eul_wid: lvi-af

Commentary
Ὑπόμνημα

Commentary on Dionysius Thrax Commentary PDF

The Commentary on Dionysius Thrax is a prose exegesis of the Art of Grammar by Dionysius Thrax, the foundational 2nd-century BCE Greek grammatical textbook. The work consists of 58 passages, likely structured as excerpts or lemmata from Dionysius's original text followed by detailed explanatory notes. The attribution of the work to an author named "Commentary" is unusual and probably stems from a cataloging error in which the genre designation was misinterpreted as an authorial name. The commentary performs the core functions of the ancient grammatical tradition, providing exegesis of the technical definitions for parts of speech and other grammatical categories established by Dionysius, offering linguistic analysis concerning correct usage and syntax, and furnishing pedagogical clarification aimed at making the original textbook more accessible for students. The specific transmission history of the work is not fully detailed; the survival of 58 discrete passages suggests it may be preserved in a fragmentary state or embedded within a larger compilation, such as a collection of scholia. As part of the extensive commentary tradition that grew up around the work of Dionysius Thrax, this text contributed to the perpetuation and standardization of grammatical teaching in antiquity. Such commentaries were instrumental in mediating the Dionysian system to later Latin grammarians, thereby helping to shape the foundational framework of Western grammatical study for centuries.

1 COMMENTARIUS MELAMPODIS SEU DIOMEDIS. Μελάμποδος γραμματικοῦ ἑρμηνεία τῆς τέχνης Διονυσίου τοῦ Θρᾳκό ς. § 1. Γραμματική ἐστιν ἐμπειρί α.] Πρότερον δεῖ ἡμᾶς γνῶναι, τί ἐστι πεῖρα, εἶθ’ οὕτως, τί ἐστιν ἐμπειρία. Πεῖρα τοίνυν ἐστὶ κυρίως ἡ ἅπαξ τινὸς πράγματος δοκιμασία ἄλογος, ἐμπειρία δὲ ἡ πολλάκις τοῦ αὐτοῦ πράγματος δοκιμασία ἄλογος· διὸ καὶ τοὺς ἰατροὺς τοὺς εἰδότας μὲν ἐκ τῆς συνεχοῦς τριβῆς περιοδεύειν καὶ τὰς θεραπείας τοῖς πάσχουσι προσάγειν, μὴ δυναμένους δὲ λόγον ἀποδοῦναι τῆς περιοδείας, ἐμπειρικούς φαμεν.
11 Τί οὖν; ἡ γραμματικὴ ἄλογός ἐστιν ἢ οὔ; Οὔ, ἀλλ’ ἐνταῦθα καταχρηστικῶς εἶπεν ἀντὶ τοῦ γνῶσις. Τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι ν.] Ποιηταὶ μὲν λέγονται οἱ τὰ ἔμμετρα γράψαντες, συγγραφεῖς δὲ κυρίως μὲν οἱ τὰ ἐφ’ ἑαυτῶν γενόμενα συγγραψάμενοι, τουτέστι τὰ ἐπὶ τῶν αὐτῶν χρόνων, καταχρηστικῶς δὲ καὶ πάντες οἱ πεζῇ φράσει κεχρημένοι, τουτέστιν οἱ τὰ ἄμετρα γράψαντες. Ὡς ἐπὶ τὸ πολὺ λεγομένω ν·] τουτέστιν ὡς ἐπὶ τὸ πλεῖστον εὑρισκομένων. Ἕως ἐνταῦθά ἐστιν ὁ ὅρος τῆς γραμματικῆς. Εἴπωμεν οὖν αὐτόν· «γνῶσις τῶν παρὰ 〈τοῖσ〉 τὰ ἔμμετρα καὶ ἄμετρα γράψασιν ὡς ἐπὶ τὸ πλεῖστον εὑρισκομένων». Διὰ τί δὲ εἶπεν «ὡς ἐπὶ τὸ πλεῖστον»; Ἐπειδή τινες λέξεις ἅπαξ που ἢ δὶς εἰρημέναι εἰσίν, ἃς οὐ πᾶσα ἀνάγκη εἰδέναι τὸν γραμματικόν, οἷον οἱ γρῖφοι. Τί δέ εἰσιν οἱ γρῖφοι; Τὰ ζητήματα τὰ δεινά· ἢ ὡς ἔν τισιν εὑρίσκομεν τὸ δέρμα τοῦ ἀρνὸς κληθὲν σκέπαρνον 〈Artemid. 4, 24〉, ᾗ ἐκ πρώτης ἀκοῆς νομίσει〈εν〉 ἄν τις εἰρηκέναι τὸ τεκτονικὸν ἐργαλεῖον· πάλιν ἔν τισι γρίφοις τὸ δόρυ εὑρίσκομεν λεχθὲν βαλάντιον 〈Dionys. tyr. fr. 12 N 2 p. 796〉, τῆς συνηθείας ἡμᾶς εἰς ἄλλο φερούσης· ὁ δὲ διὰ τὸ βαλεῖν ἀντίον οὕτως αὐτὸ ἐκάλεσε· καὶ τὸν Τηλέμαχον Μακροπτόλεμον ἐν τοῖς στίχοις τούτοις 〈Theocr. Syr: Anthol. XV 21, 1 sq.〉 Οὔτινος εὐνάτειρα Μακροπτολέμοιό τε μάτηρ μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα, καὶ τὰ ἑξῆς· ἢ ὡς ἐν τῷ βωμῷ τοῦ Δοσιάδου 〈Anthol. XV 26, 1〉 ἡ γυνὴ εἴρηται στήτη, ἐπειδή τινες τὸ παρ’ Ὁμήρῳ 〈A 6〉 διαστήτην ἐρίσαντε οὕτως ἐξηγήσαντο, διά τινα γυναῖκα. Σύριγξ δὲ καὶ βωμὸς ποιήματά τινά ἐστιν ἐμμέτρῳ τῷ σχήματι καὶ τῇ διατυπώσει τὴν ἐπωνυμίαν ἔχοντα.
12 Τὰ οὖν τοιαῦτα ζητήματα εἰ μὲν ἐπίσταται ὁ γραμματικός, ἐπαινετέος ἐστίν, εἰ δὲ μή γε, οὐκ ἔστι μέμψεως ἄξιος. Μέρη δὲ αὐτῆς ἐστιν ἕ ξ.] Τὸ πάλαι μέρη τῆς γραμματικῆς ἦν τέσσαρα· καὶ εἰσὶ ταῦτα· διορθωτικόν, ἀναγνωστικόν, ἐξηγητικὸν καὶ κριτικόν. Καὶ τέσσαρες τὸ πάλαι παρεδίδοσαν τοῖς νέοις ἔχειν τὴν γραμματικήν· πρὸ μὲν γὰρ τοῦ ἄρξασθαι τὸν νέον ἀναγινώσκειν, ὁ διορθωτὴς λαμβάνων τὸ βιβλίον διωρθοῦτο αὐτό, ἵνα μὴ ἐπταισμένον αὐτὸ ἀναγνοὺς ὁ νέος εἰς κακὴν ἕξιν ἐμπέσῃ· μετὰ δὲ ταῦτα λαβὼν ὁ νέος τὸ βιβλίον διορθωθέν, ἀπῄει πρὸς τὸν ἀναγνωστικὸν τὸν ὀφείλοντα αὐτὸν διδάσκειν ἀναγινώσκειν κατὰ τὴν διόρθωσιν τοῦ διορθωτοῦ· τρίτον ἀπῄει πρὸς τὸν ἐξηγητικὸν τὸν ὀφείλοντα παραδιδόναι αὐτῷ τὴν ἐγκειμένην ἑρμηνείαν· τέταρτον ἀπῄει πρὸς τὸν κριτικόν, ὃς δοκεῖ μὲν μηδὲν συνεισάγειν τῷ νέῳ, τῶν προλαβόντων δ’ ἦν ὑπέρτερος. Ἀνάγκην γὰρ εἶχεν ὁ κριτικὸς εἰδέναι τὰ τοῦ διορθωτικοῦ καὶ τοῦ ἀναγνωστικοῦ καὶ τοῦ ἐξηγητικοῦ, οὐκ ἐκεῖνοι δὲ τὰ τοῦ κριτικοῦ· ὥσπερ γὰρ ὁ πολιτικὸς κριτής, ὅ πέρ ἐστι δικαστής, οὐ γίνεται, εἰ μὴ πρῶτον ἀναγνῷ νόμους, ἔπειτα συνηγορήσῃ ἐπὶ πλείονα χρόνον, οὕτω καὶ ἐν τῇ γραμματικῇ ὁ κριτικός, εἰ μὴ τὰ τῶν προειρημένων ἀκριβῶς ἠπίστατο, οὐκ ἠδύνατο εἶναι κριτής. Οὗτος οὖν ὁ κριτικὸς τὴν τῶν ποιημάτων 〈ἢ〉 καλῶς ἢ φαύλως, ἢ ἐν δέοντι ἢ ἐν μὴ δέοντι, ἢ εὐκαίρως ἢ ἀκαίρως λεχθεῖσαν ἔννοιαν παρεδίδου τῷ νέῳ, καὶ τὴν τούτων αἰτίαν ἐδίδασκεν· ὥσπερ παρὰ τῷ ποιητῇ τὸν στίχον τοῦτον δεῖ ὀβελίζειν, τουτέστιν ἐκβάλλειν καὶ ἀποδοκιμάζειν, ὡς μὴ ὄντα ἄξιον τοῦ ποιητοῦ 〈Α 139〉 ἄξω ἑλώ ν · ὁ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμα ι· πρόκειται γοῦν 〈Α 137〉 ἐγὼ δέ κεν αὐτὸς ἕλωμα ι· καὶ ὅτι εὔηθες τὸ προσκείμενον «ὁ δέ κεν κεχολώσεται»· πῶς γὰρ οὐκ ἔμελλε χολοῦσθαι; Πάλιν ἀλλαχοῦ 〈Α 474〉 μέλποντες ἑκάεργο ν· δεῖ τὸν στίχον τοῦτον ὀβελίζειν· μένοντος γὰρ αὐτοῦ γίνεται ἄκυρος δισσολογία· προείρηται γὰρ 〈Α 472〉 οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντ ο. Καὶ πολλαχοῦ δεῖ τοὺς στίχους ὀβελίζειν· 〈Γ 424〉 τῇ δ ’ ἄρα δίφρον ἑλοῦσα φιλομ〈μ〉ειδὴς Ἀφροδίτη καὶ τὰ ἑξῆς· οὐκ ἂν γὰρ ὁ ποιητὴς τὴν θεὸν εἰσήγαγεν ὑπηρετοῦσαν τῇ γυναικί, καὶ τοιαύτην εὐτελῆ ὑπηρεσίαν, εἰ μὴ ἄρα εἴποι τις, ὅτι τῇ μορφῇ τῆς γραὸς τὰ προσήκοντα ἐπετήδευε. Πάλιν ἀλλαχοῦ 〈Α 176〉 ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήω ν· τὸν ἑξῆς δεῖ ἔξωθεν ἀστερίσκῳ σημειώσασθαι, ὡς ἐνταῦθα μὲν οὐκ ὀρθῶς κειμένου τοῦ στίχου, ἀλλαχοῦ δὲ ἐπιτηδείως· οὐκ ἂν γὰρ ὁ Ἀγαμέμνων στρατηγὸν διὰ τοῦτο ἐβδελύττετο ὡς φιλοῦντα τοὺς πολέμους· τί γὰρ τούτου ἐπιτηδειότερον ἔργον τῷ στρατηγῷ ἢ πόλεμος; Τὰ γοῦν τοιαῦτα ὁ κριτικός, ὡς προείρηται, παρεδίδου τῷ νέῳ.
13 Εἰ οὖν τὸ πάλαι τέσσαρα μέρη ἦν τῆς γραμματικῆς, πῶς νῦν ἓξ αὐτά φησιν ὁ Διονύσιος; Τὸ ἓν ἐξ αὐτῶν ἐτμήθη εἰς τρία, καὶ τὰ ἄλλα τρία γεγόνασιν ἕξ. Καὶ ποῖον ἐτμήθη; Τὸ διορθωτικόν. Εἰς ποῖα ἐτμήθη; Εἰς τὸ νῦν τρίτον, τέταρτον, πέμπτον. Πρῶτον ἀνάγνωσις ἐντριβὴς κατὰ προσῳδία ν.] Ἀμελήσαντες τοῦ διορθοῦσθαι τὰ βιβλία ἐξ ἀρχῆς, ἐπὶ τὴν ἀνάγνωσιν τρέπονται· διό φησι πρῶτον εἶναι μέρος τῆς γραμματικῆς τὴν ἀνάγνωσιν. «Ἐντριβής» ἤτοι συνήθης καὶ τετριμμένη, ὡς ἐπὶ ὁδοῦ δημοσίας, καὶ δεδοκιμασμένη. «Κατὰ προσῳδίαν», κατὰ τέχνην, τουτέστι κατὰ τόνους, κατὰ χρόνους, κατὰ πνεύματα, κατὰ πάθη. Ἔστιν οὖν ἀνάγνωσις ἡ συντετριμμένη καὶ συνήθης καὶ δεδοκιμασμένη προφορὰ τῶν ἀναγινωσκομένων κατὰ τέχνην· ἡ γὰρ παρὰ τέχνην οὐκ ἀνάγνωσις, ἀλλ’ ἀγνωσία. Δεύτερον ἐξήγησις κατὰ τοὺς ἐνυπάρχοντας ποιητικοὺς τρόπου ς.] «Ἐνυπάρχοντας» τοὺς ὄντας καὶ ἐγκειμένους. «Ποιητικούς» τοὺς μάλιστα ποιηταῖς ἁρμόζοντας. «Τρόπους» τοὺς τρέποντας ἡμᾶς ἀπὸ τοῦ προσδοκωμένου εἰς ἀπροσδόκητον. Οἷον τί; Ὡς τὸ 〈ι 481〉 κορυφὴ ὄρεος μεγάλοι ο· ὁ γὰρ ἀκούσας τὸ κορυφή ὑπονοεῖ περί τινος ἐμψύχου εἰρῆσθαι· ὁ δὲ ἐπιφέρει ὄρεος καὶ ἔτρεψε τὸν ἀκούσαντα, ὡς προείρηται, ἀπὸ τοῦ προσδοκωμένου εἰς ἀπροσδόκητον, ἀπὸ ἐμψύχου εἰς ἄψυχον· ὁμοίως καὶ τὸ 〈Υ 59〉 πάντες δ ’ ἐσσείοντο πόδες πολυπίδακος Ἴδη ς· λεχθὲν γὰρ τὸ πόδες ἔννοιαν παρέσχε τῷ ἀκούσαντι ἐμψύχου ἐπιφορᾶς, ὁ δὲ τὴν Ἴδην τὸ ὄρος ἐπιφέρει. Καὶ καλεῖται οὗτος ὁ τρόπος μεταφορά· μεταφέρει γὰρ τὰ τῶν ἐμψύχων ἐπὶ τὰ ἄψυχα. Ἀνακεφαλαιωσώμεθα οὖν, τί ἐστι τὸ δεύτερον. μέρος τῆς γραμματικῆς· τὸ ἐξηγεῖσθαι κατὰ τοὺς ὄντας καὶ ἐγκειμένους τρόπους τοὺς μάλιστα ποιηταῖς ἁρμόζοντας.
14 Διὰ τί δὲ εἴπομεν «μάλιστα»; Ἐπειδὴ ἑνί που ἢ δύο ἐξ αὐτῶν, φημὶ δὲ τῶν τρόπων, κέχρηνται οἱ ῥήτορες. Ποίῳ; Ὡς τῇ εἰρωνείᾳ. Τί δέ ἐστιν εἰρωνεία; Ὅταν ἐπιγελῶν τις ἀντὶ τοῦ δεῖξαι φανερῶς ὅτι ψέγει αὐτόν, δοκῇ τοῖς λόγοις ἐπαινεῖν, ὥσπερ καὶ ἐν τῇ συνηθείᾳ φαμὲν πολλάκις πρὸς ἐχθρόν «καλὲ ἄνθρωπε, παῦσαι»· ὥσπερ καὶ ὁ ποιητὴς 〈N 374 seqq.〉 εἰσάγει τὸν Ὀθρυονέα μετὰ τὸ φονευθῆναι καταγελώμενον ὑπὸ τοῦ Ἰδομενέως. Ταύτῃ οὖν τῇ εἰρωνείᾳ κέχρηνται οἱ ῥήτορες· ἄλλοις δὲ τρόποις οὐκ ἐφικτὸν αὐτοῖς κεχρῆσθαι, εἰ μὴ ἄρα προστάξωσι «κατὰ τὴν ποίησιν, κάθ’ Ὅμηρον». Εἰσὶ δὲ τρόποι πολλοί· καὶ οἱ μέν φασιν αὐτοὺς εἶναι ιηʹ, οἱ δὲ κδʹ, οἱ δὲ κηʹ, οἱ δὲ λβʹ. Οἱ αὐτοὶ δέ εἰσιν· οἱ γὰρ δυσχερέστεροι αὐτῶν τέμνονται εἰς πλείονας, ὥσπερ τὸ διορθωτικὸν ἐτμήθη εἰς τρία. Τρίτον γλωσσῶν τε καὶ ἱστοριῶν πρόχειρος ἀπόδοσι ς.] «Γλωσσῶν» τῶν γλωσσηματικῶν λέξεων ἢ τῶν διαλέκτων. Διάλεκτοι δέ εἰσι πέντε, Ἀτθίς, Δωρίς, Αἰολίς, Ἰὰς καὶ κοινή· καὶ Ἀτθὶς ἡ τῶν Ἀθηναίων, Δωρὶς ἡ τῶν Δωριέων, Αἰολὶς ἡ τῶν Αἰολέων, Ἰὰς ἡ τῶν Ἰώνων, κοινὴ ᾗ πάντες χρῶνται. Γλωσσηματικαὶ δὲ λέξεις εἰσὶν αἱ ἐπιχωριάζουσαι, τουτέστιν αἱ καθ’ ἑκάστην χώραν ἢ καὶ πόλιν ἴδιαί τινες λέξεις. «Ἱστοριῶν» δὲ τῶν διηγημάτων· «πρόχειρος» ἕτοιμος· «ἀπόδοσις» ἀπόκρισις. Τὸ τρίτον οὖν μέρος τῆς γραμματικῆς ἐστι τῶν γλωσσηματικῶν λέξεων καὶ τῶν διηγημάτων ἡ ἕτοιμος ἀπόκρισις. Ἰδοὺ τοῦτο τὸ ἓν μέρος ἐστὶ τοῦ διορθωτικοῦ. Τέταρτον ἐτυμολογίας εὕρεσι ς.] Ἐτυμολογία ἐστὶν ἡ ἀνάπτυξις τῶν λέξεων, δι’ ἧς τὸ ἀληθὲς σαφηνίζεται· ἔτυμον γὰρ λέγεται τὸ ἀληθές, τῆς τυ συλλαβῆς διὰ τοῦ υ μόνου γραφομένης καὶ οὐ διὰ τῆς οι διφθόγγου. Ἐτυμολογία οὖν, ὡς ἄν τις εἴποι ἀληθολογία· οὐ γὰρ ὡς ἔτυχεν ἐξ ἀρχῆς αἱ Ἑλληνικαὶ λέξεις ἐπετέθησαν ἑκάστῳ πράγματι, ἀλλὰ διὰ τὸ τὸν νοῦν ἀναπτύσσοντας ἐξευρίσκειν, χάριν τίνος τόδε τι τοιῶσδε λέγεται· ὡς εἴ τις ἔροιτό με, βλέφαρον διὰ τί εἴρηται, τρέψας τὸ φ εἰς π καὶ διαστείλας τὴν λέξιν εὗρον, ὅτι διὰ τοῦτο λέγεται βλέφαρον, διότι αἰρομένου αὐτοῦ ἐπὶ τὰ ἄνω βλέπομεν, οἱονεὶ βλεπέαρον, ἆρον καὶ βλέπε· ἢ μηδὲ τρέψας τι, διαστείλας δὲ μόνον τὴν λέξιν, εὗρον ὅτι ὡσανεὶ φᾶρος, ὅπερ περιβόλαιόν ἐστι, τοῦ βλέμματος ἡμῶν.
15 Πάλιν εἴ τις ἔροιτό με, γλῶσσα διὰ τί λέγεται, τρέψας τὸ λ εἰς ν καὶ τὸ δεύτερον ς εἰς τ φημὶ γνῶστα, ἡ γνωστὰ τὰ ἐν τῷ νῷ τοῖς ἀκούουσι ποιοῦσα· οὐ γὰρ δι’ ἑτέρου μέρους σωματικοῦ γινώσκομεν τὴν ἑκάστου ἔννοιαν. Πάλιν εἴ τις ἔροιτό με, ὀδόντες διὰ τί λέγονται, τρέψας τὸ ο εἰς ε εὗρον ὡσανεὶ οἱ ἔδοντες, τουτέστιν οἱ ἐσθίοντες· δι’ αὐτῶν γὰρ ἐσθίομεν. Καὶ τοῦτο δὲ τοίνυν τέταρτον μέρος τῆς γραμματικῆς, ἄλλο δ’ ἓν μέρος ἐστὶ τοῦ διορθωτικοῦ. Πέμπτον ἀναλογίας ἐκλογισμό ς.] Ἀναλογία λέγεται ἡ τῶν ὁμοίων παράθεσις· «ἐκλογισμός» ἡ ἀκρίβεια. Τὸ οὖν πέμπτον μέρος ἐστὶν ἡ ἀκριβὴς τῶν ὁμοίων παράθεσις, δι’ ἧς συνίστανται οἱ κανόνες τῶν γραμματικῶν, ὥσπερ ὅτε ζητοῦμεν, τίνος ἕνεκεν ὁ Ὅμηρος τοῦ Ὁμήρου καὶ ὁ φίλος τοῦ φίλου, τὸ βέλος δὲ τοῦ βέλους· ἀκριβῶς οὖν ζητήσας εὗρον εἶναι τὸν κανόνα τοιοῦτον, ὅτι πάντα τὰ εἰς ος ἀρσενικὰ καὶ θηλυκὰ εἰς ου ποιεῖ τὴν γενικήν, οἷον Ἀλέξανδρος Ἀλεξάνδρου, καλός καλοῦ, παρθένος παρθένου, ἄμπελος ἀμπέλου, Σάμος Σάμου, τὰ δὲ οὐδέτερα εἰς ος λήγοντα εἰς ους ποιεῖ τὴν γενικήν, οἷον μέρος μέρους, ὄξος ὄξους, ὄρος ὄρους· οὕτως οὖν καὶ βέλος βέλους. Ἐπὶ πάντων οὖν τῶν ὀνομάτων καὶ τῶν ῥημάτων καὶ τῶν ἄλλων μερῶν τοῦ λόγου ἀκριβῶς ζητοῦντες καὶ τὰ ὅμοια τοῖς ὁμοίοις παρατιθέμενοι τοὺς κανόνας ἀσφαλῶς ἀποφαινόμεθα. Τοῦτό ἐστι τὸ πέμπτον μέρος τῆς γραμματικῆς. Ἰδοὺ συμπεπλήρωται τὸ διορθωτικόν, ὡς προείρηται ἄνω τμηθὲν εἰς τρία, ἅ εἰσι τὰ νῦν τρίτον, τέταρτον, πέμπτον. Ἕκτον κρίσις ποιημάτω ν.] «Κρίσις ποιημάτων» τὸ κρίνειν τὰ ἐμμέτρως γεγραμμένα, τουτέστι τὰ ποιήματα, εἴτε δεόντως εἴτε μὴ δεόντως, εἴτε καλῶς εἴτε φαύλως κεῖται ἐν τῷδε τῷ τόπῳ ἢ ἐν τῷδε, καὶ τὰς τούτων αἰτίας εἰδέναι καὶ ἀποφαίνεσθαι· ὃ δὴ κάλλιστόν ἐστι πάντων τῶν ἐν τῇ τέχν ῃ· εἰ γὰρ μὴ προοῖδέ τις τὰ προλεχθέντα μέρη τῆς γραμματικῆς, τὸ ἔργον τοῦ κριτικοῦ ποιεῖν οὐ δύναται. Διὸ καὶ ὁ Διονύσιος προετίμησε τοῦτο τὸ μέρος τῶν ἄλλων· τινὲς δέ φασιν, ὅτι κριτὴς ὢν ὁ Διονύσιος τούτου ἕνεκεν τῶν ἄλλων μερῶν τοῦτό φησι κάλλιστον εἶναι.
16 § 2. Περὶ ἀναγνώσεως. Ἀνάγνωσίς ἐστι ποιημάτων ἢ συγγραμμάτων ἀδιάπτωτος προφορ ά.] «Ποιημάτων» τῶν ἐμμέτρως γεγραμμένων· «συγγραμμάτων» τῶν ἀμέτρως γεγραμμένων· «ἀδιάπτωτος» ἄπταιστος· «προφορά» προένεξις. Ὅρος τῆς ἀναγνώσεώς ἐστιν οὗτος· τῶν ἐμμέτρως καὶ ἀμέτρως γεγραμμένων ἡ ἄπταιστος προένεξις καλλίστη ἐστὶν ἀνάγνωσις. Μετὰ δὲ τὸν ὅρον τῆς ἀναγνώσεως λοιπὸν θέλει ἡμᾶς διδάξαι, τίνα παραφυλαττόμενοι ἢ πόσα τὴν ἀρίστην ἀνάγνωσιν ποιησόμεθα. «Ἀναγνωστέον» δὲ δεῖ ἀναγινώσκειν· «καθ’ ὑπόκρισιν» κατὰ μίμησιν· «κατὰ προσῳδίαν» κατὰ τέχνην, τουτέστι κατὰ τόνους, χρόνους, πνεύματα, πάθη· «κατὰ διαστολήν» κατὰ στιγμήν. Ταῦτα τὰ τρία δεῖ καλῶς παραφυλάττεσθαι τὸν ἁρμονίως ἀναγινώσκειν φιλοπονοῦντα, μίμησιν, τέχνην, στιγμήν. Τί δὲ ἐξ ἑκάστου τούτων ὠφελούμεθα; Αὐτὸς ἐπιφέρει. Ἐκ μὲν γὰρ τῆς ὑποκρίσεως τὴν ἀρετή ν.] Ἐν τοῖς μετὰ τοῦτο ἐπιφέρει τὸ «ὁρῶμεν» τὸ ἐνταῦθα λεῖπον· κατὰ κοινοῦ γὰρ ἐπὶ τῶν τριῶν τούτων τὸ «ὁρῶμεν» δεῖ δέξασθαι. Τίνος δὲ τὴν ἀρετὴν ὁρῶμεν; Τῶν ἀναγινωσκομένων· ἐκ τῆς μιμήσεως γὰρ ἐνάρετα γίνεται καὶ δείκνυται τὰ ἀναγινωσκόμενα. Δεῖ γὰρ τὰ μὲν ἡρωϊκὰ συντόνῳ τῇ φωνῇ ἀναγινώσκειν καὶ μὴ ἐκλελυμένῃ, τὰ δὲ βιωτικά, τουτέστι τὰ κωμικά, ὡς ἐν τῷ βίῳ, τουτέστι μιμουμένους γυναῖκας νέας ἢ γραΐδας ἢ δεδοικότας ἢ ὀργιζομένους ἄνδρας, ἢ ὅσα πρέπει τοῖς εἰσαγομένοις προσώποις παρὰ Μενάνδρῳ ἢ Ἀριστοφάνει ἢ τοῖς ἄλλοις κωμικοῖς. Ἐκ δὲ τῆς προσῳδίας τὴν τέχνη ν.] Καὶ ἐνταῦθα κατὰ κοινοῦ, ὡς προείρηται, τὸ «ὁρῶμεν» δεῖ ἐκδέξασθαι. Τίνος δὲ τὴν τέχνην ὁρῶμεν; Δῆλον ὅτι τοῦ ἀναγινώσκοντος· ἐκ γὰρ τοῦ παραφυλάττεσθαι τόνους, χρόνους, πνεύματα, πάθη ἐν τῷ ἀναγινώσκειν τὴν τέχνην ὁρῶμεν τοῦ ἀναγινώσκοντος. Ἐκ δὲ τῆς διαστολῆς τὸν περιεχόμενον νοῦν ὁρῶμε ν.] Ἀποδέδωκεν ἐνταῦθα τὸ «ὁρῶμεν», ὅπερ προείπομεν ἐπὶ τῶν δύο λείπειν τῶν προκειμένων.
