Πόρνους μεγάλους Τιμαρχώδεις.
Καλὸν δὲ τὸ ζῆν, ἄν τις ὡς δεῖ ζῆν μάθῃ.
Δᾶος πάρεστι τί ποτʼ ἀγγελῶν ἄρα;
Οὐδʼ ὅσον ἀκαρῆ τῆς τέχνης ἐπίσταμαι.
Κατέπεσον ἀκαρὴς τῷ δέει.
Γήμαντος αὐτοῦ δʼ εὐθὺς ἔσομʼ ἐλεύθερος.
Ὡς τοῦτο δʼ εἶδεν, εὐθὺς ἦν ἄνω κάτω.
Ἀλλὰ θῦε τοὺς κέδρους.
Καὶ περιβόητον πᾶσιν ἀνθρώποις ποιεῖ
αὑτὸν ὁ Κράτης, καὶ τοῦτο δὴ τὸ λεγόμενον
ἥττων ἑαυτοῦ πορνιδίῳ τρισαθλίῳ
ἑαυτὸν οὕτω παραδέδωκεν.
Χρηστοῦ δίδαγμʼ εὐηθίας
καὶ φιλανθρώπου λογισμοῦ.
Δεῖ δʼ οἶμαι γαμεῖν
τὸν ἐπιμελῆσαι δυνατόν, οἰκονομεῖν ὄχλον
πλείω. τὸν ἀμελῆ μᾶλλον ἐπιθυμοῦντα δέ
σχολῆς, ἵνʼ ἔχων οἰκονόμον ἀδεῶς περιπατῇ.
Τὴν ἀξίαν ἔδει γαμεῖν τὸν ἄξιον.
Ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ κωρύκῳ.
Ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖν.
Οὐκ ἂν γένοιο μᾶλλον ἤ σε δεῖ ξένος ξένος.
Ἐγώ σʼ ἔθηκα δοῦλον ὄντʼ ἐλεύθερον.
Τὴν λαμπροτάτην πόλεων πασῶν ὁπόσας ὁ Ζεὺς ἀναφαίνει.
Ὁ Μνησίθεος δʼ ἔφη τὸν οἶνον τοὺς θεούς
θνητοῖς καταδεῖξαι τοῖς μὲν ὀρθῶς χρωμένοις
ἀγαθὸν μέγιστον, τοῖς δʼ ἀτάκτως τοὔμπαλιν·
τροφήν τε γὰρ δίδωσι τοῖσι χρωμένοις,
ἰσχύν τε ταῖς ψυχαῖσι καὶ τοῖς σώμασιν.
εἰς τὴν ἰατρικήν τε χρησιμώτατον·
καὶ τοῖς ποτοῖς γὰρ φαρμάκοις κεράννυται,
καὶ τοῖσιν ἑλκωθεῖσιν ὠφέλημʼ ἔχει,
ἐν ταῖς συνουσίαις τε ταῖς καθʼ ἡμέραν
τοῖς μὲν μέτριον πίνουσι καὶ κεκραμένον
εὐθυμίαν, ἐὰν δʼ ὑπερβάλῃς, ὕβριν,
ἐὰν δʼ ἴσον ἴσῳ προσφέρῃ, μανίαν ποιεῖ,
ἐὰν δʼ ἄκρατον, παράλυσιν τῶν σωμάτων.
Ἀλλὰ ξενῶνας οἶγε καὶ ῥᾶνον δόμους,
στρώννυ τε κοίτας καὶ πυρὸς φλέξον μένος,
κρατῆρά τʼ αἴρου καὶ τὸν ἥδιστον κέρα.
Οὔτʼ ἀλφίτοισι χαίρομεν·
πλήρης γὰρ ἄρτων ἡ πόλις.
Μέλη πάραυλα κἀκρότητα κύμβαλα.
Γαστέρας
αὐταῖσι μήτραις καὶ καλῶν ζωμῶν πλέας.
Πᾶσιν δὲ θνητοῖς βούλομαι παραινέσαι
τοὐφήμερον ζῆν ἡδέως· ὁ γὰρ θανών
τὸ μηδέν ἐστι καὶ σκιὰ κατὰ χθονός.
