eul_wid: wus-aj
DOI 10.5281/zenodo.20335422

Suda Lexicon, Letter Κ in Greek

The kappa section of the Suda (Σοῦδα, Στοιχεῖον Κ) contains 2,805 entries ranging across grammar, ethnography, natural history, and literary quotation. Early entries treat proper names such as Καβάδης and cult terms like Κάβειροι — the Samothracian deities described here also as a tribal name — alongside colloquial vocabulary such as Κάββαλων and Κάβαξ ("scoundrel") drawn from Old Comedy writers including Ameipsias.

Mid-letter material illustrates the Suda's characteristic method: κέρκος (the tail of a reptile or animal) is glossed with an Aristophanic quotation on a hare's tail and an extended note on the softness of hare-wool, while κέρκουρος identifies a type of vessel and records the proverb "κέρκουρος ἐν λαχάνοις." Entries on vessel-types, topographical names, and proverbial phrases are woven throughout.

The final entries on κυψέλη and its derivatives show the lexicon's antiquarian range: the word denotes both a beehive and a grain-bin, and the article on Κυψελιδῶν ἀνάθημα draws on Plato's Phaedrus to discuss the colossal votive offering at Olympia attributed to the Cypselid dynasty. This letter is accordingly useful for students of Attic comedy, Greek metrology, nautical terminology, and Archaic Corinthian history.

κ 1 Καβάδης: ὄνομα κύριον.
κ 2 Καββαλίς: ὁ καταβαλών. οἷον ἀπὸ κάπης ἅλις ἐσθίων. κλίνεται δὲ καββαλῖνος. ἔγκειται δὲ ἡ κάπη καὶ τὸ ἅλις. περίττωμα γάρ ἐστι τῶν ἀπὸ κάπης ἐσθιόντων ἀλόγων.
κ 3 Καββαλών: ὁ καταβαλών. Ἀμειψίας Μοιχοῖς· καὶ σὺ μὲν ἦλθες κάββαλες τριώβολον.
κ 4 Κάβαξ: πανοῦργος.
κ 5 Κάβαισος: ἄπληστος. κάβος γὰρ μέτρον σιτικόν. καὶ τὸν μέθυσον ἡμεῖς πίθον.
κ 6 Καβειρῶν πόλις. καὶ Κάβειροι, ὄνομα ἔθνους. σημαίνει δὲ καὶ δαίμονας.
κ 7 Καβησός: πόλις. καὶ Καβησόθεν, ἀπὸ Καβησοῦ πόλεως.
κ 8 Κάβος: εἶδος μέτρου. καὶ παροιμία, Κάβου κάβος.
κ 9 Καβύλη: χώρα τῆς Θρᾴκης, ἱδρυμένη πρὸς τῷ Τάξῳ ποταμῷ, κατὰ μέσον τῆς Θρᾴκης.
κ 10 Κάγκανον: ξηρόν.
κ 11 Καγχάζει: ἀθρόως γελᾷ. Εὐνάπιος· οἱ δὲ Οὖννοι πλατὺ καγχά‐ σαντες ᾤχοντο. καὶ Σοφοκλῆς· πάντων καγχαζόντων γλώσσαις. τουτέστι βλασφημούντων. ὁ δὲ κατὰ θυμὸν ἐνεκάγχασεν, ἠγανάκτει δὲ πρὸς τὸν ἀέρα καὶ συνεχῶς ἐβρυχᾶτο. καὶ Καγχασμός, ὁ ἔκχυτος γέλως.
κ 12 Κάγχρυ: τὰς κριθάς. καὶ Καγχρυδίας ἄρτος. Κάγχρυς οὖν τὰς ἀληλεσμένας κριθάς.
κ 13 Κάδης: ἁγιασμός. καὶ συσσείσει κύριος τὴν ἔρημον Κάδης.
κ 14 Καδίσκος: ἀγγεῖόν τι, εἰς ὃ ἐψηφοφόρουν οἱ δικασταί, οὕτως ἐκαλεῖτο. Φρύνιχος Μούσαις· ἰδού, δέχου τὴν ψῆφον· ὁ καδίσκος δέ σοι, ὁ μὲν ἀπολύων οὗτος, ὁ δ’ ἀπολλὺς ὁδί.
κ 15 Καδμεία: ἡ τῶν Θηβαίων ἀκρόπολις.
κ 16 Καδμεία γυνὴ καὶ Καδμεία νίκη, διὰ διφθόγγου· Καδμία δὲ χώρα διὰ τοῦ ι. οἱ δὲ καὶ τοῦτο διὰ διφθόγγου γράφουσι.
κ 17 Καδμεία νίκη: λέγεται ἐπὶ τῶν ἐπὶ κακῷ νικώντων. οἱ μὲν λέγουσιν, ὅτι Θηβαῖοι νικήσαντες ὕστερον ὑπὸ τῶν Ἐπιγόνων ἡττή‐ θησαν· οἱ δὲ ὅτι Οἰδίπους τὸ αἴνιγμα λύσας ἔπαθλον τὴν μητέρα ἔγημε. τίθεται καὶ ἐπὶ τῶν ἀλυσιτελῶν. ὡς δὲ αὐτὸς ὁ τὰ περὶ Θηβῶν συντάξας, ὅτι Κάδμος ἀνελὼν τὸν τὴν Ἀρείαν κρήνην τηροῦντα δράκοντα ἐθήτευσεν Ἄρεϊ ὀκτὼ ἔτη.
κ 18 Καδμεία νίκη: ἀποδιδόασι τὴν ἐπὶ τῆς ἀλυσιτελοῦς νίκης· ἐπεὶ Ἐτεοκλῆς καὶ Πολυνείκης μονομαχήσαντες ἀμφότεροι ἀπώλοντο. ἕτεροι δέ φασιν αὐτὴν λέγεσθαι ἐπὶ τῶν νικώντων μὲν τοὺς πολεμίους, πλείονας δὲ τῶν οἰκείων ἀποβαλλόντων.
κ 19 Καδμεῖος: ὁ Θηβαῖος.
κ 20 Καδμείωνος.
κ 21 Κάδμος: ὁ Μιλήσιος, εὑρετὴς τῶν γραμμάτων. ἐν ἐπιγράμματι Ζήνωνος· εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; ὃν καὶ ὁ Κάδμος κεῖνος, ἀφ’ οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα.
κ 22 Κάδμος, Πανδίονος, Μιλήσιος, ἱστορικός, ὃς πρῶτος κατά τινας συγγραφὴν ἔγραψε καταλογάδην, μικρῷ νεώτερος Ὀρφέως. συνέταξε δὲ κτίσιν Μιλήτου καὶ τῆς ὅλης Ἰωνίας ἐν βιβλίοις δʹ. ὅτι τὸν Κάδμον φασὶ πρῶτον ἐς τὴν Ἑλλάδα κομίσαι τὰ γράμματα, ἅπερ πρῶτοι Φοίνικες ἐφεῦρον.
κ 23 Κάδμος, Ἀρχελάου, Μιλήσιος, ἱστορικὸς νεώτερος. τινὲς δὲ Λυκῖνον Κάδμον ἀνέγραψαν. ἴσως οὖν ἐστὶν ἕτερος. ἔγραφε δὲ ταῦτα· Λύσιν ἐρωτικῶν παθῶν ἐν βιβλίοις δʹ, Ἀττικὰς ἱστορίας ιϛʹ.
κ 24 Κάδος: μέτρον οἰνηρόν. τρισσῶν οἰνοπέδων τρισσοὺς ἱερώσατο τούσδε ἐμπλήσας οἴνου πρωτοχύτοιο κάδους. ἐν Ἐπιγράμμασι.
κ 25 Καδουΐας: βασιλεὺς Σκυθῶν.
κ 26 Κάειρα: πόλις καὶ ὄνομα κύριον.
κ 27 Κάϊν: ὁ τοῦ Ἄβελ ἀδελφός, ὃς πλεονέκτης ἦν· ὁ δὲ Ἄβελ δικαιο‐ σύνης ἐπεμελεῖτο. καὶ ὁ Κάϊν κτείνας τὸν Ἄβελ ἔκρυψε τὸν νεκρὸν αὐτοῦ, λαθεῖν ἐντεῦθεν οἰόμενος. καὶ μετὰ τὴν καταδίκην χειρόνως ἐβίω, ἅρπαξ καὶ πλεονέκτης γενόμενος μέτρα καὶ στάθμια καὶ ὅρους γῆς ἐπενόησε, καὶ πόλιν κτίσας εἰς ἓν συνελθεῖν τοὺς οἰκείους ἠνάγκασε, καὶ οἱ ἐκ γένους αὐτοῦ εἰς πολέμους ἑαυτοὺς ἀπησχό‐ λουν. ὅτι εἴρηταί τισιν, ὡς ὁ Κάϊν ἐκ τῆς τοῦ Διαβόλου σπορᾶς ἐγένετο καὶ μισήσας τὸν ἴδιον ἀδελφὸν τὸν Ἄβελ τοῦτον ἀνεῖλεν. εἴρηται δὲ περὶ τούτου καὶ χρῆσις τοῦ κυρίου ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς Ἰουδαίους· ὑμεῖς τέκνα ἐστὲ τοῦ Διαβόλου. ὁ πατὴρ ὑμῶν ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος ἐστίν, ὡς καὶ ὁ πατὴρ αὐτοῦ. τί δηλοῖ τό, πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει; τοιαύτην ἔχει τὴν λύσιν· ἕκαστος τῷ ἑαυτοῦ ἁμαρτήματι ἀποθανεῖται· ὁ δὲ φόνου κατάρξας καὶ τοῖς ἄλλοις τοῦ ἁμαρτήματος ὑφηγητὴς γενόμενος ἑπταπλασίως τιμωρηθήσεται, τουτέστι πολλαπλασίως. σύνηθες γὰρ τῇ γραφῇ τῷ ἀριθμῷ τούτῳ ἀπροσδιορίστως κεχρῆσθαι, καί ἐστιν ἀδιορί‐ στου πλήθους σημαντικόν, ὡς τό, ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλα‐ σίονα. καί, ὅτι στεῖρα ἔτεκεν ἑπτά. καί, οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά. τὸ μὲν γὰρ τελευτῆσαι τῶν ἐν βίῳ πονηρῶν ἐπάγει τὴν ἀνάπαυσιν, τὸ δὲ ζῆν ἐν φόβῳ καὶ λύπῃ μυρίους ἐπάγει τοὺς ἐν συναισθήσει θανάτους. τρέμων οὖν καὶ στένων ὁ Κάϊν ὥσπερ δαίμονι κάτοχος ἐν ἐπιληψίᾳ πάντα τὸν βίον αὐτοῦ διῆγε, τοῦτο πρὸς τὸ μὴ ἀναιρεθῆναι ὑπό τινος λαβὼν τὸ σημεῖον. ἐκδικούμενα δέ, εἴτε τὰ παρὰ τῷ Κάϊν ἡμαρτημένα λέγοις, εὑρήσεις ἑπτά· εἴτε παρὰ θεοῦ ἐπ’ αὐτῷ ῥηθέντα, οὐδ’ οὕτως ἀποτεύξῃ τῆς ἐννοίας. ἐν μὲν γὰρ τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμήσει Ἄβελ. δεύτερον δόλος, μεθ’ οὗ διελέχθη τῷ ἀδελφῷ εἰπών, διέλθωμεν εἰς τὸ πεδίον. τρίτον φόνος, προσθήκη τοῦ κακοῦ. τέταρτον, ὅτι καὶ ἀδελφοῦ φόνος. πέμπτον, ὅτι καὶ πρῶτος φονεὺς πονηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών. ἕκτον, ὅτι γονεῦσι πένθος ἐνεποίησεν. ἕβδομον, ὅτι θεὸν ἐψεύσατο εἰπών, ὅτι οὐκ οἶδα τὸν ἀδελφόν. αἱ δὲ εἰς κόλασιν αὐτῷ παρὰ τῆς θείας δίκης τιμωρίαι εἰσὶν αὗται. πρώτη κόλασις· ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ. δευτέρα· ἐργᾷ τὴν γῆν. τρίτη· καὶ οὐ προσθήσει δοῦναί σοι τὴν ἰσχὺν αὐτῆς. τετάρτη μετὰ τῆς πέμπτης συνεζευγμένη μάστιξ· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. ἕκτη, ἣν αὐτὸς ἀπεκάλυψεν ὁ Κάϊν εἰπών· εἰ ἐκβαλεῖς με νῦν ἀπό σου, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. ἡ βαρυτάτη κόλασις ὁ ἀπὸ τοῦ θεοῦ χωρισμὸς τοῖς σωφρονοῦσιν. ἑβδόμη τὸ μὴ κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ πᾶσι προκεκηρύχθαι διὰ τοῦ στεναγμοῦ καὶ τοῦ τρόμου. πᾶς οὖν, φησίν, ὁ νῦν τὸν κατὰ σοῦ φόνον ἀποτολμήσας, κακῶν σε τῶν κατὰ τὸν παρόντα βίον ἀπαλλάξας τὴν κατὰ σοῦ παραλύσει τιμωρίαν· διό φησι· καὶ ἔθετο ὁ κύριος σημεῖον τῷ Κάϊν τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν.
κ 28 Καθαγιάζεται: ἀφιεροῦται.
κ 29 Καθαγίσω: καύσω, καθιερώσω.
κ 30 Καθαλάμενος: καταπηδήσας. ὁ δὲ καθαλάμενος ἀπὸ τοῦ ἵππου καὶ τὸ ξίφος ἑλκύσας παίει αὐτόν.
κ 31 Κάθαμμα λύεις: ἐπὶ τῶν δύσλυτόν τι λύειν ἐπιχειρούντων. ἀπὸ τῆς ἁμάξης Μίδου. λόγιον γὰρ τοῖς Φρυξὶν ἐκπεπτώκει, τῆς κομισάσης τὸν Μίδαν ἁμάξης εἴ τις ἐπιλύσειε τὸν δεσμόν, τοῦτον τῆς Ἀσίας ἄρξειν. Ἀλέξανδρος δὲ ἔλυσε.
κ 32 Καθάπαξ: παντελῶς. συλλήβδην. λέγεται καὶ καθάπαν. καθάπαν γε μὴν αὐτοὺς ἐκπολεμεῖν οὐκ ἔδοξεν.
κ 33 Καθαπτός: ἐνδεδυμένος. Ἀριστοφάνης Βατράχοις· νεβρῶν δοραῖς καθαπτός. ὡς ταρακτός. τὸ δὲ ἑτέρως λεγόμενον δηλοῖ τὸ οἷον καθάπτεσθαι.
κ 34 Καθαρίζω· αἰτιατικῇ.
κ 35 Καθᾶραι.
κ 36 Κάθαρμα: οὐ φθείρῃ κάθαρμα, εἶπε, καὶ ἐκποδὼν ἡμῖν ἄπει; Ἀριστοφάνης φησίν. ὑπὲρ δὲ καθαρμοῦ πόλεως ἀνῄρουν ἐστολισμένον τινά, ὃν ἐκάλουν κάθαρμα. κᾆτ’ ἀνελκύσας ἐρωτᾷ σκανδάληθρ’ ἱστὰς ἐπῶν. διχῶς ἀναγινώσκεται· ὑφ’ ἕν, καὶ πάλιν ἀπόστροφος ἐν τῷ ρ, ἵνα ᾖ, σκανδάληθρ’ ἱστὰς ἐπῶν. οἱ δὲ ὑφ’ ἓν ἀναγινώσκοντες ἐξηγοῦνται οὕτως· ἡ μὲν λέξις πεποιήται παρὰ τὰ πέταυρα τῶν παγί‐ δων, ἀπὸ τοῦ σκάζοντα συμπίπτειν καὶ κρατεῖν τὸ ἐμπεσόν. ὁ δὲ νοῦς· ἀνελκύσας ἐπὶ τοῦ βήματος συνηγόρους ἑαυτῷ καὶ θηρευτὰς λόγων ἐρωτᾷ ἡμᾶς· οὕτω γὰρ τὸ ὑπερβατόν. εἶτ’ ἀνελκύσας σκανδάληθρ’ ἱστὰς ἐρωτᾷ ἡμᾶς. σκανδάληθρα δὲ λέγεται τὰ ἐν τοῖς παγίσιν ἐπικαμπῆ ξυλάρια, εἰς ἃ ἐρείδει, ἅπερ Ἀρχίλοχος ῥόπτρον· ἐνταῦθα οὖν λέγει ἐρείσματα λόγων καὶ βάρη.
κ 37 Καθαρῶς: ἀκριβῶς. σαφῶς. εἴ τι ἐν Πέρσαις καθαρὸν ἦν ξυγκαλέσας ἐς πάντας ἐξήνεγκε περὶ τούτων.
κ 38 Καθάρσιον: ἔθος ἦν Ἀθήνησι καθαίρειν τὴν ἐκκλησίαν καὶ τὰ θέατρα καὶ ὅλως τὰς τοῦ δήμου συνόδους μικροῖς πάνυ χοιριδίοις, ἅπερ ὠνόμαζον καθάρσια. τοῦτο δὲ ἐποίουν οἱ λεγόμενοι περιστίαρχοι, ὀνομασθέντες οὕτως ἢ ἀπὸ τοῦ περιστίχειν ἢ ἀπὸ τῆς ἑστίας.
κ 39 Καθαρσιώτερα: λαμπρότερα. καθαρσιώτερα ταῦθ’ ὑπάρχειν καὶ πολυτελέστερα.
κ 40 Κάθαρσις γυναικῶν μαινουσῶν· ζήτει ἐν τῷ Βάκις.
κ 41 Καθ’ αὑτοῦ Βελλεροφόντης: ἐπὶ τῶν ἑαυτοῖς κακὰ ἐπιφε‐ ρόντων. [Start of a diagram][Start of a diagram section]καθ’ αὑτό[End of a diagram section] [Start of a diagram section]δι’ αὑτό[End of a diagram section] [Start of a diagram section]ἑτέρου ἕνεκεν[End of a diagram section] [Start of a diagram section]δι’ ἄλλο[End of a diagram section][End of a diagram] καὶ ἡ μὲν πρώτη ἀντίθεσις λαμβάνεται αὐτῷ ἐκ τῶν ποιητικῶν αἰτίων, ἡ δευτέρα δὲ ἐκ τῶν τελικῶν. οἷον καθ’ αὑτὸ μὲν ἔχομεν τὸ ὁρᾶν· τὸν δὲ πλοῦτον οὐ καθ’ αὑτό, ἀλλὰ δι’ ἄλλο. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἄλλης ἀντιθέσεως. τὴν γὰρ ἀρετὴν δι’ αὑτὸ ἐπιτηδεύομεν καὶ οὐκ ἄλλου τινὸς ἕνεκα· κἂν γὰρ μὴ ᾖ ἀμοιβή, αὐτὴ καθ’ αὑτὴν ἐπιτηδευτέα ἐστί· τὴν μέντοι ἰσχὺν οὐ δι’ αὑτὴν ἔχομεν, ἀλλ’ ἑτέρου ἕνεκα. εἴ τι μὲν οὖν δι’ αὑτό, τοῦτο πάντως καὶ καθ’ ἑαυτό. οὐκ εἴ τι δὲ καθ’ αὑτό, τοῦτο πάντως καὶ δι’ αὑτό. οἷον δι’ αὑτὸ τῇ ψυχῇ ἡ ἀρετή, καὶ ἔστι καθ’ αὑτό· τὸ γὰρ ποιητικὸν αἴτιον τῆς ἀρετῆς ἐν αὐτῇ ἐστι τῇ ψυχῇ· οὐ δεῖται γὰρ ἑτέρου ἔξωθεν εἰς κατόρθωσιν τῆς ἀρετῆς. ὁμοίως καὶ τῷ σώματι δι’ αὑτό ἐστιν ἡ ὑγεία ἀγαθόν· διὸ καὶ καθ’ αὑτό. οὐ μὴν καὶ καθ’ αὑτὸ πάντως καὶ δι’ αὑτό. καθ’ αὑτὸ μὲν γὰρ τῇ ψυχῇ τὸ ὁρᾶν, οὐ μὴν δι’ αὑτό, ἀλλὰ δι’ ἀρετὴν ἢ διὰ τὸ σῴζεσθαι. ὁμοίως δὲ καὶ εἴ τι μὲν δι’ ἄλλο, τοῦτο πάντως καὶ ἑτέρου ἕνεκεν· οὐκ ἔμπαλιν δέ. ὁ γὰρ πλοῦτος διὰ τὴν ἐμπορίαν μὲν ἢ διά τι τοιοῦτον, καὶ ἑτέρου δὲ ἕνεκέν ἐστι· τῆς ἀρετῆς γὰρ πολλάκις χάριν. τὸ μέντοι ὁρᾶν ἢ τὸ ὑγιαίνειν ἑτέρου μὲν ἕνεκεν, οὐκέτι δὲ δι’ ἄλλο, ἀλλὰ καθ’ αὑτό. ἀντίκειται μὲν οὖν τῷ μὲν καθ’ αὑτὸ τὸ δι’ ἄλλο· τῷ δὲ δι’ αὑτὸ τὸ ἑτέρου ἕνεκεν· ἐνδέχεται μέντοι τὸ καθ’ αὑτὸ δι’ ἄλλο εἶναι κατὰ συμβεβηκός. τὸ γὰρ ὑγιαίνειν καθ’ αὑτὸ μὲν ὑπάρχει τῷ σώματι, γένοιτο δὲ δι’ ἄλλο καὶ κατὰ συμβεβηκός· οἷον διὰ τὸν ἰατρὸν τὸν ὑφελόμενον τοῦ σώματος τὸ λυμαῖνον. ὁ μὲν γὰρ τὰ βλάπτοντα κωλύει, ἡ δὲ φύσις τοῦ ὀχλοῦντος ἀπαλλαγεῖσα τὴν κατὰ φύσιν ὑγείαν ἐργάζεται. καὶ ἡ ἀρετή, αἱρετὸν οὖσα δι’ αὑτό, γένοιτ’ ἂν κατὰ συμβεβηκὸς τῆς εὐκλείας ἕνεκεν. καὶ εἴποι ἄν τις διὰ τὴν εὔκλειαν τὴν ἀρετὴν εἶναι, ἀλλ’ οὐ καθ’ αὑτό· κατὰ συμβεβηκὸς δέ. ὁμοίως καὶ τὴν ὑγείαν, δι’ αὑτὴν οὖσαν τῷ σώματι αἱρετόν, εἴποι ἄν τις ἑτέρου ἕνεκεν κατὰ συμβεβηκὸς εἶναι, τοῦ πράττειν τάδε ἢ τάδε.
