Κηδεστής Ὦ Ζεῦ, χελιδὼν ἆρά ποτε φανήσεται;
Ἀπολεῖ μʼ ἀλύων ἅνθρωπος ἐξ ἑωθινοῦ.
Οἷόν τε, πρὶν τὸν σπλῆνα κομιδῇ μʼ ἐκβαλεῖν,
παρὰ σοῦ πυθέσθαι ποῖ μʼ ἄγεις, ωὖριπίδη;
Εὐριπίδης Ἀλλʼ οὐκ ἀκούειν δεῖ σε πάνθʼ ὅσʼ αὐτίκα
ὄψει παρεστώς. Κηδεστής Πῶς λέγεις; Αὖθις φράσον.
Οὐ δεῖ μʼ ἀκούειν; Εὐριπίδης Οὐχ ἅ γʼ ἂν μέλλῃς ὁρᾶν.
Κηδεστής Οὐδʼ ἆρʼ ὁρᾶν δεῖ μʼ; Εὐριπίδης Οὐχ ἅ γʼ ἂν ἀκούειν δέῃ.
Κηδεστής Πῶς μοι παραινεῖς; Δεξιῶς μέντοι λέγεις.
Οὐ φῂς σὺ χρῆναί μʼ οὔτʼ ἀκούειν οὔθʼ ὁρᾶν;
Εὐριπίδης Χωρὶς γὰρ αὐτοῖν ἑκατέρου ʼστὶν ἡ φύσις.
Κηδεστής Τοῦ μήτʼ ἀκούειν μήθʼ ὁρᾶν; Εὐριπίδης Εὖ ἴσθʼ ὅτι.
Κηδεστής Πῶς χωρίς; Εὐριπίδης Οὕτω ταῦτα διεκρίθη τότε.
Αἰθὴρ γὰρ ὅτε τὰ πρῶτα διεχωρίζετο
καὶ ζῷʼ ἐν αὑτῷ ξυνετέκνου κινούμενα,
ᾧ μὲν βλέπειν χρὴ πρῶτʼ ἐμηχανήσατο
ὀφθαλμὸν ἀντίμιμον ἡλίου τροχῷ,
ἀκοῇ δὲ χοάνην ὦτα διετετρήνατο.
Κηδεστής Διὰ τὴν χοάνην οὖν μήτʼ ἀκούω μήθʼ ὁρῶ;
Νὴ τὸν Δίʼ ἥδομαί γε τουτὶ προσμαθών.
Οἷόν γέ πού ʼστιν αἱ σοφαὶ ξυνουσίαι.
Εὐριπίδης Πόλλʼ ἂν μάθοις τοιαῦτα παρʼ ἐμοῦ. Κηδεστής Πῶς ἂν οὖν
πρὸς τοῖς ἀγαθοῖς τούτοισιν ἐξεύροιμʼ ὅπως
ἔτι προσμάθοιμι χωλὸς εἶναι τὼ σκέλει;
Εὐριπίδης Βάδιζε δευρὶ καὶ πρόσεχε τὸν νοῦν. Κηδεστής Ἰδού.
Εὐριπίδης Ὁρᾷς τὸ θύριον τοῦτο; Κηδεστής Νὴ τὸν Ἡρακλέα
οἶμαί γε. Εὐριπίδης Σίγα νυν. Κηδεστής Σιωπῶ τὸ θύριον.
Εὐριπίδης Ἄκουʼ. Κηδεστής Ἀκούω καὶ σιωπῶ τὸ θύριον.
Εὐριπίδης Ἐνταῦθʼ Ἀγάθων ὁ κλεινὸς οἰκῶν τυγχάνει
ὁ τραγῳδοποιός. Κηδεστής Ποῖος οὗτος Ἁγάθων;
Ἔστιν τις Ἀγάθων— Μῶν ὁ μέλας, ὁ καρτερός;
Εὐριπίδης Οὔκ, ἀλλʼ ἕτερός τις. Κηδεστής Οὐχ ἑόρακα πώποτε.
Μῶν ὁ δασυπώγων; Εὐριπίδης Οὐχ ἑόρακας πώποτε;
Κηδεστής Μὰ τὸν Δίʼ οὔπω γʼ ὥστε κἀμέ γʼ εἰδέναι.
Εὐριπίδης Καὶ μὴν βεβίνηκας σύ γʼ, ἀλλʼ οὐκ οἶσθʼ ἴσως.
Ἀλλʼ ἐκποδὼν πτήξωμεν, ὡς ἐξέρχεται
θεράπων τις αὐτοῦ πῦρ ἔχων καὶ μυρρίνας,
προθυσόμενος, ἔοικε, τῆς ποήσεως.
Θεράπων Εὔφημος πᾶς ἔστω λαός,
στόμα συγκλῄσας· ἐπιδημεῖ γὰρ
θίασος Μουσῶν ἔνδον μελάθρων
τῶν δεσποσύνων μελοποιῶν.
Ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ,
κῦμα δὲ πόντου μὴ κελαδείτω
γλαυκόν— Κηδεστής Βομβάξ. Εὐριπίδης Σίγα. Τί λέγει;
Θεράπων πτηνῶν τε γένη κατακοιμάσθω,
θηρῶν τʼ ἀγρίων πόδες ὑλοδρόμων
μὴ λυέσθων· — Κηδεστής Βομβαλοβομβάξ.
Θεράπων μέλλει γὰρ ὁ καλλιεπὴς Ἀγάθων
πρόμος ἡμέτερος— Κηδεστής Μῶν βινεῖσθαι;
Θεράπων Τίς ὁ φωνήσας; Κηδεστής Νήνεμος αἰθήρ.
Θεράπων δρυόχους τιθέναι δράματος ἀρχάς.
Κάμπτει δὲ νέας ἁψῖδας ἐπῶν,
τὰ δὲ τορνεύει, τὰ δὲ κολλομελεῖ,
καὶ γνωμοτυπεῖ κἀντονομάζει
καὶ κηροχυτεῖ καὶ γογγύλλει
καὶ χοανεύει— Κηδεστής καὶ λαικάζει.
Θεράπων Τίς ἀγροιώτας πελάθει θριγκοῖς;
Κηδεστής Ὃς ἕτοιμος σοῦ τοῦ τε ποητοῦ
τοῦ καλλιεποῦς κατὰ τοῦ θριγκοῦ
συγγογγύλας καὶ συστρέψας
τουτὶ τὸ πέος χοανεῦσαι.
Θεράπων Ἦ που νέος γʼ ὢν ἦσθʼ ὑβριστής, ὦ γέρον.
Εὐριπίδης Ὦ δαιμόνιε, τοῦτον μὲν ἔα χαίρειν, σὺ δὲ
Ἀγάθωνά μοι δεῦρʼ ἐκκάλεσον πάσῃ τέχνῃ.
Θεράπων Μηδὲν ἱκέτευʼ· αὐτὸς γὰρ ἔξεισιν τάχα·
καὶ γὰρ μελοποεῖν ἄρχεται. Χειμῶνος οὖν
ὄντος κατακάμπτειν τὰς στροφὰς οὐ ῥᾴδιον,
ἢν μὴ προΐῃ θύραζε πρὸς τὸν ἥλιον.
Εὐριπίδης Τί οὖν ἐγὼ δρῶ; Θεράπων Περίμενʼ, ὡς ἐξέρχεται.
Εὐριπίδης Ὦ Ζεῦ, τί δρᾶσαι διανοεῖ με τήμερον;
Κηδεστής Νὴ τοὺς θεοὺς ἐγὼ πυθέσθαι βούλομαι
τί τὸ πρᾶγμα τουτί. Τί στένεις; Τί δυσφορεῖς;
Οὐ χρῆν σε κρύπτειν ὄντα κηδεστὴν ἐμόν.
Εὐριπίδης Ἔστιν κακόν μοι μέγα τι προπεφυραμένον.
Κηδεστής Ποῖόν τι; Εὐριπίδης Τῇδε θἠμέρᾳ κριθήσεται
εἴτʼ ἔστʼ ἔτι ζῶν εἴτʼ ἀπόλωλʼ Εὐριπίδης.
Κηδεστής Καὶ πῶς; ἐπεὶ νῦν γʼ οὔτε τὰ δικαστήρια
μέλλει δικάζειν οὔτε βουλῆς ἐσθʼ ἕδρα,
ἐπείπερ ἐστὶ Θεσμοφορίων ἡ μέση.
Εὐριπίδης Τοῦτʼ αὐτὸ γάρ τοι κἀπολεῖν με προσδοκῶ.
Αἱ γὰρ γυναῖκες ἐπιβεβουλεύκασί μοι
κἀν Θεσμοφόροιν μέλλουσι περί μου τήμερον
ἐκκλησιάζειν ἐπʼ ὀλέθρῳ. Κηδεστής Τιὴ τί δή;
Εὐριπίδης Ὁτιὴ τραγῳδῶ καὶ κακῶς αὐτὰς λέγω.
Κηδεστής Νὴ τὸν Ποσειδῶ καὶ δίκαιά γʼ ἂν πάθοις.
Ἀτὰρ τίνʼ ἐκ τούτων σὺ μηχανὴν ἔχεις;
Εὐριπίδης Ἀγάθωνα πεῖσαι τὸν τραγῳδοδιδάσκαλον
εἰς Θεσμοφόροιν ἐλθεῖν. Κηδεστής Τί δράσοντʼ; εἰπέ μοι.
Εὐριπίδης Ἐκκλησιάσοντʼ ἐν ταῖς γυναιξὶ χἂν δέῃ
λέξονθʼ ὑπὲρ ἐμοῦ. Κηδεστής Πότερα φανερῶς ἢ λάθρᾳ;
Εὐριπίδης Λάθρᾳ, στολὴν γυναικὸς ἠμφιεσμένον.
Κηδεστής Τὸ πρᾶγμα κομψὸν καὶ σφόδρʼ ἐκ τοῦ σοῦ τρόπου·
τοῦ γὰρ τεχνάζειν ἡμέτερος ὁ πυραμοῦς.
Εὐριπίδης Σίγα. Κηδεστής Τί δʼ ἐστίν; Εὐριπίδης Ἁγάθων ἐξέρχεται.
Κηδεστής Καὶ ποῦ ʼσθʼ; Εὐριπίδης Ὅπου ʼστίν; Οὗτος οὑκκυκλούμενος.
Κηδεστής Ἀλλʼ ἦ τυφλὸς μέν εἰμʼ; Ἐγὼ γὰρ οὐχ ὁρῶ
ἄνδρʼ οὐδένʼ ἐνθάδʼ ὄντα, Κυρήνην δʼ ὁρῶ.
Εὐριπίδης Σίγα· μελῳδεῖν γὰρ παρασκευάζεται.
Κηδεστής Μύρμηκος ἀτραπούς, ἢ τί διαμινυρίζεται;
Ἀγάθων Ἱερὰν Χθονίαιν δεξάμεναι
λαμπάδα, κοῦραι, ξὺν ἐλευθέρᾳ
πραπίδι χορεύσασθε βοάν. —
ὡς Χορός. Τίνι δαιμόνων ὁ κῶμος;
Λέγε νιν. Εὐπίστως δὲ τοὐμὸν
δαίμονας ἔχει σεβίσαι. —
Ἄγετʼ ὦ κλῄζετε, Μοῦσαι,
χρυσέων ῥύτορα τόξων
Φοῖβον, ὃς ἱδρύσατο χώρας
γύαλα Σιμουντίδι γᾷ. —
ὡς Χορός. Χαῖρε καλλίσταις ἀοιδαῖς,
Φοῖβʼ, ἐν εὐμούσοισι τιμαῖς
γέρας ἱερὸν προφέρων. —
Τάν τʼ ἐν ὄρεσι δρυογόνοισιν
κόραν ἀείσατʼ Ἄρτεμιν ἀγροτέραν. —
ὡς Χορός.
Ἕπομαι κλῄζουσα σεμνὰν
γόνον ὀλβίζουσα Λατοῦς,
Ἄρτεμιν ἀπειρολεχῆ. —
Λατώ τε κρούματά τʼ Ἀσιάδος ποδὶ
παράρυθμʼ εὔρυθμα, Φρυγίων
διανεύματα Χαρίτων. —
ὡς Χορός.
Σέβομαι Λατώ τʼ ἄνασσαν
κίθαρίν τε ματέρʼ ὕμνων
ἄρσενι βοᾷ δοκίμων. —
Τᾷ φάος ἔσσυτο δαιμονίοις
ὄμμασιν, ἁμετέρας τε διʼ αἰφνιδίου
ὀπός. Ὧν χάριν
ἄνακτʼ ἄγαλλε Φοῖβον. —
ὡς Χορός. Χαῖρʼ, ὄλβιε παῖ Λατοῦς.
Κηδεστής Ὡς ἡδὺ τὸ μέλος, ὦ πότνιαι Γενετυλλίδες,
καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον
καὶ μανδαλωτόν, ὥστʼ ἐμοῦ γʼ ἀκροωμένου
ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος.
Καί σʼ, ὦ νεανίσκʼ, εἴ τις εἶ, κατʼ Αἰσχύλον
ἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι.
Ποδαπὸς ὁ γύννις; Τίς πάτρα; Τίς ἡ στολή;
Τίς ἡ τάραξις τοῦ βίου; Τί βάρβιτος
λαλεῖ κροκωτῷ; Τί δὲ δορὰ κεκρυφάλῳ;
Τί λήκυθος καὶ στρόφιον; Ὡς οὐ ξύμφορα.
Τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία;
Σύ τʼ αὐτός, ὦ παῖ, πότερον ὡς ἀνὴρ τρέφει;
Καὶ ποῦ πέος; Ποῦ χλαῖνα; Ποῦ Λακωνικαί;
Ἀλλʼ ὡς γυνὴ δῆτʼ; Εἶτα ποῦ τὰ τιτθία;
Τί φῄς; Τί σιγᾷς; Ἀλλὰ δῆτʼ ἐκ τοῦ μέλους
ζητῶ σʼ, ἐπειδή γʼ αὐτὸς οὐ βούλει φράσαι;
Ἀγάθων Ὦ πρέσβυ πρέσβυ, τοῦ φθόνου μὲν τὸν ψόγον
ἤκουσα, τὴν δʼ ἄλγησιν οὐ παρεσχόμην·
ἐγὼ δὲ τὴν ἐσθῆθʼ ἅμα τῇ γνώμῃ φορῶ.
Χρὴ γὰρ ποητὴν ἄνδρα πρὸς τὰ δράματα
ἃ δεῖ ποεῖν, πρὸς ταῦτα τοὺς τρόπους ἔχειν.