μικροῦ δὲ βιότου ζῶντʼ ἐπαυρέσθαι χρεών.
Γυμνὴν ἐποίησε τὴν Ἀθηνᾶν Λαχάρης
οὐδὲν ἐνοχλοῦσαν.
Ἀγαθὸς ἀνὴρ λέγοιτʼ ἂν ὁ φέρων τἀγαθά.
Ἀγαθὸς ἂν εἴη χὠ φέρων καλῶς κακά.
Εὐκαταφρόνητός ἐστι πενία, Δερκύλε.
Ἐπὶ τοῖς παροῦσι τὸν βίον διάπλεκε.
Ἡ τῶν φίλων σοι πίστις ἔστω κεκριμένη.
Ἀλλʼ Ἀλκιβιάδην τὸν ἁβρόν, ὦ γῆ καὶ θεοί,
ὃν ἡ Λακεδαίμων μοιχὸν ἐπιθυμεῖ λαβεῖν.
Περιφέρειν ματτύην καὶ ποδάριον,
καὶ γαστρίον τακερόν τι καὶ μήτρας ἴσως.
Γλῶττάν τέ σοι
δίδωσιν ἐν δήμῳ φορεῖν
καλῶν λόγων ἀείνων,
ᾗ πάντα κινήσεις λέγων.
Κᾆτʼ ἀπερρώγειν ὁ πούς.
Κυψέλην δʼ ἔχεις
ἄπλατον ἐν τοῖς ὠσίν.
Ἀπόδυθι ταχέως, Πάμφιλʼ, ἡμέτερος ὁ πλοῦς.
Σύκῳ μὰ τὴν Δήμητρα σῦκον οὐδὲ ἕν
οὕτως ὅμοιον γέγονεν
Οὐδὲν γλυκύτερόν ἐστιν ἢ πάντʼ εἰδέναι.
Ἡ δεῦρʼ ὁδός σοι τί δύναται νῦν, θεοπρόπε;
Ὧν ἐστι τὸ ζῆν οὐδὲν ἄλλʼ ἢ κραιπάλη,
βαλανεῖʼ, ἄκρατος, ἀμίδες, ἀργία, πότος.
Μιλησία
σμάραγδος, ἐμπόλημα τιμηέστατον.
Καὶ μαστίχην τρώγοντες, ὄζοντες μύρου.
Τὸ δʼ ὅλον οὐκ ἐπίσταμαι
ἐγὼ ψιθυρίζειν, οὐδὲ κατακεκλασμένος
πλάγιον ποιήσας τὸν τράχηλον περιπατεῖν,
ὥσπερ ἑτέρους ὁρῶ κιναίδους ἐνθάδε
πολλοὺς ἐν ἄστει καὶ πεπιττοκοπημένους.
Ἂν μῦς διορύξῃ βωμὸν ὄντα πήλινον,
κἂν μηδὲν ἄλλʼ ἔχων διατράγῃ θύλακον,
ἀλεκτρυὼν τρεφόμενος ἂν ἀφʼ ἑσπέρας
ἄσῃ, τιθέμενοι τοῦτο σημεῖόν τινες.
Τίς ὧδε μῶρος καὶ λίαν ἀνειμένος
εὔπιστος ἀνδρῶν, ὅστις ἐλπίζει θεούς
ὀστῶν ἀσάρκων καὶ χολῆς πυρουμένης,
ἃ καὶ κυσὶν πεινῶσιν οὐχὶ βρώσιμα,
χαίρειν ἀπαρχαῖς καὶ γέρας λαχεῖν τόδε;
Ἀφόρητός ἐστιν εὐτυχῶν μαστιγίας.
Βασιλεῖς ἐγένοντο χοἰ πρὶν ὄντες αἰπόλοι.
Ἀμέλει ταδί μοι πρῶτον ἀμπίσχου λαβών.
Σύγγνωθί μοι καὶ μὴ χαλεφθῇς ὦ πάτερ.
Δῆμος ἄστατον κακόν
καὶ θαλάττῃ πάνθʼ ὅμοιον ὑπʼ ἀνέμου ῥιπίζεται,
καὶ γαληνὸς ἔντʼ ἠχῷ πρὸς πνεῦμα βραχὺ κορύσσεται,
κἄν τις αἰτία γένηται τὸν πολίτην κατέπιεν.
