχε κατα … «Καίτοι λοιδορίας χωρίς, εἴ τις ἔροιτʼ, εἰπέ μοι, τί δὴ γιγνώσκων ἀκριβῶς, Ἀριστόμηδες, οὐδεὶς γὰρ τὰ τοιαῦτα ἀγνοεῖ, τὸν μὲν τῶν ἰδιωτῶν βίον ἀσφαλῆ καὶ ἀπράγμονα καὶ ἀκίνδυνον ὄντα, τὸν δὲ τῶν πολιτευομένων φιλαίτιον καὶ σφαλερόν.» δύο Ἀριστομήδεις εἰσίν, ἕ-
τερος μὲν ὁ Φεραῖος ὁ συμπολεμῶν τοῖς βα-
σιλέως στρατηγοῖς Φιλίππωι, περὶ οὗ ἄλλοι
τε καὶ αὐτὸς ὁ Φίλιππος ἐν τῆι πρὸς Ἀθηναίους ἐπιστολῆι διείλεκται καὶ Θεόπομπος
ἐν τῆι Η καὶ Μ τῶν Περὶ Φίλιππον, τῶι
Ἀλεξάνδρωι δὲ περὶ Κιλικίαν ἀντιταξάμενος σὺν Δαρείωι εἰς Κύπρον διέδρα,
καθά φησιν Ἀναξιμένης ἐν τῆι Θ τῶν Περὶ Ἀλέξανδρον· ἕτερος δέ, πρὸς ὃν νῦν ὁ Δημοσθένης διέξεισιν, Ἀθηναῖος ὁ Χαλκοῦς
λεγόμενος, περὶ οὗ ἄλλοι τε καὶ Δείναρχος ἐν τῆι Δοκίμου Ἀπολογίαι ὑπὲρ τοῦ ἵππου φησὶν οὕτως· «Ἐπεὶ δʼ ὑπʼ Ἀριστομήδους τοῦ Χαλκοῦ καὶ Χαιρεστράτου τοῦ ἑαυτοῦ θείου προήχθης οὐ δίκαια ποιῶν ἐγκαλεῖν ἐμοί, τηνικαῦτα δὲ καὶ τῶι μὲν δίκην ἔρημον ἀπεγράψατο κατʼ ἐμοῦ ἀποδημοῦντος καὶ ταῦτʼ ἐν Θετταλίαι.» καὶ οἱ κωμικοὶ δʼ αὐτοῦ μνημονεύουσι, καθάπερ Φιλήμων μὲν ἐν Λιθογλύφωι· Πρὸς τῶι μυροπωλίωι γὰρ ἀνθρώπων τινῶν ἤκουσα Χαλκοῦν περιπατεῖν κλέπτην τινά· ἄπειρος ὢν δὲ τοῦ λεγομένου πράγματος Ἀριστομήδην ἠρόμην παριόνθʼ ὁρῶν. ὁ δʼ ἐνήλατʼ εὐθύς μοι παραστὰς τῶι σκέλει παίει τε λὰξ πύξ, ὥστε μʼ ἐκθανεῖν· ἐπεὶ μόλις γε φεύγων ἐξέπεσον ἄλληι λάθρα. Τιμοκλῆς δʼ ἐν Ἥρωσιν·
Ἑρμῆς δʼ ὁ Μαίας ταῦτα συνδιακονεῖ ἂν ᾖ πρόθυμος· καταβέβηκεν ἄσμενος χαριζόμενός γʼ Ἀριστομήδηι τῶι καλῶι, ἵνα μηκέτʼ αὐτὸν ὁ Σάτυρος κλέπτην λέγηι. καὶ ἐν Ἰκαρίοις· Μαρσύαν δὲ τὸν φίλαυλον Αὐτοκλέα δεδαρμένον γυμνὸν ἑστάναι καμίνωι προσπεπατταλευμένον, Τηρέα τʼ Ἀριστομήδην. —διὰ τί Τηρέα λέγεις; —διότι τηρεῖν δεῖ παρόντος τοῦδε τὰ σκεύη σφόδρα. εἰ δὲ μή, Πρόκνη γενήσῃ, κνώμενος τὸ κρανίον
