On the Difference of Words by ElementΠερὶ διαφορᾶς λέξεων
Ptolemy of Ascalon On the Difference of Words by Element PDF
On the Difference of Words by Element is a grammatical treatise attributed to the grammarian Ptolemy of Ascalon. Structured as a collection of 168 entries, it systematically differentiates words similar in sound or spelling but distinct in meaning, accent, or grammatical gender. The work belongs to the Hellenistic and Roman tradition of lexical studies and survives within the larger corpus of transmitted Greek grammatical writings. The treatise focuses on precise lexical and grammatical distinctions, serving as a practical guide for correct usage. Its primary themes include the differentiation of synonyms, homonyms, and paronyms; the correlation of shifts in accent, spelling, or pronunciation with changes in meaning; and the clarification of distinctions in grammatical gender and word formation. The text is preserved intact within the Byzantine manuscript tradition of grammatical compilations, with no significant lacunae reported. Its transmission indicates it was considered a useful authority for later scholars. As part of the Alexandrian grammatical tradition, the work participated in the Atticist movement to standardize literary Greek. It contributed to the educational toolkit for grammarians and lexicographers, aiding the preservation of classical linguistic norms in the Byzantine era.
| t 1 | ΠΤΟΛΕΜΑΙΟΥ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΛΕΞΕΩΝ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ 〈ἀρχὴ τοῦ α〉 ἄγγελος, ἐξάγγελος καὶ αὐτάγγελος διαφέρει. |
| alpha 1 [5] | ἄγγελος γάρ ἐστι πᾶς ὁ ἀγγέλλων τὰ ἔξωθεν. ἐξάγγελος δὲ ὁ πάντα τὰ ἔνδον τοῦ οἴκου ἔξωθεν ἀγγέλλων, ὃν Θουκυδίδης διάγγελον ἐκάλεσε λέγων· ‘ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοι τῶν ἔνδοθεν‘ (vii 73, 3). αὐτάγγελος δὲ ὁ αὐτὸς ἀφ’ ἑαυτοῦ διαγγέλλων ὑφ’ ἑτέρου πεμπόμενος. ἄγειν καὶ φέρειν διαφέρει. |
| alpha 2 | ἄγεται μὲν γὰρ τὰ ἔμψυχα, φέρεται δὲ ἐπὶ τὰ ἄψυχα. ἀγχιστεῖς, συγγενεῖς καὶ οἰκεῖοι διαφέρει. |
| alpha 3 | ἀγχιστεῖς μὲν γάρ, οἷς ἐπειδὰν ἐκ τοῦ γένους τις ἀποθάνῃ, συγχωρεῖ ὁ νόμος ἀντιποιεῖσθαι τῶν τούτου δικαίων· συγγενεῖς 〈δὲ〉 οἱ ἐπὶ τὰ ἀγχιστευτικὰ δίκαια· οἰκεῖοι δὲ οἱ κατ’ ἐπιγαμίαν ἐπιμιχθέντες τῷ οἴκῳ. ἀδεὴς καὶ ἀδαὴς διαφέρει. |
| alpha 4 | ἀδεὴς μὲν γὰρ ὁ ἄφοβος, ἀδαὴς δὲ ὁ ἀμαθής. αἰδὼ καὶ αἰσχύνη διαφέρει. |
| alpha 5 | ἡ μὲν γὰρ αἰδὼ ἐντροπή ἐστιν εἰς ἕκαστον ᾧ ἔχει τις σεβασμίως· αἰσχύνη δὲ ἐφ’ οἷς ἂν ἕκαστος ἁμαρτὼν αἰσχύνεται ὡς κακόν τι πράξας. καὶ ἡ μὲν αἰδὼ οὐκ ἐφ’ ἁμαρτίαις γίνεται, ἡ δὲ αἰσχύνη ἐπὶ αἰσχροῖς πράγμασιν. αἰτῶ καὶ αἰτοῦμαι διαφέρει. |
| alpha 6 | αἰτῶ μὲν ἐπὶ τῷ εἰς ἅπαξ τι λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δὲ αἰτοῦμαι ἐπὶ τοῦ χρήσασθαι εἰς ἀπόδοσιν. ἄελλα καὶ θύελλα διαφέρει. |
| alpha 7 | ἄελλα μὲν γάρ ἐστιν ἄνεμος συνεστραμμένος, θύελλα δὲ ἡ συστροφὴ τοῦ ἀνέμου. ἆθλος ἀρσενικῶς καὶ ἆθλον οὐδετέρως διαφέρει. |
| alpha 8 | ἀρσενικῶς μὲν δηλοῖ τὸν ἀγῶνα, οὐδετέρως δὲ τὸ ἔπαθλον. αἴθε καὶ ὤφελον διαφέρει. |
| alpha 9 | τὸ μὲν γὰρ αἴθε ἐστὶν ἐπίρρημα, τὸ δὲ ὤφελον ῥῆμα, οἷον· ὤφελον ἐγώ, ὤφελες σύ, ὤφελεν ἐκεῖνος. ἀκταὶ καὶ θῖνες διαφέρει. |
| alpha 10 | ἀκταὶ μὲν γάρ εἰσιν οἱ πετρώδεις τόποι τῆς θαλάσσης, θῖνες δὲ οἱ ἀμμώδεις. ἀκόντιον καὶ δόρυ διαφέρει. |
| alpha 11 | ἀκόντιον μὲν γάρ ἐστι τὸ ἀκοντιζόμενον ἐλαφρόν, δόρυ δὲ τὸ ὃ μετὰ χερσὶν ἐχρῶντο. ἀληθὲς καὶ ἄληθες διαφέρει. |
| alpha 12 | ἀληθὲς μὲν τὸ ἐναντίον τῷ ψεύδει, ἄληθες δὲ τὸ κατ’ ἐπερώτησιν λεγόμενον. ἄγροικος καὶ ἀγροῖκος διαφέρει. |
| alpha 13 | ἄγροικος μὲν γὰρ ὁ ἀμαθής, ἀγροῖκος δὲ ὁ ἐν ἀγρῷ διαιτώμενος καὶ ἀγρεῖος ὤν. ἀγέλη ποίμνης διαφέρει. |
