eul_wid: mlw-ap
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on Clouds by Aristophanes Scholia

The Scholia on the Clouds constitutes an ancient and medieval commentary on Aristophanes' comedy Clouds. It is not a unified work by a single author but rather a compilation of approximately 225 explanatory notes, or scholia, produced by various scholars over many centuries, from the Hellenistic period onward through the Byzantine era. Written in Greek prose, these annotations are attached to specific lines of the play and serve to elucidate obscure vocabulary, identify historical figures and cultural references, clarify jokes and allusions, and discuss textual variations among different manuscript traditions. The scholia survive primarily because they were copied into the margins of medieval manuscripts preserving Aristophanes' plays, with the principal source being the 10th-century Byzantine manuscript known as Ravenna manuscript 429. The compilation is a layered text, preserving fragments of lost ancient scholarship from figures such as Didymus Chalcenterus. It is generally considered to have been assembled for educational purposes, aiding students and readers across generations in understanding the complex language and philosophical satire of Aristophanes' work. The commentary is not comprehensive for every section of the play, but its survival provides crucial insights into how ancient and medieval readers interpreted classical Athenian culture, literature, and the textual history of one of its most challenging comedies.

ἡ εἴσθεσις ... σμεʹ ... ἀκατάληκτον· ἐν εἰσθέσει ... κορωνίς. Στρεψιάδης ὁ προλογίζων.

ἄπαγε τὸν ἵππον ἐξαλίσας: καὶ τοῦτο ὀνειροπολούμενος ὁ νεανίσκος λέγει.

ἀλλʼ ὦ μέλʼ ἐξήλικας: κατὰ ἀποκοπὴν τοῦ ε ἀττικῶς. οὕτως ἐν τοῖς παλαιοῖς τῶν ἀντιγράφων εὕρηται γραφόμενον.

ὅτε καὶ δίκας ὤφληκα: ἤγουν «καὶ δίκας προσώφληκα» ἢ «ὡς καὶ δίκας προσώφληκα».

συμβαίνει δὲ τοῖς ἀγρυπνοῦσι τοῦτο πάσχειν τῇδε κἀκεῖσε ῥίπτειν ἑαυτοὺς καὶ μεταβάλλειν.

Ἀριστοτέλης δὲ περὶ Κλεισθένους φησί· «κατέστησε καὶ δημάρχους τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκλάροις· καὶ γὰρ τοὺς δήμους αὐτῶν ναυκλαριῶν ἐποίησεν.» οἱ πρότερον ναύκλαροι, εἴτε ὑπὸ Σόλωνος κατασταθέντες εἴτε καὶ πρῶτον οὗτοι δὲ τὴν πομπὴν τῶν Παναθηναίων ἐκόσμουν Κλεισθένους καταστήσαντος ἀντὶ ναυκλάρων. ἔστι δὲ δήμαρχος ὁ τὴν ἐπώνυμον ἀρχὴν ἄρχων· καὶ Ἀσκληπιάδης ὁ Ἀλεξανδρεὺς τοὺς κατὰ δῆμον ἄρχοντάς φησι. Δημήτριος δὲ ὁ Φαληρεὺς οὕτω φησί· «καὶ δημάρχους οἱ περὶ Σόλωνα καθίσταντο ἐν πολλῇ σπουδῇ, ἵνα οἱ κατὰ δῆμον ἄρχοντες διδῶσι καὶ λαμβάνωσι τὰ δίκαια παρʼ ἀλλήλων.» ἔδει οὖν τὸν δήμαρχον ἀγαγεῖν εἰς τοὺς οἴκους τοὺς ἐνεχυριαζομένους.

εἴθʼ ὤφελʼ ἡ: τὸ «ὤφελε» τινὲς ἐπιρρηματικῶς δέχονται, ὡς τὸ «ὤφελε μηδʼ ἐγένοντο θοαὶ νέες» καὶ τὸ Εὐριπίδου ἐν Μηδείᾳ κατʼ ἀρχὰς τοῦ δράματος, ἵνʼ ᾖ παράλληλον τὸ σχῆμα τοῦ πρεσβύτου συνεχέστερον ἀπευχομένου τῇ προμνηστρίᾳ. ὁ δὲ ποιητὴς ῥῆμα αὐτὸ οἶδεν· «οὐκ ὄφελον Τρώεσσι κοτεσσάμενος» καὶ μὴ ὄφελες λίσσεσθαι ἀμύμονος Αἰακίδαο.

νοτιζόμενα: ὥσπερ νοτίδος αὐτοῖς ἐγγινομένης καὶ σηπούσης.

ὁ γὰρ αὐτῶν οἶκος πυρῶν καὶ δερμάτων μεστὸς ὢν οὐδεμίαν ἔχει τῶν τοιούτων πραγμάτων εὐθεσίαν, ἀλλʼ ἄλλο ἀλλαχῇ κεῖται, ὡς ἔτυχε

ὅθεν καὶ νεωκόρος.

καὶ σοβαρὰν τῷ εἴδει.

καὶ ταριχεύεται ἢ σανίς.

τοιοῦτος δὲ ὁ γεωργικὸς βίος.

κυρίως δὲ καταγλώττισμα, ὅταν ... πράττουσιν.

τουτέστιν ἀσωτίας.

Κωλιάδος: οἱ μὲν Κωλιάδα τὴν θεὸν καλοῦσιν, νεανίου ἀττικοῦ ἀποδράντος ἀπὸ λῃστῶν συμμαχίᾳ τῆς θεοῦ καὶ οὕτως αὐτὴν ὀνομάσαντος, καθάπερ αὐτὸς δεθεὶς τῶν κώλων ἀπελύθη ὑπὸ γυναικός, οἱ δέ, θυγατρὸς τοῦ ἀρχιλῃστοῦ διʼ ἐρῶτα· οἱ δέ, τόπον ἐοικότα κώλοις ἀνδρός, ἔνθα ἡ θεὸς τιμᾶται· ἔνιοι δέ, Ἴωνος θύοντος κόρακα ἁρπάσαι κωλὴν καὶ ἐν ἐκείνῳ τῷ τόπῳ ἀποθέσθαι, ὅθεν οὕτως ὠνομάσθη.

Γενετυλλίδος: Γενετυλλὶς ἡ τῆς γενέσεως ἔφορος Ἀφροδίτη.

οὐ μὴν ἐρῶ γʼ, ὡς ἀργός, ἀλλʼ ἐσπάθα: πρὸς τὸ «ἀργὸς» «ἐσπάθα»· καὶ τοῦτο εἰρωνευόμενος. περὶ γυναικὸς δὲ λέγει ἀντὶ τοῦ κατηνάλισκε, κατήσθιε, καὶ διὰ ... ἀργὸς ἦν.

Ἀττικοὶ δὲ ἐπὶ τῶν θηλυκῶν ἀρσενικῶν ὀνομάτων κέχρηνται λέξεσιν, ὡς ἐνταῦθα καὶ παρʼ Ὁμήρῳ «κλυτὸς Ἱπποδάμεια» καὶ Εὐριπίδῃ ἐν Ἑκάβῃ «τὸ δʼ αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοι γενναῖος».

τοῦτο δὲ ἐπήνεγκε διττὸν ὄν, τό τε ἀναλοῦν καὶ τὸ ὑφαίνειν.

λίαν σπαθᾷς: ἐργάζῃ· εἰρωνικῶς καὶ τοῦτο. δεικνὺς γὰρ αὐτῇ τὸ ἱμάτιον παραρραγὲν ἔλεγε τοῦτο αὐτῇ.

τὰ γὰρ παχέα ἐλλύχνια πολὺ ἔλαιον δαπανῶσι.

Ξάνθιππον: ὁ Ξάνθιππος Περικλέους ἦν πατήρ, ὃς ἦν τοῦ τῶν Ἀλκμαιωνιδῶν γένους. ἐσεμνύνετο δὲ τὸ γύναιον θείῳ Μεγακλεῖ τρίτον νικήσαντι Ὀλύμπια καὶ διʼ ἱπποτροφίαν κατελθόντι ἐκ τῆς φυγῆς· ἐδίωξε γὰρ αὐτὸν ὁ Πεισίστρατος, ὃν καὶ μετεπέμψατο παραχωρήσαντα αὐτῷ τὸ τῆς νίκης κήρυγμα.

ξύστιδʼ ἔχων: ξύστιδα προπαροξύνουσιν· ἤγουν πορφυρίδα· καὶ γὰρ μέχρι νῦν οἱ εἰσελαύνοντες ἀθληταὶ τοιούτῳ κοσμηθέντες σχήματι καὶ ἅρματος ἐπιβάντες διὰ μέσης πομπεύουσι τῆς πόλεως, ᾧ καὶ οἱ βασιλεῖς χρῶνται.

ἐκ τοῦ Φελλέως: τόπος οὕτω καλούμενος ἐν Ἀττικῇ· οὐ μὴν ἀλλὰ καὶ περὶ τὸν Διόνυσόν ἐστί τις ἑορτὴ τοῖς Ἀθηναίοις Φέλλος καλουμένη, ἥτις τῶν Διονυσίων ἄρχεται. Λουκιανὸς δὲ ἐν τῷ Περὶ τῆς συρίης θεοῦ «φαλλούς», φησίν, «Ἕλληνες τῷ Διονύσῳ ἐγείρουσιν· ἐπὶ τῶν καὶ τοιόνδε τι φέρουσιν, ἄνδρας μικροὺς ἐκ ξύλου πεποιημένους μεγάλα αἰδοῖα ἔχοντας. καλέεται δὲ τάδε νευρόσπαστα». καὶ παρακατιὼν δέ· «ἐν τοῖς προπυλαίοις τοῦ συρίης θεοῦ ναοῦ φαλλοὶ ἑστᾶσιν, οὓς Διόνυσος ἐστήσατο».