Αὐτίκα γυναικεῖʼ ἢν ποῇ τις δράματα,
μετουσίαν δεῖ τῶν τρόπων τὸ σῶμʼ ἔχειν.
Κηδεστής Οὐκοῦν κελητίζεις, ὅταν Φαίδραν ποῇς;
Ἀγάθων Ἀνδρεῖα δʼ ἢν ποῇ τις, ἐν τῷ σώματι
ἔνεσθʼ ὑπάρχον τοῦθʼ. Ἃ δʼ οὐ κεκτήμεθα,
μίμησις ἤδη ταῦτα συνθηρεύεται.
Κηδεστής Ὅταν σατύρους τοίνυν ποῇς, καλεῖν ἐμέ,
ἵνα συμποιῶ σοὔπισθεν ἐστυκὼς ἐγώ.
Ἀγάθων Ἄλλως τʼ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν
ἀγρεῖον ὄντα καὶ δασύν. Σκέψαι δʼ ὅτι
Ἴβυκος ἐκεῖνος κἀνακρέων ὁ Τήιος
κἀλκαῖος, οἵπερ ἁρμονίαν ἐχύμισαν,
ἐμιτροφόρουν τε κἀχλίδων Ἰωνικῶς.
Καὶ Φρύνιχος, —τοῦτον γὰρ οὖν ἀκήκοας, —
αὐτός τε καλὸς ἦν καὶ καλῶς ἠμπίσχετο·
διὰ τοῦτʼ ἄρʼ αὐτοῦ καὶ κάλʼ ἦν τὰ δράματα.
Ὅμοια γὰρ ποεῖν ἀνάγκη τῇ φύσει.
Κηδεστής Ταῦτʼ ἄρʼ ὁ Φιλοκλέης αἰσχρὸς ὢν αἰσχρῶς ποεῖ,
ὁ δὲ Ξενοκλέης ὢν κακὸς κακῶς ποεῖ,
ὁ δʼ αὖ Θέογνις ψυχρὸς ὢν ψυχρῶς ποεῖ.
Ἀγάθων Ἅπασʼ ἀνάγκη. Ταῦτα γάρ τοι γνοὺς ἐγὼ
ἐμαυτὸν ἐθεράπευσα. Κηδεστής Πῶς, πρὸς τῶν θεῶν;
Εὐριπίδης Παῦσαι βαΰζων· καὶ γὰρ ἐγὼ τοιοῦτος ἦν
ὢν τηλικοῦτος, ἡνίκʼ ἠρχόμην ποεῖν.
Κηδεστής Μὰ τὸν Δίʼ, οὐ ζηλῶ σε τῆς παιδεύσεως.
Εὐριπίδης Ἀλλʼ ὧνπερ οὕνεκʼ ἦλθον, ἔα μʼ εἰπεῖν. Κηδεστής Λέγε.
Εὐριπίδης Ἀγάθων, «σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ
πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.»
Ἐγὼ δὲ καινῇ ξυμφορᾷ πεπληγμένος
ἱκέτης ἀφῖγμαι πρὸς σέ. Ἀγάθων Τοῦ χρείαν ἔχων;
Εὐριπίδης Μέλλουσί μʼ αἱ γυναῖκες ἀπολεῖν τήμερον
τοῖς Θεσμοφορίοις, ὅτι κακῶς αὐτὰς λέγω.
Ἀγάθων Τίς οὖν παρʼ ἡμῶν ἐστιν ὠφέλειά σοι;
Εὐριπίδης Ἡ πᾶσʼ. Ἐὰν γὰρ ἐγκαθεζόμενος λάθρᾳ
ἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή,
ὑπεραποκρίνῃ μου, σαφῶς σώσεις ἐμέ.
Μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ.
Ἀγάθων Ἔπειτα πῶς οὐκ αὐτὸς ἀπολογεῖ παρών;
Εὐριπίδης Ἐγὼ φράσω σοι. Πρῶτα μὲν γιγνώσκομαι·
ἔπειτα πολιός εἰμι καὶ πώγωνʼ ἔχω,
σὺ δʼ εὐπρόσωπος, λευκός, ἐξυρημένος,
γυναικόφωνος, ἁπαλός, εὐπρεπὴς ἰδεῖν.
Ἀγάθων Εὐριπίδη— Εὐριπίδης Τί ἐστιν; Ἀγάθων Ἐπόησάς ποτε·
«Χαίρεις ὁρῶν φῶς, πατέρα δʼ οὐ χαίρειν δοκεῖς;»
Εὐριπίδης Ἔγωγε. Ἀγάθων Μή νυν ἐλπίσῃς τὸ σὸν κακὸν
ἡμᾶς ὑφέξειν. Καὶ γὰρ ἂν μαινοίμεθʼ ἄν.
Ἀλλʼ αὐτὸς ὅ γε σόν ἐστιν οἰκείως φέρε.
Τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν
φέρειν δίκαιον, ἀλλὰ τοῖς παθήμασιν.
Κηδεστής Καὶ μὴν σύ γʼ, ὦ κατάπυγον, εὐρύπρωκτος εἶ
οὐ τοῖς λόγοισιν, ἀλλὰ τοῖς παθήμασιν.
Εὐριπίδης Τί δʼ ἐστὶν ὅτι δέδοικας ἐλθεῖν αὐτόσε;
Ἀγάθων Κάκιον ἀπολοίμην ἂν ἢ σύ. Εὐριπίδης Πῶς; Ἀγάθων Ὅπως;
Δοκῶν γυναικῶν ἔργα νυκτερείσια
κλέπτειν ὑφαρπάζειν τε θήλειαν Κύπριν.
Κηδεστής Ἰδού γε κλέπτειν· νὴ Δία, βινεῖσθαι μὲν οὖν.
Ἀτὰρ ἡ πρόφασίς γε νὴ Δίʼ εἰκότως ἔχει.
Εὐριπίδης Τί οὖν; Ποήσεις ταῦτα; Ἀγάθων Μὴ δόκει γε σύ.
Εὐριπίδης Ὦ τρισκακοδαίμων, ὡς ἀπόλωλʼ. Κηδεστής Εὐριπίδη,
ὦ φίλτατʼ, ὦ κηδεστά, μὴ σαυτὸν προδῷς.
Εὐριπίδης Πῶς οὖν ποήσω δῆτα; Κηδεστής Τοῦτον μὲν μακρὰ
κλάειν κέλευʼ, ἐμοὶ δʼ ὅ τι βούλει χρῶ λαβών.
Εὐριπίδης Ἄγε νυν, ἐπειδὴ σαυτὸν ἐπιδίδως ἐμοί,
ἀπόδυθι τουτὶ θοἰμάτιον. Κηδεστής Καὶ δὴ χαμαί.
Ἀτὰρ τί μέλλεις δρᾶν μʼ; Εὐριπίδης Ἀποξυρεῖν ταδί,
τὰ κάτω δʼ ἀφεύειν. Κηδεστής Ἀλλὰ πρᾶττʼ, εἴ σοι δοκεῖ·
ἢ μὴ διδόναι γʼ ἐμαυτὸν ὤφελον τότε.
Εὐριπίδης Ἀγάθων, σὺ μέντοι ξυροφορεῖς ἑκάστοτε,
χρῆσόν τί νυν ἡμῖν ξυρόν. Ἀγάθων Αὐτὸς λάμβανε
ἐντεῦθεν ἐκ τῆς ξυροδόκης. Εὐριπίδης Γενναῖος εἶ.
Κάθιζε· φύσα τὴν γνάθον τὴν δεξιάν.
Κηδεστής Οἴμοι. Εὐριπίδης Τί κέκραγας; Ἐμβαλῶ σοι πάτταλον,
ἢν μὴ σιωπᾷς. Κηδεστής Ἀτταταῖ ἰατταταῖ.
Εὐριπίδης Οὗτος σύ, ποῖ θεῖς; Κηδεστής Εἰς τὸ τῶν σεμνῶν θεῶν·
οὐ γὰρ μὰ τὴν Δήμητρʼ ἔτʼ ἐνταυθοῖ μενῶ
τεμνόμενος. Εὐριπίδης Οὔκουν καταγέλαστος δῆτʼ ἔσει
τὴν ἡμίκραιραν τὴν ἑτέραν ψιλὴν ἔχων;
Κηδεστής Ὀλίγον μέλει μοι. Εὐριπίδης Μηδαμῶς, πρὸς τῶν θεῶν,
προδῷς με. Χώρει δεῦρο. Κηδεστής Κακοδαίμων ἐγώ.
Εὐριπίδης Ἔχʼ ἀτρέμα σαυτὸν κἀνάκυπτε. Ποῖ στρέφει;
Κηδεστής Μῦ μῦ. Εὐριπίδης Τί μύζεις; Πάντα πεπόηται καλῶς.
Κηδεστής Οἴμοι κακοδαίμων, ψιλὸς οὖν στρατεύσομαι.
Εὐριπίδης Μὴ φροντίσῃς· ὡς εὐπρεπὴς φανεῖ πάνυ.
Βούλει θεᾶσθαι σαυτόν; Κηδεστής Εἰ δοκεῖ, φέρε.
Εὐριπίδης Ὁρᾷς σεαυτόν; Κηδεστής Οὐ μὰ Δίʼ, ἀλλὰ Κλεισθένη.
Εὐριπίδης Ἀνίστασʼ, ἵνʼ ἀφεύσω σε, κἀγκύψας ἔχε.
Κηδεστής Οἴμοι κακοδαίμων, δελφάκιον γενήσομαι.
Εὐριπίδης Ἐνεγκάτω τις ἔνδοθεν δᾷδʼ ἢ λύχνον.
Ἐπίκυπτε· τὴν κέρκον φυλάττου νυν ἄκραν.
Κηδεστής Ἐμοὶ μελήσει νὴ Δία, πλήν γʼ ὅτι κάομαι.
Οἴμοι τάλας. Ὕδωρ ὕδωρ, ὦ γείτονες,
πρὶν ἀντιλαβέσθαι τὴν τράμιν μου τῆς φλογός.
Εὐριπίδης Θάρρει. Κηδεστής Τί θαρρῶ καταπεπυρπολημένος;
Εὐριπίδης Ἀλλʼ οὐκέτʼ οὐδὲν πρᾶγμά σοι· τὰ πλεῖστα γὰρ
ἀποπεπόνηκας. Κηδεστής Φῦ, ἰοὺ τῆς ἀσβόλου.
Αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὴν τράμιν.
Εὐριπίδης Μὴ φροντίσῃς· Σάτυρος γὰρ αὐτὰ σπογγιεῖ.
Κηδεστής Οἰμώξεται τἄρʼ εἰ τὸν ἐμὸν πρωκτὸν πλυνεῖ.
Εὐριπίδης Ἀγάθων, ἐπειδὴ σαυτὸν ἐπιδοῦναι φθονεῖς,
ἀλλʼ ἱμάτιον γοῦν χρῆσον ἡμῖν τουτῳὶ
καὶ στρόφιον· οὐ γὰρ ταῦτά γʼ ὡς οὐκ ἔστʼ ἐρεῖς.
Ἀγάθων Λαμβάνετε καὶ χρῆσθʼ· οὐ φθονῶ. Κηδεστής Τί οὖν λάβω;
Εὐριπίδης Ὅ τι; τὸν κροκωτὸν πρῶτον ἐνδύου λαβών.
Κηδεστής Νὴ τὴν Ἀφροδίτην, ἡδύ γʼ ὄζει ποσθίου.
Σύζωσον ἁνύσας. Αἶρέ νυν στρόφιον. Εὐριπίδης Ἰδού·
Κηδεστής Ἴθι νυν κατάστειλόν με τὰ περὶ τὼ σκέλει.
Εὐριπίδης Κεκρυφάλου δεῖ καὶ μίτρας. Ἀγάθων Ἡδὶ μὲν οὖν
κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ.
Εὐριπίδης Νὴ τὸν Δίʼ, ἀλλὰ κἀπιτηδεία πάνυ.
Κηδεστής Ἆρʼ ἁρμόσει μοι; Εὐριπίδης Νὴ Δίʼ, ἀλλʼ ἄριστʼ ἔχει.
Φέρʼ ἔγκυκλόν τι. Ἀγάθων Λάμβανʼ ἀπὸ τῆς κλινίδος.
Εὐριπίδης Ὑποδημάτων δεῖ. Ἀγάθων Τἀμὰ ταυτὶ λάμβανε.
Κηδεστής Ἆρʼ ἁρμόσει μοι; Χαλαρά γʼ οὐ χαίρεις φορῶν.
Ἀγάθων Σὺ τοῦτο γίγνωσκʼ. Ἀλλʼ—ἔχεις γὰρ ὧν δέει, —
εἴσω τις ὡς τάχιστά μʼ εἰσκυκλησάτω.
Εὐριπίδης Ἀνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴ
τό γʼ εἶδος. Ἢν λαλῇς δʼ, ὅπως τῷ φθέγματι
γυναικιεῖς εὖ καὶ πιθανῶς. Κηδεστής Πειράσομαι.
Εὐριπίδης Βάδιζε τοίνυν. Κηδεστής Μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ
ὀμόσῃς ἐμοί— Εὐριπίδης Τί χρῆμα; Κηδεστής συσσώσειν ἐμὲ
πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν.
Εὐριπίδης Ὄμνυμι τοίνυν αἰθέρʼ, οἴκησιν Διός.
Κηδεστής Τί μᾶλλον ἢ τὴν Ἱπποκράτους ξυνοικίαν;
Εὐριπίδης Ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς.
Κηδεστής Μέμνησο τοίνυν ταῦθʼ, ὅτι ἡ φρὴν ὤμοσεν,
ἡ γλῶττα δʼ οὐκ ὀμώμοκʼ, οὐδʼ ὥρκωσʼ ἐγώ.
Εὐριπίδης Ἔα σπεῦδε ταχέως· ὡς τὸ τῆς ἐκκλησίας
σημεῖον ἐν τῷ Θεσμοφορείῳ φαίνεται.
Ἐγὼ δʼ ἄπειμι. Κηδεστής Δεῦρό νυν, ὦ Θρᾷτθʼ, ἕπου.
Ὦ Θρᾷττα, θέασαι, καομένων τῶν λαμπάδων
ὅσον τὸ χρῆμʼ ἀνέρχεθʼ ὑπὸ τῆς λιγνύος.
Ἀλλʼ, ὦ περικαλλεῖ Θεσμοφόρω, δέξασθέ με
ἀγαθῇ τύχῃ καὶ δεῦρο καὶ πάλιν οἴκαδε.
Ὦ Θρᾷττα, τὴν κίστην κάθελε, κᾆτʼ ἔξελε
τὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν.