17 Διαστολὴν δὲ λέγεται ἡ στιγμὴ ἡ διαστέλλουσα καὶ διαχωρίζουσα ἢ λέξεις ἀπὸ τῶν ἐπιφερομένων λέξεων ἢ στοιχεῖα ἀπὸ τῶν στοιχείων. «Τὸν περιεχόμενον νοῦν ὁρῶμεν», τὸν ὄντα καὶ ἐγκείμενον νοῦν ἐν τοῖς ἀναγινωσκομένοις διὰ τῆς στιγμῆς, ὡς ἐπὶ παραδείγματος εἰπὼν τὸ ΕΣΤΙΝΑΞΙΟΣ, 〈ἐὰν〉 μὴ τὸ Ν μεταξὺ τοῦ ΕΣΤΙΝΑΞΙΟΣ διαστείλας καὶ διαχωρίσας προσνείμῃ ἢ τῷ ΕΣΤΙ ἢ τῷ ΑΞΙΟΣ, οὐ ποιεῖ τὸ λεγόμενον φανερὸν τοῖς ἀκούουσιν· δύο γάρ τινα νοεῖται, ἢ τὸ ἄξιός ἐστι τοῦ δεῖνος ὁ δεῖνα, ἢ ἀπὸ τῆς νήσου ἐστὶ τῆς Νάξου. Ὡς προείρηται οὖν, ἢ τὸ Ν προσνείμας τῇ δευτέρᾳ λέξει καὶ εἰς τὸ Ι τῆς προτέρας λέξεως ὑποστίξας τι διαστελεῖ, ἢ τὸ Ν προσνείμας τῇ προτέρᾳ λέξει καὶ εἰς αὐτὸ τὸ Ν ὑποστίξας τί ποτε διαστελεῖ, καὶ τὴν δευτέραν λέξιν ἀπὸ τοῦ Α προφερόμενος σαφὲς ποιήσει τὸ λεγόμενον. Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ΕΣΤΙΝΟΥΣ, ἢ ὅτι νοῦς ἐστιν, ἢ οὖς ἐστιν. Εἰπὼν τὰ τρία τὰ διδάσκοντα ἡμᾶς καλῶς ἀναγινώσκειν, ὑπόκρισιν, τέχνην, στιγμήν, διαλαμβάνει πρῶτον περὶ τῆς διαφορᾶς τῆς ὑποκρίσεως· καί φησιν « ἵνα τὴν μὲν τραγῳδίαν ἡρωϊκῶς ἀναγνῶμε ν.» Τραγῳδία λέγεται τὰ τῶν τραγικῶν ποιήματα, ὡς τὰ τοῦ Εὐριπίδου καὶ Σοφοκλέους καὶ Αἰσχύλου καὶ τῶν τοιούτων· γεγόνασι δὲ οὗτοι ἐπὶ τῶν χρόνων τῶν Ἀθηναίων. Λογικοὶ δὲ ὄντες οὗτοι καὶ θέλοντες ὠφελεῖν κοινῇ τοὺς τῆς πόλεως, λαμβάνοντές τινας ἀρχαίας ἱστορίας τῶν ἡρώων ἐχούσας πάθη τινά, ἔσθ’ ὅτε καὶ θανάτους καὶ θρήνους, ἐν θεάτρῳ ταῦτα ἐπεδείκνυντο τοῖς ὁρῶσι καὶ ἀκούουσιν, ἐνδεικνύμενοι παραφυλάττεσθαι τὸ μὴ ἁμαρτάνειν· εἰ γὰρ οἱ τηλικοῦτοι ἥρωες τοιαῦτα ἔπασχον, δηλονότι ἁμαρτημάτων αὐτοῖς προϋπηργμένων, πόσῳ μᾶλλον ἡμεῖς καὶ οἱ καθ’ ἡμᾶς ἄνθρωποι ἁμαρτήσαντες πεισόμεθα; δεῖ οὖν, ὡς προείρηται, ὡς οἷόν τε βίον ἀναμάρτητον καὶ φιλοσοφώτατον μεταδιώκειν. Ἐπ’ ὠφελείᾳ οὖν τῶν πολιτῶν ἡ τῶν τραγικῶν ποίησις ἐπὶ θεάτρου εἰσήγετο. Ἐπιδεικνύμενοι δὲ τῶν ἡρώων ὡσανεὶ τὰ αὐτῶν πρόσωπα πρῶτον μὲν ἐπελέγοντο ἄνδρας τοὺς μείζονα φωνὴν ἔχοντας καὶ τῷ ὄγκῳ τῆς φωνῆς μιμεῖσθαι δυναμένους τοὺς ἥρωας· δεύτερον δὲ βουλόμενοι καὶ τὰ σώματα δεικνύειν ἡρωϊκά, ἐμβάδας ἐφόρουν καὶ ἱμάτια ποδήρη. Ταύτην οὖν τὴν τραγῳδίαν φησὶν ὁ τεχνικὸς δεῖν ἡρωϊκῶς ἀναγινώσκειν, τουτέστι μεγάλῃ τῇ φωνῇ μετὰ πολλῆς σεμνότητος καὶ ὄγκου δεῖ γὰρ ἡμᾶς τὰ τραγικὰ προφερομένους μιμεῖσθαι πάντα τρόπον τοὺς ἥρωας, καὶ μεγέθει σώματος καὶ λόγων ὑπερβολῇ.
18 Ἡ δὲ ἐτυμολογία τῆς τραγῳδίας ἐστὶν αὕτη· ἢ ὅτι τράγον ἐλάμβανον ἔπαθλον οἱ νικῶντες, οἱονεὶ ἡ ἐπὶ τράγῳ ᾠδή· ἢ ὅτι τοῦ α τρεπομένου εἰς γ τρεπομένου εἰς χ νοεῖται τραχῳδία, ἡ τραχεῖα ᾠδή· ᾖδον· ἢ ὅτι τοῦ γ τρεπομένου εἰς χ νοεῖται τραχῳδία, ἡ τραχεῖα ᾠδή· τραχύτερον γὰρ καὶ φευκταῖον καὶ δύσβατον τὸ τῶν θρήνων εἶδος τοῦ γελωτοποιεῖν· ἢ οἱονεὶ τετραγωνῳδία· οἱ γὰρ χορευταὶ αὐτῶν ἐν τετραγώνῳ σχήματι ἱστάμενοι τὰ τῶν τραγικῶν ἐπεδείκνυντο. Ἦσαν δὲ τῶν μὲν τραγικῶν χορευταὶ ιδʹ, τῶν δὲ κωμικῶν κδʹ· ἕκαστος οὖν ποιητὴς τραγικὸς καὶ κωμικὸς εἶχε τούτους προεκμανθάνοντας τὰ αὐτοῦ καὶ τρεφομένους ἀπὸ τοῦ δημοσίου. Τὴν δὲ κωμῳδίαν βιωτικῶ ς.] Κωμῳδία λέγεται τὰ τῶν κωμικῶν ποιήματα, ὡς τὰ τοῦ Μενάνδρου καὶ Ἀριστοφάνους καὶ Κρατίνου καὶ τῶν ὁμοίων. Ἐφευρέθη δὲ ἡ κωμῳδία, ὥς φασιν, ἔκ τινος τοιαύτης αἰτίας. Βλαπτόμενοί τινες γεωργοὶ παρὰ τῶν πολιτῶν τῶν ἐν Ἀθήναις καὶ θέλοντες ἐλέγχειν αὐτούς, κατῄεσαν ἐν τῇ πόλει, καὶ περὶ τὸν καιρὸν τοῦ καθεύδειν περιιόντες τὰς ἀγυιάς, ἔνθα ἔμενον οἱ βλάπτοντες αὐτούς, ἔλεγον ἀνωνύμως τὰς βλάβας, ἃς ἔπασχον ὑπ’ αὐτῶν· ἵνα δὲ σαφέστερον εἴπωμεν, τοιαῦτά τινα ἐβόων, «ἐνταῦθα μένει τις τάδε καὶ τάδε τισὶ ποιῶν τῶν γεωργῶν, καὶ οὐ μετρίας βλάβας ἐπιφέρων αὐτοῖς»· ὥστε τοὺς γειτνιῶντας ἀκούοντας ἡμέρας γινομένης πρὸς ἀλλήλους λέγειν ἅτινα νύκτωρ παρὰ τῶν γεωργῶν ἤκουσαν— ἐπονείδιστον δὲ ἦν τῷ ἀδικοῦντι—τὸν δὲ ἐμφανιζόμενον τοῖς τῆς πόλεως αἰδεῖσθαι καὶ παύεσθαι τῆς τοιαύτης ἀδικίας. Τούτοις πολλάκις παρακολουθήσαντες ἄλλοι πολλοὺς τῶν ἀδικούντων ἀνέστειλαν· ὅθεν τοῖς τῆς πόλεως ἔδοξεν ἐπ’ ἀγαθῷ γεγονέναι τὸ ἐγχείρημα τῶν κωμικῶν, καὶ ἀναζητήσαντες αὐτοὺς ἠνάγκασαν καὶ ἐπὶ θεάτρου τοῦτο ποιεῖν· οἱ δὲ αἰδούμενοι, μᾶλλον δὲ φοβούμενοι, τρυγίᾳ περιχρίοντες αὑτῶν τὰς ὄψεις οὕτως εἰσῄεσαν.
19 Καὶ ἔτι μᾶλλον κατηγορουμένων καὶ ἐλεγχομένων τῶν ἀδικούντων ἐπὶ θεάτρου, ἀνοχὴ τῶν ἀδικιῶν ἐγένετο, τῆς αἰδοῦς ἔτι συνοικούσης τοῖς ἀνδράσιν· ἔδοξεν οὖν τοῖς τῆς· πόλεως τὸ ἐγχείρημα καλὸν ὑπάρχειν, καὶ λογίους ἄνδρας αὐτὸ μετιέναι. Πρῶτος οὖν Σουσαρίων τις τῆς ἐμμέτρου κωμῳδίας ἀρχηγὸς ἐγένετο, οὗ τὰ μὲν δράματα λήθη κατέλαβε, δύο δὲ ἢ τρεῖς ἴαμβοι τοῦ πρώτου δράματος αὐτοῦ ἐπὶ μνήμῃ φέρονται· εἰσὶ δὲ οὗτοι 〈fragm. 1 K〉 ἀκούετε, λεώς· Σουσαρίων λέγει τάδε, υἱὸς Φιλίνου, Μεγαρόθεν, Τριποδίσκιος· κακὸν γυναῖκες· ἀλλ’ ὅμως, ὦ δημόται, οὐκ ἔστιν οἰκεῖν οἰκίαν ἄνευ κακοῦ. Ἀρχὴν οὖν δεξαμένου τοῦ πράγματος πολλοὶ γεγόνασι κωμῳδοί, διακωμῳδοῦντες καὶ ἐλέγχοντες τοὺς κακῶς βιοῦντας καὶ τοὺς ταῖς ἀδικίαις χαίροντας, ἀναστέλλοντες τὰς ἀκαίρους καὶ ἀδίκους αὐτῶν πράξεις, καὶ ὠφέλουν κοινῇ τὴν πολιτείαν τῶν Ἀθηναίων. Ἐπειδὴ δὲ τὸ μὲν παράνομον ἐπὶ τὰ χερείονα νικᾷ, τὸ δὲ καλὸν ταχέως ἀφίπταται τῆς τῶν ἀνθρώπων πολιτείας, οὐ μετὰ πολὺν χρόνον οἱ ἄρχοντες Ἀθήνησιν ἤρξαντο κωλύειν τοὺς κωμικοὺς τοῦ φανερῶς οὕτω καὶ ὀνομαστὶ ἐλέγχειν τοὺς ἀδικοῦντας· αὐτοὶ γὰρ θέλοντες ἀδικεῖν καὶ μὴ ἐλέγχεσθαι, τούτου χάριν ἐπετίμων αὐτοῖς· ὅθεν ὥσπερ αἰνιγματωδῶς καὶ οὐ φανερῶς ἠλέγχοντο ὑπὸ τῶν κωμικῶν. Ἔτι δὲ ἐπὶ τὸ πλεῖον προϊούσης καὶ ἐπικρατούσης τῆς κακίας, ἐκωλύθησαν καὶ τοῦ αἰνιγματωδῶς ἐλέγχειν καὶ ὑβρίζειν τοὺς κρατοῦντας καὶ ἄρχοντας τῆς πόλεως. Διὸ καὶ τρεῖς διαφορὰς ἔδοξεν ἔχειν ἡ κωμῳδία· καὶ ἡ μὲν καλεῖται παλαιά, ἡ ἐξ ἀρχῆς φανερῶς ἐλέγχουσα, ἡ δὲ μέση, ἡ αἰνιγματωδῶς, ἡ δὲ νέα, ἡ μηδ’ ὅλως τοῦτο ποιοῦσα πλὴν ἐπὶ δούλων ἢ ξένων. Καὶ τῆς μὲν παλαιᾶς πολλοὶ γεγόνασιν, ἐπίσημος δὲ Κρατῖνος ὁ καὶ πραττόμενος, μετέσχον δέ τινος χρόνου τῆς παλαιᾶς κωμῳδίας Εὔπολίς τε καὶ Ἀριστοφάνης· τῆς δὲ μέσης καὶ αὐτῆς μὲν πολλοὶ γεγόνασιν, ἐπίσημος δὲ Πλάτων, οὐχ ὁ φιλόσοφος, ἀλλ’ ἕτερός τις· ὁμοίως δὲ κἀκείνου τὰ δράματα οὐ φαίνεται· τῆς δὲ νέας ὁμοίως πολλοὶ γεγόνασιν, ἐπίσημος δὲ ὁ Μένανδρος, ὃς ἄστρον ἐστὶ τῆς νέας κωμῳδίας, ὡς μεμαθήκαμεν.
20 Εἴρηται δὲ κωμῳδία οἱονεὶ ἡ ἐπὶ τῷ κώματι ᾠδή· καὶ γὰρ περὶ τὸν καιρὸν τοῦ ὕπνου ἐξ ἀρχῆς ἐφευρέθη· κῶμα γὰρ ὁ ὕπνος· ἢ ἡ τῶν κωμῶν ᾠδή· κῶμαι γὰρ λέγονται οἱ μείζονες ἀγροί. Ταύτην οὖν τὴν κωμῳδίαν δεῖ βιωτικῶς ἀναγινώσκειν, τουτέστιν ὡς ἐν τῷ βίῳ, μιμουμένους τὸ παρεισαγόμενον πρόσωπον καὶ τὴν ἐκείνου σχέσιν ἀναματτομένους. Τὰ δὲ ἐλεγεῖα λιγυρῶ ς.] Ἐλεγεῖον ἔμμετρός ἐστι στίχος, ἐλλείπων ἑνὶ ποδὶ τοῦ ἡρωϊκοῦ στίχου, εἰς δύο πενθημιμερῆ τεμνόμενος, οἷον 〈Callim. fr. 488 Sch〉 νήϊδε ς , οἳ Μούσης οὐκ ἐγένοντο φίλο ι· οὗ τὸ μὲν πρῶτον τμῆμα ἀδιαφόρως καὶ σπονδεῖον καὶ δάκτυλον ἐπιδέχεται, τῆς [δὲ] μετὰ τοὺς δύο πόδας περιττευούσης συλλαβῆς καὶ τὴν πενθημιμερίδα τομὴν ἀποτερματιζούσης πάντως μακρᾶς οὔσης φύσει ἢ θέσει· τὸ 〈δὲ〉 δεύτερον τμῆμα τοὺς μὲν δύο πόδας πάντως δακτύλους θέλει ἔχειν, τὴν δὲ τελευταίαν συλλαβὴν ἀδιάφορον τῷ λόγῳ τῶν μέτρων, ὡς μεμαθήκαμεν· παντὸς γὰρ μέτρου ἀδιάφορός ἐστιν ἡ τελευταία συλλαβή. Τούτῳ οὖν τῷ μέτρῳ πολλοὶ ποιηταί τινα γεγραφήκασιν, ἅτινα καλεῖται ἐπικήδεια· πρὸς γὰρ παραμυθίαν, τοῦ τετελευτηκότος τὰ καλὰ μνημονεύοντες, καὶ τῶν συγγενῶν αὐτοῦ καὶ φίλων τῇ παραινέσει τὴν λύπην ἀναστέλλοντες, τοῦτο τὸ μέτρον ἐπὶ τῆς κηδείας ἔλεγον· διὸ καὶ καλεῖται ἐλεγεῖα, οἱονεὶ ἐλεεῖα, τοῦ γ ἐκθλιβομένου, παρὰ τὸ ἐλεεῖν τὸν τετελευτηκότα· ἢ ἐλεγεῖα οἱονεὶ εὐλεγεῖα, παρὰ τὸ εὖ λέγειν τὸν ἀποβιώσαντα· ἢ παρὰ τὸ ἔλεγος, ὃ δηλοῖ τὸν θρῆνον· τοῦτο δὲ παρὰ τὸ ἔ λέγειν· ὥσπερ ἐλεοῦντες γὰρ τοὺς ἀποιχομένους τοῦτο ἐφεῦρον τὸ μέτρον.
21 Ταῦτα οὖν τὰ ἐλεγεῖα πῶς δεῖ ἀναγινώσκειν; «Λιγυρῶς», τουτέστιν ὀξυφώνως· ἡ γὰρ λύπη τῇ παρατροπῇ τῆς φωνῆς ἐκ τοῦ κλαυθμοῦ ὀξύτερά τινα παρεισάγει. Τὸ δὲ ἔπος εὐτόνω ς.] Ἔπος λέγεται πᾶς στίχος ἰαμβικός τε καὶ τροχαϊκὸς καὶ ἀναπαιστικὸς καὶ δακτυλικὸς καὶ οἱῳδήποτε ποδὶ μετρούμενος, κατ’ ἐξοχὴν δέ, τουτέστι κατὰ τιμὴν καὶ ὑπεροχήν, τὸ ἡρωϊκὸν μέτρον ἔπος ἐκάλεσαν. Ὅπερ διδάσκει ἡμᾶς «εὐτόνως» ἀναγινώσκειν, τουτέστι συντόνῳ τῇ φωνῇ καὶ μὴ ἐκλελυμένῃ, ὡς καὶ ἡρώων ἀνδρῶν περιέχον ἱστορίας. ͜Τὴν δὲ λυρικὴν ποίησις ἐμμελῶς.͜] Ἔστι τινὰ ποιήματα, ἃ οὐ μόνον ἐμμέτρως γέγραπται, ἀλλὰ καὶ μετὰ μέλους ἔσκεπται, ἃ καὶ διπλασίονα κάματον παρεῖχε τοῖς σκεπτομένοις, τό τε μέτρον σπουδάζουσι διασῴζειν καὶ τῶν μελῶν ἐπινοεῖν τὴν εὕρεσιν. Ταῦτα οὖν τὰ ποιήματα καλεῖται λυρικά, ὡς ὑπὸ λύραν ἐσκεμμένα καὶ μετὰ λύρας ἐπιδεικνύμενα. Γεγόνασι δὲ λυρικοὶ οἱ καὶ πραττόμενοι ἐννέα, ὧν τὰ ὀνόματά ἐστι ταῦτα, Ἀνακρέων, Ἀλκμάν, Ἀλκαῖος, Βακχυλίδης, Ἴβυκος, Πίνδαρος, Στησίχορος, Σιμωνίδης, Σαπφώ, καὶ δεκάτη Κόριννα. Ταύτην οὖν τὴν λυρικὴν ποίησιν δεῖ μετὰ μέλους ἀναγινώσκειν, εἰ καὶ μὴ παρελάβομεν μηδὲ ἀπομεμνήμεθα τὰ ἐκείνων μέλη. Τοὺς δὲ οἴκτους ὑφειμένως καὶ γοερῶ ς.] «Οἴκτους» θρήνους, «ὑφειμένως» κεχαλασμένῃ τῇ φωνῇ, «γοερῶς» θρηνητικῶς. Πάλιν ἔστι τινὰ ποιήματα, ἃ ἐπικειμένου τοῦ λειψάνου ἔλεγον θρηνοῦντες αὐτὸν τὸν τεθνεῶτα. Διδάσκει δὲ ἡμᾶς καὶ Ὅμηρος τοῦτο, λέγων ἐπὶ τοῦ λειψάνου τοῦ Ἕκτορος, ἔνθα φησί 〈Ω 720〉 παρὰ δ ’ εἷσαν ἀοιδού ς , Θρήνων ἐξάρχου ς , οἵ τε στονόεσσαν ἀοιδὴν καὶ τὰ ἑξῆς. Ταῦτα οὖν τὰ ποιήματα οἶκτοι καλοῦνται καὶ θρῆνοι, καὶ δεῖ αὐτὰ κεχαλασμένῃ τῇ φωνῇ καὶ θρηνώδει ἀναγινώσκειν. Τὰ γὰρ μὴ παρὰ τὴν τούτων γινόμενα παρατήρησι ν.] «Παρατήρησιν» παραφυλακήν.
22 Εἰρηκὼς ὁ Διονύσιος ἑκάστου τῶν ποιημάτων τὴν διαφορὰν τῆς ὑποκρίσεως, ἐπιφέρει τοῦτο, ὅτι ἐὰν μὴ παραφυλάττωντα ταῦτα, ὡς προείρηται, « καὶ τὰς τῶν ποιημάτων ἀρετὰς καταρρίπτε ι», τουτέστιν ἐξευτελίζει, ἀφανίζει, εἰς ἔδαφος καταβάλλει καὶ τὰ ἐνάρετα ποιήματα· ἢ οὕτως· καὶ τῶν σκεψαμένων ἀνδρῶν τὸν ἐνάρετον κάματον καταβάλλει εἰς ἔδαφος. — Καὶ τὰς ἕξεις τῶν ἀναγινωσκόντω ν.] «Ἕξεις» τὰς σχέσεις, τὰς μαθήσεις, τὰς διδαχάς, τουτέστιν ὧν τινων μετέσχον καὶ ἀντελάβοντο τῆς μαθήσει· « καταγελάστου ς» ἀξίας καταγέλωτος, ἀποβλήτους, ἀδοκίμους· « παρίστησ ι» δείκνυσιν· ἤτοι τὰς μαθήσεις καὶ διδαχὰς τῶν ἀναγινωσκόντων ἀξίας καταγέλωτος δείκνυσιν. Ὅθεν δεῖ ἑκάστου ποιήματος τὴν ὑπόκρισιν παραφυλάττειν, ἵνα καὶ τῶν σκεψαμένων ἀνδρῶν ἡ ἀρετὴ διαφαίνηται καὶ ἡ τέχνη τοῦ ἀναγινώσκοντος. § 3. Περὶ τόνου. Τόνος ἐστὶν ἀπήχησις φωνῆς ἐναρμονίο υ.] Τὴν ὑπόκρισιν ἡμῖν διασαφήσας ὁ τεχνικὸς περὶ τόνου διαλαμβάνει, ὅς ἐστιν ἀναγκαιότατος τῶν προσῳδιῶν καὶ φανερὸς ἔλεγχος τῆς τοῦ ἀναγινώσκοντος διδαχῆς. Τί οὖν ἐστι τόνος; φησὶν ἀπήχησις, τουτέστιν ἦχος. Τίνος; φωνῆς. Οἱασδήποτε φωνῆς; Οὔ. Ἀλλὰ ποίας; Τῆς ἐναρμονίου. Τί δέ ἐστιν ἐναρμόνιος φωνή; Ἡ συγκειμένη ἐξ ὀξείας καὶ βαρείας καὶ περισπωμένης, οἵα ἐστὶν ἡ τοῦ ἀνθρώπου φωνὴ καὶ πᾶσα μιμουμένη τὴν τοῦ ἀνθρώπου φωνήν, οἷον κιθάρα, ὄργανον, σύριγξ καὶ ὅσα τοιαῦτα. Ἢ κατὰ ἀνάτασιν ἐν τῇ ὀξεί ᾳ.] Ἀνάτασις φωνῆς ὁ ὀξὺς τόνος ἐστίν· ὅθεν καὶ τὸ σημεῖον αὐτοῦ τὴν ἐπὶ τὰ ἄνω φορὰν ἔχει· καὶ γὰρ ἀποκάτω ἀρχόμενοι τὸ σχῆμα προφέρομεν τὴν χεῖρα ὀξυτέρως ἐπὶ τὰ ἄνω μέρη.
23 Ὀξεῖα δὲ εἴρηται ἀπὸ μεταφορᾶς τῶν δρομέων τῶν εὐκινήτων καὶ ὀξέως τρεχόντων· οὗτοι γὰρ καὶ ὀξεῖς εἰσι καὶ ἐπὶ τὰ ἄνω νεύουσιν. Ἢ κατὰ ὁμαλισμὸν ἐν τῇ βαρεί ᾳ.] Ὁμαλισμὸς λέγεται ἡ κατένεξις καὶ ὁ κοιμισμός· ὁ γὰρ βαρὺς τόνος τὴν ἐναντίαν φορὰν ἔχει τοῦ προλεχθέντος ὀξέος τόνου· διὸ καὶ τὸ σημεῖον αὐτοῦ τὴν ἐπὶ τὰ κάτω φορὰν ἔχει· καὶ ἡ φωνὴ δὲ τοῦ ἀνθρώπου ἀπὸ ὀξείας κοιμιζομένη, τουτέστι καταφερομένη, εἰς βαρεῖαν καταντᾷ. —Καὶ ἄλλως. Ὁμαλισμὸς ἀντὶ τοῦ κατένεξις καὶ κοίμισις, οἵα ἡ τῆς βαρείας προένεξις· αὕτη γὰρ μετὰ ὁμαλότητος τίθεται, ἥτις εἴρηται ἐκ μεταφορᾶς τῶν τὰ φορτία βασταζόντων· ὥσπερ γὰρ οἱ βαστάζοντες ταῦτα τῷ βάρει συνωθούμενοι κάτω νεύουσι καὶ ὁμαλωτέραν, τουτέστι χθαμαλωτέραν, τὴν βάδισιν ἀναγκάζονται ποιεῖσθαι, τὸν αὐτὸν τρόπον καὶ ἡ βαρεῖα κάτω νεύει. Ἢ κατὰ περίκλασιν ἐν τῇ περισπωμέν ῃ.] Περίκλασις φωνῆς λέγεται ἡ ἐν τῷ αὐτῷ ἀνένεξις καὶ κατένεξις, μὴ ἐπιμενούσης τῆς φωνῆς ἐν τῇ ἀνατάσει, ἀλλὰ μετὰ τὸ ἀναταθῆναι καταφερομένης· ὅθεν καὶ τὸ σημεῖον τοῦ τόνου τούτου ἅμα ἄνεισι καὶ κάτεισι· καὶ παρὰ μὲν τοῖς γραμματικοῖς καλεῖται περισπωμένη, παρὰ δὲ τοῖς μουσικοῖς μέση. Οὗτος οὖν ὁ τόνος δοκεῖ σύνθετος εἶναι, ὥσπερ καὶ τὸ σημεῖον ἐλέγχει συγκείμενον ἐξ ὀξείας καὶ βαρείας· διὸ καὶ ὡς ἐπὶ τὸ πλεῖστον ἐπὶ τῶν συλλαβῶν ἐκείνων τίθεται τῶν πρότερον διῃρημένων εἰς συλλαβὰς δύο, καὶ τῆς μὲν προτέρας ἐχούσης τὴν ὀξεῖαν, τῆς δὲ δευτέρας τὴν βαρεῖαν, ὕστερον δὲ συνελθουσῶν εἰς μίαν συλλαβήν· καὶ τῇ συνελεύσει τῶν συλλαβῶν ἐξ ἀνάγκης καὶ οἱ τόνοι συνῆλθον οἱ ἐπικείμεναι αὐταῖς, φημὶ δὲ ὁ ὀξὺς καὶ ὁ βαρύς, καὶ ἀπετέλεσαν τὸν προκείμενον τόνον τὸν περισπώμενον, 〈ὄντα,〉 ὡς προειρήκαμεν, σύνθετον· ὡς ἐπὶ παραδείγματος —δεῖ γὰρ πιστώσασθαι τὸν λόγον τῇ τῶν ὁμοίων παραθέσει, ὡς ἔχει ἡ ἀναλογία—τοῦ Σοφοκλέης ἡ κλε συλλαβὴ ἔχει τὴν ὀξεῖαν καὶ ἡ ης τὴν βαρεῖαν· ἐμάθομεν γὰρ ἐν ταῖς προσῳδίαι ς, ὅτι πᾶς τόπος τῆς βαρείας ἐστί, πλὴν ὅπου κεῖται ἡ ὀξεῖα ἢ ἡ περισπωμένη· συνελθουσῶν οὖν τῆς κλε καὶ τῆς ης εἰς μίαν συλλαβὴν τὴν κλης , συνῆλθον 〈καὶ〉 οἱ τόνοι, ὅ τε ὀξὺς καὶ 〈ὁ〉 βαρύς, καὶ ἀπετέλεσαν τὸν περισπώμενον, οἷον Ἡρακλέης Ἡρακλῆς, Ξενοφόων Ξενοφῶν, Δημοφόων Δημοφῶν, Ἑρμέας Ἑρμῆς καὶ ὅσα τοιαῦτα.
24 —Ἡ περισπωμένη ταύτης ἔτυχε τῆς προσηγορίας· ἔοικε γὰρ τῷ σχήματι περικεκλασμένῃ ῥάβδῳ ἐχούσῃ τὰς δύο ἄκρας νευούσας εἰς ἀλλήλας. Εἴρηται δὲ οὕτως ἐκ μεταφορᾶς τῶν περικλωμένων ἐν τοῖς πράγμασι· καὶ γὰρ οὗτοι ὑπὸ τῆς ἀθυμίας δακνόμενοι δοκοῦσι περισπᾶσθαι. § 4 (4 et 5b). Περὶ στιγμῆς. Στιγμαί εἰσι τρεῖ ς , τελεί α , μέσ η , ὑποστιγμ ή.] Περὶ τοῦ ἀναγκαιοτάτου τῶν προσῳδιῶν, τουτέστι περὶ τόνου, διδάξας ἡμᾶς ὡς ἐν συντόμῳ περὶ τῶν στιγμῶν, τουτέστι περὶ τῆς διαστολῆς, διαλαμβάνει, καί φησι στιγμὰς εἶναι τρεῖς, τελείαν, μέσην, ὑποστιγμήν. Καὶ κατὰ μὲν τὸν Διονύσιο ν, ὡς ἐν τῷ φανερῷ, τρεῖς εἰσι στιγμαί—τοῦτο δέ φημι, ἐπειδὴ ὑποκατιὼν τὴν μίαν ἐξ αὐτῶν, τὴν μέσην, ἀπόβλητον δείκνυσι—κατὰ δέ τινα μεταγενέστερον τεχνικόν, φημὶ δὲ τὸν Νικάνορ α, ὀκτώ εἰσι στιγμαί, ὧν τὰ ὀνόματα τέως μάθωμεν· τελεία, ὑποτελεία, πρώτη ἄνω, δευτέρα ἄνω, τρίτη ἄνω, ὑποστιγμὴ ἐνυπόκριτος, ὑποστιγμὴ ἀνυπόκριτος, ὑποδιαστολή. Στιγμή ἐστι διανοίας ἀπηρτισμένης σημεῖο ν.] «Διανοίας» νοῦ, ἐννοίας· «ἀπηρτισμένης» πεπληρωμένης· «σημεῖον» σύμβολον· ὡς ἄν τις εἴποι «ἀπελθὼν πρὸς τὸν φίλον ἠρίστησα, ἀπελθὼν εἰς τὸ βαλανεῖον ἐλουσάμην, ἀριστήσας ἐκαθεύδησα»· καθ’ ἕκαστον γὰρ τῶν τοιούτων λόγων ὅσας ὥρας θέλω σιωπῶ, καὶ οὐκ ἀναγκάζει με ὁ ἀκούων ἐπαγαγεῖν τινα ἕτερον λόγον· ἐν δὲ τῇ ἑτέρᾳ στιγμῇ, φημὶ δὲ τῇ ὑποστιγμῇ —οὕτω γὰρ αὐτὴν καλεῖ ὁ Διονύσιος—ἔχομεν μαθεῖν παρ’ αὐτοῦ, ὅτι οὔτι ὅσον χρόνον θέλω σιωπῶ, ἀλλὰ καὶ ὁ ἀκούων ἀναγκάζει με ἐπαγαγεῖν τινα ἕτερον λόγον. Μέση δὲ σημεῖον πνεύματος ἕνεκεν παραλαμβανόμενο ν.] Τὴν μέσην στιγμήν φησιν εἶναι σύμβολον τιθέμενον ἕνεκεν τοῦ ἀναπνεῦσαι ἡμᾶς· τουτέστιν ὅτε πολύλεξίς ἐστιν ὁ λόγος καὶ μὴ δυνάμεθα ἀπνευστὶ αὐτὸν εἰπεῖν, ἔνθα ἀναγκάζει ἡμᾶς τὸ πνεῦμα, ἐκεῖ σιωπήσαντες ἐλάχιστον διὰ τὸ ἀναλαβεῖν ἕτερον πνεῦμα τίθεμεν αὐτήν.