κ 42 Καθαιρήσετε: καθελεῖτε. καὶ Θουκυδίδης, καὶ τῶν ἄλλων οἱ πλείους.
κ 43 Καθαιρήσονται: καταλήψονται.
κ 44 Καθαίρω· αἰτιατικῇ.
κ 45 Καθεδεῖσθαι. καὶ Καθεδοῦνται, καθεσθήσονται.
κ 46 Καθέδρα: ἡ ἐπίσχεσις παρὰ Θουκυδίδῃ.
κ 47 Καθεκάστην· Καθέκαστα δὲ ἐπίρρημα.
κ 48 Καθελών: Δημοσθένης ἀντὶ τοῦ ἀνελὼν ἤτοι ἀποκτείνας. καὶ Στησίχορος δὲ καὶ Σοφοκλῆς οὕτως ἐχρήσαντο τῷ ὀνόματι.
κ 49 Καθελῶ σε· αἰτιατικῇ.
κ 50 Καθέντες: καταγαγόντες.
κ 51 Καθέξει: κρατήσει.
κ 52 Κάθες: χάλασον.
κ 53 Καθεστάναι.
κ 54 Καθεσταμένος: ἐπιτετραμμένος. καθεσταμένος ἐπὶ τῆς γάζης. τεταγμένος. καὶ αὖθις· καὶ φυλάσσειν μὲν τῶν καθεσταμένων οὐδὲν ἠξίου. τουτέστι τῶν ἤδη τελεσθέντων.
κ 55 Καθεστηκός· τὸ πᾶν θύελλα δὲ ἐγεγόνει, ὥστε τὸ καθεστηκὸς νυκτὸς διαφέρειν οὐδέν.
κ 56 Καθεστώς.
κ 57 Καθεστῶτα: ἠρεμοῦντα. ἤρξαντο τὰ καθεστῶτα κινεῖν.
κ 58 Καθεστῶτι: ἡσύχῳ, ἀταράχῳ. ἐπηρμένω δὲ ἤστην ἄμφω ταῖς ἐλπίσι, καὶ οἵω οὐκέτι ἐν τῷ καθεστῶτι βιοτεύειν τρόπῳ.
κ 59 Καθεστώτων: νόμων τῶν ὡρισμένων. ἥδοντο γὰρ τῇ τῶν καθεστώτων κινήσει. φυλαττομένων.
κ 60 Κάθετος: ὁ καθειμένος εἰς τὸ πέλαγος ἀμνός. οὕτως Λυσίας καὶ Μελίτων.
κ 61 Καθεικέναι καὶ Καθεικώς: πέμψας.
κ 62 Καθεῖλον: κατέβαλον.
κ 63 Καθειμένην: κεχαλασμένην.
κ 64 Καθεῖναι: ἐπὶ τὸ κάτω ἀπολῦσαι. Ἀντισθένην φασὶ πρῶτον πώγωνα καθεῖναι καὶ βάκτρῳ καὶ πήρᾳ χρήσασθαι.
κ 65 Καθεῖντο: ἐκρέμαντο.
κ 66 Καθ’ εἱρμόν.
κ 67 Καθείς: ἐμβαλών, χαλάσας. καθείς τε τὴν χεῖρα ἐς τὴν πήραν ἀναιρεῖται τὴν ἐπιστολήν.
κ 68 Καθεῖσαι τὰς κόμας ἐθεοκλύτουν: ἀντὶ τοῦ καταβαλοῦσαι, ἐξαπλώσασαι. καθεῖσαι τὰς κόμας τὰς παλαιὰς ἐκείνας ἐκάλουν ἥλιόν τε καὶ δίκην.
κ 69 Καθεῖτο· Ἰώσηπος· ἔνθα καθεῖτό τις ὁπλιτικὴ μοῖρα φρουροῦσα τὴν ἐμβολήν.
κ 70 Καθηγοῦμαι· δοτικῇ. καθηγοῦμαι ταύταις εἰς τὸν λιμένα.
κ 71 Καθηδυπαθῶ· γενικῇ. καθηδυπαθεῖν τοῦ βίου. αἰτιατικῇ δέ· τὸν τῆς ἐξουσίας καιρὸν καθηδυπαθοῦντα ἱκανῶς.
κ 72 Κάθῃ: καθέζῃ.
κ 73 Καθήγνισμαι: κεκάθαρμαι.
κ 74 Καθῆκαν: προεβάλοντο. οἱ δὲ ἐπ’ ἐξαπάτῃ Ῥωμαίων καθῆκαν τὸν λόγον.
κ 75 Καθῆκαν: ἐχάλασαν.
κ 76 Καθῆκόν φασι πρῶτον ὠνομακέναι Ζήνωνα Κιτιέα καὶ λόγον περὶ αὐτοῦ πεποιηκέναι.
κ 77 Καθῆκον· ὅτι καθῆκόν φασιν εἶναι, ὃ προαχθὲν εὔλογόν τε ἴσχει ἀπολογισμόν, οἷον τὸ ἀκόλουθον ἐν ζωῇ· ὅπερ καὶ ἐπὶ τὰ φυτὰ καὶ ζῷα διατείνει· ὁρᾶσθαι γὰρ κἀπὶ τούτων καθήκοντα. κατά τινας εἴκειν τῆς προσονομασίας εἰλημμένης. ἐνέργημα δ’ αὐτὸ εἶναι ταῖς κατὰ φύσιν κατασκευαῖς οἰκεῖον· τῶν γὰρ καθ’ ὁρμὴν ἐνεργουμένων τὰ μὲν καθήκοντα εἶναι, τὰ δὲ παρὰ τὸ καθῆκον. καθήκοντα μὲν οὖν εἶναι ὅσα λόγῳ πρέπει ποιεῖν· ὡς ἔχει γονεῖς τιμᾶν, ἀδελφούς, πατρίδα, συμπεριφέρεσθαι φίλοις· παρὰ τὸ καθῆκον, ὅσα μὴ αἱρεῖ λόγος, ὡς ἔχει τὰ τοιαῦτα· γονέων ἀμελεῖν, ἀδελφῶν ἀφροντιστεῖν, φίλοις μὴ συνδιατίθεσθαι, πατρίδος ὑπερορᾶν καὶ τὰ παραπλήσια. οὔτε καθήκοντα οὔτε παρὰ τὸ καθῆκον, ὅσα οὔτε αἱρεῖ λόγος πράττειν οὔτε ἀπαγορεύει· οἷον κάρφος ἀνελέσθαι, γραφεῖον κρατεῖν, στλεγγίδα καὶ τὰ ὅμοια τούτοις. καὶ τὰ μὲν εἶναι καθήκοντα ἄνευ περιστάσεως, ὡς τάδε· ἁγνείας ἐπιμελεῖσθαι καὶ αἰσθητηρίων καὶ τὰ ὅμοια· κατὰ περίστασιν δὲ τὸ πηροῦν ἑαυτὸν καὶ τὴν κτῆσιν διαρριπτεῖν. ἀνὰ λόγον δὲ καὶ τῶν παρὰ τὸ καθῆκον. Πολύβιος· τολμῶσι πέρα τοῦ δέοντος καὶ ποιοῦσι παρὰ τὸ καθῆκον. ἔτι τῶν καθηκόντων τὰ μὲν ἀεὶ καθήκει, τὰ δὲ οὐκ ἀεί. καὶ ἀεὶ μὲν καθήκει τὸ ἐρωτᾶν καὶ πυνθάνεσθαι καὶ περιπατεῖν καὶ τὰ ὅμοια. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν παρὰ τὸ καθῆκον. ἔστι δὲ καὶ ἐν τοῖς μέσοις τι καθῆκον, ὡς τὸ πείθεσθαι τοὺς παῖδας τοῖς παιδαγωγοῖς.
κ 78 Καθήκοντα· Δημοσθένης ἐν ιαʹ Φιλιππικῶν φησιν· ὅστις οὐκ ἠξίου τὰ καθήκοντα ἐφ’ ἑαυτὸν ποιεῖν. ἀντὶ τοῦ τὰ ἥκοντα.
κ 79 Καθηκόντως: δεόντως, πρεπόντως.
κ 80 Καθηκούσαις: διεκτρεχούσαις. Ξενοφῶν· ἐν πέτραις καθηκούσαις ἐπ’ αὐτὸν τὸν τόπον.
κ 81 Καθήκω· γενικῇ.
κ 82 Καθημαξευμένος: τετριμμένος, ἐγγεγυμνασμένος. Αἰλιανός· γύναιον ἐκ Συρίας καὶ καθημαξευμένον ὑπὸ παντὸς τοῦ προσιόντος. ἑταίρα γὰρ ἦν ἐμφανὴς καὶ τῶν ἐν τοῖς μίμοις δι’ ἀκολασίαν περι‐ παθεστέρα τοῖς τε φαινομένοις ἐς τὴν κοινὴν ὄψιν σχήμασιν ἐκκαλου‐ μένη τοὺς ὁρῶντας ἐς τὰ πάθη τοῦ σώματος, καὶ κατατείνουσα τὸν δῆμον, καὶ ὅσον μετὰ τοῦ δήμου, πρὸς συώδη τινὰ καὶ μανικὴν ἀσέλγειαν.
κ 83 Κάθημαι.
κ 84 Καθήμενον πεδίον: τὸ ὁμαλόν. οἱ δὲ Ῥωμαῖοι ἐς καθήμενον πεδίον ἐστρατοπεδεύοντο.
κ 85 Καθ’ ἡμέραν.
κ 86 Καθῄρει: τοῦ ἀξιώματος κατέσπα. ὁ δὲ Τραιανὸς οὔτε ἐφθόνει οὔτε καθῄρει τινά, ἀλλὰ πάνυ πάντας τοὺς ἀγαθοὺς ἐτίμα. διὰ τοῦτο οὔτε ἐφοβεῖτό τινα οὔτε ἐμίσει.
κ 87 Καθῄρηντο τὰς γνώμας: ἀντὶ τοῦ εἰς δειλίαν ἐνέπιπτον. οἱ δὲ πλέονες καθῄρηντο τὰς γνώμας ἐπὶ τοσοῦτον, ὥστε τῆς πίστεως τῆς πρὸς βασιλέα ὑπὸ τοῦ περιδεοῦς ἀφίσταντο.
κ 88 Καθῆσθαι· καὶ Καθῆστο, ἐκαθέζετο.
κ 89 Καθιγμένος: καθελών, φθάσας. ὁ δὲ βασιλεὺς καθιγμένος καὶ ταύτης τῆς ἐπιβολῆς ἐγίνετο πρὸς ἀναζυγήν.
κ 90 Καθιγνῦσαι: νεκροῖς θῦσαι.
κ 91 Κάθιδρως: κεκμηκώς.
κ 92 Καθίδρυσαν: ἀσφαλῶς κατῴκισαν. καὶ θύσαντες καθίδρυσαν τὰς πόλεις. Τραιαναὶ μὲν δὴ ἐπώνυμος ἑκατέρᾳ ἦν.
κ 93 Καθιδρυνθέντες.
κ 94 Καθιδρύσασθαι: βεβαιῶσαι. ἐκπέμπει γοῦν τοὺς περὶ συμβάσεως λόγους δυνατοὺς καθιδρύσασθαι κεχειροτονηκὼς πρεσβευτάς.
κ 95 Καθιεροῖ: θεῷ ἀνατίθησι.
κ 96 Καθίεσαν: κατῆλθον.
κ 97 Καθιζάνει: ἐγκάθηται.
κ 98 Καθίζεσθε: καταπήξατε.
κ 99 Καθίει: ἐνέβαλλεν, ἐπεχείρει λέγειν. ὁ δὲ καθίει πεῖραν ἐς τὸν ἄνδρα, οἰόμενος αὐτὸν ἕξειν κοινωνὸν ὧν ὥρμηται.
κ 100 Καθίει: ἀντὶ τοῦ κατάφερε, ἢ ἐπίθες τῷ τρυβλίῳ. ἀντὶ τοῦ χάλα αὐτά.
κ 101 Καθιείς: ἀντὶ τοῦ καταβαλών, ἐναρξάμενος. ὁ δὲ πεῖραν καθιεὶς καὶ ἐπιβουλεύων ἐλέγξαι πανταχόθεν τὰ τοῦ λέβητος καὶ τῆς χελώνης καὶ τοῦ ἀρνοῦ ἐν Λυδοῖς ἐπαλαμᾶτο.
κ 102 Καθιείς: ἐπιπέμπων. ὁ δὲ ψευδεῖς ἀγγελίας διὰ τῶν προσκόπων ἀεὶ καθιεὶς εἴθιζεν αὐτοὺς ἐν κόσμῳ πορεύεσθαι.
κ 103 Καθίζω· αἰτιατικῇ.
κ 104 Καθίκετο: καθήψατο.
κ 105 Καθικνεῖται· γενικῇ. ἅπτεται. ὁ δὲ μίαν τῶν σχιζῶν ἀνε‐ λόμενος καθικνεῖται τἀδελφοῦ· καὶ ὁ μὲν νεκρὸς ἔκειτο.
κ 106 Καθικόμενοι: καθαψάμενοι. Πολύβιος· πάντες μὲν γὰρ οἱ βασιλεῖς καὶ φίλους προσαγορεύουσι καὶ συμμάχους κοινωνήσαντας τῶν αὐτῶν ἐλπίδων· καθικόμενοι δὲ τῶν πράξεων παραπόδας οὐ συμμαχι‐ κῶς ἀλλὰ δεσποτικῶς χρῶνται τοῖς πιστεύσασι.
κ 107 Καθίκωμαι: αὐθυπότακτον.
κ 108 Καθιλαρύνω· δοτικῇ.
κ 109 Καθιλατρεύομαι· γενικῇ.
κ 110 Καθίμησε: κατήντλησε.
κ 111 Καθιμῶσι: χαλῶσι. καὶ καθιμῆσαι, χαλάσαι σχοινίον, ἤ τι τοιοῦτον.
κ 112 Καθιππάζεσθαι: συνελαύνειν, ἐρίζειν, συντρέχειν. ὁ δὲ Βίων ὁ σοφιστὴς ποικίλος ἦν, πλείστας ἀφορμὰς δεδωκὼς τοῖς βουλομένοις καθιππάζεσθαι φιλοσοφίας.
κ 113 Καθίστα: ἑτοίμαζε.
κ 114 Καθιστάμενος: πρὸς τὸ βέλτιον μετάγων. ὁ δὲ Καῖσαρ ἐς τὴν Ἀσίαν ἦλθε τὰ τῶν ὑπηκόων καὶ τῶν Πάρθων ἅμα καθιστάμενος. καὶ αὖθις· πολεμοῦντί τε αὐτῷ καὶ περὶ τὴν ἀρχὴν καθισταμένῳ συγγενόμενος. φησὶ Κρίτων ἐν Γετικοῖς.
κ 115 Καθίστατο: ἐπεμελεῖτο, ἐφρόντιζεν. ὁ δὲ βασιλεὺς ἀκούσας τὰ ξυνενεχθέντα εὐθὺς καθίστατο ἐς τὸν πόλεμον.
κ 116 Καθόδοις: ἀγωγαῖς, περιόδοις.
κ 117 Καθολικῶς: καθόλου.
κ 118 Καθόρμια: περιθέματα.
κ 119 Καθοσιούμενος: ἀντὶ τοῦ πληροφορῶν. ὁ δὲ ἀγανακτήσας ἐπὶ τῇ τῆς ἀρχῆς παραλύσει τῷ τε Μαξιμίνῳ καθοσιούμενος, ἀθροίσας στρατὸν ἧκεν ἐπὶ τὴν Καρχηδόνα.
κ 120 Καθοσιωθεῖσαι: ἀνατεθεῖσαι. ὑπὲρ δὲ τοῦ μηδὲν παθεῖν αὐτὰς κακὸν τοὺς θεοὺς ἐγγυητὰς ἔσεσθαι, οἷς καθοσιωθεῖσαι τὰς ἱκεσίας ποιήσονται πρὸς τὸν ὕπατον.
κ 121 Καθοσίωσις: δικαίωσις. κατάκρισις.
κ 122 Καθοσίωσις: παρὰ τὸ κατὰ τοῦ ὁσίου γίνεσθαι, ἤτοι τοῦ βασι‐ λέως. ὅτι ἐπὶ Θεοδοσίου τοῦ βασιλέως Ῥωμαίων Σύμμαχος ἀπὸ ὑπάτων εἰς τὸν τύραννον Μάξιμον βασιλικὸν λόγον διεξῆλθε καὶ δεδιὼς τὸ τῆς καθοσιώσεως ἔγκλημα τοῖς τῶν ἐκκλησιῶν σηκοῖς προσκαταφεύγει· ὃν ὁ Θεοδόσιος πάσης φιλανθρωπίας ἠξίωσε. καὶ αὖθις περὶ τοῦ Χριστοῦ· τοῖς γὰρ νόμοις αὐτὸν παρεδώκαμεν, καὶ εἰς καθοσίωσιν οὐχ ἡμάρτομεν.
κ 123 Καθόσον: ἐπίρρημα.
κ 124 Καθωσιωμένος: ἀνακείμενος, ἐγγεγραμμένος.
κ 125 Καθωσιωμένος: ἔννομος, κόσμιος, τίμιος. Οὐράνιος ὁ καθωσιωμένος Μαγιστριανὸς εὐσεβῆ γράμματα ἀποδέδωκε τῷ ὁσιωτάτῳ ἀρχιεπισκόπῳ Καλανδίωνι. καὶ Καθωσιῶσθαι.
κ 126 Καθωραΐζεται: σεμνύνεται.
κ 127 Καθ’ οἷμον: καθ’ ὁδόν.
κ 128 Καθυβρίζω· αἰτιατικῇ.
κ 129 Καθ’ ὕδατος γράφειν: ἐπὶ τῶν μάτην πονούντων.
κ 130 Καθυλακτῶ σου.
κ 131 Καθ’ ὕπαρ.
κ 132 Καθυπερηκόντισαν: ὑπερεβάλοντο, ἐνίκησαν.
κ 133 Καθύπερθεν: ὑπεράνωθεν.
κ 134 Καθυπέρτερον: μεῖζον.
κ 135 Καθυπουλεύω· αἰτιατικῇ.
κ 136 Καθυφεῖντο: ἀντὶ τοῦ ἑαυτοὺς ἐδίδοσαν εἰς ὄλεθρον. πολλοὶ δὲ καὶ καθυφεῖντο ἑαυτοὺς ὁλοσχερῶς διὰ τὴν ἔνδειαν καὶ συνέχειαν τῶν πόνων.
κ 137 Καθυφῆκεν: ἐνδέδωκεν, ὑποκατέβη.
κ 138 Καθ’ ὕπνους· λύσις ὀνείρων· ὄναρ καθ’ ὕπνους νητρεκὲς λαλεῖν τόδε. θανὼν καθ’ ὕπνους φροντίδων ἔσῃ δίχα. γελῶν καθ’ ὕπνους δυσφόρους ἕξεις τρόπους. κλαίων καθ’ ὕπνους παγχαρὴς πάντως ἔσῃ.
κ 139 Καθυφίεντο: ἀντηλλάττοντο, κατεπροδίδοσαν. οἱ δὲ τοῦ Σαμουὴλ τοῦ προφήτου υἱοὶ δώρων καὶ λημμάτων αἰσχρῶν καθυφίεντο τὸ δίκαιον.
κ 140 Κακὰ κακῶν· Διοκλῆς Βάκχῃ· πλυνεῖτε κακὰ τῶν κακῶν ὑμᾶς.
κ 141 Κακανδρία: δειλία. Σοφοκλῆς· τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳ σέ, φίλτατ’ Αἶαν. Τεῦκρός φησι περὶ Αἴαντος τελευτῆς.
κ 142 Κακεντρέχεια: ἡ πονηρία.
κ 143 Κακεργέτησι: κακοεργοῖς.
κ 144 Κακκείοντες: κατακοιμηθησόμενοι.
κ 145 Κακερουτίας· Ἀριστοφάνης· ἀνωρτάλιζες κἀκερουτίας. ἀντὶ τοῦ μετεωρί‐ ζου, μέγα ἐφρόνεις. ἀπὸ δὲ τῶν κερατοφορούντων ἡ λέξις.
κ 146 Κάκη: κακία. οὕτως Πλάτων. Αἰλιανός· ὅστις τάξιν ἔλειπε, θανατοῖ ἄρα ὁ νομοθέτης αὐτόν, κάκῃ τὴν στάσιν, ἣν ἐτάχθη, προ‐ δόντα. Αἰλιανὸς Ποικίλῃ ἱστορίᾳ· οὐδεὶς οἰκέτης μνημονεύεται κάκῃ εἴξας προδοῦναι τὸν δεσπότην. καὶ αὖθις· ἀνάγκης καλούσης μὴ εἴκειν κάκῃ.