| alpha 14 | ἀγέλη μὲν γὰρ ἐπὶ βοῶν, ποίμνη δὲ ἐπὶ προβάτων. ἄρχειν καὶ κρατεῖν διαφέρει. |
| alpha 15 | ἄρχειν μὲν γάρ ἐστι τό τινων ἐπ’ ὠφελείᾳ προΐστασθαι, κρατεῖν δὲ τὸ βίᾳ τινὰς εἰς δουλείαν ἄγειν ὑπηκόους. ἆθλον ἐπάθλου διαφέρει. |
| alpha 16 | ἆθλον μὲν καλεῖται αὐτὸς ὁ ἀγών, ἔπαθλον δὲ 〈τὸ〉 αὐτῷ τῷ νικήσαντι. ἀλλοίωσις ἑτεροιώσεως διαφέρει. |
| alpha 17 | ἀλλοίωσις μὲν γὰρ μεταχαρακτηρισμὸς καὶ τῆς προτέρας ὑπολήψεως οἴησις ἑτέρα· ἑτεροίωσις δέ, ὅταν ἀφ’ ἑτέρου χρώματος εἰς ἕτερον μεταβάλλει. ἀμορραῖος ἐθνικὸς διαφέρει Ἀμωραίου . |
| alpha 18 | Ἀμορραῖος μὲν ἐθνικὸς διὰ τοῦ ο μικροῦ καὶ δύο ρρ , Ἀμωραῖος δὲ ὁ ἀπὸ μητροπόλεως διὰ τοῦ ω μεγάλου καὶ ἑνὸς ρ κατὰ παράδοσιν. ἁματροχιὰ καὶ ἁρματροχιὰ διαφέρει. |
| alpha 19 | ἁματροχιὰ μέν ἐστιν ἡ ταὐτότης καὶ ἡ συνδρομὴ τῶν ἁρμάτων· ἁρματροχιὰ δέ ἐστιν ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ ἡ ἐπὶ τῆς γῆς. ἅμα καὶ ὁμοῦ διαφέρει. |
| alpha 20 | ἅμα μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν. ἀμφότεροι καὶ ἑκάτεροι διαφέρει. |
| alpha 21 | ἀμφότεροι μὲν γάρ, ὅταν ἐν τῷ αὐτῷ ἢ κατὰ αὐτὸ πράττωσιν ἀμφότεροι· ἑκάτεροι 〈δέ〉, ὅταν χωρὶς τὸ αὐτὸ πράττωσιν. ἀμύνεσθαι καὶ ἀμύνειν διαφέρει. |
| alpha 22 | ἀμύνεσθαι μὲν γάρ ἐστι τὸ κολάζειν, ἀμύνειν δὲ τὸ βοηθεῖν. ἀνάμνησις καὶ ὑπόμνησις διαφέρει. |
| alpha 23 | ἀνάμνησις μὲν γάρ ἐστιν ὅταν τις ἔλθῃ εἰς μνήμην τῶν παρελθόντων, ὑπόμνησις δὲ ὅταν ὑφ’ ἑτέρου εἰς τοῦτο ἀχθῇ. ἀνάλγητος καὶ ἀναλγὴς διαφέρει. |
| alpha 24 | ἀνάλγητος μὲν γάρ ἐστιν ὁ ἀνεπίστρεπτος τοῦ καθήκοντος, ἀναλγὴς δὲ ὁ μὴ ἀλγῶν. ἄντικρυς καὶ ἀντικρὺ διαφέρει. |
| alpha 25 | ἄντικρυς μὲν γάρ ἐστι τὸ διαρρήδην καὶ φανερῶς, ἀντικρὺ δὲ τὸ ἐξ ἐναντίας. ἀναβάτης ἐπιβάτου διαφέρει. |
| alpha 26 | ἀναβάτης μὲν ἐπὶ ἵππου, ἐπιβάτης δὲ ἐπὶ νηός. ἀνάθημα ἀναθέματος διαφέρει. |
| alpha 27 | ἀνάθημα μὲν γάρ ἐστι, τὸ διὰ τοῦ η γραφόμενον, τὸ ἀνιερούμενόν τε καὶ ἀνατιθέμενον ἱερῷ τινι τόπῳ· ἀνάθεμα δέ, διὰ τοῦ ε ἐκφωνούμενον, τὸ ὕβρεως ἐχόμενον καὶ ἀναθεματικόν. ἀνάθεμα παρὰ τὸ ὥσπερ ἐν στήλῃ ἀνατίθεσθαι. |
| alpha 29 | ἀνεψιοὶ καὶ ἐξανεψιοὶ διαφέρει. ἀνεψιοὶ μὲν γάρ εἰσιν οἱ τῶν ἀδελφῶν παῖδες, ἐξανεψιοὶ δὲ οἱ τῶν ἀνεψιῶν παῖδες. ἀθηναίων καὶ ἀθηναίων διαφέρει. |
| alpha 30 | Ἀθηναίων μὲν ἀνδρῶν, Ἀθηναίων δὲ Ἀθηνῶν. ἄθωος καὶ ἀθῷος διαφέρει. |
| alpha 31 | ἄθωος μὲν ὁ ἀναίτιος, ἀθῷος δὲ ὁ ἀζήμιος. ἀποκήρυκτος καὶ ἐκποίητος διαφέρει. |
| alpha 32 | ἀποκήρυκτος μὲν γάρ ἐστιν ὁ ἐπὶ ἀδικήμασιν ἐκ τοῦ πατρὸς ἐκβληθεὶς τῆς οἰκίας· ἐκποίητος δὲ ὁ δοθεὶς ὑπὸ πατρὸς εἰς υἱοθεσίαν ἄλλῳ, ὡς λέγουσιν «εἰσποίητος γέγονεν». ἀποκριθῆναι καὶ ἀποκρίνασθαι διαφέρει. |
| alpha 33 | ἀποκριθῆναι μὲν γάρ ἐστι τὸ ἀποχωρισθῆναι, ἀποκρίνασθαι δὲ τὸν ἐρωτηθέντα λόγον δοῦναι. ἆρα καὶ ἄρα διαφέρει. |
| alpha 34 | τὸ μὲν γὰρ κατ’ ἐρώτησιν περισπᾶται, ὡς ὅτε διαποροῦντες λέγομεν· «ἆρα τέλος ἕξει ἂν τὰ πράγματα;» τὸ δὲ συλλογιστικὸν παροξύνεται, ὡς τό· «εἰ τοῦτο συμφέρει ποιεῖν, ποιητέον ἄρα». ἄρτι καὶ ἀρτίως διαφέρει. |
| alpha 35 | τὸ μὲν γὰρ ἄρτι χρονικὸν ἐπίρρημα, τὸ δὲ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου ἔργου καὶ τελείου. ἀράχνη καὶ ἀράχνης διαφέρει. |
| alpha 36 | ἀράχνη μὲν γάρ ἐστι θηλυκῶς τὸ ὕφασμα, καὶ οὐδετέρως ἀράχνιον νῆμα· ὁ ἀράχνης δὲ αὐτὸ τὸ ζῷον. ἄρνες καὶ ἀρνειοὶ διαφέρει. |
| alpha 37 | ἄρνες μὲν οἱ νεογνοί, ἀρνειοὶ δὲ οἱ προήκοντες τῇ ἡλικίᾳ. ἄρρωστος ἀρρωστοῦ〈ντοσ〉 διαφέρει. |
| alpha 38 | ἄρρωστος μὲν γάρ ἐστιν ὁ νοσῶν· ἀρρωστῶν δὲ ὁ ἀδυνατῶν ἐπιτελεῖν τὰ κατὰ τὰς ὀρέξεις. ἀνατολὴ ἐπιτολῆς διαφέρει. |
| alpha 39 | ἀνατολὴ 〈ἠλίου καὶ σελήνης, ἐπιτολὴ〉 δὲ ἄστρου. ἀριθμῆσαι καὶ μετρῆσαι διαφέρει. |
| alpha 40 | ὁ μὲν ἀριθμὸς ἐπὶ ὀλιγωτέρων λαμβάνεται, ὡς ὅταν λέγομεν· εἷς ... μέχρι χιλιοστοῦ. τὸ δὲ μετρῆσαι ἐπὶ πλήθους, οἷον ἐπὶ σίτου καὶ κριθῆς. ἀνδρεία ῥώμης διαφέρει. |