Ἀττικοὶ δὲ λέγουσιν, ἣν νῦν ἰσάλην καλοῦμεν· ἔστι δὲ ἐκ δέρματος.

διὸ ... ἐπήγαγεν.

Φειδιππίδιον: τὸ ὑποκορίζεσθαι φιλούντων ἔθος. κολακεύει δὲ νῦν τὸν υἱὸν καὶ προσποιεῖται φιλεῖν, ἵνα ἑτοιμότερον αὐτὸν πρὸς τὴν ἀξίωσιν ἑαυτοῦ πείθεσθαι παρασκευάσῃ.

κῦσόν με καὶ τὴν χεῖρα δός: πρὸς τὸ ὁμηρικὸν «χεῖράς ... πιστώσαντο». φίλησον καὶ πρόσπτυξαι καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν.

ἰδοὺ τί ἐστιν: τὸ αἰτηθὲν παρὰ τοῦ πρεσβύτου ποιῶν ὁ νεανίσκος τὴν δεξιὰν ὤρεξεν αὐτῷ· καὶ δῆλον, ὅτι παρεπιγραφὴ τὸ εἶδος.

οὐδὲν δὲ χεῖρον ὑπομνησθῆναι τῶν Εὐπόλιδος· «δεξάμενος δὲ Σωκράτης τὴν ἐπίδειξιν Στησιχόρου οἰνοχόην ἔκλεψεν»· οἷον δʼ ἦν ὁρᾶν τὸν φιλόσοφον τὸ ἐν φανερῷ μάλιστα σκεῦος κατακείμενον κλέπτοντα καὶ ὑφαιρούμενον.

ἄθλιοι.

μηδὲν εἴπῃς νήπιον: μηδὲν εὔηθες μηδὲ μειρακιῶδες μηδʼ ἀνόητον εἴπῃς· ἀπὸ τοῦ μηδὲ τὰ νήπια παιδία εἰδέναι τι.

καταλύσας, κατασπάσας, ἀποστὰς τούτου.

ὡς διαστεῖλαι καὶ σχίσαι τὸ ὕδωρ τῇ κώπῃ ἐρεσσούσῃ· καὶ Πίνδαρος «κώπαν ἤδη μοι σχάσαι»· καὶ Εὐριπίδης· «σχάσον δὲ δεινὸν ὄμμα».

στήσας, καταπαύσας· σχάσαι γὰρ τὸ κωπηλατοῦντα στῆσαι τὴν κώπην.

τοὺς φασιανοὺς: οἱ μὲν ἵππους, οἱ δὲ ὄρνεα, ἔνιοι δʼ ἵππους χάραγμα ἔχοντας φασιανοῦ, ὡς ἀλεκτρυόνος. καὶ εἴπερ ἐστὶ τοῦτο μὴ κατεψευσμένον, οἰκεῖον ἂν εἴη τῇ τοῦ νεανίσκου σπουδῇ. οἱ δὲ περὶ Ἀρχίλοχον ὀρνίθων γένος· οἱ δέ, ὅτι Φᾶσις ποταμός ἐστι Σκυθίας, ὅπου καλοὶ ἵπποι γίνονται.

ὠχρὸς καὶ διεφθαρμένος· ἐκόμων γὰρ οἱ ἱππεῖς, οἱ δὲ φιλόσοφοι κάτω κείρονται.

«διακεκναισμένος» δὲ ἠμαυρωμένος, αἰσχρὸς καὶ διεφθαρμένος γενόμενος· οἱ γὰρ ἱππεῖς ἐν γυμνασίοις καὶ παλαίστραις διέτριβον.

καὶ διὰ τοῦ μ καὶ π γράφεται.

τῆς προκειμένης, οἷον· οὐ παραδώσω ... λύπαις.

ἀντὶ τοῦ «διδασκάλῳ παραδώσω», ἐπεὶ μέσον ὂν τὸ διδάξομαι πρὸς ἄμφω τὰς ἐνεργείας χωρεῖ.

πῶς οὖν γέρων ὢν: ταῦτα καθʼ ἑαυτὸν λογίζεται ἐν τῷ ἀπιέναι.

ἀλλʼ οὐχὶ κόπτω τὴν θύραν: ἀλλʼ οὐκ ἔχομαι τῶν ἐγνωσμένων.

Ζηνόδοτος δὲ ὁ τὰς Ταρραίου καὶ Διδύμου παροιμίας ἐπιτεμὼν «Βοιωτοῖς» φησὶν «Ἄρνην ... ἐκπεσεῖσθαι λευκῶν ... καλουμένους».

οὐ τὸ κροῦσαι καὶ τὸ προσελθεῖν αἰτιώμενος· οὐδὲ γὰρ πρὸς φιλοσόφου τὸ τοῖς δεομένοις μὴ παρέχειν τοῦ συνιέναι ἐξουσίαν, τὸν δὲ τρόπον μεμφόμενος, ὅτι βιαιοτέρως ἔπαισε τὴν θύραν, ὡς διαταραχθῆναι τοὺς ἐμφιλοσοφοῦντας.

τηλοῦ γὰρ οἰκῶ τῶν ἄγρων: ἀντὶ τοῦ «ἐν τοῖς ἀγροῖς».

ἀνηρώτησεν.

τὸ μὲν καὶ ἐπʼ ἐμοὶ μέχρι καὶ νῦν κεχρηκέναι τὸν Πύθιον οὕτω παρήσω λέγειν, ἀλλὰ τῶν ἀρχαίων παραδείγματος ἕνεκα χεῖρον οὐδὲν μνημονεῦσαι. τοῦτο μὲν γὰρ ἐπί τῳ φέρεται οὗτος ὁ χρησμὸς ἐξενεχθεὶς ὑπὸ τῆς Πυθίας· ἐμοὶ μελήσει ταῦτα καὶ λευκαῖς κόραις· ἐν Λέσβῳ δὲ τοῦ Ναπαίου Ἀπόλλωνος ὁ δοθεὶς Πέλοπι αἰτοῦντος αὐτὸν ἀνάθημα τοῦ θεοῦ τὴν ἄρνα τὴν χρυσῆν, ἕτερα παρέχοντι κειμήλια. ἔστι δὲ οὕτως· ὃ βούλομαι δός, μὴ δίδου δʼ ὃ μὴ θέλω. φέρει δὲ τὸν χρησμὸν τοῦτον Ἀντικλείδης ἐν τοῖς Νόστοις· καὶ ἑτέρους πλείστους ἄν τις ἔχοι λέγειν τοιούτῳ ἐξενεχθέντας μέτρῳ.

τὼ πόδε: δυϊκὸν «τὼ πόδε» ἐπὶ τῆς ψύλλης, κακῶς· λέγεται γὰρ ἓξ ἔχειν πόδας.

περσικαί: εἶδος ὑποδήματος αἱ περσικαί, ὡς καὶ Ἡρόδοτος· ἐπεὶ δὲ καὶ δένδρου ὄνομά ἐστι «περσικαί»· διὸ καὶ «περιέφυσαν» εἶπεν, ὡς ἐπὶ δένδρου.

τῆς αὐτῆς γὰρ καὶ ὁ τέττιξ ἐστὶ φύσεως καὶ τὰ τοιαῦτα ζῷα· καλεῖται μὲν παρά τισι βομβύκια, καλεῖται δὲ καὶ ἐντόμια, ὅτι κατὰ τὴν ῥάχιν ἐκτέτμηνται, ὡς ἔστιν κτλ.

σάλπιγξ ὁ πρωκτός: τοιαύτη γάρ, κατὰ μὲν τὸ ἀνώτατον καὶ πρὸς τὸ ἄκρον κοίλη, ἡ σάλπιγξ, τὰ κάτω δὲ στένη· διὸ ... ᾄδει.

δέον γὰρ αὐτὸν εἰπεῖν· κατέγραψεν, ᾧ τέως προσέχοντες οὐκ ἐπεινήσαμεν, καὶ σχήματα ... ἐπεποιήκει ... καθάπερ κεχηνὼς ... ἐπελάθετο, ἐπήνεγκεν ... ἔλαβε τὸ ἱμάτιον. διαβάλλει δὲ αὐτὸν ... ἕνεκα διατρίβοντα· ἐκεῖ γὰρ ἐφοίτα, ὡς γυμνοὺς τοὺς παῖδας ὁρῴη.

ἐπειδὴ οἱ τὰ γεωμετρικὰ θεωρήματα διδάσκοντες διαβήταις γράφουσι ταῦτα, φησίν, ὅτι ὀβελίσκον κάμψας καὶ διαβήτου σχῆμα διαλαβὼν πάντας πρὸς αὐτὸν ἐπαγόμενος ὑφεῖλε τὸ ἱμάτιον.