ἃν ἀπολέσηις. —ψυχρόν. —ἀλλὰ πρὸς θεῶν ἐπίσχετε μηδὲ συρίξητε. ΙΑ «Ὅτι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππος οὐκ ἐποιήσατο τὴν εἰρήνην πρὸς ἡμᾶς, ἀλλʼ ἀνεβάλετο τὸν πόλεμον, πᾶ- σιν ὑμῖν φανερὸν γέγονεν.» οἱ χρόνοι τοῦ
λόγου σαφεῖς τέλεόν εἰσιν. τέως μὲν γὰρ ἦσαν οἱ λό-
γοι τῶι Δημοσθένει ὑπὲρ τοῦ τὸν Φίλιππον
ἐπιβουλεύειν διανοεῖσθαι τοῖς Ἕλλησι παρακινοῦντα τὴν εἰρήνην καὶ τοὺς ὅρκους παραβαίνον-
τα· νυνὶ δὲ λαμπρῶς ἤδη συνερρωγότος
τοῦ πολέμου γεννικώτερόν φησιν ὁρᾶν
τί ποιήσωσιν αὐτῶι ἄντικρυς ἀπαγγεί-
λαντι διὰ τῆς ἐπιστολῆς τὸν πρὸς αὐτοὺς πόλεμον. ἐπὶ γοῦν τέλει τῆς ἐπιστολῆς φησι· «Προυπαρχόντων οὖν ὑμῶν καὶ διὰ τὴν ἐμὴν εὐλάβειαν μᾶλλον ἐπικειμένων καὶ διὰ τέλους ὡς μάλιστα δύνασθε πραγματευομένων ὅπως ἕλοιτʼ ἂν ἐμὲ πολέμωι τὸν πρότερον ὑμᾶς εὐεργετήσαντα, ἐγὼ ὑμᾶς μετὰ τοῦ δικαίου ἀμυνοῦμαι πάσηι μηχανῆι ἀντιπαραταττόμενος.»
ἄρχεται δὲ τῆς συμβουλῆς κατὰ τάδε·
«Ὅτι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππος οὐκ ἐποιήσατο τὴν εἰρήνην
πρὸς ἡμᾶς, ἀλλʼ ἀνεβάλετο τὸν πόλεμον, πᾶσιν ἡμῖν φανερὸν γέγονεν.» ἐξήφθη δʼ ὁ πρὸς
τὸν Μακεδόνα πόλεμος Ἀθηναίων. παρώξυ-
νε γὰρ τἆλλα μέν, ὅσα Φίλιππος εἰρήνην προσποιούμενος ἄγειν ἐπλημμέλει, τοὺς Ἀθηναίους, μάλιστα δʼ ἡ ἐπὶ τὸ Βυξάντιον καὶ Πέρινθον αὐτοῦ στρατεία. τὰς δὲ
πόλεις ἐφιλοτιμεῖτο παραστήσασθαι
δυοῖν ἕνεκα, τοῦ τε ἀφελέσθαι τὴν σιτοπομπίαν τῶν Ἀθηναίων καὶ ἵνα μὴ πόλεις
ἔχωσιν ἐπιθαλαττίους ναυτικῶι προὔχοντες ὁρμητήρια καὶ καταφυγὰς τοῦ
πρὸς αὐτὸν πολέμου, ὅτε δὴ καὶ τὸ παρανομώτατον ἔργον διεπράξατο τὰ ἐφʼ Ἱερῶι πλοῖα τῶν ἐμπόρων καταγαγών, ὡς μὲν ὁ Φιλόχορος Λ πρὸς τοῖς διακοσίοις, ὡς δʼ ὁ Θεόπομπος ΡΠ, ἀφʼ ὧν
ἑπτακόσια τάλαντα ἤθροισε· ταῦτα δὴ
πέρυσι διαπεπρᾶχθαι ἐπὶ Θεοφράστου