Δέσποινα πολυτίμητε Δήμητερ φίλη
καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι
θύειν ἔχουσαν, εἰ δὲ μἀλλὰ νῦν λαθεῖν.
Καὶ τὴν θυγατέρʼ εὔχοιρον ἀνδρός μοι τυχεῖν
πλουτοῦντος, ἄλλως δʼ ἠλιθίου κἀβελτέρου,
καὶ πρὸς σαθίσκον νοῦν ἔχειν μοι καὶ φρένας.
Ποῦ ποῦ καθίζωμʼ ἐν καλῷ, τῶν ῥητόρων
ἵνʼ ἐξακούω; Σὺ δʼ ἄπιθʼ, ὦ Θρᾷττʼ, ἐκποδών·
δούλοις γὰρ οὐκ ἔξεστʼ ἀκούειν τῶν λόγων.
Γυνή Εὐφημία ἔστω, εὐφημία ἔστω. Εὔχεσθε τοῖν Θεσμοφόροιν,
καὶ τῷ Πλούτῳ, καὶ τῇ Καλλιγενείᾳ, καὶ
τῇ Κουροτρόφῳ, καὶ τῷ Ἑρμῇ, καὶ ταῖς Χάρισιν,
ἐκκλησίαν τήνδε καὶ σύνοδον τὴν νῦν κάλλιστα καὶ
ἄριστα ποῆσαι, πολυωφελῶς μὲν τῇ πόλει τῇ
Ἀθηναίων, τυχηρῶς δʼ ὑμῖν αὐταῖς. Καὶ τὴν δρῶσαν
καὶ ἀγορεύουσαν τὰ βέλτιστα περὶ τὸν δῆμον
τὸν Ἀθηναίων καὶ τὸν τῶν γυναικῶν, ταύτην νικᾶν.
Ταῦτʼ εὔχεσθε, καὶ ὑμῖν αὐταῖς τἀγαθά. Ἰὴ παιών,
ἰὴ παιών, ἰὴ παιών. Χαίρωμεν.
Χορός Δεχόμεθα καὶ θεῶν γένος
λιτόμεθα ταῖσδʼ ἐπʼ εὐχαῖς
φανέντας ἐπιχαρῆναι.
Ζεῦ μεγαλώνυμε χρυσολύρα τε
Δῆλον ὃς ἔχεις ἱεράν,
καὶ σύ, παγκρατὲς κόρα γλαυκῶπι
χρυσόλογχε πόλιν οἰκοῦσα
περιμάχητον, ἐλθὲ δεῦρο·
καὶ πολυώνυμε θηροφόνη,
Λατοῦς χρυσώπιδος ἔρνος,
σύ τε, πόντιε σεμνὲ Πόσειδον
ἁλιμέδον,
προλιπὼν μυχὸν ἰχθυόεντα
οἰστροδόνητον, Νηρέος εἰναλίου τε κόραι
Νύμφαι τʼ ὀρείπλαγκτοι.
Χρυσέα δὲ φόρμιγξ
ἰαχήσειεν ἐπʼ εὐχαῖς
ἡμετέραις· τελέως δʼ ἐκκλησιάσαιμεν Ἀθηνῶν
εὐγενεῖς γυναῖκες.
Γυνή Εὔχεσθε τοῖς θεοῖσι τοῖς Ὀλυμπίοις
καὶ ταῖς Ὀλυμπίαισι, καὶ τοῖς Πυθίοις
καὶ ταῖσι Πυθίαισι, καὶ τοῖς Δηλίοις
καὶ ταῖσι Δηλίαισι, τοῖς τʼ ἄλλοις θεοῖς.
Εἴ τις ἐπιβουλεύει τι τῷ δήμῳ κακὸν
τῷ τῶν γυναικῶν, ἢ ʼπικηρυκεύεται
Εὐριπίδῃ Μήδοις τʼ ἐπὶ βλάβῃ τινὶ
τῇ τῶν γυναικῶν, ἢ τυραννεῖν ἐπινοεῖ,
ἢ τὸν τύραννον συγκατάγειν, ἢ παιδίον
ὑποβαλλομένης κατεῖπεν, ἢ δούλη τινὸς
προαγωγὸς οὖσʼ ἐνετρύλισεν τῷ δεσπότῃ,
ἢ πεμπομένη τις ἀγγελίας ψευδεῖς φέρει,
ἢ μοιχὸς εἴ τις ἐξαπατᾷ ψευδῆ λέγων
καὶ μὴ δίδωσιν ἃν ὑπόσχηταί ποτε,
ἢ δῶρά τις δίδωσι μοιχῷ γραῦς γυνή,
ἢ καὶ δέχεται προδιδοῦσʼ ἑταίρα τὸν φίλον,
κεἴ τις κάπηλος ἢ καπηλὶς τοῦ χοῶς
ἢ τῶν κοτυλῶν τὸ νόμισμα διαλυμαίνεται,
κακῶς ἀπολέσθαι τοῦτον αὐτὸν κᾠκίαν
ἀρᾶσθε, ταῖς δʼ ἄλλαισιν ὑμῖν τοὺς θεοὺς
εὔχεσθε πάσαις πολλὰ δοῦναι κἀγαθά.
Χορός Ξυνευχόμεσθα τέλεα μὲν
πόλει, τέλεα δὲ δήμῳ
τάδʼ εὔγματʼ ἀποτελεῖσθαι,
τὰ δʼ ἄρισθʼ ὅσαις προσήκει
νικᾶν λεγούσαις. Ὁπόσαι δʼ
ἐξαπατῶσιν παραβαίνουσί τε τοὺς
ὅρκους τοὺς νενομισμένους
κερδῶν οὕνεκʼ ἐπὶ βλάβῃ,
ἢ ψηφίσματα καὶ νόμον
ζητοῦσʼ ἀντιμεθιστάναι,
τἀπόρρητά τε τοῖσιν ἐχθροῖς
τοῖς ἡμετέροις λέγουσʼ,
ἢ Μήδους ἐπάγουσι τῆς
χώρας οὕνεκʼ ἐπὶ βλάβῃ,
ἀσεβοῦσʼ ἀδικοῦσί τε τὴν πόλιν.
Ἀλλʼ, ὦ παγκρατὲς
Ζεῦ, ταῦτα κυρώσειας, ὥσθʼ
ἡμῖν θεοὺς παραστατεῖν,
καίπερ γυναιξὶν οὔσαις.
Γυνή Ἄκουε πᾶσʼ. Ἔδοξε τῇ βουλῇ τάδε
τῇ τῶν γυναικῶν· Τιμόκλειʼ ἐπεστάτει,
Λύσιλλʼ ἐγραμμάτευεν, εἶπε Σωστράτη·
ἐκκλησίαν ποεῖν ἕωθεν τῇ μέσῃ
τῶν Θεσμοφορίων, ᾗ μάλισθʼ ἡμῖν σχολή,
καὶ χρηματίζειν πρῶτα περὶ Εὐριπίδου,
ὅ τι χρὴ παθεῖν ἐκεῖνον· ἀδικεῖν γὰρ δοκεῖ ἡμῖν ἁπάσαις. Τίς ἀγορεύειν βούλεται;
Γυνή Αʹ Ἐγώ. Γυνή Περίθου νυν τόνδε πρῶτον πρὶν λέγειν.
Χορός Σίγα, σιώπα, πρόσεχε τὸν νοῦν· χρέμπτεται γὰρ ἤδη
ὅπερ ποιοῦσʼ οἱ ῥήτορες. Μακρὰν ἔοικε λέξειν.
Γυνή Αʹ Φιλοτιμίᾳ μὲν οὐδεμιᾷ μὰ τὼ θεὼ
λέξουσʼ ἀνέστην, ὦ γυναῖκες· ἀλλὰ γὰρ
βαρέως φέρω τάλαινα πολὺν ἤδη χρόνον,
προπηλακιζομένας ὁρῶσʼ ἡμᾶς ὑπὸ
Εὐριπίδου τοῦ τῆς λαχανοπωλητρίας
καὶ πολλὰ καὶ παντοῖʼ ἀκουούσας κακά.
Τί γὰρ οὗτος ἡμᾶς οὐκ ἐπισμῇ τῶν κακῶν;
Ποῦ δʼ οὐχὶ διαβέβληχʼ, ὅπουπερ ἔμβραχυ
εἰσὶν θεαταὶ καὶ τραγῳδοὶ καὶ χοροί,
τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστρίας καλῶν,
τὰς οἰνοπότιδας, τὰς προδότιδας, τὰς λάλους,
τὰς οὐδὲν ὑγιές, τὰς μέγʼ ἀνδράσιν κακόν;
Ὥστʼ εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίων
ὑποβλέπουσʼ ἡμᾶς σκοποῦνταί τʼ εὐθέως
μὴ μοιχὸς ἔνδον ᾖ τις ἀποκεκρυμμένος.
Δρᾶσαι δʼ ἔθʼ ἡμῖν οὐδὲν ὧνπερ καὶ πρὸ τοῦ
ἔξεστι· τοιαῦθʼ οὗτος ἐδίδαξεν κακὰ
τοὺς ἄνδρας ἡμῶν. Ὥστʼ ἐάν τίς τινα πλέκῃ
γυνὴ στέφανον, ἐρᾶν δοκεῖ· κἂν ἐκβάλῃ
σκεῦός τι κατὰ τὴν οἰκίαν πλανωμένη,
ἁνὴρ ἐρωτᾷ· «Τῷ κατέαγεν ἡ χύτρα;
Οὐκ ἔσθʼ ὅπως οὐ τῷ Κορινθίῳ ξένῳ.»
Κάμνει κόρη τις, εὐθὺς ἁδελφὸς λέγει·
«Τὸ χρῶμα τοῦτό μʼ οὐκ ἀρέσκει τῆς κόρης.»
Εἶἑν. Γυνή τις ὑποβαλέσθαι βούλεται
ἀποροῦσα παίδων, οὐδὲ τοῦτʼ ἔστιν λαθεῖν.
Ἅνδρες γὰρ ἤδη παρακάθηνται πλησίον·
πρὸς τοὺς γέροντάς θʼ οἳ πρὸ τοῦ τὰς μείρακας
ἤγοντο, διαβέβληκεν, ὥστʼ οὐδεὶς γέρων
γαμεῖν ἐθέλει γυναῖκα διὰ τοὔπος τοδί·
«Δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή.»
Εἶτα διὰ τοῦτον ταῖς γυναικωνίτισιν
σφραγῖδας ἐπιβάλλουσιν ἤδη καὶ μοχλοὺς
τηροῦντες ἡμᾶς, καὶ προσέτι Μολοττικοὺς
τρέφουσι μορμολυκεῖα τοῖς μοιχοῖς κύνας.
Καὶ ταῦτα μὲν ξυγγνώσθʼ· ἃ δʼ ἦν ἡμῖν πρὸ τοῦ
αὐταῖς ταμιεῦσαι καὶ προαιρούσαις λαβεῖν
ἄλφιτον, ἔλαιον, οἶνον, οὐδὲ ταῦτʼ ἔτι
ἔξεστιν. Οἱ γὰρ ἄνδρες ἤδη κλειδία
αὐτοὶ φοροῦσι κρυπτά, κακοηθέστατα,
Λακωνίκʼ ἄττα, τρεῖς ἔχοντα γομφίους.
Πρὸ τοῦ μὲν οὖν ἦν ἀλλʼ ὑποῖξαι τὴν θύραν
ποησαμέναισι δακτύλιον τριωβόλου·
νῦν δʼ οὗτος αὐτοὺς ᾡκότριψ Εὐριπίδης
ἐδίδαξε θριπήδεστʼ ἔχειν σφραγίδια
ἐξαψαμένους. Νῦν οὖν ἐμοὶ τούτῳ δοκεῖ
ὄλεθρόν τινʼ ἡμᾶς κυρκανᾶν ἁμωσγέπως,
ἢ φαρμάκοισιν ἢ μιᾷ γέ τῳ τέχνῃ,
ὅπως ἀπολεῖται. Ταῦτʼ ἐγὼ φανερῶς λέγω·
τὰ δʼ ἄλλα μετὰ τῆς γραμματέως συγγράψομαι.
Χορός Οὔπω ταύτης ἤκουσα
πολυπλοκωτέρας γυναικὸς οὐδὲ δεινότερον λεγούσης.
Πάντα γὰρ λέγει δίκαια·
πάσας δʼ ἰδέας ἐξήτασεν,
πάντα δʼ ἐβάστασε φρενὶ πυκνῶς τε
ποικίλους λόγους ἀνηῦρεν εὖ διεζητημένους.
Ὥστʼ ἂν εἰ λέγοι παρʼ αὐτὴν
Ξενοκλέης ὁ Καρκίνου, δοκεῖν ἂν αὐτόν, ὡς ἐγᾦμαι,
πᾶσιν ὑμῖν ἄντικρυς μηδὲν λέγειν.
Γυνή Βʹ Ὀλίγων ἕνεκα καὐτὴ παρῆλθον ῥημάτων.
Τὰ μὲν γὰρ ἄλλʼ αὕτη κατηγόρηκεν εὖ·
ἃ δʼ ἐγὼ πέπονθα, ταῦτα λέξαι βούλομαι.
Ἐμοὶ γὰρ ἁνὴρ ἀπέθανεν μὲν ἐν Κύπρῳ
παιδάρια πέντε καταλιπών, ἁγὼ μόλις
στεφανηπλοκοῦσʼ ἔβοσκον ἐν ταῖς μυρρίναις.
Τέως μὲν οὖν ἀλλʼ ἡμικάκως ἐβοσκόμην·
νῦν δʼ οὗτος ἐν ταῖσιν τραγῳδίαις ποιῶν
τοὺς ἄνδρας ἀναπέπεικεν οὐκ εἶναι θεούς·
ὥστʼ οὐκέτʼ ἐμπολῶμεν οὐδʼ εἰς ἥμισυ.
Νῦν οὖν ἁπάσαισιν παραινῶ καὶ λέγω
τοῦτον κολάσαι τὸν ἄνδρα πολλῶν οὕνεκα·
ἄγρια γὰρ ἡμᾶς, ὦ γυναῖκες, δρᾷ κακά,
ἅτʼ ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς.
Ἀλλʼ εἰς ἀγορὰν ἄπειμι· δεῖ γὰρ ἀνδράσιν
πλέξαι στεφάνους ξυνθηματιαίους εἴκοσιν.
Χορός Ἕτερον αὖ τι λῆμα τοῦτο
κομψότερον ἔτʼ ἢ τὸ πρότερον ἀναπέφηνεν.
Οἷα κατεστωμύλατο
οὐκ ἄκαιρα, φρένας ἔχουσα
καὶ πολύπλοκον νόημʼ, οὐδʼ
ἀσύνετʼ, ἀλλὰ πιθανὰ πάντα.
