ΔΗΛΙΑΣ.
Ἀθήναιος : Σῆμος δὲ ὁ Δήλιος ἐν πρώτῳ Δηλιάδος διὰ τὸ ἐκ τοῦ ἐν Δήλῳ φοίνικος τοὺς ἀγκῶνας αὐτοῦ ἐξεργάσασθαι.
Οὐαλέριος Ἁρποκρατίων : Ἑκάτης νῆσος, Λυκοῦργος Κατὰ Μενεσαίχμου. Πρὸ τῆς Δήλου κεῖταί τι νησύδριον, ὅπερ ὑπʼ ἐνίων καλεῖται Ψαμμητίχη, ὡς Φανόδημος ἐν αʹ Δηλιακῶν. Ψαμμητίχην δὲ κεκλῆσθαί φησιν ὁ Σῆμος ἐν τῇ αʹ διὰ τὸ τοῖς ψαμμήτοις τιμᾶσθαι τὴν θεόν· ψάμμητα δʼ ἐστὶ ψαιστῶν τις ἰδέα.
Ἀθήναιος : Σῆμος ἐν δευτέρῳ Δηλιάδος «Ἐν τῇ τῆς Ἑκάτης — φησὶ — νήσῳ τῇ Ἴριδι θύουσι Δήλιοι τοὺς βασυνίας καλουμένους. Ἔστι δὲ ἑφθὸν πύρινον σταῖς σὺν μέλιτι, καὶ τὰ καλούμενα κόκκωρα, ἰσχὰς καὶ κάρυα τρία.»
Ἀθήναιος : Σῆμος δʼ ὁ Δήλιος ἐν δευτέρῳ Δηλιάδος ἐν Κιμώλῳ τῇ νήσῳ φησὶ ψυχεῖα κατεσκευάσθαι θέρους ὀρυκτὰ, ἔνθα χλιεροῦ ὕδατος πλήρη κεράμια καταθέντες κομίζονται χιόνος οὐδὲν διάφορα.
Ἀθήναιος : Καὶ γὰρ ἐν Δήλῳ φησὶ Σῆμος ὁ Δήλιος ἐν δευτέρῳ Δηλιάδος, ὅταν θύωσι τῇ Βριζοῖ αὕτη δέ ἐστιν ἡ ἐν ὕπνῳ μάντις· βρίζειν δὲ οἱ ἀρχαῖοι λέγουσι τὸ καθεύδειν·
Ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν·ταύτῃ οὖν ὅταν θύωσιν αἱ Δηλιάδες, προσφέρουσιν αὐτῇ σκάψας, πάντων πλήρεις ἀγαθῶν, πλὴν ἰχθύων, διὰ τὸ εὔχεσθαι ταύτῃ περί τε ἄλλων πάντων καὶ ὑπὲρ τῆς τῶν πλοίων σωτηρίας.
Φώτιος : Πράμνειος οἶνος· Σῆμος ὁ Δήλιος ἐν τρίτῳ ἐν Ἰκάρῳ Πράμνον πέτραν εἶναι, ἀφʼ ἧς τὸν οἶνον εἶναι.
Σοῦδα : Πράμνιος οἶνος ... Σ. ὁ Δήλιος ἐν γʹ, ἐν Ἰκάρῳ Πράμνον πέτραν εἶναι, ἀφʼ ἧς τὸν οἶνον εἶναι.
Ἀθήναιος : Εἶναι γὰρ ἐν Ἰκάρῳ φησὶ Σῆμος Πράμνον πέτραν, καὶ παρʼ αὐτῇ ὄρος μέγα, ἀφʼ οὗ τὸν Πράμνιον οἶνον, ὃν καὶ φαρμακίτην τινὰς καλεῖν.
Ἀθήναιος : Σῆμος δʼ ἐν τετάρτῳ Δηλιάδος «Δελφοῖς — φησὶ — παραγινομένοις εἰς Δῆλον παρεῖχον Δήλιοι ἅλας καὶ ὄξος καὶ ἔλαιον καὶ ξύλα καὶ στρώματα.»