τοῦ μετὰ Νικόμαχον ἄρχοντος, καθάπερ ἄλλοι τε καὶ Φιλόχορος οὑτωσί φησιν· «Καὶ Χάρης μὲν ἀπῆρεν εἰς τὸν σύλλογον τῶν βασιλικῶν στρατηγῶν καταλιπὼν ἐφʼ Ἱερῶι ναῦς, ὅπως ἂν τὰ πλοῖα τὰ ἐκ τοῦ Πόντου συναγάγωσι. Φίλιππος δʼ αἰσθόμενος οὐ παρόντα τὸν Χάρητα τὸ μὲν πρῶτον ἐπειρᾶτο πέμψας … τὰς ναῦς τὰ πλοῖα καταγαγεῖν· οὐ δυνάμενος δὲ βιάσασθαι, στρατιώτας διεβίβασεν εἰς τὸ πέραν ἐφʼ Ἱερὸν καὶ τῶν πλοίων ἐκυρί- ευσεν. ἦν δʼ οὐκ ἐλάττω τὰ πάντα διακοσίων καὶ τριάκοντα. καὶ ἐπικρίνων τὰ πολέμια διέλυε καὶ τοῖς ξύλοις ἐχρῆτο πρὸς τὰ μηχανώματα, καὶ σίτου καὶ βυρσῶν καὶ χρημάτων πολλῶν ἐγκρατὴς ἐγένετο.» χρόνοι μὲν δὴ τῆς
συμβουλῆς καὶ πέρας τῶν Φιλιππικῶν τοῦτʼ ἂν εἴη. ὑποτοπήσειε δʼ ἄν τις οὐκ ἀπὸ
σκοποῦ συμπεφορῆσθαι τὸ λογίδιον
ἔκ τινων Δημοσθένους πραγματειῶν ἐπισυντεθέν. καὶ εἰσὶν οἵ φασιν Ἀναξιμένους
εἶναι τοῦ Λαμψακηνοῦ τὴν συμβουλήν, τὴν
δὴ ἐν τῆι ἑβδόμηι τῶν Φιλιππικῶν, ἣν ὀλίγου δεῖν γράμμασιν αὐτοῖς ἐντετά-
χθαι. ἔνια δὲ τῶν ὀνομάτων φορτικωτέρως
ἡρμήνευσαν, καθάπερ τὸ ὀρρωδεῖν ἥκιστα Δημοσθενικὸν ὂν καὶ εἴ τινα ἄλλα
ὅμοια τούτωι· «Ὅτι δὲ χρῆ μήτε ὀρρωδεῖν ἡμᾶς τὴν ἐκείνου δύναμιν μήτε ἀγεννῶς ἀντιταχθῆναι πρὸς αὐτόν.» ὀρρωδεῖν δεδοικέναι ἐστίν, ἀπὸ δὲ τοῦ συμβεβηκότος
τοῖς δεδιόσι πεποίηται· τοὔνομα γὰρ περὶ
τὸν ὄρρον ἰδίειν, ὡς ἴδεδροι. Ὅμηρος· «Ἴδιον
ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσς.» καὶ ὁ κωμικὸς Ἀριστοφάνης ἐν Βατράχοις ἐπὶ τοῦ
κατεπτηκότος Διονύσου· «Χὠ πρωκτὸς
ἰδίει πάλαι.» «Ὑποπτεύεται δʼ ὑπὸ τῶν Θηβαίων Νίκαιαν μὲν φρούραι κατέχων, εἰς δὲ τὴν Ἀμφικτυονίαν εἰσδεδυκώς.» Νίκαια ἐπιθαλάσσιός ἐστι πόλις Θερμοπυλῶν
ἀπέχουσα σταδίους Κ, περὶ ἧς Τιμοσθένης ἐν τῶι Περὶ Λιμένων Ε φησὶ τὸν τρό-
πον τοῦτον· «Ἐκ Θερμοπυλῶν δὲ κομισθέν-
τι πλοῦν ὡς σταδίων Κ ἐστὶ πόλις Νίκαια,
πεζεύοντι δὲ ὅσον πεντήκοντα· ἀπὸ δὲ
ταύτης μάλιστα σταδίους Ε ἄκρα
