Ὑπόθεσις τοῦ προκειμένου δράματος. Ὀρέστης ἐν Δελφοῖς περιεχόμενος ὑπὸ τῶν Ἐρινύων βουλῇ Ἀπόλλωνος παραγίνεται εἰς Ἀθήνας εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς· ἧς βουλῇ νικήσας κατῆλθεν εἰς Ἄργος. τὰς δὲ Ἐρινύας πραείας γινομένας κατʼ εὐφημισμὸν προσηγόρευσεν Εὐμενίδας. παρʼ οὐδετέρῳ κεῖται ἡ μυθοποιΐα. τὰ τοῦ δράματος πρόσωπα· προφῆτις τῆς Πυθίας· Ἀπόλλων· Ὀρέστης· Κλυταιμήστρας εἴδωλον· χορὸς Εὐμενίδων· Ἀθηνᾶ· προπομποί.
Αἰσχύλου Εὐμενίδες.
ἡμέτερον: ἡ εἴσθεσις τοῦ παρόντος δράματος ἐκ συστηματικῶν ἐστι περιόδων, οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρλγʹ, ὧν τελευταῖος «ἕπου, μάραινε δευτέροις διώγμασι». μετὰ δὲ τὸν ριϛʹ, τὸν ριηʹ, τὸν ρκʹ, τὸν ρκβʹ κώλου τμήματα δʹ, ἃ μονόμετρά ἐστι βραχυκατάληκτα. μετὰ δὲ τὸν ρκδʹ ἕτερα βʹ κῶλα, ὧν τὸ ἓν δίμετρον βραχυκατάληκτον, τὸ δὲ ἕτερον ἑφθημιμερὲς ἐκ τριβραχέων. εἰ δὲ καὶ τροχαϊκὰ τὰ κῶλα ταῦτα εἴποις, οὐκ ἂν ἁμάρτοις. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
τὸ προοίμιον διηγηματικόν. σχόλια παλαιά.
Καὶ νῦν τυχεῖν με: φαίνεται ἐπὶ τῆς σκηνῆς εἶναι τὸ μαντεῖον· ἡ δὲ προφῆτις πρόεισιν ἐπίκλησιν, ὡς ἔθος, τῶν θεῶν ποιησομένη. ἀπροόπτως δὲ ἰδοῦσα τὰς Ἐρινύας κύκλῳ τοῦ Ὀρέστου καθευδούσας, πάντα μηνύει τοῖς θεαταῖς, οὐχ ὡς διηγουμένη τὰ ὑπὸ τὴν σκηνήν—τοῦτο γὰρ νεωτερικὸν καὶ Εὐριπίδειον—, ὑπὸ δὲ τῆς ἐκπλήξεως τὰ θορυβήσαντα αὐτὴν καταμηνύουσα φιλοτέχνως. τὰ δὲ πρῶτα ἐξ εὐχῆς καὶ ἐπικλήσεως θεῶν ἤρξατο, ἵνα ἀπὸ τῶν εὐφημοτέρων ἄρξηται ἡ προφῆτις.
Ἣ δὴ τὸ μητρός: ἢ τῆς κοινῆς μητρὸς πάντων Γῆς, ἢ τῆς Θέμιδος· ἥτις ὀπτήριον θεασαμένη τὸν τῆς ἀδελφῆς αὐτῆς Λητοῦς παῖδα δέδωκε συγγενικὴν δόσιν. ἀπόδειξις δὲ αὕτη τῆς δωρεᾶς οὐκ ἀχάριστος.
Κελευθοποιοὶ παῖδες: Θησεὺς τὴν ὁδὸν ἐκάθηρε τῶν λῃστῶν· καὶ ὅταν πέμπωσιν εἰς Δελφοὺς θεωρίαν, προέρχονται ἔχοντες πελέκεις ὡς διημερώσοντες τὴν γῆν.
τιμαλφεῖ: τιμᾷ.