Δεῖ δὲ ταύτης τῆς ὕβρεως ἡμῖν τὸν ἄνδρα περιφανῶς δοῦναι δίκην.
Κηδεστής Τὸ μέν, ὦ γυναῖκες, ὀξυθυμεῖσθαι σφόδρα
Εὐριπίδῃ, τοιαῦτʼ ἀκουούσας κακά,
οὐ θαυμάσιόν ἐστʼ, οὐδʼ ἐπιζεῖν τὴν χολήν.
Καὐτὴ γὰρ ἔγωγʼ, —οὕτως ὀναίμην τῶν τέκνων, —
μισῶ τὸν ἄνδρʼ ἐκεῖνον, εἰ μὴ μαίνομαι.
Ὅμως δʼ ἐν ἀλλήλαισι χρὴ δοῦναι λόγον·
αὐταὶ γάρ ἐσμεν, κοὐδεμίʼ ἐκφορὰ λόγου.
Τί ταῦτʼ ἔχουσαι ʼκεῖνον αἰτιώμεθα
βαρέως τε φέρομεν, εἰ δύʼ ἡμῶν ἢ τρία
κακὰ ξυνειδὼς εἶπε δρώσας μυρία;
Ἐγὼ γὰρ αὐτὴ πρῶτον, ἵνα μἄλλην λέγω,
ξύνοιδʼ ἐμαυτῇ πολλὰ δείνʼ· ἐκεῖνο δʼ οὖν
δεινότατον, ὅτε νύμφη μὲν ἦν τρεῖς ἡμέρας,
ὁ δʼ ἀνὴρ παρʼ ἐμοὶ καθηῦδεν. Ἦν δέ μοι φίλος,
ὅσπερ με διεκόρησεν οὖσαν ἑπτέτιν.
Οὗτος πόθῳ μου ʼκνυεν ἐλθὼν τὴν θύραν·
κᾆτʼ εὐθὺς ἔγνων· εἶτα καταβαίνω λάθρᾳ.
Ὁ δʼ ἀνὴρ ἐρωτᾷ· «Ποῖ σὺ καταβαίνεις;» «Ὅποι;
στρόφος μʼ ἔχει τὴν γαστέρʼ, ὦνερ, κὠδύνη·
εἰς τὸν κοπρῶνʼ οὖν ἔρχομαι.» «Βάδιζέ νυν.»
Κᾆθʼ ὁ μὲν ἔτριβε κεδρίδας, ἄννηθον, σφάκον·
ἐγὼ δὲ καταχέασα τοῦ στροφέως ὕδωρ
ἐξῆλθον ὡς τὸν μοιχόν· εἶτʼ ἠρειδόμην
παρὰ τὸν Ἀγυιᾶ κῦβδʼ, ἐχομένη τῆς δάφνης.
Ταῦτʼ οὐδεπώποτʼ εἶφʼ, ὁρᾶτʼ, Εὐριπίδης·
οὐδʼ ὡς ὑπὸ τῶν δούλων τε κὠρεωκόμων
σποδούμεθʼ, ἢν μὴ ʼχωμεν ἕτερον, οὐ λέγει·
οὐδʼ ὡς ὅταν μάλισθʼ ὑπό του ληκώμεθα
τὴν νύχθʼ, ἕωθεν σκόροδα διαμασώμεθα,
ἵνʼ ὀσφρόμενος ἁνὴρ ἀπὸ τείχους εἰσιὼν
μηδὲν κακὸν δρᾶν ὑποτοπῆται. Ταῦθʼ, ὁρᾷς,
οὐπώποτʼ εἶπεν. Εἰ δὲ Φαίδραν λοιδορεῖ,
ἡμῖν τί τοῦτʼ ἔστʼ; Οὐδʼ ἐκεῖνʼ εἴρηκέ πω,
ὡς ἡ γυνὴ δεικνῦσα τἀνδρὶ τοὔγκυκλον
ἰδεῖν ὑπʼ αὐγὰς οἷον, ἐγκεκαλυμμένον
τὸν μοιχὸν ἐξέπεμψεν, οὐκ εἴρηκέ πω.
Ἑτέραν δʼ ἐγᾦδʼ ἣ ʼφασκεν ὠδίνειν γυνὴ
δέχʼ ἡμέρας, ἕως ἐπρίατο παιδίον.
Ὁ δʼ ἀνὴρ περιήρχετʼ ὠκυτόκιʼ ὠνούμενος·
τὸ δʼ εἰσέφερε γραῦς ἐν χύτρᾳ, τὸ παιδίον,
ἵνα μὴ βοῴη, κηρίῳ βεβυσμένον.
Εἶθʼ ὡς ἔνευσεν ἡ φέρουσʼ, εὐθὺς βοᾷ·
«Ἄπελθʼ ἄπελθʼ, ἤδη γάρ, ὦνέρ, μοι δοκῶ
τέξειν.» Τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν.
Χὠ μὲν γεγηθὼς ἔτρεχεν, ἡ δʼ ἐξέσπασεν
ἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δʼ ἀνέκραγεν.
Εἶθʼ ἡ μιαρὰ γραῦς, ἣ ʼφερεν τὸ παιδίον,
θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει·
«Λέων λέων σοι γέγονεν, αὐτέκμαγμα σόν,
τά τʼ ἄλλʼ ἁπαξάπαντα καὶ τὸ πόσθιον
τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον.»
Ταῦτʼ οὐ ποιοῦμεν τὰ κακά; Νὴ τὴν Ἄρτεμιν
ἡμεῖς γε. Κᾆτʼ Εὐριπίδῃ θυμούμεθα,
οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν;
Χορός Τουτὶ μέντοι θαυμαστόν,
ὁπόθεν ηὑρέθη τὸ χρῆμα,
χἤτις ἐξέθρεψε χώρα
τήνδε τὴν θρασεῖαν οὕτω.
Τάδε γὰρ εἰπεῖν τὴν πανοῦργον
κατὰ τὸ φανερὸν ὧδʼ ἀναιδῶς
οὐκ ἂν ᾠόμην ἐν ἡμῖν
οὐδὲ τολμῆσαί ποτʼ ἄν.
Ἀλλὰ πᾶν γένοιτʼ ἂν ἤδη.
Τὴν παροιμίαν δʼ ἐπαινῶ τὴν παλαιάν· ὑπὸ λίθῳ γὰρ
παντί που χρὴ μὴ δάκῃ ῥήτωρ ἀθρεῖν.
Ἀλλʼ οὐ γάρ ἐστι τῶν ἀναισχύντων φύσει γυναικῶν
οὐδὲν κάκιον εἰς ἅπαντα πλὴν ἄρʼ εἰ γυναῖκες.
Γυνή Αʹ Οὔ τοι μὰ τὴν Ἄγλαυρον, ὦ γυναῖκες, εὖ φρονεῖτε,
ἀλλʼ ἢ πεφάρμαχθʼ ἢ κακόν τι μέγα πεπόνθατʼ ἄλλο,
ταύτην ἐῶσαι τὴν φθόρον τοιαῦτα περιυβρίζειν
ἡμᾶς ἁπάσας. Εἰ μὲν οὖν τις ἔστιν ... —, εἰ δὲ μή, ἡμεῖς
αὐταί τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι
ταύτης ἀποψιλώσομεν τὸν χοῖρον, ἵνα διδαχθῇ
γυνὴ γυναῖκας οὖσα μὴ κακῶς λέγειν τὸ λοιπόν.
Κηδεστής Μὴ δῆτα τόν γε χοῖρον, ὦ γυναῖκες. Εἰ γὰρ οὔσης
παρρησίας κἀξὸν λέγειν ὅσαι πάρεσμεν ἀσταί,
εἶτʼ εἶπον ἁγίγνωσκον ὑπὲρ Εὐριπίδου δίκαια,
διὰ τοῦτο τιλλομένην με δεῖ δοῦναι δίκην ὑφʼ ὑμῶν;
Γυνή Αʹ Οὐ γάρ σε δεῖ δοῦναι δίκην; ἥτις μόνη τέτληκας
ὑπὲρ ἀνδρὸς ἀντειπεῖν, ὃς ἡμᾶς πολλὰ κακὰ δέδρακεν
ἐπίτηδες εὑρίσκων λόγους, ὅπου γυνὴ πονηρὰ
ἐγένετο, Μελανίππας ποιῶν Φαίδρας τε· Πηνελόπην δὲ
οὐπώποτʼ ἐπόησʼ, ὅτι γυνὴ σώφρων ἔδοξεν εἶναι.
Κηδεστής Ἐγὼ γὰρ οἶδα ταἴτιον. Μίαν γὰρ οὐκ ἂν εἴποις
τῶν νῦν γυναικῶν Πηνελόπην, Φαίδρας ἁπαξαπάσας.
Γυνή Αʹ Ἀκούετʼ, ὦ γυναῖκες, οἷʼ εἴρηκεν ἡ πανοῦργος
ἡμᾶς ἁπάσας αὖθις αὖ. Κηδεστής Καὶ νὴ Δίʼ οὐδέπω γε
εἴρηχʼ ὅσα ξύνοιδʼ· ἐπεὶ βούλεσθε πλείονʼ εἴπω;
Γυνή Αʹ Ἀλλʼ οὐκ ἂν ἔτʼ ἔχοις· ὅσα γὰρ ᾔδησθʼ ἐξέχεας ἅπαντα.
Κηδεστής Μὰ Δίʼ οὐδέπω τὴν μυριοστὴν μοῖραν ὧν ποιοῦμεν.
Ἐπεὶ τάδʼ οὐκ εἴρηχʼ, ὁρᾷς, ὡς στλεγγίδας λαβοῦσαι
ἔπειτα σιφωνίζομεν τὸν οἶνον— Γυνή Αʹ Ἐπιτριβείης.
Κηδεστής ὥς τʼ αὖ τὰ κρέʼ ἐξ Ἀπατουρίων ταῖς μαστροποῖς διδοῦσαι
ἔπειτα τὴν γαλῆν φαμεν— Γυνή Αʹ Τάλαινʼ ἐγώ· φλυαρεῖς.
Κηδεστής Οὐδʼ ὡς ἑτέρα τὸν ἄνδρα τῷ πελέκει κατεσπόδησεν,
οὐκ εἶπον· οὐδʼ ὡς φαρμάκοις ἑτέρα τὸν ἄνδρʼ ἔμηνεν,
οὐδʼ ὡς ὑπὸ τῇ πυέλῳ κατώρυξέν ποτʼ— Γυνή Αʹ Ἐξόλοιο.
Κηδεστής Ἀχαρνικὴ τὸν πατέρα. Γυνή Αʹ Ταῦτα δῆτʼ ἀνέκτʼ ἀκούειν;
Κηδεστής Οὐδʼ ὡς σὺ τῆς δούλης τεκούσης ἄρρεν εἶτα σαυτῇ
τοῦθʼ ὑπεβάλου, τὸ σὸν δὲ θυγάτριον παρῆκας αὐτῇ.
Γυνή Αʹ Οὔ τοι μὰ τὼ θεὼ σὺ καταπροίξει λέγουσα ταυτί,
ἀλλʼ ἐκποκιῶ σου τὰς ποκάδας. Κηδεστής Οὔ τοι μὰ Δία σύ γʼ ἅψει.
Γυνή Αʹ Καὶ μὴν ἰδού. Κηδεστής Καὶ μὴν ἰδού. Γυνή Αʹ Λαβὲ θοἰμάτιον, Φιλίστη.
Κηδεστής Πρόσθιγε μόνον, κἀγώ σε νὴ τὴν Ἄρτεμιν— Γυνή Αʹ Τί δράσεις;
Κηδεστής τὸν σησαμοῦνθʼ ὃν κατέφαγες, τοῦτον χεσεῖν ποήσω.
Χορός Παύσασθε λοιδορούμεναι· καὶ γὰρ γυνή τις ἡμῖν
ἐσπουδακυῖα προστρέχει. Πρὶν οὖν ὁμοῦ γενέσθαι,
σιγᾶθʼ, ἵνʼ αὐτῆς κοσμίως πυθώμεθʼ ἅττα λέξει.
Κλεισθένης Φίλαι γυναῖκες, ξυγγενεῖς τοὐμοῦ τρόπου,
ὅτι μὲν φίλος εἴμʼ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις.
Γυναικομανῶ γὰρ προξενῶ θʼ ὑμῶν ἀεί.
Καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα
ὀλίγῳ τι πρότερον κατʼ ἀγορὰν λαλούμενον,
ἥκω φράσων τοῦτʼ ἀγγελῶν θʼ ὑμῖν, ἵνα
σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ
ὑμῖν ἀφράκτοις πρᾶγμα δεινὸν καὶ μέγα.
Χορός Τί δʼ ἐστίν, ὦ παῖ; Παῖδα γάρ σʼ εἰκὸς καλεῖν,
ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς.
Κλεισθένης Εὐριπίδην φάσʼ ἄνδρα κηδεστήν τινα
αὑτοῦ γέροντα δεῦρʼ ἀναπέμψαι τήμερον.
Χορός Πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν;
Κλεισθένης Ἵνʼ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν,
ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος.
Χορός Καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ;
Κλεισθένης Ἀφηῦσεν αὐτὸν κἀπέτιλʼ Εὐριπίδης
καὶ τἄλλʼ ἅπανθʼ ὥσπερ γυναῖκʼ ἐσκεύασεν.
Κηδεστής Πείθεσθε τούτῳ ταῦτα; Τίς δʼ οὕτως ἀνὴρ
ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο;
Οὐκ οἴομαι ʼγωγʼ, ὦ πολυτιμήτω θεώ.
Κλεισθένης Ληρεῖς. Ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν,
εἰ μὴ ʼπεπύσμην ταῦτα τῶν σάφʼ εἰδότων.
Χορός Τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται.
Ἀλλʼ, ὦ γυναῖκες, οὐκ ἐλινύειν ἐχρῆν,
ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου
λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος.
Καὶ σὺ ξυνέξευρʼ αὐτόν, ὡς ἂν τὴν χάριν
ταύτην τε κἀκείνην ἔχῃς, ὦ πρόξενε.
Κλεισθένης Φέρʼ ἴδω, τίς εἶ πρώτη σύ; Κηδεστής Ποῖ τις τρέψεται;
Κλεισθένης Ζητητέαι γάρ ἐστε. Κηδεστής Κακοδαίμων ἐγώ.
Γυνή Αʹ Ἔμʼ ἥτις εἴμʼ ἤρου; Κλεωνύμου γυνή.
