eul_wid: uqy-as

Ἐπιγράμματα
Epigrams

Proclus the Successor Epigrams PDF

book 1 Πρόκλος ἐγὼ γενόμην Λύκιος γένος, ὃν Συριανὸς [para]ἐνθάδ’ ἀμοιβὸν ἑῆς θρέψε διδασκαλίης. ξυνὸς δ’ ἀμφοτέρων ὅδε σώματα δέξατο τύμβος· [para]αἴθε δὲ καὶ ψυχὰς χῶρος ἕεις λελάχοι.
book 2 Ῥηγίνου μελάθροισι τὸν εὐαστὴν Διόνυσον [para]δέρκεο, δεξιτερῇ χειρὶ κυπελλοφόρον, ξανθὴν μὲν σφίγγοντα καρήατος αἴθοπι κισσῷ [para]χαίτην καὶ λαιῇ θυρσοφόρον παλάμῃ, βαπτὰ δὲ πέπλα φέροντα κατὰ χροὸς αἵματι κόχλου [para]καὶ στικτὴν νεβρίδων ἀμφικρεμῆ χλαμύδα. αὐτὸν Βάκχον ἄνακτα δόμων ἔντοσθε δέδορκας εὐξείνων, εὐχαῖς ἵλαον ἑσταότα.