Ἔνθα Κωρυκὶς πέτρα: πέτραν φησὶ κοίλην τὸν Παρνασσόν· διὰ τὸ εἶναι δὲ κοῖλον τὸ ὄρος λέγεται ἐκεῖ ἀναστρέφεσθαι τοὺς δαίμονας, καὶ διὰ τὸ ἄοικον εἶναι.
Βρόμιος: ὁ Διόνυσος.
Λαγὼ δίκην: οἱ λαγοὶ δειλοί εἰσιν· φησὶν οὖν αὐτὸν λαγωοῦ δίκην ὑποπτήξαντα μὴ ἀντιστῆναι τοῖς πολεμοῦσιν αὐτόν.
Πενθεῖ: τῷ.
Ἡφαίστου χθόνα: Ποσειδῶνος κράτος: τὴν Πυθὼ τὴν πρώην Ποσειδῶνος, ὑπὲρ ἧς Καλαύρειαν ἐδέξατο. Καλλίμαχος· «μέσφα Καλαυρείης ἦλθεν ἐς ἀντίδοσιν».
Τούτους ἐν εὐχαῖς: τοῦτό φησιν, ἐπειδὴ δραματική ἐστιν ἡ ποίησις· εἰ δὲ ἦν διηγηματική, εἶπεν ἂν ὁ ποιητής· ταῦτα εἰποῦσα εἰς θρόνον ἐκαθέζετο.
Ἦ δεινὰ λέξαι: τὰ δεινά, φησίν, ἐξέπεμψέ με τοῦ μαντείου· ἰδοῦσα γὰρ Ὀρέστην ἐπὶ τοῦ βωμοῦ καὶ τὰς Ἐρινῦς κοιμωμένας, ἔξειμι τεταραγμένη.
ὡραῖον.
Ἐμφαντικῶς παρίστησι τὸν νεωστὶ ηὐθεντηκότα, οἱονεὶ τὸν φονεύσαντα· αὐθέντης γὰρ λέγεται ὁ φονευτής.
προστρόπαιον: ἱκετεύοντα.
σημείωσαι.
Θαυμαστὸς λόχος: Ἀργῆτι μαλλῷ: εἰώθασιν οἱ ποιηταί, ὅταν τι ἀσαφὲς εἴπωσιν, ἐπεκδιδάσκειν αὐτὸ ἀπὸ τοῦ Ὁμήρου καὶ σαφὲς ποιεῖν.
ἀργῆτι: λευκῷ.
εὕδει: καθεύδει.
Πρὸς τὸ φοβερὸν τῆς ὄψεως φησὶ τὸ «Γοργείοισι»· καὶ γὰρ τὰς Γοργόνας λέγουσι δείματα φέρειν τοῖς ἀνθρώποις. τὸ δὲ ὅλον εἶδον, φησίν, αὐτὰς ἐν γραφῇ πτερωτάς, ἀλλʼ οὐχ ἁρπακτικάς.
Βδελύκτροποι: ἃς ἰδών τις, φησί, βδελύξαιτο καὶ ἐκτραπείη μισήσας αὐτὰς ὡς δυσειδεῖς· ἀπὸ γὰρ τῶν ὀμμάτων αὐτῶν λείβουσιν αἱματηρὸν σταλαγμόν.
σημείωσαι.
Οὐδέποτε, φησί, τοιοῦτον γένος εἶδον μηδὲ ἴδοιμι.
φῦλον: γένος.
ὄπωπα: εἶδον.
ἀνατεί: ἄνευ ἄτης.
Τἀντεῦθεν ἤδη: ὥστε, φησίν, εἰ θεραπείας χρεία, αὐτῷ μελέσθω τῷ Ἀπόλλωνι· καὶ γὰρ εἰ θεραπείας χρεία, αὐτός ἐστιν ἰατρός· εἰ δὲ μαντείας, πάλιν αὐτός ἐστι τερατοσκόπος.
Ἐπιφανεὶς Ἀπόλλων συμβουλεύει Ὀρέστῃ καταλιπεῖν μὲν τὸ μαντεῖον, φυγεῖν δὲ εἰς Ἀθήνας. καὶ δευτέρα δὲ γίνεται φαντασία· στραφέντα γὰρ μηχανήματα ἔνδηλα ποιεῖ τὰ κατὰ τὸ μαντεῖον ὡς ἔχει ἐν αὐτῷ. ταῦτα δὲ ὁ Ἀπόλλων φησίν· ἡ γὰρ ἱέρεια ἀπέστη αὐτοῦ.