25 Ἐκ τούτου δὲ ἐλέγχεται μὴ οὖσα ἀληθὴς στιγμή· οὐ γὰρ πάντες οἱ ἄνθρωποι ὁμοίως ἐπαρκοῦμεν ἐν τῷ ἀναγινώσκειν διεξιόντες τοὺς πολυλέξεις λόγους, ἀλλ’ ὁ μὲν ἔσθ’ ὅτε ἐπαρκεῖ δεκαπέντε λέξεις ἀπνευστὶ εἰπεῖν, ἕτερος δὲ δυοκαίδεκα, ἄλλος δὲ πλείονας ἢ ἐλάττονας· καὶ τοῦτο οὐκ ἔστι στιγμῆς, τὸ καθ’ ἕνα ἄνθρωπον ἀμείβεσθαι τὸν τόπον, ἀλλὰ τὸ ἔχειν τινὰ ὡρισμένην θέσιν. Οὐχ ὡς ἄπειρος δὲ ὑπάρχων ὁ Διονύσιος τούτων εἴρηκεν αὐτὴν στιγμήν, ἀλλ’ ὡς ἑτέρων τινῶν νομιζόντων αὐτὴν εἶναι στιγμήν· ὅθεν τῆς μὲν προλεχθείσης στιγμῆς καὶ τῆς μελλούσης ἐπιφέρεσθαι τὴν διαφορὰν εἶπε, ταύτης δὲ οὐκ ἔτι ἐμνήσθη. Ὑποστιγμὴ δὲ διανοίας μηδέπω ἀπηρτισμένης ἀλ λ ’ ἔτι ἐνδεούσης σημεῖο ν.] Ἣν ἐκάλεσεν ὑποτελείαν ὁ Νικάνωρ, ὡς προειρήκαμεν, ταύτην ὁ Διονύσιος ὑποστιγμὴν καλεῖ, μᾶλλον δὲ ἐκ τοῦ ἐναντίου τὴν ὑπὸ τοῦ Διονυσίου κληθεῖσαν ὑποστιγμὴν ὁ Νικάνωρ ὑποτελείαν καλεῖ· μεταγενέστερος γὰρ Διονυσίου ὁ Νικάνωρ. Τί οὖν ἐστιν ὑποστιγμὴ ἤτοι ὑποτελεία; Ἐννοίας οὐδέπω ἀπηρτισμένης ἤγουν πεπληρωμένης ἀλλ’ ἔτι ἐλλειπούσης σύμβολον· ὥσπερ ἐὰν εἴπω «ὅταν ἔλθω», τοῦτο μόνον εἰρηκὼς οὐ δύναμαι ὅσον χρόνον θέλω σιωπῆσαι, ἀλλ’ ὁ ἀκούων ἀναγκάζει με ἐπαγαγεῖν τὸ λεῖπον· ἐνταῦθα οὖν πρὸ τῆς ἐπιφορᾶς τοῦ λείποντος τίθεται ἡ ὑποστιγμή. Τίνι διαφέρει στιγμὴ ὑποστιγμῆ ς;] Ἰδοὺ τῶν δύο μέμνηται τῆς διαφορᾶς, τὴν μέσην παρωσάμενος. Τίνι οὖν διαφέρει στιγμὴ ὑποστιγμῆς; Χρόνῳ. Τίνος χρόνῳ; Τῆς σιωπῆς. Πῶς; Αὐτὸς ἐπιφέρει· «ἐν μὲν γὰρ τῇ στιγμῇ πολὺ τὸ διάστημα», τῆς σιωπῆς, ἐν τῇ τελείᾳ γὰρ στιγμῇ ὅσον χρόνον θέλω σιωπῶ· «ἐν δὲ τῇ ὑποστιγμῇ παντελῶς ὀλίγον», πάνυ ὀλίγον τὸ διάστημα τῆς σιωπῆς· ἐν γὰρ τῇ ὑποτελείᾳ ἤτοι ὑποστιγμῇ οὐχ ὅσον 〈χρόνον〉 θέλω σιωπῶ, ἀναγκαζόμενος, ὡς εἴρηται, ἐπαγαγεῖν τὸ λεῖπον.
26 Ἵνα δὲ μὴ δόξῃ τις ἡμᾶς ἀγνοεῖν καὶ τὴν τοῦ λεχθέντος Νικάνορος διατύπωσιν τὴν περὶ τῶν στιγμῶν, ὧν τὰ ὀνόματα ἤδη ἡμῖν προείρηται, δεῖ ὡς ἐν συντόμῳ ἐνταῦθα μνησθῆναι τῆς τε θέσεως αὐτῶν καὶ τῆς διαφορᾶς τῆς τῷ Νικάνορι εἰρημένης· ὧν δεῖ πρώτας ἀκοὰς τῶν παίδων ἀκοῦσαί τε καὶ μὴ παντελῶς ἀμυήτους εἶναι. —Ἡ μὲν οὖν τελεία στιγμὴ τίθεται ἐν τῷ μέσῳ τόπῳ τῆς τελευταίας γραμμῆς τοῦ στοιχείου τοῦ τελευταίου ἐν τοῖς ἀσυνδέτοις λόγοις, ὡς ἐπὶ τοῦ 〈Α 106〉 μάντι κακῶ ν , οὔ πώ ποτέ μοι τὸ κρήγυον εἶπας εἰς τὸ εἶπας, τουτέστιν εἰς τὸ τελευταῖον αὐτοῦ γράμμα ἡ τελεία τίθεται, τοῦ ἐφεξῆς λόγου ἀσυνδέτου ὄντος. —Ἡ δὲ ὑποτελεία ὀλίγον ὑποκάτω τοῦ μέσου τόπου τοῦ στοιχείου τοῦ ἐσχάτου, ὅτε ἐπιφέρεται ὁ δέ ἢ ἄλλος τις σύνδεσμος τῶν ἰσοδυναμούντων τῷ δέ, λέγω δὲ τὸν γάρ, τὸν ἀλλά, τὸν ἀτάρ, τὸν αὐτάρ, ὡς ἐπὶ τοῦ 〈Α 4〉 ἡρώων, αὐτοὺς δὲ ἑλώρια εἰς τὸ ν τοῦ ἡρώων ἡ ὑποτελεία τίθεται διὰ τὸ ἐπιφέρεσθαι τὸν δέ. Οὕτω γὰρ δοκεῖ τῷ ἡμετέρῳ γραμματικῷ, φημὶ δὲ τῷ Ἀπολλωνίῳ, καὶ μάλα εὖ, ὥς γέ μοι δοκεῖ· ἔφη δὲ ἐν τούτῳ παρεωρακέναι τὸν Νικάνορα, τὴν μὲν ἐν τῷ χρόνῳ τῆς σιωπῆς διαφορὰν ὁρισάμενον τῶν πρώτων δύο στιγμῶν, φημὶ δὲ τῆς τελείας καὶ τῆς ὑποτελείας, τὴν δὲ θέσιν καὶ τὸν τόπον τὸν αὐτὸν ταῖς δύο ἀπονέμοντα· οὐ δεῖ οὖν τὴν τελείαν καὶ τὴν ὑποτελείαν ἐν τῷ μέσῳ τοῦ στοιχείου τιθέναι, ὥς γέ φησι Νικάνωρ, ἐπεὶ ποία διαφορὰ ἔσται αὐτῶν; ἀλλὰ τὴν μὲν τελείαν ἐν τῷ μέσῳ, τὴν δὲ ὑποτελείαν ὑποκάτω ὀλίγον τοῦ μέσου τόπου τοῦ τελευταίου στοιχείου. —Ἡ δὲ πρώτη ἄνω τίθεται ἐπάνω τῆς τελευταίας γραμμῆς τοῦ τελευταίου στοιχείου, ὅτε πρόκειται ὁ μέν ἢ ὁ ἤ ἢ τὸ οὔ, ἐπιφέρεται δὲ ὁ δέ ἢ ὁ ἤ ἢ ὁ ἀλλά, ὡς ἐπὶ τοῦ 〈Η 93〉 αἴδεσθεν μὲν ἀνήνασθαι 〈δεῖσαν δ ’ ὑποδέχθαι 〉 εἰς τὸ τελευταῖον ι τοῦ ἀνήνασθαι ἡ πρώτη ἄνω τίθεται διὰ τὸ ἐπιφέρεσθαι τὸν δέ, τοῦ μέν προκειμένου.
27 —Ἡ δὲ δευτέρα ἄνω τίθεται καὶ αὐτὴ ἐπάνω τῆς τελευταίας γραμμῆς τοῦ ἐσχάτου στοιχείου, περιέχεται δὲ ὑπὸ διπλῆς ἔξωθεν, ὅτε ἐπιφέρεται ὁ καί, ὡς ἐπὶ τοῦ 〈Α 500〉 καί ῥα πάροι θ ’ αὐτοῖο καθέζετο καὶ λάβε γούνων εἰς τὸ ο τοῦ καθέζετο τίθεται ἡ δευτέρα ἄνω, τοῦ καί ἐπιφερομένου. —Ἡ δὲ τρίτη ἄνω τίθεται καὶ αὐτὴ ἐπάνω μὲν τῆς τελευταίας γραμμῆς τοῦ τελευταίου στοιχείου, περιέχεται δὲ ὑπὸ διπλῆς ἔσωθεν, ὅτε ἐπιφέρεται ὁ τέ, ὡς ἐπὶ τοῦ 〈Α 38〉 Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις εἰς τὸ ν τοῦ ζαθέην τίθεται ἡ τρίτη ἄνω, ἐπιφερομένου τοῦ τέ συνδέσμου. —Ἡ δὲ ὑποστιγμὴ ἡ ἐνυπόκριτος τίθεται ὑποκάτω μὲν τῆς τελευταίας γραμμῆς τοῦ τελευταίου στοιχείου, ὀλίγον δὲ ἐξωτέρω ἐκ πλαγίου νεύουσα, ἐν ταῖς ὀρθαῖς περιόδοις, τουτέστιν ὅτε πρόκειται τὸ ὄφρα ἢ τὸ ἦμος ἢ τὸ ὅτε ἢ τὸ ἕως ἢ τὸ ὅπου, ἐπιφέρεται δὲ τὸ τόφρα, τὸ τῆμος, τὸ τότε, τὸ τότε, τὸ τέως, τὸ ἐκεῖ καὶ τὰ ὅμοια, ὡς ἐπὶ τοῦ 〈ex. gr. Α 477〉 ἦμος δ ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς εἰς τὸ ς τοῦ Ἠώς τίθεται ἡ ἐνυπόκριτος, ἐπιφερομένου τοῦ τότε. —Ἡ δὲ ὑποστιγμὴ ἡ ἀνυπόκριτος τίθεται καὶ αὐτὴ ὑποκάτω τοῦ τελευταίου γράμματος ὑπὸ τὴν ἐσχάτην καὶ κατωτάτην γραμμὴν τοῦ στοιχείου, ἐν δὲ ταῖς μεταξὺ πρὸ τῆς ἀνταποδόσεως τῶν ὀρθῶν περιόδων ἀναφωνουμέναις ἑτέραις περιόδοις, ὡς ἐπὶ τοῦ 〈Γ 33—35〉 ὡς δ’ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη οὔρεος ἐν βήσσῃς, 〈ὑπό τε τρόμος ἔλλαβε γυῖα, ἄψ τ’ ἀνεχώρησεν, ὠχρός τέ μιν εἷλε παρειάς,〉 ἐνταῦθα τίθεται ἡ ἀνυπόκριτος, ὁμοίως δὲ καὶ εἰς τὸ «γυῖα» καὶ εἰς τὸ «ἀνεχώρησεν»· μεταξὺ γὰρ 〈πρὸ〉 τῆς ἀνταποδόσεως ἕτεραι περίοδοι ἐνετέθησαν· εἰς δὲ τὸ «παρειάς» ἡ ἐνυπόκριτος· εὐθέως γὰρ ἐπιφέρεται ἡ ἀνταπόδοσις. —Ἡ δὲ ὑποδιαστολὴ κατὰ πάντα τῶν προλαβουσῶν στιγμῶν ἐνήλλακται, ὡς καὶ αὐτῷ τῷ σχήματι μὴ εἶναι νυγμή τις, ὡς αἱ ἄλλαι, ἀλλὰ τὸν τύπον ἔχειν τοῦ ὀξέος τόνου· τίθεται δὲ καὶ αὐτὴ ὑποκάτω τῆς ἐσχάτης γραμμῆς τοῦ τελευταίου γράμματος, ὡς ὀξεῖα δέ τις, ὡς προείρηται, ἐν ταῖς ἀντεστραμμέναις περιόδοις, ὡς ἐπὶ τοῦ 〈Α 255 sqq.
28 〉 ἦ κεν γηθήσαι Πρίαμος 〈Πριάμοιό τε παῖδεσ〉, ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ, εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιιν, ἐν τῷ «θυμῷ» τίθεται ἡ ὑποδιαστολή· ἐπιφέρεται γὰρ τὸ «εἰ σφῶϊν» καὶ ποιεῖ ἀντεστραμμένην τὴν περίοδον· ἡ γὰρ ὀρθὴ περίοδος ἦν «εἰ σφῶϊν τάδε πάντα πυθοίατο, ἦ κεν γηθήσαι Πρίαμος». § 5 (6b). Περὶ ῥαψῳδίας. Ῥαψῳδία ἐστὶ μέρος ποιήματος ἐμπεριειληφός τινα ὑπόθεσι ν.] Ἐπειδὴ οἱ ἀρχόμενοι ἀναγινώσκειν παῖδες πρὸ πάντων τῶν βιβλίων ἅπτονται τῶν Ὁμηρικῶν, τὰ δὲ Ὁμηρικὰ ποιήματα τέμνεται εἰς ῥαψῳδίας, βούλεται διδάξαι καὶ τοὺς παῖδας αὐτὸ τοῦτο, τί ἐστι ῥαψῳδία, καί φησι τὸν ὅρον τοῦτον. Ποίημα μὲν γάρ ἐστι τὸ ὅλον βιβλίον, ὡς ἡ Ἰλιὰς καὶ ἡ Ὀδύσσεια, τὰ δὲ τμήματα αὐτῶν ῥαψῳδίαι καλοῦνται· καλῶς οὖν εἶπε μέρος εἶναι τοῦ ὅλου ποιήματος ἑκάστην ῥαψῳδίαν. Ἀλλὰ καὶ αὐτὸ τὸ μέρος περιέχει τινὰ ἰδικὴν ὑπόθεσιν μὴ ἐμφερομένην ἐν τοῖς ἄλλοις μέρεσιν, ὡς τὸ μὲν Α περιέχει τὴν μάχην τοῦ Ἀχιλλέως καὶ Ἀγαμέμνονος, τὸ δὲ Β τὸν ὄνειρον τὸν πεμφθέντα ὑπὸ τοῦ Διὸς πρὸς τὸν Ἀγαμέμνονα, τὸ δὲ Γ τὴν μονομαχίαν τοῦ Ἀλεξάνδρου καὶ Μενελάου, καὶ τὰ ἑξῆς· ἕκαστον οὖν τούτων ἐμπεριείληφε, τουτέστι περιέχει, ἰδικήν τινα ὑπόθεσιν, ὃ μέρος ἐστὶ τοῦ ὅλου ποιήματος. Εἴρηται δὲ ῥαψῳδί α.] Βούλεται λοιπὸν ἐτυμολογῆσαι, τίνος ἕνεκεν εἴρηται ῥαψῳδία· καί φησιν «οἱονεὶ ῥαβδῳδία τις οὖσα», τουτέστιν ἡ ἐπὶ ῥάβδῳ ᾠδή· οἱ γὰρ μεθ’ Ὅμηρον τὰ αὐτοῦ ποιήματα περιερχόμενοι ᾖδον, ῥάβδον δαφνίνην κατέχοντες, σύμβολον Ἀπολλωνιακόν. Ἢ οὖν ἀπὸ τῆς ῥάβδου καὶ τῆς ᾠδῆς ἐτυμολογεῖται ἡ ῥαψῳδία, ἢ ἀπὸ τοῦ ῥάπτειν, ὅπερ ἐστὶ τὰ διεστῶτα καὶ διακεχωρισμένα εἰς ἓν συνάπτοντα ὑγιάζειν.
29 Ἔστι γάρ τι ῥῆμα ῥῶ, ὃ σημαίνει τὸ ὑγιάζω, ἔνθεν φαμὲν καὶ τὸ ἔρρωσο ἀντὶ τοῦ ὑγίαινε, καὶ ῥῶσιν τὴν ὑγίειαν· ἀπὸ τοῦ ῥῶ οὖν τούτου γίνεται παράγωγον ῥῆμα τὸ ῥάπτω, ὅθεν καὶ ἕως νῦν ῥάπτας φαμὲν τοὺς τὰ διεστῶτα ἱμάτια εἰς ἓν συνάγοντας καὶ ὑγιές τι ἓν ἀποτελοῦντας. Ἀπὸ τοῦ ῥάπτω οὖν τούτου ὁ μέλλων γίνεται ῥάψω, ἀφ’ οὗ παράγωγον ῥαψῳδία· οἱ γὰρ μεθ’ Ὅμηρον, ὡς προείρηται, περιερχόμενοι καὶ ᾄδοντες τὰ αὐτοῦ, οὐκ ἐφεξῆς, ὡς νῦν κεῖνται οἱ στίχοι, οὕτως ἔλεγον ἀκολούθως ἐπιδεικνύμενοι αὐτούς, ἀλλ’ ἐντεῦθεν κἀκεῖθεν, λόγου χάριν ἀπὸ τοῦδε τοῦ σελιδίου ἕνα στίχον καὶ ἀφ’ ἑτέρου σελιδίου ἕνα καὶ ἀπ’ ἄλλου ἕνα λαβόντες, καὶ οὕτω συνάγοντες τοὺς διεστῶτας στίχους εἰς ἕν, τοὺς ἁρμόζοντας τῷ πράγματι, λόγου χάριν εἰς γάμους, εἰς ἄρχοντας, εἰς γενεθλίους ἢ ἄλλο τι προκείμενον, οὕτως ἐπεδείκνυντο. Διὰ τοῦτο οὖν καὶ αὐτὸς ὁ Διονύσιος εἶπε τὰς δύο ἐτυμολογίας, ἢ ἀπὸ τοῦ ῥάπτειν, τουτέστι τὰ διεστῶτα συνάγειν, ἢ ἀπὸ τοῦ ῥάβδον κρατοῦντας ἐπιδείκνυσθαι. Ἀναγκαῖον δὲ μετὰ τὴν ἐτυμολογίαν τῆς ῥαψῳδίας μνησθῆναι κἀκείνου, ὅτι ἔν τινι χρόνῳ τὰ Ὁμήρου ποιήματα παρεφθάρη ἢ ὑπὸ πυρὸς ἢ ὑπὸ ὑδάτων ἐπιφορᾶς ἢ ὑπὸ σεισμοῦ, καὶ ἄλλων ἄλλως τῶν βιβλίων διασκεδασθέντων καὶ φθαρέντων ὕστερον εὑρέθη ὁ μὲν ἔχων τυχὸν ἑκατὸν στίχους Ὁμηρικούς, ὁ δὲ χιλίους, ἄλλος διακοσίους, ἄλλος ὅσους ἂν ἔτυχε· καὶ ἤμελλε λήθῃ παραδίδοσθαι ἡ τοιαύτη ποίησις. Ἀλλὰ Πεισίστρατός τις Ἀθηναῖος στρατηγός, θέλων καὶ ἑαυτῷ δόξαν περιποιήσασθαι καὶ τὰ τοῦ Ὁμήρου ἀνανεῶσαι, τοιοῦτόν τι ἐβουλεύσατο· ἐκήρυξεν ἐν πάσῃ τῇ Ἑλλάδι τὸν ἔχοντα Ὁμηρικοὺς στίχους ἀγαγεῖν πρὸς αὐτόν, ἐπὶ μισθῷ ὡρισμένῳ καθ’ ἕκαστον στίχον. Πάντες οὖν οἱ ἔχοντες ἐπέφερον καὶ ἐλάμβανον ἀδιαστρόφως τὸν ὁρισθέντα μισθόν· οὐκ ἀπεδίωκε δὲ οὐδὲ τὸν φέροντα οὓς ἤδη προειλήφει παρ’ ἑτέρου στίχους, ἀλλὰ κἀκείνῳ τὸν αὐτὸν ἐπεδίδου μισθόν· ἐνίοτε γὰρ ἐν αὐτοῖς ἕνα ἢ δύο στίχους εὕρισκε περιττούς, ἐνίοτε δὲ καὶ πλείους· ὅθεν τις ἔσθ’ ὅτε καὶ ἰδίους παρεισέφερε, τοὺς νῦν ὀβελιζομένους. Καὶ μετὰ τὸ πάντας συναγαγεῖν παρεκάλεσεν ἑβδομήκοντα δύο γραμματικούς, συνθεῖναι τὰ τοῦ Ὁμήρου ἕκαστον κατ’ ἰδίαν, ὅπως ἂν δόξῃ τῷ συνθέντι καλῶς ἔχειν, ἐπὶ μισθῷ πρέποντι λογικοῖς ἀνδράσι καὶ κριταῖς ποιημάτων, ἑκάστῳ δεδωκὼς κατ’ ἰδίαν πάντας τοὺς στίχους ὅσους ἦν συναγαγών.
30 Καὶ μετὰ τὸ ἕκαστον συνθεῖναι κατὰ τὴν ἑαυτοῦ γνώμην, εἰς ἓν συνήγαγε πάντας τοὺς προλεχθέντας γραμματικούς, ὀφείλοντας ἐπιδεῖξαι αὐτῶν ἕκαστον τὴν ἰδίαν σύνθεσιν, παρόντων ὁμοῦ πάντων. Οὗτοι οὖν ἀκροασάμενοι οὐ πρὸς ἔριν, ἀλλὰ πρὸς τὸ ἀληθὲς καὶ πᾶν τὸ τῇ τέχνῃ ἁρμόζον, ἔκριναν πάντες κοινῇ καὶ ὁμοφρόνως, ἐπικρατῆσαι τὴν σύνθεσίν τε καὶ διόρθωσιν Ἀριστάρχου καὶ Ζηνοδότου· καὶ πάλιν ἔκριναν τῶν δύο συνθέσεών τε καὶ διορθώσεων βελτίονα τὴν Ἀριστάρχου. Ἐπειδὴ δέ τινες τῶν συναγαγόντων τοὺς Ὁμηρικοὺς στίχους πρὸς τὸν Πεισίστρατον διὰ τὸ πλείονα μισθὸν λαβεῖν καὶ ἰδίους στίχους, ὡς προείρηται, σκεψάμενοι προσέθηκαν, καὶ ἤδη ἐν συνηθείᾳ ἐγένοντο τοῖς ἀναγινώσκουσιν, οὐκ ἔλαθε τοῦτο τοὺς κριτάς, ἀλλὰ διὰ μὲν τὴν συνήθειαν καὶ πρόληψιν ἀφῆκαν αὐτοὺς κεῖσθαι, ὀβελίσκους δὲ ἑκάστῳ τῶν ἀδοκίμων καὶ ἀλλοτρίων καὶ ἀναξίων τοῦ ποιητοῦ στίχων παρατιθέμενοι τοῦτο αὐτὸ ἐνεδείξαντο, ὡς ἀνάξιοί εἰσι τοῦ Ὁμήρου. Φέρεται δὲ ἐπίγραμμα εἰς τὸν Πεισίστρατον ὡς σπουδάσαντα συναγαγεῖν τὰ τοῦ Ὁμήρου τοιοῦτον· τρίς με τυραννήσαντα τοσαυτάκις ἐξεκύλισσε δῆμος Ἀθηναίων, καὶ τρὶς ἐπηγάγετο, τὸν μέγαν ἐν βουλῇ Πεισίστρατον, ὃς τὸν Ὅμηρον ἤθροισα, σποράδην τὸ πρὶν ἀειδόμενον· ἡμέτερος γὰρ κεῖνος ὁ χρύσεος ἦν πολιήτης, εἴπερ Ἀθηναῖοι Σμύρναν ἀπῳκίσαμεν. § 6 (7b). Περὶ στοιχείου. Γράμματά ἐστιν κδ ʹ.] Ἀπορίαν τινὰ εὐθέως καὶ ζήτησιν ἔχει ἡ ἐπιγραφή, τίνος ἕνεκεν ἐπιγράψας «περὶ στοιχείου» οὐκ ἐπήγαγε «στοιχεῖόν ἐστιν», ὡς καὶ εἰπὼν ἀνωτέρω «περὶ γραμματικῆς» ἐπιφέρει «γραμματική ἐστιν», καὶ «περὶ ἀναγνώσεως» «ἀνάγνωσίς ἐστι», καὶ «περὶ τόνου» «τόνος ἐστίν», καὶ ἐφεξῆς ὁμοίως, ἐνταῦθα δὲ ἐπιγράψας «περὶ στοιχείου» οὐκ ἐπήγαγε «στοιχεῖόν ἐστιν», ἀλλὰ «γράμματά ἐστιν».
31 Ταύτην οὖν τὴν ζήτησιν σὺν θεῷ εἰσόμεθα. Ἐπειδὴ δὲ τοῖς γραμματικοῖς ἀναγκαῖόν ἐστι καὶ αὐτῶν τῶν γραμμάτων τὴν φύσιν καὶ τὴν εὕρεσιν ζητεῖν, τούτου χάριν θέλει ὡς εἰδὼς ἐπιστῆσαι. Ἀναγκαῖον οὖν ἡμᾶς ἐστι πρῶτον γνῶναι τὸν ὅρον τοῦ στοιχείου, εἰ καὶ μὴ αὐτὸς ἐξέθετο. Τί οὖν ἐστι στοιχεῖον; Ἡ ἐκφώνησις· καὶ ἄλλως· ἡ πρώτη καὶ ἀμερὴς τοῦ ἀνθρώπου φωνή· ἕκαστον μὲν γὰρ τῶν στοιχείων οὐ δύναται μερισθῆναι, ἡ δὲ συλλαβὴ μερίζεται εἰς δύο στοιχεῖα ἢ τρία ἢ καὶ εἰς πλείονα· αὐτὸ δὲ τὸ στοιχεῖον, ὡς προείρηται, ἀμερές ἐστι. Καὶ ἄλλως· στοιχεῖόν ἐστιν ἐξ οὗ ἐλαχίστου συνίσταταί τι ἐν συνθέσει καὶ εἰς ὃ ἐλάχιστον ἀναλύεται· ἀπὸ γὰρ ἑκάστου στοιχείου, ὡς ἔφη ὁ ὅρος, ἐλαχίστου συνίστανται αἱ συλλαβαί, καὶ ἀπὸ τῶν συλλαβῶν αἱ λέξεις, καὶ ἀπὸ τῶν λέξεων οἱ λόγοι, καὶ ἀπὸ τῶν λόγων τὰ ποιήματά τε καὶ τὰ συγγράμματα· καὶ πάλιν τὰ ποιήματα καὶ τὰ συγγράμματα ἀναλύονται εἰς λόγους, καὶ οἱ λόγοι εἰς λέξεις, καὶ αἱ λέξεις εἰς συλλαβάς, καὶ αἱ συλλαβαὶ εἰς στοιχεῖα, καὶ οὐκέτι περαιτέρω· οὐδὲ γὰρ δύναται τὸ στοιχεῖον εἰς μικρότερόν τι ἑαυτοῦ ἀναλυθῆναι· τοῦτο οὖν ἐστιν, ὃ ἔφη ὁ ὅρος, «καὶ εἰς ὃ ἐλάχιστον ἀναλύεται». Τούτῳ οὖν τῷ στοιχείῳ, τουτέστι τῇ ἐκφωνήσει, παρέπεται τέσσαρα· χαρακτὴρ μέν, ὡς τρίγωνον σχῆμα ἢ ἡμικύκλιον ἢ στρογγύλον καὶ τὰ ἑξῆς· ὄνομα δέ, ὡς τὸ ἄλφα ἢ βῆτα καὶ τὰ λοιπά· δύναμις δέ, ὡς μακρόν, βραχύ, δασύ, ψιλόν, φωνῆεν, σύμφωνον καὶ τὰ λοιπά· τάξις δέ, ὡς τὰ μὲν προτακτικὰ τῶν φωνηέντων καὶ συμφώνων, τὰ δὲ ὑποτακτικά. Καὶ τὴν μὲν οὖν ἐκφώνησιν τῶν στοιχείων ἡ φύσις τοῖς ἀνθρώποις ἐξ ἀρχῆς ἐδωρήσατο, ταῦτα δὲ τὰ τέσσαρα, ἃ προειρήκαμεν παρεπόμενα τῷ στοιχείῳ, ἀνθρώπων ἐστὶν ἐφεύρεσις· διὸ καὶ παρ’ ἡμῖν μὲν οἱ χαρακτῆρες τῶν στοιχείων τοιοῖδέ τινές εἰσιν, οὓς ἐδιδάχθημεν, παρὰ δὲ Πέρσαις ἕτεροι, παρὰ Σύροις δὲ ἄλλοι, καὶ παρ’ ἄλλοις ἔθνεσιν ἄλλοι. Ἐφευρέθη οὖν ἑκάστῃ ἐκφωνήσει τοιάδε τις εἰκὼν ἤτοι χαρακτήρ· καὶ μετὰ τοὺς χαρακτῆρας ἐφευρέθη καὶ ἐπετέθη αὐτοῖς τὰ ὀνόματα, ὥστε τῶν στοιχείων τοιόνδε χαρακτῆρα τὸν ἔχοντα τοιάνδε τὴν ἐκφώνησιν τοιῷδε τῷ ὀνόματι καλεῖσθαι. Διὸ καὶ κατανοήσαντί μοι τάς τε ἐκφωνήσεις αὐτῶν καὶ τὰ ὀνόματα παράδοξόν τι ἐφάνη παρηκολουθηκέναι δύο γράμμασιν ἐκ πάντων, φημὶ δὲ τῷ υ καὶ τῷ ω , ἥ τε τοῦ ὀνόματος αὐτῶν καὶ ἡ τῆς ἐκφωνήσεως συνέλευσις· τούτων γὰρ μόνων τὸ ὄνομα ὁμοφώνως τῇ ἐκφωνήσει καὶ τὴν ἐκφώνησιν ὁμοφώνως τῷ ὀνόματι φθεγγόμεθα· τὴν δὲ αἰτίαν τούτου φιλοσόφοις ἀνατίθεμαι.