Κλεισθένης Γιγνώσκεθʼ ὑμεῖς ἥτις ἔσθʼ ἡδὶ γυνή;
Χορός Γιγνώσκομεν δῆτʼ· ἀλλὰ τὰς ἄλλας ἄθρει.
Κλεισθένης Ἡδὶ δὲ δὴ τίς ἐστιν, ἡ τὸ παιδίον
ἔχουσα; Γυνή Αʹ Τίτθη νὴ Δίʼ ἐμή. Κηδεστής Διοίχομαι.
Κλεισθένης Αὕτη σύ, ποῖ στρέφει; μένʼ αὐτοῦ. Τί τὸ κακόν;
Κηδεστής Ἔασον οὐρῆσαί μʼ· ἀναίσχυντός τις εἶ.
Κλεισθένης Σὺ δʼ οὖν πόει τοῦτʼ. Ἀναμενῶ γὰρ ἐνθάδε.
Χορός Ἀνάμενε δῆτα καὶ σκόπει γʼ αὐτὴν σφόδρα·
μόνην γὰρ αὐτήν, ὦνερ, οὐ γιγνώσκομεν.
Κλεισθένης Πολύν γε χρόνον οὐρεῖς σύ. Κηδεστής Νὴ Δίʼ, ὦ μέλε,
στραγγουριῶ γάρ· ἐχθὲς ἔφαγον κάρδαμα.
Κλεισθένης Τί καρδαμίζεις; Οὐ βαδιεῖ δεῦρʼ ὡς ἐμέ;
Κηδεστής Τί δῆτά μʼ ἕλκεις ἀσθενοῦσαν; Κλεισθένης Εἰπέ μοι,
τίς ἐστʼ ἀνήρ σοι; Κηδεστής Τὸν ἐμὸν ἄνδρα πυνθάνει;
Τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν;
Κλεισθένης Τὸν δεῖνα; ποῖον; Κηδεστής Ἔσθʼ ὁ δεῖνʼ, ὃς καί ποτε
τὸν δεῖνα, τὸν τοῦ δεῖνα— Κλεισθένης Ληρεῖν μοι δοκεῖς.
Ἀνῆλθες ἤδη δεῦρο πρότερον; Κηδεστής Νὴ Δία
ὁσέτη γε. Κλεισθένης Καὶ τίς σοὐστὶ συσκηνήτρια;
Κηδεστής Ἡ δεῖνʼ ἔμοιγʼ. Οἴμοι τάλας. Κλεισθένης Οὐδὲν λέγεις.
Γυνή Αʹ Ἄπελθʼ. Ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς
ἐκ τῶν ἱερῶν τῶν πέρυσι. Σὺ δʼ ἀπόστηθί μοι,
ἵνα μὴ ʼπακούσῃς ὢν ἀνήρ. Σὺ δʼ εἰπέ μοι
ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο.
Κηδεστής Φέρʼ ἴδω, τί μέντοι πρῶτον ἦν; Ἐπίνομεν.
Γυνή Αʹ Τί δὲ μετὰ τοῦτο δεύτερον; Κηδεστής Προὐπίνομεν.
Γυνή Αʹ Ταυτὶ μὲν ἤκουσάς τινος. Τί δαὶ τρίτον;
Κηδεστής Σκάφιον Ξένυλλʼ ᾔτησεν· οὐ γὰρ ἦν ἁμίς.
Γυνή Αʹ Οὐδὲν λέγεις. Δεῦρʼ ἐλθέ, δεῦρʼ, ὦ Κλείσθενες.
Ὅδʼ ἐστὶν ἁνὴρ ὃν λέγεις. Κλεισθένης Τί οὖν ποιῶ;
Γυνή Αʹ Ἀπόδυσον αὐτόν· οὐδὲν ὑγιὲς γὰρ λέγει.
Κηδεστής Κἄπειτʼ ἀποδύσετʼ ἐννέα παίδων μητέρα;
Κλεισθένης Χάλα ταχέως τὸ στρόφιον, ὦναίσχυντε σύ.
Γυνή Αʹ Ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά·
καὶ νὴ Δία τιτθούς γʼ ὥσπερ ἡμεῖς οὐκ ἔχει.
Κηδεστής Στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε.
Γυνή Αʹ Νῦν· τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα.
Κλεισθένης Ἀνίστασʼ ὀρθός. Ποῖ τὸ πέος ὠθεῖς κάτω;
Γυνή Αʹ Τοδὶ διέκυψε καὶ μάλʼ εὔχρων, ὦ τάλαν.
Κλεισθένης Καὶ ποῦ ʼστιν; Γυνή Αʹ Αὖθις εἰς τὸ πρόσθεν οἴχεται.
Κλεισθένης Οὐκ ἐγγεταυθί. Γυνή Αʹ Μἀλλὰ δεῦρʼ ἥκει πάλιν.
Κλεισθένης Ἰσθμόν τινʼ ἔχεις, ἄνθρωπʼ· ἄνω τε καὶ κάτω
τὸ πέος διέλκεις πυκνότερον Κορινθίων.
Γυνή Αʹ Ὦ μιαρὸς οὗτος. Ταῦτʼ ἄρʼ ὑπὲρ Εὐριπίδου
ἡμῖν ἐλοιδορεῖτο. Κηδεστής Κακοδαίμων ἐγώ,
εἰς οἷʼ ἐμαυτὸν εἰσεκύλισα πράγματα.
Γυνή Αʹ Ἄγε δή, τί δρῶμεν; Κλεισθένης Τουτονὶ φυλάττετε
καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται·
ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ.
Χορός Ἡμᾶς τοίνυν μετὰ τοῦτʼ ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴ
ξυζωσαμένας εὖ κἀνδρείως τῶν θʼ ἱματίων ἀποδύσας
ζητεῖν, εἴ που κἄλλος τις ἀνὴρ ἐσελήλυθε, καὶ περιθρέξαι
τὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι.
Εἶα δὴ πρώτιστα μὲν χρὴ κοῦφον ἐξορμᾶν πόδα
καὶ διασκοπεῖν σιωπῇ πανταχῇ. Μόνον δὲ χρὴ
μὴ βραδύνειν, ὡς ὁ καιρός ἐστι μὴ μέλλειν ἔτι.
Ἀλλὰ τὴν πρώτην τρέχειν χρῆν ὡς τάχιστʼ ἤδη κύκλῳ.
Εἶά νυν ἴχνευε καὶ μάτευε
ταχὺ πάντʼ, εἴ τις ἐν τόποις
ἑδραῖος ἄλλος αὖ λέληθεν ὤν.
Πανταχῇ δὲ ῥῖψον ὄμμα,
καὶ τὰ τῇδε καὶ τὰ δεῦρο πάντʼ ἀνασκόπει καλῶς.
Ἢν γάρ με λάθῃ δράσας ἀνόσια,
δώσει τε δίκην καὶ πρὸς τούτῳ
τοῖς ἄλλοις ἀνδράσιν ἔσται
παράδειγμʼ ὕβρεως ἀδίκων τʼ ἔργων
ἀθέων τε τρόπων·
φήσει δʼ εἶναι τε θεοὺς φανερῶς,
δείξει τʼ ἤδη
πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας
δικαίως τʼ ἐφέπειν ὅσια καὶ νόμιμα
μηδομένους ποεῖν ὅ τι καλῶς ἔχει.
Κἂν μὴ ποιῶσι ταῦτα τοιάδʼ ἔσται·
αὐτῶν ὅταν ληφθῇ τις ὅσια μὴ δρῶν,
μανίαις φλέγων λύσσῃ παράκοπος
εἴ τι δρῴη πᾶσιν ἐμφανὴς ὁρᾶν
ἔσται γυναιξὶ καὶ βροτοῖς
ὅτι τὰ παράνομα τά τʼ ἀνόσια
θεὸς παραχρῆμʼ ἀποτίνεται.
Ἀλλʼ ἔοιχʼ ἡμῖν ἅπαντά πως διεσκέφθαι καλῶς.
Οὐχ ὁρῶμεν γοῦν ἔτʼ ἄλλον οὐδένʼ ἐγκαθήμενον.
Γυνή Αʹ Ἆ ποῖ σὺ φεύγεις; Οὗτος οὗτος, οὐ μενεῖς;
Τάλαινʼ ἐγώ, τάλαινα, καὶ τὸ παιδίον
ἐξαρπάσας μοι φροῦδος ἀπὸ τοῦ τιτθίου.
Κηδεστής Κέκραχθι. Τοῦτο δʼ οὐδέποτε σὺ ψωμιεῖς,
ἢν μή μʼ ἀφῆτʼ· ἀλλʼ ἐνθάδʼ ἐπὶ τῶν μηρίων
πληγὲν μαχαίρᾳ τῇδε φοινίας φλέβας
καθαιματώσει βωμόν. Γυνή Αʹ Ὦ τάλαινʼ ἐγώ.
Γυναῖκες, οὐκ ἀρήξετʼ; Οὐ πολλὴν βοὴν
στήσεσθε καὶ τροπαῖον, ἀλλὰ τοῦ μόνου
τέκνου με περιόψεσθʼ ἀποστερουμένην;
Χορός Ἔα ἔα.
Ὦ πότνιαι Μοῖραι, τί τόδε δέρκομαι
νεοχμὸν αὖ τέρας;
Ὡς ἅπαντʼ ἄρʼ ἐστὶ τόλμης ἔργα κἀναισχυντίας.
Οἷον αὖ δέδρακεν ἔργον, οἷον αὖ, φίλαι, τόδε.
Κηδεστής Οἷον ὑμῶν ἐξαράξω τὴν ἄγαν αὐθαδίαν.
Χορός Ταῦτα δῆτʼ οὐ δεινὰ πράγματʼ ἐστὶ καὶ περαιτέρω;
Γυνή Αʹ Δεινὰ δῆθʼ, ὁτιή γʼ ἔχει μου ʼξαρπάσας τὸ παιδίον.
Χορός Τί ἂν οὖν εἴποι πρὸς ταῦτά τις, ὅτε
τοιαῦτα ποιῶν ὅδʼ ἀναισχυντεῖ;
Κηδεστής Κοὔπω μέντοι γε πέπαυμαι.
Χορός Ἀλλʼ οὖν ἥκων γʼ ὅθεν ἥκεις
φαύλως τʼ ἀποδρὰς οὐ λέξεις
οἷον δράσας διέδυς ἔργον,
λήψει δὲ κακόν.
Κηδεστής Τοῦτο μέντοι μὴ γένοιτο μηδαμῶς, ἀπεύχομαι.
Χορός Τίς ἄν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶν
ἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις;
Κηδεστής Μάτην λαλεῖτε· τήνδʼ ἐγὼ οὐκ ἀφήσω.
Χορός Ἀλλʼ οὐ μὰ τὼ θεὼ τάχʼ οὐ
χαίρων ἴσως ἐνυβριεῖς
λόγους τε λέξεις ἀνοσίους.
Ἀθέοις ἔργοις γὰρ ἀνταμειψόμεσθά
σʼ, ὥσπερ εἰκός, ἀντὶ τῶνδε.
Ταχὺ δὲ μεταβαλοῦσʼ ἐπὶ κακὸν ἑτερότροπος
ἐπέχει τύχη.
Ἀλλὰ τάσδε μὲν λαβεῖν χρῆν ἐκφέρειν τε τῶν ξύλων,
καὶ καταίθειν τὸν πανοῦργον πυρπολεῖν θʼ ὅσον τάχος.
Γυνή Αʹ Ἴωμεν ἐπὶ τὰς κληματίδας, ὦ Μανία.
Κἀγώ σʼ ἀποδείξω θυμάλωπα τήμερον.
Κηδεστής Ὕφαπτε καὶ κάταιθε· σὺ δὲ τὸ Κρητικὸν
ἀπόδυθι ταχέως. Τοῦ θανάτου δʼ, ὦ παιδίον,
μόνην γυναικῶν αἰτιῶ τὴν μητέρα.
Τουτὶ τί ἐστιν; Ἀσκὸς ἐγένεθʼ ἡ κόρη
οἴνου πλέως καὶ ταῦτα Περσικὰς ἔχων.
Ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται
κἀκ παντὸς ὑμεῖς μηχανώμεναι πιεῖν,
ὦ μέγα καπήλοις ἀγαθόν, ἡμῖν δʼ αὖ κακόν,
κακὸν δὲ καὶ τοῖς σκευαρίοις καὶ τῇ κρόκῃ.
Γυνή Αʹ Παράβαλλε πολλὰς κληματίδας, ὦ Μανία.
Κηδεστής Παράβαλλε δῆτα. Σὺ δʼ ἀπόκριναί μοι τοδί·
Τουτὶ τεκεῖν φῄς; Γυνή Αʹ Καὶ δέκα μῆνας αὔτʼ ἐγὼ
ἤνεγκον. Κηδεστής Ἤνεγκας σύ; Γυνή Αʹ Νὴ τὴν Ἄρτεμιν.
Κηδεστής Τρικότυλον ἢ πῶς; εἰπέ μοι. Γυνή Αʹ Τί μʼ ἠργάσω;
Ἀπέδυσας, ὦναίσχυντέ, μου τὸ παιδίον
τυννοῦτον ὄν. Κηδεστής Τυννοῦτο; Μικρὸν νὴ Δία.
Πόσʼ ἔτη δὲ γέγονε; τρεῖς χοᾶς ἢ τέτταρας;
Γυνή Αʹ Σχεδὸν τοσοῦτον χὤσον ἐκ Διονυσίων.
Ἀλλʼ ἀπόδος αὐτό. Κηδεστής Μὰ τὸν Ἀπόλλω τουτονί.
Γυνή Αʹ Ἐμπρήσομεν τοίνυν σε. Κηδεστής Πάνυ γʼ· ἐμπίμπρατε.
Αὕτη δʼ ἀποσφαγήσεται μάλʼ αὐτίκα.
Γυνή Αʹ Μὴ δῆθʼ, ἱκετεύω σʼ· ἀλλʼ ἔμʼ ὅ τι χρῄζεις πόει
ὑπέρ γε τούτου. Κηδεστής Φιλότεκνός τις εἶ φύσει.
Ἀλλʼ οὐδὲν ἧττον ἥδʼ ἀποσφαγήσεται.
Γυνή Αʹ Οἴμοι, τέκνον. Δὸς τὸ σφαγεῖον, Μανία,
ἵνʼ οὖν τό γʼ αἷμα τοῦ τέκνου τοὐμοῦ λάβω.
Κηδεστής Ὕπεχʼ αὐτό· χαριοῦμαι γὰρ ἕν γε τοῦτό σοι.
Γυνή Αʹ Κακῶς ἀπόλοιʼ. Ὡς φθονερὸς εἶ καὶ δυσμενής.