τὶ δῆτʼ ἐκεῖνον τὸν Θαλῆν: οὗτος … ὡς Ἑρμῆς, Ἑρμῆν, Θαλῆν, καὶ Ἑρμέας, ὡς Θαλέας. διχῶς ... βαρύτονον ... Θάλητος, ὡς Χρέμητος, Θάλητι, Θάλητα, ὡς τὸ «Θάλητα χρημάτων ἐλεύθερον». εἰ δὲ καὶ περισπομένως Θαλῆς, ὡς Ἑρμῆς, καὶ Θαλοῦ, ὡς Ἑρμοῦ.

ἀτὰρ τί ποτε: διὰ τί ἄρα. εἰσελθὼν δὲ ἐπὶ συννοίᾳ κατέλαβε τοὺς περὶ Σωκράτην καθημένους, ἅτε φροντίζοντας περὶ τῆς ἐμπίδος, καὶ συγκεκυφότας εἰς γῆν.

τὸ γὰρ σόφισμα δημοτικὸν: οἴεται τῶν πρὸς γεωργίαν εἶναι τοῦτο ἀβάκιον ἢ τοιοῦτόν τι δημωφελὲς μάθημα, τῷ δήμῳ συμφέρον.

κλίνεται δὲ ἡ Μάκρις αὕτη διὰ καθαροῦ τοῦ ο. διὸ καὶ ὁ νησιώτης αὐτῆς Μακριεύς. ἦν δὲ καὶ αἰγιαλὸς οὕτω λεγόμενος, κλινόμενος δὲ διὰ τοῦ δ. ἐλέγετο δὲ Μάκρις καὶ τῶν Κυκλάδων μία, ἡ Ἴκαρος· ἀφʼ ἧς νομίζουσί τινες εἰρῆσθαι καὶ τὸ ἰκάριον πέλαγος.

Περικλῆς γὰρ αὐτὴν ὑπὸ τοὺς Ἀθηναίους ἐποίησεν ἐν πολέμῳ νικήσας τοὺς Ἄβαντας· διὸ παρετάθη τοῖς φόροις καὶ ἐπεφορτίσθη, ὡς τῶν Ἀθηναίων ἐπιτεινάντων τοὺς φόρους αὐτῇ.

ἀλλʼ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ: ἀλλʼ οὐκ ἀπὸ τῆς γῆς ἦν δυνατὸν ἄνθρωπον ὄντα διαγνῶναι τὰ θεῖα.

ἀπολογεῖται κτλ. λέγων τὴν αἰτίαν, διʼ ἣν κρεμάμενος, ἀλλʼ οὐκ ἀπὸ τῆς γῆς φησι περιθεῖν τὰ μετέωρα πράγματα. «ὅμοιον» δὲ εἶπε τὸν ἀέρα ἀντὶ τοῦ «ὁμοιολεπτομερῆ». ψυχρὰν δὲ καὶ ματαίαν αὐτῇ πεποίηκε παρέχοντα λύσιν.

Φωκυλίδης ἐν μὲν τοῖς αὐτοῦ ποιήμασι κατὰ τὴν ... λέγων οὕτως· «χρήστης κακοῦ ... φεῦγε, μή σʼ ἀνιήσειε ... ἀπαιτέων»· ἐν ἐκείνῳ μέντοι ἀντὶ τοῦ δανειστής λαμβάνεται· μηδέποτε χρήστης πικρὸς γένῃ ἀνδρὶ πένητι.

τὴν ἐνυπάρχουσαν οὐσίαν, οἷον ἱμάτια καὶ σκεύη καὶ ἄλλα.

νόσος μʼ ἔτριψεν: ἔστι γὰρ ὡς ἀληθῶς νόσος καὶ τὸ ἵππους τρέφειν· δαπανηρὸν γὰρ καὶ οὐκ ἔχον τοὺς καρποὺς ἀξίους τοῦ ἀναλώματος. «ἐπέτριψε» δʼ, οἷον ἐξέτριψε καὶ κατεδαπάνησε.

δεινὴ φαγεῖν: καταναλῶσαι δεινή, δαπανηρά· ἅμα δʼ, ὅτι τὰ δύσπεπτα τῶν σιτίων νόσων πρόξενα γίνεται.

ὀμοῦμαί σοι: ἀντὶ τοῦ «ὃν σύνθωμαι μισθόν σοι τελεῖν, ὄμνυμι τοὺς θεοὺς τοῦτόν σοι δοῦναι». τοῦτο δὲ εἶπεν, ἵνα διαβάλλῃ αὐτόν.

λεπτοῖς δὲ νομίσμασι ... εἶπεν. ἔνιοι δὲ κατὰ πολυμάθειαν δωρίζουσιν.

παιπάλη δὲ κυρίως τὸ λεπτομερὲς τοῦ ἀλεύρου.

εὐφημεῖν χρὴ: ἡ συστηματικὴ ... ἐστιν ἐκ στίχων ... παράγραφος.

σύστημα ... στίχων ιβʹ.

ἢ ὅτε σκηπτοὺς ἐπιπέμπει.

χιονοβλήτοισι κάθησθε: ἀντιπαρατάττεται Ὁμήρῳ λέγοντι Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἔμμεναι. χιονόβλητα γὰρ τὰ ὑψηλὰ τῶν ὀρῶν πληροῦσθαί τε καὶ διατηρεῖν τὴν χιόνα πέφυκεν· εἰώθασι δὲ καὶ τὰ νέφη τούτοις ἐπικαθῆσθαι.

εἶτʼ Ὠκεανοῦ πατρὸς: καὶ τοῦτο φυσικόν φησιν, ἀπὸ τοῦ Ὠκεανοῦ πάντα τὸν ἀέρα—τὴν νοτίαν, τὴν ἰκμάδα καὶ τὸν ὑετόν—τούτοις ἐπιχορηγεῖν.

ὁ Μίμας· καὶ Ὅμηρος· «παρʼ ἠνεμόεντα Μίμαντα».

χαρεῖσαι: ἡδυνθεῖσαι· γράφεται δὲ «φανεῖσαι».

ἀέναοι Νεφέλαι: ἡ ἐπεισόδιος ... ἐν ἐπῳδῷ, ὡς τὸ «ἐν δὲ Βατουσιάδης»· ἔχει ... οὕτως ἐν ... δηλοῦσα ἔχειν ἀνταπόδοσιν.

ὡς ἀέναος ποταμὸς ὁ ἀδιαλείπτως ῥέων.

«ἀρθῶμεν» δὲ «ἀναπηδήσωμεν».

φύσιν εὐάγητον: πανταχοῦ φερομένην ἢ λαμπράν.

τὸ δὲ ἵνα ἀντὶ τοῦ ὅπου· ἢ «ἵνα ἀφορώμεθα» ἐστὶν ἀντὶ τοῦ ὅθεν, κέχρηται δὲ ἐπιρρήματι τῷ ἐν τόπῳ ἀντὶ τοῦ ἐκ τόπου.

σελαγεῖται: ἀντὶ τοῦ καταλάμπεται. ἔοικε δὲ ... ὀνομάζειν αὐτόν. τοιαύτη δόξα ἐστὶ παρὰ τοῖς φιλοσόφοις ὄμμα αἰθέρος καλεῖν τὸν ἥλιον.

«ἀθανάτας ἰδέας» κεῖται, καὶ ἔστιν ἑνικὸν ἐν γενικῇ πτώσει. μέλλει δὲ τὰς Νεφέλας γυναικομόρθους εἰσάγειν ἐσθῆτι ποικίλῃ χρωμένας, ἵνα τὰ τῶν οὐρανίων φυλάττωσι σχήματα· τὸ δʼ «ἐπιδώμεθα» ἀντὶ τοῦ «ἐπιφανῶμεν, σκέψωμεν».

ἐπίδωμεν καὶ σκεψώμεθα.

ὦ μέγα σεμναὶ: τὸ μερικὸν ... ζʹ, ὡς ἐρρέθη. λέγεται ... παράγραφος.

οἱ τρυγοδαίμονες: οἱ ποιηταί, ἐπειδὴ τὴν τρύγα χριόμενοι, ἵνα μὴ γνώριμοι γένωνται, οὕτως τὰ αὐτῶν ᾖδον ποιήματα κατὰ τὰς ὁδοὺς ἁμάξης ἐπικαθήμενοι· διὸ καὶ παροιμία «ὡς ἐξ ἁμάξης λαλεῖ», ἤγουν ἀναισχύντως ὑβρίζει· τοῦτο δὲ ἐποίουν οἱ κωμικοὶ ποιηταί.

παρθένοι ὀμβροφόροι: ἡ ἀντῳδὴ ... τῇ ᾠδῇ δεκαέξ, ὧν ὁ τελευταῖος ... ἡ μὲν ... ἀποδιδόμενα.

ἀντῳδὴ ... κώλων ιϞʹ.

τινὲς δὲ εἰς τὸ «παρθένοι» στίζουσι τὸ παλίμβολον τῶν Νεφελῶν παρίσταντες· ἄμεινον δὲ εἰς τὸ «ὀμβροφόροι» στίζειν.

«εὔανδρον» δὲ τὴν ὑπʼ ἀρίστων ἀνδρῶν παροικουμένην· «πολυήρατον» δὲ πᾶσιν ἐράσμιον.

ὅτι δὲ λίαν ἐσπούδαζον περὶ τὰ μυστήρια, δῆλον ἐκ τοῦ ψηφίσματος Μεγαρέων.