32 Μετὰ δὲ τὰ ὀνόματα ἐνομοθετήθη παρὰ τῶν ἀρχαίων τινὰ μὲν εἶναι μακρὰ τινὰ δὲ βραχέα, τινὰ δὲ φωνήεντα τινὰ δὲ σύμφωνα, καὶ τινὰ μὲν προτακτικὰ τινὰ δὲ ὑποτακτικά· καὶ οὐκ ἀλόγως οὐδὲ ὡς ἔτυχεν ἐνομοθετήθη, ἀλλ’ ἕκαστον ἔχεταί τινος λόγου καὶ αἰτίας πρεπούσης. Τινὲς δέ φασι τοὺς χαρακτῆρας τῶν στοιχείων τοὺς παρ’ ἡμῖν ὑπὸ Ἑρμοῦ ἐν φοίνικος φύλλῳ γεγραμμένους καταπεμφθῆναι τοῖς ἀνθρώποις, διὸ καὶ φοινίκεια λέγεται τὰ γράμματα· οἱ δέ, ὅτι Φοινίκων ἐστὶν εὕρεσις· οἱ δέ, ὅτι ὁ παιδαγωγὸς τοῦ Ἀχιλλέως ὁ Φοῖνιξ ἐφεῦρεν αὐτά. Λοιπὸν δεῖ νῦν τὴν ζήτησιν τὴν προλεχθεῖσαν ἡμᾶς γνῶναι, φημὶ δὲ τὴν ἐξ ἀρχῆς, τίνος ἕνεκεν εἰπὼν «περὶ στοιχείου» οὐκ ἐπήγαγε «στοιχεῖόν ἐστιν», ἀλλὰ «γράμματά ἐστιν». Καὶ ἔστι μὲν εἰπεῖν, ὡς καὶ αὐτὸς μετ’ ὀλίγον ἐρεῖ, ἐπειδὴ ταὐτόν ἐστι στοιχεῖον καὶ γράμμα· φησὶ γὰρ ὑποκατιὼν ὁ τεχνικός «τὰ δὲ αὐτὰ καὶ στοιχεῖα καλεῖται»· τὸ δὲ ἀληθές, ὅτι στοιχεῖον μέν ἐστιν ἡ ἐκφώνησις, γράμματα δὲ αἱ εἰκόνες καὶ οἱ χαρακτῆρες. Καὶ χαρακτῆρες μέν εἰσιν κδʹ, ἐκφωνήσεις δὲ πολλῷ πλείους· οἱ γὰρ παλαιοὶ ἄλλως ἐξεφώνουν τὸ α τὸ μακρὸν καὶ ἄλλως τὸ βραχύ, καὶ ἄλλως τὸ δασὺ καὶ ἄλλως τὸ ψιλόν, ἑνὶ δὲ χαρακτῆρι ἀπετυποῦντο. Ἵνα οὖν πλέον τι γνῶμεν, ἐκζητήσωμεν, πόσαι αἱ ἐκφωνήσεις αὐτῶν εἰσιν. Εὑρίσκομεν οὖν, ὅτι τὸ α ἔχει ἐκφωνήσεις δέκα. Πῶς; α μακρὸν δασὺ ὀξυνόμενον, ἰδοὺ ἄλλαι τρεῖς διαφοραί· α μακρὸν δασὺ βαρυνόμενον, 〈πάλιν〉 α βραχὺ δασὺ ὀξυνόμενον, α μακρὸν δασὺ περισπώμενον· α βραχὺ δασὺ βαρυνόμενον, ἰδοὺ τρεῖς διαφοραὶ ἐκφωνήσεων· α βραχὺ ψιλὸν ὀξυνόμενον, πάλιν α μακρὸν ψιλὸν ὀξυνόμενον, α βραχὺ ψιλὸν βαρυνόμενον· α μακρὸν ψιλὸν βαρυνόμενον, ἰδοὺ ἄλλαι τέσσαρες διαφοραί. α μακρὸν ψιλὸν περισπώμενον· Καὶ ἐπὶ τοῦ ι δὲ ὁμοίως· ι μακρὸν δασὺ ὀξυνόμενον, ι μακρὸν ψιλὸν περισπώμενον, ι μακρὸν δασὺ βαρυνόμενον, ι βραχὺ δασὺ ὀξυνόμενον, ι μακρὸν δασὺ περισπώμενον, ι βραχὺ δασὺ βαρυνόμενον, ι μακρὸν ψιλὸν ὀξυνόμενον, ι βραχὺ ψιλὸν ὀξυνόμενον, ι μακρὸν ψιλὸν βαρυνόμενον, ι βραχὺ ψιλὸν βαρυνόμενον.
33 —Περισπωμένων δὲ μνήμην ἐπὶ τῶν βραχέων οὐ πεποιήμεθα· οὐ γὰρ οἷόν τε ἦν α βραχὺ ἢ ι βραχὺ ὂν περισπᾶσθαι· ἐπάνω γὰρ βραχείας περισπωμένη οὐ τίθεται, εἴ γε ἡ μὲν βραχεῖα μονόχρονός ἐστι [καὶ ἀρκεῖ εἰπεῖν βραχεῖα], ἡ δὲ περισπωμένη σύνθετός ἐστι τόνος ἐξ ὀξείας καὶ βαρείας, καὶ ἀεὶ ἐπάνω μακρᾶς τίθεται, καὶ οὐ μόνον ἐπάνω μακρᾶς, ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον καὶ ἐπὶ συνθέτου συλλαβῆς. Τί δέ ἐστι σύνθετος συλλαβή; ἡ ποτὲ μὲν ἐν δύο συλλαβαῖς ἐκφωνουμένη, ποτὲ δὲ ἐν μιᾷ, ὡς ἐπὶ τοῦ Ἡρακλέης Ἡρακλῆς καὶ τῶν ὁμοίων, ὡς προείρηται ἡμῖν. —Ἰδοὺ καὶ ἐπὶ τοῦ ι δέκα διαφοραί. Οἱ οὖν παλαιοὶ οὐχ ὁμοίως τὰ μακρὰ καὶ τὰ βραχέα ἐξεφώνουν, ἀλλ’ ἐπὶ μὲν τῶν μακρῶν διπλασίονα ὥραν, ὡς ἄν τις εἴποι, ἐν τῇ ἐκφωνήσει ἐπέμενον, ἐπὶ δὲ τῶν βραχέων ἐλάττονα ὥραν, τουτέστι τὸ ἥμισυ τῆς ἐπὶ τῇ μακρᾷ ἐκφωνήσει ὥρας, καὶ ὡσανεὶ παρατρέχοντες αὐτὰ ἐξεφώνουν, ὥστε ἀπὸ μικρᾶς ἡλικίας εἰδέναι ἑκάστης συλλαβῆς, μακρᾶς τε καὶ βραχείας, τὴν διαφοράν· καὶ ἄλλως δὲ τὰ δασέα ἐξεφώνουν καὶ ἄλλως τὰ ψιλά, πῇ μὲν μετὰ πολλοῦ πνεύματος, πῇ δὲ μετὰ ἐλαχίστου. Ἐπὶ δὲ τοῦ υ εἰσὶν ἐκφωνήσεις πέντε· υ μακρὸν δασὺ ὀξυνόμενον, ἰδοὺ τρεῖς διαφοραί· καὶ πάλιν υ μακρὸν δασὺ βαρυνόμενον, υ βραχὺ δασὺ ὀξυνόμενον, υ μακρὸν δασὺ περισπώμενον· υ βραχὺ δασὺ βαρυνόμενον· ἰδοὺ πέντε διαφοραί· τὸ γὰρ υ 〈ἄρχον λέξεωσ〉 οὐδέποτε ψιλοῦται. Πάλιν ἐπὶ τοῦ η καὶ τοῦ ω εὑρίσκομεν δώδεκα διαφοράς, ἓξ ἐπὶ τοῦ η καὶ ἓξ ἐπὶ τοῦ ω . Πῶς; η δασὺ ὀξυνόμενον, ω δασὺ ὀξυνόμενον, η δασὺ βαρυνόμενον, ω δασὺ βαρυνόμενον, η δασὺ περισπώμενον, ω δασὺ περισπώμενον, η ψιλὸν ὀξυνόμενον, ω ψιλὸν ὀξυνόμενον, η ψιλὸν βαρυνόμενον, ω ψιλὸν βαρυνόμενον, η ψιλὸν περισπώμενον, ω ψιλὸν περισπώμενον. Ἐπὶ δὲ τοῦ ε καὶ τοῦ ο ο ὀκτὼ διαφορὰς εὑρίσκομεν· ε δασὺ ὀξυνόμενον, ο δασὺ ὀξυνόμενον, ε δασὺ βαρυνόμενον, ο δασὺ βαρυνόμενον, ε ψιλὸν ὀξυνόμενον, ο ψιλὸν ὀξυνόμενον, ε ψιλὸν βαρυνόμενον, ο ψιλὸν βαρυνόμενον.
34 Ἰδοὺ ἐπὶ τῶν φωνηέντων ἀνεφάνησαν μεʹ διαφοραὶ ἐκφωνήσεων. Ἐπὶ δὲ τῶν ιζʹ συμφώνων καʹ εὑρίσκομεν διαφοράς· τὰ 〈γὰρ〉 τέσσαρα ἀμετάβολα, φημὶ δὴ λ μ ν ρ , ἔχει ὀκτὼ διαφοράς· ποτὲ μὲν γὰρ μηκύνει τὰ πρὸ ἑαυτῶν φωνήεντα, ὡς δύο συμφώνων δύναμιν ἔχοντα καὶ ὡσανεὶ ἰσοδυναμοῦντα τῷ ζ ἢ τῷ ξ ἢ τῷ ψ , ἀρχόμενα μέντοι λέξεως, ὡς μετ’ ὀλίγον εἰσόμεθα· ποτὲ δὲ οὐ μηκύνει, ἀλλὰ τοῖς συμφώνοις τοῖς ἄλλοις τοῖς ἀπὸ ἡμιχρονίου δύναμιν ἔχουσιν ὅμοια καθέστηκεν· ἄλλως οὖν ἐξεφώνουν, ὡς εἴρηται, τὰ μηκύνοντα, καὶ ἄλλως τὰ μὴ μηκύνοντα. Τὰ δὲ ἐπίλοιπα ιγʹ σύμφωνα πρὸς μίαν ἔχει ἐκφώνησιν. Ἰδοὺ καʹ διαφοραὶ ἐπὶ τῶν συμφώνων ἐφάνησαν, ἐπὶ δὲ τῶν φωνηέντων μεʹ, ὡς πάσας ὁμοῦ γίνεσθαι ξϛʹ διαφορὰς ἐκφωνήσεων. Τὸ γὰρ εὑρισκόμενον παρὰ τοῖς Αἰολεῦσι δίγαμμα οὐκ ἔστι γράμμα· ἔχει δὲ τύπον τοιόνδε ϝ · ὃ προστιθέασιν οἱ Αἰολεῖς ἑκάστῃ λέξει παρ’ ἡμῖν δασυνομένῃ, αὐτοὶ ψιλοῦντες πᾶσαν λέξιν· σύμβολον οὖν ἐστι παρ’ αὐτοῖς, ἐκφωνήσεις ἔχον τῆς οι καὶ ου διφθόγγου. Ὅθεν δείκνυται μὴ ὂν γράμμα μηδὲ συγκαταριθμούμενον τοῖς γράμμασιν· οὐ γὰρ ἐν πάσαις ταῖς Ἑλληνικαῖς διαλέκτοις εὑρίσκεται, ὡς τὰ ἄλλα γράμματα, οὔτε ἀφ’ ἑαυτοῦ ἄρχεται ἐν τῷ ἐκφωνεῖσθαι, ὡς τὰ ἄλλα. Ἰδοὺ τοσαῦται διαφοραὶ ἐκφωνήσεων· ὥστε τοῦτο ἐπιστάμενος ὁ Διονύσιος ἐπιγράψας «περὶ στοιχείου» οὐκ ἐπήγαγε «στοιχεῖόν ἐστιν», ἀλλὰ «γράμματά ἐστιν». Δεῖ δὲ προειδέναι καὶ τοῦτο, ὅτι τὸ παλαιὸν οὐκ ἦν τὰ κδʹ γράμματα, ἀλλὰ ιϛʹ· οὐκ ἦν δὲ τὰ τρία τὰ λεγόμενα διπλᾶ ζ ξ ψ , τὰ τρία δασέα θ φ χ , τὰ δύο μακρὰ η καὶ ω . Ὅταν οὖν ἤθελον γράψαι λέξιν ἔχουσαν ἐκφώνησιν τοῦ η , ἔγραφον τὸ ε καὶ ἐπάνω τοῦ ε τὸ σημεῖον τῆς μακρᾶς· ὅταν δὲ τὴν ἐκφώνησιν τοῦ ω , ἔγραφον τὸ ο καὶ ἐπάνω τοῦ ο , ὡς προείρηται ἐπὶ τοῦ ε , τὸ σημεῖον τῆς μακρᾶς. Ὅταν δὲ ἤθελον γράψαι λέξιν ἔχουσαν τὴν ἐκφώνησιν τοῦ ζ , ἔγραφον ς καὶ δ ἀντὶ τοῦ ζ , ὥσπερ καὶ νῦν εὑρίσκομεν παρὰ τοῖς Δωριεῦσιν, ἀντὶ δὲ τοῦ ξ κ καὶ ς , ἀντὶ δὲ τοῦ ψ π καὶ ς · πάλιν ἂν ἤθελον γράψαι λέξιν ἔχουσαν τὴν ἐκφώνησιν τοῦ θ , ἔγραφον ἀντὶ τοῦ θ τὸ τ καὶ πρὸς τοῦτο ἐτίθεσαν τὸ παρ’ αὐτοῖς τότε σημεῖον τῆς δασείας, ἐνδεικνύμενοι ὅτι τοῦτο τὸ τ οὐκ ἔστι νῦν τ ἀλλὰ θ τῇ ἐκφωνήσει· ἐπὶ δὲ τῆς ἐκφωνήσεως τοῦ φ ἔγραφον τὸ π προστιθέντες, ὡς προείρηται, τὸ παρ’ αὐτοῖς σημεῖον τῆς δασείας· ἐπὶ δὲ τῆς τοῦ χ ἐκφωνήσεως τὸ κ ἔγραφον τὸ σημεῖον τῆς δασείας προστιθέντες.
35 Ἦν δὲ τὸ παλαιὸν σύμβολον τῆς δασείας τὸ παρ’ ἡμῖν νῦν Η· διὸ ὅτε ἐφευρέθη τὰ ὀκτὼ γράμματα, ὧν τὸ ἕν ἐστι καὶ τὸ Η, ἡ τότε δασεῖα ἐτμήθη εἰς δύο κατὰ κάθετον, καὶ τὸ μὲν πρῶτον αὐτῆς μέρος τῆς δασείας ἐστὶ σημεῖον, τὸ δὲ δεύτερον τῆς ψιλῆς. Ἐφεῦρε δὲ τὰ ὀκτὼ ταῦτα γράμματα εἷς τῶν λυρικῶν, Σιμωνίδης. Τὴν δὲ ἐτυμολογίαν, τίνος χάριν εἴρηται γράμματα, αὐτὸς εἴρηκεν ὁ Διονύσιος, ἐπειδὴ ἐντυπούμενα ξυσμόν τινα ἀποτελεῖ, καὶ μάλιστα ἐν τοῖς πτυχίοις ὑποκειμένου κηροῦ· δῆλον γὰρ ὅτι ἐν αὐτῷ ἐπενοήθη τὰ γράμματα ἐντυποῦσθαι, ἵνα, ὡς τὸ μέλι πρώτιστον βρῶμά ἐστι τοῖς βρέφεσιν, οὕτω καὶ τὸ περιλειπόμενον ἐκ τοῦ μέλιτος τῆς λογικῆς ἐντεύξεώς τε καὶ μαθήσεως ὑποδεκτικὸν εἴη τοῖς παισίν· ἐπειδὴ οὖν ξυσμόν τινα ἀποτελεῖ ἐντυπούμενα, τὸ δὲ ἐπιξύσαι γράψαι ἔλεγον, τούτου χάριν γράμματα εἴρηται. Τὰ δὲ αὐτὰ καὶ στοιχεῖα καλεῖτα ι.] Ἰδοὺ νῦν ἐμφαίνει, τίνος ἕνεκεν εἰπὼν «περὶ στοιχείου» ἐπήγαγε «γράμματά ἐστιν», ὡς τοῦ αὐτοῦ ὄντος γράμματος καὶ στοιχείου. Καὶ ἐτυμολογεῖ αὐτὰ ἀπὸ τοῦ στείχω, ὅ ἐστι μετὰ τάξεως πορεύομαι· οὐ γὰρ ἀτάκτως καὶ ὡς ἔτυχεν ἐπιπλέκεται ἀλλήλοις τὰ στοιχεῖα. Τὰ γὰρ φθάσαντά τινων προταγῆναι ἐν ἐπιπλοκῇ—ἐπιπλοκὴ δέ ἐστιν ἡ ἐν μιᾷ συλλαβῇ ἐκφώνησις—οὐκέτι καὶ ὑποτάσσεται· ὡς ἐν τῷ κλέος τὸ κ τοῦ λ προετάγη ἐν μιᾷ συλλαβῇ, καὶ οὐδέποτε εὑρήσεις τὸ λ τοῦ κ προτασσόμενον ἐν μιᾶ συλλαβῇ· καὶ τὸ π τοῦ ρ , ὡς ἐν τῷ πρῶτος, τὸ δὲ ρ τοῦ π οὐδέποτε· τό τε ς τοῦ θ , ὡς ἐν τῷ σθένος, τὸ δὲ θ τοῦ ς οὐδέποτε, καὶ τὰ ὅμοια.
36 Ἡμεῖς δὲ καὶ ἄλλην ἐτυμολογίαν προτίθεμεν· φαμὲν γὰρ αὐτὰ εἰρῆσθαι ἀπὸ τοῦ τεῖχος προσθέσει τοῦ ς καὶ τροπῇ τοῦ ε εἰς ο στοῖχος, καὶ ἐν παραγωγῇ στοιχεῖον. Καὶ εἴποι ἄν τις, ὅτι ποίαν ἔχει ὁμοιότητα ἢ μετουσίαν τὸ τεῖχος πρὸς τὸ στοιχεῖον; Καί φαμεν ὅτι καὶ πάνυ· ὥσπερ γὰρ τὸ τεῖχος φυλακή ἐστι καὶ ἀσφάλεια τῶν ἐν τῇ πόλει, οὕτω καὶ τὰ στοιχεῖα φυλακή ἐστι τῶν παλαιῶν πραγμάτων· δι’ αὐτῶν γὰρ ἡμῖν τοῖς μεταγενεστέροις ἐφυλάχθη καὶ ἐν γνώσει ἐγένετο. Εἴποι δ’ ἄν τις αὐτὰ στοιχεῖα εἰρῆσθαι καὶ κατὰ μίμησιν τῶν τεσσάρων στοιχείων, πυρός, ὕδατος, ἀέρος, γῆς· ὥσπερ γὰρ ἐκ τούτων τῶν τεσσάρων στοιχείων σύγκειται πάντα καὶ ἐν ὑποστάσει ἐστὶ τὰ ἐν τῷ κόσμῳ, οὕτω καὶ ἐκ τῶν κδʹ στοιχείων σύγκειται καὶ ἐν ὑποστάσει ἐστὶ πᾶς λόγος καὶ πᾶν σύγγραμμα καὶ πᾶν βιβλίον. Τούτων φωνήεντα μέν ἐστιν ἑπτ ά.] Τὰ κδʹ γράμματα διαιρεῖται εἰς δύο, εἰς φωνήεντα καὶ εἰς σύμφωνα· καὶ φωνήεντα μέν, ὥς φησι καὶ αὐτός, ἑπτά, ἃ καὶ εὐλόγως λέγεται φωνήεντα, ὡς μὴ χρῄζοντα συνάρσεως ἑτέρου τινὸς εἰς τὸ ἐκφωνηθῆναι, ἀλλὰ τελείαν φωνὴν ἀφ’ ἑαυτῶν ἀφιέντα· τὰ δὲ λοιπὰ ιϛʹ σύμφωνά ἐστιν. Τίνος δὲ ἕνεκεν εἴρηται σύμφωνα; Ἔστι μὲν εὔδηλον πάντῃ, καὶ αὐτὸς δὲ ὁ τεχνικὸς μετ’ ὀλίγον ἐρεῖ. Τῶν δὲ φωνηέντω ν.] Διελὼν τὰ κδʹ γράμματα εἰς φωνήεντα καὶ εἰς σύμφωνα ἑκάστῃ διαιρέσει ὑποδιαιρέσεις ἐπιφέρει· καὶ πρώτην ὑποδιαίρεσιν ταύτην φησὶ τὴν τῶν φωνηέντων, καὶ ὑποδιαιρεῖ αὐτὰ εἰς μακρὰ καὶ εἰς βραχέα καὶ εἰς δίχρονα. Μακρὰ μέν ἐστι δύ ο , η καὶ ω .] Μακρὰ δὲ λέγεται ταῦτα ὡς παρὰ τοῖς παλαιοῖς ἐν διπλασίονι χρόνῳ τῶν βραχέων ἐκφωνούμενα· καὶ τὰ δύο μὲν παρὰ πᾶσιν ἐν ἰσότητι δοκεῖ εἶναι ἕνεκεν τῆς μακρᾶς. Ζητησάντων δέ τινων, ποῖόν ἐστι τῶν δύο μακρότερον, εὑρέθη τὸ η μακρότερον· ἐπὶ μὲν γὰρ τοῦ ω προπαροξύνονται λέξεις τινές, ὡς ἐπὶ τοῦ μάντεως καὶ φύσεως καὶ τῶν ὁμοίων, ἐπὶ δὲ τοῦ η οὐδέποτε. Ἀλλ’ ἐρεῖ τις, ὅτι οἱ Ἀττικοὶ τοῦτο ἐτόλμησαν. Ἀλλὰ καὶ ἡμεῖς φαμεν πρὸς αὐτόν, ὅτι οἱ Ἀττικοὶ οἱ τολμήσαντες ἐπὶ τοῦ ω , εἰ εὗρον τὸ η ἴσον τῷ ω ἢ ἔλασσον, εἶχον ἂν καὶ ἐπ’ αὐτοῦ τολμῆσαι προπαροξύνειν· μὴ τολμήσαντες δὲ ἀνεδείξαντο εὑρηκέναι τὸ η τοῦ ω μεῖζον.
37 Δεῖ δὲ τὸ η μὲν ἐκφωνοῦντας μηκύνειν τὸ στόμα ὡς ἐπὶ τὰ ὦτα ἑκατέρωθεν, τὸ δὲ ω ἐκφωνοῦντας μηκύνειν τὰ χείλη ὡς ἐπὶ τὴν ῥῖνα καὶ τὸν πώγωνα· διὸ καὶ ἐνομοθετήθη μακρὰ εἶναι, ὡς μηκύνοντα τὴν ἐπιφάνειαν τῶν φωνητικῶν ὀργάνων ὑπὲρ τὰ ἄλλα φωνήεντα. Βραχέα δύ ο , ε καὶ ο .] Δῆλον ὅτι οἱ παλαιοὶ ταῦτα παρατρέχοντες ἐφθέγγοντο, καὶ οὐ τοσαύτην ὥραν ὅσην ἐπὶ τοῦ η καὶ τοῦ ω ἐποίουν ἐν τῷ ἐκφωνεῖν, ἀλλὰ κατὰ τὸ ἥμισυ μέρος. Καὶ ἐπὶ τούτων δέ, τῶν βραχέων φημί, ὅ τε Ἡρωδιανὸς ὁ τεχνικὸς καὶ ὁ τούτου πατὴρ Ἀπολλώνιος ἐζήτησαν, τί τίνος ἐστὶ βραχύτερον. Καὶ ὁ μὲν Ἀπολλώνιός φησι τὸ ο εἶναι βραχύτερον τοῦ ε , ἀποδείξει τοιαύτῃ χρώμενος· λέγει γὰρ ὅτι τὸ ι ἑκατέρῳ αὐτῶν προσθεὶς ποιήσεις δηλονότι δύο διφθόγγους, καὶ ἡ μέν ἐστι μείζων ἡ τὸ ε ἔχουσα, ἡ δὲ ἐλάσσων ἡ τὸ ο ἔχουσα, ὡς εἶναι αὐτὴν βραχεῖαν καὶ ἐν τοῖς τόνοις, ὡς ἐν τῷ Ὅμηροι Πρίαμοι καὶ ἐν τοῖς ὁμοίοις. Ὁ δὲ Ἡρωδιανὸς τὸ ε μᾶλλον λέγει εἶναι βραχύτερον, ἀποδεικνὺς οὕτως· φησὶ γὰρ πρὸς τὸν πατέρα, ὅτι οὐ δεῖ τῇ παραθέσει τοῦ ι ἐξετάζειν ἐκείνων τὴν δύναμιν, ἀλλὰ κατ’ ἰδίαν ἄνευ τινὸς παραθέσεως καὶ μάλιστα τῆς τοῦ ι · τοῦτο γὰρ συγγένειάν τινα ἔχει πρὸς τὸ ε · καὶ δείκνυσιν ἐκ τοῦ τὴν ἐκφώνησιν τοῦ ι εἶναι ὄνομα τοῦ ε γράμματος· τῷ συγγενεῖ οὖν προστεθὲν μεγάλην τινὰ καὶ δυναμικωτάτην δίφθογγον ἀπετέλεσεν· τῷ δὲ ο προσελθόν, ᾧ οὐκ ἔχει συγγένειαν, οὐκ ἐνεδείξατο ὅλην τὴν ἑαυτοῦ δύναμιν. Ὡς καὶ ἐπὶ παραδείγματος ἀνθρωπείου, ἵνα καὶ μᾶλλον σαφῶς αὐτὸ νοήσωμεν, εἴ τις ἀδελφὸν αὑτοῦ θεάσαιτο χρείαν ἔχοντα βοηθείας, ὅλῃ τῇ ψυχῇ ὑπερασπίζει αὐτὸν καὶ συμπράττει καὶ ὑπερμαχεῖ· ἀλλ’ οὖν οὐχ ὅλῃ τῇ ψυχῇ ὑπὲρ ξένου τοῦτο ποιήσει, ἐξ οὗ καὶ ἀδρανεστέρα ἡ τῶν ἀμφοτέρων δύναμις πρὸς τοὺς ἐξ ἐναντίας ὤφθη· οὕτω καὶ ἐπὶ τοῦ ι νόησον, ὅτι οὐχ ὁμοίως ἐπεδείξατο τὴν ἑαυτοῦ δύναμιν ἐπὶ τοῦ ο , ὡς ἐπὶ τοῦ ε τοῦ συγγενοῦς. Διὰ τοιούτων λόγων ὁ Ἡρωδιανὸς ἀνατρέψας τὴν τοῦ πατρὸς δόξαν ἐπιφέρει τοιαύτην δικαιολογίαν, δι’ ἧς δείκνυσι τὸ ε βραχύτερον τοῦ ο , ἐλεγχόμενον ὑπὸ τῆς κλίσεως τῶν ὀνομάτων.
38 Φησὶ δὲ ἀληθέστατον κανόνα τοιοῦτον, ὅτι πᾶσα κλητικὴ τῆς ἰδίας εὐθείας ἢ ἴση ἐστὶν ἢ ἐλάσσων, μείζων δὲ οὐδέποτε· ἢ γὰρ φυλάσσει τὸ τῆς τελευταίας συλλαβῆς φωνῆεν, καὶ δῆλον ὅτι ἴση ἐστίν, ὡς ἐπὶ τοῦ ὁ Ξενοφῶν ὦ Ξενοφῶν, ἡ καλή ὦ καλή, τὸ παιδίον ὦ παιδίον, ἢ ἐὰν μὲν τρέπῃ, οὔτε εἰς ἴσον οὔτε εἰς μεῖζον τρέπει αὐτό, ἀλλὰ πάντως εἰς ἔλαττον, ὁ Ὀρέστης ὦ Ὀρέστα (τὸ α τοῦ η βραχύτερον), ὁ Μέμνων ὦ Μέμνον (ἐπὶ μὲν τῆς εὐθείας τὸ ω , ἐπὶ δὲ τῆς κλητικῆς τὸ ο ), ὁ Ἀπόλλων ὦ Ἄπολλον, ὁ Ἀριστοφάνης ὦ Ἀριστόφανες· ἐπὶ τοῦ Ὅμηρος οὖν καὶ ἐπὶ πάντων τῶν εἰς ος ἢ ἐφυλάξατο τὸ ο ἡ κλητική, ἢ ἐὰν τρέπῃ αὐτό, ὥσπερ οὖν καὶ τρέπει, πάντως εἴς τι βραχύτερον τοῦ ο τρέπει αὐτό· ἐπειδὴ οὖν εἰς ε τρέπει αὐτό, δῆλον ὅτι τὸ ε βραχύτερόν ἐστι τοῦ ο , οἷον ὁ Ὅμηρος ὦ Ὅμηρε. Δίχρονα τρί α , α ι υ .] Ταῦτά τινες καὶ ἄλλοις ὀνόμασιν ἐκάλεσαν, οἱ μὲν ἀμφίβολα, ὡς ἀμφιβαλλόμενα πότε μὲν μακρά ἐστι πότε δὲ βραχέα, οἱ δὲ ὑγρά, ὡς εὐόλισθα ἐπί τε τὸν τῆς μακρᾶς χρόνον ἐπί τε τὸν τῆς βραχείας· ἄλλοι δὲ δίσημα, ὡς ἐπιδεχόμενα δύο σημεῖα, ποτὲ μὲν τῆς μακρᾶς, ποτὲ δὲ τῆς βραχείας· τινὲς δὲ τρίχρονα, ὡς ποτὲ μὲν ἔχοντα δύο χρόνους, ὅτε μακρά ἐστι, ποτὲ δὲ ἕνα, ὅτε βραχέα ἐστίν· ἀλλ’ οὐ καλῶς οὗτοι ὠνόμασαν αὐτὰ τρίχρονα· οὐ γὰρ ὁμοῦ ἐπιδέχεται τοὺς τρεῖς χρόνους, ἐπεὶ ἔμελλεν ὑπὲρ τὸ η καὶ ω μακρότερα εἶναι. Οἱ δὲ ὠνόμασαν αὐτὰ δίχρονα, ὅπερ καὶ ἐπεκράτησε· ποτὲ γὰρ τὸν χρόνον τῆς μακρᾶς, ποτὲ δὲ τῆς βραχείας ἐπιδέχεται· ὅπερ καὶ αὐτός φησι, διὰ τοῦτο εἰρῆσθαι αὐτὰ δίχρονα, ἐπεὶ ἐκτείνεται καὶ συστέλλεται. Προτακτικὰ φωνήεντα πέντ ε.] Δευτέρα ὑποδιαίρεσις τῶν φωνηέντων ἐστὶν αὕτη, εἰς προτακτικὰ καὶ ὑποτακτικά· καὶ προτακτικὰ μέν ἐστι τῶν ἑπτὰ πέντε, α ε η ο ω , ὑποτακτικὰ δὲ δύο, ι καὶ υ . Καὶ φανερόν ἐστι, τίνος ἕνεκεν λέγεται τὰ μὲν προτακτικά, τὰ δὲ ὑποτακτικά, ὡς αὐτός φησι· προτακτικὰ δὲ λέγεται καὶ τὰ ἑξῆς· τούτων γὰρ τῶν πέντε προτασσομένων, τῶν 〈δὲ〉 δύο ὑποτασσομένων, τοῦ ι καὶ τοῦ υ , αἱ δίφθογγοι ἀποτελοῦνται. Καὶ τὸ υ δὲ ἐνίοτε προτακτικόν καὶ τὰ ἑξῆς.