κ 147 Κάκκη: ἔχει δὲ καὶ τὸ κακέμφατον. ἡ ἀκαθαρσία, καὶ μάλιστα τὸ δύσοσμον ἀποπάτημα. Ἀριστοφάνης· ἀπὸ μὲν κάκκης ῥῖν’ ἀπέχων.
κ 148 Κακηγορῶ· αἰτιατικῇ. καὶ Κακημορῶ· αἰτιατικῇ.
κ 149 Κακὴ μὲν ὄψις: κόμμα παροιμίας. κακὴ μὲν ὄψις, ἐν δὲ δειλαῖαι φρένες. Μένανδρος Σικυωνίῳ.
κ 150 Κακία· ἀνάλογον ταῖς ἀρεταῖς αἱ κακίαι. αἱ μέν εἰσι πρῶται, αἱ δὲ ὑπὸ ταύτας· οἷον ἀφροσύνη, δειλία, ἀδικία, ἀκολασία, ἀκρασία, βραδύνοια, κακοβουλία. εἰσὶ δὲ ἀγνοίας αἱ κακίαι. τὰ δὲ μετέχοντα τῶν κακιῶν, αἵ τε πράξεις αἱ κατὰ κακίαν, καὶ οἱ φαῦλοι· ἐπιγεννήματα δὲ δυσθυμία, δυσφροσύνη, καὶ τὰ ὅμοια. ζήτει ἐν τῷ ἀρετή. Κακία δέ ἐστιν ἡ τοῦ κακῶσαι τὸν πέλας σπουδὴ παρὰ τῷ Ἀποστόλῳ.
κ 151 Κακία: διώνυμός ἐστιν ἡ λέξις. ἡ ὄντως κακία, οἷον πορνεία, μοιχεία, πλεονεξία καὶ ἐπιορκία, καταλαλιά. λιμὸς δὲ καὶ λοιμός, θάνατοι καὶ νόσοι καὶ τἆλλα, οὐκ ἔστι κακά, διότι πολλάκις ἡμῖν ἀγαθῶν αἴτια γίνεται. καὶ περὶ ταύτης φησὶν ὁ προφήτης· οὐκ ἔστι κακία ἐν πόλει, ἣν κύριος οὐκ ἐποίησεν.
κ 152 Κακιζόμενοι: ταπεινούμενοι.
κ 153 Κακίζω· αἰτιατικῇ.
κ 154 Κάκιθος: ὁ κακιζόμενος.
κ 155 Κακίονος: τοῦ χείρονος.
κ 156 Κακοδαίμων: ὁ θεῷ ἐπαχθής, καὶ ὁ τὴν ψυχὴν ἔχων ἐμ‐ παθῆ. Αἰλιανός· ἀνὴρ Εὐφρόνιος, κακοδαίμων ἀνήρ, καὶ ἔχαιρεν ἐπὶ ταῖς Ἐπικούρου φλυαρίαις καὶ ἐξ ἐκείνων κακὰ εἰρύσατο δύο, ἄθεός τε καὶ ἀκόλαστος εἶναι.
κ 157 Κακοέπεια: βλασφημία.
κ 158 Κακοζηλία. Καλλίνικος ἔγραψεν ὁ Σύρος περὶ κακοζηλίας ῥητορικῆς.
κ 159 Κακοηθέστατα: ἐπὶ κλειδίων λέγεται. Ἀριστοφάνης Θεσμο‐ φοριαζούσαις· οἱ γὰρ ἄνδρες ἤδη κλειδία φοροῦσι κρυπτά, κακοηθέστατα, Λακωνικὰ ἄττα, τρεῖς ἔχοντα γομφίους. πρὸ τοῦ μὲν οὖν ἦν ἀλλ’ ὑποῖξαι τὴν θύραν ποιησαμέναισι δακτύλιον τριωβόλου. νῦν δ’ οὗτος αὐτοὺς ἐδίδαξε θριπηδέστατα.
κ 160 Κακοήθεια: κακοτροπία παρὰ τῷ Ἀποστόλῳ.
κ 161 Κακοήθης: κακότροπος. ἢ καὶ ἄλλως κακοήθως αὐτὸς διακληθείη.
κ 162 Κακόθρους: διάβολος· ἢ ζαμενὴς λόγος κακόθρους ἐκ Δαναῶν ἐπιβῇ.
κ 163 Κακόνοι: ἐχθροί, καὶ κακὸν νοῦν ἔχοντες πρὸς τὸ πρᾶγμα. Ἀριστοφάνης· ὡς κακόνοι τινές εἰσιν ἐν ἡμῖν. καὶ αὖθις· κακόνουν φωραθέντα σὺν γυναικὶ καὶ τέκνοις τούτου ἐλαθῆναι.
κ 164 Κακοπάθεια: ἡ ταλαιπωρία.
κ 165 Κακοπινέστατον: τὸ πίνον ποτὲ μὲν ἐπὶ τῆς ἰδέας, ποτὲ δὲ ἐπὶ τοῦ ἤθους λαμβάνεται. ἐνταῦθα οὖν τὸν κακοήθη σημαίνει. ἀντὶ τοῦ κολάκευμα, τρίμμα, κακοπινέστατον, ῥυπαρόν. πινῶδες γὰρ ἀδόκι‐ μον τῇ γνώμῃ, καὶ οὐ καθαρόν, ἄλλοτε ἄλλα νοῶν. ὡς ἄνδρ’ ἑλὼν ἰσχυρὸν ἐκ βίας μ’ ἄγει· οὐκ οἶδεν αἴρων νεκρὸν ἢ καπνοῦ σκιάν, εἴδωλον ἄλλως· οὐ γὰρ ἂν σθένοντά γε εἷλέ μ’· ἐπεὶ οὐδ’ ἂν ἔχοντ’, εἰ μὴ δόλῳ. νῦν δ’ ἠπάτημαι δύσμορος· τί χρὴ ποιεῖν;
κ 166 Κακορρήμων· καὶ οὐδετέρως τὸ κακορρῆμον.
κ 167 Κακορραφίαι: κακοσυνθέσεις.
κ 168 Κακορροθεῖ: κακῶς ἀγορεύει. Ἀριστοφάνης· ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ.
κ 169 Κακὸς κακῶς ἀπόλοιτο οὗτος, εἰ μὴ καὶ προαπόλωλε τῆς ἀρᾶς, ὡς ἄξιός γε ἦν ἔργον γεγονέναι τοῦ πρώην χειμῶνος. ἐν‐ ετολμήσατο γὰρ ὁ παλαμναῖος κακὸν κακῷ μείζονι σβέσαι.
κ 170 Κακοτεχνιῶν: δίκης ὄνομα, ἣν οἱ ἑλόντες τινὰ ψευδομαρτυριῶν κατὰ τοῦ παρασχομένου ἐδίδοσαν.
κ 171 Κακοῦ κόρακος κακὸν ᾠόν: ταύτην τὴν παροιμίαν οἱ μὲν ἀπὸ τοῦ πτηνοῦ ζῴου φασὶν εἰρῆσθαι, ὅτι οὔτε αὐτὸ βρωτόν ἐστιν οὔτε τὸ ᾠόν, ὃ ἔχει. οἱ δὲ ἀπὸ τοῦ Κόρακος τοῦ Συρακουσίου ῥήτο‐ ρος, πρῶτον διδάξαντος τέχνην ῥητορικήν. ὑπὸ γὰρ τούτου, ὥς φασι, μαθητής, Τισίας ὄνομα, μισθὸν ἀπαιτούμενος εἰς τὸ δικαστήριον εἶπεν· εἰ μέν με νικήσειας, οὐδὲν μεμάθηκα· εἰ δὲ ἡττηθήσῃ, οὐ κομίσῃ τοὺς μισθούς. θαυμάσαντες οἱ δικασταὶ τὸ σόφισμα τοῦ νεανίου ἐπεφώνουν· κακοῦ κόρακος κακὸν ᾠόν.
κ 172 Κακοῦργοι: οἱ λῃσταί, οἱ ἐνεδρευταί. ὁ δὲ λαθὼν ἑαυτὸν παρῆλθε σὺν τῷ ξίφει, ὅπερ ἐπήγετο διὰ τοὺς κακούργους τοὺς κατὰ τὴν ὁδόν.
κ 173 Κακουργῶ· αἰτιατικῇ.
κ 174 Κακόχαρτον: κακοῖς χαίροντα.
κ 175 Κακόσχολος: ὁ πονηρός.
κ 176 Κακῶν· ὅτι ἀναίτιος τῶν κακῶν ὁ θεός. κακὰ δὲ κυρίως ὀνομάζομεν, οὐχ ἃ τῶν πολλῶν ὀνομάζειν φίλον τισίν· ἀλλὰ κακίαν καὶ ἀκολασίαν καὶ τὰς ἄλλας παρανομίας ὑφ’ ἡμῶν αὐτεξουσίως τολμωμένας. ἡμεῖς γὰρ τούτων αἴτιοι, οὐχ ὁ τἀναντία νομοθετήσας θεός.
κ 177 Κακῶν πανήγυρις: ἐπὶ μεγίστων. Πισίδης· καὶ πάντες ὥσπερ ἐν κακῶν πανηγύρει, ἄλλος κατ’ ἄλλην συμφορὰν ἐδυστύχει.
κ 178 Κακώσεως: δίκης ἐστὶν ὄνομα ταῖς τε ἐπικλήροις κατὰ τῶν γεγαμηκότων καὶ κατὰ τῶν παίδων τοῖς γονεῦσι καὶ κατὰ τῶν ἐπιτρόπων τοῖς ὑπὲρ τῶν ὀρφανῶν. οὕτω Δημοσθένης καὶ Λυσίας καὶ Ὑπερίδης.
κ 179 Κακῶς εἰδότες: ἀντὶ τοῦ ἀγνοοῦντες. Ἰσοκράτης ἐν τῷ Περὶ εἰρήνης.
κ 180 Κάκτανε: καταφόνευσον.
κ 181 Κακοῖς ἐπισωρεύων κακά· Ὄχος ὁ Πέρσης Αἴγυπτον ἠνδρα‐ ποδίσατο καὶ ἀπέκτεινε τὸν Ἄπιν καὶ κατέκοψε τὸν Μέμφιν, κακοῖς ἐπισωρεύων κακά.
κ 182 Κακοὶ τῆς πονηρίας πίνουσι τὴν ὁμίχλην: ἐπὶ τῶν κατὰ ἀξίαν τιμωρουμένων.
κ 183 Κακύνειν τὸν πηλόν: τουτέστι τὸν ἄξιον ὕβρεως ὑβρίζειν.
κ 184 Κἄκχεζεν: Ἀριστοφάνης ἀντὶ τοῦ καὶ ἀπεπάτει.
κ 185 Κακχεῦσαι: καταβαλεῖν.
κ 186 Κᾶλα: τὰ ξύλα.
κ 187 Καλαβρία: χώρα.
κ 188 Καλαβρία: νῆσος πλησίον Τροιζῆνος. ἐκαλεῖτο δὲ πρότερον Εἰρήνη.
κ 189 Καλάβροψ: βουκολικὴ ῥάβδος. βαρυτέρα οὖσα τῇ κεφαλῇ ἀπὸ τοῦ κάτω ῥέπειν. εὐθύνειν τὸ θηρίον καλάβροπι (Φιλόστρατος)· ἣν ὁρᾷς αὐτὸν ἐμβάλλοντα τῷ θηρίῳ ὡς ἄγκυραν.
κ 190 Καλὰ δὴ παταγεῖς: ἀντὶ τοῦ λέγεις.
κ 191 Κάλαϊς: ὄνομα κύριον. καὶ Καλάϊνον χρῶμα. Αἰσχύλος· ἐν ποικίλοις χρώμασιν.
κ 192 Καλαμᾶται: τρυγᾷ τὰ ἀνώτερα τῶν ἐλαῶν, ἢ κατεσθίει.
κ 193 Καλαμητομίης· ἐν Ἐπιγράμμασι· ἀλλὰ καὶ αὖθις ἐκ καλαμητομίης ἀμβλὺ φέρει δρέπανον.
κ 194 Καλάμη: ὁ στάχυς τοῦ σίτου.
κ 195 Καλάμη: ἀπὸ τοῦ κάλου, τοῦ ξύλου· αὐτὸ δὲ ἀπὸ τῆς καύσεως.
κ 196 Καλαμίνθη: εἶδος βοτάνης, ἥτις καὶ ὄφεις ἐλαύνει καιομένη. Ἀριστοφάνης· σὺ δέ τ’ ὄζοις καλαμίνθης. ὄφεως ἐλατική.
κ 197 Καλαμίτης: ἢ ἐπὶ τῆς καλάμης τοῦ σίτου· ἢ κύριον ὄνομα. καὶ Δημοσθένης ἐν τῷ ὑπὲρ τοῦ Στεφάνου· ἐν τῷ κλισίῳ τῷ πρὸς τῷ Καλαμίτῃ ἥρωϊ. καὶ θηλυκὸν ἡ Καλαμῖτις. δισσοὺς ἐς λυκάβαντας ἐφίλατο τὴν καλαμῖτιν. ἀντὶ τοῦ ἐφίλησεν.
κ 198 Καλαμώμενος: σταχυολογῶν. Καλάμη γὰρ ὁ στάχυς τοῦ σίτου. καὶ Καλαμῶνται, πλεονεκτοῦσι.
κ 199 Καλαμῶνος.
κ 200 Καλαμῶνται· αἰτιατικῇ.
κ 201 Κᾶλα παλαίθετα: ξηρὰ ξύλα, ἐκ πολλοῦ ἀποτεθέντα χρόνου. κᾶλον γὰρ τὸ ξύλον. ἐξ οὗ καὶ καλόπους, ὁ ξύλινος ποῦς.
κ 202 Καλάσιρις: χιτὼν πλατύς. οὕτως Αἰγύπτιοι. καὶ ὄνομα κύριον.
κ 203 Κάλανος, Ἰνδός, ἐκ τῶν Βραχμάνων. οὕτω δὲ πάντα σοφὸν οἱ Ἰνδοὶ προσαγορεύουσιν. ἐπὶ τούτῳ δὲ Ἀλέξανδρος ὁ Μακεδών, ἐπειδὴ ἐτελεύτησε παρόντος αὐτοῦ ἐν Ἰνδίᾳ, ἐπιτάφιον ἀγῶνα συντελέσας, καὶ ἀκρατοπότας ἁμιλληθῆναι παρεσκεύασε διὰ τὴν παρ’ Ἰνδοῖς φιλοι‐ νίαν. οὗτος ἀπόκρισιν ἔδωκεν Ἀλεξάνδρῳ πρὸς πᾶσαν ἐρώτησιν εὔστοχον.
κ 204 Καλλάτις: πόλις.
κ 205 Κάλλαια: οἱ πώγωνες τῶν ἀλεκτρυόνων. χ’ ὥπως τὰ κάλλαι’ ἀποφαγὼν ἥξεις πάλιν.
κ 206 Κάλλαισχρος: ὄνομα κύριον.
κ 207 Κάλλη: τὰ πορφυρᾶ ἱμάτια. καὶ κέραμος καλάϊνος. Αἰσχύλος· ἐν ποικίλοις κάλλεσιν.
κ 208 Καλήμεναι: καλεῖν.
κ 209 Καλλήσιος: ὄνομα κύριον.
κ 210 Καλητορίδης.
κ 211 Καλιά: νοσσιά· ἢ οἶκος ξύλινος κυρίως. κᾶλα γὰρ τὰ ξύλα. ἐξ ὧν σύγκειται. ἐν Ἐπιγράμμασι· Πανός τ’ ἠχήεσσα πιτυστέπτοιο καλιή. μακρὸν τό ι.
κ 212 Καλλιάνειρα.
κ 213 Καλλίας, Ἀθηναῖος, κωμικός, υἱὸς Λυσιμάχου· ὃς ἐπεκλήθη Σχοινίων διὰ τὸ σχοινοπλόκου εἶναι πατρός. οὗ δράματα Αἰγύπτιος, Ἀταλάντη, Κύκλωπες, Πεδῆται, Βάτραχοι, Σχολάζοντες. ζήτει περὶ Καλλίου ἐν τῷ Ἀριστείδης.
κ 214 Καλλίας, ὁ Λακκόπλουτος ἐπικληθείς, στρατηγῶν πρὸς Ἀρτα‐ ξέρξην τοὺς ἐπὶ Κίμωνος τῶν σπονδῶν ἐβεβαίωσεν ὅρους· καθ’ ὃν εἰσβαλόντες Λακεδαιμόνιοι, Πλειστοάνακτος τοῦ Παυσανίου βασιλεύον‐ τος, ἐδῃώσαντο τὴν Ἐλευσῖνα καὶ τὸ Θριάσιον πεδίον, ἔτι τῆς πεντη‐ κονταετίας οὔσης, ἥτις ἤρχετο μετὰ τὴν ἐν Πλαταιαῖς μάχην, ἔληγε δὲ εἰς ἅλωσιν Σάμου καὶ ἀρχὴν τῶν Κερκυραϊκῶν. ὅτι Καλλίας ὁ Συρακούσιος δικαίως καὶ προσηκόντως κατηγορίας ἀξιωθείη· ἀναληφθεὶς γὰρ ὑπὸ Ἀγαθοκλέους καὶ δώρων μεγάλων ἀποδόμενος τὴν προφῆτιν τῆς ἀληθείας ἱστορίαν οὐ διαλέλοιπεν ἀδίκως ἐγκωμιάζων τὸν μισθοδό‐ την. οὐκ ὀλίγων γὰρ αὐτῷ πεπραγμένων πρὸς ἀσεβείας θεῶν καὶ παρανομίας ἀνθρώπων, φησὶν ὁ συγγραφεὺς αὐτὸν εὐσεβείᾳ καὶ φι‐ λανθρωπίᾳ πολὺ τοὺς ἄλλους ὑπερβεβηκέναι. καθόλου δέ, καθάπερ Ἀγαθοκλῆς ἀφαιρούμενος τὰ τῶν πολιτῶν ἐδωρεῖτο τῷ συγγραφεῖ μηδὲν προσήκοντα παρὰ τὸ δίκαιον, οὕτως ὁ θαυμαστὸς ἱστοριογράφος ἐχαρίζετο διὰ τῆς γραφῆς ἅπαντα τὰ ἀγαθὰ τῷ δυνάστῃ. ῥᾴδιον δ’ ἦν, οἶμαι, πρὸς ἄμειψιν χάριτος τῷ γραφεῖ τῶν ἐγκωμίων μὴ λειφθῆναι τῆς ἐκ τοῦ βασιλικοῦ γένους δωροδοκίας.
κ 215 Καλλίας πτερορρυεῖ: κωμῳδεῖται Καλλίας ὡς ἀπολέσας πάντα τὰ χρήματα. ἅτε γὰρ ὢν γενναῖος ὑπὸ συκοφαντίας τίλλεται. αἵτε θήλειαι προσεκτίλλουσιν αὐτοῦ τὰ πτερά. πένης γὰρ ἐγένετο τὰ πατρῷα καταναλώσας εἰς πόρνας. καὶ Καλλίου, πιθήκου. τὰ δυσχερῆ γὰρ τῶν ὀνομάτων εὐφημότερον εἰώθασιν οἱ Ἀττικοὶ προφέ‐ ρεσθαι. καὶ τὸν πίθηκον οὖν καλλίαν προσηγόρευσαν. Δείναρχος ἐν τῷ κατὰ Πυθέου· ἀλλ’, οἶμαι, ὥσπερ οἱ τοὺς καλλίας ἐν τοῖς οἴκοις τρέφοντες. τουτέστι πιθήκους. οὕτω δὲ καὶ τὰς Ἐριννύας Εὐμενίδας λέγουσιν.
κ 216 Καλλιγόλας: οὕτως ἐκαλεῖτο Γάϊος, ὁ βασιλεὺς Ῥωμαίων, ἐπειδὴ ἐκ μικρᾶς ἡλικίας τὰ πολλὰ ἐν τῷ στρατοπέδῳ ἐτρέφετο καὶ τοῖς στρατιωτικοῖς ἐχρῆτο ὑποδήμασιν. ἐκ τῶν καλλίγων οὖν Καλλι‐ γούλαν αὐτὸν ὠνόμασαν. ἢ Καλλιγόλας ὁ Γάϊος, διὰ τὸ ἐν στρατο‐ πέδῳ γεννηθῆναι· ὥς φησιν Αἰλιανὸς ἐν τῷ Περὶ θείων ἐναργειῶν.
κ 217 Καλλιγύναικα: τὴν καλὰς ἔχουσαν γυναῖκας.
κ 218 Καλλιερεῖσθαι: ἐπὶ τοῦ θύειν ἔντομα. Ἡρόδοτος. καὶ Καλλιέρημα, θυσία εὐπρόσδεκτος.
κ 219 Καλλιερῶ: ῥῆμα. τὸ δεύτερον καλλιερεῖς· τὸ δὲ ὄνομα καλ‐ λιέρημα. ἔστι δὲ ἕκαστον θῦμα θεῷ φίλον. καὶ Χριστιανοὶ μὲν τότε καλλιεροῦσιν, ὅταν ἑαυτοὺς τῷ θεῷ προσαγάγωσι, πνεῦμα γεγενημένοι συντετριμμένον καὶ καρδία τεταπεινωμένη. Ἕλληνες δὲ τότε καλλιερεῖν νομίζουσιν, ὅταν δαίμονί τινι θύσαντες αἰσίων ἐπιτύχωσι σημείων ἐν τῷ ἥπατι τοῦ ἱερείου. καὶ τοῦτο καλοῦσι καλλιέρημα, ὅταν τῷ δαίμονι τὸ θῦμα ᾖ φίλον διὰ τῶν ἐπιφαινομένων ἀπατηλῶν σημείων.
κ 220 Καλλικέλαδος: εὔφωνος, εὐόμιλος.