Καὶ παλαιὰς λέγει τὰς θεὰς καὶ κόρας· κόρας μέν, ὅτι ἄγαμοι καὶ παρθένοι εἰσί, παλαιὰς δὲ διὰ τὸ γῆρας. τὸ ἀλλόκοτον δὲ τῆς φύσεως διὰ τῶν ἐναντίων τραγικώτερον διασύρει.
ἐλῶσι: ἐλάσουσιν.
βουκολούμενος: περιέπων, ἐνεργῶν.
ἄγκαθεν: ἐν ταῖς ἀγκάλαις.
μὴ ἀδικεῖν: συνίζησις.
μὴ ἀμελεῖν: συνίζησις.
Τὸ σὸν σθένος, φησίν, ἀσφαλές ἐστιν εἰς τὸ εὖ ποιεῖν.
ὅδιος γὰρ ὁ θεός.
ποιμαίνων: φυλάσσων.
σέβει τοι: τοῦτο διὰ μέσου.
Ἐμὲ μέν, φησίν, ἀτιμάζετε, διότι ἐφόνευσα τὸν Ἀγαμέμνονα· καὶ οἱ ἐμὲ φονεύσαντες οὐκ ἀτιμάζονται· ὡς Ὀρέστης οὗτος ὁ ἐμὸς υἱός.
ἀλῶμαι: πλανῶμαι.
Ἔχω μεγίστην αἰτίαν: σφαγεῖσα, φησίν, αἰτιῶμαι παρʼ ἐκείνων, ὡς ὑπὸ τοῦ Ὀρέστου τοῦ ἡμετέρου υἱοῦ ἀνῃρέθην.
μηνίεται: ὀργίζεται.
Εὕδουσα γὰρ φρήν: ἐν τῷ καθεύδειν, φησίν, ὁ νοῦς ἀκριβέστερον ὁρᾷ μὴ πλανώμενος τῇ θέᾳ τῆς ἡμέρας· καὶ γὰρ τῆς νυκτὸς αἱ ἔννοιαι ἄρισται.
Χοάς τʼ ἀοίνους: οἶνος γὰρ οὐ σπένδεται Ἐρινύσιν. ἔθυον δὲ αὐταῖς κατὰ τὴν νύκτα, ἐν ᾗ οὐδεὶς τῶν θεῶν ἐκοινώνει τῆς θυσίας αὐταῖς. ἐν γὰρ τῷ μέσῳ τῆς νυκτὸς μόναις Ἐρινύσιν ἀπάρχονται θύειν.
λὰξ ὁρῶ πατούμενα: ἤγουν ἀνατετραμμένα.
ἐξαλύξας: ἐκφυγών.
ἀρκυσμάτων: δικτύων.
Ἐγκατιλλώψας: χλευάσας, ἐγγελάσας. διὰ δὲ τούτων ἐρεθίζει αὐτάς.
ἐγκατιλλώψας: χλευάσας.
ἡμέτερον: ἀπὸ τοῦ μυγμοῦ τὸ μύζειν παρήγαγεν. ἔοικε δὲ εἶναι ὁ μυγμὸς καὶ μωγμὸς ἀπήχημά τι τῶν ὑπνούντων.
Ὁ μὲν Ὀρέστης φυγῇ οἴχεται Ἀθήναζε πυθόμενος· αἱ δὲ Ἐρινύες μόναι καθεύδουσιν ὑπὸ πόνου ἴσως καὶ Ἀπόλλωνος, τοῦ τραγῳδοποιοῦ τοῦτο ἐπιτηδεύσαντος, ἵνα διὰ τούτου ἐμφανὲς γένηται τὸ ἄγριον αὐτῶν καὶ χαλεπόν.