Κηδεστής Τουτὶ τὸ δέρμα τῆς ἱερείας γίγνεται.
Γυνή Βʹ Τί τῆς ἱερείας γίγνεται; Κηδεστής Τουτί. Λαβέ.
Γυνή Βʹ Ταλαντάτη Μίκα, τίς ἐξεκόρησέ σε;
Τίς τὴν ἀγαπητὴν παῖδά σου ʼξηράσατο;
Γυνή Αʹ Ὁ πανοῦργος οὗτος. Ἀλλʼ ἐπειδήπερ πάρει,
φύλαξον αὐτόν, ἵνα λαβοῦσα Κλεισθένη
τοῖσιν πρυτάνεσιν ἃ πεπόηχʼ οὗτος φράσω.
Κηδεστής Ἄγε δή, τίς ἔσται μηχανὴ σωτηρίας;
Τίς πεῖρα, τίς ἐπίνοιʼ; Ὁ μὲν γὰρ αἴτιος
κἄμʼ εἰσκυλίσας εἰς τοιαυτὶ πράγματα
οὐ φαίνεταί πω. Φέρε, τίνʼ οὖν ἂν ἄγγελον
πέμψαιμʼ ἐπʼ αὐτόν; Οἶδʼ ἐγὼ καὶ δὴ πόρον
ἐκ τοῦ Παλαμήδους. Ὡς ἐκεῖνος, τὰς πλάτας
ῥίψω γράφων.
Πόθεν οὖν γένοιντʼ ἄν μοι πλάται;
Τί δʼ ἄν, εἰ ταδὶ τἀγάλματʼ ἀντὶ τῶν πλατῶν
γράφων διαρρίπτοιμι; Βέλτιον πολύ.
Ξύλον γέ τοι καὶ ταῦτα, κἀκεῖνʼ ἦν ξύλον.
Ὦ χεῖρες ἐμαί,
νῦν ἐγχειρεῖν ἔργῳ πορίμῳ.
Ἄγε δή, πινάκων ξεστῶν δέλτοι,
δέξασθε σμίλης ὁλκούς,
κήρυκας ἐμῶν μόχθων. Οἴμοι,
τουτὶ τὸ ῥῶ μοχθηρόν.
Χωρεῖ, χωρεῖ. Ποίαν αὔλακα;
Βάσκετʼ, ἐπείγετε πάσας καθʼ ὁδούς,
κείνᾳ, ταύτᾳ· ταχέως χρή.
Χορός Ἡμεῖς τοίνυν ἡμᾶς αὐτὰς εὖ λέξωμεν παραβᾶσαι.
Καίτοι πᾶς τις τὸ γυναικεῖον φῦλον κακὰ πόλλʼ ἀγορεύει,
ὡς πᾶν ἐσμὲν κακὸν ἀνθρώποις κἀξ ἡμῶν ἐστιν ἅπαντα,
ἔριδες, νείκη, στάσις ἀργαλέα, λύπη, πόλεμος. Φέρε δή νυν,
εἰ κακόν ἐσμεν, τί γαμεῖθʼ ἡμᾶς, εἴπερ ἀληθῶς κακόν ἐσμεν,
κἀπαγορεύετε μήτʼ ἐξελθεῖν μήτʼ ἐκκύψασαν ἁλῶναι,
ἀλλʼ οὑτωσὶ πολλῇ σπουδῇ τὸ κακὸν βούλεσθε φυλάττειν;
Κἂν ἐξέλθῃ τὸ γύναιόν ποι, κᾆθʼ εὕρητʼ αὐτὸ θύρασιν,
μανίας μαίνεσθʼ, οὓς χρῆν σπένδειν καὶ χαίρειν, εἴπερ ἀληθῶς
ἔνδοθεν ηὕρετε φροῦδον τὸ κακὸν καὶ μὴ κατελαμβάνετʼ ἔνδον.
Κἂν καταδάρθωμεν ἐν ἀλλοτρίων παίζουσαι καὶ κοπιῶσαι,
πᾶς τις τὸ κακὸν τοῦτο ζητεῖ περὶ τὰς κλίνας περινοστῶν.
Κἂν ἐκ θυρίδος παρακύπτωμεν, τὸ κακὸν ζητεῖτε θεᾶσθαι·
κἂν αἰσχυνθεῖσʼ ἀναχωρήσῃ, πολὺ μᾶλλον πᾶς ἐπιθυμεῖ
αὖθις τὸ κακὸν παρακύψαν ἰδεῖν. Οὕτως ἡμεῖς ἐπιδήλως
ὑμῶν ἐσμεν πολὺ βελτίους. Βάσανος δὲ πάρεστιν ἰδέσθαι.
Βάσανον δῶμεν πότεροι χείρους. Ἡμεῖς μὲν γάρ φαμεν ὑμᾶς,
ὑμεῖς δʼ ἡμᾶς. Σκεψώμεθα δὴ κἀντιτιθῶμεν πρὸς ἕκαστον,
παραβάλλουσαι τῆς τε γυναικὸς καὶ τἀνδρὸς τοὔνομʼ ἑκάστου.
Ναυσιμάχης μέν γʼ ἥττων ἐστὶν Χαρμῖνος· δῆλα δὲ τἄργα.
Καὶ μὲν δὴ καὶ Κλεοφῶν χείρων πάντως δήπου Σαλαβακχοῦς.
Πρὸς Ἀριστομάχην δὲ χρόνου πολλοῦ, πρὸς ἐκείνην τὴν Μαραθῶνι,
καὶ Στρατονίκην ὑμῶν οὐδεὶς οὐδʼ ἐγχειρεῖ πολεμίζειν.
Ἀλλʼ Εὐβούλης τῶν πέρυσίν τις βουλευτής ἐστιν ἀμείνων
παραδοὺς ἑτέρῳ τὴν βουλείαν; Οὐδʼ Ἄνυτος τοῦτό γε φήσει.
Οὕτως ἡμεῖς πολὺ βελτίους τῶν ἀνδρῶν εὐχόμεθʼ εἶναι.
Οὐδʼ ἂν κλέψασα γυνὴ ζεύγει κατὰ πεντήκοντα τάλαντα
εἰς πόλιν ἔλθοι τῶν δημοσίων· ἀλλʼ ἢν τὰ μέγισθʼ ὑφέληται,
φορμὸν πυρῶν τἀνδρὸς κλέψασʼ, αὐθημερὸν ἀνταπέδωκεν.
Ἀλλʼ ἡμεῖς ἂν πολλοὺς τούτων
ἀποδείξαιμεν ταῦτα ποιοῦντας,
καὶ πρὸς τούτοις γάστριδας ἡμῶν
ὄντας μᾶλλον καὶ λωποδύτας
καὶ βωμολόχους κἀνδραποδιστάς.
Καὶ μὲν δήπου καὶ τὰ πατρῷά γε
χείρους ἡμῶν εἰσιν σῴζειν.
Ἡμῖν μὲν γὰρ σῶν ἔτι καὶ νῦν
τἀντίον, ὁ κανών, οἱ καλαθίσκοι,
τὸ σκιάδειον·
τοῖς δʼ ἡμετέροις ἀνδράσι τούτοις
ἀπόλωλεν μὲν πολλοῖς ὁ κανὼν
ἐκ τῶν οἴκων αὐτῇ λόγχῃ,
πολλοῖς δʼ ἑτέροις ἀπὸ τῶν ὤμων
ἐν ταῖς στρατιαῖς
ἔρριπται τὸ σκιάδειον.
Πόλλʼ ἂν αἱ γυναῖκες ἡμεῖς ἐν δίκῃ μεμψαίμεθʼ ἂν
τοῖσιν ἀνδράσιν δικαίως, ἓν δʼ ὑπερφυέστατον.
Χρῆν γάρ, ἡμῶν εἰ τέκοι τις ἄνδρα χρηστὸν τῇ πόλει,
ταξίαρχον ἢ στρατηγόν, λαμβάνειν τιμήν τινα,
προεδρίαν τʼ αὐτῇ δίδοσθαι Στηνίοισι καὶ Σκίροις
ἔν τε ταῖς ἄλλαις ἑορταῖς αἷσιν ἡμεῖς ἤγομεν·
εἰ δὲ δειλὸν καὶ πονηρὸν ἄνδρα τις τέκοι γυνή,
ἢ τριήραρχον πονηρὸν ἢ κυβερνήτην κακόν,
ὑστέραν αὐτὴν καθῆσθαι σκάφιον ἀποκεκαρμένην
τῆς τὸν ἀνδρεῖον τεκούσης. Τῷ γὰρ εἰκός, ὦ πόλις,
τὴν Ὑπερβόλου καθῆσθαι μητέρʼ ἠμφιεσμένην
λευκὰ καὶ κόμας καθεῖσαν πλησίον τῆς Λαμάχου,
καὶ δανείζειν χρήμαθʼ, ᾗ χρῆν, εἰ δανείσειέν τινι
καὶ τόκον πράττοιτο, διδόναι μηδένʼ ἀνθρώπων τόκον,
ἀλλʼ ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματʼ εἰπόντας τοδί·
«Ἀξία γοῦν εἶ τόκου τεκοῦσα τοιοῦτον τόκον.»
Κηδεστής Ἰλλὸς γεγένημαι προσδοκῶν· ὁ δʼ οὐδέπω.
Τί δῆτʼ ἂν εἴη τοὐμποδών; Οὐκ ἔσθʼ ὅπως
οὐ τὸν Παλαμήδη ψυχρὸν ὄντʼ αἰσχύνεται.
Τῷ δῆτʼ ἂν αὐτὸν προσαγαγοίμην δράματι;
Ἐγᾦδα· τὴν καινὴν Ἑλένην μιμήσομαι.
Πάντως ὑπάρχει μοι γυναικεία στολή.
Γυνή Βʹ Τί αὖ σὺ κυρκανᾷς; Τί κοικύλλεις ἔχων;
Πικρὰν Ἑλένην ὄψει τάχʼ, εἰ μὴ κοσμίως
ἕξεις, ἕως ἂν τῶν πρυτάνεών τις φανῇ.
Κηδεστής ὡς Ἑλένη. Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
λευκῆς νοτίζει μελανοσυρμαίῳ λεῷ.
Γυνή Βʹ Πανοῦργος εἶ νὴ τὴν Ἑκάτην τὴν φωσφόρον.
Κηδεστής Ἐμοὶ δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος,
Σπάρτη, πατὴρ δὲ Τυνδάρεως. Γυνή Βʹ Σοί γʼ, ὦλεθρε,
πατὴρ ἐκεῖνός ἐστι; Φρυνώνδας μὲν οὖν.
Κηδεστής Ἑλένη δʼ ἐκλήθην. Γυνή Βʹ Αὖθις αὖ γίγνει γυνή,
πρὶν τῆς ἑτέρας δοῦναι γυναικίσεως δίκην;
Κηδεστής Ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις
ῥοαῖσιν ἔθανον. Γυνή Βʹ Ὤφελες δὲ καὶ σύ γε.
Κηδεστής Κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ· ὁ δʼ ἄθλιος πόσις
οὑμὸς Μενέλεως οὐδέπω προσέρχεται.
Τί οὖν ἔτι ζῶ; Γυνή Βʹ Τῶν κοράκων πονηρίᾳ.
Κηδεστής Ἀλλʼ ὥσπερ αἰκάλλει τι καρδίαν ἐμήν·
μὴ ψεῦσον, ὦ Ζεῦ, τῆς ἐπιούσης ἐλπίδος.
Εὐριπίδης ὡς Μενέλαος. Τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος,
ὅστις ξένους δέξαιτο ποντίῳ σάλῳ
καμόντας ἐν χειμῶνι καὶ ναυαγίαις;
Κηδεστής Πρωτέως τάδʼ ἐστὶ μέλαθρα. Γυνή Βʹ Ποίου Πρωτέως,
ὦ τρισκακόδαιμον; Ψεύδεται νὴ τὼ θεώ,
ἐπεὶ τέθνηκε Πρωτέας ἔτη δέκα.
Εὐριπίδης Ποίαν δὲ χώραν εἰσεκέλσαμεν σκάφει;
Κηδεστής Αἴγυπτον. Εὐριπίδης Ὦ δύστηνος, οἷ πεπλώκαμεν.
Γυνή Βʹ Πείθει τι τῷ κακῷ κακῶς ἀπολουμένῳ
ληροῦντι λῆρον; Θεσμοφορεῖον τουτογί.
Εὐριπίδης Αὐτὸς δὲ Πρωτεὺς ἔνδον ἔστʼ ἢ ʼξώπιος;
Γυνή Βʹ Οὐκ ἔσθʼ ὅπως οὐ ναυτιᾷς ἔτʼ, ὦ ξένε,
ὅστις γʼ ἀκούσας ὅτι τέθνηκε Πρωτέας
ἔπειτʼ ἐρωτᾷς· «Ἔνδον ἔστʼ ἢ ʼξώπιος;»
Εὐριπίδης Αἰαῖ, τέθνηκε. Ποῦ δʼ ἐτυμβεύθη τάφῳ;
Κηδεστής Τόδʼ ἐστὶν αὐτοῦ σῆμʼ, ἐφʼ ᾧ καθήμεθα.
Γυνή Βʹ Κακῶς ἄρʼ ἐξόλοιο, —κἀξολεῖ γέ τοι, —
ὅστις γε τολμᾷς σῆμα τὸν βωμὸν καλεῖν.
Εὐριπίδης Τί δαὶ σὺ θάσσεις τάσδε τυμβήρεις ἕδρας
φάρει καλυπτός, ὦ ξένη; Κηδεστής Βιάζομαι
γάμοισι Πρωτέως παιδὶ συμμεῖξαι λέχος.
Γυνή Βʹ Τί, ὦ κακόδαιμον, ἐξαπατᾷς αὖ τὸν ξένον;
Οὗτος πανουργῶν δεῦρʼ ἀνῆλθεν, ὦ ξένε,
ὡς τὰς γυναῖκας ἐπὶ κλοπῇ τοῦ χρυσίου.
Κηδεστής Βάυζε τοὐμὸν σῶμα βάλλουσα ψόγῳ.
Εὐριπίδης Ξένη, τίς ἡ γραῦς ἡ κακορροθοῦσά σε;
Κηδεστής Αὕτη Θεονόη Πρωτέως. Γυνή Βʹ Μὰ τὼ θεώ,
εἰ μὴ Κρίτυλλά γʼ Ἀντιθέου Γαργηττόθεν.
Σὺ δʼ εἶ πανοῦργος. Κηδεστής Ὁπόσα τοι βούλει λέγε.
Οὐ γὰρ γαμοῦμαι σῷ κασιγνήτῳ ποτὲ
προδοῦσα Μενέλεων τὸν ἐμὸν ἐν Τροίᾳ πόσιν.