κεῖται ψαμμώδης ἐπὶ σταδίους τέτταρας ἔχουσα νηὶ μακρᾶι ὕφορμον.» καὶ Φιλόχο-
ρος δʼ ὅτι Λοκροῖς Φίλιππος αὐτὴν ἐκέλευ-
σε παρὰ Θηβαίων ἀποδοθῆναι· διὰ τῆς
ἕκτης φησὶ τὸν τρόπον τοῦτον· «Φιλίππου δὲ καταλαβόντος Ἐλάτειαν καὶ Κυτίνιον καὶ πρέσβεις πέμψαντος εἰς Θήβας Θετταλῶν Αἰνιάνων Αἰτωλῶν Δολόπων Φθιωτῶν καὶ ἀξιοῦντος Νίκαιαν Λοκροῖς παραδιδόναι, ἣν παρὰ τὸ δόγμα τὸ τῶν Ἀμφικτυόνων ὑπὸ Φιλίππου φρουρουμένην, ὅτʼ ἐκεῖνος ἐν Σκύθαις ἦν, ἐκβαλόντες τοὺς φρούρους αὐτοὶ κατεῖχον οἱ Θηβαῖοι, τούτοις μὲν ἀπεκρίναντο πρεσβείαν ὑπὲρ ἁπάντων πρὸς Φίλιππον διαλεξομένην πέμψειν.» εἰσὶν δὲ καὶ ἄλλαι Νίκαιαι, περὶ ὧν οὐκ οἶμαι ἀναγκαῖον νῦν λέγειν. «Ἔτι δὲ τῶν πολλῶν ἐὰν ἁμάρτηι τις, ζημίαν κατὰ τὴν ἀξίαν εἴληφεν. οἱ δὲ ὅταν μάλιστα κατορθώσωσι, τότε μάλιστα σκορακίζονται καὶ προπηλακίζονται.» παρὰ τὸ ἐς κόρακας πεποίηται τοὔνομα, ὅπερ εἰώθαμεν κοινῆι λέγειν κατὰ τῶν μετὰ βλασφημίας ὁποίποτε ἀπιόντων. μνημονεύει δʼ αὐτῆς Ἀριστοφάνης ἐν
Ὄρνισιν· «Ἐς κόρακας ἐλθεῖν καὶ παρεσκευασμένους.» θέλει μὲν γὰρ λέγειν εἰς τὰ ὄρνεα,
χαριεντίζεται δὲ εἰς τὴν παροιμίαν,
ἥν φησιν ὁ Δήμων διαδοθῆναι
ἐνθένδε γράφων τὸν τρόπον τοῦτον· «Τοὺς Βοιωτούς φασιν ἀναστάτους ὑπὸ Θραι- κῶν γενομένους εἰς τὴν τότε μὲν Αἰολίδα νῦν δὲ Θετταλίαν ὀνομαζομένην στρατεύσασθαι, καὶ τοὺς τὴν γῆν νεμομένους ἐξελάσαντας τὴν ἐκείνων κατέχειν χώραν. πολεμούντων δὲ πρὸς αὐτοὺς τῶν Αἰολέων καὶ τοὺς καρποὺς τοὺς ἐπετείους αἰεὶ φθειρόντων, πέμψαντες εἰς Δελφοὺς ἐπηρώτων πότερον μένωσιν ἐπὶ ταύτης ἢ ἑτέραν χώραν ζητῶσι. τοῦ δὲ θεοῦ φήσαντος λευκοὺς κόρακας πρότερον φανεῖσθαι ἢ τοὺς Βοιωτοὺς τῆς γῆς ταύτης ἀποβαλεῖν, θαρρήσαντες ἐπὶ τῶι χρησμῶι τὴν … ναγοραν ἐντόνως συνῆγον ἣν καὶ νῦν νειν τὸ τῶν Θετταλῶν ἔθνος. μεθυσθέντων οὖν τῶν νεανίσκων τινὲς ἀναθηρεύσαντες κόρακας καὶ τούτους