Δέσποινα πόλεων, πότνιʼ Ἀθηναίων πόλις,
ὡς δὴ καλόν σου φαίνεται τὸ νεώριον,
ὡς καλὸς ὁ Παρθενών, καλὸς δʼ ὁ Πειραιεύς.
ἄλση δὲ τίς πω τοιάδʼ ἔσχʼ ἄλλη πόλις;
καὶ τοὐρανοῦ γʼ ὥς φασιν ἔστιν ἐν καλῷ.
Τὸν νομοθέτην φασὶν Χαρώνδαν ἔν τινι
νομοθεσίᾳ τά τʼ ἄλλα καὶ ταυτὶ λέγειν·
ὁ παισὶν αὑτοῦ μητρυιὰν ἐπεισάγων
μήτʼ εὐδοκιμείσθω μήτε μετεχέτω λόγου
παρὰ τοῖς πολίταις, ὡς ἐπείσακτον κακόν
κατὰ τῶν ἑαυτοῦ πραγμάτων πεπορισμένος.
εἴτʼ ἐπέτυχες γάρ, φησί, γήμας τὸ πρότερον,
εὐημερῶν κατάπαυσον· εἴτʼ οὐκ ἐπέτυχες,
μανικὸν τὸ πεῖραν δευτέρας λαβεῖν πάλιν.
Οὑριστικὸς δʼ Εὐβουλίδης κερατίνας ἐρωτῶν
καὶ ψευδαλάζοσιν λόγοις τοὺς, ῥήτορας κυλίων
ἀπῆλθʼ ἔχων Δημοσθένους τὴν ῥωποπερπερήθραν.
Ὡς Πριαμίδαισιν ἐμφερὴς ὁ βουκόλος.
Εἶτα φίλʼ, ὃς ἔχεις γυναῖκα σχοινίων πωλουμένων;
Πάμφιλος γαμεῖ; γαμείτω· καὶ γὰρ ἠδίκησέ με.
Ὁ δʼ ἀγοράζει κλεῖδʼ ἔχων.
Ἵνα μὴ τὸ γῆρας ἐπαναβὰν αὐτὸν λάθῃ.
Ἀπεψίαν πέπονθεν ἐξ ἀπληστίας.
Ἁβροείμονές τε καὶ κατηγλαϊσμένοι.
Κἂν αἰγέρων ἔφυσαν εὐγενέστεραι.
Ναστοὺς τροφαλίδας ἀμφιφῶντας ἰτρία.
Μοχθηρὸς ὢν καὶ τὴν γνώμην ἀχερδούσιος.
Τὸν βδόλον δʼ οὐκ ἔστιν ἥτις
ῥὶς ὑποστῆναι δύναιτʼ ἄν.
Ὕδωρ δὲ πίνει τὸν δὲ Βίβλινον στυγεῖ.
Τῇ κλίμακι
διαστρέφονται κατὰ μέλη στρεβλούμενοι.
Ὅστις τῆς ὁδοῦ
ἡγήσεταί σοι τὴν ἐπιτάξ.
Ὦ Ζεῦ γενέσθαι τῆσδέ μʼ ἐξάντην νόσου.
Κἄγωγʼ ἂν ἔζην καὶ σὺ τὸν λοιπὸν χρόνον.
Συνεπίνομέν τε καὶ συνεκοτταβίζομεν.
Τῶν κοτταβίων τὰ πολλὰ ἡμέτερα ἦν.
Ἔχων μὲν ἐν τῇ χειρὶ μῶλυ.
Περίθες σεαυτῷ τὸν πνιγέα.
Ἧς χωρὶς οὐδὲν σεμνὸν ἐξευρίσκεται.
Ἄρξαντος ἀνδρὸς δημόσια τὰ χρήματα.
Ἐξὸν καθεύδειν τὴν ἐρωμένην ἔχων.
Μὴ καταγελᾶτε τοῖς ἐμοῖς παθημάτοις.
Δυοῖν γυναικοῖν εἷς ἀνὴρ οὐ στέργεται.
