ΑΚΟΝΤΙΖΟΜΕΝΟΣ
ὥστʼ ἐνίοτʼ ἂν τούτοισι ποιῶν ματτύην
σπεύδων ἅμʼ εἰσήνεγκα διαμαρτὼν μίαν
ἄκων περιφορὰν τῶν νεκρῶν ὡς τὸν νεκρόν.
ΘΕΣΜΟΦΟΡΟΣ
σφόδρα μοι κεχάρισαι, Σιμία, νὴ τοὺς θεούς,
ταυτὶ προείπας· τὸν μάγειρον εἰδέναι
πολὺ δεῖ γὰρ ἀεὶ πρότερον οἷς μέλλει ποιεῖν
τὸ δεῖπνον ἢ τὸ δεῖπνον ἐγχειρεῖν ποιεῖν·
ἂν μὲν γὰρ ἕν τις τοῦτʼ ἐπιβλέψῃ μόνον
τοὔψον ποιῆσαι κατὰ τρόπον πῶς δεῖ, τίνα
τρόπον παραθεῖναι δʼ ἢ πότʼ ἢ πῶς σκευάσαι
δεῖ, μὴ προΐδηται τοῦτο μηδὲ φροντίσῃ,
οὐκέτι μάγειρος, ὀψοποιὸς δʼ ἐστί που·
οὐ ταὐτὸ δʼ ἐστὶ τοῦτο· πολὺ διήλλαχεν·
. . στρατηγὸς πᾶς καλεῖθʼ ὃς ἂν λάβῃ
δύναμιν, ὁ μέντοι δυνάμενος κἀν πράγμασιν
ἀναστραφῆναι καὶ διαβλέψαι τί που
στρατηγός ἐστιν, ἡγεμὼν δὲ θάτερον,
οὕτως ἐφʼ ἡμῖν σκευάσαι μὲν ἢ τεμεῖν
ἡδύσμαθʼ ἑψῆσαί τε καὶ φυσᾶν τὸ πῦρ
ὁ τυχὼν δύναιτʼ ἄν,
ὁ δὲ μάγειρος ἄλλο τι.
συνιδεῖν τόπον, ὥραν, τὸν καλοῦντα, τὸν πάλιν
δειπνοῦντα, πότε δεῖ καὶ τίνʼ ἰχθὺν ἀγοράσαι
. . . . . πάντα μὲν λήψει σχεδὸν
ἀεὶ γάρ, οὐκ ἀεὶ δὲ τὴν τούτων χάριν
ἔχεις ὁμοίαν, οὐδʼ ἴσην τὴν ἡδονήν.
Ἀρχέστρατος γέγραφέ τε καὶ δοξάζεται
παρά τισιν οὕτως ὡς λέγων τι χρήσιμον,
τὰ πολλὰ δʼ ἠγνόηκε κοὐδὲ ἓν λέγει.
μὴ πάντʼ ἄκουε μηδὲ πάντα μάνθανε
τῶν βυβλίων ὅσʼ ἐστὶ καταγεγραμμένα·
κενὰ μᾶλλον ἢ ὅτʼ ἦν οὐδέπω γεγραμμένα
οὐδʼ ἔστιν εἰπεῖν περὶ μαγειρικῆς· ἐπεὶ
εἶπʼ ἀρτίως . . . . . . . .
ὅρον γὰρ οὐκ ἔσχηκεν, οὗ ὁ καιρός,
αὐτὴ δʼ ἑαυτῆς ἐστι δεσπότης· ἐὰν δʼ
εὖ μὲν σὺ χρήσῃ τῇ τέχνῃ, τὸν τῆς τύχης
καιρὸν δʼ ἀπολέσῃς, παραπόλωλεν ἡ τέχνη.
ΣΙΜ. ἄνθρωπε, μέγας εἶ. Α. τουτονὶ δʼ ὃν ἀρτίως
ἔφησθʼ ἔχοντα πεῖραν ἥκειν πολυτελῶν
πολλῶν τε δείπνων ἐπιλαθέσθαι, Σιμία,
πάντων ποιήσω, θρῖον ἂν δείξω μόνον
παραθῶ τε δεῖπνον ὄζον αὔρας Ἀττικῆς.