39 ] Τὸ «ἐνίοτε» ἔφη, ὡς τινῶν δόξαν ἐχόντων μὴ εἶναι δίφθογγον τοῦ υἱός καὶ τοῦ μυῖα τὸ υ καὶ ι , ἀλλὰ διῃρημένως ἐκφωνεῖσθαι· ὅθεν τινὲς καὶ περιστίζουσιν αὐτοῦ τὸ ι , ὡς τῆς στιγμῆς χωρισμὸν ἐμφαινούσης. Καὶ αὐτὸς μὲν τὴν ἀπόδειξιν τὴν παριστῶσαν ἀκριβῶς εἶναι δίφθογγον τό τε υἱός καὶ τὸ μυῖα οὐ λέγει· ἡμᾶς δὲ δεῖ διασαφῆσαι καὶ παραστῆσαι αὐτήν· οὐ γὰρ ὡς ἀγνοῶν παρέλιπεν αὐτήν, ἀλλ’ ὡς ἐν ὑπομνήματι ἢ πρὸς εἰσαγομένους γράφων. Ἔστιν οὖν αὕτη· τῆς ὀξείας μεμαθήκαμεν τρεῖς εἶναι τόπους, τόν τε ἐπὶ τῆς τελευταίας συλλαβῆς καὶ τὸν παρατέλευτον καὶ τὸν πρὸ δύο συλλαβῶν τοῦ τέλους· καὶ περαιτέρω τούτων οὐ δέδωκεν ἡμῖν ἡ φύσις, οὐδὲ ἐὰν θελήσωμεν ἐπαρκεῖ τὸ πνεῦμα· ὥστε πρὸ τριῶν συλλαβῶν τουτέστι τετάρτην ἀπὸ τέλους ὀξεῖαν ἐπί τινων λέξεων ποιῆσαι ἡμᾶς ἀδύνατον· εἰ τοῦτο δὲ ἀληθές, ὥσπερ καὶ ἔστιν, ἐπὶ τοῦ ἅρπυια καὶ αἴθυια καὶ τῶν τοιούτων εἰ ἦν τὸ υ συλλαβὴ κατ’ ἰδίαν, καὶ τὸ ι κατ’ ἰδίαν συλλαβὴ τόνον ἔχον διῃρημένον καὶ κεχωρισμένον τοῦ υ καὶ τοῦ α , ὡς ἐν τῷ αἰτία καὶ ἐν ἄλλαις λέξεσίν ἐστι κατ’ ἰδίαν ἐν συλλαβῆς τόπῳ, πῶς ἐπὶ τῆς αι συλλαβῆς τὴν ὀξεῖαν βάλλομεν, τριῶν μετὰ τὴν αι συλλαβήν, ὥς φασιν ἐκεῖνοι, συλλαβῶν οὐσῶν, τῆς θυ καὶ τῆς ι καὶ τῆς α ; ὁμοίως καὶ ἐπὶ τοῦ ἅρπυια πῶς ἐπὶ τῆς αρ συλλαβῆς βάλλομεν τὴν ὀξεῖαν, τριῶν, ὥς φασιν, ὑπολειπομένων συλλαβῶν, τῆς πυ καὶ τῆς ι καὶ τῆς α ; Ἐκ φυσικῆς οὖν ἀνάγκης, τῆς λεγούσης μηδέποτε πρὸ τριῶν συλλαβῶν κεῖσθαι ὀξεῖαν, τὸ υ καὶ τὸ ι εἶναι δίφθογγον τουτέστι μίαν συλλαβὴν δέδεικται. Δίφθογγοι δέ εἰσιν ἕ ξ.] Λείπει τὸ «εὔφωνοι»· οὐ γὰρ μόναι εἰσὶν ἓξ δίφθογγοι. Δίφθογγοι δὲ λέγονται, ἐπειδὴ ἐκ δύο φθόγγων συνίστανται· φθόγγοι δὲ καλοῦνται κατὰ μουσικὸν λόγον τὰ γράμματα. Καὶ οὐ μόνον εἰσὶν ἓξ δίφθογγοι, ἀλλὰ ιβʹ, ὧν αἱ μὲν ἕξ εἰσιν εὔφωνοι, ἃς καὶ αὐτός φησιν, αἱ δὲ τρεῖς κακόφωνοι, ἡ ηυ , ὡς ἐν τῷ ηὔδα, ἡ ωυ , ὡς ἐν τῷ ωὐτός, ἡ υι .
40 ὡς ἐν τῷ υἱός· αἱ δὲ τρεῖς ἄφωνοι, ἡ ῳ , ὡς ἐν τῷ Ὁμήρῳ ᾠκοδόμουν ᾠνοχόει, ἡ ῃ , ὡς ἐν τῷ τῇ Ἑλένῃ λῃστής ἐπῄνουν, ἡ ᾳ , ὡς ἐν τῷ Αἰνείᾳ ᾄδω Θρᾷξ καὶ ὅσα τοιαῦτα. Τὴν δὲ τρίτην ὑποδιαίρεσιν τῶν φωνηέντων παρεσιώπησεν ὁ τεχνικός· ἔστι δὲ αὕτη, ἡ εἰς ἀμετάβολα καὶ μεταβολικά. Καὶ ἀμετάβολα μέν ἐστι τέσσαρα, η ω ι υ , διότι ἐν ταῖς κλίσεσι τῶν ῥημάτων ἀμετάβολα μένει, οἷον ἡγεμονεύω ἡγεμόνευον, ὠθῶ ὤθουν, ἱππεύω ἵππευον, ὑμνῶ ὕμνουν· μεταβολικὰ δὲ τρία, α ε ο , 〈διότι μεταβάλλονται ἐν ταῖς κλίσεσι τῶν ῥημάτων〉, οἷον ἄρχομαι ἠρχόμην, οἰκῶ ᾤκουν, ἐλέγχω ἤλεγχον. Ἰδοὺ τρεῖς ὑποδιαιρέσεις τῶν φωνηέντων ἐδείξαμεν· καὶ ἐν τοῖς συμφώνοις τοσαύτας δείξομεν, μᾶλλον δὲ καὶ μίαν περιττήν, ἣν ἐν τοῖς φωνήεσιν εὑρεῖν ἀδύνατον. Πάλιν τῶν διφθόγγων αἱ μέν εἰσι κατ’ ἐπικράτειαν, ὡς ἐπὶ τῆς ει διφθόγγου καὶ τῆς ῃ καὶ τῆς ῳ καὶ τῆς ᾳ τῆς ἐχούσης τὸ ι ἀνεκφώνητον· ἐπὶ τούτων γὰρ ὁ φθόγγος τοῦ ἑνὸς φωνήεντος ἐπικρατεῖ καὶ αὐτὸς 〈μόνοσ〉 ἐξακούεται, οἷον Νεῖλος, τῇ Ἑλένῃ, τῷ καλῷ, τῇ Μηδείᾳ καὶ τὸ Θρᾷξ· αἱ δὲ κατὰ κρᾶσιν, ὡς ἐπὶ τῆς ου διφθόγγου καὶ τῆς αυ καὶ τῆς ευ · ἐπὶ τούτων γὰρ συναιροῦσιν ἑαυτὰ τὰ δύο φωνήεντα καὶ ἀποτελοῦσι μίαν φωνὴν ἁρμόζουσαν τοῖς δύο φωνήεσιν, οἷον οὗτος αὐτός εὔχου· αἱ δὲ κατὰ διέξοδον, ὡς ἐπὶ τῆς ηυ καὶ τῆς ωυ καὶ τῆς υι . ἐπὶ τούτων γὰρ χωρὶς ἀκούεται τοῦ ἑνὸς φωνήεντος ὁ φθόγγος, οἷον ηὔλουν ωὐτός (ἀντὶ τοῦ ὁ αὐτός) υἱός· ἐπειδὴ δὲ ἡ αι δίφθογγος ἡ ἐκφωνοῦσα τὸ ι καὶ ἡ οι δίφθογγος οὔτε κατ’ ἐπικράτειάν εἰσιν οὔτε κατὰ κρᾶσιν οὔτε κατὰ διέξοδον, εἰκότως ὡς στερηθεῖσαι τοῦ ἰδιώματος τῶν διφθόγγων ἐστερήθησαν καὶ τοῦ χρόνου τοῦ παρεπομένου ταῖς διφθόγγοις, καὶ τούτου χάριν αὗται μόναι ἐκ τῶν διφθόγγων τῷ τονικῷ παραγγέλματι ἀντὶ κοινῆς παραλαμβάνονται καὶ πρὸς ἕνα ἥμισυ χρόνον ἔχουσιν.
41 Πάλιν αἱ δίφθογγοι αἱ μὲν τρεῖς μετατρέπουσιν εἰς τὸν παρατατικόν, φημὶ δὲ ἡ αι δίφθογγος, τρέπει γὰρ τὸ α εἰς η , οἷον αἰσχύνομαι ᾐσχυνόμην, αἰδοῦμαι ᾐδούμην, αἰτῷ ᾔτουν· καὶ ἡ αυ δίφθογγος τρέπει καὶ αὐτὴ τὸ α εἰς η , οἷον αὐλῶ ηὔλουν, αὐχῶ ηὔχουν· καὶ ἡ οι δίφθογγος τρέπει τὸ ο εἰς τὸ ω , οἷον οἴχομαι ᾠχόμην, οἴγω ᾦγον, οἰκῶ ᾤκουν, οἰκοδομῶ ᾠκοδόμουν· αὕτη δὲ ἡ οι δίφθογγος διφορεῖται, καὶ ποτὲ μὲν ἑαυτὴν φυλάττει ἐν τῷ παρατατικῷ, ὡς ἐν τῷ οἰνοχοῶ οἰνοχόουν, οἰωνίζομαι οἰωνιζόμην, οἰκουρῶ οἰκούρουν, ποτὲ δὲ τρέπεται εἰς ῳ . Αἱ δὲ ἄλλαι ἄτρεπτοί εἰσιν, οἷον οὐρῶ οὔρουν, οὐριοδρομῶ οὐριοδρόμουν, εἴργω εἶργον, εἰκονίζω εἰκόνιζον, εἰκάζω εἴκαζον, οἱ δὲ Ἀττικοὶ διὰ τοῦ η καὶ τοῦ ι , οἷον ᾔκαζον· καὶ τὸ εὐφραίνομαι εὐφραινόμην οἱ Ἀττικοὶ διὰ τοῦ η φασὶν ηὐφραινόμην· καὶ αἱ ἑξῆς δίφθογγοι. Σύμφωνα δὲ τὰ λοιπὰ ιζ ʹ.] Τῶν ἑπτὰ γὰρ φωνηέντων ἀφαιρεθέντων ἐκ τῶν κδʹ 〈γραμμάτων〉, δῆλον ὅτι ιζʹ περιλείπεται. Τίνος δὲ ἕνεκεν εἴρηται σύμφωνα; Αὐτὸς ἐπιφέρει, ὅτι αὐτὰ μὲν κα θ ’ ἑαυτὰ φωνὴν οὐκ ἔχε ι. Λείπεται τὸ «τελείαν»· μικρὰν γὰρ ἔχει, ἐπεὶ εἰ μηδ’ ὅλως εἶχέ τινα φωνήν, οὐκ ἂν ἐναλλαγή τις ἐγένετο τῆς φωνῆς ἐν τῷ ἐκφωνεῖσθαι καθ’ ἑαυτὰ τὰ φωνήεντα καὶ πάλιν μετὰ συμφώνων, ἀλλ’ οἵαν τὸ α ἐκφωνούμενον ἔχει φωνήν, τοιαύτην ἂν εἶχε καὶ μετὰ τοῦ β ἢ γ ἐκφωνούμενον· νῦν δὲ οὐκ ἔχει τὴν αὐτήν. Δῆλον οὖν ἐκ τούτου, ὡς τοῦ β ἡ πρόσθεσις ἐναλλαγὴν ποιήσασα τῆς φωνῆς συνήγαγέ τινα μετρίαν φωνήν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων συμφώνων, ἵνα μὴ ἀκαίρως πολυλογῶμεν. Τούτων ἡμίφωνα μέν ἐστιν ὀκτ ώ.] Ἤρξατο λέγειν τὰς ὑποδιαιρέσεις τῶν συμφώνων, καί φησι πρώτην ταύτην εἰς ἡμίφωνα καὶ ἄφωνα· ἐπειδὴ γὰρ ἐπάνω εἰρήκαμεν, ὅτι ὅσας ἔχει ὑποδιαιρέσεις τὰ φωνήεντα, τοσαύτας ἔχει καὶ τὰ σύμφωνα—τρεῖς δὲ ἔχει ἐκεῖνα— τὰ δὲ σύμφωνα μετὰ τὸ ἔχειν τὰς τρεῖς ἐκείνας ὑποδιαιρέσεις τῶν φωνηέντων καὶ τετάρτην ὑποδιαίρεσιν ἔχειν, διαιρεῖ ταῦτα εἰς ἡμίφωνα καὶ ἄφωνα, καὶ οὐ τὰ φωνήεντα· οὐ γὰρ ἠδύναντο τὰ φωνήεντα οὕτω διαιρεῖσθαι εἰς ἡμίφωνα καὶ ἄφωνα, αὐτόθεν τελείαν φωνὴν ἔχοντα.
42 Ἡμίφωνα δὲ λέγετα ι , ὅτι πα ρ ’ ὅσον ἧττον τῶν φωνηέντων εὔφωνα καθέστηκε ν.] Δῆλον ὅτι ἡμίφωνα ἐλέχθη ὡς ἥμισυ φωνῆς ἔχοντα· ὅθεν ἐπιφέρει καὶ αὐτός, ὅτι ὅσον ἐλάττονά ἐστι τῶν φωνηέντων ἐν τῇ ἐκφωνήσει τῶν τελείαν φωνὴν ἐχόντων, τοσοῦτον εὐφωνόντερά ἐστι τῶν ἄλλων ἐννέα στοιχείων τῶν καλουμένων ἀφώνων. — Ἔν τε τοῖς μυγμοῖς καὶ σιγμοῖ ς.] Ἐν τῷ θέλειν ἡμᾶς ἐκφωνεῖν ἄνευ τῶν φωνηέντων κατ’ ἰδίαν ταῦτα τὰ προλεχθέντα ὀκτὼ ἡμίφωνα, τελείαν μὲν φωνὴν οὐ δυνάμεθα ἀφιέναι, μυγμὸν δέ τινα ἢ συριγμόν, ὅπερ ἐστὶν ἀρχὴ φωνῆς ἤτοι ἥμισυ φωνῆς, ἐκβάλλομεν, τὸ ζ ἢ τὸ ς ἢ τὸ μ ἤ τι τούτων θέλοντες ἐκφωνεῖν· ἐπὶ γὰρ τοῦ ρ σχεδὸν καὶ τελείαν φωνὴν ἐκβάλλομεν, ὅθεν καὶ παρά τισιν ἔδοξεν εἶναι φωνῆεν. Ἄφωνα δέ ἐστιν ἐννέ α.] Τὸ α σημαίνει τέσσαρα, στέρησιν, ἐπίτασιν, ὁμοῦ, κακόν· στέρησιν οὖν, ὡς ὅταν εἴπωμεν «ὁ λίθος οὗτος ἄψυχός ἐστι», δῆλον γὰρ ὅτι ἐστέρηται τῆς ψυχῆς· ἐπίτασιν δέ, ὥσπερ παρὰ τῷ ποιητῇ 〈Λ 155〉 ὡς δ ’ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλ ῃ, ἐν ἀξύλῳ ἀντὶ τοῦ ἐν πολυξύλῳ· ὁμοῦ δέ, ὡς ἐν τῷ ἄλοχος (ἡ ὁμόλεχος) ἀκόλουθος (ὁ ὁμοκέλευθος)· κακὸν 〈δέ〉, ὡς ἐν τῷ «ὁ δεῖν’ ἄμορφός ἐστιν», ἀντὶ τοῦ κακόμορφος· οὐ γὰρ ἐστέρηται τῆς οἱασδήποτε μορφῆς ὁ δεῖνα· «ὁ τραγῳδὸς ἄφωνός ἐστι», τουτέστι κακόφωνος· οὐ γὰρ ἔστι τραγῳδὸς φωνὴν μὴ ἔχων. Οὕτως οὖν ἐνταῦθα ἄφωνα λέγεται ταῦτα τὰ ἐννέα γράμματα ὡς κακόφωνα, καὶ οὐχ ὡς τελείως φωνῆς ἐστερημένα ὡς γὰρ προείρηται ἡμῖν, τὸ β καὶ τὸ γ καὶ τὰ ἑξῆς εἰ μηδ’ ὅλως τὴν τυχοῦσαν εἶχε φωνήν, μετὰ τοῦ α ἢ μετὰ τῶν ἄλλων φωνηέντων συμπλεκόμενα οὐκ ἂν ἐνήλλασσε τὴν ἐκείνων ἐκφώνησιν· ἐπειδὴ δὲ ἐναλλάσσει, δῆλον ὅτι καὶ αὐτὰ μετρίαν τινὰ συνεισήγαγε φωνὴν ἐν τῷ συλλαμβάνεσθαι καὶ συμπλέκεσθαι αὐτοῖς.
43 Τούτων ψιλὰ μέν ἐστι τρί α.] Τὰ ἄφωνα πάλιν ὑποδιαιρεῖ εἰς ψιλὰ καὶ δασέα καὶ μέσα· καὶ ψιλὰ μέν ἐστι τρία, τὸ κ καὶ π καὶ τ . Ψιλὰ δὲ λέγεται τὰ ὀλίγῳ πνεύματι ἐκφωνούμενα, δασέα δὲ τὰ πολλῷ, μέσα δὲ τὰ μήτε πολλῷ μήτε ὀλίγῳ πνεύματι ἐκφωνούμενα, ἀλλὰ τῶν μὲν ὀλίγον πνεῦμα ἐχόντων ὑπερβεβηκότα τῷ πνεύματι, τουτέστι πλείονι πνεύματι ἐκφωνούμενα, τῶν δὲ πολὺ ὑποβεβηκότα τῷ πνεύματι, τουτέστιν ἔλαττον πνεῦμα ἔχοντα. Καὶ ἔστι τὸ μὲν β μέσον τοῦ π καὶ φ καὶ ἑξῆς.] Οὐχ ὡς ἔτυχεν οἱονδήποτε τῶν μέσων ἐστὶν οἱουδήποτε δασέος ἢ ψιλοῦ μέσον, ἀλλὰ διακεκριμένως τόδε τι τῶν μέσων τοῦδε καὶ τοῦδέ ἐστι μέσον καὶ οὐχ ἑτέρων, διά τινα φυσικὴν καὶ ἀναγκαίαν αἰτίαν, ἣν εὔκαιρον νῦν εἰπεῖν. Φωνητικὰ ὄργανα τρία ἐστίν, γλῶσσα, ὀδόντες καὶ χείλη. Τοῖς μὲν οὖν ἄκροις χείλεσι πιλουμένοις ἐκφωνεῖται τὸ π , ὥστε σχεδὸν μηδ’ ὅλως πνεῦμά τι παρεκβαίνειν· ἀνοιγομένων δὲ τῶν χειλέων πάνυ καὶ πνεύματος πολλοῦ ἐξιόντος ἐκφωνεῖται τὸ φ · τὸ δὲ β ἐκφωνούμενον ὁμοίως τοῖς ἄκροις τῶν χειλέων, τουτέστι περὶ τὸν αὐτὸν τόπον τοῖς προλεχθεῖσι τῶν φωνητικῶν ὀργάνων, οὔτε πάνυ ἀνοίγει τὰ χείλη, ὡς τὸ φ , οὔτε πάνυ πιλοῖ, ὡς τὸ π , ἀλλὰ μέσην τινὰ διέξοδον τῷ πνεύματι πεφεισμένως δίδωσιν· ἐξ ἀνάγκης οὖν τὸ β μέσον ἐστὶ τοῦ π καὶ φ καὶ οὐχ ἑτέρων, ὡς περὶ τὸν αὐτὸν ἐκείνοις, λέγω δὲ τῷ π καὶ φ , ἐκφωνούμενον τόπον. Ὁμοίως δὲ καὶ τὸ γ μέσον ἐστὶ τοῦ κ καὶ χ , διότι καὶ αὐτὸ περὶ τὸν αὐτὸν τόπον ἐκείνοις, ὧν ἐστι μέσον, ἐκφωνεῖται· τὸ μὲν γὰρ κ , τῆς γλώσσης τῇ ἐκφωνήσει προσπιλουμένης τῷ οὐρανίσκῳ καὶ κυρτουμένης καὶ μὴ συγχωρούσης σχεδὸν μηδ’ ὅλως τὸ τυχὸν πνεῦμα ἐξελθεῖν, ἐκφωνεῖται· τὸ δὲ χ τῇ αὐτῇ ἐκφωνήσει, τῆς γλώττης μὴ προσπιλουμένης μηδ’ ὅλως προσαπτομένης τῷ οὐρανίσκῳ, ἀλλὰ συγχωρούσης πολὺ πνεῦμα ἐξελθεῖν, ἐκφωνεῖται· ὁμοίως τῇ αὐτῇ ἐκφωνήσει [τῆς γλώττης] τὸ γ ἐκφωνεῖται, μήτε πάνυ προσπιλουμένης τῆς γλώττης τῷ οὐρανίσκῳ, ὡς ἐπὶ τοῦ κ , μήτε πάνυ ἀνοιγομένης, ὡς ἐπὶ τοῦ χ , ἀλλὰ μέσην τινὰ διέξοδον τῷ πνεύματι παρεχούσης.
44 Ὁμοίως δὲ καὶ τὸ δ μέσον ἐστὶ τοῦ θ καὶ τ καὶ οὐχ ἑτέρων, ὡς καὶ αὐτὸ περὶ τὸν αὐτὸν τόπον, ὃν μέλλω σοι λέγειν, ἐκείνοις ἐκφωνούμενον· τὸ γὰρ τ , τῆς ἄκρας τῆς γλώττης προσπιλουμένης τοῖς ὀδοῦσι καὶ μὴ συγχωρούσης σχεδὸν μηδὲ τὸ τυχὸν πνεῦμα ἐξελθεῖν, ἐκφωνεῖται· τὸ δὲ θ , ἀποχωρούσης τῆς ἄκρας τῆς γλώσσης τῶν ὀδόντων καὶ παρεχούσης ἔξοδον τῷ πολλῷ πνεύματι, ἐκφωνεῖται· τὸ δὲ δ , μήτε πάνυ προσπιλουμένης τῆς ἄκρας τῆς γλώσσης τοῖς ὀδοῦσι μήτε πολὺ ἀποχωρούσης, ἀλλ’ ὡς ἂν εἴποι τις καὶ ἐφαπτομένης καὶ μὴ ἐφαπτομένης, οὕτως ἐκφωνεῖται. Διὰ ταύτας οὖν τὰς φυσικὰς αἰτίας οὐ τὰ τυχόντα τῶν τυχόντων ψιλῶν καὶ δασέων μέσα ἐστίν, ἀλλὰ διακεκριμένως. Ἔστι δὲ καὶ τεχνικὴ αἰτία, ἀποδεικνύουσα ὅτι συγγενῆ ἐστι τὰ μέσα τῶν δασέων καὶ τῶν ψιλῶν· πάντα γὰρ τὰ εἰς ψ λήγοντα 〈ὀνόματα〉 διὰ τούτων ποιεῖ τὰς γενικάς, οἷον Πέλοψ Πέλοπος, λίψ λιβός, Κίνυψ Κίνυφος· ὁμοίως καὶ ἐπὶ τῶν εἰς ξ ληγόντων, οἷον Φοῖνιξ Φοίνικος, τέττιξ τέττιγος, θρίξ τριχός· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων τριῶν, πάντα γὰρ τὰ εἰς ς λήγοντα διὰ τούτων ποιεῖ τὰς γενικάς, 〈οἷον〉 χάρις χάριτος, Πάρις Πάριδος, ὄρνις ὄρνιθος. Ἀντιστοιχεῖ δὲ τὰ δασέα τοῖς ψιλοῖ ς,] τουτέστιν ἰσοστοιχεῖ· πολλάκις γὰρ εἰς τὸν τόπον τῶν ψιλῶν τὰ δασέα τίθεται, ἀλλ’ οὐχ οἱαδήποτε οἱωνδήποτε, ἀλλὰ τὰ κατὰ τὸν αὐτὸν τόπον τῶν φωνητικῶν ὀργάνων ἐκφωνούμενα. Διὸ πολλάκις εἰς τὸν τόπον τοῦ π τὸ φ τίθεται, ὅταν ἐπιφερομένης λέξεως δασυνομένης μὴ τολμᾷ τὸ ψιλὸν ὑποστῆναι τὴν τοῦ δασέος ἐπιφοράν· κατ’ οὐδὲν γὰρ διαφέρει τὸ π τοῦ φ , εἰ μὴ ὅτι μετὰ πολλοῦ πνεύματος ἐκφωνεῖται τὸ φ · ἀλλ’ ὡς ἔλασσον τῇ δυνάμει τοῦ πνεύματος τὴν τοῦ μείζονος πνεύματος ἐπιφορὰν ὑποστέλλεται, ὡς ἐπὶ ἀνθρώπου ὁ ἐλάσσων μετασχηματίζεται μείζονος ἐπερχομένου. Ὡσαύτως καὶ εἰς τὸν τόπον τοῦ κ τὸ χ τίθεται ἐπερχομένης δασείας, καὶ εἰς τὸν τόπον τοῦ τ τὸ θ . Τὰ παραδείγματα αὐτὸς παρατίθεται, ἐπὶ μὲν τοῦ π παραθέμενος τὸν στίχον τοῦτον 〈ι 279〉 ἀλλά μοι εἴ φ ’ ὅπῃ ἔσχες ἰώ ν· τὸ γὰρ ἐντελὲς ἦν «ἀλλά μοι εἰπὲ ὅπῃ ἔσχες ἰών», καὶ διὰ τὸ μέτρον τὸ ε ἀπεστράφη τοῦ εἰπέ, καὶ εἰς τὸν τόπον τοῦ ε τοῦ ἐκβληθέντος ἔδει τεθῆναι τὸ ο τοῦ ὅπῃ, οὗ δασυνομένου οὐκ ἐτόλμησε τὸ π ὑποστῆναι, ἀλλὰ τὸ ἰσόστοιχον αὐτοῦ τὸ φ τὸν τόπον αὐτοῦ τοῦ π ἀνεπλήρωσεν· ἐπὶ δὲ τοῦ κ παρέθετο τὸν στίχον τοῦτον 〈ε 229〉 αὐτί χ ’ ὁ μὲν χλαῖνα ν· 〈τὸ γὰρ ἐντελὲς ἦν «αὐτίκα ὁ μὲν χλαῖναν»〉, καὶ διὰ τὸ μέτρον ἀπεστράφη τὸ α τὸ τελευταῖον τοῦ αὐτίκα, εἰς δὲ τὸν τόπον τοῦ α ἔδει τεθῆναι τὸ ο , ὅπερ δασύνεται τὸ οὖν κ τῆς δασείας ἐπιφερομένης ὑπεστάλη, καὶ παρεισέδυ τὸ ἰσόστοιχον αὐτοῦ τὸ χ · ὁμοίως καὶ ἐπὶ τοῦ τ , 〈Γ 95〉 ὣς ἔφα θ’ , οἱ δ ’ ἄρα πάντε ς· τὸ γὰρ ἐντελὲς ἦν «ὣς ἔφατο», καὶ ἀπεστράφη τὸ ο διὰ τὸ μέτρον, καὶ τὸ τ ἐτράπη εἰς θ διὰ τὴν ἐπιφορὰν τοῦ οι δασυνομένου.
45 Ἔτι δὲ τῶν συμφώνων διπλᾶ μέν ἐστι τρί α.] Ἤρξατο τῆς δευτέρας ὑποδιαιρέσεως τῶν συμφώνων, τῆς οὔσης πρώτης ἐν τοῖς φωνήεσιν· ὥσπερ γὰρ τῶν φωνηέντων τὰ μέν ἐστι μακρά, τὰ δὲ βραχέα, τὰ δὲ δίχρονα, οὕτω καὶ τῶν συμφώνων τὰ μέν ἐστι μακρά, ἅπερ αὐτός φησι διπλᾶ, ζ ξ ψ , τὰ δὲ δίχρονα, λ μ ν ρ , τὰ δὲ ἐπίλοιπα βραχέα· καὶ ὥσπερ ἐπὶ τῶν φωνηέντων τὸ η 〈καὶ τὸ ω 〉 δύναμιν ἔχει δύο βραχέων, τοῦ ε καὶ ο , οὕτω καὶ τὸ ζ ξ ψ δύναμιν ἔχει δύο συμφώνων βραχέων τῶν ἐχόντων ἀπὸ ἡμιχρονίου· ὅθεν καὶ ἐν τῷ μέτρῳ ἀντὶ ἐπιφορᾶς δύο συμφώνων παραλαμβάνεται ἕνα ἐχόντων χρόνον. Ἐντεῦθεν καὶ διπλᾶ αὐτά φησιν ὁ Διονύσιος, ὡς διπλασίονα δύναμιν ἔχοντα τῶν ἄλλων συμφώνων· τῶν γὰρ ιζʹ συμφώνων τὰ μὲν δέκα ἀπὸ ἡμιχρονίου ἀεὶ ἔχει, τὰ δὲ τέσσαρα ἀμετάβολα ποτὲ μὲν ἀπὸ ἑνὸς χρόνου ἔχει, ποτὲ δὲ ἀπὸ ἡμιχρονίου, διὸ καὶ δίχρονα αὐτὰ ἔφαμεν, ποτὲ δὲ οὔτε ἀπὸ ἡμιχρονίου, ὡς σὺν θεῷ εἰσόμεθα ἐν τῷ περὶ κοινῆς συλλαβῆς, ταῦτα δὲ τὰ τρία, ζ ξ ψ , ἀεὶ ἀπὸ ἑνὸς χρόνου ἔχει. Οὐχ ὡς οὖν ἐκ δύο συμφώνων συγκείμενα διπλᾶ εἴρηται, ἀλλ’ ὡς δύο συμφώνων δύναμιν ἔχοντα· εἰ γὰρ τοῦτο ἀληθὲς ὑπολαμβάνομεν, ὅτι ἕκαστον αὐτῶν ἐκ δύο συμφώνων σύγκειται, ἢ ὅτι εἰς δύο σύμφωνα δύναται διαιρεῖσθαι, ἀναιροῦμεν αὐτὰ τοῦ εἶναι στοιχεῖα, μαθόντες εἶναι στοιχεῖον τὴν πρώτην καὶ ἀμερῆ τοῦ ἀνθρώπου φωνήν· πῶς οὖν δύναται καὶ ἀμερὲς εἶναι καὶ διαιρεῖσθαι; Μᾶλλον οὖν τοῦτο ἀληθές ἐστιν, ὅτι διπλᾶ διὰ τοῦτο εἴρηται, διότι διπλασίονα δύναμιν ἔχει· λεχθείη δὲ καὶ μακρὰ σύμφωνα.
46 Εἰ δὲ συνεμπίπτει τῇ τοῦ κ καὶ ς φωνῇ ἡ τοῦ ξ φωνή, καὶ τῇ τοῦ π καὶ ς ἡ τοῦ ψ , καὶ τῇ τοῦ ς καὶ δ ἡ τοῦ ζ , οὐ παρὰ τοῦτο λεκτέον αὐτὰ ἐξ ἐκείνων συγκεῖσθαι, ἵνα μή, ὡς προείρηται, ὁ ὅρος τοῦ στοιχείου εὑρεθῇ ψευδὴς ἐπὶ τούτων ὁ λέγων εἶναι ἀμερῆ πάντα τὰ στοιχεῖα· καὶ ἐπὶ ἀνθρώπων γὰρ πολλάκις αἱ ἰδέαι συνεμπίπτουσι τῇ ὁμοιότητι, ἀλλ’ οὐκ ἐκεῖνοι οὗτοί εἰσιν οἷς ἐοίκασιν. Ἀμετάβολα τέσσαρ α.] Τῆς τρίτης ὑποδιαιρέσεως τῶν συμφώνων μέμνηται τῆς καὶ ἐν τοῖς φωνήεσιν οὔσης· ὥσπερ γὰρ ἐπὶ τῶν φωνηέντων τὰ μέν ἐστιν ἀμετάβολα, ὡς ἀπεδείξαμεν, τὰ δὲ μεταβολικά, οὕτω καὶ ἐπὶ τῶν συμφώνων τὰ μὲν τέσσαρα ταῦτά ἐστιν ἀμετάβολα, τὰ δὲ ἄλλα μεταβολικά. Ἀμετάβολα δὲ εἴρηται, ὡς καὶ αὐτός φησιν, ὅτι οὐ μεταβάλλει ἐν τοῖς μέλλουσι τῶν ῥημάτων οὐδὲ ἐν ταῖς κλίσεσι τῶν ὀνομάτων· καὶ γὰρ ἐν τοῖς ἐνεστῶσι τῶν ῥημάτων ἐὰν εὑρεθῇ ἕν τι τούτων τῶν τεσσάρων, εὑρίσκεται καὶ ἐν τοῖς μέλλουσιν, ὡς ἐπὶ τοῦ πάλλω παλῶ, νέμω νεμῶ, κρίνω κρινῶ, σπείρω σπερῶ· καὶ ἐν ταῖς εὐθείαις τῶν ὀνομάτων ἐάν τι τούτων εὑρεθῇ ληκτικόν, εὑρίσκεται καὶ ἐπὶ τῶν γενικῶν, ὡς ἐπὶ τοῦ Νέστωρ Νέστορος καὶ Μέμνων Μέμνονος· τὸ γὰρ λ καὶ τὸ μ οὐχ εὑρίσκεται ληκτικὸν ὀνομάτων. Τὰ δὲ αὐτὰ καὶ ὑγρὰ καλεῖτα ι.] Τοῦτο αἴνιγμά ἐστι τῆς ὑποδιαιρέσεως ἧς εἴπομεν, εἰς μακρά, εἰς βραχέα καὶ εἰς δίχρονα· ὥσπερ γὰρ ἐν τοῖς φωνήεσι τὰ δίχρονα ἕτεροι καὶ ὑγρὰ ἐκάλεσαν ὡς εὐόλισθα ἐπί τε τὸν τῆς μακρᾶς χρόνον καὶ τῆς βραχείας, οὕτω καὶ ταῦτα ὑγρὰ καλεῖται, ὡς ποτὲ μὲν παρὰ τῷ ποιητῇ ἀντὶ δύο συμφώνων κείμενα, ποτὲ δὲ ἀνθ’ ἑνός. Εἴποι δ’ ἄν τις καὶ δι’ ἄλλην αἰτίαν ὑγρὰ αὐτὰ καλεῖσθαι, διὰ τὸ τὴν ἐκφώνησιν αὐτῶν λείαν καὶ ὁμαλὴν εἶναι καὶ τῷ ὄντι εὐόλισθον οὕτως, ὡς καὶ μετ’ ἄλλου συμφώνου προηγουμένου ἐν ἐπιπλοκῇ ὄντα μὴ πάντως τὴν προηγησαμένην βραχεῖαν μακρὰν ποιεῖν, ὡς ἐπὶ τοῦ 〈Τ 287〉 Πάτροκλε καὶ τῶν ὁμοίων. Δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι τῆς τετάρτης ὑποδιαιρέσεως οὐκ ἐμνήσθη, ὡς δυσχερεστέρας οὔσης τῆς τετάρτης μὲν τοῖς συμφώνοις, τρίτης δὲ ἐν τοῖς φωνήεσι, τῆς διαιρούσης τὰ σύμφωνα εἰς προτακτικὰ καὶ ὑποτακτικά.
47 Τινὰ γὰρ αὐτῶν καὶ προτακτικά ἐστι καὶ ὑποτακτικά, ἀλλ’ οὐχὶ τῶν αὐτῶν, ἀλλὰ τινῶν μὲν προτακτικά ἐστι, τινῶν δὲ ὑποτακτικά· ὡς εὐθέως τοῦ μὲν ρ τὸ β ἐστὶ προτακτικόν, ὡς ἐν τῷ βρέφος, οὐδέποτε δὲ τὸ ρ τοῦ β εὑρίσκεται προτασσόμενον· ὡς ἔφαμεν γάρ, τὰ φθάσαντά τινων προταγῆναι οὐδέποτε καὶ ὑποτάσσεται ἐν ἐπιπλοκῇ. Οὕτως οὖν ἕκαστον τῶν συμφώνων ἐὰν πειραθῇ τις, εὑρίσκει ὅτι τινῶν μὲν προτακτικόν ἐστιν ἔσθ’ ὅτε, ἄλλων δὲ ὑποτακτικόν· διὰ οὖν τὴν τοιαύτην δυσχέρειαν παρεσιώπησε ταύτην τὴν ὑποδιαίρεσιν. Τελικὰ ἀρσενικῶν ὀνομάτων στοιχεῖ α.] Χρεία δέ ἐστι προσθεῖναί τινα καὶ εἰπεῖν οὕτως· «τελικὰ ἀρσενικῶν ὀνομάτων ἀνεπεκτάτων κοινῶν κατ’ εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν στοιχεῖά ἐστι πέντε». Πρόσκειται «ἀρσενικῶν» διὰ τὰ θηλυκὰ καὶ οὐδέτερα «ὀνομάτων» δὲ διὰ τὰ ἄλλα μέρη τοῦ λόγου, οἷον διὰ τὰς μετοχὰς καὶ τὰς ἀντωνυμίας· «ἀνεπεκτάτων» δὲ διὰ τὸ τοιόσδε καὶ 〈τοσόσδε〉, τοιουτοσί καὶ τηλικουτοσί, ταῦτα γὰρ ἐπέκτασιν ἀνεδέξαντο διὰ τοῦ δε καὶ τοῦ ι · «κοινῶν» δὲ πρόσκειται διὰ τὰ βάρβαρα, οἷον διὰ τὸ Ἀδάμ Ἰωσήφ Δανιήλ, ταῦτα γὰρ βάρβαρά ἐστιν· ἔτι «κοινῶν» πρόσκειται διὰ 〈τὰ ποιητικά, οἷον διὰ〉 τὸ ἱππότα ἀντὶ τοῦ ἱππότης καὶ μητίετα ἀντὶ τοῦ μητιέτης καὶ νεφεληγερέτα ἀντὶ τοῦ νεφεληγερέτης· ἔτι «κοινῶν» πρόσκειται διὰ τὰ κατὰ διάλεκτον· οἱ γὰρ Αἰολεῖς πολλάκις εἰς α ποιοῦσι τὰς εὐθείας, ὁ Ἀρχύτα γάρ φασιν ἀντὶ τοῦ Ἀρχύτας καὶ Ὑβραγόρα ἀντὶ 〈τοῦ〉 Ὑβραγόρας· «κατ’ εὐθεῖαν» 〈δὲ〉 πρόσκειται διὰ τὰς ἄλλας πτώσεις· «ἑνικήν» 〈δὲ〉 πρόσκειται διὰ τὰ δυϊκὰ καὶ πληθυντικά. —Ὁμοίως δὲ καὶ ἐπὶ τῶν θηλυκῶν τελικά ἐστιν ὀκτώ, α η 〈 ω 〉 ν ξ ρ ς ψ , οὐδετέρων δὲ ἕξ, α ι ν ρ ς υ . Τινὲς δὲ προστιθέασι καὶ τὸ ο , οἷον ἄλλο [ἐκεῖνο],] καί φασι τὸ ο τελικὸν εἶναι οὐδετέρου ὀνόματος· οὐκ ἔστι 〈δὲ〉 τοῦτο ἀληθές, ἀλλ’ ἀντωνυμία ἐστίν, ὥσπερ καὶ 〈τὸ〉 τοῦτο. Δυϊκῶν δὲ τρί α, α ε ω · πληθυντικῶν δὲ τέσσαρ α, ι ς α η . § 7 (8b).
48 (1t) Περὶ συλλαβῆς. Συλλαβή ἐστ ι.] Πρεπόντως ἡμᾶς διδάξας τὰ στοιχεῖα βούλεται καὶ περὶ συλλαβῆς διδάξαι τῆς ἐξ αὐτῶν τῶν στοιχείων ὡς ἂν εἴποι τις τικτομένης ἤτοι ὑφισταμένης· καὶ λέγει τῆς συλλαβῆς τὸν ὅρον τοῦτον, δηλοῦντα κυρίως εἶναι συλλαβὴν τὴν συλλαμβάνουσαν σύμφωνα καὶ φωνήεντα. Καὶ δοκεῖ ὡς πρὸς εἰσαγομένους 〈ἢ〉 ὡς ἐν ὑπομνήματι καλῶς εἰρηκέναι εἰ δ’ ἀκριβῶς τις ἐπισκέψαιτο τὸν ὅρον τοῦτον, πᾶς λόγος καὶ πᾶν βιβλίον καὶ πᾶν ποίημα συλλαβὴ εὑρίσκεται, σύλληψις γάρ ἐστι συμφώνων καὶ φωνηέντων. Δεῖ οὖν τῷ ὅρῳ προσθεῖναι, ὃ αὐτὸς παρέλιπεν οὐχ ὡς ἀγνοῶν ἀλλ’, ὡς προείρηκα, ὡς πρὸς εἰσαγομένους ἢ ὡς ἐν ὑπομνήματι γράφων· ἔστιν οὖν τὸ ἐλλεῖπον τοῦτο, «ὑφ’ ἓν πνεῦμα καὶ ἕνα τόνον ἀδιαστάτως λεγομένη», ὥστε τὸν ὅλον ὅρον τῆς συλλαβῆς εἶναι τοιοῦτον «συλλαβή ἐστι κυρίως σύλληψις συμφώνων μετὰ φωνήεντος ἢ φωνηέντων ὑφ’ ἕνα τόνον καὶ ἓν πνεῦμα ἀδιαστάτως λεγομένη». Τῆς προσθήκης οὖν ταύτης λεχθείσης ἐξεφύγομεν τὸ πάντα λόγον καὶ πᾶν βιβλίον καὶ πᾶν ποίημα δοκεῖν εἶναι συλλαβήν· οὐ γὰρ ὑφ’ ἓν πνεῦμα καὶ ἕνα τόνον οὐδ’ ἀδιαστάτως λέγεταί τι εἰ μὴ ἑκάστη συλλαβή· τὰς μὲν γὰρ λέξεις τὰς δισυλλάβους καὶ τρισυλλάβους ἢ καὶ περαιτέρω ἔστι διελεῖν εἰς συλλαβάς, ἑκάστην δὲ συλλαβὴν οὐκ ἔστι διελεῖν εἰ μὴ εἰς στοιχεῖα, ἅτινα οὐκ εἰσὶ συλλαβαί. Ὡς προείρηται οὖν, τῆς προσθήκης ταύτης προσελθούσης τέλειός ἐστιν ὁ ὅρος τῆς συλλαβῆς. Καὶ κινδυνεύουσιν αἱ μονογράμματοι συλλαβαί, δηλονότι αἱ δι’ ἑνὸς φωνήεντος, καταχρηστικῶς εἰρημέναι συλλαβαί, μὴ εἶναι συλλαβαί, ὡς αὐτός φησιν. Εἴποι δ’ ἄν τις ὑπὲρ αὐτῶν ἀπολογούμενος τοιαύτην τινὰ πιθανολογίαν, ὅτι οὐ δίκαιόν ἐστι τὰ φωνήεντα τὰ καὶ τοῖς συμφώνοις παρέχοντα τὸ ἐκφωνεῖσθαι τελείως ἐξωθεῖσθαι τοῦ ὅρου τῆς συλλαβῆς, ὥσπερ καὶ ἐπὶ τοῦ ὅρου τοῦ ἀριθμοῦ οὐκ ἐκβάλλομεν τὴν μονάδα.
49 Ἔστι γὰρ ὁ ὅρος τοῦ ἀριθμοῦ τοιοῦτος, «ἀριθμός ἐστι μονάδων σύνθεσις». εἰ οὖν τοῦτο ἀληθές, ὥσπερ καὶ ἔστιν, ἡ μονὰς οὐχ εὑρίσκεται οὖσα ἀριθμός, ὡς ἔτι ἀσύνθετος οὖσα, τουτέστιν ὡς μὴ οὖσα μονάδων σύνθεσις. Ἀλλ’ ἐρεῖ αὐτὴ ἡ μονάς· «εἰ ἐγὼ ἡ καὶ τοῖς ἄλλοις ἀριθμοῖς τὸ εἶναι ἀριθμοὺς παρέχουσα ἐκβληθῆναι ἔχω τοῦ καλεῖσθαι ἀριθμός, οὐ δυνατὸν ἐκείνους ἀριθμοὺς εἶναι». Οὕτως οὖν καὶ τὰς μονογραμμάτους συλλαβὰς οὐ δίκαιόν ἐστιν ἀπωθεῖσθαι τῆς συγγενείας τῶν συλλαβῶν, εἰ καὶ μὴ δοκοῦσιν ἐμπεριέχεσθαι τῷ ὅρῳ τῆς συλλαβῆς. § 8 (9b). Περὶ μακρᾶς συλλαβῆς. Πρῶτος τρόπος τῶν θέσει 〈μακρῶν〉 ἐστιν ὁ εἰς δύο σύμφωνα λήγων, τουτέστι παυόμενος, ἵνα πρὸ τῶν δύο συμφώνων ἔχει φωνῆεν βραχὺ τὸ ὀφεῖλον διὰ τῆς συνθέσεως τῶν δύο συμφώνων τῶν προσφερόντων αὐτῷ ἀνὰ ἡμιχρόνιον θέσει μακρὸν γενέσθαι δύο τε χρόνους ἀναδέξασθαι, αὐτοῦ ἤδη ἔχοντος ἀφ’ ἑαυτοῦ τὸν ἕνα χρόνον· καὶ εἴποι ἄν τις χαριέντως κατανοήσας, ἐν μιᾷ συλλαβῇ χάριν ἀντὶ χάριτος τῷ φωνήεντι ὑπὸ τῶν συμφώνων καὶ τοῖς συμφώνοις ὑπὸ τοῦ φωνήεντος ἀντιδίδοσθαι, τοῖς μὲν τὴν ἐκφώνησιν τὴν διὰ τοῦ φωνήεντος, τῷ δὲ τὴν μήκυνσιν τὴν διὰ τῶν συμφώνων. Καὶ περὶ μὲν τοῦ εἰς δύο σύμφωνα λήγειν καὶ δι’ αὐτῶν μηκύνεσθαι τὸ βραχὺ φωνῆεν ἀρκούντως λέλεκται. Ζητήσειε δ’ ἄν τις ἐπιμελὴς εἰς τὰ τοιαῦτα περιέργως, τίνος ἕνεκεν εἰς τρία σύμφωνα οὐδέποτε λήγει συλλαβή, ἀλλὰ πρὸ μὲν ἑνὸς ἢ δύο φωνηέντων εὑρήσεις τρία σύμφωνα ἐν μιᾷ συλλαβῇ, πρὸ ἑνὸς μέν, ὡς ἐπὶ τοῦ στραβός, πρὸ δύο δέ, ὡς ἐπὶ τοῦ στρουθός, μετὰ δὲ φωνῆεν ἓν ἢ δύο σύμφωνα οὐχ εὑρίσκεται, ὡς προείρηται, τρία λήγοντα ἐν μιᾷ συλλαβῇ. Τὴν αἰτίαν οὖν ἐμάθομεν εἶναι ταύτην, ὡς ἐμοὶ δοκεῖ φυσικήν τε καὶ ἀναγκαίαν. Τὰ μὲν γὰρ φωνήεντα ἔοικεν ἐργάταις, τὰ δὲ σύμφωνα φορτίοις, ὡς τὰ μὲν αὐτοκίνητα ὡς ἂν εἴποι τις καὶ αὐτόφωνα, τὰ δὲ ὡς ἑτεροκίνητα καὶ σὺν ἑτέροις ἐκφωνούμενα, αὐτὰ δὲ καθ’ ἑαυτὰ τοῦ προφορικοῦ μὴ τυγχάνοντα· ὡς οὖν οἱ ἐργάται ἐπὶ μὲν τῶν ὤμων καὶ ἐπὶ τοῦ νώτου ὄπισθεν πλείω φόρτον δύνανται ἐπιφέρεσθαι ἤπερ ἔμπροσθεν ἐπὶ τῶν χειρῶν, οὕτω καὶ τὰ φωνήεντα ὄπισθεν μὲν τρία σύμφωνα φέρειν δύνανται, ἔμπροσθεν δὲ ὡς ἂν εἴποι τις διὰ τῶν χειρῶν τριῶν συμφώνων φόρτον καὶ βάρος οὐ δύνανται ἀνθέλκειν.
50 Καὶ μὴ εἴποι τις τὸ στράγξ ὅτι τὸ ξ ἔχον τὸ διπλοῦν δοκεῖ μετὰ τοῦ ἑνὸς τρία ἔχειν σύμφωνα· ἀπεδείχθη γὰρ ταῦτα μὴ συγκεῖσθαι ἐκ δύο συμφώνων, ἀλλ’ εἶναι μακρὰ σύμφωνα. § 9 (10b). Περὶ βραχείας συλλαβῆς. Βραχεῖα συλλαβὴ γίνεται κατὰ τρόπους δύ ο , ἤτοι ὅταν ἔχῃ ἕν τι τῶν φύσει βραχέω ν , οἷον βρέφο ς.] Τὸ γὰρ ε καὶ ο φύσει βραχέα εἰσί, καὶ σημαίνει ἓν ἕκαστον αὐτῶν ἀπὸ ἑνὸς χρόνου. — Ἢ ὅταν ἔχῃ ἕν τι τῶν διχρόνων κατὰ συστολὴν παραλαμβανόμενο ν , οἷον Ἄρη ς.] Τὸ γὰρ α τοῦ Ἄρης συστέλλεται καὶ ἐκτείνεται παρὰ τῷ ποιητῇ, καὶ ποτὲ μὲν ἕνα χρόνον σημαίνει, ποτὲ 〈δὲ〉 δύο, ὡς τὸ 〈Ε 31. 455〉 Ἆρε ς , Ἄρε ς , βροτολοιγ έ. § 10 (11b). Περὶ κοινῆς συλλαβῆς. Κοινὴ συλλαβὴ γίνεται κατὰ τρόπους τρεῖ ς.] Τρεῖς αὐτός φησι τρόπους εἶναι τῆς κοινῆς συλλαβῆς, ὡς πρὸς εἰσαγομένους ἢ ὡς ἐν ὑπομνήματι γράφων· εἰσὶ δὲ πλείους, οὓς δεῖ ἡμᾶς διεξελθεῖν. Εἰσὶ τοίνυν δυοκαίδεκα τρόποι, δύο μὲν οἱ τὴν μακρὰν εἰς βραχεῖαν καταφέροντες, δέκα δὲ οἱ τὴν βραχεῖαν εἰς μακρὰν ἀναφέροντες· ὧν, φημὶ τῶν δέκα, αὐτὸς τὸν ἕνα μόνον παρέθετο ἐν τῷ τέλει τῆς κοινῆς συλλαβῆς. Ἔστι τοίνυν τῶν δύο τρόπων τῶν τὴν μακρὰν εἰς βραχεῖαν καταφερόντων πρῶτος ὁ διὰ τῶν φωνηέντων, ὃν καὶ αὐτός φησιν. — Ἤτοι ὅταν εἰς φωνῆεν μακρὸν λήγῃ καὶ τὴν ἑξῆς ἔχῃ ἀπὸ φωνήεντος ἀρχομένη ν.
51 ] Τρεῖς θέλει παραφυλακὰς ἔχειν οὗτος ὁ πρῶτος τρόπος ὁ τὴν μακρὰν εἰς βραχεῖαν καταφέρων, τὸ εἰς μέρος λόγου καταλήγειν, ὅπερ παρέλιπεν ὁ τεχνικός, καὶ τὸ εἰς φωνῆεν ὁμοίως λήγειν, καὶ τὸ τὴν ἐπιφερομένην λέξιν ἀπὸ φωνήεντος ἄρχεσθαι, ὡς τὸ 〈Γ 164〉 οὔ τί μοι αἰτίη ἐσσ ί, ὅπερ αὐτὸς παρέθετο· ἔληξε γὰρ εἰς μέρος λόγου· ἡ γὰρ μοι συλλαβὴ τέλειον μέρος λόγου, ἀντωνυμία γάρ ἐστιν· ὁμοίως δὲ καὶ εἰς φωνῆεν λήγει τὸ ι , καὶ τὴν ἐπιφερομένην ἀπὸ φωνήεντος ἀρχομένην ἔχει τοῦ α . Ταῦτα οὖν τὰ τρία ἑκάστη μακρὰ ἔχουσα εἰς βραχεῖαν καταφέρεται, ὅταν χρείαν σχῇ ὁ σκεπτόμενος ἀντὶ βραχείας αὐτῇ χρήσασθαι· ὅθεν καὶ κοινὴ λέγεται, ὡς δυναμένη καὶ τὸν τῆς μακρᾶς καὶ τὸν τῆς βραχείας δέξασθαι χρόνον πρὸς τὴν χρείαν τοῦ σκεπτομένου, ὡς προείρηται. Τὸ δὲ φωνῆεν τὸ ἐπαγόμενον ἀδιάφορόν ἐστιν ἤτοι μακρὸν ἢ βραχύ. Ἢ ὅταν βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι ἐπιφέρηται δύο σύμφων α , ὧν τὸ μὲν δεύτερον ἀμετάβολο ν , τὸ δὲ ἡγούμενον ἓν τῶν ἀφώνων ἐστί ν.] Δεύτερος τρόπος τοίνυν τῆς κοινῆς συλλαβῆς οὗτός ἐστιν ὁ τῶν συμφώνων, ὁ τὴν μακρὰν 〈εἰσ〉 βραχεῖαν καταφέρων. Ὅταν οὖν ἑνὶ τῶν βραχέων ἢ ἑνὶ τῶν διχρόνων συστελλομένῳ, ὅπερ ἔφη «βραχυνομένῳ», ἐπιφέρηται δύο σύμφωνα ἐκ τῆς ἐπερχομένης συλλαβῆς [ἐν ἐπιπλοκῇ ὄντα], οὐχ οἱαδήποτε σύμφωνα, ἀλλ’ ἵνα τὸ μὲν πρότερον αὐτῶν, ὅπερ ἔφη ὁ τεχνικὸς «ἡγούμενον», ἄφωνόν ἐστι, τὸ δὲ δεύτερον ἀμετάβολον ὑπάρχει, ἐν ἐπιπλοκῇ, ὅπερ ἔφη ὁ Διονύσιος «καθ’ ἕν», τότε τὴν τοιαύτην συλλαβὴν ἔξεστι τῷ σκεπτομένῳ ἀντὶ βραχείας παραδέξασθαι. Διὸ καὶ κοινὴ λέγεται συλλαβή, χρόνον ἔχουσα καὶ μακρᾶς καὶ βραχείας πρὸς τὴν χρείαν τοῦ σκεπτομένου, ὡς τὸ 〈Τ 287〉 Πάτροκλ ε, ὃ παρέθετο αὐτός· ἡ γὰρ κλε συλλαβή, ἔχουσα προηγούμενον ἄφωνον καὶ δεύτερον ἀμετάβολον ἐν ἐπιπλοκῇ, δύναται τὸ πρὸ αὐτῆς ο τὸ τῆς τρο συλλαβῆς καὶ μακρὸν ποιεῖν καὶ οὐ ποιεῖν, ὡς βούλεται ὁ σκεπτόμενος· ὁμοίως δὲ καὶ ἡ τρο τὸ πρὸ αὐτῆς α καὶ μακρὸν ποιεῖ καὶ οὐ ποιεῖ, διὰ τὸ ἔχειν ἄφωνον καὶ ἀμετάβολον ἐν ἐπιπλοκῇ. Ἰδοὺ οἱ δύο τρόποι ἐπληρώθησαν οἱ τὴν μακρὰν εἰς βραχεῖαν καταφέροντες. Τῶν δὲ τὴν βραχεῖαν εἰς μακρὰν ἀναφερόντων δέκα τρόπων ὄντων παρὰ τῷ ποιητῇ ἕνα φησὶν ὁ τεχνικός, καὶ αὐτὸν ὀλίγον τι ἐλλείποντα τοῦ τελείου.
52 Ἢ ὅταν βραχεῖα οὖσα καταπεραιοῖ εἰς μέρος λόγου καὶ τὴν ἑξῆς ἔχῃ ἀπὸ φωνήεντος ἀρχομένη ν.] Λείπει τὸ ποίου φωνήεντος· οὐ γὰρ οἱονδήποτε φωνῆεν ἐπιφερομένης ἀρχόμενον λέξεως τὴν πρὸ αὐτοῦ βραχεῖαν εἰς μέρος λόγου καταλήγουσαν μακρὰν ἀποτελεῖ. Ποῖον οὖν φωνῆεν τοῦτο ποιεῖ; Τὸ ι · ἰδοὺ γὰρ καὶ 〈ὃ〉 αὐτὸς παρέθετο παράδειγμα διὰ τῆς ἐπιφορᾶς τοῦ ι ἔδειξε τὴν βραχεῖαν μηκυνομένην· ἐπὶ γὰρ τοῦ 〈Ξ 1〉 Νέστορα δ ’ οὐκ ἔλαθεν ἰαχ ή, τῆς θεν συλλαβῆς εἰς μέρος λόγου καταληγούσης καὶ βραχείας οὔσης, ἐπερχόμενον τὸ ι , καὶ οὐχ ἕτερον φωνῆεν, ἀρχόμενον λέξεως τῆς ἐπιφερομένης ἐμήκυνε τὴν πρὸ αὐτοῦ βραχεῖαν· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ 〈Ξ 421〉 οἱ δὲ μέγα ἰάχοντες τὴν γα συλλαβὴν βραχεῖαν οὖσαν ἡ ἐπιφορὰ τοῦ ι ἀρχομένου λέξεως ἐμήκυνε. Δεύτερος τρόπος ὁ διὰ τῆς ὀξείας τὴν βραχεῖαν εἰς μακρὰν ἀναφέρων. Αὕτη οὖν ἡ ὀξεῖα ἐπικειμένη τινὶ τῶν βραχέων ἤ τινι διχρόνῳ συστελλομένῳ μηκύνει αὐτήν, ὡς ἐπὶ τοῦ 〈Μ 208〉 Τρῶες δ ’ ἐρρίγησα ν , ὅπως ἴδον αἰόλον ὄφι ν· ἰδοὺ ὁ τελευταῖος ποὺς πυρρίχιος μὲν ὑπάρχει, διὸ καὶ δοκεῖ προσάπτειν τῷ στίχῳ πάθος τὸ λεγόμενον μείουρον· ἐπειδὴ δὲ τὴν ὀξεῖαν ἔχει ἐπικειμένην ἐπὶ τοῦ ο, ἀντὶ τροχαίου παρείληπται, τῆς ὀξείας μηκυνούσης τὸ ο . Καὶ οὐκ ἀκαίρως· δοκεῖ γὰρ ἡ ὀξεῖα ἀνατεινομένη τῇ τε φωνῇ καὶ αὐτῇ τῇ θέσει καὶ διατυπώσει τοῦ χαρακτῆρος τοῦ ἑαυτῆς τὴν βραχεῖαν ἀνακαλεῖσθαι καὶ ἀνάγειν εἰς ὑπερτέραν τάξιν· ὅθεν καὶ οἱ μουσικοὶ ἐπὶ τῶν συλλαβῶν τῶν ἐχουσῶν τὰς ὀξείας ὡς ἐπὶ τὸ πλεῖστον ἐμβραδύνουσι τοῖς κρούμασι· προείρηται δὲ ἡμῖν, ὡς οἱ παλαιοὶ τὴν μακρὰν ἐν διπλασίονι χρόνῳ τῆς βραχείας ἐξεφώνουν. Ἡ ὀξεῖα οὖν τοιαύτην ἔχει φύσιν καὶ δύναμιν, ὡς μὴ μόνον ἐπικειμένη ἐπάνω βραχείας μηκύνειν αὐτήν, ἀλλὰ καὶ προκειμένη καὶ μετακειμένη δύνασθαι τῇ βραχείᾳ χρόνον χαρίζεσθαι, ὡς ἐπὶ τοῦ 〈Δ 76〉 ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶ ν· τοῦ γὰρ τέρας ἡ ρας συλλαβὴ βραχεῖα οὖσα διὰ τῆς προκειμένης ὀξείας ἐμηκύνθη τῆς ἐπικειμένης τῇ τε συλλαβῇ· καὶ δοκεῖ ὁ στίχος πάθος ἔχειν τὸ λεγόμενον λαγαρόν, ἀλλ’ ἀπαθὴς ὡς οἷόν τε γέγονε διὰ τῆς προκειμένης ὀξείας.
53 Μετακειμένη δέ, ὡς ἐπὶ τοῦ 〈Ζ 62〉 αἴσιμα παρειπώ ν · ὁ δ ’ ἀπὸ ἕθεν ὤσατο χειρ ί· τὴν πο γὰρ βραχεῖαν οὖσαν ἡ ὀξεῖα τοῦ ἕθεν ἐμήκυνεν, ὅθεν καὶ αὐτὸς ὁ στίχος, δοκῶν κατὰ τὸν πόδα τοῦτον πάθος ἔχειν τὸ λεγόμενον λαγαρόν, ἀπαθὴς ὡς οἷόν τε γέγονε διὰ τῆς ἐπιφορᾶς τῆς ὀξείας· ἐπὶ δὲ τοῦ δευτέρου ποδὸς μὴ ἐσχηκότος μηδεμίαν βοήθειαν ἔμεινε τὸ προλεχθὲν πάθος τὸ λαγαρόν· τοῦ γὰρ παρειπών τὸ α οὐδεμιᾶς ἐκ τῶν δέκα τρόπων ἔτυχε βοηθείας τῶν ἀναφερόντων τὴν βραχεῖαν εἰς μακράν, ὥσπερ ἐπὶ τοῦ ἕθεν ἐπιφερομένης ὀξείας ἐμηκύνθη τὸ πο μικρόν, δηλονότι παρὰ τῷ ποιητῇ, φημὶ δὲ τῷ Ὁμήρῳ, 〈ᾧ〉 καὶ ἔξεστι τούτοις τοῖς δέκα τρόποις κεχρῆσθαι τοῖς ἀναφέρουσι τὴν βραχεῖαν εἰς μακράν, ἡμῖν δὲ ἐκ τῶν δέκα τρόπων ἑνὶ μόνῳ ἔξεστι κεχρῆσθαι, ὃν μετ’ ὀλίγον ἐροῦμεν. Τρίτος τρόπος ὁ διὰ τῆς περισπωμένης. Αὕτη τοίνυν ἡ περισπωμένη προκειμένη τῆς βραχείας καὶ μετακειμένη—οὐ γὰρ δυνάμεθα εἰπεῖν ἐπικειμένη τῇ βραχείᾳ· ἀδύνατον γὰρ ἐπάνω βραχείας εὑρεῖν περισπωμένην, ὡς τῆς περισπωμένης ἐκ δύο τόνων συγκειμένης καὶ ἐπιζητούσης συλλαβὴν δύο χρόνους ἔχουσαν φύσει, οὐ θέσει· οἱ γὰρ τόνοι, ὡς φύσει ὄντες, καὶ τὰς φύσει μακρὰς μετίασι καὶ οὐχὶ τὰς διὰ συμφώνων θέσει μακρὰς γινομένας· τῆς δὲ βραχείας ἕνα χρόνον ἐχούσης καὶ μὴ δυναμένης ὑποδέξασθαι τῶν δύο χρόνων τὴν τονικὴν δύναμιν— αὕτη τοίνυν ἡ περισπωμένη τῇ πρὸ αὐτῆς βραχείᾳ ἢ τῇ μετ’ αὐτὴν δύναμιν χαρίζεταί τινα καὶ ἀπὸ βραχείας εἰς μακρὰν ἀναφέρει παρὰ τῷ ποιητῇ, ὡς προείρηται. Καὶ τῇ μὲν πρὸ αὐτῆς, ὡς ἐπὶ τοῦ 〈Ζ 81〉 πάντῃ ἐποιχόμενο ι , πρὶν αὖ τ ’ ἐν χερσὶ γυναικῶ ν· τοῦ γὰρ πρίν τὸ ι συστελλόμενον καὶ μηδὲ τυχὸν συνάρσεως τῆς ἀπὸ δύο συμφώνων, ἀλλὰ καὶ δοκοῦν προσάπτειν τῷ στίχῳ πάθος τὸ λεγόμενον λαγαρόν, διὰ τῆς ἐπιφερομένης ὡς οἷόν τε ἐμηκύνθη περισπωμένης· τῇ δὲ μετ’ αὐτήν, ὡς ἐπὶ τοῦ 〈Ζ 366〉 οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱό ν· πάλιν γὰρ ἐν τῷ οἰκῆας τὸ ας συστελλόμενον διὰ τῆς προκειμένης περισπωμένης μηκύνεται.
54 Τέταρτος τρόπος ὁ διὰ τῆς δασείας. Αὕτη τοίνυν ἡ δασεῖα ἐπικειμένη καὶ προκειμένη καὶ μετακειμένη τὴν βραχεῖαν εἰς μακρὰν ἀνάγει· ἐπικειμένη μέν, ὡς ἐπὶ τοῦ 〈ex. gr. Α 193〉 ἕως ὁ ταῦ θ ’ ὥρμαινε κατὰ φρέν α· προκεφάλου γὰρ ὄντος τοῦ στίχου τούτου τὸ μὲν ε τὸ ἐν ἀρχῇ οὐ μετρεῖται, τὸ δὲ ως ο ἀντὶ σπονδείου παραλαμβάνεται, τῆς δευτέρας συλλαβῆς τὸ ο μόνον ἐχούσης καὶ μὴ ἐπιφερομένων δύο συμφώνων· ἀλλ’ ἡ δασεῖα ἐπικειμένη ἐμήκυνεν αὐτὸ τῷ πνεύματι τῷ πολλῷ καὶ τῇ διατάσει τῶν φωνητικῶν ὀργάνων τῶν μᾶλλον διατεινομένων ἐν τῇ προφορᾷ τοῦ πλείονος πνεύματος. Προκειμένη δέ, ὡς ἐπὶ τοῦ 〈Η 353〉 ἔλπομαι ἐκτελέεσθα ι , ἵνα μὴ ῥέξομεν ὧδ ε· τοῦ γὰρ ἵνα τὴν να συλλαβὴν βραχεῖαν οὖσαν ἡ δασεῖα ἡ ἐπὶ τοῦ ι τοῦ ἵνα, τῷ μὲν ι ἐπικειμένη, τοῦ δὲ α προκειμένη, ἐμήκυνεν. Ἀλλ’ εἴποι τις, ὅτι τὸ μ ἐπιφερόμενον ἐμήκυνε τὴν να συλλαβὴν βραχεῖαν οὖσαν· ἀλλ’ ἐπὶ πασῶν τῶν βραχειῶν τῶν ἀναφερομένων εἰς μακρὰς διὰ τούτων τῶν βοηθημάτων τοῦτο δεῖ σκοπεῖν· ὅταν λέξις τις βραχεῖαν ἔχουσα συλλαβήν, ἣν χρείαν ἔχει ὁ ποιητὴς εἰς μακρὰν ἀνάγειν διὰ τῆς δασείας ἢ τῆς ὀξείας ἢ τῆς περισπωμένης, ἐν ἑαυτῇ ἔχῃ [ἡ λέξις] τὸ ὀφεῖλον βοηθῆσαι τῇ βραχείᾳ, τῷ ἰδίῳ κέχρηται μᾶλλον βοηθήματι ἤπερ τῷ ξένῳ· εἰ μὴ εἴποι τις ὅτι, ὥσπερ τὰ σύμφωνα τὰ ἐπιφερόμενα τῇ προκειμένῃ βραχείᾳ διὰ τῆς αὐτῶν ἐπιφορᾶς χρόνον χαρίζονται, οὕτω καὶ ἡ ἐπιφερομένη ἐπὶ τούτων βοήθεια μᾶλλόν ἐστι δραστικωτέρα. Μετακειμένη δὲ ἡ δασεῖα μηκύνει τὴν πρὸ αὐτῆς βραχεῖαν, ὡς ἐπὶ τοῦ 〈Ζ 443〉 αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοι ο· τοῦ γὰρ κακός τὴν κος συλλαβὴν βραχεῖαν οὖσαν ἡ δασεῖα ἐπιφερομένη τοῦ ὥς ἐμήκυνε. Πέμπτος τρόπος ὁ διὰ τῆς στιγμῆς. Αὕτη τοίνυν ἡ στιγμὴ 〈τῇ πρὸ αὐτῆς βραχείᾳ δύναμιν χαρίζεται καὶ ἀπὸ βραχείας εἰς μακρὰν αὐτὴν ἀναφέρει〉· καὶ ἡ τυχοῦσα μέν, ὡς ἐπὶ τοῦ 〈Ζ 265〉 μή μ ’ ἀπογυιώσῃς μένεο ς , ἀλκῆς τε λάθωμα ι· ἐνταῦθα γὰρ τὸ ος ἐμήκυνεν ἡ πασῶν τῶν στιγμῶν ἐλάττων, ἡ ὑποδιαστολή· μάλιστα δὲ ἡ τελεία καὶ ἡ ὑποτελεία τῇ πρὸ αὐτῆς βραχείᾳ δύναμιν χαρίζεται, καὶ ἀντὶ μακρᾶς αὐτὴν παραλαμβάνομεν παρὰ τῷ ποιητῇ. Καὶ οὐκ ἀκαίρως· τῇ γὰρ σιωπῇ τῆς στιγμῆς χρόνον ἡμῖν ἐνδιδούσης δοκεῖ μηκύνεσθαι ἡ βραχεῖα, ὡς ἐπὶ τοῦ 〈Ζ 240〉 καὶ πόσια ς · ὁ δ ’ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγε ι· τοῦ γὰρ πόσιας ἡ ας βραχεῖα οὖσα διὰ τῆς ὑποτελείας στιγμῆς μηκύνεται· ὡς ἐμάθομεν γὰρ ἐπὶ τῆς στιγμῆς, τοῦ δέ ἐπιφερομένου καὶ μὴ προκειμένου τοῦ μέν ἡ ὑποτελεία τίθεται.
55 Ἕκτος 〈τρόποσ〉 ὁ διὰ τῶν ἀμεταβόλων. Ταῦτα τοίνυν τὰ ἀμετάβολα ἀρχόμενα λέξεως τὴν πρὸ αὐτῶν βραχεῖαν μακρὰν ποιεῖ, καὶ μάλιστα τὸ ρ , ὡς ἐπὶ τοῦ 〈Χ 305〉 ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθα ι· τὸ γὰρ ρ τοῦ ῥέξας τὴν πρὸ αὐτοῦ γα συλλαβὴν βραχεῖαν οὖσαν ἐμήκυνεν. Εἰ δέ τις εἴποι, μεμνημένος τοῦ προλεχθέντος ἡμῖν λόγου, ὅτι οὐχ ἡ ἐπιφορὰ τοῦ ρ ἐμήκυνε τὸ α τοῦ μέγα, ἀλλ’ ἡ προκειμένη τοῦ γα ὀξεῖα, ἡ γὰρ λέξις ἔχουσα ἰδίαν ἐπικουρίαν ξένης οὐ δεῖται, ὡς προείρηται, οὐ καλῶς ἐρεῖ, διὸ ἐφ’ ἑτέρων στίχων ζητήσας τις εὕροι διὰ τῆς τοῦ ρ καὶ μόνου βοηθείας μηκυνομένην τὴν προκειμένην βραχεῖαν, ὡς ἐπὶ τοῦ 〈Η 474〉 ἄλλοι δὲ ῥινοῖ ς , ἄλλοι δ ’ αὐτοῖσι βόεσσι ν· ἐνταῦθα γὰρ ἡ δέ διὰ τοῦ ρ μηκύνεται μόνου. Διὰ τί δὲ ἔφην μάλιστα τὸ ρ ἐκ τῶν τεσσάρων ἀμεταβόλων μηκύνειν τὴν πρὸ αὐτοῦ βραχεῖαν; Ἐπειδὴ οὐ μόνον τῷ ποιητῇ ἔξεστι τοῦτο ποιεῖν, ἀλλὰ καὶ ἡμῖν τοῖς μεταγενεστέροις, καὶ τούτῳ μόνῳ τῷ τρόπῳ ἐκ τῶν δέκα τρόπων ἔξεστι καὶ ἡμῖν κεχρῆσθαι, καὶ οὐχ ὅλων, ἀλλὰ τῇ τοῦ ρ ἐπιφορᾷ καὶ μόνον μηκύνειν τὴν βραχεῖαν, τῷ δὲ ποιητῇ καὶ τῇ τῶν ἄλλων· τοῦ μὲν λ , ὡς ἐπὶ τοῦ 〈ex. gr. Β 44〉 ποσσὶ δ ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλ α· τοῦ δὲ μ , ὡς ἐπὶ τοῦ 〈Η 131〉 θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄιδος εἴσ ω· τοῦ δὲ ν , ὡς ἐπὶ τοῦ 〈Η 425〉 ἀλ λ ’ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντ α. Οἱ ἄλλοι τέσσαρες τρόποι διὰ τοῦ δ π ς τ ἀποτελοῦνται· ἕκαστον γὰρ τούτων ἀρχόμενον λέξεως παρὰ τῷ ποιητῇ τὴν πρὸ αὐτοῦ βραχεῖαν μηκύνει, ὅταν χρεία γένηται. Καὶ οὐκ ἀκαίρως· ἐπειδὴ γὰρ ἔν τισι λέξεσιν ἐχούσαις ἕκαστον τούτων, φημὶ δὲ τὸ δ π ς τ , ἔξεστι καὶ τῷ ποιητῇ καὶ ἡμῖν διὰ τὸ μέτρον διπλασιάζειν αὐτά, ὡς ἐπὶ τοῦ ἔδεισεν, 〈ex. gr. Α 33〉 ἔδδεισε〈ν〉 δ ’ ὁ γέρω ν, καὶ ἐπὶ τοῦ ὁπότε, 〈Ψ 274?〉 ὁππότε δὴ καὶ ἐμο ί, καὶ ἐπὶ τοῦ ποσί, 〈ex.
56 gr. Β 44〉 ποσσὶ δ ’ ὑπὸ λιπαροῖσ ι, καὶ ἐπὶ τοῦ ὅτι, 〈ex. gr. Β 361〉 ὅττι κεν εἴπ ω, τούτου χάριν καὶ ἑνὸς ὑπάρχοντος αὐτῶν ἀρχομένου λέξεως, φύσιν καὶ συνήθειαν ἐχόντων αὐτῶν ἔν τισι διπλασιάζεσθαι, ὡς προείρηται, ἐκείνῳ τῷ διπλασιασμῷ νῦν κεχρήμεθα ὡς δυναμένῳ τὴν βραχεῖαν εἰς μακρὰν ἀνάγειν· καὶ ἐπὶ μὲν τοῦ δ , ὡς ἐπὶ τοῦ 〈Θ 126〉 κεῖσ θ’ · ὁ δ ’ ἡνίοχον μέθεπ ε· ἐπὶ τοῦ π δέ, ὡς ἐπὶ τοῦ 〈Δ 338〉 ὦ υἱὲ Πετεῶ ο , διοτρεφέος βασιλῆο ς· ἐπὶ δὲ τοῦ ς , ὡς ἐπὶ τοῦ 〈ζ 151〉 Ἀρτέμιδί σε ἔγωγε ἐΐσκ ω, καὶ 〈Υ 434〉 οἶδα 〈 δ ’〉 ὅτι σὺ μὲν ἐσθλό ς, καὶ 〈κ 238〉 ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργν υ· ἐπὶ δὲ τοῦ τ , ὡς ἐπὶ τοῦ 〈Ε 827〉 μήτε σύ γ ’ Ἄρηα τό γε δείδιθι μήτε τι ν ’ ἄλλο ν, 〈καὶ〉 〈Θ 267〉 στῆ δ ’ ἄ ρ ’ ὑ π ’ Αἴαντος σάκεϊ Τελαμωνιάδα ο. Ἰδοὺ τοὺς δέκα τρόπους ἐπληρώσαμεν τοὺς τὴν βραχεῖαν εἰς μακρὰν ἀναφέροντας. § 11 (12. 13b). Περὶ λέξεως. Λέξις ἐστὶ μέρος ἐλάχιστον τοῦ κατὰ σύνταξιν λόγο υ.] Τῷ ὅρῳ τούτῳ λείπει τι· εἰ γὰρ ὡς τέλειον αὐτὸν παραλάβοιμεν, εὑρίσκεται καὶ ἓν γράμμα καὶ μία συλλαβὴ λέξις οὖσα· μέρος γάρ ἐστιν ἐλάχιστον τοῦ λόγου καὶ ἑκάστη συλλαβὴ καὶ ἕκαστον γράμμα. Καὶ οὐκ ἔχομεν εἰπεῖν, ὅτι ἀγνοῶν ὁ τεχνικὸς ἐλλιπῶς ἔφη τὸν ὅρον, ἀλλ’, ὡς πολλάκις εἴρηται, ὡς πρὸς εἰσαγομένους ἤτοι ἐν ὑπομνήματι γράφων τινὰ παρεσιώπησε. Τί δὲ λείπει; Τὸ «νοητόν τι σημαῖνον». Εἴπωμεν οὖν ἄνωθεν τὸν ὅρον μετὰ τῆς προσθήκης αὐτοῦ, καὶ εὑρίσκομεν αὐτὸν ἀνελλιπῆ καὶ τέλειον. Τί ἐστι λέξις; Μέρος ἐλάχιστον τοῦ κατὰ σύνταξιν λόγου νοητόν τι σημαῖνον· ἰδοὺ ἡ προσθήκη αὕτη οὐκέτι ἐνδίδωσιν οὐδὲ συγχωρεῖ ὑπονοεῖσθαι τὴν συλλαβὴν ἢ τὸ γράμμα ὡς λέξιν· οὐ γὰρ νοητόν τι σημαίνουσιν, ὑπεξαιρουμένων τῶν μονογραμμάτων καὶ μονοσυλλάβων λέξεων· ἐκεῖναι δὲ οὐ διὰ τὸ μονογράμματοι εἶναι ἢ μονοσύλλαβοι νοητόν τι σημαίνουσιν, ἀλλὰ διὰ τὸ ἐν ταῖς λέξεσι κατατετάχθαι τοῦ κατὰ σύνταξιν 〈ἤτοι〉 τοῦ ἐν δεούσῃ καὶ πρεπούσῃ τάξει προφερομένου λόγου. Ἵνα δὲ μή τις ἐπιλάβηται τοῦ τεχνικοῦ, ὅτι μὴ προδιδάξας ἡμᾶς τί ἐστι λόγος τὴν λέξιν μέρος τοῦ λόγου φησίν, ἔτι ἀγνοούντων ἡμῶν τί ἐστι λόγος, ὥσπερ ἐὰν ἐρωτήσας τις «ποῦ μένει Πλάτων;» ἀκούῃ «ὅπου μένει Σωκράτης», μὴ εἰδὼς μηδὲ τὴν τοῦ Σωκράτους οἰκίαν, διὰ τοῦτο εὐθέως ἐπιφέρει τὸν ὅρον τοῦ λόγου.
57 Λόγος δέ ἐστι πεζῆς λέξεως σύνθεσις διάνοιαν αὐτοτελῆ δηλοῦσ α.] «Πεζῆς λέξεως» τῆς καταλογάδην, τουτέστι τῆς μὴ ὑπὸ μέτρον· ἡ γὰρ ἔμμετρος σύνθεσις τῶν λέξεων τελείαν ἔννοιαν σημαίνουσα περίοδος καλεῖται· «αὐτοτελῆ» δὲ ἀντὶ τοῦ «τελείαν». Τί οὖν ἐστι λόγος; Σύνθεσις λέξεως τῆς καταλογάδην τελείαν ἔννοιαν σημαίνουσα. Τοῦ δὲ λόγου μέρη ἐστὶν ὀκτ ώ.] Ἔστι λόγος καὶ διὰ μιᾶς λέξεως τελείαν ἔχων ἔννοιαν, ὡς τὸ εὔχομαι, ἠρίστησα· ἑκάστη γὰρ τούτων τῶν λέξεων καὶ τῶν ὁμοίων ταύταις τελείαν ἔννοιαν ἔχει, εἰ καὶ μὴ ἐμπεριέχεται τῷ ὅρῳ· οὐ γάρ ἐστι σύνθεσις λέξεως μία οὖσα λέξις. Ἀλλ’ ὃν τρόπον εἰρήκαμεν τὴν μονάδα μὴ ἐκβάλλεσθαι τοῦ εἶναι ἀριθμόν, εἰ καὶ μὴ ἔστι μονάδων σύνθεσις, καὶ πάλιν τὴν μονογράμματον συλλαβὴν μὴ ἀπωθεῖσθαι τοῦ εἶναι συλλαβήν, εἰ καὶ μὴ ἔστι σύλληψις συμφώνων μετὰ φωνήεντος, οὕτω καὶ τὸν ἐκ μιᾶς λέξεως λόγον τὸν διὰ ῥήματος καὶ μόνου συνιστάμενον, ὡς εἰσόμεθα σὺν θεῷ, τὸν καὶ τοῖς ἑτέροις τὴν αὐτοτέλειαν παρέχοντα οὐ δίκαιον μὴ καλεῖσθαι λόγον. Ἔστι λόγος καὶ διὰ δύο λέξεων, οἷον «Σωκράτης ἀναγινώσκει»· καὶ τῶν δύο τούτων λέξεων ἑκατέρα διαλλαγὴν ἔχει, ἡ μὲν γάρ ἐστιν ὄνομα, ἡ δὲ ῥῆμα· ὁ δὲ διὰ μιᾶς λέξεως αὐτοτελὴς λόγος δῆλον ὅτι μίαν ἔχει διαφοράν, ὡς καὶ μονολεξία ὑπάρχων· αὕτη γὰρ ἡ μία λέξις ῥῆμά ἐστιν, οὗτινος, φημὶ δὲ τοῦ ῥήματος, μὴ λεχθέντος λόγος οὐ πεπλήρωται. Καὶ εἴποι ἄν τις, ὅτι καθότι οὐκ ἔστι σύνθεσις λέξεων, ἐκπέφευγε τὸν ὅρον τοῦ λόγου καὶ οὐκ ἔστι λόγος. Πρὸς ὅν φαμεν, ὅτι τὸ ῥῆμα τὸ καὶ τοῖς ἄλλοις λόγοις τὴν αὐτοτέλειαν παρέχον καὶ ποιοῦν αὐτοὺς εἶναι λόγους οὐ δίκαιον ἐξωθεῖσθαι τοῦ εἶναι λόγον, εἰ καὶ μόνον λέγοιτο τὴν αὐτοτέλειαν γὰρ μάλιστα ἐπιζητοῦμεν τῷ περατοῦσθαι τοὺς λόγους. Ὡς οὖν προείρηται καὶ ἐν τῷ περὶ συλλαβῆς, ὅτι καὶ τὰς μονογραμμάτους συλλαβὰς οὐ δεῖ ἐκβάλλειν τοῦ εἶναι συλλαβάς, εἰ καὶ μὴ συλλαμβάνουσι σύμφωνα καὶ φωνήεντα, ὁμοίως δὲ καὶ τὴν μονάδα οὐκ ἐκβάλλομεν τῶν ἀριθμῶν, εἰ καὶ μὴ ἔστι μονάδων σύνθεσις, οὕτω καὶ ἐνταῦθα τὴν μίαν λέξιν, φημὶ δὲ τὸ ῥῆμα, καθὸ αὐτοτελές ἐστι, λόγον δικαίως καλέσομεν.
58 Ἔστι λόγος καὶ ἀπὸ τριῶν λέξεων, οἷον «Σωκράτης ἀριστήσας καθεύδει»· καὶ ἔχει τρεῖς διαφοράς· τὸ μὲν γάρ ἐστιν ὄνομα, τὸ δὲ μετοχή, τὸ δὲ ῥῆμα. Καὶ οὕτως ἐφεξῆς ἐπεκτεινόμενος ὁ λόγος εὑρίσκεται ἔχων ὀκτὼ διαφοράς· περαιτέρω δὲ τῶν ὀκτὼ διαφορῶν οὐχ εὑρίσκεται, ἀλλ’ εἰ καὶ πλείονας σχοίη λέξεις τῶν ὀκτώ, συνεμπίπτουσιν ἀλλήλαις, λόγου χάριν ἢ δύο ὀνόματα ἢ δύο μετοχαὶ ἢ δύο ἐπιρρήματα ἢ δύο σύνδεσμοι ἤ τι τοιοῦτον, πλὴν τῶν ῥημάτων· δύο γὰρ ῥήματα αὐτοτελῆ ἐν ἑνὶ λόγῳ οὐχ εὑρίσκεται. Μεταξὺ δὲ λόγου ἐπῆλθέ μοι θαῦμα τοῦ κρατίστου τῶν ποιητῶν, ὃς ἐν πᾶσιν ἀπαραλείπτως θείᾳ τινὶ ἐπιπνοίᾳ ἐκεκόσμητο· καὶ γὰρ ἔσιν Ὁμηρικὸς στίχος τὰ ὀκτὼ μέρη τοῦ λόγου ἔχων οὗτος, 〈Χ 59〉 πρὸς δέ με τὸν δύστηνον ἔτι φρονέον τ ’ ἐλέησο ν· τὸ μὲν γὰρ πρός ἐστὶ πρόθεσις, τὸ δέ σύνδεσμος, τὸ μέ ἀντωνυμία, τὸ τόν ἄρθρον, τὸ δύστηνον ὄνομα, τὸ ἔτι ἐπίρρημα, τὸ φρονέοντα μετοχή, τὸ ἐλέησον ῥῆμα. Ἡ γὰρ προσηγορία ὡς εἶδος τῷ ὀνόματι ὑποβέβλητα ι] Τινὲς τὸ προσηγορικὸν ὄνομα ἠθέλησαν κατ’ ἰδίαν τάξαι, ἵνα ᾖ ἔννατον μέρος λόγου· ἀλλ’ οὐ καλῶς· οὐ γὰρ ἔξω τοῦ ὅρου ἐστὶ τοῦ ὀνόματος. Διὸ καὶ αὐτὸς ἐνταῦθά φησιν, ὅτι ἡ προσηγορία, τουτέστι τὸ προσηγορικὸν ὄνομα, ὑποβέβληται τῷ ὀνόματι, τουτέστιν ὑπὸ τὸν ὅρον τοῦ ὀνόματος, καὶ εἶδος αὐτοῦ τοῦ ὀνόματος ὑπάρχει, ὡς καὶ ἄλλα εἴδη πολλὰ ἔστιν ὀνόματος, ὡς εἰσόμεθα σὺν θεῷ. § 19 (24b).
59 (1t) Περὶ ἐπιρρήματος. Ἐπίρρημά ἐστι μέρος λόγου ἄκλιτο ν , κατὰ ῥήματος λεγόμενον ἢ ἐπιλεγόμενον ῥήματ ι.] Εἰπὼν μέρος λόγου εἶναι τὸ ἐπίρρημα οὔπω τινὸς αὐτὸ ἀπεμέρισεν· ἐπαγαγὼν δὲ τὸ «ἄκλιτον» ἀπεμέρισεν αὐτὸ παρὰ δύο μέρη πάντων, παρὰ τὴν πρόθεσιν καὶ τὸν σύνδεσμον· καὶ ταῦτα γὰρ ἄκλιτά ἐστιν, οὔτε γὰρ εἰς πτώσεις οὔτε εἰς πρόσωπα οὔτε εἰς χρόνους κλίνεται. Εἰπὼν δὲ τὸ «κατὰ ῥήματος λεγόμενον ἢ ἐπιλεγόμενον ῥήματι» καὶ τούτων αὐτὸ ἀπεμέρισεν· οὐδὲν γὰρ ἕτερον μέρος λόγου τῷ ῥήματι ἐπιφορὰν ἀναγκαστικῶς ποιεῖται, προταττόμενον αὐτοῦ τοῦ ῥήματος ἢ ὑποταττόμενον, ὅθεν καὶ τὸ τοιοῦτον ὄνομα εἴληχε, «καλῶς ἦλθεν, ἦλθε καλῶς, σοφῶς ἔφη, ἔφη σοφῶς»· διὸ κἂν μεταξὺ αὐτῶν ἕτερα μέρη λόγου τεθῇ ἢ δι’ εὐπρέπειαν συνθέσεως ἐν τοῖς καταλογάδην προφορικοῖς λόγοις ἢ συγγράμμασιν, ἢ ἀνάγκῃ μέτρου ἐν τῇ ποιήσει, πρὸς οὐδὲν ἕτερον μέρος λόγου ποιεῖται τὴν ἐπιφορὰν τὸ ἐπίρρημα, εἰ μὴ πρὸς τὸ ῥῆμα. Τὰ δὲ χρόνου δηλωτικ ά , οἷον νῦν τότε αὖθι ς · τούτοις δὲ ὡς εἴδη ὑποτακτέον τὰ καιροῦ παραστατικ ά , οἷον σήμερον αὔριον τόφρα τέως πηνίκ α.] Διὰ τῶν τριῶν τούτων ἐπιρρημάτων οἱ τρεῖς χρόνοι δηλοῦνται, διὰ μὲν τοῦ νῦν ὁ ἐνεστώς, διὰ δὲ τοῦ τότε ὁ παρεληλυθώς, διὰ δὲ τοῦ αὖθις ὁ μέλλων. Τούτοις οὖν, φησί, τοῖς τρισὶν ἐπιρρήμασι γενικωτέροις οὖσι δεῖ ὑποτάττειν ὡς εἴδη, τουτέστιν ὡς μέρη, τὰ καιροῦ σημαντικά· τοῦτο γὰρ δηλοῖ τὸ «παραστατικά», ἀντὶ τοῦ σημαντικά· ὡς γὰρ ὁ καιρὸς τοῦ χρόνου μερικώτερός ἐστιν, οὕτω καὶ τὸ σήμερον καὶ τὸ αὔριον καὶ τὰ ἑξῆς ἐπιρρήματα, ἃ ἐπιφέρει ὁ τεχνικός, μερικώτερά ἐστι τῶν προλεχθέντων τριῶν ἐπιρρημάτων, λέγω δὴ τοῦ νῦν τότε αὖθις. Τὰ δὲ μεσότητος ἐπιρρήματα οὐκ ἀπὸ ἐννοίας τινὸς ὠνόμασται· πλείστας γὰρ διαφορὰς ἔχει ἐννοιῶν· ἀλλ’ ἐπειδὴ γίνεται ἀπὸ τῆς γενικῆς τῶν πληθυντικῶν τῆς μέσης οὔσης τῶν τριῶν γενῶν, τοῦ ν μόνου εἰς ς τρεπομένου, διὰ τοῦτο καλεῖται μεσότητος, οἷον τῶν καλῶν· αὕτη γενικὴ οὖσα πληθυντικὴ μέση ἐστί, τουτέστι κοινή, ἀρσενικοῦ καὶ θηλυκοῦ καὶ οὐδετέρου, οἱ καλοί τῶν καλῶν, αἱ καλαί τῶν καλῶν, τὰ καλά τῶν καλῶν· τραπέντος οὖν τοῦ ν εἰς ς , ὡς ἔφαμεν, γίνεται τὸ ἐπίρρημα καλῶς· σοφῶν σοφῶς ὁμοίως.
60 Τὰ δὲ ποιότητο ς.] Τὰ δηλοῦντα τὸν τοῦ σχήματος τρόπον καὶ τὴν ἔνδειξιν καλεῖται ποιότητος, οἷον «πῶς ἔτυψε; πύξ· πῶς ἤρχοντο; ἀγεληδόν· πῶς ἐκαθέζοντο; γνύξ». Τὰ δὲ τοπικ ά.] Τοπικὰ τὰ τόπον σημαίνοντα, ὧν σχέσεις ἤγουν μεθέξεις εἰσὶ τρεῖς· ἢ γὰρ ἐν τόπῳ τινὶ ἔστι τις, ἢ εἴς τινα τόπον πορεύεται, ἢ ἐκ τόπου τινὸς ἔρχεται. Καὶ τὸ μὲν οἴκοι καὶ τὰ ὅμοια αὐτῷ τὴν 〈ἐν τόπῳ ὕπαρξιν δηλοῖ, τὸ δὲ οἴκαδε καὶ τὰ ὅμοια αὐτῷ τὴν〉 εἰς τόπον ἄφιξιν, τὸ δὲ οἴκοθεν καὶ τὰ ὅμοια αὐτῷ τὴν ἐκ τόπου σχέσιν. Ἄβαλ ε· τὸ ἆ κατ’ ἰδίαν ἐστὶν εὐκτικὸν ἐπίρρημα, ὡς τὸ αἴθε, καὶ τὸ βάλε ὁμοίως κατ’ ἰδίαν ἐπίρρημα εὐκτικόν· βάλε μο ι , βάλε τὸ τρίτον εἴ η, Καλλίμαχος 〈fr. 66 e Sch〉. Τὰ δὲ σχετλιαστικ ά.] 〈«Σχετλιαστικά»〉 λυπηρά· σχέτλιος γάρ ἐστιν ὁ ἄθλιος· τὰ οὖν λυπηρὰ καὶ ἄθλια καὶ σχετλιασμοῦ ἄξια. Βαβαί οἱ ἰδιῶται τῆς βαι διφθόγγου τὸ ι κατ’ ἰδικὴν συλλαβὴν προφερόμενοί φασι βαβαΐ· οὐ δεῖ δέ, ἀλλὰ δισυλλάβως βαβαί θαυμάζοντά τι ἢ ἐπαινοῦντα λέγειν. Τὰ δὲ ἀρνήσεως ἢ ἀποφάσεω ς , οἷον οὔ οὐχί οὐδῆτα οὐδαμῶ ς.] Ἡ ἀπόφασις τῆς ἀπαγορεύσεως διαλλάσσει· ἡ μὲν γὰρ ἀπόφασις ἄρνησιν δηλοῖ, τουτέστιν ἀνάνευσιν ἤτοι μὴ συγκατάθεσιν, ἡ δὲ ἀπαγόρευσις συμβουλίαν ἀποτροπῆς ἔχει· ὁ μὲν γὰρ λέγει «οὐκ ἐποίησα» ἢ «οὐκ ἐποίησας», ὁ δέ φησι «μὴ ποιήσῃς». Ἰστέον δὲ ὅτι τὸ οὐχί ἐπέκτασις μέν ἐστι τῆς οὔ, ὡς καὶ τὰ ἄλλα ἐπιρρήματα τὰ ἀρνητικά, ὀξύνεται δέ, καὶ οὐδέποτε ἀποβολὴν τοῦ ι πάσχει, ὥς φησιν Ἡρωδιανό ς· διὸ τὸ «οὐχ ἡμῶν» καὶ τὰ ὅμοια οὔ φαμεν ἔχειν ἐν παραθέσει τὴν χι , οὐδὲ ὡς τοῦ ι ἀποβληθέντος ἀπόστροφον ἐπιδέχεται, ἀλλὰ πεπλεονακέναι τὸ χ ἐν τῷ μέσῳ διὰ τὸ κεχηνέναι· καὶ ὅταν μὲν δασεῖα ἐπιφέρηται, τὸ χ πλεονάζει, ὅταν δὲ ψιλή, τὸ κ , «οὐκ ἐμόν». Ναίχ ι· τοῦτο οὐκ ὀξύνεται ὡς τὸ οὐχί, εἰ καὶ τὴν αὐτὴν ἔχει ἐπέκτασιν. Τὰ δὲ παραβολῆς ἢ ὁμοιώσεω ς , οἷον ὥς ὥσπερ ἠΰτε καθά καθάπε ρ.
61 ] Παραβολὴ λέγεται ἡ τὰ ἐοικότα τοῖς ἐοικόσι παραβάλλουσα, τουτέστι παρατιθεμένη. Τὰ δὲ εἰκασμο ῦ , οἷον ἴσως τάχα τυχό ν.] Τὸ μὴ εἰδέναι ἀκριβῶς εἰκασμόν φαμεν. Τὰ δὲ θειασμο ῦ.] Τὸ ἐνθεοῦσθαι, τουτέστι τὸ ὑπὸ θεοῦ κινεῖσθαι, θειασμόν φαμεν· τὸ οὖν εὐοἵ εὔἁν ἐπιρρήματά ἐστι δηλωτικὰ πράξεων ἐνθουσιαστικῶν. § 20 (25b). Περὶ συνδέσμου. Σύνδεσμός ἐστι λέξις συνδέουσα διάνοια ν.] Καὶ ἐνταῦθα εἰπὼν τὸ «λέξις» οὔπω τινὸς αὐτὸν ἀπέστησεν· εἰπὼν δὲ «συνδέουσα διάνοιαν» ἕως τοῦ «δηλοῦσα» πάντων αὐτὸν τῶν ἄλλων διέκρινεν· οὐδὲν γὰρ ἄλλο μέρος λόγου συνδεσμεῖ ἔννοιαν εὐτάκτως, οὐδὲ τοὺς διαλελυμένους λόγους εἰς ἓν συνάγει· τοῦτο γάρ ἐστι «τὸ τῆς ἑρμηνείας κεχηνός», τοὺς μήπω ὑπὸ ζυγόν τινα ἤτοι σύνδεσμον καὶ τάξιν ὄντας λόγους ὑπὸ ῥυθμὸν εὔτακτον ἄγουσα· τοῦτο γάρ ἐστι τὸ «δηλοῦσα». Τῶν συνδέσμων ἑπτὰ διαφορὰς ἤτοι ὀκτώ φησιν εἶναι· τοῦτο δέ φημι, ὡς τῶν παραπληρωματικῶν μηδὲ συνδέσμων σχεδὸν ὄντων· τῶν συνδέσμων οὖν οἱ μὲν τῆς πρώτης διαφορᾶς καλοῦνται συμπλεκτικο ί. Τοῦτο δ’ ἄν τις ὀρθῶς σκοπῶν ἢ ἀκριβῶς τὸ «συμπλεκτικοί» φαίη ἂν ἐπὶ πάντων ἁρμόζειν τῶν συνδέσμων· καθὸ γὰρ σύνδεσμοι, συμπλεκτικοί εἰσιν. Κατ’ ἐξοχὴν οὖν ἐπὶ τῶν μάλιστα καὶ ἐπ’ ἄπειρον τὴν ἔννοιαν συνδεόντων τοῦτο τὸ ὄνομα τέτακται. Ποῖοι δέ εἰσιν οὗτοι; Αὐτὸς αὐτοὺς παρατίθεται· ἑκάστου δὲ τόπον καὶ δύναμιν, ἔσθ’ ὅτε δὲ καὶ ἰδικὴν ὀνομασίαν, ἡμεῖς διασαφήσομεν. Μέ ν.] Οὗτος τίθεται ἐν τῷ προτέρῳ λόγῳ, ἀλλ’ οὐχὶ καὶ τῆς πρώτης λέξεως τοῦ προτέρου λόγου προτασσόμενος· ἀπαιτεῖ δὲ τὸν δέ ἐπενεχθῆναι ἐν τῷ δευτέρῳ λόγῳ ἢ τοὺς ἰσοδυναμοῦντας τῷ δέ, φημὶ δὲ τὸν ἀλλά, τὸν αὐτάρ, τὸν ἀτάρ, ἢ ἔσθ’ ὅτε τὸν γάρ, οὗ ὁ Διονύσιος οὐκ ἐμνήσθη. Τόνον δὲ ἔχει τὸν πρέποντα λέξει μονοσυλλάβῳ βραχυκαταλήκτῳ, τουτέστι τὸν ὀξὺν μὲν καθ’ ἑαυτόν, ἐν δὲ τῇ συνεπείᾳ βαρύνεται. Δ έ.
62 ] Οὗτος ἐν τῷ προτέρῳ 〈λόγῳ〉 οὐδέποτε εὑρίσκεται, ἀλλ’ ἢ τοῦ μέν προκειμένου ἐν τῷ προτέρῳ λόγῳ οὗτος ἐν τῷ δευτέρῳ λόγῳ τίθεται, ἀλλ’ οὐκ ἐν ἀρχῇ ἀλλὰ μετὰ τὴν πρώτην λέξιν τοῦ δευτέρου λόγου, ἐπακολουθῶν τῷ μέν· διὸ καὶ μετὰ τὴν κοινὴν ὀνομασίαν τῶν συνδέσμων, τὴν συμπλεκτικήν, καὶ ἰδικῆς ἔτυχεν ὀνομασίας, καλούμενος ἐπακολουθητικός, ὡς ἐπακολουθῶν τῷ μέν· ἢ μηδενὸς τῶν συνδέσμων προκειμένου ἐν τῷ προτέρῳ λόγῳ οὗτος ἐν τῷ δευτέρῳ λόγῳ τίθεται, ὀφείλων συνδῆσαι ἀμφοτέρους τοὺς λόγους. Καλεῖται δὲ καὶ μεταβατικός· ἀπὸ προσώπου γὰρ εἰς πρόσωπον ἢ ἀπὸ πράγματος εἰς πρᾶγμα μεταβαίνοντες αὐτῷ κέχρηνται πάντες. Τόνον δὲ ἔχει τὸν ὅμοιον τῷ μέν. Τ έ.] Οὗτος τίθεται μὲν καὶ ἐν τῷ πρώτῳ λόγῳ καὶ ἐν τῷ δευτέρῳ καὶ ἐν τῷ τρίτῳ καὶ ἐφεξῆς ἐπ’ ἄπειρον, ἐφ’ ὅσον ἄν τις βουληθῇ ἀλλ’ οὐ προτασσόμενος τῶν πρώτων λέξεων τῶν λόγων, ἀλλὰ μετὰ τὴν πρώτην λέξιν εὐθέως. Ἰσοδυναμεῖ δὲ κατὰ τὴν ἔννοιαν τῷ καί. Τόνον δὲ ἔχει ὁμοίως τοῖς προειρημένοις συνδέσμοις, μικρὸν ὑπέλασσον· τέτακται γὰρ ἐν τοῖς ἐγκλιτικοῖς μορίοις τοῖς ἀπολλύουσι τὸν τόνον προκειμένου ἑνὸς τῶν τεσσάρων παραφυλαγμάτων, ἢ ὀξυτόνου λέξεως ἢ περισπωμένης ἢ προπαροξυνομένης ἢ τροχαϊκῆς. Κα ί.] Οὗτος ἰσοδυναμῶν τῷ πρὸ αὐτοῦ, φημὶ δὲ τῷ τέ, κατὰ τὴν ἔννοιαν καὶ ἐν τῷ πρώτῳ λόγῳ καὶ ἐν τῷ δευτέρῳ καὶ ἐν τῷ τρίτῳ καὶ ἐφεξῆς ὡς ὁ τέ τίθεται· ἀλλ’ οὗτος καὶ τῶν πρώτων λέξεων προτάσσεται· τόνον δὲ ἔχει ὅμοιον τῷ μέν. Περὶ δὲ τόνου τί σοι καθ’ ἕνα φημί; κοινῇ γάρ, πάντων συμπλεκτικῶν συνδέσμων ὀξυνομένων, σεσημειωμένου τοῦ ἤτοι. Ἀλλ ά.] Οὗτος ἐν τῷ δευτέρῳ λόγῳ τίθεται, προτασσόμενος καὶ τῆς πρώτης λέξεως τοῦ δευτέρου λόγου, προκειμένου τοῦ μέν ἐν τῷ προτέρῳ λόγῳ ἢ μὴ προκειμένου· ἰσοδυναμεῖ δὲ τῷ δέ, ὡς προείπομεν· ἔχει δὲ πνεῦμα ψιλόν. Ἠμέν ἠδέ ἰδ έ.] Οἱ τρεῖς οὗτοι σύνδεσμοι ἰσοδυναμοῦσι τῷ καί, τίθενται δὲ καὶ ἐν τοῖς πρώτοις καὶ ἐν τοῖς ἐφεξῆς λόγοις, ὡς ὁ καί, προτασσόμενοι καὶ τῶν πρώτων λέξεων· ψιλοῦνται δέ. Αὐτάρ ἀτά ρ.] Οὗτοι οἱ δύο σύνδεσμοι, ἰσοδυναμοῦντες τῷ δέ, ἐν τοῖς δευτέροις λόγοις τίθενται, ὡς ὁ δέ, ἢ προκειμένου τοῦ μέν ἢ μὴ προκειμένου· ἀλλ’ οὗτοι καὶ αὐτῆς τῆς πρώτης λέξεως τῶν δευτέρων λόγων προτάττονται· ψιλοῦνται δέ.
63 Ἤτο ι.] Οὗτος, ἰσοδυναμῶν τῷ μέν, ἐν τοῖς πρώτοις λόγοις τίθεται, καὶ αὐτῆς δὲ τῆς πρώτης λέξεως κατάρχεται· τόνον δὲ ἔχει ἐναντίον τοῖς συμπλεκτικοῖς συνδέσμοις· πάντων γὰρ ἐκείνων ὀξυνομένων οὗτος παροξύνεται, μὴ νομιζομένης τῆς οι διφθόγγου βραχείας εἶναι, ἀλλὰ τελείας μακρᾶς χρόνον ἐχούσης ἐν τοῖς ἀκλίτοις τῶν μερῶν τοῦ λόγου· ἔχει δὲ πνεῦμα ψιλόν. Κέν ἄ ν.] Οὗτοι οἱ δύο σύνδεσμοι ἐν τοῖς προτέροις καὶ ἐν τοῖς δευτέροις λόγοις τίθενται, ἀλλ’ οὐ καταρχόμενοι τῶν λέξεων· ὁ δὲ κέν ἐν τοῖς ἐγκλιτικοῖς μορίοις, ὁ δὲ δεύτερος αὐτῶν οὐκ ἐν τοῖς ἐγκλιτικοῖς μορίοις. Γά ρ.] Τὸν γάρ αὐτὸς οὐ παρέθετο· ἔστι δὲ κοινῇ μὲν διανοίᾳ καὶ οὗτος συμπλεκτικός, ἰδικῇ δὲ αἰτιολογικός· τόπον δὲ ἔχει καὶ τόνον ὅμοιον τῷ δέ. Διαζευκτικοὶ δέ εἰσιν ὅσοι τὴν μὲν φράσιν ἐπισυνδέουσι ν , ἀπὸ δὲ πράγματος εἰς πρᾶγμα διιστᾶσι ν · εἰσὶ δὲ οἵδ ε , ἤ ἤτοι ἠ έ.] Εἰ σύνδεσμοι, πῶς διαζευκτικοί; Ναί, οὐ τῆς φράσεώς εἰσι διαζευκτικοί, ἀλλὰ τῶν προσώπων ἢ τῶν πραγμάτων, ἐπειδὴ οὐκ ἔλαττον τῶν συμπλεκτικῶν συνδέουσι τὴν φράσιν, μᾶλλον δὲ ἐπισυνδέουσιν, ὡς καὶ ὁ τεχνικός φησι, διὰ τῆς ἐπί προθέσεως τὸ ἐπιτεταμένον ἐμφαίνων. Καὶ τῇ ἀληθείᾳ εἷς μὲν ἔστι σύνδεσμος διαζευκτικός, ὁ ἤ, ἐπεκτεινόμενος δὲ γίνεται ποτὲ μὲν ἤτοι, ποτὲ δὲ ἠέ· πνεῦμα δὲ ἔχει ψιλόν, καὶ μονοσύλλαβος ὢν καὶ δισύλλαβος· τόνον δὲ ὁ μὲν μονοσύλλαβος ὀξύν, ἐν δὲ τῇ συνεπείᾳ βαρύνεται· γινόμενος δὲ ἤτοι παροξύνεται, ἐπεκτεινόμενος δὲ διὰ τοῦ ε καὶ γινόμενος ἠέ πάλιν ὀξύνεται, καὶ ἐν τῇ συνεπείᾳ βαρύνεται. Τίθεται δὲ ἤτοι προτίθεται καὶ ἐν τῷ προτέρῳ καὶ ἐν τῷ δευτέρῳ λόγῳ, ἀρχόμενος καὶ τῶν πρώτων λέξεων. Συναπτικοὶ δ έ.] Οὗτοι τὰ μὲν λεγόμενα οὐ πάντως ἐν ὑπάρξει ὄντα σημαίνουσιν ἐν τῷ καιρῷ ἤτοι χρόνῳ ἐκείνῳ, καθ’ ὃν λέγονται, ἐπιμελοῦνται δὲ τῆς ἀκολουθίας· καὶ πάλιν ἐν τῷ προτέρῳ λόγῳ τίθενται καὶ ἐν τῷ δευτέρῳ, μὴ ἀπαιτοῦντές τινα τῶν συνδέσμων προεῖναι.
64 Καὶ ἐνταῦθα δὲ τῇ ἀληθείᾳ εἷς ἔστι σύνδεσμος συναπτικός, ὁ εἴ τοὺς γὰρ ἄλλους ἐπεκτεινομένους ὑφίστησιν αὐτός· ὅτι γὰρ ἐπέκτασίς ἐστιν ὁ εἴπερ τοῦ εἴ, καὶ ὁ τόνος ἐλέγχει, ὀξὺς ὢν καὶ ἐν τῷ εἴπερ, ὡς καὶ ἐν τῷ εἴ· εἰ γὰρ μὴ ἦν ἐπέκτασις, ἔδει τὸν εἴπερ προπερισπᾶσθαι διὰ τὸ εἶναι μακρὰν πρὸ βραχείας ἐν ἑνὶ μέρει λόγου. Ἀλλ’ ὁ κανὼν οὗτος ὁ τονικὸς παρεφυλάξατο τὰς ἐπεκτάσεις· ἔχει γὰρ οὕτως· «πᾶσα μακρὰ πρὸ βραχείας ἀνεπέκτατος ἐν ἑνὶ μέρει λόγου περισπᾶται». Ὁμοίως δὲ καὶ ὁ εἰδήπερ εἰς τὴν δη ὀξὺν τόνον ἔχει, ὡς καὶ ὁ εἰδή, ἐπέκτασις γάρ ἐστιν αὐτοῦ τοῦ εἰδή. Ψιλοῦνται δὲ πάντες. Περὶ παρασυναπτικῶ ν. —Οὗτοι τὸ λεῖπον τοῖς συναπτικοῖς συναναπληροῦσι, καὶ ὕπαρξιν γὰρ καὶ ἀκολουθίαν δηλοῦσι· καὶ τόπον δὲ καὶ τόνον 〈ἔχουσιν〉 ἐοικότα τοῖς συναπτικοῖς, ὁμοίως δὲ καὶ πνεῦμα, ἵνα μὴ περαιτέρω τοῦ δέοντος πολυλογῶμεν. [Ἐνθάδε τὸ λεῖπον περὶ τῆς αἰτίας, καὶ ὑπολείψει τὸ πλήρωμα τῆς παρασυναπτικῆς.] Αἰτιολογικοὶ δέ εἰσιν ὅσοι ἐ π ’ ἀποδόσει αἰτίας ἕνεκεν παραλαμβάνοντα ι · εἰσὶ δὲ οἵδ ε , ἵνα ὄφρα ὅπως ἕνεκα οὕνεκα διό διότι καθό καθότι καθόσο ν.] Καλῶς πάνυ οὗτοι ἐκλήθησαν αἰτιολογικοί, τῆς αἰτίας λόγον παρέχοντες, ὡς καὶ αὐτός φησι παραλαμβάνεσθαι αὐτοὺς ἐπὶ τῇ ἀποδόσει τῆς αἰτίας. Οὗτοι δὲ πάντες ἐν τῷ προτέρῳ λόγῳ τίθενται, καὶ ποιοῦσιν ὀρθὰς τὰς περιόδους καὶ τοὺς λόγους, ὡς καὶ μεταξὺ τῶν δύο λόγων τὴν ἐνυπόκριτον στιγμὴν τίθεσθαι, ὡς καὶ ἐν τῷ περὶ στιγμῆς εἴρηται ἡμῖν· εἰ δὲ ἐν τῷ δευτέρῳ λόγῳ τεθῶσι, καὶ τὰς περιόδους ἤτοι τοὺς λόγους ἀντιστρόφους ἀποτελοῦσι, καὶ τὴν ἐνυπόκριτον στιγμὴν εἰς ὑποδιαστολὴν μεταβάλλουσιν. —Καὶ ὁ μὲν ἵνα δασύνεται καὶ παροξύνεται ὁ δὲ ὄφρα παροξύνεται μέν, ψιλοῦται δέ· ὁ δὲ ὅπως καὶ ὁ ἕνεκα καὶ ὁ οὕνεκα δασύνονται, καὶ 〈ὁ μὲν ὅπως παροξύνεται, οἱ δὲ δύο ἄλλοι〉 προπαροξύνονται· ὁ χάριν παροξύνεται. Ἰστέον δὲ ὅτι ὁ δ ι ’ ὅ δύο μερῶν λόγου παράθεσίς ἐστι, προθέσεως καὶ ἄρθρου ὑποτακτικοῦ· ὅθεν καὶ μετὰ τὸ ι ἀπόστροφον ἐπιδέχεται καὶ δύο τόνους, τὸν τῆς διά τὸν ἐν συνεπείᾳ, τουτέστι τὸν βαρὺν ἐπὶ τῆς δι συλλαβῆς, καὶ πνεῦμα δασὺ ἐπὶ τοῦ ο καὶ τόνον ὀξὺν ἢ βαρὺν ἐν τῇ συνεπείᾳ.
65 Τὸ δὲ δ ι ’ ὅτι ἢ ἐπεκτάσει τοῦ πρὸ αὐτοῦ γέγονε προσλαβὸν τὸ τι , καὶ ἔστι καὶ αὐτὸ ἐν παραθέσει δύο μερῶν λόγου, καθὸ καὶ 〈τὸ〉 δι’ ὅ· ἢ τριῶν μερῶν λόγου παράθεσίς ἐστι, τῆς διά προθέσεως καὶ τοῦ ὅ ἄρθρου ὑποτακτικοῦ καὶ τοῦ τί ὀνόματος ἀορίστου· τόνον δὲ καὶ πνεῦμα ἔχει ὅμοιον τῷ πρὸ αὐτοῦ, μόνον ὅτι ἐπὶ τοῦ ο ἀεὶ τὴν ὀξεῖαν ἔχει, ἐπειδὴ ἐγκλιτικὸν μόριον ὑπάρχον τὸ τί τὴν πρὸ αὐτοῦ βαρεῖαν ἐγείρει. Τὸ δὲ κα θ ’ ὅ ἐν πᾶσιν ἔοικε τῷ δι’ ὅ, καὶ τὸ κα θ ’ ὅτι τῷ δι’ ὅτι. Τὸ δὲ κα θ ’ ὅσον δύο μερῶν λόγου παράθεσίς ἐστι, τῆς κατά προθέσεως καὶ τοῦ ὅσον ὀνόματος ἀναφορικοῦ· τόνον δὲ καὶ πνεῦμα ἔχει ὡς ὁ δι’ ὅτι. 〈 Περὶ ἀπορηματικῶ ν.〉 —Ἀπορηματικοὶ λέγονται, διότι ἐν ἀπορίᾳ ὄντες τούτοις τοὺς λόγους συνδέομεν· τίθενται μὲν καὶ ἐν τοῖς πρώτοις καὶ ἐν τοῖς δευτέροις 〈λόγοισ〉, προτασσόμενοι καὶ αὐτῶν τῶν πρώτων λέξεων. Χρώμεθα οὖν τούτοις περί τινος ἀμφισβητοῦντες καὶ μὴ ἀκριβῶς εἰδότες, πῶς ἕκαστον γέγονε τῶν ζητουμένων· ὥσπερ ὁ ποιητὴς εἰσήγαγε τὸν Ἀγαμέμνονα διαπορούμενον καὶ πρὸς τὸν Νέστορα ποιούμενον τὸν λόγον 〈Ξ 49〉 ἦρα καὶ ἄλλοι ἐυκνήμιδες Ἀχαιο ί· ἀγνοῶν γὰρ καὶ διαπορούμενος ἔφη τοῦτο. — Ἆρα προπερισπᾶται καὶ ψιλοῦται. — Κᾶτα προπερισπᾶται· δοκεῖ δὲ σύνθεσις εἶναι ἐκ τοῦ καί καὶ εἶτα, τοῦ ι τοῦ καί συνδέσμου, ὁμοίως δὲ καὶ τοῦ ἐν τῷ εἶτα ι ἐκβληθέντων ἀμφοτέρων, καὶ τοῦ α καὶ τοῦ ε κραθέντων εἰς α μακρόν. — Μῶν περισπᾶται. Συλλογιστικοὶ δέ εἰσιν ὅσοι πρὸς τὰς ἐπιφοράς τε καὶ συλλήψεις τῶν ἀποδείξεων εὖ διάκειντα ι · εἰσὶ δὲ οἵδ ε , ἄρα ἀλλά ἀλλαμήν τοίνυν τοιγάρτοι τοιγαροῦ ν.] Ἐπιφορικοὶ διὰ τοῦτο καλοῦνται, ὅτι μετὰ τὰς προλήψεις τῶν διαλέξεων ὡς συντελοῦντες εἰς προβλήματα ἐπιφέρονται, οἷον «εἰ περιπατεῖς, κινῇ· ἀλλὰ μὴν περιπατεῖς· κινῇ ἄρα, τοιγαροῦν κινῇ»· ὁ ἄρα καὶ ὁ τοιγαροῦν ἐπιφορικῶς ἐπήχθησαν, προληπτικῶς ληφθέντος τοῦ «περιπατεῖς». Συλλογιστικοὶ 〈δέ〉, ὅτι συνάγουσι τοὺς λόγους, ἢ ὅτι συναθροίζουσιν ἀριθμητικῶς, οἷον «ἔχεις μου δραχμήν, ἐδέξω μου καὶ δύο, ἔχεις ἄρα τρεῖς μου δραχμάς».
66 Τίθενται δὲ πάντες ἐν τοῖς δευτέροις λόγοις. — Ἄρ α· ψιλοῦται καὶ παροξύνεται, βραχὺ γάρ ἐστι 〈τὸ δίχρονον〉. — Ἀλλ ά· ψιλοῦται καὶ ὀξύνεται. — Ἀλλαμή ν· ὁ προκείμενος ἀλλά προσέλαβε τὸν μήν τὸν παραπληρωματικόν, ὃν μετ’ ὀλίγον σὺν θεῷ εἰσόμεθα· καὶ ἔστι σύνθετος, ὀξύνεται δὲ καὶ ψιλοῦται. — Τοίνυ ν· ἐκ δύο παραπληρωματικῶν συλλογιστικὸς γέγονεν ἐν παραθέσει σύνδεσμος· διὸ καὶ παροξύνεται. — Τοιγάρτο ι· καὶ οὗτος ἐκ τοῦ τοί καὶ τοῦ γάρ καὶ ἔτι τοῦ τοί ἐν παραθέσει ὄντων γεγένηται εἷς συλλογιστικὸς σύνδεσμος· ἀλλ’ οὐχὶ τοῦ γάρ ἐνταῦθα ἔχοντος τὴν ἰδίαν δύναμιν ἢ ἔννοιαν, ἀλλ’ ὡς ἐν παρολκῇ κειμένου, μεσοσυλλαβηθεὶς δὲ ὑπὸ τοῦ αὐτοῦ ἑκατέρωθεν παραπληρωματικοῦ 〈καὶ〉 στενωθεὶς 〈παραπληρωματικὸσ〉 καὶ αὐτὸς γέγονε· παροξύνεται δέ. — Τοιγαροῦ ν· ὁμοίως καὶ αὐτὸς τριῶν παραπληρωματικῶν συνδέσμων παραθέσει γέγονε· μεσοσυλλαβούμενος γάρ, ὡς προείρηται, ὁ γάρ ἐν παρολκῇ ἐστιν. Περισπᾶται δὲ διὰ τὸν κανόνα τὸν τονικὸν ἐκεῖνον τὸν λέγοντα, ὅτι πᾶσα δίφθογγος ἡ διὰ τοῦ υ 〈ἐν τέλει λέξεως οὖσα καὶ〉 ἐφ’ ἑαυτῆς ἔχουσα τὸν τόνον περισπᾶται, σεσημειωμένων τριῶν, ἰδού ἰού οὔ, καὶ τῶν αἰτιατικῶν, ὡς ἔχει τὸ τοὺς Ἀχαιούς καὶ τὰ ὅμοια· οὐδὲ γὰρ τὸ τούς οὐδὲ τὸ Ἀχαιούς περισπᾶται, εἰ καὶ διὰ τοῦ υ δίφθογγον ἔχουσιν· ἀλλὰ καθ’ ἑαυτὸ ἑκάτερον αὐτῶν ὀξύνεται, ἐν δὲ τῇ συνεπείᾳ βαρύνονται, δι’ ἕτερον λόγον τονικὸν ἀναγκαῖον τὸν λέγοντα, ὅτι πᾶσα αἰτιατικὴ ἀπαθὴς ἀπέστραπται τὴν περισπωμένην· τὸ δὲ «ἀπαθής» πρόσκειται διὰ τὸ δῶ καὶ Ποσειδῶ καὶ τὰ ὅμοια, ἡ γὰρ ἀπαθὴς καὶ ἐντελὴς αἰτιατικὴ δῶμα καὶ Ποσειδῶνα. Περὶ παραπληρωματικῶ ν. —Παραπληρωματικοί εἰσιν οἱ μέτρον ἀποπληροῦντες ἢ κόσμον τινὰ παρέχοντες τοῖς λόγοις· διὸ καὶ οἱ πλείονες αὐτῶν εἰς τὰ ἐγκλιτικὰ μόρια κατετάγησαν· οὐκ ἔστι δὲ ἐπ’ αὐτῶν εἰπεῖν, ὅτι ἐν τοῖς προτέροις ἢ ἐν τοῖς δευτέροις 〈λόγοισ〉 τίθενται αὐτόθεν δίκην στοιβῆς ἤτοι σφηναρίων παρεισδυόμενοι. — Δή ὀξύνεται· ῥά ὀξύνεται, ἔστι δὲ καὶ ἐγκλιτικὸν μόριον· ὁμοίως δὲ καὶ ὁ ν ύ · ποῦ περισπᾶται μὲν καθ’ ἑαυτόν, ἔστι δὲ καὶ αὐτὸς ἐγκλιτικὸν μόριον· θήν ὀξύνεται καὶ ἔστι ἐγκλιτικὸν καὶ αὐτός· ἄρ ὀξύνεται καὶ ψιλοῦται· δῆτα προπερισπᾶται πέρ ὀξύνεται καὶ ἐγκλίνεται· πώ ὀξύνεται καὶ ἐγκλίνεται· μήν ὀξύνεται· ἄν ὀξύνεται καὶ ψιλοῦται· αὖ ψιλοῦται καὶ περισπᾶται· 〈 νῦν 〉 περισπᾶται καὶ ἐγκλίνεται· οὖν περισπᾶται καὶ ψιλοῦται.
67 Περὶ ἐναντιωματικῶ ν . —Τινὲς δὲ προστιθέασι καὶ ἐναντιωματικού ς.] Ὡς μὴ πάνυ ἀρεσκόμενος ὁ Διονύσιός φησι τὸ «τινές»· πλὴν ἐπεκράτησε νομίζεσθαι τούτους ἐναντιωματικοὺς συνδέσμους· φησὶ δὲ τὸ ἔμπης ὅμως. Τίθενται οὗτοι ἐν τοῖς δευτέροις λόγοις, προτάσσονται δὲ τῆς πρώτης λέξεως τῶν δευτέρων λόγων· καὶ ὁ μὲν ἔμπης παροξύνεται καὶ ψιλοῦται, ὁ δὲ ὅμως δασύνεται καὶ παροξύνεται.