γυψώσαντες ἀφῆκαν πέτεσθαι πρὸς κακίαν μὲν οὐδεμίαν, παιγνίας δὲ καὶ γέλωτος τοῦτο πράξαντες. περιπεταμένων δὲ τὰς πόλεις αὐτῶν καὶ πάντων τὸ γεγονὸς θαυμαζόντων, καὶ τῶν μὲν τετελέσθαι τὸν χρησμὸν φασκόντων, ἐγχωρίωι δέ τινι ἰδιώματι λεγόντων “ἄλλο τοιοῦτο,” γενέσθαι … παρὰ τὸν Παγασιτικὸν κόλπον κατώικησαν, ὅθεν φασὶν ἀπʼ ἐκείνου κληθῆναι τοὺς ἐκεῖ Κόρακας. οἱ δʼ Αἰολεῖς τεταραγμένοις τοῖς Βοιωτοῖς ἐπιπεσόντες ἐκείνους μὲν ἐξήλασαν, τὴν δὲ χώραν ἀπέλαβον. τοὺς δʼ ἀδικοῦντάς τι καὶ φυγῆι ζημιουμένους ἐπὶ πολὺν χρόνον εἰς τοὺς Κόρακας λεγομένους ἐκείνους ἀπέστελλον, ὅθεν τοῖς ἀποριπτουμένοις τὸ ἔπος τοῦτʼ ἐσκορακίζειν ἔτι καὶ νῦν ἐπιφέρεται.» «Κἀκεῖνοι μὲν Ἀθηναίοις φόρους ἤνεγκαν, ἡ δʼ ἡμετέρα πόλις οὐδενί πω τῶν ἁπάντων.» ὅτι Μακεδόνες Ἀθηναίοις φόρους ἐτέλουν ἐν τῶι Περὶ τοῦ στεφάνου δεδηλώκαμεν. «Ἀλλὰ τὸν μὲν ἐκ Μακεδονίας ὁρμώμενον οὕτως εἶναι φιλοκίνδυνον ὥσθʼ ὑπὲρ τοῦ μείζω ποιῆσαι τὴν ἀρχὴν κατατετρῶσθαι πᾶν τὸ σῶμα τοῖς πολεμίοις μαχόμενον.» περὶ ὧν ἔσχε τραυμάτων ὁ Φίλιππος εἴρηται μὲν ἡμῖν ἐντελῶς· καὶ νυνὶ δʼ εἰς βραχὺ ὑπομνηστέον. περὶ μὲν γὰρ τὴν Μεθώνης πολιορκίαν τὸν δεξιὸν ὀφθαλμὸν ἐξεκόπη τοξεύματι πληγείς, ἐν ὧι
τὰ μηχανώματα καὶ τὰς χωστρίδας λεγομένας ἐφεώρα, καθάπερ ἐν τῆι Δ τῶν
περὶ αὐτὸν ἱστοριῶν ἀφηγεῖται Θεόπομπος, οἷς καὶ Μαρσύας ὁ Μακεδὼν ὁμολογεῖ. ὁ δὲ Δοῦρις, ἔδει γὰρ αὐτὸν καὶ ἐνταῦθα τερατεύσεσθαι, Ἀστέρα φησὶ εἶναι τοὔνομα τοῦ τὸ ἀκόντιον καιρίως ἐπʼ αὐτὸν
ἀφέντος, τῶν συνεστρατευκότων
αὐτῶι σχεδὸν πάντων τοξεύματι
λεγόντων αὐτὸν τετρῶσθαι. τὰ μὲν γὰρ
περὶ τῶν αὐλητῶν ὁμολογεῖται καὶ παρὰ Μαρσύαι, διότι συντελοῦντι μουσικοὺς ἀγῶνας αὐτῶι μικρὸν ἐπάνω τῆς συμφορᾶς κατὰ δαίμονα συνέβη τὸν Κύκλωπα πάντας αὐλῆσαι, Ἀντιγενείδην μὲν τὸν Φιλοξένου, Χρυσόγονον δὲ τὸν Στησιχόρου, Τιμόθεον δὲ τὸν Οἰνιάδου. τὸν μὲν οὖν ὀφθαλμὸν οὕτω φασὶν αὐτὸν ἐκκοπῆναι, τὴν δὲ κλεῖν τὴν δεξιὰν ἐν Ἰλλυριοῖς λόγχηι τὸν Ἰλλυριὸν Πλευρᾶτον διώκοντα, ὅθʼ ἑκατὸν μὲν καὶ