Οὗτοι δʼ ἀφεστήκασι πλεῖν ἢ δύο δόχμα.
Νέα δʼ ἔτʼ ἐστίν, οὐχ ὁρᾷς; καὶ γνῶμʼ ἔχει.
Τὸ γνῶμα γοῦν βέβληκεν ὡς οὖσʼ ἑπτέτης.
Χρόαν δὲ τὴν σὴν ἥλιος λάμπων φλογί
αἰγυπτιάσει.
Τὸν ἄνδρʼ ἀπωσάμην τε κἀπεγλαψάμην.
Ψελλόν ἐστι καὶ καλεῖ
τὴν ἄρκτον ἄρτον, τὴν δὲ Τυρὼ τροφαλίδα,
τὸ δʼ ἄστυ σῦκα.
Ἕξιππα καὶ τέθριππα καὶ ξυνωρίδες.
Ἑκάβην ὀτοτύζουσαν καὶ καόμενον τὸν ἀχυρμόν.
Ὃς τόνδʼ ἔχεις τὸν σηκὸν ἵλεως γενοῦ.
Εἶτα δή
εἰς τὴν πόλιν ἄξεις τήνδε τὴν ὀνώνιδα;
Οὐδʼ Ἰταλιώτης, οὐδʼ ἀλαζὼν οὐδαμῶς.
Ἐκ τοῦ γὰρ ἐσορᾶν γίγνετʼ ἀνθρώποις ἐρᾶν.
Ἀπτῆνα, τυτθόν, ἄρτι γυμνὸν ὀστράκων.
Ἀλλʼ ἢ τρίορχος ἢ πτέρων ἢ στρουθίας.
Τίς γὰρ ἄν
ἀντὶ ῥαφανῖδος ὀξυθύμιʼ εἰσορῶν
ἔλθοι πρὸς ἡμᾶς;
Φοινικελίκτην καὶ λόγων ἀλαζόνα.
Οὐδʼ Ἀμυνίαν ὁρᾶτε πτωχὸν ὄντʼ ἐφʼ ἡμῖν;
Τῶν πολιτῶν ἄνδρας ὑμῖν δημιουργοὺς ἀποφανῶ.
Θυμελικὰν ἴθι μάκαρ φιλοφρόνως εἰς ἔριν.
Εὐφράνας ἡμᾶς ἀπόπεμπʼ οἴκαδʼ ἄλλον ἄλλοσε.
Ἀνάπιπτε. Β. πότερον ἀνδριάντας ἑστιᾷς;
Βδελυρὸν μὲν οὖν τὸ πρᾶγμα, κοὐκ ἂν ἐβουλόμην
λαχεῖν· ἐπειδὴ δʼ ἔλαχον, οὐκ ἂν ἐβουλόμην.
Ἔνθα σταθεὶς φρές μʼ ὡς τὸ μειρακύλλιον.
Ἀργοὶ κάθηνταί μοι γυναῖκες τέτταρες.
Βαὺ βαὺ καὶ κυνὸς φωνὴν ἱείς.
Ἀγρὸν ἔσχʼ ἐλάττω γῆν ἔχοντʼ ἐπιστολῆς
Λακωνικῆς.
Τοῖς γὰρ λάλοισιν ἐξ ἄκρου
ἡ γλῶττα πᾶσίν ἐστι τετρυπημένη.
Ἡ Μυῖα δʼ ἔδακνεν αὐτὸν ἄχρι τῆς καρδίας.
Ἄγροικός εἰμι τὴν σκάφην σκάφην λέγων.
Μολυβδίνας ἔχων πέδας ἐν βορβόρῳ κάθηται.
Τουτὶ μὲν ὑπομόχθηρον, ἄλλο μοι λέγε.
Ἤδη δὲ λέξω τὸν λόγον τοῦ δράματος.
Σκῆψις εὑρεθήσεται,
λόγος τις.
Ἤμην πότʼ ἤμην τῶν σφριγώντων ἐν λόγοις.
Χειμῶνος ὄντος τρεῖς σισύρας ὑφείλετο.
Μουσῶν εὐκόλων ἀνθρήνιον.