κ 221 Καλλικολώνη: τόπος τῆς Ἴδης. Ὅμηρος· θεῶν ἐπὶ Καλλι‐ κολώνῃ.
κ 222 Καλλικόμος: σοφός, ποιητής.
κ 223 Καλλίκων: ὄνομα κύριον. Μιλήσιος τὸ γένος, διεβεβόητο δὲ ἐπὶ πονηρίᾳ.
κ 224 Καλλικρατίδης: ὄνομα κύριον· ἔσχε δὲ ἀδελφὸν Ἐμπεδοκλέα.
κ 225 Καλλικύριοι: οἱ ἀντὶ τῶν Γεωμόρων ἐν Συρακούσαις γενόμενοι, πολλοί τινες τὸ πλῆθος. δοῦλοι δ’ ἦσαν οὗτοι τῶν φυγάδων, ὡς Τίμαιος ἐν ϛʹ, ὅθεν τοὺς ὑπερβολῇ πολλοὺς Καλλικυρίους ἔλεγον. ὠνομάσθησαν δὲ ἀπὸ τοῦ εἰς ταὐτὸ συνελθεῖν παντοδαποὶ ὄντες, ὡς Ἀριστοτέλης ἐν Συρακουσίων πολιτείᾳ, ὅμοιοι τοῖς Λακεδαιμονίων Εἵλωσι καὶ παρὰ Θεσσαλοῖς Πενέσταις καὶ παρὰ Κρησὶν Ἠλαρόταις. καὶ παροιμία· Καλλικυρίων πλείους. τοῦτο ἐλέγετο, εἴποτε πλῆθος ἤθελον ἐμφῆναι. οἱ γὰρ Καλλικύριοι δοῦλοι ἦσαν, πλείους τῶν κυρίων αὐτῶν, ὥστε καὶ αὐτοὺς ἐξέβαλον.
κ 226 Καλλίμαχος, Ἀθηναῖος. οὗτος εἰς τὸν κατὰ Περσῶν πόλεμον εὑρέθη ἐπὶ δοράτων ἱστάμενος νεκρός.
κ 227 Καλλίμαχος, υἱὸς Βάττου καὶ Μεσάτμας, Κυρηναῖος, γραμ‐ ματικός, μαθητὴς Ἑρμοκράτους τοῦ Ἰασέως, γραμματικοῦ· γαμετὴν ἐσχηκὼς τὴν Εὐφράτου τοῦ Συρακουσίου θυγατέρα. ἀδελφῆς δὲ αὐτοῦ παῖς ἦν ὁ νέος Καλλίμαχος, ὁ γράψας περὶ νήσων δι’ ἐπῶν. οὕτω δὲ γέγονεν ἐπιμελέστατος, ὡς γράψαι μὲν ποιήματα εἰς πᾶν μέτρον, συντάξαι δὲ καὶ καταλογάδην πλεῖστα. καί ἐστιν αὐτῷ τὰ γεγραμμένα βιβλία ὑπὲρ τὰ ὀκτακοσία· ἐπὶ δὲ τῶν χρόνων ἦν Πτολεμαίου τοῦ Φιλαδέλφου. πρὶν δὲ συσταθῇ τῷ βασιλεῖ, γράμματα ἐδίδασκεν ἐν Ἐλευσῖνι, κωμυδρίῳ τῆς Ἀλεξανδρείας. καὶ παρέτεινε μέχρι τοῦ Εὐεργέτου κληθέντος Πτολεμαίου, ὀλυμπιάδος δὲ ρκζʹ, ἧς κατὰ τὸ δεύτερον ἔτος ὁ Εὐεργέτης Πτολεμαῖος ἤρξατο τῆς βασιλείας. τῶν δὲ αὐτοῦ βιβλίων ἐστὶ καὶ ταῦτα· Ἰοῦς ἄφιξις, Σεμέλη, Ἄργους οἰκισμός, Ἀρκαδία, Γλαῦκος, Ἐλπίδες, σατυρικὰ δράματα, τραγῳδίαι, κωμῳδίαι, μέλη, Ἴβος (ἔστι δὲ ποίημα ἐπιτετηδευμένον εἰς ἀσάφειαν καὶ λοιδορίαν, εἴς τινα Ἴβον, γενόμενον ἐχθρὸν τοῦ Καλλιμάχου· ἦν δὲ οὗτος Ἀπολλώνιος, ὁ γράψας τὰ Ἀργοναυτικά)· Μουσεῖον, Πίνακες τῶν ἐν πάσῃ παιδείᾳ διαλαμψάντων, καὶ ὧν συνέγραψαν, ἐν βιβλίοις κʹ καὶ ρʹ, Πίναξ καὶ ἀναγραφὴ τῶν κατὰ χρόνους καὶ ἀπ’ ἀρχῆς γενομένων διδασκάλων, Πίναξ τῶν Δημοκράτους γλωσσῶν καὶ συν‐ ταγμάτων, Μηνῶν προσηγορίαι κατὰ ἔθνος καὶ πόλεις, Κτίσεις νήσων καὶ πόλεων καὶ μετονομασίαι, Περὶ τῶν ἐν Εὐρώπῃ ποταμῶν, Περὶ τῶν ἐν Πελοποννήσῳ καὶ Ἰταλίᾳ θαυμασίων καὶ παραδόξων, Περὶ μετονομασίας ἰχθύων, Περὶ ἀνέμων, Περὶ ὀρνέων, Περὶ τῶν ἐν τῇ οἰκουμένῃ ποταμῶν, Θαυμάτων τῶν εἰς ἅπασαν τὴν γῆν κατὰ τόπους ὄντων συναγωγή.
κ 228 Καλλίμαχος, Κυρηναῖος, ἐποποιός, ἀδελφιδοῦς τοῦ προτέρου, υἱὸς Στασήνορος καὶ Μεγατίμας, τῆς ἀδελφῆς Καλλιμάχου.
κ 229 Καλλιμένης.
κ 230 Κάλλιμος: ὁ καλός.
κ 231 Καλλίνικος, Γαΐου, ὁ καὶ Σουητώριος ἐπικληθείς, σοφιστής· Σύρος, ὡς δέ τινες Ἀράβιος, τὸ δὲ ἀληθὲς Πετραῖος· σοφιστεύσας ἐν Ἀθήναις. ἔγραψε πρὸς Λοῦπον Περὶ κακοζηλίας ῥητορικῆς, Προσφω‐ νητικὸν Γαλιήνῳ, Πρὸς Κλεοπάτραν, Περὶ τῶν κατ’ Ἀλεξάνδρειαν ἱστοριῶν βιβλία δέκα, Πρὸς τὰς φιλοσόφους αἱρέσεις, Περὶ τῆς Ῥω‐ μαίων ἀνανεώσεως· καὶ ἄλλα τινὰ ἐγκώμια καὶ λόγους.
κ 232 Καλινδούμενοι: κυλιόμενοι.
κ 233 Καλλίνικος: ὁ Ἡρακλῆς.
κ 234 Καλλιόπη: ὄνομα θεᾶς.
κ 235 Κάλλιος: ὄνομα κύριον.
κ 236 Καλλιπάρῃος: ἡ καλὰς παρειὰς ἔχουσα.
κ 237 Κάλλιππος, Ἀθηναῖος, φιλόσοφος, Πλάτωνος μαθητής· ὃς ἐν Συρακούσαις ἀνῃρέθη τυραννεῖν ἐπιχειρήσας· πονηρὸς οὗτος ἱστόρηται παρὰ τῷ Πλουτάρχῳ, καὶ Δίωνος τοῦ Συρακουσίου προδότης.
κ 238 Καλλιρόην: κρήνην τήν ...
κ 239 Καλλίρροον: καλῶς ῥέοντα.
κ 240 Καλλισθένης, Δημοτίμου, οἱ δὲ Καλλισθένους· Ὀλύνθιος, μαθητὴς Ἀριστοτέλους καὶ ἀνεψιαδοῦς· ὃν ἔδωκεν ἕπεσθαι Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ὁ δ’ ἐν γαλεάγρᾳ σιδηρᾷ βαλὼν ἀνεῖλεν ἅμα Νεάρχῳ τῷ τραγικῷ, διότι συνεβούλευε μὴ ἐπιζητεῖν ὑπὸ Ἀθηναίων καλεῖσθαι δεσπότης. τινὲς δὲ αὐτὸν ὡς ἐπιβουλεύοντα Ἀλεξάνδρῳ ἀνῃρῆσθαί φασιν ἅμα Νεάρχῳ. εὐφυὴς πρὸς τὸ αὐτοσχεδιάζειν καὶ ῥύμῃ πολλῇ φέρεσθαι. καὶ φέρεται λόγος, ὡς ὁ Καλλισθένης ὑπὸ φθειρῶν ὑπερβλύσεως καὶ ἐκβράσεως τὸν βίον καταστρέφει. καὶ μαρτυρεῖ ὁ ἴαμβος οὗτος· καὶ φθειριῶσαν, ὡς ὁ πρὶν Καλλισθένης. περὶ τῆς ἰατρι‐ κῆς τέχνης λέγων, ὡς ἠμέλητο πάνυ.
κ 241 Καλλιστεῖα. τοιγὰρ τῷ κρίναντι τὰ καλλιστεῖα Πριάπῳ νευρίδα καὶ χρυσέην τήνδ’ ἔθετο προχόην.
κ 242 Καλλίσφυρος: ἡ καλοὺς πόδας ἔχουσα.
κ 243 Καλλιφάνης, ὁ Παραβρύκοντος. ἐπὶ τῶν προσποιουμένων πολυμάθειαν. οὗτος γὰρ ἀρχὰς ποιημάτων πολλῶν καὶ λόγων συγ‐ γεγραμμένων ἄχρι τριῶν ἢ τεσσάρων στίχων ἀπαγγέλλων πολυμαθείας δόξαν προσεποιεῖτο.
κ 244 Καλοκαγαθία: ἀγαθότης.
κ 245 Καλόν: τὸ τελέως σύμμετρον.
κ 246 Καλὸν πρᾶγμα· ὅτι καλεῖ πρὸς τὴν ἑαυτοῦ χρείαν συμμέτρως ἔχον. εἴδη δὲ τοῦ καλοῦ τέσσαρα· δίκαιον, ἀνδρεῖον, κόσμιον, ἐπιστη‐ μονικόν· ἐν γὰρ τοῖσδε τὰς καλὰς πράξεις συντελεῖσθαι. ἀνάλογον δὲ καὶ τοῦ αἰσχροῦ εἴδη τέσσαρα· ἄδικον, δειλόν, ἄκοσμον, ἄφρον. λέγεται καλὸν τὸ ἐπαινετοὺς παρεχόμενον τοὺς ἔχοντας ἀγαθὸν ἐπαίνου ἄξιον· ἑτέρως τὸ εὖ πεφυκέναι πρὸς τὸ ἴδιον ἔργον· καὶ τὸ ἐπικοσμοῦν, ὅταν λέγωμεν, μόνον τὸν σοφὸν ἀγαθὸν καὶ καλὸν εἶναι. λέγουσι δὲ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι. εἶναι δὲ τοῦτο ἀρετὴν καὶ τὸ μετέχον ἀρετῆς, ὅπερ ἐστὶν ἴσον τῷ πᾶν ἀγαθὸν καλὸν εἶναι, καὶ τὸ ἰσοδύναμον τὸ καλὸν τῷ ἀγαθῷ. δοκεῖ δὲ πάντα τὰ ἀγαθὰ ἴσα εἶναι καὶ πᾶν ἀγαθὸν ἐπ’ ἄκρον αἱρετὸν καὶ μήτε ἄνεσιν μήτε ἐπίτα‐ σιν ἐπιδέχεσθαι. καλὸν δέ ἐστι τὸ δι’ ὄψεως ἢ δι’ ἀκοῆς ἡδύ.
κ 247 Κᾶλον: τὸ ξύλον. τὸν Κάλω δὲ Ἀττικῶς.
κ 248 Καλοπόδιον: σκυτικὸν ἐργαλεῖον.
κ 249 Καλόπους: ἀπὸ μέρους καλή.
κ 250 Κάλλος: συμμετρία τῶν ὁμοιομερῶν ἐν ἡμῖν μερῶν, προσώπου, τραχήλου, χειρῶν, τῶν ἄλλων μερῶν, ἃ ὕστερά ἐστι τῶν πρώτων δυνάμεων. τῷ δὲ αὐτῷ λόγῳ δεικνύοιτο ἂν ἡ ἰσχὺς αἱρετωτέρα τοῦ κάλλους· πρῶτα γὰρ τὰ ὁμοιομερῆ ἐν ἡμῖν, ἐν οἷς ἡ ἰσχύς, τῶν ἀνομοιομερῶν, ἐν οἷς τὸ κάλλος· ἕκαστον γὰρ τῶν ἀνομοιομερῶν ἐκ τῶν ὁμοιομερῶν σύγκειται, οἷον τὸ πρόσωπον ἐξ ὀστῶν καὶ νεύρων καὶ σαρκῶν· διὸ καὶ συναναιρεῖται μὲν ἀναιρουμένων, οὐ συναναιρεῖται δὲ ἀναιρουμένων.
κ 251 Καλὸς κἀγαθός: λέγεται κατὰ συναλοιφήν, οὐχὶ καλὸς καὶ ἀγαθός. καὶ Καλός, ὁ ἐρώμενος. καὶ ἦν τῷ μὲν ἐραστῇ Μέλη‐ τος ὄνομα, τῷ καλῷ δὲ Τιμαγόρας. τὸ μὲν καλὸς ἐπὶ τῆς ἐν σώ‐ ματι ὥρας, τὸ δὲ ἀγαθὸς ἐπὶ τῆς ἐν ψυχῇ. ὅτι ἀπὸ συντάξεως ὀνό‐ ματα γίνεται· καλὸς καὶ ἀγαθὸς καλοκαγαθία, θεὸς καὶ ἐχθρὸς θεοεχθρία.
κ 252 Καλοῦ εἴδη τρία· δίκαιον, ἀνδρεῖον, ἐπιστημονικόν.
κ 253 Καλούμεθ’ αὐτάς: ἀντὶ τοῦ εἰς δικαστήριον ἄξομεν.
κ 254 Καλούμενός τε καὶ ἄκλητος ὁ θεὸς παρέσται· χρησμὸς δοθεὶς Λακεδαιμονίοις.
κ 255 Καλῴδιον: σχοινίον. καὶ Κάλως, κάλω Ἀττικῶς.
κ 256 Καλώνδας: ὄνομα κύριον.
κ 257 Καλλωπίζομαι· δοτικῇ.
κ 258 Καλλώπισμα.
κ 259 Κάλως: σχοινίον. καὶ παροιμία· πάντα κάλων κινεῖν. τροπι‐ κῶς ἀπὸ τοῦ ἱστοῦ λέγει. ἁπλοῦν σε δεῖ τὰ ἄρμενα· τουτέστι πάντα κινεῖν ὑπὲρ τοῦ περιγενέσθαι αὐτοῦ. καὶ Κάλως, κάλω, Ἀττικῶς. Ἀριστοφάνης Βατράχοις· μία μέν ἐστιν ἀπὸ κάλω καὶ θρανίου. ἀπὸ εὐθείας τῆς κάλως.
κ 260 Καλῶς: ἀντὶ τοῦ εὐσεβῶς καὶ φιλανθρώπως παρὰ Θουκυδίδῃ. οἷς κόσμος καλῶς τοῦτο δρᾶν. τουτέστι τὸ λῃστεύειν. οὔτε γὰρ βοῦν ἀροτῆρα ἐλεηλάτουν ἢ ἔκλεπτον νυκτὸς οὔτε μετὰ φόνων ἐποίουν τὴν λῃστείαν.
κ 261 Καλῶ σε· αἰτιατικῇ.
κ 262 Καλῶς: τοῦτο ἐπὶ παραιτήσει καὶ ἀρνήσει χρῶνται. εἰρηκότος γὰρ τοῦ Διονύσου πρὸς Εὐριπίδην, ἐπίθες καὶ σὺ δὴ λιβανωτόν· ἐπήγαγε, καλῶς· ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς. διὸ λέγει ὁ Διόνυσος· ἴδιοί τινές σοι, κόμμα καινόν. εἰ καὶ τὰ λοιπὰ προσέσχε καλῶς τε καὶ εὖ.
κ 263 Καλπάζειν: τὸ ἁβρῶς βαδίζειν.
κ 264 Κάλπις: ὑδρία.
κ 265 Καλοί· Ἀριστοφάνης· ἐν τοῖσι τοίχοις ἔγραφον· Ἀθηναίοις καλός. ἴδιον ἐραστῶν ἦν τὸ τὰ τῶν ἐρωμένων ὀνόματα γράφειν ἐν τοῖς τοίχοις ἢ δένδροις ἢ φύλλοις δένδρων, οὕτως· ὁ δεῖνα καλός.
κ 266 Καλυδῶνος: πόλις. καὶ Καλυδώνιος πορθμός.
κ 267 Κάλυκας: σύριγγας. ῥόδα κεκαλυμμένα.
κ 268 Κάλυμνος: ὁ ἐν Αἰγύπτῳ σῖτος. ἀντὶ τοῦ Καλύμνιος. ὁ γὰρ Φιλάδελφος ἐκ Καλυδῶνος μετήγαγε τὸ σπέρμα. ὡς ὁ Ἀπολλόδωρός φησι λέγεσθαι καλύδνας, ὡς καλύβας.
κ 269 Καλλύνων· χθὲς μὲν καὶ πρώην δεδρακότες τοῦ καπηλείου, καὶ τούτου βάθρα καλλύνων καὶ τοὔδαφος κορεῖν.
κ 270 Κάλυντρα: κόσμητρα. ἀντὶ δὲ τοῦ δόρατος κάλυντρον φέ‐ ρων καὶ κόσκινον ἀντὶ τῆς ἀσπίδος καὶ κόφινον ἀντὶ κράνους, ἐπὶ ὄνου καθήμενος.
κ 271 Κάλυξ: ἄνθος ῥόδου μεμυκός.
κ 272 Καλύπτω· αἰτιατικῇ.
κ 273 Καλυψώ: ὄνομα κύριον. ἡ μὴ ἁπλῆ, καλύπτουσα δὲ τὸ διανοούμενον. δολόεσσαν γὰρ λέγει αὐτὴν Ὅμηρος.
κ 274 Κάμαξ: χάραξ, ὀρθὸν ξύλον. λέγεται θηλυκῶς. οἱ δὲ Πάρθοι στέφουσιν ὀπίσω τοὺς ἵππους περὶ τοῖς αὐτῶν αὐχέσι τὰς κάμακας ἑλίξαντες. καὶ αὖθις· μυρία, καὶ δολιχὰς δεξαμένη κάμα‐ κας. οἱ δὲ βάρβαροι δρεπανηφόρῳ κάμακι τὸ σχοινίον, ᾧ εἴχετο ἡ ναῦς, διακόπτουσι. ζήτει καὶ ἐν τῷ χιλιοστύς.
κ 275 Καμάρινα καὶ Γέλα πόλεις Σικελίας. καὶ Καμαριναῖος, ὁ πολίτης.
κ 276 Καμάρινοι: ὄνομα ἔθνους.
κ 277 Καμασσηνός: ἐθνικόν.
κ 278 Καματηρούς: κεκοπιακότας. μήπως καματηροὺς καὶ πνευστιῶν‐ τας ἀκμῆσι παραδῷ τοῖς βαρβάροις.
κ 279 Κάμεια: ὄνομα πόλεως.
κ 280 Καμειραία ἰσχάς· Βάβριος· μικρὸν δ’ ἐπισχὼν εὖτ’ ἔσωθεν ἐκκύψας ψαύειν ἔμελλεν ἰσχάδος Καμειραίας. ὅτι Ἀναξανδρίδης ὁ Ῥό‐ διος ἐκ Καμείρου ἦν.
κ 281 Καμηλαύκιον: Ῥωμαίων ἡ λέξις. ῥηθείη δ’ ἂν καὶ Ἑλληνιστὶ παρὰ τὸ καῦμα ἐλαύνειν.
κ 282 Κάμηλος: τὸ ζῷον. Ἀριστοφάνης· πῶς ἄνευ καμήλου Μῆδος ὢν ἐσέπτατο; ἐπεὶ διὰ καμήλων ἦλθον οἱ Μῆδοι ἐς τὴν Ἑλλάδα. καὶ Καμηλίτης βοῦς οὕτω καλούμενος. Κάμιλος δὲ τὸ παχὺ σχοινίον.
κ 283 Κάμιλλος: ὄνομα κύριον. ὁ Ῥωμαίων στρατηγός. ζήτει ἐν τῷ Ἀχίλλειος εὐχή.
κ 284 Κάμινος.
κ 285 Κάμιρος: ὄνομα κύριον. καὶ ὄνομα πόλεως.
κ 286 Κάμνειν: ἐπὶ τοῦ ποιεῖν καὶ ἐργάζεσθαι, καὶ ἐπὶ τοῦ νοσεῖν. λέγεται καὶ ἐπὶ τῶν ἀποθανόντων. εἴδωλα καμόντων. προσλαβὼν δὲ τὴν ἀποπρόθεσιν σημαίνει τὸ ἀπειπεῖν καὶ ἀπαγορεῦσαι καὶ ἀπογνῶ‐ ναι· οἷον, ἀπέκαμον νουθετῶν· κάμνω παραινῶν.
κ 287 Καμμονίη: ἡ ἐκ μονομεροῦς νίκη.
κ 288 Καμόντων: τῶν νεκρῶν. εἰ καί σοι βέβριθεν ὑπ’ εἰδώλοισι καμόντων ὁλκάς.
κ 289 Κάμμορος: ὁ ταλαίπωρος.
κ 290 Καμπανία: χώρα.
κ 291 Κάμπη.