πεντήκοντα τῶν ἑταίρων τραυματίζονται, τελευτᾶι δὲ Ἱππόστρατος ὁ Ἀμύντου. τρίτον τραῦμα λαμβάνει κατὰ τὴν εἰς Τριβάλλους ἐμβολήν, τὴν σάρισάν τινος τῶν διωκομένων εἰς τὸν δεξιὸν αὐτοῦ μηρὸν ὠσαμένου καὶ χωλώσαντος αὐτόν. δόξειε δʼ ἂν περὶ τὰ τραύματα καὶ τὰς πληγὰς ἀμείνονι τύχηι κεχρῆσθαι τοῦ πατρὸς ὁ Ἀλέξανδρος. δέκα γάρ που λαβὼν καιρίους πληγὰς ἄπηρος διέμεινε, Φιλίππωι δὲ τὸ ὅλον σῶμα διελελώβητο. ΙΒ «Περὶ μὲν τοῦ παρόντος ἀργυρίου καὶ ὧν τὴν ἐκκλησίαν ποιεῖτε, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδέτερόν μοι δοκεῖ τῶν χαλεπῶν εἶναι.» καὶ τοῦτον ἔνιοι
τὸν λόγον εἰς τοὺς Φιλιππικοὺς παρείρουσιν· οὐκ ὀρθῶς ὅσα γοῦν ἐμοὶ δοκεῖ· μνήμη γὰρ οὐδʼ ἡτισοῦν ἔστιν ἐν αὐτῶι Φιλίππου, ἀλλὰ γὰρ οὐδὲ Μακεδόνων οὐδʼ ὧν ἐξήιρηκε παρὰ τὰς συνθήκας καὶ τοὺς ὅρκους
πόλεων, Περίνθου Ὀλύνθου Ποτειδαίας,
περὶ δὲ τῆς Ῥοδίων καὶ Μιτυληναίων ἐλευθερίας, ὧν οὐδετέρας μετῆν τῶι Μακεδόνι. καὶ μήποτε μετὰ τὴν πρὸς Φίλιππον εἰρήνην τοῦτον τὸν λόγον συντέταχεν ὁ Δημοσθένης, ἐν ὧι τὰ μὲν πρὸς τοὺς Μακεδόνας ἠρέμει τοῖς Ἀθηναίοις, τὰ δὲ περὶ τὴν Ἀσίαν ἐπολυπραγμόνουν. οὑτωσὶ γοῦν περὶ τῶν περιστάσεών φησι τούτων· «Εἰ μὲν γὰρ ἡσυχίαν ἔχειν ὑμῖν ἀπέχρη καὶ μηδὲν τῶν Ἑλληνικῶν περιειργάζεσθε ὅπως ἔχει, ἄλλος ἂν ἦν λόγος. νῦν δὲ πρωτεύειν ἀξιοῦτε καὶ τὰ δίκαια ὁρίζειν τοῖς ἄλλοις, τὴν δὲ ταῦτʼ ἐφοδεύουσαν καὶ φυλάξουσαν δύναμιν οὔτε κατεσκεύασθε οὔτε κατασκευάζεσθε, ἀλλʼ ἐπὶ πολλῆς μὲν ἡσυχίας καὶ ἐρημίας ὑμῖν ὁ Μιτυληναίων δῆμος καταλέλυται, ἐπὶ πολλῆς δʼ ἡσυχίας ὁ Ῥοδίων.» χρόνον δὲ τοῦ λόγου συνίδοι τις ἂν τὸν μετὰ Ἀπολλόδωρον ἄρχοντα Καλλίμαχον. τί δήποθʼ; ὅτι μνημονεύει τῶν πραχθέντων Ἀθηναίοις πρὸς Μεγαρέας περὶ τῆς ἱερᾶς Ὀργάδος. γέγονε ταυτὶ κατʼ Ἀπολλόδωρον ἄρχοντα καθάπερ ἱστορεῖ Φιλόχορος οὑτωσὶ