Εὐριπίδης Γύναι, τί εἶπας; Στρέψον ἀνταυγεῖς κόρας.
Κηδεστής Αἰσχύνομαί σε τὰς γνάθους ὑβρισμένη.
Εὐριπίδης Τουτὶ τί ἐστιν; Ἀφασία τίς τοί μʼ ἔχει.
Ὦ θεοί, τίνʼ ὄψιν εἰσορῶ; Τίς εἶ, γύναι;
Κηδεστής Σὺ δʼ εἶ τίς; Αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος.
Εὐριπίδης Ἑλληνὶς εἶ τις ἢ ʼπιχωρία γυνή;
Κηδεστής Ἑλληνίς. Ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
Εὐριπίδης Ἑλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον, γύναι.
Κηδεστής Ἐγὼ δὲ Μενελέῳ σʼ, ὅσα γʼ ἐκ τῶν ἰφύων.
Εὐριπίδης Ἔγνως ἄρʼ ὀρθῶς ἄνδρα δυστυχέστατον.
Κηδεστής Ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας,
λαβέ με, λαβέ με, πόσι, περίβαλε δὲ χέρας.
Φέρε, σὲ κύσω. Ἄπαγέ μʼ ἄπαγʼ ἄπαγʼ ἄπαγέ με
λαβὼν ταχὺ πάνυ. Γυνή Βʹ Κλαύσετʼ ἄρα νὴ τὼ θεὼ
ὅστις σʼ ἀπάξει τυπτόμενος τῇ λαμπάδι.
Εὐριπίδης Σὺ τὴν ἐμὴν γυναῖκα κωλύεις ἐμέ,
τὴν Τυνδάρειον παῖδʼ, ἐπὶ Σπάρτην ἄγειν;
Γυνή Βʹ Οἴμʼ ὡς πανοῦργος καὐτὸς εἶναί μοι δοκεῖς
καὶ τοῦδέ τις ξύμβουλος. Οὐκ ἐτὸς πάλαι
ᾐγυπτιάζετʼ. Ἀλλʼ ὅδε μὲν δώσει δίκην·
προσέρχεται γὰρ ὁ πρύτανις χὠ τοξότης.
Εὐριπίδης Τουτὶ πονηρόν. Ἀλλʼ ὑπαποκινητέον.
Κηδεστής Ἐγὼ δʼ ὁ κακοδαίμων τί δρῶ; Εὐριπίδης Μένʼ ἥσυχος.
Οὐ γὰρ προδώσω σʼ οὐδέποτʼ, ἤνπερ ἐμπνέω,
ἢν μὴ προλίπωσʼ αἱ μυρίαι με μηχαναί.
Κηδεστής Αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν.
Πρύτανις Ὅδʼ ἔσθʼ ὁ πανοῦργος ὃν ἔλεγʼ ἡμῖν Κλεισθένης;
Οὗτος, τί κύπτεις; Δῆσον αὐτὸν εἰσάγων,
ὦ τοξότʼ, ἐν τῇ σανίδι, κἄπειτʼ ἐνθαδὶ
στήσας φύλαττε καὶ προσιέναι μηδένα
ἔα πρὸς αὐτόν, ἀλλὰ τὴν μάστιγʼ ἔχων
παῖʼ, ἢν προσίῃ τις. Γυνή Βʹ Νὴ Δίʼ ὡς νυνδή γʼ ἀνὴρ
ὀλίγου μʼ ἀφείλετʼ αὐτὸν ἱστιορράφος.
Κηδεστής Ὦ πρύτανι, πρὸς τῆς δεξιᾶς, ἥνπερ φιλεῖς
κοίλην προτείνειν ἀργύριον ἤν τις διδῷ,
χάρισαι βραχύ τί μοι καίπερ ἀποθανουμένῳ.
Πρύτανις Τί σοι χαρίσωμαι; Κηδεστής Γυμνὸν ἀποδύσαντά με
κέλευε πρὸς τῇ σανίδι δεῖν τὸν τοξότην,
ἵνα μὴ ʼν κροκωτοῖς καὶ μίτραις γέρων ἀνὴρ
γέλωτα παρέχω τοῖς κόραξιν ἑστιῶν.
Πρύτανις Ἔχοντα ταῦτʼ ἔδοξε τῇ βουλῇ σε δεῖν,
ἵνα τοῖς παριοῦσι δῆλος ᾖς πανοῦργος ὤν.
Κηδεστής Ἰατταταιάξ. Ὦ κροκώθʼ, οἷʼ εἴργασαι.
Κοὐκ ἔστʼ ἔτʼ ἐλπὶς οὐδεμία σωτηρίας.
Χορός Ἄγε νυν ἡμεῖς παίσωμεν ἅπερ νόμος ἐνθάδε ταῖσι γυναιξίν,
ὅταν ὄργια σεμνὰ θεοῖν ἱεραῖς ὥραις ἀνέχωμεν, ἅπερ καὶ
Παύσων σέβεται καὶ νηστεύει,
πολλάκις αὐτοῖν ἐκ τῶν ὡρῶν
εἰς τὰς ὥρας ξυνεπευχόμενος
τοιαῦτα μέλειν θάμʼ ἑαυτῷ.
Ὅρμα χώρει, κοῦφα ποσίν, ἄγʼ εἰς κύκλον,
χερὶ σύναπτε χέρʼ, ἱερᾶς ῥυθμὸν χορείας
ὕπαγε πᾶσα. Βαῖνε καρπαλίμοιν ποδοῖν. Ἐπισκοπεῖν δὲ
πανταχῇ κυκλοῦσαν ὄμμα χρὴ χοροῦ κατάστασιν.
Ἅμα δὲ καὶ
γένος Ὀλυμπίων θεῶν
μέλπε καὶ γέραιρε φωνῇ πᾶσα χορομανεῖ τρόπῳ.
Εἰ δέ τις
προσδοκᾷ κακῶς ἐρεῖν
ἐν ἱερῷ γυναῖκά μʼ οὖσαν ἄνδρας, οὐκ ὀρθῶς φρονεῖ.
Ἀλλὰ χρῆν,
ὥσπερ ἔργον, αὐτίκα
πρῶτον εὐκύκλου χορείας εὐφυᾶ στῆσαι βάσιν.
Πρόβαινε ποσὶ τὸν Εὐλύραν
μέλπουσα καὶ τὴν τοξοφόρον
Ἄρτεμιν, ἄνασσαν ἁγνήν.
Χαῖρʼ, ὦ Ἑκάεργε, ὄπαζε δὲ νίκην.
Ἥραν τε τὴν τελείαν
μέλψωμεν ὥσπερ εἰκός,
ἣ πᾶσι τοῖς χοροῖσι συμπαίζει τε καὶ
κλῇδας γάμου φυλάττει.
Ἑρμῆν τε νόμιον ἄντομαι
καὶ Πᾶνα καὶ Νύμφας φίλας
ἐπιγελάσαι προθύμως
ταῖς ἡμετέραισι χαρέντα χορείαις.
Ἔξαρχε δὴ προθύμως
διπλῆν, χάριν χορείας.
Παίσωμεν, ὦ γυναῖκες, οἷάπερ νόμος·
νηστεύομεν δὲ πάντως.
Ἀλλʼ εἶα, πάλλʼ, ἀνάστρεφʼ εὐρύθμῳ ποδί·
τόρνευε πᾶσαν ᾠδήν.
Ἡγοῦ δέ γʼ ὧδʼ αὐτός, κισσοφόρε Βακχεῖε
δέσποτʼ· ἐγὼ δὲ κώμοις
σὲ φιλοχόροισι μέλψω.
Σὺ Διός, ὦ Διόνυσε
Βρόμιε, καὶ Σεμέλας παῖ,
χωρεῖς τερπόμενος κατʼ ὄρεα Νυμφᾶν
ἐρατοῖσιν ὕμνοις,
εὔιον εὔιον, εὐοῖ,
παννύχιος ἀναχορεύων.
Ἀμφὶ δὲ συγκτυπεῖται
Κιθαιρώνιος ἠχώ,
μελάμφυλλά τʼ ὄρη
δάσκια πετρώδεις τε νάπαι βρέμονται·
κύκλῳ δὲ περί σε κισσὸς
εὐπέταλος ἕλικι θάλλει.
Τοξότης Ἐνταῦτα νῦν οἰμῶξι πρὸς τὴν αἰτρίαν.
Κηδεστής Ὦ τοξόθʼ, ἱκετεύω σε— Τοξότης Μή μʼ ἰκετεῦσι σύ.
Κηδεστής χάλασον τὸν ἧλον. Τοξότης Ἀλλὰ ταῦτα δρᾶσʼ ἐγώ.
Κηδεστής Οἴμοι κακοδαίμων, μᾶλλον ἐπικρούεις σύ γε.
Τοξότης Ἔτι μᾶλλο βοῦλις; Κηδεστής Ἀτταταῖ ἰατταταῖ·
κακῶς ἀπόλοιο. Τοξότης Σῖγα, κακόδαιμον γέρον.
Πέρʼ, ἐγὼ ʼξενέγκι πορμός, ἴνα πυλάξι σοι.
Κηδεστής Ταυτὶ τὰ βέλτιστʼ ἀπολέλαυκʼ Εὐριπίδου.
Ἔα· θεοί, Ζεῦ σῶτερ, εἰσὶν ἐλπίδες.
Ἁνὴρ ἔοικεν οὐ προδώσειν, ἀλλά μοι
σημεῖον ὑπεδήλωσε Περσεὺς ἐκδραμών,
ὅτι δεῖ με γίγνεσθʼ Ἀνδρομέδαν. Πάντως δέ μοι
τὰ δέσμʼ ὑπάρχει. Δῆλον οὖν τοῦτʼ ἔσθʼ ὅτι
ἥξει με σώσων. Οὐ γὰρ ἂν παρέπτετο.
ὡς Ἀνδρομέδα. Φίλαι παρθένοι, φίλαι,
πῶς ἂν ἀπέλθοιμι καὶ
τὸν Σκύθην λάθοιμι;
Κλύεις, ὦ προσᾴδουσα τἄμʼ ἐν ἄντροις;
Κατάνευσον, ἔασον ὡς
τὴν γυναῖκά μʼ ἐλθεῖν.
Ἄνοικτος ὅς μʼ ἔδησε, τὸν
πολυπονώτατον βροτῶν.
Μόλις δὲ γραῖαν ἀποφυγὼν
σαπρὰν ἀπωλόμην ὅμως.
Ὅδε γὰρ ὁ Σκύθης φύλαξ
πάλαι ἐφεστὼς ὀλοὸν ἄφιλον
ἐκρέμασεν κόραξι δεῖπνον.
Ὁρᾷς, οὐ χοροῖσιν οὐδʼ
ὑφʼ ἡλίκων νεανίδων
κημὸν ἕστηκʼ ἔχουσʼ,
ἀλλʼ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη
κήτει βορὰ Γλαυκέτῃ πρόκειμαι.
Γαμηλίῳ μὲν οὐ ξὺν
παιῶνι, δεσμίῳ δὲ
γοᾶσθέ μʼ, ὦ γυναῖκες, ὡς
μέλεα μὲν πέπονθα μέλεος,
—ὦ τάλας ἐγώ, τάλας, —
ἀπὸ δὲ συγγόνων ἄλλʼ ἄνομα πάθεα, φῶτα λιτομένα,
πολυδάκρυτον Ἀΐδα γόον φλέγουσα,
—αἰαῖ αἰαῖ, —
ὃς ἔμʼ ἀπεξύρησε πρῶτον,
ὃς ἐμὲ κροκόεν τόδʼ ἐνέδυσεν·
ἐπὶ δὲ τοῖσδε τόδʼ ἀνέπεμψεν
ἱερόν, ἔνθα γυναῖκες.
Ἰὼ μοίρας ἄτεγκτε δαῖμον.
Ὦ κατάρατος ἐγώ· τίς ἐμὸν οὐκ ἐπόψεται
πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ;
Εἴθε με πυρφόρος αἰθέρος ἀστὴρ
τὸν δύσμορον ἐξολέσειεν.
Οὐ γὰρ ἔτʼ ἀθανάταν φλόγα λεύσσειν
ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην,
λαιμότμητʼ ἄχη δαιμόνιʼ, αἰόλαν
νέκυσιν ἐπὶ πορείαν.
Εὐριπίδης ὡς Ἠχώ. Χαῖρʼ, ὦ φίλη παῖ· τὸν δὲ πατέρα Κηφέα
ὅς σʼ ἐξέθηκεν ἀπολέσειαν οἱ θεοί.
Κηδεστής Σὺ δʼ εἶ τίς ἥτις τοὐμὸν ᾤκτιρας πάθος;
Εὐριπίδης Ἠχώ, λόγων ἀντῳδὸς ἐπικοκκάστρια,
ἥπερ πέρυσιν ἐν τῷδε ταὐτῷ χωρίῳ
Εὐριπίδῃ καὐτὴ ξυνηγωνιζόμην.
Ἀλλʼ, ὦ τέκνον, σὲ μὲν τὸ σαυτῆς χρὴ ποεῖν,
κλάειν ἐλεινῶς. Κηδεστής Σὲ δʼ ἐπικλάειν ὕστερον.
Εὐριπίδης Ἐμοὶ μελήσει ταῦτά γʼ. Ἀλλʼ ἄρχου λόγων.
Κηδεστής Ὦ Νὺξ ἱερά,
ὡς μακρὸν ἵππευμα διώκεις
ἀστεροειδέα νῶτα διφρεύουσʼ αἰθέρος ἱερᾶς
τοῦ σεμνοτάτου διʼ Ὀλύμπου.
Εὐριπίδης Διʼ Ὀλύμπου.
Κηδεστής Τί ποτʼ Ἀνδρομέδα περίαλλα κακῶν
μέρος ἐξέλαχον; Εὐριπίδης Μέρος ἐξέλαχον;
Κηδεστής Θανάτου τλήμων— Εὐριπίδης Θανάτου τλήμων.
Κηδεστής Ἀπολεῖς μʼ, ὦ γραῦ, στωμυλλομένη.
Εὐριπίδης Στωμυλλομένη.
Κηδεστής Νὴ Δίʼ ὀχληρά γʼ εἰσήρρηκας
λίαν. Εὐριπίδης Λίαν.
Κηδεστής Ὦγάθʼ, ἔασόν με μονῳδῆσαι,
καὶ χαριεῖ μοι. Παῦσαι. Εὐριπίδης Παῦσαι.
Κηδεστής Βάλλʼ ἐς κόρακας. Εὐριπίδης Βάλλʼ ἐς κόρακας.