| alpha 41 | ἀνδρεία μὲν γάρ ἐστιν ἰσχὺς ψυχῆς, ῥώμη δὲ σώματος. ἄχρις καὶ ἄχρι διαφέρει. |
| alpha 42 [5] | ἄχρις μὲν μετὰ τοῦ ς ἀντὶ τοῦ ἀκριβῶς· καὶ Ὅμηρος (il. iv 522)· ‘ἄχρις ἀπηλοίησεν‘, ἀντὶ τοῦ «ἀκριβῶς ἀπέκοψεν». ἄχρι δὲ χωρὶς τοῦ ς χρονικὸν ἐπίρρημα. ἀσφόδελος καὶ ἀσφοδελὸς διαφέρει. |
| alpha 43 | προπαροξυνόμενον μὲν δηλοῖ τὸ φυτόν, ὀξυτόνως δὲ τὸν τόπον· ‘ἀσφοδελὸν λειμῶνα‘ (hom. od. xi 539 et 573; xxiv 13). ἁπλότης μωρίας διαφέρει. |
| alpha 44 | ἁπλότης μὲν γάρ ἐστι φρόνησις ἀπηλλαγμένη πανουργίας καὶ οἷον ἁπλή τις οὖσα καὶ μὴ μεμιγμένη δυστροπίᾳ· μωρία δὲ ἐρημία φρενῶν. ἄττα ψιλούμενον καὶ ἅττα δασυνόμενον διαφέρει. |
| alpha 45 | ψιλούμενον γὰρ 〈τὸ〉 «τινὰ» σημαίνει, δασυνόμενον δὲ τὸ «ἅτινα». ἄστρον καὶ ἀστὴρ διαφέρει. |
| alpha 46 | ἄστρον μὲν γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων μεμορφωμένον ζῴδιον, εἴ τοι ζῶντος εἶδος φέρει, οἷον ὁ Ὠρίων, ἡ Ἄρκτος· ἀστὴρ δὲ ὁ εἷς. ἀτέχνως καὶ ἀτεχνῶς διαφέρει. |
| alpha 47 | τὸ μὲν γὰρ παροξύτονον σημαίνει τὸ χωρὶς 〈τέχνησ〉 καὶ ἀμαθῶς· τὸ δὲ περισπώμενον ἀντὶ τοῦ ἁπλῶς καὶ ἀδόλως ἢ λίαν. αὐχὴν καὶ δέρη διαφέρει. |
| alpha 48 | αὐχὴν μὲν γάρ ἐστι τὸ ὄπισθεν τοῦ τραχήλου, δέρη δὲ τὸ ἔμπροσθεν καθ’ ὅ ἐστιν ὁ φάρυγξ. αὖθις καὶ αὖθι διαφέρει. |
| alpha 49 [5] | τὸ μὲν γὰρ αὖθις σημαίνει τὸ πάλιν ἢ τὸ μετὰ ταῦτα, τὸ δὲ αὖθι τὸ αὐτόθι σημαίνει. ὁ γὰρ Καλλίμαχος (fr. 1, 35 pfeiffer)· ‘αὖθι τὸ δ’ ἐκδύομαι‘ ἀντὶ τοῦ αὐτόθι. ἀρχὴ τοῦ β βάραθρος καὶ βάραθρον διαφέρει. |
| beta 50 | βάραθρος γὰρ ὁ βαράθρου ἄξιος ἄνθρωπος, βάραθρον δὲ ὄρυγμά τί ἐστιν Ἀθήνησιν εἰς ὃ τοὺς κακούργους ἔβαλ〈λ〉ον. βασιλεὺς καὶ κοίρανος διαφέρει. |
| beta 51 | Βασιλεὺς γάρ ἐστιν ὁ ἀπὸ προγόνων τὴν ἀρχὴν ἔχων, κοίρανος δὲ ὁ τῇ βασιλείᾳ ἐπιπηδῶν. βεβλῆσθαι, βεβολῆσθαι καὶ οὐτᾶσθαι διαφέρει. |
| beta 52 | βεβλῆσθαι μὲν γὰρ τὸ ἐκ βολῆς τρωθῆναι· βεβολῆσθαι δὲ τὸ τὴν βουλὴν πεπηρῶσθαι· οὐτᾶσθαι δὲ τὸ ἐκ χειρὸς τρωθῆναι. βιοῦν καὶ ζῆν διαφέρει. |
| beta 53 | βιοῦν μὲν ἐπὶ ἀνθρώπων λέγεται μόνον, ζῆν δὲ ἐπὶ ἀνθρώπων καὶ ἀλόγων καὶ φυτῶν. ζωὴ μὲν γὰρ λέγεται χρῆσις ψυχῆς, βίος δὲ λογικὴ ζωή. βλέφαρα καὶ βλεφαρίδες διαφέρει. |
| beta 54 | βλέφαρα μέν εἰσιν αὐτὰ τὰ ἐπικλειόμενα τῶν ὀμμάτων δέρματα, βλεφαρίδες δὲ αἱ τρίχες αἱ ἐπὶ 〈τῶν〉 βλεφάρων. βροτὸς καὶ βρότος διαφέρει. |
| beta 55 | τὸ μὲν γὰρ σημαίνει τὸν ἄνθρωπον, τὸ δὲ 〈τὸ〉 αἷμα τὸ ἀπὸ φόνου ἀνθρώπου καὶ τὸν μολυσμόν. βρύκειν καὶ βρύχειν διαφέρει. |
| beta 56 | τὸ μὲν γὰρ βρύκειν σημαίνει τὸ τρύζειν τοὺς ὀδόντας, τὸ δὲ βρύχειν ἐπὶ λέοντος. βωμός, ἑστία, 〈ἐσχάρα〉 καὶ μέγαρον διαφέρει. |
| beta 57 | βωμοὶ γάρ εἰσιν οἱ τὰς προ〈σ〉βάσεις ἔχοντες, ἐσχάρα δὲ ἐν ᾗ τὰ θυόμενα ὀπτοῦται· ἑστία δὲ τὸ ἀναπτόμενον, μέγαρον δὲ ἡ περιοικοδομουμένη ἑστία, ἔνθα τὰ μυστικὰ θύονται. λέγεται ἑστία καὶ 〈ὁ〉 οἶκος. ἀρχὴ τοῦ γ γαμήλιον καὶ ἐπιθαλάμιον διαφέρει. |
| gamma 58 | γαμήλιον μὲν γὰρ αὐτὸς ὁ γάμος, ἐπιθαλάμιον δὲ τὸ ἐπὶ τῷ γάμῳ γραφὲν ποίημα. γέλως καὶ γελοῖος διαφέρει. |
| gamma 59 | γέλως μὲν γὰρ ὁ ἐπὶ τῇ δι〈α〉χύσει τῶν χειλέων χωρὶς ὕβρεως, γελοῖος δὲ 〈ὁ καταγέλαστοσ〉. Ὀνομασίαι τῆς τῶν ἀνθρώπων γενέσεως καὶ αὐξήσεως ἄχρι γήρους. |