εἰκότως πρὸ πάντων σεμνολογοῦσι τὰ Ἐλευσίνια· κοινωνίαν γὰρ ἔχουσι πρὸς τὰς θεάς, ὅσον ἐκ τῆς τοῦ ἔτους φορᾶς καὶ τῆς τῶν καρπῶν αὐξήσεως. αὗται δὲ τὸν Ἴακχον ἐχόρευσαν ταῖς θεαῖς νεφέλαις μυστικαῖς, ὡς Ἡρόδοτος. φησὶ γὰρ ἐν τῇ παρὰ Σαλαμῖνα ναυμαχίᾳ πολὺ λειπομένου τοῦ ἑλληνικοῦ πλήθους τῶν νεῶν τῶν περσικῶν συμμαχῆσαι Ἀθηναίοις τὰς θεὰς μέγιστον τῆς ... γὰρ τῶν ... αἰρόμενον ἀπὸ Ἐλευσῖνος ἐπὶ τὴν συμβολὴν παντὶ τῷ στρατῷ δῆλον γενέσθαι. ... ἀνιέντα καὶ νέφος γινόμενον ... βοᾶν. μυστικὸς δὲ ὁ λόγος ὁ περὶ τὰ ἀπόρρητα μυστήρια. λίαν ... ἐσπουδάζετο.

εὐκελάδων τε χορῶν: προσηύλουν γὰρ τοῖς τραγικοῖς καὶ τοῖς κωμικοῖς, ἐπηύλουν δὲ προηγουμένως τοῖς κυκλικοῖς χοροῖς. «εὐκελάδων» δὲ τῶν εὐμούσων καὶ ἡδέων χορῶν.

πρὸς τοῦ Διὸς: εἴσθεσις ... νενευκυῖα.

τοῦτο τὸ σεμνόν: λεληθότως, φασίν, ἑαυτὸν ἐπαινεῖ σεμνὸν εἶναι λέγων τὸ μέλος. ἔστι γὰρ τοῦτο ἀληθές· ὁ δὲ τὸν ἔπαινον ἐπὶ τὰς Νεφέλας τρέπων οὐκ οἴεται φορτικὸς εἶναι.

κροῦσιν: ἀπάτην, δοκιμασίαν, παραλογισμόν. κατάληψιν: εὕρεσιν. τὰ αὐτὰ δὲ καὶ διεξοδικώτερον ἑρμηνευτέον ἂν εἴη πάλιν ἐπαναλαβόντας. «διάλεξιν» τοίνυν λόγων ἐμπειρίαν, ὡς ἔφαμεν, ὥστε τὰ νοηθέντα δύνασθαι ἑρμηνεύειν. διαφέρει δὲ διάλεκτος καὶ διάλεξις· διάλεκτος μὲν γάρ ἐστι φωνῆς χαρακτὴρ ἐθνικός, διάλεξις δὲ τῆς συνήθους φωνῆς ἐπὶ τὸ σεμνότερον ἐκτροπὴ καὶ ἐπὶ τὸ ἀγροικότερον. «τερατείαν» δὲ τερατολογεῖν καὶ ἀπίθανα διηγεῖσθαι καὶ λέγειν πράγματα ἐπέκεινα τῶν ἀνθρωπίνων. «περίλεξιν» δὲ περιττῶς καὶ περιέργως περιτείνεσθαι διὰ λόγων καὶ δύνασθαι ἑρμηνεύειν τὸ νοηθέν, ὅπερ ἐστὶν λοιπὸν ἔργον τῆς ἐξηγήσεως τοῦ λόγου. δείκνυσι δέ, ἐξ ὅσων συνέστηκε ῥητορική· δεῖ γὰρ νοεῖν, εἶθʼ ἑρμηνεύειν, ὅπερ ἐστὶ λοιπὸν ἔργον τῆς ἐξηγήσεως τοῦ λόγου. «κροῦσιν» ἢ τὸν παραλογισμὸν καὶ τὴν ἀπάτην, τὸ συναρπάσαι τὸν ἀκούοντα· ἢ δοκιμασίαν, ἐπεὶ τὰ σαθρὰ κροτούμενα δοκιμάζεται. «κατάληψιν» τὴν γνῶσιν καὶ αἴσθησιν καὶ τὴν τέχνην. οὕτω γὰρ ὁριζόμεθα τὴν τέχνην, οἷον σύστημα ἐκ καταλήψεων ἐγγεγυμνασμένων, καὶ τὰ ἑξῆς. κατάληψιν δὲ εἰώθασιν οἱ μουσικοὶ λέγειν, ἐπειδὰν πλήξαντες τοῖς δακτύλοις ἢ τῷ πλήκτρῳ τὰς χόρδας καταλάβωσι καὶ ἀποτείνωσι τὸν φθόγγον.

Πάρνης δὲ ὄρος ... λέγεται, ὡς τὸ «ἐξ κόρακας» ... θηλυκῶς, ὡς ἐνταῦθα.

δέον δὲ εἰπεῖν «ἐν λήμαις», ὁ δὲ «κολοκύνταις» εἶπε δεικνύων τὴν ὑπερβολὴν τῆς λημότητος. λείπει δὲ ἡ ἐν, ἵνʼ ᾖ «ἐν κολοκύνταις», ὡς τὸ «νοσεῖν ἐν φρενίτιδι». ἀποδοκιμαστέοι δὲ οἱ νοοῦντες ἔξωθεν «ὁμοίας»· οὐκ ὀρθῶς γὰρ ἐοίκασι λέγειν. ὁ δὲ Λουκιανὸς ἐν τῷ Πρὸς ἀπαίδευτον καὶ πολλὰ βιβλία ὠνούμενον οὐκ ὤκνησεν εἰπεῖν «χύτραις λημῶντες».

ὕστερον δὲ Ἀπίαι. λέγεται ... ὡς Στράβων. Παυσανίας δὲ Ἄνθειαν αὐτὴν καλεῖ.

ταῦτα δὲ πάντα ἔκ τινων ... ἄλλο ἄλλου … καὶ «στρεπταιγλᾶν», εἴπερ οὕτω γράφεται, οὐ πρός τι συνταττόμενον, ἀλλʼ ... ἔθηκεν. οἱ δὲ πρὸς τὸ «δάϊον ὁρμάν», τουτέστι ταχυτάτην, ἑνὸς τὸ πᾶν εἶναι φάσκοντες. τὸ αὐτὸ δὲ καὶ περὶ τοῦ «δροσερᾶν νεφελᾶν». εἰ δὲ «στρεπταίγλαν», πρὸς τὸ «ὑγρᾶν νεφελᾶν».

σύστημα ... στίχων Ϟʹ.

καταφρύγει: καταίθει· «περιφλύει» δὲ «περικαίει ἐπιπολῆς»· τὸ δὲ «ζῶντας» τινὲς ἀντὶ τοῦ «πλουσίους» ἤκουσαν.

Ἀπολλώνιος· Ἄρκαδες, οἳ καὶ πρόσθε σεληναίης ὑδέονται. τοῦτο δὲ τοὖπος οἱ περὶ τὸν Λούκιλλον τὸν Ταρραῖον καὶ Σοφόκλειον καὶ Θέωνα ἑρμηνεύοντες τάδε φασίν: «οἱ Ἀρκάδες ... ἐν τῇ Περιόδῳ ... πρὸς Γίγαντας ... ἐν ταῖς Θέσεσι ... ἐν πρώτῳ Κτίσεως καὶ ἔθνος φησὶν ... Ἀρκάδων πρὸ τοῦ ἐπιτεῖλαι ... διὸ καὶ προσωνομάσθησαν προσέληνοι. Δοῦρις ... διὸ καὶ ποταμὸν ... τὰς περιόδους τῆς σελήνης ... ὑπὸ Τυφῶνος. ὑπὸ ... εἴρηκεν.»

καὶ Σούνιον ἄκρον Ἀθηναίων: «χάρις ἐστὶν ἐκ στίχου τοῦ ἀλλοτρίου», ὡς ἔφη Διονύσιος ὁ Ἁλικαρνασσεὺς ἐν τῷ Περὶ ἑρμηνείας· «οὐκέτι γὰρ ὁ Ζεὺς κωμῳδεῖσθαι δοκεῖ, ἀλλʼ Ὅμηρος καὶ ὁ στίχος ὁμηρικός».

μεῖζον καὶ σφοδρότερον πνεύσῃ. ἐντεῦθεν δὲ δῆλον, ὡς πυκνότατόν ἐστι τὸ τῶν νεφῶν σῶμα· εἰ γὰρ ἦν ἀραιόν, διεφορεῖτʼ ἂν ὁ ἄνεμος κατʼ ὀλίγον.

κύστις δὲ κοιλίας διενήνοχε· τὸ μὲν γὰρ τῆς ὑγρᾶς περιττώσεως δεκτικὸν μόριον ὀνομάζεται κύστις, τὸ δὲ τῆς ξηρᾶς κοιλία, ὡς Ἀριστοτέλης Περὶ ζῴων ἱστορίας αʹ.

οὐκ ἔσχαζον. εἰώθασι ... δίοδον χαριζόμενοι τῷ πνεύματι. ἔστι δὲ ἀπὸ τοῦ σχάω … χνοάζω.

σύστημα ... στίχων ηʹ.

τὸ δὲ «δυσκολοκοίτου» «δυσκολῶς κεῖσθαι ἐώσης».

οἱονεὶ ἄκμων.

καὶ θεράπουσι.

«πιέζει» δὲ «στενοχωρεῖ, ἀναγκάζει».