κ 292 Κάμπιος δρόμος: δρόμοι τινὲς ἦσαν κάμπιοι, οὐκ εὐθεῖς καὶ ἁπλοῖ, ἀλλὰ καμπὰς ἔχοντες.
κ 293 Καμπιδήκτωρ.
κ 294 Κάμπτω. ᾠδὰς ἔκαμπτεν, ὁπόσας ὁ Νέρων ἐλύγιζέ τε καὶ ἔστρεφεν.
κ 295 Κάμπτω σε· αἰτιατικῇ. ἀντὶ τοῦ μαλακίζω τὴν ψυχήν σου.
κ 296 Καμπύλα τόξα· Ὅμηρος. συνέμιξε τὸν κατὰ τοῦ τόξου λόγον τῷ κατὰ τῶν βελῶν. καμπύλα μὲν γὰρ τὰ τόξα, τουτέστιν ἐπικαμπῇ· πεπτηότα δὲ ἄλλυδις ἄλλη τὰ βέλη. ὡς χοῖνιξ τὸ μέτρον καὶ τὸ μετρούμενον, καὶ κοτύλη ὁμοίως.
κ 297 Καμπυλιάζειν: κάμπτειν καὶ στρέφειν.
κ 298 Καννάβη.
κ 299 Καναστραῖα: κοῖλά τινα ἀγγεῖα.
κ 300 Καναχηδόν: μετὰ κτύπου.
κ 301 Κανδάκη: ἡ τῶν Αἰθιόπων βασίλισσα. καὶ ζήτει ἐν τῇ Ἀλεξάνδρου ἱστορίᾳ.
κ 302 Κανδήλα: παρὰ τὸ καίειν δῆλα.
κ 303 Κάνδυλος: βρῶμα διὰ μέλιτος καὶ γάλακτος σκευαζόμενον· ὡς καὶ ἀβυρτάκη ἐρύκων βρῶμα. καὶ ζήτει ἐν τῷ ἀκρόδρυα.
κ 304 Κάνδυς: χιτὼν Περσικός. ἀποδύσαντες δὲ τὸν κάνδυν καὶ τὰς ἀναξυρίδας ἐξελκύσαντες καὶ τὸν πῖλον ἀφελόντες.
κ 305 Κάνναις καὶ καλάμαις χρῶνται οἱ νομάδες εἰς τὴν σκηνοποιΐαν.
κ 306 Κάνεον: τὸ κανίσκιον. καὶ Κάνειον ὁμοίως.
κ 307 Κάνης: ὁ ψίαθος. καὶ κλίνεται κάνητος.
κ 308 Κανηφόροι· Φιλόχορός φησιν, ὡς Ἐριχθονίου βασιλεύοντος πρῶτον κατέστησαν αἱ ἐν ἀξιώματι παρθένοι φέρειν τὰ κανᾶ τῇ θεῷ, ἐφ’ ᾧ ἐπέκειτο τὰ πρὸς τὴν θυσίαν, τοῖς τε Παναθηναίοις καὶ ταῖς ἄλλαις πομπαῖς.
κ 309 Κάνθαρος, Ἀθηναῖος, κωμικός. μνημονεύεται τούτου δράματα Μήδεια, Τηρεύς, Συμμαχίαι, Μύρμηκες, Ἀηδόνες.
κ 310 Κάνθαρος: παρὰ τὸν κάνθωνα, τουτέστι τὸν ὄνον· καὶ παρὰ τὸν ὀρόν, τουτέστι τὸ σπέρμα. φασὶ γὰρ ὅτι ὁ κάνθαρος οὕτω τίκτε‐ ται. ἐπὰν εὕρῃ ὄνου κόπρον στρογγύλην, μένει κυλίων τοῖς ποσὶ καὶ ἐν τῷ κυλίειν ἀποσπερμαίνει· καὶ ἐκ τούτου ὁ κάνθαρος τὸ ζῷον γίνεται. ὅθεν καὶ τὴν ὀνομασίαν ἔχει παρὰ τὸν κάνθωνα καὶ τὸν ὀρόν, τουτέστι τὸ σπέρμα, κάνθωρός τις ὤν. ἢ παρὰ τὸν θορόν, ὃ δηλοῖ τὸ σπέρμα. ἢ ὁ θορὼν παρὰ τὸν κάνθωνα· ἀντὶ τοῦ περὶ τὴν κόπρον τοῦ ὄνου. ἢ ὁ ἐκ τοῦ κάνθωνος ὀρούων. κάνθων δὲ κυρίως ὁ ὄνος. κάνθαρος δὲ τὸ ζῷον, καὶ ὄνομα λιμένος ἐν Ἀθήναις, καὶ εἶδος ποτηρίου. ὅτι κάνθαρος θῆλυς οὐ γίνεται, ἀλλὰ πάντες ἄρσενες γεννῶνται.
κ 311 Κανθάρου μελάντερος: παροιμία. Μένανδρος Θησαυρῷ. καὶ Κανθάρου σοφώτερος, ἐπὶ τῶν πονηρῶν καὶ κακοήθων.
κ 312 Κανθήλη: πόλις.
κ 313 Κανθήλιος: βραδὺς νοῆσαι, ἢ ἀφυής. ἢ ὄνος μέγας. Ξε‐ νοφῶν λέγει· ὅτι ἐν Βαβυλῶνι οἱ φοίνικες οὐ μεῖον ἢ πλεθριαῖοι τὸ μέγεθος γίνονται· οἳ δὴ πιεζόμενοι ὑπὸ βάρους ἄνω κυρτοῦνται, ὥσπερ ὄνοι κανθήλιοι. καὶ Πολύβιος· ἐν γὰρ τοῖς ἐπιδεδεμένοις φορτίοις τὰ κανθήλια λαβόντας ἐκ τῶν ὄπισθεν προθέσθαι πρὸ αὐτῶν ἐκέλευσε τοὺς πεζούς. οὗ γενομένου, συνέβη παρὰ πάντας χάρακας ἀσφαλέστατον γενέσθαι τὸ πρόβλημα.
κ 314 Κάνθων: ὄνος.
κ 315 Κανόνιον: οὕτω καλεῖται ἡ οἱαδήποτε πραγματεία, κἂν πλειό‐ νων τυγχάνῃ πτυχίων ἢ στίχων ἤγουν παγινῶν. στίχον δὲ τὸ κατὰ τὸ κοινὸν ἔθος ὀνομαζόμενον, ἀπὸ ἀριστερῶν ἐπὶ δεξιῶν ἀναγινωσκό‐ μενον. σελίδιον δὲ τὸ ἀπὸ τῶν ἄνωθεν ἀναγινωσκόμενον ἐπὶ τὰ κάτω.
κ 316 Κανονίς: ἐργαλεῖον καλλιγραφικόν. ἐν Ἐπιγράμμασι· καὶ κανονῖδ’ ὑπάτην.
κ 317 Κάννος καὶ Βύβλις: ὀνόματα κύρια· ἀμφότεροι δυστυχήσαντες.
κ 318 Κανοῦν: κανίσκιον. παρὰ τὴν τῶν Διονυσίων ἑορτὴν Ἀθήνη‐ σιν αἱ εὐγενίδες γυναῖκες ἐκανηφόρουν. ἦν δὲ ἐκ χρυσοῦ πεποιημένα τὰ κανᾶ, ἐφ’ ὧν τὰς ἀπαρχὰς πάντων ἐτίθεσαν. κανοῦν δὲ ἀπὸ τοῦ κνεῖν. ἐν τῷ κανῷ γὰρ ἐκρύπτετο ἡ μάχαιρα καὶ ταῖς σολαῖς καὶ τοῖς στέμμασιν. κανοῦν δ’ ἔχοντε καὶ χύτραν καὶ μυρρίνας πλανώμεθα ζητοῦντες τόπον ἀπράγμονα· Σοφοκλῆς. τὰ πρὸς θυσίαν κομίζουσιν, ἵνα οἰκήσαντες ἐπὶ τῇ ἱδρύσει θύσωσι. χύτραις γὰρ ἵδρυον. οἱ δέ φασιν, ὅτι ἀμυντήρια τῶν ὀρνέων ἐβάσταζον· ἀντὶ ὅπλου μὲν κανοῦν, ἀντὶ δὲ περικεφαλαίας χύτραν, ἵνα μὴ ἐφιπτάμενα τὰ ὄρνεα τύπτῃ αὐτούς. τὰς δὲ μυρρίνας, πρὸς τὸ ἀποσοβεῖν.
κ 319 Κάνωβος: ὄνομα κύριον. καὶ ὄνομα πόλεως.
κ 320 Κάνωπος: ὁ ἐν Αἰγύπτῳ. ποτέ, ὡς λόγος, Χαλδαῖοι τὸν ἴδιον θεόν, ὅπερ ἐστὶ τὸ πῦρ, ἀποσεμνύνοντες πανταχοῦ περιέφερον, ὥστε τοῖς θεοῖς πασῶν τῶν ἐπαρχιῶν συμβεβληκέναι καὶ τὸν νικῶντα ἐκεῖνον παρὰ πάντων νομίζεσθαι θεόν. τῶν μὲν οὖν ἄλλων ἐπαρχιῶν οἱ θεοὶ ἀπὸ χαλκοῦ ἢ ἀργύρου ἢ ξύλου ἢ λίθου ἢ ἄλλης τοιαύτης ὕλης ἐτύγχανον ἱδρυμένοι, ἡ δὲ τοιαύτη ὕλη εὐχερῶς ὑπὸ τοῦ πυρὸς διεφθείρετο, ὥστε πανταχοῦ τὸ πῦρ ἀναγκαίως νικᾶν. τοῦτο ἀκούσας ὁ τοῦ Κανώπου ἱερεὺς πανοῦργόν τι τοιοῦτον ἐνεθυμήθη. ὑδρίαι ἐν τοῖς μέρεσι τῆς Αἰγύπτου εἰώθασι γίνεσθαι ὀστράκιναι τρήσεις ἔχουσαι λεπτὰς συνεχεῖς, ὥστε διὰ τῶν τρήσεων ἐκείνων τὸ τεθολωμένον ὕδωρ διυλιζόμενον ἀποδίδοσθαι καθαρώτατον. ἐκ τούτων τῶν ὑδριῶν μίαν λαβὼν ὁ ἱερεὺς τοῦ Κανώπου καὶ τὰς τρήσεις ἐκείνας ἀποφράξας κηρῷ, καὶ διαφόροις ζωγραφήσας χρώμασι, πληρώσας ὕδατος ἔστησεν ὡς θεόν, καὶ ἀποτεμὼν παλαιοῦ ἀγάλματος τὴν κεφαλήν, ὅπερ ἐλέγετο Μενελάου τινὸς κυβερνήτου γεγενῆσθαι, ἐπιμελῶς ἐπιθείς, ἥρμοσεν αὐτὴν τῷ ἀγάλματι. παρεγένοντο μετὰ ταῦτα οἱ Χαλδαῖοι, ἀνήφθη τὸ πῦρ, καὶ ὁ κηρός, δι’ οὗ αἱ τρήσεις ἐτύγχανον πεφραγμέναι, διελύετο. τῆς δὲ ὑδρίας ἱδρώσης, καὶ τὸ ὕδωρ διὰ τῶν τρήσεων ἐκβαλλούσης, ἐσβέννυτο τὸ πῦρ. οὕτω τε τῇ πανουργίᾳ τοῦ ἱερέως ὁ Κάνωπος τῶν Χαλδαίων νικητὴς ἀνεδείχθη καὶ ἀπὸ τότε λοιπὸν ὡς θεὸς ἐτιμᾶτο. ὅτι ὁ ἑκατὸν σταδίους ἀπέχων Κανώβου καὶ ὁ ἕνα ἐπί‐ σης οὐκ εἰσὶν ἐν Κανώβῳ· οὕτω καὶ πλέον καὶ ἔλαττον ἁμάρτημα ἐπίσης οὐκ εἰσὶν ἐν τῷ κατορθοῦν. ζήτει σαφέστερον ἐν τῷ ἀμπλάκημα.
κ 321 Κἄν τι σφαλῆτ’ ἐξ ἀξίου γοῦν· Ἀριστοφάνης· ζήτει ἐν τῷ ἀπὸ καλοῦ ξύλου.
κ 322 Κἀξ αὑτοῦ.
κ 323 Κάωνος.
κ 324 Κάππα διπλοῦν: ἀντὶ τοῦ κακά. τρία κάππα κάκιστα· Καππαδοκία, Κρήτη καὶ Κιλικία.
κ 325 Καππάδοξ: μόνον τῶν εἰς ωξ διὰ τοῦ ο μικροῦ. λέγεται δὲ καὶ Καππαδόκης ἡ εὐθεῖα. καὶ Καππαδόκιον τέρας.
κ 326 Καπανῆται.
κ 327 Κάππαρις: εἶδος βοτάνης. ἧς ὁ καρπὸς ἰατροῖς δοκεῖ εἶναι ὀνήσιμος. ὁ δὲ Ζήνων ὁ Κιτιεὺς ὤμνυε κάππαριν, καθάπερ Σωκρά‐ της τὸν κύνα.
κ 328 Κάππαρις: παρὰ τὸ ἐκ τοῦ κάμπου αἴρεσθαι.
κ 329 Καπετωλεῖον: τὸ ἱερόν. Καπιτώλιον δέ.
κ 330 Κἄπειτα: καὶ ἔπειτα.
κ 331 Κάπηθεν καὶ Καπίστριον.
κ 332 Καπηλεύω· αἰτιατικῇ.
κ 333 Καπηλείας: ἐμπορείας. καὶ Καπηλεῖον.
κ 334 Καπηλικῶς: ἀντὶ τοῦ πανουργικῶς. ἐπεὶ οἱ κάπηλοι ὀνθυλεύουσι τὸν οἶνον, συμμιγνύντες αὐτῷ σαπρόν. οἱ κάπηλοι ὑμῶν θολοῦσι τὸν οἶνον.
κ 335 Καπηλίς: παρὰ τὸ κακύνειν τὸν πηλόν. πηλὸς δὲ ὁ οἶνος· ὅθεν καὶ ἄμπελος, οἱονεὶ ἔμπελος οὖσα, ἡ ἐν αὑτῇ ἔχουσα τὸν πηλόν.
κ 336 Κάπηλος: μεταβολεύς, πραγματευτής. κάπηλος ἀσπίδων. ὁ μετάβολος παντὸς πράγματος.
κ 337 Κάπηλος: ἓν ἀνθ’ ἑνός τινες οἴονται εἶναι· οἷον ἐκ τοῦ παρὰ Σοφοκλεῖ. πολὺς δὲ πηλὸς ἐκ πίθων τυρβάζεται. ὁ μὲν οὖν Σοφοκλῆς εὐεπίφορος ἐς τὸν πηλόν. ὁ μέντοι οἶνος οὐκ ἔστι πηλός. πόθεν δὲ ἐν τῷ καπήλῳ ὁ οἶνος ἐγγίνεται; καὶ γὰρ ἕτερόν ἐστιν οἰνοπώλης καὶ ἕτερον κάπηλος. καθόλου γὰρ τοὺς πωλοῦντάς τι καπήλους ἔλε‐ γον. ἔστι δὲ καὶ παρὰ Σώφρονι ἐν ταῖς Ἀκεστρίαις. ὁ δὲ Αἰσχύλος τὰ δόλια πάντα καπηλεῖα καλεῖ· κάπηλα προφέρων τεχνήματα.
κ 338 Καπήρια: εἶδος πλακοῦντος· τὰ παρ’ ἡμῖν καπύρια.
κ 339 Κἀπιδώσειν μοι δοκῶ τὸ χρῆμα μᾶλλον: ἀντὶ τοῦ προσθή‐ κην σχήσειν.
κ 340 Καπίστριον: ἡ τοῦ ἵππου φορβεία. Κάπους γὰρ Ῥωμαϊκῶς ἡ κε‐ φαλή· καὶ ἐξ αὐτοῦ καπίστριον.
κ 341 Καπιτώλιον· ὁ Ῥωμύλος μετὰ τὸ κτίσαι τὸ Παλάτιον ἔκτισε καὶ τὸ Καπιτώλιον, ὅ ἐστι κεφαλὴ τῆς πόλεως· ἐν ᾧ καὶ τὸ Παλλά‐ διον ἐπέθετο λαβὼν ἀπὸ πόλεως Σίλβης. Σατούρειον δὲ πρότερον ἐκαλεῖτο, ὕστερον δὲ Καπιτώλιον ἐκ τῆς φανείσης ὀρυττομένων τῶν θεμελίων ἐν τῇ γῇ κεφαλῆς σώματος νεοσφαγοῦς.
κ 342 Καπίτων, Λύκιος, ἱστορικός. οὗτος ἔγραψεν Ἰσαυρικὰ βιβλία ὀκτώ, Μετάφρασιν τῆς ἐπιτομῆς Εὐτροπίου, Ῥωμαϊστὶ ἐπιτεμόντος Λίβιον τὸν Ῥωμαῖον, καὶ περὶ Λυκίας καὶ Παμφυλίας.
κ 343 Κάπνη: ἡ καπνοδόκη. Ἀριστοφάνης· τί ποτ’ ἄρ’ ἡ κάπνη ψοφεῖ;
κ 344 Καπνίας οἶνος· ὃς γίνεται ἐν Βενεβεντῷ τῆς Ἰταλίας. καὶ Καπνία ἄμπελος, ἡ μέλαινα. λύσις ὀνείρου· Βενεβεντὸν λέγουσι πνευμάτων βίαν. περὶ καπνιζομένων ζήτει ἐν τῷ θυμιᾶν.
κ 345 Καπνίας: ποιητής, ὁ μηδὲν λαμπρὸν γράφων.
κ 346 Καπνοῦ σκιά: ἐπὶ τῶν λίαν ἰσχνῶν. κοὐκ οἶδ’ ἐναίρων νεκρὸν ἢ καπνοῦ σκιάν, εἴδωλον ἄλλως· οὐ γὰρ ἂν σθένοντά γε εἷλέ με. λέγεται ὁ καπνὸς καὶ ἀμενηνός. καὶ παροιμία· καπνὸν εἶναι ἡγούμην. ἐπὶ τῶν οὐδαμινῶν καὶ οὐδενὸς ἀξίων.
κ 347 Καπρίαι: αἱ ἐντὸς τῶν πτερυγωμάτων τῆς φύσεως τῶν καμή‐ λων ἐπανεστῶσαι σάρκες, ἃς τέμνουσιν, ὁπόταν εἰς πόλεμον ἐξίωσιν. οὐκέτι γὰρ συνουσιάζουσιν.
κ 348 Κάπρος: τὸ αἰδοῖον τοῦ ἀνδρός.
κ 349 Κάπρος Ἐρυμάνθιος· Δρύοπες, ἔθνος περὶ τὴν Πυθῶνα ἄδικον, ὃ Ἡρακλῆς μετῴκισεν. ὅτε γὰρ τὸν Ἐρυμάνθιον κάπρον ἔφερεν, ἐζήτει αὐτοὺς τροφήν· οἱ δὲ οὐκ ἔδωκαν.
κ 350 Καπρῶντας: ὁρμητικῶς ἔχοντας πρὸς συνουσίαν.
κ 351 Καπύη: ὄνομα πόλεως μεγίστης. ἡ δὲ Καπύη μεταθεμένη πρὸς τοὺς Καρχηδονίους τῷ βάρει συνεπεσπάσατο καὶ τὰς ἄλλας πόλεις.
κ 352 Κάρ· Ἀριστοφάνης· εἰ δὲ δοῦλός ἐστι Κάρ, ὥσπερ Ἐξηκεστί‐ δης, φυσάτω πάππους παρ’ ἡμῖν, καὶ φανοῦνται φράτορες.
κ 353 Κάραμβις: τόπος τίς.
κ 354 Καραδοκεῖ: προσδοκᾷ, κατασκοπεῖ. παρὰ τὸ τῇ κάρᾳ δοκεύειν, ἤγουν ἐμβλέπειν καὶ ἐπιτηρεῖν καὶ ἐλπίζειν, ἢ τὸ τῇ κεφαλῇ προβλέ‐ πειν ἐκδεχόμενον. μήποτε τὸ κέαρ ἔγκειται. τὸ γὰρ καρηβαρεῖν, ἤτοι καταβαρεῖσθαι τὴν κεφαλὴν ἢ παραβάλλειν αὐτὴν ἀπὸ μέθης. τινὲς δέ, ὅτι σύνθετόν ἐστι τὸ κάτω κάρα ἐπιφέρειν τὸ καραδοκεῖν, παρατί‐ θενται Δίφιλον λέγοντα· τὴν νύκτ’ ἐκείνην διεκαρανόμησεν.
κ 355 Καραδοκήσοντα· Ἡρόδοτος. ὁ δὲ πέμπει εἰς Δελφοὺς Κάδμον καραδοκήσοντα τὴν μάχην, ᾗ πεσεῖται.