| gamma 60 [15] | 〈Γέρων, πρεσβύτης καὶ〉 προβεβηκὼς διαφέρει. Βρέφος μέν ἐστι τὸ γεννηθὲν εὐθύς, παιδίον δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνῆς, παιδάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ τῆς διαλέξεως ἀντεχόμενον, παιδίσκος δὲ ὁ ἐν 〈τῇ〉 ἐχομένῃ ἡλικίᾳ, παῖς δὲ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι. τὴν 〈δ’ ἐχομένην ταύτης ἡλικίαν〉 ἀντίπαιδα καλοῦσιν. τὴν δὲ μετὰ ταῦτα ἔφηβον· ἐν δὲ Κυρήνῃ τὸν ἔφηβον τριακάτιον καλοῦσιν· οἱ δὲ ἐν Κρήτῃ ἀποδρομαῖον καλοῦσιν, διὰ τὸ μηδέπω τὸν κοινὸν δρόμον μετέχειν. ἡ δὲ μετὰ ταῦτα μειράκιον, εἶτα μεῖραξ, εἶτα νεανίσκος, εἶτα νεανίας, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκώς, ὃν καὶ ὠμογέροντα καλοῦσιν, εἶτα γέρων, εἶτα 〈πρεσβύτης, εἶτα〉 ἐσχατόγηρως. ὁ δὲ Ἱπποκράτης (de septim. 5 = 9, 1 Roscher) ἡλικίας ζʹ φησίν· βρέφος, παιδίον, μειράκιον, νεανίσκος, ἀνήρ, γέρων, πρεσβύτερος. λέγει δὲ οὕτως· ‘τοῦ ἀνθρώπου ἑπτά εἰσιν ὧραι, ἃς ἡλικίας καλοῦσιν. πρώτη βρέφος ἐστὶν ἄχρις ἑπτὰ ἐτῶν ἐν τῇ τῶν ὀδόντων ἐκβολῇ. βʹ· παῖς δὲ ἄχρις γονῆς ἐκφορᾶς εἰς δὶς ἑπτά, ἤτοι ιδʹ. γʹ· μειράκιον ἄχρις γένους λαχνώσεως, εἰς τρὶς ἑπτά, ἤτοι καʹ. δʹ· νεανίσκος ἄχρις αὐξήσεως ὅλου τοῦ σώματος, εἰς τετράκις ἑπτά, ἤγουν ἔτη κηʹ. εʹ· ἀνὴρ ἄχρις ἑνὸς δέοντος νʹ, ἤγουν μθʹ. ϛʹ· καὶ γέρων ἄχρι τῶν νγʹ. ζʹ· τὸ δ’ ἐντεῦθεν πρεσβύτεροσ‘. γυνὴ παρθένου διαφέρει. |
| gamma 61 | γυνὴ μὲν γὰρ καλεῖται κυρίως ἡ ἤδη ἀνδρὸς πεῖραν εἰληφυῖα, παρθένος δὲ ἡ μήπω μυηθεῖσά ποτε ἀνδρός. γυνὴ παρὰ τὸ γεννᾶν ἢ γῇ ἐοικέναι ἐν τῷ σπείρεσθαι καὶ γεννᾶν. |
| gamma 63 | γὺψ παρὰ τὸ γυρεύειν τὰ ὕψη. ἀρχὴ τοῦ δ δάμαλις καὶ δαμάλης διαφέρει. |
| delta 64 | δάμαλις μέν ἐστι τὸ θῆλυ, δαμάλης δὲ ὁ ἄρσην. δικαστὴς καὶ διαιτητὴς διαφέρει. |
| delta 65 | δικαστής ἐστιν ὁ κατὰ νόμον κριτής, διαιτητὴς δὲ ὁ κατὰ συμβίβασιν εὑρεθεὶς συμβιβάσεως χάριν. δύναμις ἰσχύος διαφέρει. |
| delta 66 | δύναμις μὲν γὰρ καὶ ἀπὸ ἐπιστήμης γίνεται καὶ μανίας καὶ θυμοῦ, ἡ δὲ ἰσχὺς ἀπὸ φύσεως σώματος. ἀρχὴ τοῦ ε εἰκὼν καὶ προτομὴ διαφέρει. |
| epsilon 67 | εἰκὼν μὲν γὰρ λέγεται ἐπὶ ἀνθρώπου, προτομὴ δὲ ἐπὶ λέοντος. ἕλκος καὶ ὠτειλὴ διαφέρει. |
| epsilon 68 | ἕλκος μὲν γάρ ἐστι χρόνιον πάθος μόνον ἐκ σιδήρου γενόμενον· ἔσθ’ ὅτε καὶ ἐκ ταὐτομάτου· εἴρηται δὲ παρὰ τὸ διελκοῦσθαι τὴν σάρκα. ὠτειλὴ δὲ ἐκ τοῦ σύνεγγυς ὑπὸ σιδήρου πληγή. ἔπαινος ἐγκωμίου διαφέρει. |
| epsilon 69 | ἔπαινος γάρ ἐστι λόγος ὁ μίαν πρᾶξιν ἐγκωμιάζων, ἐγκώμιον δὲ 〈τὸ〉 πολλοὺς περιλαμβάνον. ἐρώτησις, πεῦσις καὶ ἀνάκρισις διαφέρει. |
| epsilon 70 | ἐρώτησις μὲν γάρ ἐστι συντόμου ἀποκρίσεως 〈ζήτησισ〉, πεῦσις δὲ μακρᾶς πράξεως ἀπαγγελία, ἀνάκρισις δὲ ὑποδεεστέρων ἐξήγησις. ἔσται καὶ γενήσεται διαφέρει. |
| epsilon 71 | ἔσται μὲν τὰ καὶ νῦν ὄντα, γενήσεται δὲ τὰ γενέσεως τευξόμενα. ἀρχὴ τοῦ η ἤλπισαν 〈καὶ〉 ἐπήλπισαν διαφέρει. |
| eta 72 | ἤλπισαν μὲν γὰρ αὐτοί τινας ἐλπίδας· ἐπήλπισαν δὲ ἑτέρους, ἀντὶ τοῦ «ἑτέρους εἰς ἐλπίδας ἤγαγον». ἀρχὴ τοῦ θ θεωρικὸς θεωρητικοῦ διαφέρει. |
| theta 73 | θεωρικὸς μὲν ὁ περὶ θέατρά τινα καὶ δημώδεις ἀσχολούμενός τινας, θεωρητικὸς δὲ ὁ θεωρῆσαι δι’ ὑπερβολὴν φρονήσεως καλῆς δυνάμενος λογικὰ θεωρήματα. ἀρχὴ τοῦ ι ἴκες καὶ ἶπες καὶ θρίπες καὶ κίες διαφέρει. |
| iota 74 | ἴκες μὲν γάρ εἰσι τὰ ἐσθίοντα τοὺς ὀφθαλμοὺς τῶν ἀμπέλων· ἶπες δὲ τὰ διαβρωτικὰ τῶν κεράτων· θρίπες δὲ τὰ ἐσθίοντα τὰ ξύλα· κίες δὲ τὰ 〈ἐν〉 τοῖς πυροῖς καὶ κριθαῖς ζῳύφια. ἰσθμὸς πορθμοῦ διαφέρει. |
| iota 75 | ἰσθμὸς μὲν γάρ ἐστι γῆς στενῆς δίοδος, ἑκατέρωθεν θαλάσσῃ περιεχομένη· πορθμὸς δὲ στενῆς θαλάσσης τόπος, ἑκατέρωθεν ὑπὸ γῆς περιεχόμενος. ἴστρος ὄνομα ποταμοῦ, ὃς Δανοῦβις λέγεται· Ἵστρος ὁ ἱστορικὸς καὶ ποιητής, ὄνομα κύριον. |
| iota 77 | ἱστοριογράφος συγγραφέως διαφέρει. ἱστοριογράφος μέν ἐστιν ὁ τὰ πρὸ αὐτοῦ γεγονότα συγγραφόμενος, ὡς Ἡρόδοτος· συγγραφεὺς δὲ ὁ τὰ ὑφ’ ἑαυτοῦ, ὡς Ἡσίοδος ὁ ποιητής. ἀρχὴ τοῦ κ καιρὸς καὶ χρόνος διαφέρει. |
| kappa 78 | καιρὸς μέν ἐστι κεφαλὴ χρόνου, οἷον μεμετρημένων ἡμερῶν σύστημα· χρόνος δὲ πολλῶν καιρῶν περίοδος καὶ σύλληψις. κάλλαια καὶ κάλλη διαφέρει. |
| kappa 79 | 〈 〉 κραιπάλη καὶ μέθη διαφέρει. |
| kappa 80 | κραιπάλη μὲν λέγεται ἡ χθεσινὴ μέθη, μέθη δὲ ἡ αὐθημερινὴ οἴνησις. κοίρανος, βασιλεὺς καὶ τύραννος διαφέρει. |