ἐξ ἀντλίας ἥκοντα καὶ γέμοντʼ ἔτι
φορτηγικῶν μοι βρωμάτων κἀγωνίας
τἠμῇ ποιήσω νυστάσαι παροψίδι.
ΟΜΩΝΥΜΟΙ
ἄγε δὴ Δρόμων, νῦν εἴ τι κομψὸν ἢ σοφὸν
ἢ γλαφυρὸν οἶσθα τῶν σεαυτοῦ πραγμάτων,
φανερὸν ποίησον τοῦτο τῷ διδασκάλῳ.
νῦν τὴν ἀπόδειξιν τῆς τέχνης αἰτῶ σʼ ἐγώ.
εἰς πολεμίαν ἄγω σε· θαρρῶν κατάτρεχε·
ἀριθμῷ διδόασι τὰ κρέα καὶ τηροῦσί σε.
τακερὰ ποιήσας ταῦτα καὶ ζέσας σφόδρα,
τὸν ἀριθμὸν αὐτῶν, ὡς λέγω σοι, σύγχεον.
ἰχθὺς ἁδρὸς πάρεστι· τἀντός ἐστι σά.
κἂν τέμαχος ἐκκλίνῃς τι, καὶ τοῦτʼ ἐστὶ σόν,
ἕως ἂν ἔνδον ὦμεν· ὅταν ἔξω δʼ, ἐμόν.
ἐξαιρέσεις καὶ τἄλλα τἀκόλουθʼ ὅσα
οὔτʼ ἀριθμὸν οὔτʼ ἔλεγχον ἐφʼ ἑαυτῶν ἔχει,
περικόμματος δὲ τάξιν ἢ θέσιν φέρει,
εἰς αὔριον σὲ κἀμὲ ταῦτʼ εὐφρανάτω.
λαφυροπώλῃ παντάπασι μεταδίδου,
τὴν πάροδον ἵνʼ ἔχῃς τῶν θυρῶν εὐνουστέραν.
τί δεῖ λέγειν με πολλὰ πρὸς συνειδότα;
ἐμὸς εἶ μαθητής, σὸς δʼ ἐγὼ διδάσκαλος.
μέμνησο τῶνδε καὶ βάδιζε δεῦρʼ ἅμα.
Κηφισόδωρόν φασιν ἐπικαλούμενον
πλάνον τινʼ ἐν Ἀθήναις γενέσθαι, τὴν σχολὴν
εἰς τοῦτο τὸ μέρος τοῦ βίου καταχρώμενον.
τοῦτον ἐντυχόντα πρὸς τὸ σιμὸν ἀνατρέχειν,
ἢ συγκαθεῖναι τῇ ʼπὶ τῇ βακτηρίᾳ.
ΣΩΙΖΟΥΣΑ
ὅσα δʼ ἐστὶν εἴδη Θηρικλείων τῶν καλῶν,
γύναι, δικότυλοι, τρικότυλοι, δεῖνος μέγας
χωρῶν μετρητήν, κυμβίον, σκύφοι, ῥυτά.
Β. ποτήριʼ ἡ γραῦς, ἄλλο δʼ οὐδὲ ἓν βλέπει.
πρὸς τὸν τελευτήσανθʼ ἕκαστος, κἂν σφόδρα
ζῶν ἐχθρὸς ᾖ τις, γίνεται φίλος τότε.
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
ἔπειτα δʼ οὐδὲ τοῦτο γινώσκεις ὅτι
τοῖς οὐδὲν οὖσιν οὐδὲ εἷς ὅλως φθονεῖ; . . . . . . . . . . .
ἀεὶ τὰ σεμνὰ πάντα κέκτηται φθόνον. . . . . . . . . . . .
ἅπαν τὸ λίαν συνετόν ἐστʼ ἐπίφθονον. . . . . . . . . . . .
λιτὸς γενόμενος τοῖς ἔχουσι μὴ φθόνει. . . . . . . . . . . .
εἰσίν τινες νῦν οὓς τὸ βασκαίνειν τρέφει.