κ 356 Κάρανος, εἷς τῶν Ἡρακλειδῶν, στρατολογήσας ἐκ τῆς Ἑλλάδος, ἦλθεν εἰς Μακεδονίαν ἄδοξον οὖσαν τότε καὶ ἐβασίλευσε καὶ διαδοχῇ κέχρηται μέχρι Φιλίππου. Ἀμύντας δὲ ὁ Φιλίππου πατὴρ Εὐρυδίκην Ἰλλυρίδα γήμας ἔσχε παῖδας Ἀλέξανδρον, Περδίκκαν, Φίλιππον· οὓς ἔνιοι καὶ ὑποβεβλῆσθαι τὴν Εὐρυδίκην φασί. πολεμήσας δὲ Θηβαίοις ὅμηρον ἔδωκε νέον ὄντα τὸν Φίλιππον· οὗ γενέσθαι Θηβαῖόν τινα Παμμένην ὄνομα ἐραστήν, ὥς φασιν. Ἀμύντου δὲ τελευτήσαντος, Παυσανίας φυγαδευθεὶς ὑπ’ αὐτοῦ πρότερον, κατελθὼν ἐβιάσατο τοὺς παῖδας καὶ κατέσχε τὴν ἀρχήν. Εὐρυδίκη δὲ Ἀθηναίων στρατηγῷ διατρίβοντι περὶ τὴν Μακεδονίαν χρησαμένη συμμάχῳ, τὸν Παυσανίαν ἐκβάλλει. ἕως μὲν οὖν ἦρχον οἱ πρεσβύτεροι, οὐδὲν ἐνεωτερίζετο· Φίλιππος δὲ ἄρξας δύο καὶ εἴκοσιν ἔτη γεγονὼς πολλοὺς κατεστρέφετο βαρβάρους τε καὶ Ἕλληνας, ἔλαβε δὲ καὶ Ἀθηναίων Ἀμφίπολιν καὶ Θετταλίαν ὑφ’ ἑαυτῷ ἐποιήσατο καὶ τὰς Χαλκιδικὰς πόλεις δύο καὶ τριάκοντα, ὧν ἐπρώτευον Ὀλύνθιοι. ὃς Ποτίδαιαν ἀφελόμενος Ἀθηναίων, ἐδωρήσατο ἀπατῶν αὐτούς. ὅμως δὲ βοηθοὺς ἔπεμψαν Ἀθηναῖοι ναῦς μʹ καὶ Χάρητα στρατηγόν· οὗ χειμῶνι ἀποληφθέντος, προδόντων δὲ τὴν Ὄλυνθον Εὐθυκράτους καὶ Λασθένους, τὴν μὲν ἀνάστατον ἐποίησε, τὰς δὲ ἄλλας πόλεις εἷλεν· Ἀθηναῖοι δὲ τοὺς περισωθέντας πολίτας ἐποιήσαντο. Μεθωναίοις δὲ τοῖς ἐπὶ Θρᾴκης πολεμῶν τὸν ὀφθαλμὸν ἐπηρώθη, Ἀστέρος τινὸς ὄνομα βαλόντος αὐτὸν βέλει, ἐπιγράψαντός τε τῷ βέλει· Ἀστὴρ Φιλίππῳ θανάσιμον πέμπει βέλος. πρὸς ὃν ἀντιγράψας ἔπεμψε βέλος ὁ Φίλιππος· Ἀστέρα Φίλιππος, ἢν λάβῃ, κρεμήσεται. καὶ ὑποσχόμενος εἰρήνην ἐξῄτησε καὶ λαβὼν ἐκρέμασεν. εἷλε δὲ καὶ Κερσοβλέπτην, Θρᾳκῶν βασιλέα καὶ φίλον Ἀθηναίων, καὶ Ἁλόνησον ἔλαβε, καὶ ἄλλας πόλεις· μεθ’ ἃ ὁ πόλεμος ὁ Φωκικὸς συνέστη.
κ 357 Καρανούσθω: τελειούσθω.
κ 358 Κάρας: ὄνομα ἔθνους.
κ 359 Καρατομεῖται: ἀποκεφαλίζεται.
κ 360 Καρβάσιναι: εἶδος ὑποδήματος. ἐπειδὴ ἀπέλειπε τὰ ἀρχαῖα ὑποδήματα, καρβάσινα εἶχον ἐκ τῶν νεοδάρτων βοῶν.
κ 361 Κάρβων, Κάρβωνος. λύσις ὀνείρου· ἄνθραξι βαίνειν ἐχθρικὴν δηλοῖ βλαβήν.
κ 362 Κάρδαμα· ἐπισχετικὰ οὔρων τὰ κάρδαμα καὶ πτύσματος. καὶ διὰ τοῦτό φασι τοὺς Πέρσας χρῆσθαι· φυλάττονται γὰρ πολλὰ πτύειν καὶ οὐρεῖν καὶ ἀπομύττεσθαι.
κ 363 Καρδαμίς: εἶδος λαχάνου.
κ 364 Καρδία: πόλις Θρᾴκης. καὶ Καρδιανοί, οἱ πολῖται. ὄνομα πελάγους.
κ 365 Καρδία· ὅτι τὰ ἔνυδρα καρδίαν οὐκ ἔχει, οὐδὲ πνεύμονα. ὅσα δὲ πνεύμονα ἔχει, τῇ τραχείᾳ ἀρτηρίᾳ καταψύχεται τὸ ἐντὸς θερμόν, δι’ αὐτῆς εἰσιόντος τοῦ ἀέρος. οἱ δὲ ἰχθύες διὰ τῶν βραγχίων καταψύχουσι τὸ ἐντὸς θερμὸν συστέλλοντες αὐτὰ καὶ εἰσδεχόμενοι τὸ ὕδωρ, ὥστε οὐ δέονται πνεύμονος. καὶ ἄλλως οὐδὲ πάνυ δέονται τὰ ἔνυδρα τοῦ εἰσιέναι ἔξωθεν τὸ ὑγρὸν ἵνα ἐμψύξῃ· τὸ γὰρ ὕδωρ αὐτοῖς περικείμενον αὐτῇ τῇ ἁφῇ τὴν ἔμψυξιν ἐργάζεται. ἡ καρδία δὲ πρώ‐ τως τῆς ἐμψύξεως δεῖται· πηγὴ γάρ ἐστι τοῦ ἐμφύτου θερμοῦ τοῖς ζῴοις ἡ καρδία· διὰ δὲ αὐτὴν καὶ ὁ πνεύμων. διὰ μὲν οὖν τῆς εἰσπνοῆς ἐμψύχεται ἡ καρδία, διὰ δὲ τῆς ἐκπνοῆς τὰ λιγνυώδη περιττώματα ἀποκρίνεται. ἐπιπολὺ δὲ ἀπνευστὶ οὐ δυνάμεθα δια‐ λέγεσθαι, διὰ τὸ δαπανᾶσθαι τὸ πνεῦμα τὸ ἐν τῷ θώρακι. δεόμεθα οὖν πρότερον εἰσπνεῦσαι ἄλλο εἰς χορηγίαν τῆς φωνῆς. ἅμα δὲ εἰσπνεῖν τε καὶ διαλέγεσθαι ἀδύνατον, ἐπεὶ μηδὲ εἰσπνεῖν τε καὶ ἐκπνεῖν· ἐναντία γάρ. διὰ τοῦτο καὶ οἱ τραγῳδοὶ ἐκτείνειν μέλλοντες τὰ μέλη, πολὺ πρότερον εἰσπνέουσι πνεῦμα, καὶ οὕτως ἄρχονται φωνεῖν, ἵνα ἐξαρκέσῃ αὐτοῖς περὶ τὴν ἐκπνοήν. ὅτι καρδία τῆς ἀρετῆς ἐστιν ἡ ἐλεημοσύνη.
κ 366 Καρδία· ὅτι οἱ παλαιοὶ τὸν στόμαχον καρδίαν ἐκάλουν. ἔνθεν καὶ καρδιωγμός.
κ 367 Καρδιαλγίαι: λῦπαι καρδίας.
κ 368 Καρδιουλκία: τὰς καρδίας ἕλκειν τῶν θυμάτων.
κ 369 Καρδιοφύλαξ: παρὰ Ῥωμαίοις χάλκωμα σπιθαμιαῖον πάντη πάντως, ὃ προσετίθεντο πρὸ τῶν στέρνων. οἱ δὲ ἀντὶ τούτου ἁλυ‐ σιδωτοὺς χιτῶνας περιετίθεντο περὶ τοὺς θώρακας.
κ 370 Καρδιωσάμενος: τῶν θυομένων τοῖς θεοῖς ἱερείων ἀφῃροῦντο τὰς καρδίας, κἂν ὅλα τὰ ἱερεῖα ἔμελλον ὁλοκαυτοῦν, καὶ τῇ καλου‐ μένῃ πιμελῇ καλύψαντες οὕτως ἐπετίθεσαν τῷ πυρί. καὶ τοῦτό ἐστι τὸ καρδιωσάμενος.
κ 371 Καρδιώττειν: τὴν καρδίαν ἀλγεῖν Σικελιῶται· ὃ ἡμεῖς βουλιμιᾶν. Ἀπολλόδωρος ἐν ἕκτῳ περὶ Ἐπιχάρμου τοὺς Σικελιώτας φησὶ τὸ τὸν στόμαχον ἐπιδάκνεσθαι ὑπὸ λιμοῦ καρδιώττειν λέγειν, ὅπερ βουλιμιᾶν λέγει Ξενοφῶν. καὶ εὐκάρδια πολλοὶ τὰ εὐστόμαχα λέγουσιν.
κ 372 Κάρδοπος: ἡ μάκτρα τοῦ ἀλεύρου. μαγίς, ἐν ᾗ τοὺς ἄρτους ἔματτον. ἢ σκαφίδιον, ἐν ᾧ ἀναμάττειν καὶ ἀναφυρᾶν ἔθος τὰ ἄλφιτα. θηλυκῶς ἡ κάρδοπος. Ἀριστοφάνης. τὴν κάρδοπον ἀρσε‐ νικῶς καλεῖς, ὥσπερ Κλεώνυμον. ἀρσενικῶς καλοῦσί τινες· γυναικώδης γὰρ ἦν.
κ 373 Καρδοῦχοι: σφενδονῆται ἄριστοι.
κ 374 Κᾶρες: ὄνομα ἔθνους.
κ 375 Κάρεψ.
κ 376 Καρήατος: τῆς κεφαλῆς.
κ 377 Καρηβαρία: ἡ μέθη.
κ 378 Καρηβαρῶν: τὴν κεφαλὴν βαρούμενος ἀπὸ μέθης οἴνου.
κ 379 Κάρηνα: ἀκρόπολις.
κ 380 Καρηνός: ἐθνικόν.
κ 381 Κάρης, Κάρητος.
κ 382 Καρηφαρίτης: ὁ χυδαῖος οἶνος, καὶ μὴ ἀνθοσμίας. ζήτει ἐν τῷ ἀνθοσμίας.
κ 383 Καρθάγεννα.
κ 384 Κάρθαια: τόπος τις.
κ 385 Καρία: τόπος. καὶ ἡ κεφαλὴ κατὰ γλῶσσαν· ὅθεν καὶ κέρατα.
κ 386 Καριαθιαρείμ: τόπος. Ἑβραϊκὴ δὲ ἡ λέξις.
κ 387 Καρίδας· ὅτι Ἀπίκιος ὁ Ῥωμαῖος μυριάδας ἀργυρίου κατανάλωσεν ἐς τὴν γαστέρα ἐν Κιντούροις τῆς Γαλατίας πολλὰς καρίδας ἐσθίων. ζήτει ἐν τῷ Ἀπίκιος.
κ 388 Καρικῇ Μούσῃ: τῇ θρηνώδει. δοκοῦσι γὰρ οἱ Κᾶρες θρηνῳδοί τινες εἶναι καὶ ἀλλοτρίους νεκροὺς ἐπὶ μισθῷ θρηνεῖν. τινὲς δὲ ἐξήκου‐ σαν τῇ βαρβάρῳ καὶ ἀσαφεῖ· ἐπειδὴ οἱ Κᾶρες βαρβαρόφωνοι. καὶ παροιμία Καρικὸς αἶνος. ὅτι ἁλιεὺς ἰδὼν ἐν χειμῶνι πολύπουν εἶπεν· εἰ μὴ κολυμβήσω, πεινήσω.
κ 389 Καρικὸν θῦμα: ἐπὶ τῶν ἄσαρκα ἢ ἄβρωτα μέλη θυόντων. οἱ γὰρ Κᾶρες κύνα θύουσιν. Εὐνάπιος.
κ 390 Καρίνη γυνή.
κ 391 Καρῖνος, Κάρου τοῦ βασιλέως υἱός, γενόμενος ἐν ἐξουσίᾳ καὶ βουλήσεως κύριος, ἀνέδραμε τηλικοῦτον κακὸν ἐς τυραννίδα, ὥστε ἀπέδειξε χρυσὸν τοῖς πειραθεῖσι τὴν τραγωδουμένην τυραννίδα· οὕτω καὶ τοὔνομα τοῖς ἔργοις μακρῷ παρῆλθε. παίδων μὲν γάρ οἱ γεγονό‐ των ὕβρεις διὰ τὸ σύνηθες οὐδὲ ὕβρεις ἐνομίσθησαν, ἀλλ’ ἦν ἐγκύκλιον αὐτῷ καὶ πρόχειρον τοιαῦτα ἁμαρτάνειν. ὁ δὲ ἐγκλήματά τε ἀνέπλαττε καὶ ἐδίκαζε τοῖς ἀδικουμένοις καὶ τῶν δικαζομένων οὐδεὶς ἐσῴζετο· ὅπου γε πολλῆς οὔσης καὶ ἀδιηγήτου τῆς φθορᾶς, παρανηλίσκοντό τινες τῶν εὐδαιμόνων, ὥσπερ ἐν κοινοῖς δείπνοις ἀλεκτορίδες ἐς τὴν Καρίνου τρυφήν. μεμνῆσθαι δὲ τῶν κατακοπτομένων ἔφασκε, τῶν μὲν ὡς οὐκ ἐπῄνεσαν αὐτοῦ τὸ κάλλος, τῶν δέ, ὅτι λέγοντα, ὅτε ἦν μειράκιον, οὐκ ἐθαύμασαν ὡς ἐβούλετο· ἀπώλλυντο δέ τινες καὶ γελάσαντες ἐναντίον αὐτοῦ ποτε, καὶ πάντα ἦν αὐτοῦ βαρύτερα διοσημείας, καὶ ἐλύττα ἐν μέσοις τοῖς ὑπηκόοις. οὗτος ὁ Καρῖνος βασιλεύσας πρᾶγμα μὲν ἐς κοινὸν ὄφελος φέρον οὐδὲν εἰργάσατο· τρυφῇ δὲ καὶ ἐκδεδιῃτημένῳ βίῳ τὰ καθ’ ἑαυτὸν παραδοὺς παρανά‐ λωμα τῆς τρυφῆς ἐποιεῖτο φόνους οὐδὲν ἠδικηκότων ἀνθρώπων, κατά τι προσκεκρουκέναι νομισθέντων αὐτῷ. βαρυνομένων δὲ πάντων ἐπὶ τῇ πικρᾷ τυραννίδι συναναμιχθείσῃ νεότητι, καὶ πάντα ἐκμελῶς καὶ δίχα λογισμοῦ πράττοντος.
κ 392 Καρκάδονα: τοῦτο λέγεται Χάροντος δάνειον, συναγόμενον ἐκ τοῦ ὀβολοῦ τοῦ συγκηδευομένου τοῖς τελευτῶσιν· οὐχ ὡς ἔνιοι πλανώ‐ μενοι βοτάνης ὄνομά φασιν εἶναι.
κ 393 Καρκαίρω: ἠχῶ. ζήτει ἐν τῷ ψαμμοκοσιογάργαρα.
κ 394 Καρκίνος, Ἀκραγαντῖνος, τραγικός. καὶ Καρκίνος, Θεοδέκτου ἢ Ξενοκλέους, Ἀθηναῖος, τραγικός. δράματα ἐδίδαξεν ρξʹ, ἐνίκησε δὲ αʹ. ἤκμαζε κατὰ τὴν ρʹ ὀλυμπιάδα, πρὸ τῆς Φιλίππου βασιλείας τοῦ Μακεδόνος. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἀχιλλεύς, Σεμέλη, ἢ ἀρχή, ὡς Ἀθήναιός φησιν ἐν Δειπνοσοφισταῖς. Λυσίας· ἐλυμαίνοντο γάρ μου τὸν καρκίνον εἰσφοιτῶσαι, φησίν, αἱ κύνες. καὶ ὅταν ὁ σῖτος ῥιζωθῇ κατὰ τῆς γῆς, κεκαρκινῶσθαί φασι. Φερεκράτης· ὁπόταν σχολάζῃς, νῆψον, ἵνα τὰ λήϊα συγκαρκινωθῇ. λέγεται καρκίνος καὶ πάθος τι συμβαῖνον ἐν τοῖς σώμασιν· ὃ νῦν καρκίνωμα λέγεται. εὑρίσκεται δὲ πολλάκις καὶ κύριον ὄνομα.
κ 395 Καρκίνος λαγὼν αἱρεῖ: ἐπὶ τῶν ἀδυνάτων.
κ 396 Καρκίνος, ποιητὴς Ἀττικός. σκώπτει δέ τις Καρκίνου παῖδας οὕτως· ὄρτυγας οἰκογενεῖς, γυλιαύχενας ὀρχηστάς, ναννοφυεῖς, σφυρά‐ δων ἀποκνίσματα, μηχανοδίφας. καὶ γὰρ ἔφασχ’ ὁ πατὴρ γαλῆν τῆς ἑσπέρας ἀπάγξαι. λέγει δὲ ὄρτυγας μὲν διὰ τὸ ἐριστικόν· τοιοῦτοι γὰρ οἱ ὄρτυγες. οἰκογενεῖς δὲ ἀντὶ τοῦ ἐσκιατραφημένους, ὡς ἂν εἴποις ὄρνιθας οἰκογενεῖς. γυλιαύχενας δέ, τουτέστι μακροτραχήλους· γύλιος γὰρ στρατιωτικόν ἐστι πλέγμα ἐπίμηκες. κολοβὸν οὖν εἰκὸς εἶναι αὐτοῖς τὸ ὅλον σῶμα, τὸν δὲ τράχηλον μακρόν, ἢ αὐχένας οὐκ ἔχοντας, καθάπερ ὁ γύλιος· ὡς μικροὺς οὖν καὶ γογγυλώδεις σκώπτει. ἐχόρευον δὲ οὗτοι τῷ πατρί. ναννοφυεῖς δὲ ὅτι νάννοι λέγονται οἱ κολοβοὶ τῶν ἀνθρώπων· οἱ δὲ κολοβοὶ τῶν ἵππων ἴννοι. ὀρχηστὰς δέ· εἰσέφερε γὰρ αὐτοὺς ὁ πατὴρ ἐν τοῖς δράμασιν ὀρχουμένους. σφυράδων δὲ ἀποκνίσματα, ἀντὶ τοῦ ταπεινοὺς καὶ μικρούς. σφυράδες δέ εἰσι τὰ τῶν αἰγῶν καὶ προβάτων ἀποπατήματα, ἡ δὲ σφυρὰς κυάμου ἔχει τὸ μέγεθος. ταύταις οὖν ἀπεικάζει αὐτούς, μᾶλλον δὲ οὐδὲ ταύταις, ἀλλὰ τοῖς ἀποκνίσμασιν αὐτῶν καὶ ἀποτμήμασιν. εὐτε‐ λίζει οὖν αὐτοὺς διὰ τὸ βραχύ. ἡ γὰρ τοῦ μικροῦ μερὶς μικρὰ ἢ οὐδὲν ἂν εἴη. μηχανοδίφας δὲ ἀπὸ μέρους· Ξενοκλῆς γὰρ ὁ Καρκίνου δοκεῖ μηχανὰς καὶ τερατείας εἰσάγειν ἐν τοῖς δράμασιν· ὃν Πλάτων δωδεκαμήχανόν φησιν. ἢ ἐπειδὴ πολλάκις ὡς τραγῳδοὶ μηχανικὰ εἰσέφερον, ἡνίκα θεοὺς ἐμιμοῦντο ἀνερχομένους ἢ κατερχομένους ἐκ τοῦ οὐρανοῦ. ὁ πατὴρ δὲ δρᾶμα ἐποίησε Μύας. παρὰ προσδοκίαν, τουτέστι μετὰ μόχθου. γαλῆν δὲ εἶπεν ἀπάγξαι, διότι αἱ γαλαῖ νυκτὸς πνίγουσι τοὺς μύας.
κ 397 Καρκίνου ποιήματα: Μένανδρος Ψευδηρακλεῖ. ἀντὶ τοῦ αἰνιγματώδη. ὁ γὰρ Καρκίνος Ὀρέστην ἀπὸ Ἰλίου ἀναγκαζόμενον ὁμολογῆσαι ὅτι ἐμητροκτόνησεν, ἐποίησε δι’ αἰνιγμάτων ἀποκρινόμενον.
κ 398 Κάρμηλος: τὸ ὄρος. καὶ Καρμήλιον ὄρος.
κ 399 Καρμητίς: πόλις οὕτω καλουμένη.
κ 400 Καρνεάδης, Λίβυς, ἀπὸ Κυρήνης, υἱὸς Φιλοκώμου, φιλόσοφος, ἀφ’ οὗπερ ἡ νέα Ἀκαδημία ἤρξατο. φασὶ δὲ τελευτήσαντος αὐτοῦ τὴν σελήνην ἐκλιπεῖν καὶ τὸν ἥλιον ἀμυδρὸν γενέσθαι.
κ 401 Καρνεάδης ἕτερος, Ἀθηναῖος, φιλόσοφος, μαθητὴς Ἀναξαγόρου.
κ 402 Κάστωρ, Ῥόδιος ἢ ὥς τινες Γαλάτης· ὡς δὲ ἄλλοι ἐπλανήθησαν Μασσαλιώ‐ της· ῥήτωρ· ὃς ἐκλήθη Φιλορώμαιος. γήμας δὲ οὗτος Δηϊοτάρου τοῦ συγκλητικοῦ θυγατέρα ἀνῃρέθη ὑπ’ αὐτοῦ ἅμα τῇ γαμετῇ, διότι αὐτὸν Καίσαρι διέβαλεν. ἔγραψε δὲ Ἀναγραφήν ... καὶ τῶν θαλασσοκρατησάντων ἐν βιβλίοις βʹ, Χρονικὰ ἀγνοήματα καὶ Περὶ ἐπιχειρημάτων ἐν βιβλίοις εʹ, Περὶ πειθοῦς δύο, Περὶ τοῦ Νείλου, τέχνην ῥητορικήν, καὶ ἕτερα.