Κηδεστής Τί κακόν; Εὐριπίδης Τί κακόν; Κηδεστής Ληρεῖς. Εὐριπίδης Ληρεῖς.
Κηδεστής Οἴμωζʼ. Εὐριπίδης Οἴμωζʼ.
Κηδεστής Ὀτότυζʼ. Εὐριπίδης Ὀτότυζʼ.
Τοξότης Οὖτος, τί λαλεῖς; Εὐριπίδης Οὖτος, τί λαλεῖς;
Τοξότης Πρυτάνεις καλέσω. Εὐριπίδης Πρυτάνεις καλέσω.
Τοξότης Τί κακόν; Εὐριπίδης Τί κακόν;
Τοξότης Πότε τὸ πωνή; Εὐριπίδης Πότε τὸ πωνή;
Τοξότης Σὺ λαλεῖς; Εὐριπίδης Σὺ λαλεῖς;
Τοξότης Κλαῦσʼ ἄρα. Εὐριπίδης Κλαῦσʼ ἄρα.
Τοξότης Κἀγκάσκι μοι; Εὐριπίδης Κἀγκάσκι μοι;
Κηδεστής Μὰ Δίʼ, ἀλλὰ γυνὴ πλησίον αὕτη.
Εὐριπίδης Πλησίον αὕτη.
Τοξότης Ποῦ ʼστʼ ἠ μιαρά; Κηδεστής Καὶ δὴ φεύγει.
Τοξότης Ποῖ ποῖ πεύγεις; Εὐριπίδης Ποῖ ποῖ πεύγεις;
Τοξότης Οὐ καιρήσεις. Εὐριπίδης Οὐ καιρήσεις.
Τοξότης Ἔτι γὰρ γρύζεις; Εὐριπίδης Ἔτι γὰρ γρύζεις;
Τοξότης Λαβὲ τὴ μιαρά. Εὐριπίδης Λαβὲ τὴ μιαρά.
Τοξότης Λάλο καὶ κατάρατο γύναικο.
Εὐριπίδης ὡς Περσεύς. Ὦ θεοί, τίνʼ ἐς γῆν βαρβάρων ἀφίγμεθα
ταχεῖ πεδίλῳ; Διὰ μέσου γὰρ αἰθέρος
τέμνων κέλευθον πόδα τίθημʼ ὑπόπτερον
Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος
κάρα κομίζων. Τοξότης Τί λέγι; Γόργονος πέρι
τὸ γραμματέο σὺ τὴ κεπαλή; Εὐριπίδης Τὴν Γοργόνος
ἔγωγέ φημι. Τοξότης Γόργο τοι κἀγὼ λέγι.
Εὐριπίδης Ἔα, τινʼ ὄχθον τόνδʼ ὁρῶ καὶ παρθένον
θεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην;
Κηδεστής Ὦ ξένε, κατοίκτιρόν με, τὴν παναθλίαν·
λῦσόν με δεσμῶν. Τοξότης Οὐκὶ μὴ λαλῆσι σύ.
Κατάρατο, τολμᾷς ἀποτανουμένη λαλεῖς;
Εὐριπίδης Ὦ παρθένʼ, οἰκτίρω σε κρεμαμένην ὁρῶν.
Τοξότης Οὐ παρτένʼ ἐστίν, ἀλλʼ ἀμαρτωλὴ γέρων
καὶ κλέπτο καὶ πανοῦργο. Εὐριπίδης Ληρεῖς, ὦ Σκύθα.
Αὕτη γάρ ἐστιν Ἀνδρομέδα, παῖς Κηφέως.
Τοξότης Σκέψαι τὸ κύστο· μή τι μικκὸν παίνεται;
Εὐριπίδης Φέρε δεῦρό μοι τὴν χεῖρʼ, ἵνʼ ἅψωμαι, κόρη.
Φέρε, Σκύθʼ· ἀνθρώποισι γὰρ νοσήματα
ἅπασίν ἐστιν· ἐμὲ δὲ καὐτὸν τῆς κόρης
ταύτης ἔρως εἴληφεν. Τοξότης Οὐ ζηλῶσί σε.
Ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον,
οὐκ ἐπτόνησά σʼ αὐτὸ πυγίζεις ἄγων.
Εὐριπίδης Τί δʼ οὐκ ἐᾷς λύσαντά μʼ αὐτήν, ὦ Σκύθα,
πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος;
Τοξότης Εἰ σπόδρʼ ἐπιτυμεῖς τὴ γέροντο πυγίσο,
τὴ σανίδο τρήσας ἐξόπιστο πρώκτισον.
Εὐριπίδης Μὰ Δίʼ, ἀλλὰ λύσω δεσμά. Τοξότης Μαστιγῶσʼ ἄρα.
Εὐριπίδης Καὶ μὴν ποήσω τοῦτο. Τοξότης Τὸ κεπαλή σʼ ἄρα
τὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοΐ.
Εὐριπίδης Αἰαῖ· τί δράσω; Πρὸς τίνας στρεφθῶ λόγους;
Ἀλλʼ οὐκ ἂν ἐνδέξαιτο βάρβαρος φύσις.
Σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰ
μάτην ἀναλίσκοις ἄν. Ἀλλʼ ἄλλην τινὰ
τούτῳ πρέπουσαν μηχανὴν προσοιστέον.
Τοξότης Μιαρὸς ἀλώπηξ, οἶον ἐπιτήκιζέ μοι.
Κηδεστής Μέμνησο, Περσεῦ, μʼ ὡς καταλείπεις ἀθλίαν.
Τοξότης Ἔτι γὰρ σὺ τὴ μάστιγαν ἐπιτυμεῖς λαβεῖν;
Χορός Παλλάδα τὴν φιλόχορον ἐμοὶ
δεῦρο καλεῖν νόμος εἰς χορόν,
παρθένον ἄζυγα κούρην,
ἣ πόλιν ἡμετέραν ἔχει
καὶ κράτος φανερὸν μόνη
κλῃδοῦχός τε καλεῖται.
Φάνηθʼ, ὦ τυράννους
στυγοῦσʼ, ὥσπερ εἰκός.
Δῆμός τοί σε καλεῖ γυναικῶν·
ἔχουσα δέ μοι μόλοις
εἰρήνην φιλέορτον.
Ἥκετʼ εὔφρονες, ἵλαοι,
πότνιαι, ἄλσος ἐς ὑμέτερον,
ἀνδράσιν οὐ θεμίτʼ εἰσορᾶν
ὄργια σεμνὰ θεοῖν ἵνα λαμπάσι
φαίνετον, ἄμβροτον ὄψιν.
Μόλετον, ἔλθετον, ἀντόμεθʼ, ὦ
Θεσμοφόρω πολυποτνία.
Εἰ πρότερόν ποτʼ ἐπηκόω
ἤλθετον, καὶ νῦν ἀφίκεσθον,
ἱκετεύομεν, ἐνθάδʼ ἡμῖν.
Εὐριπίδης Γυναῖκες, εἰ βούλεσθε τὸν λοιπὸν χρόνον
σπονδὰς ποήσασθαι πρὸς ἐμέ, νυνὶ πάρα,
ἐφʼ ᾧτʼ ἀκοῦσαι μηδὲν ὑπʼ ἐμοῦ μηδαμὰ
κακὸν τὸ λοιπόν. Ταῦτʼ ἐπικηρυκεύομαι.
Χορός Χρείᾳ δὲ ποίᾳ τόνδʼ ἐπεισφέρεις λόγον;
Εὐριπίδης Ὅδʼ ἐστὶν οὑν τῇ σανίδι κηδεστὴς ἐμός.
Ἢν οὖν κομίσωμαι τοῦτον, οὐδὲν μή ποτε
κακῶς ἀκούσητʼ· ἢν δὲ μὴ πείθησθέ μοι,
ἃ νῦν ὑποικουρεῖτε τοῖσιν ἀνδράσιν
ἀπὸ τῆς στρατιᾶς παροῦσιν ὑμῶν διαβαλῶ.
Χορός Τὰ μὲν παρʼ ἡμῖν ἴσθι σοι πεπεισμένα·
τὸν βάρβαρον δὲ τοῦτον αὐτὸς πεῖθε σύ.
Εὐριπίδης Ἐμὸν ἔργον ἐστίν· καὶ σόν, ὦλάφιον, ἅ σοι
καθʼ ὁδὸν ἔφραζον ταῦτα μεμνῆσθαι ποεῖν.
Πρῶτον μὲν οὖν δίελθε κἀνακάλπασον.
Σὺ δʼ, ὦ Τερηδών, ἐπαναφύσα Περσικόν.
Τοξότης Τί τὸ βόμβο τοῦτο; Κῶμό τις ἀνεγεῖρί μοι;
Εὐριπίδης ὡς γραῦς. Ἡ παῖς ἔμελλε προμελετᾶν, ὦ τοξότα.
Ὀρχησομένη γὰρ ἔρχεθʼ ὡς ἄνδρας τινάς.
Τοξότης Ὀρκῆσι καὶ μελετῆσι, οὐ κωλῦσʼ ἐγώ.
Ὠς ἐλαπρός, ὤσπερ ψύλλο κατὰ τὸ κῴδιο.
Εὐριπίδης Φέρε θοἰμάτιον ἄνωθεν, ὦ τέκνον, τοδί·
καθιζομένη δʼ ἐπὶ τοῖσι γόνασι τοῦ Σκύθου
τὼ πόδε πρότεινον, ἵνʼ ὑπολύσω. Τοξότης Ναίκι, ναὶ
κάτησο, κάτησο, ναίκι, ναίκι, τυγάτριον.
Οἴμʼ ὠς στέριπο τὸ τιττίʼ, ὤσπερ γογγυλί.
Εὐριπίδης Αὔλει σὺ θᾶττον· ἔτι δέδοικας τὸν Σκύθην;
Τοξότης Καλό γε τὸ πυγή. Κλαῦσι, ἢν μὴ ʼνδον μένῃς.
Εἶεν· καλὴ τὸ σκῆμα περὶ τὸ πόστιον.
Εὐριπίδης Καλῶς ἔχει. Λαβὲ θοἰμάτιον· ὥρα ʼστὶ νῷν
ἤδη βαδίζειν. Τοξότης Οὐκὶ πιλῆσι πρῶτά με;
Εὐριπίδης Πάνυ γε· Φίλησον αὐτόν. Τοξότης Ὂ ὂ ὄ, παπαπαπαῖ,
ὠς γλυκερὸ τὸ γλῶσσʼ, ὤσπερ Ἀττικὸς μέλις.
Τί οὐ κατεύδει παρʼ ἐμέ; Εὐριπίδης Χαῖρε, τοξότα·
οὐ γὰρ γένοιτʼ ἂν τοῦτο. Τοξότης Ναὶ ναί, γρᾴδιον,
ἐμοὶ κάρισο σὺ τοῦτο. Εὐριπίδης Δώσεις οὖν δραχμήν;
Τοξότης Ναί, ναίκι, δῶσι. Εὐριπίδης Τἀργύριον τοίνυν φέρε.
Τοξότης Ἀλλʼ οὐκ ἔκὠδέν. Ἀλλὰ τὸ συβίνη λαβέ.
Ἔπειτα κομίσι σʼ αὖτις. Ἀκολούτει, τέκνον.
Σὺ δὲ τοῦτο τήρει τὴ γέροντο, γρᾴδιο.
Ὄνομα δέ σοι τί ἐστιν; Εὐριπίδης Ἀρτεμισία.
Τοξότης Μεμνῆσι τοίνυν τοὔνομʼ· Ἀρταμουξία.
Εὐριπίδης Ἑρμῆ δόλιε, ταυτὶ μὲν ἔτι καλῶς ποεῖς.
Σὺ μὲν οὖν ἀπότρεχε, παιδάριον, τουτὶ λαβών·
ἐγὼ δὲ λύσω τόνδε. Σὺ δʼ ὅπως ἀνδρικῶς
ὅταν λυθῇς τάχιστα φεύξει καὶ τενεῖς
ὡς τὴν γυναῖκα καὶ τὰ παιδίʼ οἴκαδε.
Κηδεστής Ἐμοὶ μελήσει ταῦτά γʼ, ἢν ἅπαξ λυθῶ.
Εὐριπίδης Λέλυσο. Σὸν ἔργον, φεῦγε πρὶν τὸν τοξότην
ἥκοντα καταλαβεῖν. Κηδεστής Ἐγὼ δὴ τοῦτο δρῶ.
Τοξότης Ὦ γρᾴδιʼ, ὠς καρίεντό σοι τὸ τυγάτριον
κοὐ δύσκολʼ, ἀλλὰ πρᾶο. Ποῦ τὸ γρᾴδιο;
Οἴμʼ ὠς ἀπόλωλο. Ποῦ τὸ γέροντʼ ἐντευτενί;
Ὦ γρᾴδιʼ, ὦ γρᾶʼ. Οὐκ ἐπαινῶ, γρᾴδιο.
Ἀρταμουξία. Διέβαλέ μοὐ γραῦς. Ἀπότρεκʼ ὠς τάκιστα σύ.
Ὀρτῶς δὲ σὺ συβίνη· καταβεβίνησο γάρ.
Οἴμοι, τί δρᾶσι; Ποῖ τὸ γρᾴδιʼ; Ἀρταμουξία.
Χορός Τὴν γραῦν ἐρωτᾷς ἣ ʼφερεν τὰς πηκτίδας;
Τοξότης Ναί, ναίκι. Εἶδες αὐτό; Χορός Ταύτῃ γʼ οἴχεται
αὐτή τʼ ἐκείνη καὶ γέρων τις εἵπετο.
Τοξότης Κροκῶτʼ ἔκοντο τὴ γέροντο; Χορός Φήμʼ ἐγώ·
ἔτʼ ἂν καταλάβοις, εἰ διώκοις ταυτῃί.
Τοξότης Ὦ μιαρὸ γρᾶο. Πότερο τρέξι τὴν ὀδό;
Ἀρταμουξία. Χορός Ὀρθὴν ἄνω δίωκε. Ποῖ θεῖς; Οὐ πάλιν
τῃδὶ διώξεις; Τοὔμπαλιν τρέχεις σύ γε.
Τοξότης Κακόδαιμον. —Ἀλλὰ τρέξι. Ἀρταμουξία.
Χορός Τρέχε νυν κατὰ τάχος ἐς κόρακας ἐπουρίσας.
Ἀλλὰ πέπαισται μετρίως ἡμῖν·
ὥσθʼ ὥρα δή ʼστι βαδίζειν
οἴκαδʼ ἑκάστῃ. Τὼ Θεσμοφόρω δʼ
ἡμῖν ἀγαθήν
τούτων χάριν ἀνταποδοῖτον.