| kappa 81 [5] | κοίρανος μὲν γάρ ἐστιν ὁ κατὰ καιρόν τινων ἄρχων, ὥσπερ στρατηγός, καὶ ταχέως τῆς στρατηγίας καὶ τῆς ἀρχῆς παραλυόμενος· βασιλεὺς δὲ ὁ κατὰ τοὺς νόμους ἄρχων τῶν ἀρχομένων τύραννος δὲ ὁ ἀλόγῳ ἐξουσίᾳ αὐτονόμως χρώμενος καὶ ἐπιπηδῶν τῇ βασιλείᾳ καὶ τοὺς νόμους ἐκποδὼν ποιούμενος. κιβωτὸς καὶ κίστη διαφέρει. |
| kappa 82 | κιβωτὸς μὲν γάρ ἐστιν ἡ ἐκ σανίδων, κίστη δὲ ἡ πλεκτή. κίνησις περιφορᾶς διαφέρει. |
| kappa 83 | κίνησις μὲν γάρ ἐστι 〈κυρίως ἡ ἐκ τόπου εἰς τόπον μετάβασις, περιφορὰ δὲ ἡ περὶ τὸν αὐτὸν τόπον στροφή. κίθαρις καὶ κιθάρα διαφέρει. |
| kappa 84 | κίθαρις μὲν γάρ ἐστιν〉 ἡ λύρα καὶ οἱ χρώμενοι κιθαρισταί, οὓς ἡμεῖς λυρῳδούς φαμεν, κιθάρα δ’ ᾗ χρῆται ὁ κιθαρῳδός. κομιδῇ καὶ κομιδὴ διαφέρει. |
| kappa 85 | κομιδῇ μὲν γάρ ἐστι περισπωμένως ἐπίρρημα, σημαίνει δὲ τὸ παντελῶς· ὀξυτόνως δὲ ὄν〈ομά ἐστιν〉. κρίνειν τοῦ διακρίνειν διαφέρει. |
| kappa 86 | κρίνειν μὲν γάρ ἐστι τὸ κυρίως δοκιμάζειν, διακρίνειν δὲ τὸ πράγματα διϊστᾶν καὶ χωρίζειν. ἀρχὴ τοῦ λ λῆμα καὶ λῆμμα καὶ λεῖμμα διαφέρει. |
| lambda 87 | δι’ ἑνὸς μ λῆμά ἐστιν ἡ ἀνδρεία, λῆμμα δὲ διὰ δύο μμ τὸ λαμβανόμενον κέρδος, ἡ προφητεία καὶ τὸ πεπληρωμένον, λεῖμμα δὲ τὸ διὰ διφθόγγου 〈τὸ λειπόμενον〉. λύμη καὶ λήμη καὶ λοιμικὴ διαφέρει. |
| lambda 88 [5] | ἡ μὲν γὰρ λύμη φθορά τίς ἐστιν ἐπὶ ψυχῆς διαβαίνουσα. ἡ δὲ ἑτέρα λήμη ἡ διὰ τοῦ η λευκόν τί ἐστιν ἔνυγρον, ὃ καλεῖται τζίμβλα, κατὰ τὸν ὀφθαλμὸν συνιστάμενον· γίνεται δὲ παρὰ τὸ λάω τὸ βλέπω καὶ τοῦ μὴ ἀπαγορευτικοῦ· καὶ γὰρ κωλύει τὸ λάειν, ἤγουν βλέπειν. ἡ δὲ λοιμικὴ νόσος τίς ἐστι φθαρτικὴ σώματος. λοιδορία ὕβρεως διαφέρει. |
| lambda 89 | ἡ μὲν γὰρ γλώσσης ἐστὶ μόνον ἀτιμία, ἡ δὲ ὕβρις καὶ τὴν διὰ τῶν ἔργων ἐπ’ αἰσχύνῃ τῶν ὑβριζομένων ἐπίνοιαν ἔχει. 〈λ〉έχος καὶ εὐνὴ διαφέρει. |
| lambda 90 | λέχος μὲν γάρ ἐστιν ἡ κλίνη, εὐνὴ δὲ ἡ ἐπὶ ταύτης 〈στρωμνή〉. λεία καὶ λήϊα διαφέρει. |
| lambda 91 | λεία μὲν διὰ τῆς ει διφθόγγου σημαίνει τὴν ἀπελασίαν τῶν τετραπόδων· λήϊα δὲ τὰ σιτοφόρα πεδία. λογογράφος λογοποιοῦ διαφέρει. |
| lambda 92 | λογογράφος μὲν γάρ ἐστιν ὁ τοὺς δικανικοὺς λόγους γράφων, λογοποιὸς δὲ ὁ λόγους τινὰς καὶ μύθους συντιθείς. ἀρχὴ τοῦ μ μάρτυς ἐλέγχου διαφέρει. |
| mu 93 | μάρτυς μὲν λέγεται ἐπ’ ἀγαθῷ, ἔλεγχος 〈δὲ〉 ἐπὶ φαύλων. μειράκιον καὶ μεῖραξ διαφέρει. |
| mu 94 | μειράκιον μὲν λέγεται ὁ ἄρσην, μεῖραξ δὲ ἡ θήλεια. μάχη καὶ πόλεμος διαφέρει. |
| mu 95 | μάχη μὲν γάρ ἐστιν ἡ ἐν τοῖς πολέμοις ἐνέργεια, πόλεμος δὲ ὁ χρόνος καὶ ἡ πρὸς τὴν μάχην παρασκευή. μνήμη καὶ μνεία διαφέρει. |
| mu 96 | εἴ τι μὲν γάρ ἐστι μνήμη, τοῦτο οὐ πάντως καὶ μνεία· εἴ τι δὲ μνεία, τοῦτο καὶ μνήμη. ἔστι δὲ μνήμη γενικὴ τύπωσις ψυχῆς, μνεία δὲ λόγος κατὰ ἀνανέωσιν λεγόμενος· μνήμη δὲ τῷ μνημονικῷ ἀεὶ συνοῦσα, μνεία δὲ προγεγονότων τινῶν ὑπόμνησις. μῦθος καὶ ἱστορία διαφέρει. |
| mu 97 | ἱστορία μὲν γὰρ ἡ προγεγονότα πράγματα περιέχουσα, ὁ δὲ μῦθος πεπλασμένα καὶ ψευδῆ. μορφὴ καὶ σχῆμα διαφέρει. |
| mu 98 | μορφὴ μὲν λέγεται ἐπὶ τῶν ἐμψύχων, σχῆμα δὲ ἐπὶ ἀψύχων. καὶ σχῆμα μέν ἐστιν ἡ παντὸς ὄγκου ἀποπεράτωσις, μορφὴ δὲ ἡ τοῦ ζῴου ὅλου ἀποπεράτωσις. μώλωψ στίγματος διαφέρει. |
| mu 99 | μώλωψ μὲν ἡ ἐκ πολέμου γινομένη 〈πληγή〉, στίγμα δὲ ἡ ἀπὸ δαρμοῦ. ἀρχὴ τοῦ ν νεαρὸν καὶ πρόσφατον καὶ νεαλὲς διαφέρει. |
| nu 100 | νεαρὸν μὲν γάρ ἐστι τὸ νεωστὶ γεμισθὲν ὕδωρ, πρόσφατον δὲ τὸ κρέας, νεαλὲς δὲ τὸ νεωστὶ ἑαλωκός, οἷον ἰχθύς· δύναται δὲ καὶ τὸ νεωστὶ ἁλὶ πεπασμένον. νῆες πλοίων διαφέρει. |
| nu 101 | τὰ μὲν γὰρ πλοῖά εἰσι στρογγύλα, αἱ δὲ νῆες κωπήρεις καὶ στρατιώτιδες, ὥς φησιν Ἀριστοτέλης (fr. 614 Rose)· ‘ναυσὶ μὲν ιεʹ, πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς στρατιωτ〈ικ〉οῖσ‘. νῦν καὶ νυνὶ διαφέρει. |