κ 403 Καρνειῶνος.
κ 404 Κάρνιος: Ἀπόλλωνος.
κ 405 Καρρόθεν: ἀπὸ τοῦ κρείττονος.
κ 406 Καρρόον: κατὰ τὸ ῥεῦμα.
κ 407 Κάρος: ἡ ἐξ οἰνοποσίας ἐγγινομένη μέθη καὶ παραφορά.
κ 408 Καρωθείς: βαρηθεὶς τῇ κεφαλῇ. ὁ δὲ Δαβὶδ βάλλει ἐπὶ τὸν Γολιὰθ εἰς τὸ μέτωπον, καὶ διῆλθεν ἕως τοῦ ἐγκεφάλου· ὡς εὐθὺς καρωθέντα πεσεῖν ἐπὶ τὴν ὄψιν. καὶ Κεκαρωμένος· ὁ δὲ τὴν καρδίαν ταῖς τιμαῖς ἤδη κεκαρωμένος παρέδωκεν ἑαυτὸν εἰς τὴν ὁδόν.
κ 409 Κάρρων: Δωριστὶ ὁ κρείττων. καὶ Καρρόθεν, ἀπὸ τοῦ κρείτ‐ τονος. Δαμάσκιος γὰρ λέγει περὶ Ἰσιδώρου· ᾤμην αὐτὸν κεκραγέναι καταβάντα εἰς γένεσιν, ἐγὼ δὲ καρρόθεν ἐνθάδε ἀφικόμην.
κ 410 Καρπαλίμως: ταχέως.
κ 411 Καρπασινοί: κορτῖναι.
κ 412 Καρπαία: εἶδος ὀρχήσεως. οὕτως Ξενοφῶν ἐν τῇ Ἀναβάσει. λέγει δὲ καὶ τὸ εἶδος ταύτης.
κ 413 Καρπίζουσιν: ποτίζουσιν, εὔκαρπα ποιοῦσιν.
κ 414 Κάρπιμος τόπος.
κ 415 Καρπός: ἡ ἐπικαρπία· καὶ τὸ μέρος τῶν χειρῶν. δύο γὰρ σημαίνει.
κ 416 Καρπὸς καὶ περικάρπιον διαφέρει. καρπὸς μέν ἐστι κυρίως αἱ κεγχραμίδες τοῦ σύκου καὶ τῶν ἐλαιῶν οἱ πυρῆνες, περικάρπιον δὲ τὸ περικεχυμένον τούτοις ὑγρὸν μετὰ τοῦ περιέχοντος αὐτὸ δέρματος.
κ 417 Καρποῦ δίκη: τῷ βλάψαντι καρποὺς δίκας ἐπετίθουν.
κ 418 Καρποῦ δίκη: οἱ γ’ ἀμφισβητοῦντες ὡς προσηκούσης αὐτοῖς, λαγχάνουσι τοῖς διακρατοῦσιν· εἶτα ἑλόντες λαγχάνουσι καὶ περὶ ἐπικαρπίας. τοῦτο καρποῦ δίκη καλεῖται. καὶ Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς· εἰ γάρ τι ἐγκαλεῖς τῷδε τῷ μειρακίῳ, καὶ τῶν σῶν τι ἔχει, δίκασαι αὐτῷ κατὰ τοὺς νόμους· εἰ μὲν χωρίου ἀμφισβητεῖς, καρποῦ· εἰ δὲ οἰκίας, ἐνοικίου· ὥσπερ νῦν οὕτως σοι ἐπιτροπῆς δικάζεται.
κ 419 Καρποῦμαι· αἰτιατικῇ.
κ 420 Καρποφορῶ· δοτικῇ.
κ 421 Κάρπωμα: θυσία, προσφορά.
κ 422 Καρσίως: πλαγίως, καὶ Ἐγκαρσίως.
κ 423 Κάρτα: λίαν, ἢ μεγάλως. ληΐζεται γὰρ ἡ Κολχὶς κάρτα κομιδῆ, καὶ ἄσχετον ἦν τὸ κακόν. ἐχήρευε γὰρ τοῦ στρατηγήσαντος.
κ 424 Κάρτα ἐπαφρόδιτος.
κ 425 Κάρτα· ἐκ τῶν Σοφοκλέους. Αἴας φησὶ πρὸς τὸ ἴδιον τέκνον· τὸ μὴ φρονεῖν γὰρ κάρτ’ ἀνώδυνον κακόν, ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθοις.
κ 426 Κάρταλλος. ἀρχὰς ἅλωνός μου καὶ ληνοῦ προσφέρω Χριστῷ, κάρταλλον δὲ βοτρύων τῷ Παρακλήτῳ. κόφινος ὀξὺς τὰ κάτω.
κ 427 Καρτερία: ἡ ἐπιστήμη ἢ ἕξις ὧν ἐμμενετέον καὶ μή, καὶ οὐδετέρων.
κ 428 Καρτερός: ὁ δυνάμενός τινος κρατεῖν. ὁ δὲ ἐδύνατο καρτερὸς εἶναι τῆς πόλεως, ἀλλ’ ἐνέδωκε ταύτην τῷ βασιλεῖ. καὶ αὖθις· τήν τε πόλιν καὶ τὴν χώραν, ἧστινος οἱ Νισιβηνοὶ καρτεροί εἰσιν, ἐνδώ‐ σοντες. καὶ αὖθις· καὶ αὐτὸς ἐγώ, ἐν ᾧ ἔτι Ἀρμενίας καρτερὸς ἦν. καὶ μάχης καρτερᾶς διαγενομένης, διαφθείρεται πᾶσα ἡ στρατιὰ τῷ Ἀντιόχῳ. πρὸς δοτικὴν ἡ σύνταξις.
κ 429 Καρτερός: ὁ ἐγκρατής. ὅπερ οὐκ ἦν νόμιμον δρᾶσθαι ἐν γῇ, ἧς τινος Ῥωμαῖοι ἐκ παλαιοῦ καρτεροί εἰσιν. ἀντὶ τοῦ κύριοι, ἐγκρατεῖς.
κ 430 Καρτερῶ· δοτικῇ.
κ 431 Καρτερώνυχας: ἰσχυροὺς ὄνυχας ἔχοντας.
κ 432 Καρτερώτατος.
κ 433 Καρύα: τὸ δένδρον. Κάρυα δὲ ὁ καρπός.
κ 434 Καρυάνδα: πόλις Καρίας.
κ 435 Καρυκεύων: ἀρτύων, ἡδύνων.
κ 436 Καρυκεία: ἡ ἡδύτης τῶν ζωμῶν.
κ 437 Καρύκη: ἔδεσμα ἐκ πολλῶν συγκείμενον. βρῶμα Λύδιον ἐξ αἵματος καὶ ἄλλων ἐδεσμάτων· ἀφ’ οὗ καὶ τὸ συνταράττειν τι καὶ ἀναδεύειν καρυκεύειν φασί. καὶ Καρυκοποιεῖν, τὸ κοσμεῖν ποικιλίᾳ τινὶ ῥημάτων τὸν λόγον. καρυκεύματα γὰρ τὰ ἡδύσματα καὶ ἀρτύματα. καὶ καρύκη, ἡ κοιλία, ἣν νῦν μονθυλευτὴν καλοῦσι. καὶ παροιμία· Μήτε Λυδῶν κάρυκας μήτε μαστίγων ψόφους.
κ 438 Καρφαλέον: ξηρόν. καὶ καρχαλέον, κατάξηρον.
κ 439 Κάρφη: ὁ ξηρὸς καὶ κοῦφος χόρτος. διφθέρας εἶχον σκεπά‐ σματα ἐπίμπλασαν χόρτου κούφου. εἶτα συνῆγον καὶ συνέσπων τὰς διφθέρας, ὡς μὴ ἅπτεσθαι τῆς κάρφης τὸ ὕδωρ. λέγεται δὲ θηλυ‐ κῶς. Ἀρριανός· καὶ αἱ διφθέραι τῆς κάρφης ἐμπιπλάμεναι καὶ ἡ ὄχθη πᾶσα πλήρης φαινομένη οὐκ εἴα ἠρεμεῖν τὸν Πόρον. λέγεται καὶ οὐδετέρως τὸ κάρφος, τῷ κάρφει.
κ 440 Καρχαλέος: ὁ ξηρός.
κ 441 Καρχαρόδοντα: ὅσα στρογγύλους καὶ ἐναλλάσσοντας τοὺς ὀδόντας ἔχουσι, λέων, κύων, πάρδαλις, ἀετίδες καὶ ἰχθύων γένος, ἃ σαρκοφάγα εἰσί.
κ 442 Καρχαρόδους: τραχεῖς ὀδόντας ἔχων. καὶ κάρχαρον, τὸ τραχύ. καὶ κάρχαρόν τι μειδήσας, σοὶ μισθὸς ἀρκεῖ, φησί, τῶν ἰατρειῶν, κεφαλὴν λυκείου φάρυγγος ἐξελεῖν σώαν. ἐν Μυθικοῖς.
κ 443 Κἀρχέδημος ὁ γλάμων· Ἀριστοφάνης λέγει περὶ αὐτοῦ.
κ 444 Καρχηδών, πόλις Λιβύης, μεγίστη τῶν κατὰ τὴν οἰκουμένην πόλεων καὶ δυναμικωτάτη ἐτύγχανεν οὖσα, ἥτις καὶ Βύρσα ἐκαλεῖτο, ἀπὸ ἱστορίας. καὶ ζήτει ἐν τῷ Ἀφρικανός.
κ 445 Καρχηδών: ἡ Ἀφρική· ἐξ ἧς ὡρμᾶτο ὁ μέγας Κυπριανός. ταύτην Σκηπίων καθεῖλεν εἰς ἔδαφος· ἡ μετὰ τὸν πρῶτον συνοικισμὸν ἑπτακόσια ἔτη κρατήσασα τῶν περιοίκων.
κ 446 Κασαλβάδες: ἑταῖραι, τουτέστιν ἀεὶ ἐπὶ τέγους καὶ οἰκήματος ἑστῶσαι γυναῖκες, ἐπὶ μισθῷ παρέχουσαι τοῖς βουλομένοις ἑαυτάς.
κ 447 Κασαλβάς: πόρνη. κασάλβαι δὲ εἴρηνται, ἀφ’ οὗ ποιοῦσι. καλοῦσι μὲν οὐκ ἔχουσαι τοὺς ἐραστάς· σοβοῦσι δὲ τοὺς ὄντας, ἵνα ἄλλους λάβωσι. παρὰ τὸ καλεῖν οὖν καὶ τὸ σοβεῖν.
κ 448 Κασαλβάσω: λοιδορήσω. Ἀριστοφάνης· κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς.
κ 449 Κασάνδρα.
κ 450 Κασαυρίοις ἢ Κασαλβίοις: τουτέστι τοῖς πορνείοις. Ἀριστο‐ φάνης· ἐν κασαυρίοις λείχων τὴν ἀπόπτυστον δρόσον.
κ 451 Κασσία: ὄνομα πόλεως. σημαίνει δὲ καὶ κύριον ὄνομα θυγατρὸς τοῦ Ἰώβ. ἔστι δὲ καὶ εἶδος ἀρωματικοῦ. καὶ Δαβίδ· σμύρνα καὶ στακτὴ καὶ κασσία.
κ 452 Κασίγνητος: ἀδελφὸς γνήσιος. Κασίγνητοι κοινότερον οἱ συγγενεῖς· ὁ δὲ Ὅμηρος τοὺς ἀνεψιοὺς εἶπε κασιγνήτους. Ἕκτωρ δὲ κασίγνητος.
κ 453 Κασσιέπεια: ἡ καλλονή. καὶ ὄνομα κύριον.
κ 454 Κάσιον ὄρος: πρὸς τῷ Εὐφράτῃ. καὶ Κάσιος Ζεύς· ἔνθα Τραιανὸς ἀνέθηκε κρατῆρας ἀργυροῦς καὶ κέρας βοὸς παμμέγεθες κεχρυσωμένον, ἀκροθίνια τῆς κατὰ Γετῶν νίκης. καὶ ἐπιγράμματα ἐν τοῖς ἀναθήμασιν Ἀδριανῷ πεποιημένα· Ζηνὶ τάδ’ Αἰνεάδης Κασίῳ Τραϊανὸς ἄγαλμα, κοίρανος ἀνθρώπων κοιράνῳ ἀθανάτων ἄνθετο. ὅτι οἱ Κάσιοι Πηλουσιῶται φυσικῇ τέχνῃ ἅμματα ἔπλεκον δοκοὺς ἐπὶ δοκοῖς συνάπτοντες. καὶ Κασιώτῃ ἴσον ἅμματα, δεσμά. ἐν Ἐπιγράμμασι· χρύσεος ἀψαύ‐ στοιο διέτμαγεν ἅμμα κορίας Ζεύς, διαδὺς Δανάας χαλκελάτους θαλάμους.
κ 455 Κασσιώπη: ὄνομα κύριον.
κ 456 Κάσις: ἀδελφός.
κ 457 Κασσίτηρος.
κ 458 Κάσος· Ῥωμαίων γοῦν ὁ νικήσας τὴν μουνὰξ μάχην ἀνεδεῖτο στεφάνῳ ἀγρώστεως· καὶ ἦν Κάσος ἄμαχος. φησὶν Αἰλιανός.
κ 459 Κασσωρίς: πόρνη, ἑταίρα.
κ 460 Κάσπια ὄρη· καὶ Κάσπιαι πύλαι. ὅτι ἔστιν ἐκεῖ θάλασσα ἀπὸ τῆς ἐμβολῆς τοῦ Ὠκεανοῦ· καὶ τὸ μὲν στενότατον αὐτῆς Κάσπιαι πύλαι καλοῦνται, τὸ δὲ λοιπὸν Ὑρκανία θάλασσα. περιοικεῖται δὲ βαρβάροις ἔθνεσιν.
κ 461 Κασπίῳ λίθῳ· οἱ Κάσπιοι εἶχον ἀγχέμαχα δόρατα, τεθηγμένα λίθῳ Κασπίῳ, ὃν ὀξύτατόν τε φασὶ τρῶσαι καί τινα ἰὸν ἐμποιεῖν τῷ τραύματι ὀλέθριον.
κ 462 Κασταλία: πηγὴ ἦν ἐν τῇ καλουμένη Δάφνῃ· ἐν ᾗ ἐλέγετο παρεδρεύειν τὸν Ἀπόλλωνα καὶ χρησμολογεῖν, αὔρας καὶ πνοῆς ἐκ τοῦ ὕδατος ἀναδιδομένης. ἐξ ὧν οἱ περὶ τὴν πηγὴν ἔλεγον, ἅπερ οἱ δαίμονες ἔλεγον.
κ 463 Κασταναία: πόλις.
κ 464 Καστάνειον.
κ 465 Καστόρειον μέλος: τὸ τοῦ κάστορος τοῦ ζῴου.
κ 466 Καστορίδων: κυνῶν. σοὶ γὰρ Καστορίδων ὑλακὰ εὔαδε.
κ 467 Καστόριον: εἶδος βαφῆς ἀπὸ τῆς κογχύλης.
κ 468 Καστωλός: ὄνομα κύριον.
κ 469 Κάστωρ, Ῥόδιος, ἢ ὥς τινες Γαλάτης, ὡς δὲ ἄλλοι ἐπλανήθη‐ σαν Μασσαλιώτης· ῥήτωρ ὃς ἐκλήθη Φιλορώμαιος. γήμας δὲ οὗτος Δηϊοτάρου τοῦ συγκλητικοῦ θυγατέρα ἀνῃρέθη ὑπ’ αὐτοῦ ἅμα τῇ γαμετῇ, διότι αὐτὸν Καίσαρι διέβαλεν. ἔγραψε δὲ Ἀναγραφὴν Βαβυ‐ λῶνος καὶ τῶν θαλασσοκρατησάντων ἐν βιβλίοις βʹ, Χρονικὰ ἀγνοήματα, καὶ Περὶ ἐπιχειρημάτων ἐν βιβλίοις εʹ, Περὶ πειθοῦς βʹ, Περὶ τοῦ Νείλου, τέχνην ῥητορικήν· καὶ ἕτερα. ζήτει περὶ ἀγαλμάτων Κάστορος καὶ Πολυδεύκους ἐν τῷ Διόσκουροι.
κ 470 Καστρεύσαντες· καστρεύσαντες δὲ ἑαυτοὺς περὶ τὸν ἀρχιεπί‐ σκοπον διὰ παρακλήσεως πείθειν ἐνόμιζον.
κ 471 Κάστρον: κατὰ Ῥωμαίους παρεμβολὴ ἀσφαλής.
κ 472 Κατά: κυρίως ἐξ, ἐπί, ἐκ, ἀπό. ἢ ἀντὶ τοῦ εἶτα. κᾆτα ἐπειδὰν ὑπεκβάντες ποιήσωνται τὴν ὁρμήν, σοὶ δῆτα μελήσει. κᾆτα ἐσκήψατο μεθύειν. ἀντὶ τοῦ ὑπεκρίθη.
κ 473 Κατανδρίζομαι· γενικῇ.
κ 474 Κατάβα: ἀντὶ τοῦ κατάβηθι. Ἀριστοφάνης Βατράχοις· κατάβα πανοῦργε. μόνως γὰρ λέγεσθαι ἀξιοῦσί τινες τὸ κατάβηθι. καὶ Καταβαίνειν, τὸ εἰς ἀγῶνα χωρεῖν. ἐνταῦθα καταβαίνει παραβαλλό‐ μενος.
κ 475 Κατάβαλε: οἷον ῥῖψον, ἄφες, κατάθου.
κ 476 Καταβάλλω· αἰτιατικῇ.
κ 477 Καταβαίνω σου· γενικῇ.
κ 478 Καταβελεῖς: πολλῶν βελῶν βολὰς δεξάμεναι.
κ 479 Καταβλακεύω· αἰτιατικῇ.
κ 480 Καταβοή: μέμψις, κατηγορία. ὁ δὲ οὐχ ἥκιστα ἐπιμέμφεται αὐτῷ καὶ καταβοὴν πεποίηται τἀνδρὸς οὐκ ἐλαχίστην.
κ 481 Καταβολή: περιοδικὴ λῆψις πυρετοῦ. τῶν δὲ Μακεδόνων ἐκ καταβολῆς συνερεισάντων τοῖς βαρβάροις, εὐθέως ἐκκλίναντες ἔφευγον.
κ 482 Καταβολή· Δημοσθένης θʹ Φιλιππικῷ· ὥσπερ περίοδος ἢ κατα‐ βολὴ πυρετοῦ. ἐν ταῖς περιοδικαῖς νόσοις λέγεταί τις καταβολή, διὰ τὸ ἐν ἀποδεδειγμένῳ προϊέναι χρόνῳ, καθάπερ οἱ ἐρανισταὶ τὰς κατα‐ βολὰς ποιοῦνται τῶν χρημάτων.
κ 483 Καταβολή: καινούργησις. ἐκ καταβολῆς πεντήκοντα ναῦς ναυπηγήσασθαι, πεντήκοντα δὲ ὑπαρχουσῶν κατελθεῖν ἐκ τῶν νεωρίων. Πολύβιος. οἱ δὲ πειραταὶ θεασάμενοι τὸν ἐπίπλουν τῶν Ῥωμαϊκῶν πλοίων ἐκ καταβολῆς ἐποιοῦντο τὴν ἀναχώρησιν. λέγεται δὲ καὶ θυσία, περίοδος, τελετή.
κ 484 Καταβοῶ: τὸ κατακραυγάζω. γενικῇ.
κ 485 Καταβόστρυχος: ταῖς θριξὶ κεκαλυμμένος.
κ 486 Καταβραβευέτω· αἰτιατικῇ. καταλογιζέσθω, κατακρινέτω, κατα‐ γωνιζέσθω. τὸ ἄλλου ἀγωνιζομένου ἄλλον στεφανοῦσθαι λέγε ὁ Ἀπόστολος καταβραβεύεσθαι.
κ 487 Κατὰ βραχύ.
κ 488 Καταβροντῶ· γενικῇ καὶ αἰτιατικῇ.
κ 489 Καταβροχθίσας: ἐκροφήσας, καταπιών. ἐπὶ δὲ τῶν ἀθρόως ῥοφουμένων καὶ ἀπλήστως λέγεται τὸ καταβροχθίσας. ἐγὼ δ’ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν καταβροχθίσας, λαρυγγιῶ τοὺς ῥήτορας.
κ 490 Κατάγελως· ταῦτ’ οὐ κατάγελώς ἐστιν ἀνθρώποις πλατύς; καὶ ἡ δοτικὴ τῷ καταγέλωτι. καὶ Καταγελῶ σου· γενικῇ.
κ 491 Καταγγέλλω· γενικῇ. μήποτέ σου καταγγείλῃ ἐπὶ τοῦ νομοθέτου. δοτικῇ δέ· εὐφροσύνης καὶ χαρᾶς ἡμέρα καταγγέλλει τοῖς ἰδίοις ἐκ τῶν νηστειῶν.
κ 492 Καταγγέλτους· οἱ δὲ ἔλεγον ἀπαλλαγῆναι αὐτούς, πρὶν καταγγέλτους τισίν, ὅτι πάρεισι, γενέσθαι.
κ 493 Καταγέμων: δαψιλῶς ἔχων. ὁ δὲ λείας καταγέμων ἐπανῆλθεν εἰς τὴν πόλιν.
κ 494 Καταγευσθείς: τῇ γεύσει νικηθείς.
κ 495 Κατάγειν· ἄνδρας ἐπιφανεῖς στεφηφορεῖν καὶ στεφάνους κατάγειν, τέκνων αὐτοῖς ἀπολωλότων. Κατάγειν καὶ τὸ τοὺς πεφευγότας εἰς τὰς ἑαυτῶν πατρίδας ἀποκαθιστᾶν. ὁ δὲ ἐπειρᾶτο κατάγειν τοὺς ἐκπεπτωκότας.