Τοιαῦτα μέντοι πόλλʼ ἀναγκαίως ἔχει
πάσχειν, ὅταν λάγνην τὸν ὀφθαλμὸν φορῇς.
Ὦ πρόδοτι καὶ παραγωγὲ καὶ μύραινα σύ.
Μήθʼ ἁλμυρὸν εἶναι μήτε μῶρον ἐς τὸ πᾶν.
Οὐκ ἂν φθάνοιμι τὴν μάχαιραν παρακονῶν.
Παῦσαι μελῳδοῦσʼ, ἀλλὰ πεζῇ μοι φράσον.
Ἤδη γάρ εἰμι μουσικώτερος τρύχνου.
Τρώκτης σφόδρʼ ἐστίν, ἅμα σεσηρὼς καὶ γελῶν.
Ἀκράχολον καὶ δύσκολόν τι φθέγγεται.
Αἰσχυνόμενος δὲ περιπλέκει τὴν συμφοράν.
Θερμολουσίαις ἁπαλοί, μαλθακευνίαις ἁβροί.
Ἀνόητά γʼ εἰ τοῦτʼ ἦλθες ἐπιτάξων ἐμοί.
Ἀνεβόησεν οὐράνιον ὅσον.
Αὐτόκακον ἔοικε τῷδε.
Ἀστεῖον εἰπεῖν καὶ κατερρινημένον.
Ἄψυχον ἄνδρα λαμβάνειν συνέμπορον.
Ἐλαφρὸν παραινεῖν τῷ κακῶς πεπραγότι.
Χωρὶς γὰρ οἰκοῦσʼ ἁρεταὶ τῶν ἡδονῶν.
Εὐδαίμων Πολίαγρος
οὐράνιον αἶγα πλουτοφόρον τρέφων.
Τάλαντον ἡ προίξ· μὴ λάβω; ζῆν δʼ ἔστι μοι
τάλαντον ὑπεριδόντι; τεύξομαι δʼ ὕπνου
προέμενος; οὐ δώσω δὲ κἀν Αἵδου δίκην
ὡς ἠσεβηκὼς εἰς τάλαντον ἀργυροῦν;
Γέρων γέροντι γλῶτταν ἡδίστην ἔχει,
παῖς παιδί, καὶ γυναικὶ πρόσφορον γυνή,
νοσῶν τʼ ἀνὴρ νοσοῦντι, καὶ δυσπραξίᾳ
ληφθεὶς ἐπῳδός ἐστι τῷ πειρωμένῳ.
Ἐμέ, Νικόμαχε, πρὸς τὸν στρατιώτην τάξατε,
ἂν μὴ ποιήσω πέπονα μαστιγῶν ὅλον,
ἂν μὴ ποιήσω σπογγιᾶς μαλακώτερον
τὸ πρόσωπον.
Ὅταν δὲ νυστάζοντά μʼ ἡ λύπη λάβῃ,
ἀπόλλυμʼ ὑπὸ τῶν ἐνυπνίων.
Εἶτʼ εἰ μὲν ᾔδεις, ὅτι τοῦτον τὸν βίον,
ὃν οὐκ ἐβίωσε, ζῶν διευτύχησεν ἄν,
ὁ θάνατος οὐκ εὔκαιρος· εἰ δʼ ἤνεγκεν ἄν
οὗτος ὁ βίος τι τῶν ἀνηκέστων, ἴσως
ὁ θάνατος αὐτὸς σοῦ γέγονεν εὐνούστερος.
Τὰ πανοῦργα ταῦτʼ ὀψάρια χὐποτρίμματα.
Ὅ τι προῖκα μόνον ἔδωκαν ἡμῖν οἱ θεοί,
τὸν ὕπνον, τί τοῦτο πολυτελὲς σαυτῷ ποιεῖς;
Ἔα μʼ ἀπολέσθαι· τοῦτο γάρ μοι συμφέρει.
Τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε,
κακὸν ὀξυδορκεῖς, τὸ δʼ ἴδιον παραβλέπεις;
Ὁ δʼ οὔτʼ ἄγαν ὀπτοῖσιν οὔθʼ ἑφθοῖς ἄγαν,
οὔθʼ ἧττον οὔτε μᾶλλον οὔτε διὰ μέσου
ἠρτυμένοισι χαίρων ὥστʼ ἐπαινέσαι.