Ὤζεις: ὥσπερ παρὰ τὸ αἴ αἰάζειν γίνεται, οὕτω καὶ παρὰ τὸ ὤ ὤζειν. τί δέ, φησί, τὸ σὸν ἔργον ἀνύει;
Κύριοι συνωμόται: συνωμοσίαν, φησί, ποιήσαντες κατεκοίμισαν ὑμᾶς.
Ὀνειροπολοῦσαι διώκειν Ὀρέστην ἐοίκασιν.
κλαγγαίνεις: βοᾷς.
οὕτως ἄλγησον ὡς μαστιζόμενος.
Ἐπουρίσασα: ἐφορμήσασα τῷ Ὀρέστῃ. τὸ δὲ «ἀτμῷ κατισχναίνουσα» ἀντὶ τοῦ πυρετῷ αὐτὸν ἀναλίσκουσα, ὡς δοκεῖν ἀτμοὺς ἀνιέναι ἀπὸ τῆς γαστρὸς αὐτοῦ.
ἡμέτερον: ἔγειρʼ ἔγειρε: καὶ τὰ παρόντα εἴδη τοῦ χοροῦ τοιαῦτά ἐστιν, οἷα πολλάκις εἴρηται. ἔχει γὰρ ἐν ἀρχῇ σύστημα ἐπιφθεγματικὸν στίχων ἰαμβικῶν τριμέτρων γʹ. ἑξῆς δὲ κατὰ σχέσιν στροφὰς καὶ ἀντιστροφὰς γʹ, ὧν τῆς μὲν πρώτης στροφῆς τὰ κῶλα ζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τῆς δευτέρας ὁμοίως ζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τῆς δὲ τρίτης εʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ἃ καὶ μετρήσεις τοῖς προτέροις ἑπόμενος. εἰσὶ δὲ ἐν τούτοις καὶ ἰαμβικοὶ τρίμετροι πολλοί. ἐπὶ ταῖς ἀποθέσεσι τῶν στροφῶν καὶ ἀντιστροφῶν παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
σύστημα ἐπιφθεγματικόν.
στροφὴ κώλων ζʹ.
ἴαμβος.
Ἐπάθομεν πάθος: κομματικῶς ἕκαστον ἰδίως προενεκτέον. αἱ γὰρ διακοπαὶ πρόσφοροι τοῖς πάθεσι τούτοις.
ἴαμβος.
ἀντιστροφὴ κώλων ζʹ.
ἴαμβος.
καθιππάσω: ἀντὶ τοῦ κατεπολέμησας.
ἴαμβος.
Συλληπτικῶς χρὴ λέγεσθαι τὸν μητραλοίαν.
στροφὴ ἑτέρα κώλων ζʹ.
ἴαμβος.
Οὕτως ἔτυψέ με, φησίν, ὥσπερ ἡνίοχος τύπτει τοὺς πώλους τῷ κέντρῳ.
λοβόν: τὸ ἄκρον τοῦ ἥπατος.
οὐ τὸ τυχὸν βαρύ, ἀλλὰ περισσόν.
ἀντιστροφὴ κώλων ζʹ.
ἴαμβος.
δίκας πλέον: ἤγουν ὑπὲρ τὸ δίκαιον.
Τὸν θρόνον, φησίν, οὗ ὁ Ὀρέστης καθῆστο, πάρεστιν ὁρᾶν φονολιβῆ ἀπὸ ποδῶν ἕως κεφαλῆς. τὸ δὲ «γᾶς ὀμφαλόν» ἀντὶ τοῦ τὸν ἐν Πυθοῖ. διὰ τούτων δὲ ἀποσκευάζειν δοκοῦσι τῆς ἐπικουρίας τῶν θεῶν τὸν Ὀρέστην, ὥστε τὸν ὀμφαλὸν ἔχειν αἵματα ἄγος ἐπαίροντα.
στροφὴ ἑτέρα κώλων εʹ.
ἴαμβος.
μάντι: ὦ.
αὐτὸς ἑαυτὸν καλέσας ἐπὶ τῷ μιᾶναι τὸν ναόν.
παρὰ νόμων: ἔξω τῶν.