κ 496 Κατάγαιον οἴκημα καὶ Κατάγειοι: ὑπὸ γῆν. αἱ δ’ οἰκίαι ἦσαν κατάγειοι.
κ 497 Καταγηρᾶσαι Τιθωνοῦ βαθύτερον καὶ τοῦ Κινύρου πλουσιώτερον καὶ Σαρδαναπάλου τρυφερώτερον, ὅπως τὸ τῆς παροιμίας ἐπὶ σοὶ πληρωθῇ· δὶς παῖδες οἱ γέρον‐ τες: ἐπὶ τῶν πολυχρονίων λεγόμενον. ὁ δὲ Τιθωνὸς ὑπέργηρως γενόμενος κατ’ εὐχὴν εἰς τέττιγα μετέβαλε· Κινύρας δέ, ἀπόγονος Φαρνάκης, βασιλεὺς Κυπρίων, πλούτῳ διαφέρων· Σαρδανάπαλος δέ, Ἀσσυρίων βασιλεύς, ἐπ’ ἀκολασίᾳ καὶ τρυφῇ διαβιοὺς ἐτελεύτησεν.
κ 498 Καταγιγαρτίσαι: συνουσιάσαι. ἢ ἀντὶ τοῦ κατὰ τῶν γεωργικῶν γιγάρτων βαλεῖν καὶ καταμηρίσαι. τὸ δὲ ῥῆμα πρόσκαιρον, ἵνα ἀπὸ τῶν γιγάρτων τὸ μόριον ᾖ πεπλασμένον· οὐ γὰρ διαπαντὸς συνουσιάσαι δηλοῖ τὸ καταγιγαρτίσαι. ἢ καταθλίψαι. γίγαρτα δὲ τὰ τῆς σταφυλῆς ὀσπριώδη. Ἀριστοφάνης· εὑρόνθ’ ὡρικὴν ὑληφόρον μέσην λαβόντ’ ἄραντα καταβαλόντα καταγιγαρτίσαι.
κ 499 Καταγινέων: καταλύων. Ἡρόδοτος.
κ 500 Καταγινώσκω· γενικῇ. καταγινώσκω σου ῥᾳθυμίαν πολλὴν καὶ νωθρότητα.
κ 501 Καταγλυκαίνω· αἰτιατικῇ.
κ 502 Κατὰ γλῶσσαν· ζήτει ἐν τῷ ἀκαριαῖον.
κ 503 Καταγλωττίζειν: τὸ βλασφημεῖν. ὡς ἐν Ἀχαρνεῦσι· ψευδῆ καταγλώττιζέ μου.
κ 504 Καταγλωττίσματα: περίεργα φιλήματα. καταπλάσματα, παντοῖαι μυραλοιφίαι, ἢ περιλαλήματα. ἢ εἶδος φιλήματος περιεργό‐ τερον τὸ καταγλώττισμα· ἢ κολάκευμα.
κ 505 Κάταγμα: ἐρίου κατάπασμα, ἢ μήρυμα.
κ 506 Καταγνῶναι καὶ ἐπιγνῶναι ταύτῃ διενηνοχέναι φασίν, ὅτι τὸ μὲν καταγνῶναι ἰδίως ἐπὶ διαβολῇ καὶ πονηρίᾳ λέγουσιν Ἀθηναῖοι· γνῶναι δὲ χωρὶς τῆς κατὰ προθέσεως τὸ μαθεῖν. καταγνοὺς οὖν οἱονεὶ καταμαθὼν καὶ αἰσθόμενος.
κ 507 Καταγοητεύων· αἰτιατικῇ. ἀπατῶν.
κ 508 Κατάγονται: ξενοδοχοῦνται. καὶ ἐν αὐτῷ κατάγονται καὶ ξενίων τυχόντες ἐπανῆλθον.
κ 509 Καταγορεύω σου· γενικῇ.
κ 510 Καταγωγή: παρὰ Ἡροδότῳ πανδοκεῖον.
κ 511 Καταγωγῆς: ἀναπαύλης, δεξιώσεως. ὁ δὲ εἴς τινος πανδοκέως ἐλθὼν ἠξίου τυχεῖν καταγωγῆς. ὁ δὲ ἐδέξατο καὶ πῦρ ἐξέκαυσεν.
κ 512 Καταγωνίζεσθαι· αἰτιατικῇ. νικᾶν.
κ 513 Κατάγραπτος: ποικίλος.
κ 514 Καταγράφων: προμηθούμενος, προξενῶν. Αἰλιανός· ὁ τοίνυν Διονύσιος καταγράφων ἑαυτῷ λύτρα πλεῖστα ὑπὲρ τῆς κόρης, ἢ χρυ‐ σίον πάμπολυ, ἢν ἀπόλοιτο αὐτή.
κ 515 Καταδακρύω σου· γενικῇ.
κ 516 Καταδακτυλικός: ἀντὶ τοῦ συνουσιαστικὸς κατὰ τοῦ δακτυλίου τοῦ πρωκτοῦ.
κ 517 Κατὰ δάκτυλον: εἶδος ἀριθμητικὸν ἢ γεωμετρικὸν ἢ ῥυθμοῦ, καὶ κρούματος τὸ κατὰ δάκτυλον· ᾧ ἐχρῶντο οἱ αὐλοῦντες πρὸ τοῦ νόμου.
κ 518 Καταδαρθάνειν: κατακοιμίζεσθαι. κυρίως δὲ καταδαρθεῖν ἐστι τὸ ἐν δέρμασι κατακοιμηθῆναι. Ἀριστοφάνης Πλούτῳ· ἔτι δ’ οὐχ ἕξεις οὔτ’ ἐν κλίνῃ καταδαρθεῖν. βαρυτόνως δὲ οἱ Ἀττικοὶ κατα‐ δάρθειν. καὶ Αἰλιανός· καὶ καταδαρθόντι οἱ τῶν τις ἱερέων ἐδόκει λέγειν μίαν εἶναι σωτηρίας ὁδὸν τῷ ἀνδρὶ καὶ ἓν τῶν ἐφεστώτων κακῶν φάρμακον.
κ 519 Καταδεδέσθαι: ἀντὶ τοῦ πεφαρμακεῦσθαι καὶ δεδέσθαι φαρμάκῳ. Δείναρχος ἐν τῇ κατὰ Πυθαίου εἰσαγγελίᾳ.
κ 520 Καταδεύσῃ: φυράσῃ, μαλάξῃ. Αἰλιανός· εἴπερ οὖν τὰ Ἐπικούρου βιβλία καταφλέξας, καὶ τῶν ἀθέων τε καὶ ἀσεβῶν καὶ ἐκτεθηλυμμένων στιγμάτων τὴν σποδὸν ἀναδεύσει κηρῷ ὑγρῷ, καὶ ἐπιπλασάμενος τὴν νηδὺν καὶ τὸν θώρακα πάντα καταδήσει ταινίαις.
κ 521 Κατὰ δὲ φρόνιν ἤγαγε πολλήν: ἐμίσησε, κατεφρόνησεν. Ὅμηρος· κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.
κ 522 Καταδείσας: φοβηθείς. καὶ Καταδεῖται, φοβεῖται.
κ 523 Καταδημαγωγῶ· αἰτιατικῇ.
κ 524 Καταδημοβορῆσαι: καταφαγεῖν.
κ 525 Κατὰ δήμους δικασταί: οὗτοι πρότερον μὲν ἦσαν λʹ καὶ κατὰ δήμους περιϊόντες ἐδίκαζον, ὕστερον δὲ γεγόνασι μʹ.
κ 526 Καταδῃοῦν: κατακόπτειν, καταπραιδεύειν.
κ 527 Καταδιαιτήσω: καταδικάσω, κατακρινῶ. εἰ δέ γ’ ἐς τοὐναντίον ὀφθήσεται ἀδίκως ἐπεγκαλῶν, αὐτὸς ἐγὼ καταδιαιτήσω τοῦ Σαρακηνοῦ.
κ 528 Καταδιέλεσθε: μερίσατε.
κ 529 Καταδιϊστᾶσι: καταχωρίζουσι.
κ 530 Καταδικασάμενος: ἀντὶ τοῦ νικήσας καὶ καταδικασθῆναί τινα ποιήσας. Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους ὕβρεως.
κ 531 Κατάγειν τὰ πλοῖα: Δημοσθένης ἐν ηʹ Φιλιππικῷ· ἀντὶ τοῦ ληΐζεσθαι καὶ κακοῦν καὶ μὴ ἐᾶν τοὺς πλέοντας ὅποι βούλοιντο πλεῖν, ἀλλ’ εἰς τὰ οἰκεῖα χωρία τοῖς λῃστεύουσι κατάγειν.
κ 532 Καταδικάζω σε· αἰτιατικῇ. γενικῇ δέ· αἱ δὲ γυναῖκες κατεδίκαζον ἡμῶν.
κ 533 Καταδιώκω· αἰτιατικῇ.
κ 534 Καταδολεσχῶ· γενικῇ.
κ 535 Κατάδουπος: καταρράκτης, ἢ ψόφος.
κ 536 Καταδύεται· δοτικῇ. καταβυθίζεται, κρύπτεται. ξυγκαλύπτειν μέντοι τὸ ἔργον τοῦτο ἐν σπουδῇ εἶχε καταδυομένη τοῖς οἰκείοις ἐπιτηδεύμασι.
κ 537 Καταδυναστεύω· γενικῇ. οὐκ ἄξιον τῶν πτωχῶν καὶ ἀσθενῶν καταδυνα‐ στεύειν. αἰτιατικῇ δέ· καταδυναστεύειν τὸν πένητα· ὁ ἅγιος Βασίλειός φησιν.
κ 538 Καταδύνοντα: κρύπτοντα.
κ 539 Καταδύς: κατακρυβείς, κατακαλυφθείς· ὁ δὲ καταδὺς ἐς πᾶσαν Ὀδύσσειον καὶ πολύπλοκον μηχανὴν διεπέμπετο πρὸς Γαϊάναν.
κ 540 Καταδύσαντες τὰς ναῦς: παρὰ Θουκυδίδῃ καὶ ἐπὶ τοῦ τρώ‐ σαντες, οὐχὶ δὲ ἐπὶ τοῦ βαπτίσαντες.
κ 541 Καταδύσεις: φωλεούς, ὑπονόμους, σπήλαια.
κ 542 Κατὰ ζυγόν· ὡς ἂν ἐκ τοσούτου πλήθους κατ’ ἄνδρα καὶ κατὰ ζυγόν, οἱονεὶ μονομαχικῆς τινος συνεστώσης φιλοτιμίας. Ζυγὸς γὰρ τὸ ἐκ παρεστηκότων ἀλλήλοις πλῆθος.
κ 543 Καταείνυον: ἐκάλυπτον.
κ 544 Καταείσατο: κατηνέχθη.
κ 545 Καταΐξ: καταιγίς. ἥδ’ ἀπὸ Μηρισοῖο θοὴ Βορέαο καταΐξ. ἤτοι ἀπὸ τῆς Θρᾴκης.
κ 546 Καταθαρρῶ σοῦ· γενικῇ.
κ 547 Καταθέειν: κατατρέχειν. οἱ δὲ Γήπαιδες, ἐπεὶ οὔπω ὁ τῆς μάχης ἐνειστήκει καιρός, πείθουσιν αὐτοὺς καταθεῖν μεταξὺ τὴν τῶν Ῥωμαίων χώραν, πάρεργον τῆς σφετέρας ἀκαιρίας πεποιημένοι τὴν ἐς Ῥωμαίους ἐπιβουλήν.
κ 548 Καταθέλξας: ἐξαπατήσας. καταθέλξας γὰρ αὐτοὺς δεινότητι τρόπου, ὡς δυνάμενος τὸν ἄνδρα πρὸς σφᾶς μετατιθέναι.
κ 549 Καταθεμένους: ἀποβαλόντας. μὴ πρότερον τῆς εἰς αὐτὸν εἰσόδου τυχεῖν ἢ καταθεμένους τὰ ὅπλα.
κ 550 Καταθέω σε· αἰτιατικῇ. οὗτος δὲ κατέθεε τὸν οἰκεῖον χῶρον.
κ 551 Καταθέω σου· γενικῇ.
κ 552 Καταθεῷτο: βλέποιτο.
κ 553 Καταθέσει: καταπαύσει, καταλήξει. ἢ λήψονται αὐτὸν ἐπὶ καταθέσει τοῦ πολέμου.
κ 554 Καταθεῖ: κατατρέχει.
κ 555 Κατὰ θεῖον: τοὺς ἐξαίφνης φαινομένους οὕτως ἔλεγον κατὰ θεῖον ὦφθαι. καὶ ἐπὶ τῶν ἐξαίφνης γινομένων, τουτέστιν εὐκαίρως ἐπιφαινομένων, κατὰ θεῖον ἔλεγον. ἐπεὶ οὖν καὶ ὁ ἀλλαντοπώλης αἰφνίδιον βουλομένοις μέν, μὴ προσδοκήσασι δὲ ἐπεφάνη, εἶπεν· ὁδὶ προσέρχεται ὥσπερ κατὰ θεῖον εἰς ἀγοράν.
κ 556 Καταθλήσαντες: καταγωνισάμενοι.
κ 557 Καταθλῶ· αἰτιατικῇ.
κ 558 Κατάθου.
κ 559 Καταθρασύνω· γενικῇ.
κ 560 Καταθρηνῶ· αἰτιατικῇ.
κ 561 Καταθρήσομεν: κατασκοπήσομεν.
κ 562 Καταθρώσκοντα: καταπηδῶντα. Ἡρόδοτος· καταθρώσκοντα δὲ τὴν αἱμασιὴν τὸν μηρὸν σπασθῆναι.
κ 563 Καταθύμιον: κατὰ ψυχήν, εὐάρεστον.
κ 564 Καταθύμιος θάνατος: παρ’ Ὁμήρῳ οὐχ ὁ ἐπιθυμητικός, ἀλλ’ ἐνθύμιος.
κ 565 Κατὰ κάθετον: τὰ ἀπὸ ὕψους εἰς βάθος διαστήματα. λάκ‐ κος ἦν χειροποίητος πρὸς ὕδατος συναγωγήν, ἔχων τὴν μὲν κάθετον οὐκ ἐλάττω πλέθρου, τὴν δὲ διάμετρον πλεῖον ἢ δυεῖν πλέθρων.
κ 566 Κατακαλῶν: ἐπιμελῶς ἐκζητῶν. Πολύβιος· ὁ δὲ Περσεὺς ἀνανεωσάμενος τὴν πρὸς Ῥωμαίους φιλίαν εὐθέως ἑλληνοκοπεῖν ἐπεβάλετο, κατακαλῶν ἐς τὴν Μακεδονίαν καὶ τοὺς τὰ χρέα φεύγον‐ τας καὶ τοὺς πρὸς καταδίκας ἐκπεπτωκότας καὶ τοὺς ἐπὶ βασιλικοῖς ἐγκλήμασι παρακεχωρηκότας, καὶ τούτων ἐξετίθει προγραφὰς εἴς τε Δῆλον καὶ Δελφούς, διδοὺς οὐ μόνον τὴν ἀσφάλειαν τοῖς καταπορευο‐ μένοις, ἀλλὰ καὶ τῶν ὑπαρχόντων κομιδήν, ἀφ’ ὧν ἕκαστος ἔφυγεν.
κ 567 Κατακᾶσα: κατωφερής, ἢ ἀξία τοῦ κατακαυθῆναι. ἢ ὅτι κάσον τὸ σπέρμα τοῦ ἀνδρός. ὅθεν καὶ κασίγνητος.
κ 568 Κατακαυχῶμαι· γενικῇ.
κ 569 Κατακαχρύσαι: ῥῆξαι, ψοφῆσαι ποιῆσαι. ἀπὸ τῶν φρυγομέ‐ νων κριθῶν.
κ 570 Κατακαίνειν: ἀναιρεῖν, φονεύειν. ὁ δὲ τοξότης ἠφίει βέλος, εὔστοχος ὢν τοσούτους κατακαίνειν, ὅσα ἠφίει βέλη. Εὐνάπιός φησι.
κ 571 Κατακαίνων: ἀναιρῶν, πλήττων. τοὺς μὲν κατακαίνων ἐν χερσί, τοὺς δὲ πλήττων, τοὺς δὲ φοβήσας. καὶ Ξενοφῶν· τοὺς μὲν κατακαίνοντες, τοὺς δὲ καταδιώξαντες.
κ 572 Κατακεκλίσθαι καὶ κατακεῖσθαι ἐπὶ τραπέζης, ἀνακεῖσθαι δὲ ἐπὶ ἀν‐ δριάντων.
κ 573 Κατακέλευσον: ἀντὶ τοῦ σιωπὴν κήρυξον. οἱ γὰρ κελευσταὶ πολλάκις σιωπᾶν παραγγέλλειν εἰώθασι, σιώπα λέγοντες, καὶ ἄκουε, καὶ τὰ ὅμοια. Ἀριστοφάνης Ὄρνισιν· ὦ τρισμάκαρ· ὦ κλεινότατε· ὦ σοφώτατε· ὦ γλαφυρώτατε. ἐπεὶ οὐκ ἤκουε, φησίν, ὦ κατακέλευσον, ὥσπερ τοῖς ἐρέσσουσι. καὶ ὦ, λέγει, παύσασθαι παρακέλευσαί μοι.
κ 574 Κατακερτομεῖν· αἰτιατικῇ. καταχλευάζειν.
κ 575 Κατακεχρημένης: παραλόγως καὶ ἀφειδῶς ἀπολαυούσης. τῇ τε κουφότητι τοῦ ἀνδρὸς κατακεχρημένης.
κ 576 Κατακηλοῦσαν· αἰτιατικῇ. θέλγουσαν, πραΰνουσαν.
κ 577 Κατακλείς, κατακλεῖδος: ἡ τοῦ τραχήλου.
κ 578 Κατακληρουχῶ· αἰτιατικῇ.
κ 579 Κατακλινής: ἐπὶ κλίνης ἀνακείμενος. ὁ δὲ ἔτυχε τότε κατα‐ κλινὴς ὢν καὶ μαλακιζόμενος.
κ 580 Κατάκλιτα: κλίνας, θρόνους εἰς ἀνάκλισιν ἐπιτηδείους.
κ 581 Κατακλῶθές τε βαρεῖαι: αἱ κατακλώθουσαι καὶ καταμοιροῦ‐ σαι ἑκάστῳ τὸ εἱμαρμένον. καὶ Κατακλώθη, ἡ εἱμαρμένη.
κ 582 Κατάκλυζε: κατακλύζεσθαι ποίησον· ὅ ἐστι γέμισον ὕδατος. Ἀριστοφάνης· καὶ τὴν πύελον κατάκλυζε καὶ θέρμαιν’ ὕδωρ.
κ 583 Κατακολουθῶ· δοτικῇ.
κ 584 Κατακοντίζω σε: ἐπὶ πολέμου, μετὰ αἰτιατικῆς.
κ 585 Κατακοντίζω· αἰτιατικῇ.
κ 586 Κατακορής: ἄχρι κόρου ἐσθίων. σιτίοις καὶ ποτῷ κατακορὴς οὐδαμῆ γέγονεν, ἀλλὰ σχεδὸν ἄκρῳ δακτύλῳ γευσάμενος ἀπηλλάττετο.
κ 587 Κατακορὴς ξυνουσία: ἐπιπλεονάζουσα. ἐν τῷ διάπλῳ τούτῳ κατακορὴς γενομένη τῷ πάθει.
κ 588 Κατὰ κόρρης παίει αὐτόν.
κ 589 Κατακόρου: ἀπλήστου. ἅτε τοῦ τῶν γυναικῶν γένους καὶ λάλου καὶ κατακόρου ὄντος.
κ 590 Κατακούω· γενικῇ.
κ 591 Κατακωκῦσαι: θρηνῆσαι.
κ 592 Κατὰ κῶλον: κατὰ λέξεις.
κ 593 Κατακωμῳδῶ· αἰτιατικῇ.
κ 594 Κατακωχή: ἡ κατάσχεσις. καὶ αὐτὸ τὸ χωρίον ἐπιτείχισμα ἦν πρὸς κατακωχὴν τῆς ὥρας. καὶ αὖθις· τὴν δὲ εἶναι θείαν κατα‐ κωχὴν ἠρέμα διανοίγουσαν καὶ ἀποκαθαίρουσαν τὰ τῆς ψυχῆς ὄμματα.
κ 595 Κατακωχή: ἔνιοι ἀντὶ τοῦ κατοχή. τὴν βίβλον Πρόκλου τὴν Μητρῳακὴν εἴ τις μετὰ χεῖρας λάβοι, ὄψεται, ὡς οὐκ ἄνευ θείας κατακωχῆς τὴν θεολογίαν τὴν περὶ θεοῦ.
κ 596 Κατακωχή· εἷς ἀνήρ, ὅνπερ ἀνῆκεν ἡ ἐξ Ἄρεως κατακωχή, ἐμονομάχει.
κ 597 Κατακώχιμοι· μένουσι χρόνον ὑπόσυχνον τοῖς αὐλήμασι κατα‐ κώχιμοι. τουτέστιν ἁλωτοί.
κ 598 Κατάκρας: ἐπίρρημα. Θουκυδίδης· ὁ δὲ Βρασίδας ἐπὶ τὰ μετέωρα τῆς πόλεως ἐτράπετο βουλόμενος κατάκρας καὶ βεβαίως ἑλεῖν αὐτήν. καὶ αὖθις· ἐλπίσαντες τὴν πόλιν ἔχεσθαι κατάκρας παραδιδόασι σφᾶς αