eul_wid: klo-ad
On Suspect Words Among the AncientsΠερὶ τῶν ὑπόπτων λέξεων παρὰ τοῖς ἀρχαίοις
Aristophanes of Byzantium On Suspect Words Among the Ancients PDF
| 273 (1t) | ΑΡΙΣΤΟΦΆΝΟΥΣ ΠΕΡῚ Τ Ω͂ Ν ὙΠΟΠΤΕΥΟΜΈΝΩΝ ΜῊ ΕἸΡ Η͂ ΣΘΑΙ ΤΟ Ι͂ Σ ΠΑΛΑΙΟ Ι͂ Σ. Σάννας· ὁ μωρός. Φερνή (l. Φέρνη)· ἡ προΐξ. Στεγανόμιον· τὸ ἀριστητήριον, καὶ ὁ μισθὸς τοῦ πανδοκείου. Ἐπικοκκάζω· τὸ κράζω. Λαπύζειν (l. Λαπίζειν)· τὸ συρίζειν, τὸ μεγαλοψυχεῖν· τάττουσι καὶ ἐπὶ τοῦ ὑπερηφανεύεσθαι. Τὸ ἄρχειν· καὶ ἐπὶ τοῦ τυραννεῖν. Τὴν μεγαλοψυχίαν· καὶ ἐπὶ τῆς εὐπορίας. Τὴν ψευδολογίαν· καὶ ἐπ’ ἀγαθοῦ· ἤτοι τὴν εὐμέθοδον ὁμιλίαν. Βαββᾶν (l. Βαυβᾶν)· τὸ κοιμᾶσθαι. Βλακεύεσθαι· τὸ νωθρεύεσθαι. Σπανοσιτία· ἡ τῶν τροφῶν ἔνδεια. Ἀρδαλῶσαι· ἐπὶ τοῦ μολῦναι. Ἐφεύγοσαν, καὶ ἐλέγοσαν· ἀντὶ τοῦ ἔφευγον καὶ ἔλεγον. |
| 274 | Κοκκύζειν· ἀντὶ τοῦ ᾄδειν. Στίμμις καὶ στίμμι· τὰ εἰς τὰ ὄμματα χρήσιμα· λέγεται δὲ καὶ θηλυκῶς καὶ οὐδετέρως. Τάγηνον· τὸ τήγανον. Γόμφος (l. Γόμος)· ὁ φόρτος τῆς νεώς. Λεπύχανον, καὶ λόπισμα· τὸ λέπος τοῦ κρομύου, ἢ ἄλλου τινός. Ἐμίας· ὁ ἔμετος. Δριμύ· καὶ τὸ συνετόν. Μόμφος· ἡ μέμψις. |