γράφων· «Ἀθηναῖοι δὲ πρὸς Μεγαρέας διενεχθέντες ὑπὲρ τοῦ ὁρισμοῦ τῆς ἱερᾶς Ὀργάδος ἐπῆλθον εἰς Μέγαρα μετʼ Ἐφιάλτου στρατηγοῦντος ἐπὶ τῆι χώραι καὶ ὡρίσαντο τὴν Ὀργάδα τὴν ἱεράν. ὁρισταὶ δʼ ἐγένοντο συγχωρησάντων Μεγαρέων Λακρατείδης ὁ ἱεροφάντης καὶ ὁ δαιδοῦχος Ἱεροκλείδης, καὶ τὰς ἐσχατίας τὰς περὶ τὴν Ὀργάδα καθιέρωσαν τοῦ θεοῦ χρήσαντος λῶιον καὶ ἄμεινον ἀνεῖσι καὶ μὴ ἐργαζομένοισι. καὶ ἀφώρισαν κύκλωι στήλαις κατὰ ψήφισμα Φιλοκράτους.» τούτων ἑοραμένων
εἴη ἂν μετὰ τόνδε τὸν ἄρχοντα συντεταγμένος ὁ λόγος, διακέλευσιν ἔχων τῶν
εἰς τοὺς πολέμους, εἴπερ ἄρα ἔσοιτο
παρασκευάζων. ζητεῖται δʼ ἐν τῶι λόγωι
οὐδὲν ὅτι μὴ λόγου τινὸς ἐν τοῖς πρὸ τοῦ
τέτευχεν. ὅμως περὶ τῆς Ὀργάδος εἰς βραχὺ δηλωτέον. λέγεται τοίνυν ὀργὰς κοινότερον μὲν ἅπαν χωρίον δενδρῶδες οἷον ἄλσος, πεποιημένου τοῦ ὀνόματος παρὰ τὸ ὀργᾶν καί τινα ὁρμὴν εἰς τὸ βλαστάνειν ἔχειν. οὑτωσὶ γὰρ ἔλεγον ὀργᾶν τὸ πρὸς ὁτιοῦν ὁρμὴν εἰς ἑτοιμότητα ἔχον, καθάπερ κἀν τῶι βίωι φαμὲν ὀργάσαι τὸν πηλὸν ἐπὶ τοῦ παρασκευάσαι πρὸς τὰς ἀλοιφάς. Σοφοκλῆς ἐν Ποιμέσιν· «Ἔμισγʼ, ὅσον δὲ πηλὸν ὀργάσαι καλόν.» καὶ Αἰσχύλος ἐπὶ τῶν πρὸ τῆς Καδμείας νεκρῶν τῶν πρὸς τὴν ταφὴν ἑτοίμως ἐχόντων· «Ὤργα τὸ πρᾶγμα, διεμύδαινʼ ἤδη νέκυς.» τὰς δʼ ὀργάδας ἄλματά τε καὶ ἄλση προσηγόρευον ἀπὸ τῆς εἰς τὸ μῆκος ἄλσεως· «Ἔνθα Τρώιον ἄλμα καὶ ἤρια Μουνίπποιο.» τοιοῦτόν ἐστι καὶ τὸ παρʼ Ὁμήρῳ λεγόμενον· «Ὁ δʼ ἀνέδραμεν ἔρνει ἶσος.» ἐνθένδε καὶ ὁ ὅρπηξ παρὰ τὸ ἕρπειν καὶ αὐτὸς πεποιημένος. περὶ μὲν οὖν τῆς κοινότερον λεγομένης ὀργάδος ταῦτα. λέγεται δέ τις ἰδίως παρὰ Μεγαρεῦσιν Ὀργὰς ὀνομαστικῶς, καθάπερ Ἴδη ἡ τʼ ἐν Ἰλίωι καὶ τὸ δενδρῶδες χωρίον, καὶ πάλιν Αἰγιαλὸς