Ὦ φιλτάτη κλίνη.
Βακχὶς θεόν σʼ ἐνόμισεν, εὐδαῖμον λύχνε·
καὶ τῶν θεῶν μέγιστος, εἰ ταύτῃ δοκεῖς.
Τὸ φάρμακόν σου τὴν νόσον μείζω ποιεῖ.
Στρωμνὰς ἁλουργοὺς καὶ τραπέζας πολυτελεῖς.
Σκληράν, ἄκαρπον καὶ φυτεύεσθαι κακήν.
Τὰ δʼ Ἴσθμιʼ ἀποδοίμην ἂν ἡδέως ὅσου
ὁ τῶν σελίνων στέφανός ἐστιν ὤνιος.
Οἰκειότητα δʼ ἐμβλέπων ὠλίσθανον,
ἀγένειος ἁπαλὸς καὶ νεανίας καλός.
Ἐμφύντʼ ἀποθανεῖν κἀπιγράμματος τυχεῖν.
Τίς δʼ ἄν σε νύμφη, τίς δὲ παρθένος νέα
δέξαιτʼ ἄν; εὖ γʼ οὖν ὡς γαμεῖν ἔχεις τάλας.
Γαμῶ γέρων εὖ οἶδα καὶ τοῖς γείτοσιν.
Λευκή με θρὶξ ἀπόμισθον ἐντεῦθεν ποιεῖ.
Γερονταγωγῶν κἀναμισθαρνεῖν διδούς.
Μητίοχος μὲν γὰρ στρατηγεῖ, Μητίοχος δὲ τὰς ὁδούς,
Μητίοχος δʼ ἄρτους ἐποπτᾷ, Μητίοχος δὲ τἄλφιτα,
Μητίοχος δὲ πάντα ποιεῖ, Μητίοχος δʼ οἰμώξεται.
Δειπνῶμεν ἵνα θύωμεν ἵνα λουώμεθα.
Τί καὶ κάθῃ; πίωμεν· οὐ καὶ σιτία
πάρεστιν ὦ δύστηνε; μὴ σαυτῷ φθόνει.
οἱ δʼ εὐθὺς ἠλάλαξαν, ἐν δʼ ἐκίρνατο
οἶνος· φέρων δὲ στέφανον ἀμφέθηκέ τις·
ὑμνεῖτο δʼ αἰσχρῶς κλῶνα πρὸς καλὸν δάφνης,
ὁ Φοῖβος οὐ προσῳδά· τήν τʼ ἐναύλιον
ὠθῶν τις ἐξέκλαξε σύγκοιτον φίλην.
Ἐξυβρίσας πειθαρχεῖν οὐκέτι τολμᾷ,
ἀλλὰ δακνάζει τὴν Εὔβοιαν καὶ ταῖς νήσοις ἐπιπηδᾷ.
Δεινὸν ... κεραυνὸν ἐν γλώττῃ φέρει.
Ἀνὴρ ἄριστος τἄλλα πλὴν ἐν ἀσπίδι.
Ψαιστὰ λιβανωτὸν μόνα τʼ αὐτῶν ἥσομαι·
οὐ τοῖς φίλοις θύω γὰρ ἀλλὰ τοῖς θεοῖς
τανῦν.
Εἰ μνημονεύεις εὖ παθὼν φιλεῖς τέ με,
ἀπέχω πάλαι, Φιλῖνε, παρὰ σοῦ τὴν χάριν·
τούτου γὰρ αὐτὴν ἕνεκα πρὸς σὲ κατεθέμην.
Ἱμάτιον ἐφόρει μαλακὸν ἐρίων Σικελικῶν.
Τὸ δὲ προσκεφάλαιόν φησιν ἅμα σοὶ βούλομαι.
Ὁ πρῶτος εἰπών «μεταβολὴ πάντων γλυκύ,»
οὐχ ὑγίαινε, δέσποτʼ. ἐκ μὲν γὰρ κόπου
γλυκεῖʼ ἀνάπαυσις, ἐξ ἀλουσίας δʼ ὕδωρ,
καὶ τἄλλα δὴ τὰ τοιαῦτʼ· ἐὰν δʼ ἐκ πλουσίου
πτωχὸς γένηται, μεταβολὴ μὲν ἡδὺ δʼ οὔ.
ὥστʼ οὐχὶ πάντων ἡ μεταβολὴ δὴ γλυκύ.
Ἀλλʼ Ἡράκλεις αὐλεῖ τις.
Καὶ γὰρ μετὰ Κάλλα γέγονα καὶ μετʼ Αἰχμία,
καὶ μετὰ Μενοίτα καὶ μετὰ Περδίκκα πάλιν,
καὶ ναί γε μὰ Δία τρίτον ἔτος μετὰ Κινησία.
Ἐλάνθανές με ῥᾳδιουργῶν περὶ τὴν πόλιν.
Ἡ ναῦλος ἡμῖν τῆς νεὼς ὀφείλεται.
Εἰ συγκεχρῶσθαι τοῖς νεκροῖς δυνήσεται.
Εὐθὺς δὲ Φοῖνιξ γίγνομαι·
τῇ μὲν δίδωμι χειρὶ τῇ δὲ λαμβάνω.
Τὸ κνῖσος ὀπτῶν ὀλλύεις τοὺς γείτονας.
Ὀλίγα τραύματʼ ἐξόπισθʼ ἔχων
τῆς δειλίας σημεῖα κοὐχὶ τοῦ θράσους.
Ἀλλʼ ἔπεσε ταχέως· δειλινὸς γὰρ ἤρξατο.
Ἀμορφότατος τὴν ὄψιν εἰμὶ γὰρ φόβος,
πάντων ἐλάχιστον τοῦ καλοῦ μετέχων θεός.
Κέρδαινʼ ἑταῖρε καὶ θέρους καὶ χειμῶνος.
Βοιωτιάζειν ἔμαθες.
Ἅπαντα τὰ καλὰ τοῦ πονοῦντος γίγνεται.
Ἅπανθʼ ὁ τοῦ ζητοῦντος εὑρίσκει πόνος.
Οὐκ ἄν τις εἴπῃ πολλὰ θαυμασθήσεται,
ὁ μικρὰ δʼ εἰπὼν μᾶλλον ἂν ᾖ χρήσιμα.
Ληρεῖς ἐν οὐ δέοντι καιρῷ φιλοσοφῶν.
Παραπλήσιον πρᾶγμʼ ἐστι γῆρας καὶ γάμος.
τυχεῖν γὰρ αὐτῶν ἀμφοτέρων σπουδάζομεν,
ὅταν δὲ τύχωμεν ὕστερον λυπούμεθα.
Τὸν τῇ φύσει
οἰκεῖον οὐδεὶς καιρὸς ἀλλότριον ποιεῖ.
Γυναῖκα θάπτειν κρεῖττόν ἐστιν ἢ γαμεῖν.
Ὅταν γὰρ ἄλοχον εἰς δόμους ἄγῃ πόσις.
οὐχ ὡς δοκεῖ γυναῖκα λαμβάνει μόνον,
ὁμοῦ δὲ τῇδʼ ἐπεισκομίζεται λαβών
καὶ δαίμονʼ ἤτοι χρηστὸν ἢ τοὐναντίον.
Ἐγὼ γεωργῶ τὸν ἀγρόν, οὐχ ὅπως τρέφῃ
αὐτός με, παρʼ ἐμοῦ δʼ ἵνα τροφὴν προσλαμβάνῃ.
σκάπτω γὰρ αὐτὸς ἐπιμελῶς σπείρω τʼ ἀεί,
καὶ πάντα ποιῶ πρὸς τὸ δοῦναι καὶ λαβεῖν.
ὁ δὲ λαμβάνει μέν, ἀποδίδωσι δʼ οὐδὲ ἕν.
ἀποστερητὴν ἔλαθον ἀγοράσας ἀγρόν.
ἔσπειρα μὲν κριθῶν μεδίμνους εἴκοσιν·
τούτων ἀπέδωκεν οὐδʼ ὅλους τρισκαίδεκα,
οἱ δʼ ἕπτʼ ἐπὶ Θήβας ἐστράτευσάν μοι δοκῶ·
τὸ τῶν γυναικῶν σχῆμα διατηρεῖ μόνον.
Β. ὀνησιφόρα γένοιτο. Α. τοῦτο γίγνεται.
ὃ γὰρ φέρει νῦν οὗτος, εἷς ὄνος φέρει.
Τηρεῖν μὲν ἑτέρους οἱ γέροντες δυνάμεθα,
ὑμεῖς δʼ ἀπολαύειν, ὧν ἔχουσιν, οἱ νέοι.
Ἡ γὰρ σπάνις πρόχειρος εἰς τὸ δρᾶν κακά.
Ἔρημός ἐστʼ ἄνθρωπος ἠπορημένος.
Μηδέποτε πεῖραν τοῖς θεοῖς εὔχου λαβεῖν,
Φαίδιμε, τοιούτου μηδενός, μηδʼ εἰδέναι
ὡς ἔστιν ἑτέρῳ ῥᾴδιον παραινέσαι.
Ἅπανθʼ ὁρῶ
ἅμα τῇ τύχῃ ῥέοντα μεταπίπτοντά τε.
Ἀλλʼ ἐστὶν εὔστοχόν τι βουλευτήριον
ταὐτόματον.
Ἐπηρεαστικόν γέ τι
ταὐτόματόν ἐστι τῷ βίῳ.
Ἡ τὰ θνητῶν καὶ τὰ θεῖα πάντʼ ἐπισκοποῦσʼ ἀεί
καὶ νέμουσʼ ἡμῶν ἑκάστῳ τὴν κατʼ ἀξίαν τύχη
μερίδα.
Ὁ πολὺς χρόνος πάντʼ ἐξελέγχει Νικοφῶν.
Πᾶς ὁ καθʼ ἑαυτὸν τεχνολογῶν θαυμάζεται,
διακρινόμενος δὲ πρὸς ἑτέρους ἐλέγχεται
ὑποβολιμαίαν σύνεσιν ἠμφιεσμένος.
Ἐρημία μεγάλη ʼστὶν ἡ μεγάλη πόλις.
Εἰ δὲ πᾶν ἔχει καλῶς, τῷ παιγνίῳ
δότε κρότον καὶ πάντες ὑμεῖς μετὰ χαρᾶς κτυπήσατε.
Οἶνός μʼ ἔπεισε δαιμόνων ὑπέρτατος.
Χρυσίʼ ἔστʼ ἄπεφθα τοῖς Παταικοῖς ἐμφερῆ.
Ἀπηλλάγημεν πολυχέσου νοσήματος.
Ἀσπαζόμεσθʼ ἐρετμία καὶ σκαλμίδια.
Μυκονίων δίκην
ἐπεισπέπαικεν εἰς τὰ συμπόσια.
Καὶ φθειριῶσαν ὡς ὁ πρὶν Καλλισθένης.
Χαλκεὺς οἷά τις
γέμων καπνοῦ τε καὶ μαρίλης.
Μὴ πολλάκις πρὸς τὸν αὐτὸν δεῖ λίθον
παίειν ἔχοντα καιρὸν ὁμολογούμενον.
Ἀλλʼ οὐδὲν δεῖ περὶ τὸν βωμὸν βαστάζειν τὰς ἐπινοίας.
Ἐν δὲ διχοστασίῃ καὶ Ἀνδροκλέης πολεμαρχεῖ.
Ἤτοι τέθνηκεν ἢ διδάσκει γράμματα.
Εἰ μὴ δύναιο βοῦν ἐλᾶν ἔλαυνʼ ὄνον.
Ἐκκέκοφθʼ ἡ μουσική.
Ἀτὰρ ἐκ καθαρῶν ἀχύρων σῖτον τετρύγηκας.
Γέροντι μηδὲν μηδέποτε χρηστὸν ποιεῖν.
Ἵππος με φέρει, βασιλεύς με τρέφει.
Μηδέποτε μηδεὶς γένοιτο Μεγαρέων σοφώτερος.
Ἐκ τῆς αὐτῆς ψιάθου γεγονώς.