νῦν οὖν χρήσθων: ἡ ἔκθεσις ... βραχυκατάληκτον· τὰ δὲ ἑξῆς δίμετρα ἀκατάληκτα πλὴν τοῦ δωδεκάτου καὶ ἑπτακαιδεκάτου, ἀναπαιστικῶν βάσεων παρατελεύτων καλουμένων, καὶ τοῦ τελευταίου ἑφθημιμεροῦς ὄντος καὶ παροιμιακοῦ, ὡς εἴρηται, καλουμένου. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι.

τὸ δὲ «ψευδῶν συγκολλητής» ἀντὶ τοῦ «ψευδοπλάστης».

Ἀπολλόδωρος δέ φησι ... τὸ δόξαν ἀναγραφόντες, οὓς ... κύρβις δὲ ... εἰς ὕψος ἀναστάσεως. ὕστερον δὲ τὰ ξύλα ... τὰς ἱερὰς γραφὰς στήλη· ἤ, ὡς Ἐρατοσθένης φησίν, ἄξων Ἀθήνῃσιν οὕτω καλούμενος, ἐν ᾧ οἱ νόμοι περιέχονται.

Πλούταρχος δὲ ἐν τῷ Σόλωνος βίῳ περὶ αὐτοῦ λέγων «ἴσχυν δέ», φησί, «τοῖς νόμοις ... ἔδωκεν ἐνιαυτοὺς ... λείψανά τινα διεσῴζετο ... τοὺς ἄλλους ὠνομάσθαι».

λάλος.

τινὲς δὲ «κίναδος» ζῷον μικρὸν τὸ αἰδοῖον εἰσωθοῦν καὶ ἐξωθοῦν.

«τρύμη» οὖν τρύπανον, ὡς πάντων περιγενόμενος· ἢ τριὸς καὶ ταλαίπωρος· ἢ τρυμαλία.

ἢ «γλοιὸς» λέγεται ὁ ῥύπος τοῦ ἐλαίου. λέγει οὖν τὸν ῥυπαρὸν τοὺς τρόπους.

«κέντρων» δέ ἐστι τὸ ἐπισασσόμενον τοῖς ὄνοις ἐκ πολλῶν καὶ διαφόρων συρραφὲν σακκίων καὶ ἐπίσαγμα τῶν ὄνων.

λῆμα μὲν πάρεστι: ἐπέκθεσις τῆς διπλῆς ἀμοιβαία ... καταληκτικόν. τὸ γʹ ... πενθημιμερές. τὸ δʹ ἀναπαιστικὸν πενθημιμερές. τὸ πέμπτον ... καλεῖται φερεκράτειον ἀτελές· τὸ ἕκτον ἰαμβικὴ βάσις. τὸ ἕβδομον ... πενθημιμερές, ὃ προῦχον καλεῖται. τὸ δέκατον ... τῷ τετάρτῳ. τὸ ἑπτακαιδέκατον ... τὸ εἰκοστὸν ὅμοιον τῷ πεντεκαιδεκάτῳ.

ἀλλʼ ἐγχείρει: ἐν ἐκθέσει δίστιχον ἀναπαιστικὸν τετράμετρον καταληκτικόν· εἰώθασι γὰρ μετὰ τὰς τοιαύτας περιόδους ἐπάγειν δίστιχον. ἐπὶ τῷ τέλει τῆς μὲν ἐπεκθέσεως δύο συνήθως διπλαῖ ἔξω νενευκυῖαι ... δέχεσθαι μέτρα. τὰ δʼ ἐφεξῆς λβʹ ἰαμβικά εἰσιν ἀκατάληκτα τρίμετρα, ὧν τελευταῖον «χώρει ... κορωνίς.

ἐν δὲ τοῖς νεωτέροις οὕτως: ὁ Τροφώνιος ... ἐν Λεβαδείᾳ ... πόπανα ... δυσχερὲς πάσχωσιν ... ὅθεν καὶ παροιμία ἐπὶ τῶν ἀγελάστων καὶ συνωφρυωμένων “ἐς Τροφωνίου μεμάντευται”.

περὶ τὴν θύραν: βαρέως διακείμενος ... αὐτῆς.

ἀλλʼ ἴθι χαίρων: τοῦτο ... τῆς παραβάσεως κατὰ τὸ ἔθος ὀνομάζεται κομμάτιον· κώλων ὀκτώ, ὧν τὸ μὲν πρῶτον ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον ἢ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον ἐπιμεμιγμένον δισπονδείῳ· τὸ δεύτερον ἀναπαιστικὸν μονόμετρον· τὸ τρίτον καὶ τὸ ἑξῆς καὶ τὸ ἕβδομον καὶ τὸ μετʼ αὐτὸ χοριαμβικὰ δίμετρα καταληκτικὰ εἰς ἀμφίβραχυν περαιούμενα ἢ βακχεῖον διὰ τὸ ἀδιάφορον, ἀριστοφάνεια καὶ αὐτὰ καλούμενα· τὸ πέμπτον χοριαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ ἕκτον ἀπὸ ἰαμβικῆς βάσεως εἰς χοριαμβικὴν ὑπερκατάληκτον.

κομμάτιον κώλων ηʹ.

ὦ θεώμενοι: ἡ παράβασις δοκεῖ μὲν ἐκ τοῦ χοροῦ λέγεσθαι, εἰσάγει δὲ τὸ ἑαυτοῦ πρόσωπον ὁ ποιητής.

συνεμπίπτουσι γὰρ ἀλλήλοις κατὰ τὸ μέτρον καὶ τὰ κῶλα· ἡ γὰρ στροφὴ ἔχει ὁμοίαν ἑαυτῇ τὴν ἀντίστροφον, καὶ τὸ ἐπίρρημα ὡσαύτως τὸ ἀντεπίρρημα. τινὲς δὲ προστιθέασι καὶ ᾠδὴν καὶ ἀντῳδήν· ἔχουσι γὰρ καὶ ταῦτα σχέσιν πρὸς ἄλληλα. ἡ μὲν οὖν παράβασις κτλ.

ἑπτὰ δὴ ὄντων τῶν τῆς παραβάσεως μερῶν ἐφʼ ἕκαστον ... ἡ παράγραφος, οὐχ ἧττον δὲ ... ἀποδίδωται· ἐὰν δὲ ᾖ ... ἀνταποδιδόμενα ... ἀποδιδομένοις ... ἔξω νενευκυῖαι δηλοῦσαι ἡμῖν, ὅτι ἀνταποδίδοται. τὸ δὲ μέτρον ἀσύστατον, εὐπολίδειον καλούμενον, στίχων τροχαϊκῶν τετραμέτρων καταληκτικῶν μεʹ, ὧν τελευταῖος ἐς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε. τὸ δὲ τροχαϊκὸν μέτρον κατὰ πᾶσαν μὲν χώραν δέχεται τροχαῖον καὶ σπονδεῖον πλὴν τῆς παρατελεύτου, μὴ ὄντος τοῦ μέτρου χωλοῦ, καὶ κατὰ μὲν τὰς περιττὰς τρίβραχυν καὶ δάκτυλον, εἰ τύχοι· τῶν δʼ ἀρτίων τὰς μὲν ἑτέρας ἀνάπαιστον καὶ οὓς ἔφην ἐγχωρεῖν πάσῃ χώρᾳ, ἰδίως δὲ τὴν τετάρτην ἐν τούτοις ἴαμβον. ἐπὶ τῷ τέλει παράγραφος.

παράβασις κώλων μεʹ.

ἐχρῆν δὲ τὴν λέξιν ὑπὸ τοῦ χ σημειοῦσθαι· ἐχρήσατο γὰρ μετοχῇ ἀντὶ ὀνόματος.

κοὐκ ἐξῆν πῶ μοι: οὔπω ... τὸ λέγειν δημοσίᾳ διὰ τὸ νέον τῆς ἡλικίας. οὐ γὰρ πρῶτον ... ἀπὸ δὲ τῶν ... εἰσιέναι. νόμος δὲ ἦν ... τινα εἰπεῖν μήπω τεσσαράκοντα ἔτη γεγονότα· ὡς δέ τινες, τριάκοντα.

α: καὶ εὐτελῶς πεπλασμένας.

ἐπισημειοῦσθαι τὴν λέξιν ἔδει.

ὑψιμέδοντα μὲν: τοῦτο ᾠδὴ καὶ στροφὴ ὀνομάζεται ... ἐπιμεμιγμένον βακχείῳ, ὃ ... ἑφθημιμερές· τὸ τέταρτον καὶ τὸ πέμπτον τῷ πρώτῳ ὅμοια· τὸ ἕκτον τρίμετρον ἐκ διιάμβου, χοριάμβου καὶ βακχείου· τὸ ἕβδομον δακτυλικὸν τετράμετρον· τὸ ὄγδοον δακτυλικὸν πεντάμετρον· τὸ ἔνατον δίμετρον ἐξ ἐπιτρίτου τρίτου καὶ χοριάμβου· τὸ δέκατον ὅμοιον ἐκ δισπονδείου καὶ χοριάμβου ἢ δακτυλικὸν ἑφθημιμερὲς τῆς σι ἀντὶ μακρᾶς λογιζομένης· τὸ ἑνδέκατον τὸ καλούμενον γλυκώνειον, ἐκ διτροχαίου καὶ διιάμβου, ὡς ἔχει τὰ Γλύκωνος “κάπρος ... μαινόλης Κύπριδος ... ὤλεσε”· τὸ δυοκαιδέκατον ἀντισπαστικὸν δίμετρον καταληκτικόν, τὸ καλούμενον φερεκράτειον, ἑφθημιμερὲς ἐξ ἐπιτρίτου τετάρτου καὶ βακχείου, ὡς ἔχει τὰ Φερεκράτους “ἄνδρες πρόσχετε ... ἀναπαίστοις”. καλεῖται ... μέτρα. ἐπὶ τῷ ... ἀνταπόδοσιν.

ᾠδὴ καὶ στροφὴ κώλων ιβʹ.

ὦ σοφώτατοι θεαταὶ: τοῦτο ... καταληκτικῶν, ὧν ... συνοίσεται ... ἀνταπόδοσιν.

ἐπίρρημα στίχων κʹ.

δυσβουλίαν: τὴν οὐκ ὀρθῶς βουλήν.

ἀμφί μοι ἄναξ: ἡ ἀντῳδὴ ... τὰ μέτρα.

ἀντῳδὴ ... ιβʹ.

ἡνίχʼ ἡμεῖς: τὸ ἀντεπίρρημα ... καταληκτικῶν εἴκοσι. ἐνταῦθα μέντοι ὁ ἐπὶ τῆς τετάρτης χώρας ἴαμβος ἐξέλιπεν. ἐπὶ τῷ ... νενευκυῖα.

ἀντεπίρρημα στίχων κʹ.

Πλάτων μέντοι ἐν ἀρχῇ τῶν ἐπιστολῶν τὸ “εὖ πράττειν” προύθηκεν, οἱ δὲ Πυθαγόρειοι τὸ “ὑγιαίνειν”. καὶ τό γε τριπλοῦν τρίγωνον ... πρὸς αὐτῶν ὀνομάζεται.

μὰ τὴν ἀναπνοήν: ὑποχωρήσαντος ... νενευκυῖα.

ἔξει: ἀντὶ τοῦ “ἔξελθε”. ἔστιν εἴω τὸ πορεύομαι, οὗ παράγωγον εἶμι, ὁ παρατατικὸς εἶν, εἶς, εἶ· καὶ ὥσπερ ἐν τοῖς εἰς ω τὸ τρίτον πρόσωπον τοῦ ὁριστικοῦ παρατατικοῦ δεύτερόν ἐστι προστακτικόν, οὕτω καὶ ἐν τοῖς εἰς μι σχηματίζουσιν οἱ Αἰολεῖς καὶ οἱ Ἀθηναῖοι, οἷον “ἵστη μετὰ κῦμα” ἀντὶ τοῦ “ἵσταθι”· Ἀριστοφάνης·

καὶ τοὺς κοφίνους ἅπαντας ἐμπίμπλη πετρῶν ἀντὶ τοῦ “ἐμπίμπληθι”. οὕτως οὖν καὶ ἐκ τοῦ “εἶ” τρίτου προσώπου τοῦ ὁριστικοῦ παρατατικοῦ ἐν συνθέσει “ἔξει” προστακτικόν. ἢ ἀπὸ τοῦ εἴω, οὗ ὁ δεύτερος ἀόριστος ἴον, ἴες, ἴε, καὶ μετὰ τῆς ἐξ “ἔξιε” καὶ κατὰ μετάθεσιν καὶ συναίρεσιν “ἔξει”. ὡσαύτως καὶ μετὰ τῶν λοιπῶν προθέσεων “μέτει” καὶ “δίει”, πλὴν τοῦ “πάρει” καὶ “σύνει”· ἐνταῦθα γὰρ αἱ προθέσεις τῷ “εἶ” ἀντὶ τοῦ “ὑπάρχεις” συνδυάζονται.

α: παρατηρητέον δέ, ὅτι ... γράφειν “ἡμιεκτέου”· οὐ ... χρῆσιν διὰ διφθόγγου “ἡμιεκταίου”.

γίνεται δὲ οὕτω· δίδημι ... διδήσω, ὁ δεύτερος ἀόριστος ἔδην, μέσος ... δοῦ καὶ περίδου. καὶ Ὅμηρος “δίδει ... λύγοισιν”.

ὡς ἄγροικος δὲ πάλιν ... τὸ τῶν ποιημάτων ἔλεγε μέτρον ... ἐδέξατο.

ὡς πλεονάκις ἴσως τοῦ δέοντος εἴρηται.

εἰ μὴ ἐπὶ τοῦ ἀσκάντου σκέψῃ.

ἔκθεσις ... ὧν τὸ πρῶτον δίμετρον ἐκ διιάμβου καὶ χοριάμβου· τὸ δεύτερον δίμετρον ἐκ χοριάμβου καὶ βακχείου· τὸ τρίτον ἰαμβικὸν πενθημιμερές· τὸ τέταρτον ἐκ διιάμβου καὶ χοριάμβου τρίμετρον βραχυκατάληκτον· τὸ πέμπτον ἐκ διιάμβου καὶ διτροχαίου ταυτοπαθές· τὸ ἕκτον τρίμετρον ἐκ διιάμβων καὶ κατὰ τὸ μέσον χοριάμβου· τὸ ἕβδομον ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ ὄγδοον δίμετρον ἀντισπαστικὸν βραχυκατάληκτον ἢ ἐκ δύοιν βακχείοιν ἀκατάληκτον· τὰ ἑξῆς δύο ἰαμβικὰ τρίμετρα. τὰ δὲ μετὰ ταῦτα ἀναπαιστικὰ δίμετρα καταληκτικὰ εἰς δισύλλαβον πλὴν τοῦ πεντεκαιδεκάτου μονομέτρου ὄντος, ὁμοίως καὶ τοῦ ἑπτακαιδεκάτου καὶ εἰκοστοῦ πρώτου—ἀναπαιστικαὶ γὰρ βάσεις—καὶ τοῦ τελευταίου ἀναπαιστικοῦ μὲν ὄντος ἑφθημιμεροῦς, παροιμιακοῦ δέ, ὡς πολλάκις εἴρηται, καλουμένου. ἔστι δὲ καὶ ταῦτα πολυσχημάτιστα. ἐπὶ τῷ τέλει δύο διπλαῖ, ὡς ἐν τοῖς προφθᾶσιν. ἰστέον δέ, ὅτι ... ὡς κἀνταῦθα.

μηλολόνθην: οὕτω γράφουσιν οἱ ἀκριβέστεροι· τινὲς δὲ κτλ.

ὡς ὁ ῥήτωρ ἐν τῷ κατὰ Ἀριστογείτονος.

ἆρά γʼ αἰσθάνει: κορωνὶς ... δέκα. τούτων τὸ μὲν πρῶτον δίμετρον ἀντισπαστικὸν ἐκ διτροχαίου καὶ παλιμβακχείου· τὸ δεύτερον ἐξ ἀντισπάστου καὶ ἀμφιβράχεος· τὸ τρίτον ἐξ ἐπιτρίτου τρίτου δίμετρον βραχυκατάληκτον· τὸ τέταρτον δίμετρον ἐκ διτροχαίου καὶ ἀμφιβράχεος· τὸ πέμπτον ... ἀκατάληκτον ἀδιαφόρου τῆς τελευταίας οὔσης· τὸ ἕκτον ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ ἕβδομον ἐκ χοριάμβου καὶ διιάμβου δίμετρον· τὸ ὄγδοον χοριαμβικὸν τρίμετρον ... τῷ ἕκτῳ ἐχούσης ἀνάπαιστον τῆς ἀρχούσης· τὸ δέκατον χοριαμβικὸν δίμετρον καταληκτικόν, εἴτʼ οὖν ἐκ χοριάμβου καὶ βακχείου.

στροφὴ κώλων δέκα.

“ἀραιῇσι μέλαν ὕδωρ”.

ἀσύμβουλοι δέ, φησίν, ὅτι καὶ ταχέως μεταβαλλόμενοι ἐπιθυμίας ἥττους ἁλίσκονται.

οὔτοι μὰ τὴν Ὁμίχλην: κορωνὶς ... ἐξέλθωσι.

ἐνδεῖ δὲ τὸ χ.

καταλούει μου: ἐντρυφᾷς· καταναλίσκεις τὴν περιουσίαν.

τοῖς σοροποιοῖς.

χοροῦ.

χώρει δευρί: εἴσθεσις ... νενευκυῖα.

β: βωμολοχία δὲ κυρίως ἡ περὶ τὸ ἐν παιδιᾷ ἡδύ, ὡς Ἀριστοτέλης ἐν δευτέρῳ Ἠθικῶν, ὑπερβολή.

α: πρὸς ὃ καὶ τὸ χ.

παύσασθε μάχης: ἔκθεσις ... ἐν εἰσθέσει ... τὸ δὲ τελευταῖον ἑφθημιμερές ... κατὰ τὸ τέλος.

νῦν δείξετον: εἴσθεσις ... χοριαμβικῶν διαφόρως κεκολλημένων δέκα, ὧν τὸ πρῶτον δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου τρίτου καὶ χοριάμβου· τὸ δεύτερον ἐκ χοριάμβου καὶ ἀμφιβράχεος· τὸ τρίτον ἐκ διιάμβου καὶ χοριάμβου· τὸ τέταρτον ἐκ χοριάμβου καὶ βακχείου· τὸ πέμπτον ἀντιστρόφως τῷ πρώτῳ ἐκ χοριάμβου καὶ ἐπιτρίτου τρίτου· τὸ ἕκτον ἐξ ἀντισπάστου καὶ κρητικοῦ, εἴτʼ οὖν ἀμφιμάκρου· τὸ ἕβδομον ... τὸ ὄγδοον ἐξ ἀντισπάστου καὶ ἰάμβου, διὰ τὸ ... τὰς δύο δηλαδὴ συλλαβάς, ἡμιόλιον καλούμενον· τὸ ἔνατον ἐκ χοριάμβου καὶ διιάμβου· τὸ δέκατον ἐκ χοριάμβου καὶ ἀμφιβράχεος.

στροφὴ κώλων ιβʹ.

ἀνεῖται: κεῖται, δέδοται· νῦν πρόκειται ἡμῖν ὑπὲρ ἁπάσης τῆς σοφίας κινδυνεῦσαι· ἤγουν παράστασις καταλέλειπται.

λέξω τοίνυν: εἴσθεσις ... πτελέᾳ ψιθυρίζῃ. τοῦτο δὲ τὸ μέτρον ἀριστοφάνειον καλεῖται, ἐπεὶ εὐδοκίμησε λέγων “ὡς ὅτʼ ἐγὼ τὰ δίκαια ἤσκουν καὶ σωφροσύνη νενόμιστο”. τοῦτʼ οὖν ἄγαν Ἀριστοφάνης ἀπεδέχετο ὡς εὖ πεποιημένον. ἐπὶ ταῖς ... τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.

α: καὶ ἀμέτρως.

καὶ Θουκυδίδης· “καὶ οἱ πρεσβύτεροι αὐτοῖς τῶν εὐδαιμόνων οὐ πολὺς ... λινοὺς ... τεττίγων ἐν ἕρσει κρωβύλων ... τριχῶν”.

ἐν δὲ τοῖς παλαιοῖς τῶν ἀντιγράφων “ἀμέλει τῆς Τριτογενείης” εὕρηται.

ἢν ταῦτα ποιῇς: ἔκθεσις ... ὃ παρατέλευτον ὀνομάζεται. τὸ τελευταῖον ἑφθημιμερές ... ὡς εἴρηται. ἐπὶ τῷ ... νενευκυῖαι.

ὦ καλλιπύργου: ἑτέρα ... χοριαμβικῶν ἐπιμεμιγμένων, ὡς τὰ τῆς στροφῆς καθʼ ἕκαστον ἐχόντων, δέκα, πλὴν τοῦ πέμπτου ἐξ ἐπιτρίτου καὶ διιάβου συγκειμένου, καὶ τοῦ ἑβδόμου ἐκ χοριάμβου, ἰάμβου καὶ ἀντισπάστου. ἐν ἐκθέσει ... τὸ τέλος.

ἀντιστροφὴ κώλων ιβʹ.

καὶ μὴν πάλʼ ἔγωγʼ ἐπνιγόμην: εἴσθεσις ... εἶναι. τὸ δὲ μέτρον ἱππωνάκτειον. ἐπὶ τῷ ... νενευκυῖα.

ἡ Θέτις ... ἐνέβαλλε τοὺς ... ἑτέρους: ... κωλύσαι ... ἐν τῷ Περὶ Θεσσαλίας ... ἔνδοξον γενέσθαι, μεταπέμψαι τὴν ... ἡ φήμη.

ἢν δʼ εὐρύπρωκτος: ἔκθεσις ... ὀκτωκαίδεκα δίμετρα ἀκατάληκτα. τὸ μέντοι ἕβδομον καὶ ἑνδέκατον τρίμετρα καὶ τὸ δέκατον πενθημιμερές, τὸ πεντεκαιδέκατον καὶ ἑπτακαιδέκατον μονόμετρα, τὸ δὲ τελευταῖον ἑφθημιμερές. ἐπὶ τῷ τέλει ... τὸ τέλος.

τί δῆτα; πότερον: σύστημα ... κῶλα ἰαμβικὰ ... ἑφθημιμερῆ. ἔχει δὲ τὸ δεύτερον κῶλον τὸν δεύτερον πόδα ... παράγραφος.

σύστημα κατὰ περικοπὴν στίχων ηʹ.

τοὺς κριτὰς ἃ κερδανοῦσιν: κἀνταῦθα ... κακῶς.

ἐπίρρημα.

τεκούσας καὶ φυλάξαι ἐπὶ τῆς βλαστήσεως τῆς ἀμπέλου· λίαν γάρ ἐστιν εὐχερὲς ῥεῖν ἀλλὰ ταῖς ἀληθείαις, προσέθηκε τοῦτο;

α: Αἰσχύλος δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι· καὶ Θεόκριτος ἐν Ἀδωνιαζούσαις οὐδεὶς κακοεργὸς δαλεῖται τὸν ἰόντα παρέρπων αἰγυπτιστί· καὶ αἰγυπτιάζειν τὸ ὕπουλα πράττειν.

ἐξέρχεται ... Ἀθηναῖοι· τὰς μὲν ἀπὸ νουμηνίας ὁμοίως ἡμῖν, λέγοντες πρώτη ἱσταμένου, δευτέρα ἱσταμένου, μέχρι τῶν δέκα· μεθʼ ἣν πρώτην ἐπὶ δέκα, εἶτα δευτέραν ἐπὶ δέκα, καὶ ἑξῆς ἄχρι εἰκοστῆς—ἡ αὐτὴ δὲ καὶ εἰκάς—· μεθʼ ἣν ἑνδεκάτην φθίνοντος ἢ δεκάτην ἢ ἐνάτην ἢ ὀγδόην, ὡς ἔτυχεν ἔχων ὁ μήν, καὶ ἑξῆς ἀναλύοντες ἄχρι δευτέρας. οὕτω γὰρ Ἀθηναῖοι ἠρίθμουν, οὐ προστιθέντες, ἀλλʼ ἀφαιροῦντες καὶ ἀναλύοντες μέχρι τριακάδος Σόλωνος ἡγησαμένου πρὸς τὰ τῆς σελήνης φῶτα οὕτω μειούμενα. μετὰ δὲ δευτέραν ἀκτέον ἕνην, τουτέστι τὴν τελευταίαν τοῦ μηνὸς ἡμέραν.

ἐπεὶ ἐν αὐτῇ συντελεῖται ὁ μὴν καὶ ἀρχὴν ἔχει τοῦ ἑτέρου μηνὸς τῆς σελήνης, ὥστε ἡ μὲν εἰκοστὴ ἕκτη παρʼ αὐτοῖς πέμπτη ἀκούει, ἡ δὲ εἰκοστὴ ἑβδόμη τετρὰς λέγεται.

μέμνηται δὲ τῆς λέξεως καὶ Ἰσοκράτης ἐν … διώκων.

τὸ μὲν πρῶτον ἐξ ἰαμβικῆς βάσεως τῶν ἄρα δύο βραχειῶν ἀντὶ μιᾶς μακρᾶς λογιζομένων καὶ τροχαϊκοῦ πενθημιμεροῦς· τὸ δεύτερον ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκοῦ ἑφθημιμεροῦς· τὰ δὲ ἑξῆς δύο ἰαμβικὰ τρίμετρα ἀκατάληκτα, μεθʼ ἃ δακτυλικὰ πενθημιμερῆ τρία· τὸ ὄγδοον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ χορείου δίμετρον· τὸ ἔνατον ἐξ ἐπιτρίτων τρίτων δίμετρον ὑπερκατάληκτον· τὸ δέκατον ἐκ διτροχαίου καὶ ἀντισπάστου, εἴτε ἐπιτρίτου τετάρτου, καὶ διιάμβου· τὰ ἑξῆς δύο χοριαμβικὰ δίμετρα βραχυκατάληκτα· τὸ τρισκαιδέκατον ἐκ χοριάμβου καὶ σπονδείου· τὸ ιδʹ σπονδειακὴ ταυτοποδία· τὸ ιεʹ ἐκ παίωνος τετάρτου καὶ ἰάμβου· τὸ ιϞʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον· τὸ ιζʹ δακτυλικὸν δίμετρον ἀκατάληκτον· τὸ ιηʹ ὅμοιον τῷ ιεʹ· τὰ ἑξῆς δῆλα. ζητητέον δὲ περὶ πάντων ἀκριβέστερον.

εἰς δύʼ ἡμέρας: ἐγχειρεῖ λέγειν, ὅτι ... ἀλλʼ ὅτι δύο ... ἡ νουμηνία. τὰς οὖν κλήσεις ... τῇ λʹ φασὶ γενέσθαι ... τὴν τριακοστὴν ὅλην εἰς τὸ σκέψασθαι περὶ αὐτοῦ καὶ μὴ ἀποτομίᾳ ζημιωθῇ, ὥστε καλεῖσθαι καὶ τὰ πρυτανεῖα θεῖναι ἐν τῷ δήμῳ. οὐ χεῖρον δὲ καὶ τὰ παρὰ Πλουτάρχῳ περὶ Σόλωνος καταθέσθαι· “συνιδὼν γάρ” φησί “τοῦ μηνὸς ... ἔνην ... τὰς ἀπʼ ... ἠρίθμησεν”.