| nu 102 | τὸ μὲν γὰρ νῦν χρονικόν ἐστιν ἐπίρρημα, τάσσεται δὲ ἐπὶ τῶν τριῶν χρόνων, ἐνεστῶτος, παρῳχημένου καὶ μέλλοντος, οἷον· «νῦν ὁ ἀγὼν διῆλθε· νῦν ὁ γάμος γίνεται· νῦν εἰρήνη γενήσεται». τὸ δὲ νυνὶ ἐπὶ μόνου τοῦ ἐνεστῶτος. ἀρχὴ τοῦ ξ ξόανον, βρέτας καὶ ἄγαλμα διαφέρει. |
| xi 103 | ξόανον μὲν γάρ ἐστι τὸ ἐξεσμένον λίθινον ἢ ἐλεφάντινον, β〈ρ〉έτας δὲ τὸ βροτοῖς ὅμοιον ἤτοι χαλκοῦν ἢ ἐμφεροῦς ὕλης πεποιημένον, ἄγαλμα δὲ τὸ ἔκ τινος λίθου κατεσκευασμένον. ἀρχὴ τοῦ ο ὀλίγον τοῦ μικροῦ διαφέρει. |
| omicron 104 | τὸ μὲν γὰρ ὀλίγον ἐπὶ ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ τοῦ μεγέθους. ὄρθρος τοῦ πρωῒ διαφέρει. |
| omicron 105 | ὄρθρος μὲν γάρ ἐστιν ἡ πρὸ ἀνατολῆς ὥρα, πρωῒ δὲ ἡ μετὰ τὴν ἀνατολήν. ὄχθοι καὶ ὄχθαι διαφέρει. |
| omicron 106 | ὄχθοι μὲν γάρ εἰσι γῆς ἐπάρματα, ὄχθαι δὲ ποταμοῦ χείλη. ὅδε καὶ ὁδὶ διαφέρει. |
| omicron 107 | ὅδε μὲν γὰρ ἀναφορικῶς καὶ δεικτικῶς, 〈ὁ〉δὶ δὲ δεικτικῶς μόνον κατ’ ἐπέκτασιν. οἰκεῖοι καὶ οἰκῆες διαφέρει. |
| omicron 108 | οἰκεῖοι μὲν γὰρ οἱ κατ’ ἐπιγαμίαν προσήκοντες, οἰκῆες δὲ πάντες οἱ ἐν τῇ οἰκίᾳ τυγχάνοντες τῇ αὐτῇ, εἴτε οἰκέται εἴτε ἐλεύθεροι. οἶμος οἴμης διαφέρει. |
| omicron 109 | οἶμος μὲν γάρ ἐστιν ἀρσενικῶς ἡ ὁδός, οἴμη δὲ ἡ ᾠδή. οἶκτος καὶ οἰκτισμὸς διαφέρει. |
| omicron 110 | οἶκτος μὲν γάρ ἐστιν ο〈ἰ〉κτιζομένου ἔλεος, οἰκτισμὸς δὲ ὁ λόγος τοῦ οἰκτείροντος. οἴκαδε καὶ εἰς οἶκον διαφέρει. |
| omicron 111 | οἴκαδε μὲν γάρ ἐστι τὸ εἰς τὴν οἰκίαν τὴν ἰδίαν βαδίζειν, εἰς οἶκον δὲ ἐφ’ ἕτερον. ὁμόδουλος συνδούλου διαφέρει. |
| omicron 112 | ὁμόδουλοι γάρ εἰσιν οἱ μετέχοντες ὁμοίας τύχης δουλικῆς, σύνδουλοι δὲ οἱ ἀλλήλοις δουλεύοντες. ὁρᾶν τοῦ ὑπερορᾶν διαφέρει. |
| omicron 113 | ὁρᾶν μὲν γάρ ἐστι τὸ θεωρεῖν, ὑπερορᾶν δὲ τὸ καταφρονεῖν. ὅτι τοῦ διότι διαφέρει. |
| omicron 114 | τὸ μὲν γὰρ ὅτι ὁτὲ μὲν αἰτίαν δηλοῖ, ὁτὲ δὲ βεβαίωσιν· τὸ δὲ διότι 〈αἰτίαν δηλοῖ〉. αὐτίκα γοῦν ὅτι μὲν ἐκλείπει ἡ σελήνη πά〈ντεσ〉 ἴσμεν, διότι δὲ οὐκέτι. οὔκουν καὶ οὐκοῦν διαφέρει. |
| omicron 115 | οὔκουν μὲν ἀποφατικῶς ἀντὶ τοῦ οὐδαμῶς, περισπωμένως δὲ συλλογιστικὸς σύνδεσμος καὶ σημαίνει ἀπόφα〈ν〉σιν. οὐδὲν διὰ τοῦ δ καὶ οὐθὲν διὰ τοῦ θ διαφέρει. |
| omicron 116 | οὐδὲν γὰρ τὸ ἐν τῷ καθόλου, ὥς φαμεν· «οὐδὲν ἐν κόσμῳ κενόν». 〈 〉 οὕνεκα τοῦ ἕνεκα διαφέρει χρήσει καὶ συντάξει, ὅτι ὁ μὲν οὕνεκα ποιητικός, ὁ δὲ ἕνεκα συνήθης. |
| omicron 118 | ὀψὲ καὶ ἑσπέρα διαφέρει. ὀψὲ μὲν 〈τ〉ὸ μετὰ πολὺ τῆς δύσεως καὶ καθόλου μετὰ πολὺν χρόνον· καὶ ὀψαρότης ὁ μετὰ πολὺ τοῦ καθήκοντος χρόνου ἀροτριῶν. ἑσπέρα δὲ 〈ἡ〉 μετὰ τὴν δύσιν τοῦ ἡλίου ὥρα. ἀρχὴ τοῦ π πονηρὸν καὶ πόνηρον διαφέρει. |
| pi 119 | πονηρὸν μὲν γάρ ἐστι τὸ κακόηθες, πόνηρον δὲ τὸ ἐπίπονον. πανοῦργος σημαίνει δύο· τὸν φρόνιμον καὶ νοήμονα ἐπὶ καλοῦ· σημαίνει δὲ καὶ τὸν κακοποιεῖν δυνάμενον διὰ τῆς ἑαυτοῦ σοφιστικῆς κακίας. |
| pi 120 | ἐτυμολογεῖται δὲ παρὰ 〈τὸ〉 εἰς πᾶν ἐνεργεῖν καὶ πράττειν. πρόβλημα προτάσεως καὶ παραβολὴ παραδείγματος διαφέρει. |
| pi 121 [5] | πρόβλημα μὲν γὰρ λέγεται ἡ ἑκατέρωθεν ἀμφισβητουμένη ζήτησις, πρότασις δὲ λέγεται ἡ ἐρώτησις. ἡ δὲ παραβολὴ ἀπὸ ἀψύχων καὶ ζῴων ἀλόγων λαμβάνεται, τὸ δὲ παράδειγμα ἀπὸ ἐμψύχων ἢ γεγονότων πραγμάτων. σημαίνει δὲ παραβολὴ καὶ αἴνιγμα 〈καὶ〉 τὸν σκοτεινὸν καὶ δυσκατάληπτον λόγον τὸν μετὰ πολλῆς ἀγχινοίας καὶ νήψεως νοεῖσθαι δυνάμενον. πρωτότοκος καὶ πρωτοτόκος διαφέρει. |
| pi 122 | πρωτότοκος μὲν λέγεται ὁ πρῶτος γεννηθείς, πρωτοτόκος δὲ ἡ 〈πρώτωσ〉 γεννήσασα. πάλτον καὶ πέλτη διαφέρει. |
| pi 123 | πάλτον μὲν γάρ ἐστι τὸ δόρυ, πέλτη δὲ ἡ ἀσπίς. πάσχειν καὶ συμπάσχειν διαφέρει. |
| pi 124 | ὁ μὲν γὰρ πάσχων ἀλγεῖ, ὁ δὲ συμπάσχων λυπεῖται μὲν ἐπὶ τῷ τοῦ πάσχοντος πάθει, οὐ μέντοι ἀλγεῖ καθάπερ ὁ πάσχων, οἷον· πυρέττει τις τῶν φίλων σφόδρα, συμπάσχομεν τούτῳ πυρέττοντι, οὐ μὴν καὶ πυρέττομεν. πεῖρα καὶ πήρα διαφέρει. |