Πρῶτος ἐν τοῖς Ἕλλησι στέφανος ὠνομάσθη, ὥς φησι Σῆμος ὁ Δήλιος ἐν τετάρτῳ Δηλιάδος, τὸ παρὰ μὲν ἡμῖν στέφος, παρὰ δέ τισι στέμμα προσαγορευόμενον, διὸ καὶ τούτῳ πρώτῳ στεφανωσάμενοι δεύτερον περιτιθέμεθα τὸν δάφνινον. Κέκληται δὲ στέφανος ἀπὸ τοῦ στέφειν.
Ἀθήναιος : Παρμενίσκος δὲ ὁ Μεταποντῖνος, ὥς φησι Σῆμος ἐν πέμπτῳ Δηλιάδος, καὶ γένει καὶ πλούτῳ πρωτεύων, εἰς Τροφωνίου καταβὰς, καὶ ἀνελθὼν οὐκ ἔτι γελᾶν ἐδύνατο. Καὶ χρηστηριαζομένῳ περὶ τούτου, ἡ Πυθία ἔφη·
Εἴρῃ μʼ ἀμφὶ γέλωτος, ἀμείλιχε, μειλιχίοιο;
Δώσει σοι μήτηρ οἴκῳ, τὴν ἔξοχα τῖε. Ἐλπίζων δʼ, ἂν ἐπανέλθῃ εἰς τὴν πατρίδα, γελάσειν, ὡς οὐδὲν ἦν πλέον, οἰόμενος ἐξηπατῆσθαι, ἔρχεταί ποτε κατὰ τύχην εἰς Δῆλον· καὶ πάντα τὰ κατὰ τὴν νῆσον θαυμάζων ἦλθε καὶ εἰς τὸ Λητῷον, νομίζων τῆς Ἀπόλλωνος μητρὸς ἄγαλμά τι θεωρήσειν ἀξιόλογον· ἰδὼν δʼ αὐτὸ ξύλινον ἄμορφον παραδόξως ἐγέλασεν. Καὶ τὸν τοῦ θεοῦ χρησμὸν ξυμβαλὼν, καὶ τῆς ἀρρωστίας ἀπαλλαγεὶς, μεγαλωστὶ τὴν θεὸν ἐτίμησεν.
Ἀθήναιος : Σῆμος δʼ ἐν πέμπτῃ Δηλιάδος ἀνακεῖσθαί φησιν ἐν Δήλῳ χρυσῆν ἡδυποτίδα Ἐχενίκης ἐπιχωρίας γυναικὸς, ἧς μνημονεύει καὶ ἐν τῇ ὀγδόῃ.
Ἀθήναιος : Τὴν δὲ συναυλίαν τί ποτʼ ἐστὶν, ἐμφανίζει Σῆμος ὁ Δήλιος ἐν πέμπτῳ Δηλιάδος, γράφων οὕτως· «Ἀγνοουμένης δὲ παρὰ πολλοῖς τῆς συναυλίας, λεκτέον. Ἦν τις ἀγὼν συμφωνίας ἀμοιβαῖος αὐλοῦ καὶ ῥυθμοῦ, χωρὶς λόγου τοῦ προσμελῳδοῦντος.»
Ἀθήναιος : Σῆμος δʼ ἐν ἕκτῳ Δηλιάδος· «Ἀθηναίοις — φησὶ — θυομένοις ἐν Δήλῳ τὴν χέρνιβα βάψας ὁ παῖς προσήνεγκε, κἀν τῇ φιάλῃ μετὰ τοῦ ὕδατος ἰχθῦς κατέχεεν. Εἰπεῖν οὖν αὐτοῖς τοὺς τῶν Δηλίων μάντεις, ὡς κυριεύσουσι τῆς θαλάσσης.»