τίων: τιμῶν.
ἡμᾶς δηλονότι, ὅσον τὸ ἐπὶ σοὶ ἀναιρήσας καὶ φονεύσας.
ἀντιστροφὴ κώλων εʹ.
ἴαμβος.
ὑπαί: ὑπό.
Ἐναγής, φησίν, ὢν ἐν τῷ κάρᾳ αὐτοῦ ἕτερον μιάστορα λήψεται, καὶ οἱ ἐξ αὐτοῦ δίκας ἡμῖν δώσουσιν.
ποτιτρόπαιος: προστρόπαιος, ἱκέτης.
ἡμέτερον: ἔξω κελεύω: αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ξεʹ, ὧν τελευταῖος· «αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης». ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
τὸ μὲν πρῶτον πρὸς πάσας ὁ λόγος, ἑξῆς δὲ πρὸς μίαν ἑκάστην ἀποδίδοται.
πτηνὸν: ταχύν.
Ἀργηστὴν ὄφιν: τραγικώτερον ὄφιν εἶπε τὸ βέλος διὰ τὸν ἰόν, πτηνὸν δὲ διὰ τὸ ἐπτερῶσθαι.
ἀργηστὴν: λευκόν.
ὄφιν: βέλος.
Μέλανα ἀφρὸν εἶπε τὸ αἷμα, οὐ δήπου τὸ ἔμφυτον αὐτῶν—ἀναίμονες γάρ εἰσιν οἱ θεοί—, ἀλλὰ τὸ ἀπʼ ἀνθρώπων ἠθροισμένον· ἀφρὸν δὲ τὴν πῆξιν τοῦ αἵματος.
Χλοῦνιν λέγει τὴν ἀκμαίαν ἀποκοπὴν παρὰ τὴν χλόην· ἢ ἐπεὶ χλούνης ὁ σῦς, οἱ κάπροι δὲ εὐθὺς εὐνουχίζονται.
Τὸ «ἑορτῆς» εἰρωνικὸν ἀντὶ τοῦ διατριβήν.
Πᾶς δʼ ὑφηγεῖται τρόπος: ἀντὶ τοῦ διὰ τῆς μορφῆς ὑμῶν ἡ κακία τῶν τρόπων ὑμῶν δείκνυται.
Οὐκ ἐπικοινωνῶν τῇ αἰτίᾳ, ἀλλὰ τοῦ παντὸς σὺ αἴτιος.
προστραπέσθαι: προσελθεῖν.
ἐπέστελλον: ἐκέλευσα αὐτόν.
Τοῦτο κατὰ ἀκκισμὸν εἴρηται, ὅ φασιν ἰδίωμα, τὰς διωκτρίας προπομποὺς εἰποῦσαι. ἀκκίζειν γάρ φασι τὸ τὰς γυναῖκας ἰδιωματεύεσθαι καὶ σεμνολογεῖν.
μολεῖν: ὑμᾶς.
Τί προστέταχθε ποιεῖν περὶ ἀνδροφόνου γυναικὸς ἄνδρα φονευσάσης;
Ὁ τοῦ Ἀγαμέμνονος φόνος, φησίν, οὐκ ἔστιν αὐθέντης, ὅ ἐστι μιαρός.
αὐθέντης: μιαρός.
ὡραῖον.
ἡσυχαιτέραν: δολιωτέραν.
τίθει: ποίει.
λέγῃ: ὀνομάζῃ.
ὡραῖον.
ἡμέτερον: εἶεν· τόδʼ ἐστὶ τἀνδρός: καὶ τὰ παρόντα εἴδη τοῦ χοροῦ τοιαῦτά ἐστιν, οἷα πολλάκις εἴρηται· ἔχει γὰρ ἐν ἀρχῇ σύστημα ἐπιφθεγματικὸν στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιʹ· ἑξῆς δὲ στροφὴν μονόστροφον κώλων κβʹ· ἃ καὶ μετρήσεις τοῖς προτέροις ἑπόμενος· ἐν οἷς εἰσι καὶ ἰαμβικοὶ τρίμετροι. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
σύστημα ἐπιφθεγματικὸν στίχων ιʹ.
προσγελᾷ: θέλγει, προσέρχεται.
στροφὴ κώλων κβʹ.
ἴαμβος.
ἴαμβος.
ἴαμβος.
ἴαμβος.
τίνῃς: ἵνα.
ἴαμβος.
ἄλλον: εἰς.
ἴαμβοι βʹ.
ἔχονθʼ ἕκαστον: ἰωνικόν.
ὡραῖον.
ἴαμβος.
ἡμέτερον: ἐγὼ διδαχθείς: αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων λαʹ, ὧν τελευταῖος· «ὕμνων ἀκούσῃ τῶνδε δεσμίων σέθεν». ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
γνωμικόν.
ὀρθὸν ἢ κατηρεφῆ: καταβάλλει γὰρ ἢ ὀρθοῖ.
μὴ οὐ: συνίζησις.
ἀναπαιστικὰ κῶλα ιεʹ, δίμετρα καὶ μονόμετρα. ἐπὶ τῷ τέλει κορωνίς.
στροφὴ καὶ ᾠδὴ κώλων ιεʹ.
ἡμέτερον: μᾶτερ ἅ μʼ ἔτικτες: τὰ παρόντα εἴδη κατὰ σχέσιν ἐστὶ καὶ ἐξ ὁμοίων, ὡς εἴρηται. εἰσὶ δὲ τῆς μὲν στροφῆς τὰ κῶλα ιαʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνίς.
στροφὴ κώλων ιαʹ.
λείπει βʹ.
ματρώιον· συνίζησις.
ὅρα.
ἀντιστροφὴ κώλων ιγʹ.
περισσὰ βʹ.
ὅρα ὅμοια.
ἡμέτερον: γιγνομέναισιν: τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται μεσῳδικά, ὡς εἴρηται· οὐκ εἰσὶ δὲ διόλου τοιαῦτα, ἀλλʼ ἐν τῇ πρώτῃ μόνον στροφῇ ἔστι καὶ μεσῳδός, αἱ δὲ λοιπαὶ δύο ταῖς ἀντιστροφαῖς εἰσὶ συνημμέναι. εἰσὶ γοῦν τῆς μὲν πρώτης στροφῆς τὰ κῶλα εʹ, τῆς μεσῳδοῦ ηʹ, καὶ τὰ τῆς ἀντιστροφῆς αὖθις εʹ. τῆς δευτέρας στροφῆς κῶλα ηʹ, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. καὶ τῆς τρίτης ὁμοίως ηʹ, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. καὶ τῆς τρίτης ὁμοίως ηʹ, παράγραφος καὶ διπλαῖ διὰ τὴν ἀνταπόδοσιν, τῶν δὲ λοιπῶν στροφῶν καὶ ἀντιστροφῶν παράγραφος. ἐπὶ δὲ τῷ τέλει κορωνὶς ἐξιόντος τοῦ χοροῦ.
στροφὴ κώλων εʹ.
μεσῳδὸς κώλων ηʹ.
ἀντιστροφὴ κώλων εʹ.
θεῶν δʼ: συνίζησις.
στροφὴ ἑτέρα κώλων ηʹ.
οὐκ ὀρθά.
ὀρθά.
ἀντιστροφὴ κώλων ηʹ.
οὐκ ὀρθά.
ὀρθά.
στροφὴ ἑτέρα κώλων ηʹ.
καὶ δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς: ἴαμβος.
ἀντιστροφὴ κώλων ηʹ.
τάξιν γʼ—κνέφας: ἴαμβος.
ἡμέτερον: πρόσωθεν ἐξήκουσα: αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ϟγʹ, ὧν τελευταῖος· «ἥξω διαιρεῖν τοῦτο πρᾶγμʼ ἐτητύμως». ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
νιν: αὐτόν.
τὰ βέλτατα: τὰ μέγιστα.
ἡμέτερον: νῦν καταστροφαί: τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται προῳδικά, ὡς εἴρηται. ἔχει δὲ τὰ παρόντα προῳδὸν καὶ στροφὰς τρεῖς καὶ ἀντιστροφὰς τοσαύτας. εἰσὶ δὲ τῆς μὲν προῳδοῦ τὰ κῶλα ηʹ, τῆς πρώτης στροφῆς ιβʹ, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· ἧστινος δὴ στροφῆς μετὰ τὸ τέλος κῶλά ἐστι δύο, ἃ καλεῖται ἐφύμνιον ἢ μεσύμνιον, ὥς φασιν. τῆς δευτέρας στροφῆς τὰ κῶλα ιαʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τῆς δὴ τρίτης ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ἐπὶ ταῖς ἀποθέσεσιν ἑκάστης στροφῆς καὶ ἀντιστροφῆς παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
προῳδὸς κώλων ηʹ.
στροφὴ κώλων ιβʹ.
οὐκ ὀρθά.
τὰ δύο ταῦτα κῶλα καλεῖται ἐφύμνιον ἢ μεσύμνιον.
ὀρθά.
ἀντιστροφὴ κώλων ιβʹ.
νεοπαθὴς: ἀντὶ μιᾶς.
οὐκ ὀρθά.
ὀρθά.
στροφὴ ἑτέρα κώλων ιαʹ.
ὤπασεν: ἀντὶ μιᾶς.
δυσσεβίας: ἰωνικόν.
ἀντιστροφὴ κώλων ιαʹ.
αἴδεσαι: αἰδέσθητι.
νιν: αὐτόν.
στροφὴ ἑτέρα κώλων ηʹ.
ἴαμβος.
ἀντιστροφὴ κώλων ηʹ.
θερμῷ: ἤγουν θερμουργῷ.
ἴαμβος.
ἄιστος: συνίζησις.
ἡμέτερον: κήρυσσε κῆρυξ: αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρμθʹ, ὧν τελευταῖος· «σωτήριόν τε καὶ δορὸς νικηφόρον». ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
ὡραῖον.
σημείωσαι.
σημείωσαι.
μὴ ἀδικεῖν: συνίζησις.
ὡραῖον.
ὡραῖον.
ὡραῖον.
μὴ ἀδικεῖν: συνίζησις.
ἡμέτερα: ἰὼ θεοί: τὰ τοιαῦτα εἴδη καλεῖται ἑτερόστροφα, ὡς εἴρηται. εἰσὶ δὲ τῆς παρούσης στροφῆς τὰ κῶλα ιϛʹ, ὧν οἱ πρῶτοι γʹ ἰαμβικοὶ τρίμετροι στίχοι, τὰ δὲ λοιπὰ κῶλα διαφόρων μέτρων. ἐπὶ τῷ τέλει παράγραφος.
στροφὴ κώλων ιϛʹ.
οὐκ ἔστʼ ἄτιμοι: σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιγʹ. ἐπὶ τῷ τέλει παράγραφος.
σύστημα στίχων ιγʹ.
ἡμέτερα: ἐμὲ παθεῖν τάδε: στροφὴ ἑτέρα κώλων ιαʹ, ἃ καὶ μετρήσεις τοῖς προτέροις ἑπόμενος. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ διὰ τὴν ἀνταπόδοσιν.
στροφὴ ἑτέρα κώλων ιαʹ.
ὀργὰς ξυνοίσω σοι: σύστημα ἕτερον κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων κβʹ. ἐπὶ τῷ τέλει παράγραφος.
σύστημα ἕτερον στίχων κβʹ.
σημείωσαι.
ὡραῖον.
ἡμέτερα: ἐμὲ παθεῖν τάδε: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς, τὰ αὐτὰ γὰρ ἔχει κῶλα καὶ τοσαῦτα. ἐπὶ τῷ τέλει δύο διπλαῖ συνήθως.
ἀντιστροφὴ κώλων ιαʹ.
παρʼ οὐδὲν ἦραν δόλῳ
οὔτοι καμοῦμαι· σύστημα ἕτερον κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ιαʹ· ἐπὶ τῷ τέλει παράγραφος. καὶ οἱ ἑξῆς στίχοι ὅμοιοι εἰσὶν ἰαμβικοὶ τρίμετροι κδʹ· ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
σύστημα στίχων ιαʹ.
ἡμέτερα: δέξομαι Παλλάδος: τὰ τοιαῦτα εἴδη καλεῖται, ὡς εἴρηται, ἀλλοιόστροφα. εἰσὶ δὲ τῆς παρούσης στροφῆς τὰ κῶλα ιαʹ, τὰ πλείω τροχαϊκά, εἰ βούλει. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ διὰ τὴν ἀνταπόδοσιν.
στροφὴ κώλων ιαʹ.
ἐξαμυρόσαι: ἀντὶ μιᾶς.
ἀναπαιστικὰ κῶλα ιαʹ, εἶτα παράγραφος.
σύστημα κώλων ιαʹ.
δενδροπήμων: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς, ἧς ἡ ἀρχὴ «δέξομαι»· κώλων γάρ ἐστι καὶ αὕτη ιαʹ. ἐπὶ τῷ τέλει παράγραφος μόνη.
ἀντιστροφὴ κώλων ιαʹ.
ἀναπαιστικὰ κῶλα ζʹ, εἶτα παράγραφος.
σύστημα ἕτερον κώλων ζʹ.
ἡμέτερα: ἀνδροκμήτας: στροφὴ ἑτέρα κώλων χοριαμβικῶν ιβʹ. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ συνήθως διὰ τὴν ἀνταπόδοσιν.
στροφὴ ἑτέρα κώλων ιβʹ.
νεανίδων τʼ: ἀντὶ μιᾶς.
ἀναπαιστικὰ κῶλα ηʹ, εἶτα παράγραφος.
σύστημα ἕτερον κώλων ηʹ.
τάνδʼ ἄπληστον: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς, ἧς ἡ ἀρχὴ «ἀνδροκμήτας»· κώλων γάρ ἐστι καὶ αὕτη ιβʹ. ἐπὶ τῷ τέλει παράγραφος μόνη.
ἀντιστροφὴ κώλων ιβʹ.
ἀναπαιστικὰ κῶλα ηʹ, εἶτα παράγραφος.
σύστημα ἕτερον κώλων ηʹ.
ἡμέτερα: χαίρετε: στροφὴ ἑτέρα κώλων ζʹ, ὧν τὰ πλείω, εἰ βούλει, τροχαϊκά. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ συνήθως.
στροφὴ ἑτέρα κώλων ζʹ.
ἀναπαιστικὰ κῶλα ιαʹ, εἶτα παράγραφος.
σύστημα ἕτερον κώλων ιαʹ.
ἡμέτερα: χαίρετε: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς, ἧς ἡ ἀρχὴ ἡ αὐτή· κώλων γάρ ἐστι καὶ αὕτη ζʹ. ἐπὶ τῷ τέλει δύο διπλαῖ δηλοῦσαι, ὅτι τέλος ἔσχε τὰ ἀνταποδιδόμενα.
ἀντιστροφὴ κώλων ζʹ.
–ψεσθε συμφορὰς βίου
αἰνῶ δὲ μύθους: σύστημα ἕτερον ἐν ἐκθέσει στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιαʹ. ἐπὶ τῷ τέλει παράγραφος.
σύστημα ἕτερον στίχων ιαʹ.
εὔφρων: εὐφραντική.
ἡμέτερον: βᾶτʼ ἐν δόμῳ: ἡ ᾠδὴ καὶ στροφὴ αὕτη ἡ ἐν ἐκθέσει τοῦ δράματος κώλων ἐστὶ χοριαμβικῶν καὶ ἀλλοίων ιϛʹ· ἃ καὶ μετρήσεις τοῖς προτέροις ἑπόμενος. ἐπὶ τῷ τέλει κορωνὶς μόνη ἡ τὸ δρᾶμα ἐπισφραγίζουσα.
ᾠδὴ καὶ στροφὴ κώλων ιϛʹ.
Αἰσχύλου Εὐμενίδες:·