| pi 125 | πεῖρα μὲν ἡ ἐπιστήμη καὶ ἐμπειρία· πήρα δὲ τὸ ἰατρικὸν ἐγχειρίδιον καὶ 〈τὸ〉 δερμάτι〈ν〉ον ἀρτοφόρον, ὃ ἐπὶ τῶν ὤμων φέρουσιν οἱ πένητες. πῆ καὶ ποῖ καὶ ποῦ διαφέρει. |
| pi 126 [5] | τὸ μὲν πῆ καὶ τὸ ποῖ εἰς τόπον, οἷον·. ‘πῆ—ἔφη—ἀπῆλθε Ἀνδρομάχη;‘ (cf. hom. il. vi 377) τὸ δὲ ποῦ ἐν τόπῳ, οἷον· ‘ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα;‘ (hom. il. x 406). ὥστε ἁμαρτάνουσιν οἱ λέγοντες «ποῦ ἀπέρχεται;» δέον «πῆ» φάναι. περιεκτικὸν περιληπτικοῦ διαφέρει. |
| pi 127 [5] | ὅτι ἐν τῷ περιληπτικῷ αὐτὸ τὸ περιέχον 〈καὶ〉 αὐτὸ τὸ περιεχόμενον καὶ τοῦ ἑνὸς διαλυομένου διαφορὰ γίνεται. τὸ δὲ περιεκτικὸν οὐχ οὕτως· εἰ γὰρ ἀφέλῃς τὰ περιεχόμενα, οὐκ 〈ἂν〉 ἀπώλετο τὸ περιεκτικόν, ἐπειδὴ τόπος, εἰ μή τις εἴπῃ, ἀλλ’ οὐκέτι ὁ τοιόσδε τόπος. πλούσιος εὐπόρου καὶ ἀφνειὸς ὀλβίου καὶ εὐτυχοῦς διαφέρει. |
| pi 128 [5] | πλούσιος μὲν γάρ ἐστιν ὁ πολλὴν ἔχων οὐσίαν· εὔπορος δὲ ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεής· ἀφνειὸς δὲ ὁ ἀπ’ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων—ἔνος γὰρ ὁ ἐνιαυτός—. ὄλβιος δὲ ὁ τελείαν τὴν εὐδαιμονίαν ἔχων, οἷον ὁλόβιος· εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύπως. πλῆθος καὶ ὄχλος διαφέρει. |
| pi 129 | πλῆθος μὲν γάρ ἐστι σύστημά τινων, ὄχλος δὲ κυρίως ἡ ὄχλησις. πολεμικὸς καὶ αἰχμητὴς διαφέρει. |
| pi 130 | πολεμικὸς μὲν ὁ ἔμπειρος πολέμων, αἰχμητὴς δὲ ὁ ἐμπείρως τοῖς ὅπλοις χρώμενος. πόλις καὶ ἄστυ διαφέρει. |
| pi 131 | πόλις μὲν τὸ οἰκοδόμημα, ἄστυ δὲ ἡ κατασκευὴ τῆς πόλεως. ποιεῖν τοῦ περιποιεῖν διαφέρει. |
| pi 132 | ποιεῖν μὲν γάρ ἐστι τὸ κατασκευάζειν τι, περιποιεῖν δὲ τὸ περικτᾶσθαι ἢ κοσμεῖν. πρεσβεύεσθαι καὶ πρεσβεύειν διαφέρει. |
| pi 133 | πρεσβεύεσθαι γὰρ τὸ πέμπειν 〈πρέσβεισ〉 οἱ Ἀττικοὶ λέγουσιν· πρεσβεύονται γὰρ οἱ τοὺς πρέσβεις χειροτονοῦντες, 〈πρεσβεύουσι δὲ οἱ χειροτονούμενοι〉. ἀρχὴ τοῦ ῥ ῥεῖθρον καὶ ῥεῦμα διαφέρει. |
| rho 134 | ῥεῖθρον μὲν γὰρ ὁ τόπος δι’ οὗ φέρεται τὸ ῥεῦμα, ῥεῦμα δὲ αὐτὸ τὸ ὕδωρ. 〈ῥ〉οιὰ σὺν τῷ ι τὸ δένδρον, ῥόα δὲ ὁ καρπός. |
| sigma t | ἀρχὴ τοῦ ς σταθῆναι καὶ στῆναι διαφέρει. |
| sigma 136 | σταθῆναι μὲν γάρ ἐστι τὸ ὑφ’ ἑτέρου, στῆναι δὲ τὸ κατ’ ἰδίαν ὁρμὴν καὶ προαίρεσιν, οἷον· ἐστάθη ὁ ἀνδριάς, ἐστάθη ὁ νοσῶν δι’ ἑτέρου, ἔστη δὲ ὁ ἄνθρωπος δι’ ἑαυτοῦ. σημεῖον καὶ τεκμήριον διαφέρει. |
| sigma 137 | 〈 〉 σορὸς καὶ σωρὸς διαφέρει. |
| sigma 138 | σορὸς μὲν ἡ τῶν λειψάνων, ἐν ᾧ καὶ τὸ σῶμα ῥεῖ ἤτοι καταρρεῖ. σωρὸς δὲ καὶ τοῦ σίτου ἤ τινος ἄλλου. σκῶμ〈μ〉α γελοίου καὶ εὐτραπέλου διαφέρει. |
| sigma 139 | σκῶμ〈μ〉α μὲν γάρ ἐστι τὸ ἐπὶ διασυρμῷ τοῦ πέλας λεγόμενον· γελοῖον δὲ τὸ ἐπὶ διαχύσει τῶν ἀκροατῶν· εὐτράπελον δὲ τὸ μετὰ σεμνότητος χαριέντως λεγόμενον. στρατόπεδον καὶ στρατὸς διαφέρει. |
| sigma 140 | στρατόπεδον ὁ τόπος ἐν ᾧ ἡ στρατεία, στρατὸς δὲ τὸ στρατιωτικὸν πλῆθος. συνεργὸς καὶ σύνεργος διαφέρει. |
| sigma 141 | συνεργὸς μὲν γὰρ λέγεται ὁ περί τι ἔργον ἀνεπιτήδειον συμπονῶν, σύνεργος δὲ ὁ περὶ αὐτὸ μετιὼν οἷον σύντεχνος. σύνθεσις καὶ σύνταξις διαφέρει. |
| sigma 142 | σύνθεσις μὲν γὰρ ὁ λόγος ὁ ἔμμετρος, 〈σύν〉ταξις δὲ ὁ λόγος ὁ πεζός. σύνθετον διπλοῦ διαφέρει. |
| sigma 143 | σύνθετον μὲν γὰρ τὸ ἐξ ἑτεροειδῶν συντιθέμενον, ὥσπερ τὸ ζ ἐκ τοῦ δ καὶ ς . διπλοῦν δὲ τὸ αὐτὸ εἰς αὐτὸ συναγόμενον. σὴς καὶ ἲψ καὶ θρὶψ διαφέρει. |
| sigma 144 | σὴς μὲν γάρ ἐστιν ὁ τὰ ἱμάτια ἐσθίων, ἲψ δὲ ὁ τὰ κέρατα καὶ τὰς ἀμπέλους βλάπτων, θρὶψ δὲ τὰ ξύλα. σῆμα τέρατος διαφέρει. |
| sigma 145 | σῆμα μὲν τὸ ἐπὶ γῆς γινόμενον, τέρας δὲ τὸ ἐν τῷ ἀέρι. σῶσον 〈τοῦ〉 ῥῦσαι διαφέρει. |
| sigma 146 | σῶσον νόσων καὶ πειρασμῶν, ῥῦσαι αἰχμαλωσίας καὶ τῶν δαιμόνων. 〈ἀρχὴ τοῦ τ〉 τάπητες καὶ ἀμφιτάπητες διαφέρει. |
| tau 147 | τάπητες μὲν γὰρ λέγονται οἱ ἐκ τοῦ ἑνὸς μέρους μαλλὸν ἔχοντες, ἀμφιτάπητες δὲ οἱ ἐξ ἀμφοτέρων. τέρας καὶ σῆμα διαφέρει. |