ἵνʼ ὦ μέλε: ἵνα, φησί, παρόντες οἱ ἐναγόμενοι, εἰ συνίδοιεν ἑαυτοῖς ἀδικοῦσι καὶ ὀφείλουσι, τοῦ δικάζεσθαι ἀπαλλάττοιντο διαλυσάμενοι πρὸς τοὺς δανειστὰς διὰ τῆς τῶν τόκων ἀποδόσεως· εἰ δὲ μὴ οἰκείᾳ ἀποδοῖεν γνώμῃ, ὑπὸ τοῦ δικαστηρίου λυποῖντο. εἰς σκέψιν ... ἡ τριακοστή.

ἵνα πρὸ ... δικάζοιντο. εἰς σκέψιν οὖν αὐτοῖς ἡ τριακοστὴ συνεχωρεῖτο, ἵνα παρόντες ... συνίδοιεν ... δικάζοιντο.

β: ἔκθεσις δὲ τῆς διπλῆς ... μονοστροφικὸν τοῦ ὑποκριτοῦ ὀκτάκωλος, ὧν τὸ πρῶτον ... ἐλάσσονος δίμετρον καταληκτικόν· εἰ δὲ βούλει ... ἐπίτριτον· τὸ τρίτον ... τῷ δευτέρῳ· τινὲς δὲ ταῦτα τὰ τρία ἀπὸ ἰαμβικῆς βάσεως καὶ τροχαϊκῆς κατακλεῖδος. τὸ πέμπτον ... ἐπιτρίτου καὶ ... τροχαϊκὸν τρίμετρον καταληκτικὸν ἰάμβου κατὰ τὴν τετάρτην χώραν, ὡς ἐπὶ τῆς παραβάσεως, τιθεμένου· ἢ τὸ μὲν πέμπτον ἰωνικὸν δίμετρον ἀκατάληκτον, τὸ δʼ ἕκτον ἐξ ἰαμβικοῦ πενθημιμεροῦς καὶ δοχμίου συζυγίας. συνῆψε τῇ λέξει καὶ ἑτέραν διαίρεσιν, τὴν εἰς ἰαμβικὸν τρίμετρον ὑπερκαταληκτικὸν καὶ δόχμιον. τὸ ἕβδομον ... διτροχαίου· ἢ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ ὄγδοον ἰωνικὸν ἡμιόλιον ... ἰθυφαλλικόν. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ, ἡ δὲ κατὰ τὸ τέλος. ἔστι δὲ ... εἰρημένον τρόπον.

εἶτʼ ἄνδρα: κορωνὶς ... κορωνίς.

ὥσπερ ἀπʼ ὄνου: ἐπὶ τῶν ἀλόγως πραττόντων ἡ παροιμία καὶ μὴ ... χρῆσθαι, μήτιγε δὴ ἵπποις. ὁ μέντοι ... περισπᾷ “ἀπὸ νοῦ” λέγων, οὕτως: “καὶ μὴ ... πεσεῖν”.

ἄξεις ἐπιαλῶ: ἡ γραφὴ δισσή, καὶ “ἐπὶ ἅλω” καὶ “ἐπιαλῶ”. καὶ ... περισπωμένως τὸ “ἄξεις” ἀπειλητικῶς χρὴ λέγειν, οἷον “ἄξεις, ὁρμήσεις τοὐντεῦθεν, ἐπεὶ ἀλῶ σε”, ὅ ἐστιν “ἐξελάσω σε”, εἰ διφθογγογραφεῖται, “καὶ διώξω ... παρήορον”· πρὸς δὲ ... γραφὴν ὡς ἠθικῶς ... ἐπὶ τὸ ἀλήθειν, ἀντὶ τοῦ “ἄπαγε σὺ σεαυτὸν ἵππον, κἀκεῖθεν τραφήσῃ”.

“σειραφόρος” δὲ ὁ ἔξω τοῦ ζυγοῦ.

οἷον τὸ πραγμάτων ἐρᾶν: κορωνὶς καὶ εἴσθεσις μέλους ἐξιόντων ὑποκριτῶν μονοστροφικοῦ ἐκ κώλων ιηʹ, ὧν τὸ πρῶτον ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον τοῦ “φλαύρων” ποδὸς ἀνθʼ ὅλης ἰαμβικῆς κειμένου διποδίας· τὸ δεύτερον ἐκ διιάμβου καὶ ἰωνικοῦ ἀπʼ ἐλάσσονος δίμετρον ἀκατάληκτον ἢ ἰαμβικὸν ἑφθημιμερές· τὸ τρίτον ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ τέταρτον ὅμοιον ἢ ἐκ παιώνων δευτέρων· τὸ εʹ χοριαμβικὸν ἐξ ἐπιτρίτων ἢ ἰαμβικὸν τρίμετρον καταληκτικόν· τὸ Ϟʹ ... τὸ ζʹ ὅμοιον, τρίμετρον μέντοι· τὸ ηʹ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον· τὸ θʹ ἀντισπαστικὸν ἐξ ἐπιτρίτου τρίτου καὶ πρώτου ὅμοιον· τὸ δέκατον ἰαμβικὸν δίμετρον βραχυκατάληκτον· τὸ ιαʹ καὶ ιβʹ ὅμοια τῷ τρίτῳ· τὸ ιγʹ ... δίμετρον· τὰ ἑξῆς τρία ἀντισπαστικὰ ἑφθημιμερῆ φερεκράτεια διτροχαϊκῆς κατὰ τὴν πρώτην τοῦ πεντεκαιδεκάτου χώραν κειμένης ταυτοποδίας· τὸ παρατέλευτον ὅμοιον τῷ τρίτῳ· μεθʼ ὃ ἰαμβικὸν ... κορωνίς.

στροφὴ κώλων ιηʹ.

ἰοὺ ἰού: κορωνὶς ... μονόμετρον. ὁ δὲ ... κορωνίς.

σύστημα κατὰ περικοπήν.

καθίστησι.

διʼ ἑτέρου· τὸ γὰρ “ἐδίδαξα” διʼ ἑαυτοῦ.

σὸν ἔργον: εἴσθεσις ... νεωτέρων», ἧς οὐδὲν διενήνοχε· προῳδικὴ ... τῆς διπλῆς. ἢ διπλῆ καὶ εἴσθεσις εἰς ἐπῳδικὴν τριάδα ἢ τετράδα κώλων ἕξ, ὧν τὰ μὲν περιττὰ ὅμοια τοῖς ἀνωτέρω, τὰ δὲ ἄρτια ἰωνικά, ἡμιόλια διὰ τὸ ἔχειν πρὸς τῷ ὅλῳ καὶ τὸ ἥμισυ τοῦ ἰωνικοῦ καλούμενα, ἀδιαφοροῦντα τὴν πρώτην συλλαβήν. τὸ μέντοι τελευταῖον, ὃ καὶ ἐπῳδός, ὡς ἐπὶ τῷ τέλει τῆς ᾠδῆς τιθέμενον, λέγεται, ἀντʼ ἰωνικοῦ ἐπίτριτον ἔχει. ἐν ἐκθέσει ... τῆς ᾠδῆς. ἐπὶ τῷ τέλει ... νενευκυῖα.

διὸ καὶ ἐκλέγονται ὡς ῥυθμόν.

στροφὴ ... γʹ.

α: τὸ δὲ «ἐπέχθη» καὶ διὰ τοῦ ε ψιλοῦ ἀπὸ τοῦ πέκω καὶ διφθογγογραφεῖται.

«τραγῳδίας ποιοῦντα».

ἀντιστροφὴ ... ηʹ.

ὡς ἡδὺ καινοῖς: εἴσθεσις ... ὁ μέντοι ἑπτακαιδέκατος τρίμετρος ἴαμβός ἐστιν. ἐπὶ τῷ ... νενευκυῖα.

πάλιν ληροῦντες. καὶ Σοφοκλῆς Πηλεῖ Πηλέα τὸν αἰάκειον οἰκουρὸς μόνη γερονταγωγῶ κἀναπαιδεύω πάλιν· πάλιν γὰρ αὖθις παῖς ὁ γηράσκω ἀνήρ· καὶ Θεόπομπος δὶς παῖδες οἱ γέροντες ὀρθῷ τῷ λόγῳ· καὶ Πλάτων ἄρʼ, ὡς ἔοικε, δὶς γένοιτʼ ἂν παῖς γέρων· καὶ Ἀντιφῶν «γηροτροφία γὰρ προσέοικε παιδοτροφίᾳ».

ἵνʼ ᾖ τοῦ πρεσβύτου τὸ «πρὸς ταῦτα», τουτέστιν, ἅ σοι νῦν περὶ τῶν ἀλεκτρυόνων εἶπον, τὸ «καὶ πῶς;» τοῦ Φειδιππίδου λέγοντος. ἐν δέ τισιν ὁ νέος τὸν «οὐ ταυτόν» καὶ ἑξῆς στίχον εὕρηται λέγων, τὰ δʼ ἑξῆς μέχρι τοῦ «ἦν δὲ μὴ γένηται» Στρεψιάδης, οἷον «καὶ πῶς» κτλ.

«ἐπιεικῆ» δὲ «ὅμοια, πρέποντα».

τοῦθʼ ἕτερον αὖ: ἔκθεσις ... ἑφθημιμερές· τὰ ἑξῆς τρία ὅμοια τῷ πρώτῳ· τὸ ἕκτον τρίμετρον ἀκατάληκτον· τὸ ἕβδομον δίμετρον ἀκατάληκτον· τὸ τελευταῖον τῷ πρώτῳ ὅμοιον.

τουτέστι μάταιον, εὐτελές, χύτρας ἄξιον.