Ἐτυμολογικὸν τὸ Μέγα : Βίβλινος οἶνος. Σῆμος δὲ ἐν τῇ ἕκτῃ τῆς Δηλιάδος, ἐν Νάξῳ φησὶ ποταμὸν Βιβλίνην, ἀφʼ οὗ καλοῦσιν οἶνον Βίβλινον, διὰ τὰς πεφυκυίας ἀμπέλους. Διὰ δὲ τοῦ μ γράφουσι τὸν ποταμὸν, Βιμβλίνην· καὶ τὸν Νάξιον οἶνον διὰ τοῦ μ, Βίμβλινον.
Στέφανος ὁ Βυζάντιος : Βιβλίνη, χώρα Θρᾴκης· ἀπὸ ταύτης ὁ Βίβλινος οἶνος· οἱ δέ ἀπὸ Βιβλίας ἀμπέλου. Σῆμος δʼ ὁ Δήλιος τὸν Νάξιόν φησιν, ἐπειδὴ Νάξου ποταμὸς Βίβλος.
Ἀθήναιος : Ἀχαΐνας. Τούτου τοῦ ἄρτου μνημονεύει Σῆμος ἐν ὀγδόῳ Δηλιάδος, λέγων ταῖς θεσμοφόροις γίνεσθαι. Εἰσὶ δὲ ἄρτοι μεγάλοι, καὶ ἑορτὴ καλεῖται Μεγαλάρτια, ἐπιλεγόντων τῶν φερόντων· «Ἀχαΐνην στέατος ἔμπλεων τράγον,»
Στέφανος ὁ Βυζάντιος : Τέγυρα, πόλις Βοιωτίας, ἐν ᾗ Ἀπόλλωνά φασι γεννηθῆναι. Σῆμος δʼ ὁ Δήλιος· «Τὴν Ἀπόλλωνος γένεσιν οἱ μὲν ἐν Λυκίᾳ, οἱ δὲ ἐν Δήλῳ, οἱ δʼ ἐν Ζωστῆρι τῆς Ἀττικῆς, οἱ δʼ ἐν Τεγύρᾳ τῆς Βοιωτίας φασίν· ὅθεν καὶ Τεγυρήϊος Ἀπόλλων.» Καλλισθένης ἐν τρίτῳ τῶν Ἑλληνικῶν κτλ.
Ἀθήναιος : Σῆμος δʼ ὁ Δήλιός φησι· «Τρίπους χαλκοῦς, οὐχ ὁ Πυθικὸς, ἀλλʼ ὃν νῦν λέβητα καλοῦσιν. Οὗτοι δʼ ἦσαν οἱ δὲ λοετροχόοι, ἐν οἷς τὸ ὕδωρ ἐθέρμαινον, καὶ ἐμπυριβῆται. Καὶ τούτων ἔνιοι ὠτώεντες, τρίποδα δὲ τὴν ὑπόβασιν ἔχοντες, τρίποδες ὠνομάζοντο.»
Ἀθήναιος : Ἐκαλεῖτο δέ τις καὶ βαλανωτὴ φιάλη, ἧς τῷ πυθμένι χρυσοῖ ὑπέκειντο ἀστράγαλοι. Σῆμος δὲ ἐν Δήλῳ ἀνακεῖσθαί φησι χαλκοῦν φοίνικα, Ναξίων ἀνάθημα, καὶ καρυωτὰς φιάλας χρυσᾶς.
Ἀθήναιος : Οἶδα δὲ καὶ Κίναρον καλουμένην νῆσον, ἧς μνημονεύει Σῆμος.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ὅτι Ἡρακλῆς ἀνεῖλε τοὺς Βορεάδας, διὰ τὸ κωλῦσαι τὴν ναῦν ὑποστρέψαι πάλιν εἰς τὴν Μυσίαν, φησὶν Ἀπολλώνιος. Σῆμος δέ φησι, διὰ τὸ ληφθῆναι δρόμῳ τὸν Ἡρακλέα τῶν Βορεαδῶν. Στησίμβροτος δὲ κτλ.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : Κράταιϊν Σῆμός φησιν Ἑκάτης καὶ Τρίτωνος, Κραταιΐδος δὲ καὶ Δείμου Σκύλλαν. Στησίχορος Λάμιαν φησὶ τῆς Σκύλλης μητέρα.
ΠΕΡΙ ΠΑΙΑΝΩΝ.
Ἀθήναιος : Σῆμος δʼ ὁ Δήλιος ἐν τῷ Περὶ παιάνων φησί· «Τὰ δράγματα τῶν κριθῶν αὐτὰ καθʼ αὑτὰ προσηγόρευον ἀμάλας· συναθροισθέντα δὲ καὶ ἐκ πολλῶν μίαν γενόμενα δέσμην οὔλους καὶ ἰούλους· καὶ τὴν Δήμητρα ὁτὲ μὲν Χλόην, ὁτὲ δὲ Ἰουλώ. Ἀπὸ τῶν οὖν τῆς Δήμητρος εὑρημάτων τούς τε καρποὺς καὶ τοὺς ὕμνους, τοὺς εἰς τὴν θεὸν, οὔλους καλοῦσι, καὶ ἰούλους. Δημήτρουλοι καὶ καλλίουλοι. Καὶ
Πλεῖστον οὖλον οὖλον ἵει, ἴουλον ἵει. Ἄλλοι δέ φασιν ἐριουργῶν εἶναι τὴν ᾠδήν. Αἱ δὲ τῶν τιτθευουσῶν ᾠδαὶ καταβαυκαλήσεις ὀνομάζονται.»
Ἀθήναιος : Σῆμος δʼ ὁ Δήλιος ἐν τῷ Περὶ παιάνων «Οἱ αὐτοκάβδαλοι φησὶ καλούμενοι ἐστεφανωμένοι κιττῷ σχέδην ἐπέραινον ῥήσεις. Ὕστερον δὲ ἴαμβοι ὠνομάσθησαν αὐτοί τε καὶ τὰ ποιήματα αὐτῶν. Οἱ δὲ ἰθύφαλλοι φησὶ καλούμενοι προσωπεῖον μεθυόντων ἔχουσι, καὶ ἐστεφάνωνται, χειρῖδας ἀνθινὰς ἔχοντες· χιτῶσι δὲ χρῶνται μεσολεύκοις, καὶ περιέζωνται ταραντῖνον, καλύπτον αὐτοὺς μέχρι τῶν σφυρῶν. Σιγῇ δὲ διὰ τοῦ πυλῶνος εἰσελθόντες, ὅταν κατὰ μέσην τὴν ὀρχήστραν γένωνται, ἐπιστρέφουσιν εἰς τὸ θέατρον, λέγοντες·
Ἀνάγετʼ, εὐρυχωρίαν
τῷ θεῷ ποιεῖτε. Ἐθέλει γὰρ ὁ θεὸς ὀρθὸς ἐσφυρωμένος διὰ μέσου βαδίζειν. Οἱ δὲ φαλλοφόροι — φησὶ — προσωπεῖον μὲν οὐ λαμβάνουσι, προπόλιον δὲ ἐξ ἑρπύλλου περιτιθέμενοι, καὶ παιδέρωτας ἐπάνω τούτου ἐπιτίθενται, στέφανόν τε δασὺν ἴων καὶ κιττοῦ· αὔνακάς τε περιβεβλημένοι παρέρχονται, οἱ μὲν ἐκ παρόδου, οἱ δὲ κατὰ μέσας τὰς θύρας βαίνοντες ἐν ῥυθμῷ, καὶ λέγοντες·
Σοὶ, Βάκχε, τάνδε μοῦσαν ἀγλαΐζομεν,
ἁπλοῦν ῥυθμὸν χέοντες αἰόλῳ μέλει,
καινὰν, ἀπαρθένευτον, οὔ τι ταῖς πάρος κεχρημέναν ᾠδαῖσιν, ἀλλʼ ἀκήρατον κατάρχομεν τὸν ὕμνον. Εἶτα προστρέχοντες ἐτώθαζον, οὓς ἂν προέλοιντο, στάδην δὲ ἔπραττον· ὁ δὲ φαλλοφόρος ἰθὺ βαδίζων καταπλησθεὶς αἰθάλῳ.»