| tau 148 | τὸ μὲν γὰρ τέρας παρὰ φύσιν γίνεται, τὸ δὲ σῆμα παρὰ σύνηθες. τέχνη ἐπιτηδεύματος διαφέρει. |
| tau 149 | τέχνη μὲν γάρ ἐστιν ἡ ἄνευ λόγου μὴ δυναμένη εἶναι, οἷον γραμματική, ῥητορική· ἐπιτήδευμα δὲ 〈τὸ λόγου χηρεῦον〉, οἷον τεκτονική, χαλκευτικὴ καὶ τούτων παραπλήσιοι. τιτθὴ καὶ τροφὸς καὶ τιθηνὸς διαφέρει. |
| tau 150 | τιτθὴ μὲν ἡ μαστὸν παρέχουσα, τροφὸς 〈δὲ〉 καὶ τιθηνὸς ἡ τὴν ἄλλην ἐπιμέλειαν ποιουμένη τοῦ παιδὸς μετὰ τὸν ἀπογαλακτισμόν. τοὔνεκα καὶ οὕνεκα διαφέρει. |
| tau 151 | τὸ μὲν τοὔνεκά ἐστι τούτου ἕνεκα 〈 〉 〈τ〉ρίετες καὶ τριετές διαφέρει. |
| tau 152 | ἐὰν μὲν γὰρ βαρυτόνως, ἔσται ἐπὶ χρόνου· ἐὰν δὲ ὀξυτόνως τριετές, ἔσται ἐπὶ ἡλικίας, οἷον «τριετὲς τὸ παιδίον». τρόχοι βαρυτόνως καὶ τροχοὶ ὀξυτόνως διαφέρει. |
| tau 153 [5] | τρόχοι μὲν βαρυτόνως τοὺς δρόμους· Εὐριπίδης (fr. 105, 1 nauck 2) · ‘ὁρῶ μὲν ἀνδρῶν τόνδε γυμνάδα στόλον 〈στίχοντα θεωρὸν ἐκ τρόχων πεπαυμένον〉‘. τοὺς δὲ περιφερεῖς τροχοὺς ἡμῖν ὁμοίως λέγουσιν οἱ Ἀττικοὶ ὀξυτονοῦντες. ἀρχὴ τοῦ υ ὕμνος ἐγκωμίου διαφέρει. |
| upsilon 154 | ὕμνος μὲν ἐπὶ θεοῦ λέγεται, ἐγκώμιον δὲ ἐπὶ ἀνθρώπων. ὑπαντῆσαι καὶ ἀπαντῆσαι διαφέρει. |
| upsilon 155 | ὑπαντῆσαι μὲν γὰρ ἐπὶ ὁδῶν λέγεται, ἀπαντῆσαι δὲ τὸ περιτυχεῖν δίκῃ, οἷον «ἀπήντησε κατὰ δίκην», ἀντὶ τοῦ περιέτυχεν. ὑπόσχεσις καὶ ἐπαγγελία διαφέρει. |
| upsilon 156 | ὑπισχνεῖται γάρ τις διδόναι μέλλων· ἐπαγγέλλεται δὲ ὁ δίχα παρακλήσεως παρέχειν τι βουλόμενος. ὕπα〈ι〉θρος καὶ ὑπαίθρ〈ι〉ος διαφέρει. |
| upsilon 157 | ὕπα〈ι〉θρος μὲν γὰρ ὁ ὑπὸ τὸν ἀέρα διάγων, οἷον ἄοικος· ὑπαίθρ〈ι〉ος δὲ ὁ ἀπόσκεπος οἷκος. ὑπερῴα καὶ ὑπερῷον καὶ ὑπέρροον διαφέρει. |
| upsilon 158 | ὑπερῴα μὲν οὖν ἐστιν ὁ οὐρανίσκος, θηλυκῶς· ὑπερῷον δὲ τὸ ἀνώγαιον, παρὰ τὸ ἄνω ὁρᾶσθαι· ὑπέρροον δὲ τὸ ἄνωθεν ῥέον ὕδωρ. ὕπαρ ὀνείρατος διαφέρει. |
| upsilon 159 | ὕπαρ μέν ἐστιν ἡ ἐναργὴς ὄψις, ὄνειρον δὲ ἡ ἐν τῷ καθεύδειν φαντασία. ὑπερορᾷ 〈καὶ〉 παραβλέπει διαφέρει. |
| upsilon 160 | 〈 〉 ἀρχὴ τοῦ φ φάκελλος καὶ σφάκελος διαφέρει. |
| phi 161 (2) | φάκελλος μέν ἐστι φόρτος ξύλων, σφάκελος δὲ ὁ κατὰ φλεγμονὴν σπασμός. 〈φ〉αρμακία γοητείας διαφέρει. |
| phi 162 | φαρμακία μὲν γάρ ἐστι κυρίως ἡ βλάβη 〈ἡ διὰ δηλητηρίου γινομένη〉, γοητεία δὲ ἐπίκλησις δαιμόνων. φιλεῖν καὶ κυνεῖν διαφέρει. |
| phi 163 | φιλεῖν μέν ἐστι τὸ ἀγαπᾶν καὶ ξενίζειν, κυνεῖν δὲ τὸ τοῖς χείλεσιν ἀσπάζεσθαι. φάρμακον καὶ δηλητήριον διαφέρει. |
| phi 164 | ὅτι τὸ μὲν φάρμακον ἐπὶ ζωῆς, τὸ δὲ δηλητήριον ἐπὶ θανασίμου. φράσον καὶ φράσαι διαφέρει. |
| phi 165 | φράσον μὲν τὸ εἰπέ, φράσαι δὲ ἀντὶ τοῦ διανοήθητι. φρονεῖν καὶ καταφρονεῖν διαφέρει. |
| phi 166 | φρονεῖν μὲν τὸ λογίζεσθαι καὶ τὸ ἐνθυμεῖσθαι, καταφρονεῖν δὲ τὸ ὑπερορᾶν. φύλλον καὶ φῦλον διαφέρει. |
| phi 167 | φύλλον μὲν τὸ τοῦ δένδρου, φῦλον δὲ τὸ γένος. ἀρχὴ τοῦ χ χαρά, εὐφροσύνη, τέρψις, εὐθυμία, ἡδονὴ καὶ ἀπόλαυσις διαφέρει. |
| chi 168 [5] | χαρὰ μέν ἐστι ψυχῆς πρόσφατος ἔπαρσις καὶ διάχυσις, εὐφροσύνη 〈δὲ〉 πόθος χρόνιος μετὰ σωφροσύνης γινόμενος, τέρψις δὲ οἱονεὶ ψυχαγωγία ἀπὸ ἀηδοῦς τινος ἐπὶ τὸ κρεῖττον, εὐθυμία δὲ ψυχῆς βραχεῖα χαρά, ἡδονὴ δὲ ψυχῆς ἀρέσκεια, ἀπόλαυσις δὲ ἕξις κοινὸν ἐπὶ πάσης μεταλήψεως τασσομένη ἀγαθῆς τε καὶ φαύλης. χλαῖνα καὶ χλανὶς καὶ χλαμὺς καὶ χιτὼν διαφέρει. |
| chi 169 | χλαῖνα μὲν γὰρ λέγεται τὸ παχὺ καὶ χειμερινὸν ἱμάτιον, χλανὶς δὲ τὸ ἁπαλὸν καὶ λεπτόν, χλαμὺς δὲ τὸ παρ’ ἡμῖν λεγόμενον κυκλομάνδιον, χιτὼν δὲ τὸ μέγα καὶ διῆκον. ἀρχὴ τοῦ ψ ψιλοκάρσης ψιλοκόρσου διαφέρει. |
| psi 170 | ψιλοκάρσης μὲν γάρ ἐστιν ὁ φαλακρός, ψιλοκόρσης δὲ ὁ σπανός. ἀρχὴ τοῦ ω ὠνήσασθαι τοῦ ἀγοράσαι διαφέρει. |
| omega 171 [3t] | ὤνησις μὲν γάρ ἐστι τὸ πρίασθαί τι τῶν πωλουμένων, ἀγοράσαι δὲ τὸ ἐν ἀγορᾷ διατρῖψαι. τέλος |