ἥ τε Ἠιὼν καὶ ἡ οὑτωσὶ λεγομένη χώρα καὶ ἡ Ἀκτὴ τῆς Ἀττικῆς καὶ τὸ παραθαλασσίδιον ἅπαν χωρίον, καὶ Ῥίον τὸ μὲν Μολύκρειον τὸ δὲ κοινότερον ἤδη πᾶσα ὄρους κορυφή, καὶ ἄλλα τούτοις ὅμοια. καὶ ἔστιν ὁ λόγος τὰ νῦν τῶι Δημοσθένει περὶ τῆς Μεγαρικῆς Ὀργάδος, ἧς καὶ Καλλίμαχός που μνημονεύων φησί· «Νισαίης ἀγλῖθες ἀπʼ Ὀργάδος.» διείλεκται δὲ
περὶ ταύτης τῆς Ὀργάδος καὶ Ἀνδροτίων
ἐν τῆι Ζ τῶν Ἀτθίδων γράφων οὕτως· «Ὡρίσαντο δὲ καὶ Ἀθηναῖοι πρὸς Μεγαρέας τὴν Ὀργάδα δια … τοῖν θεοῖν ὅπως βούλοιντο· συνεχώρησαν γὰρ οἱ Μεγαρεῖς ὁριστὰς γενέσθαι τὸν ἱεροφάντην Λακρατείδην καὶ τὸν δαιδοῦχον Ἱεροκλείδην. καὶ ὡς οὗτοι ὥρισαν ἐνέμειναν. καὶ τὰς ἐσχατίας ὅσαι ἦσαν πρὸς τῆι Ὀργάδι καθιέρωσαν, διαμαντευσάμενοι καὶ ἀνελόντος τοῦ θεοῦ λῶιον καὶ ἄμεινον εἶναι μὴ ἐργαζομένοις. καὶ στήλαις ὡρίσθη κύκλωι λιθίναις Φιλοκράτους εἰπόντος.» «Οἷον ἃ πρὸς τοὺς καταράτους Μεγαρεῖς ἐψηφίσασθε ἀποτεμνομένους τὴν Ὀργάδα, ἐξιέναι, κωλύειν, μὴ ἐπιτρέπειν.» καταράτους
εἶπε τοὺς Μεγαρέας παρʼ ὅσον δυσνόως εἶχον αὐτοὶ καὶ Βοιωτοὶ πρὸς
Ἀθηναίους, καθάπερ ἐν τῆι κϛ
Θεόπομπος ἀπομαρτυρεῖ, ἐν οἷς
Φιλοκράτης ὁ δημαγωγὸς αὐτοῖς παράγεται λέγων ταῦτα· «Ἐνθυμεῖσθε τοίνυν ὡς οὐδὲ καιρὸς οὐθείς ἐστι φιλονεικεῖν· οὐδὲ καλῶς ἔχειν δοκεῖ τὰ πράγματα τῆς πόλεως, ἀλλὰ πολλοὶ καὶ μεγάλοι κίνδυνοι περιεστᾶσιν ἡμᾶς· ἐπιστάμεθα γὰρ Βοιωτοὺς καὶ Μεγαρεῖς δυσμενῶς ἡμῖν διακειμένους, Πελοποννησίων δὲ τοὺς μὲν Θηβαίοις, τοὺς δὲ Λακεδαιμονίοις τὸν νοῦν προσέχοντας, Χίους δὲ καὶ Ῥοδίους καὶ τοὺς τούτων συμμάχους πρὸς μὲν τὴν πόλιν ἐχθρῶς διακειμένους, Φιλίππωι δὲ περὶ φιλίας διαλεγομένους.» —ΔΙΔΥΜΟΥ— ΠΕΡΙ ΔΗΜΟΣΘΕΝΟΥΣ —ΚΗ— ΦΙΛΙΠΠΙΚΩΝ Γ Θ Πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι Ι Καὶ σπουδαῖα νομίζων ΙΑ Ὅτι μὲν ὦ ἄνδρες Ἀθηναῖοι Φίλιππος ΙΒ Περὶ μὲν τοῦ παρόντος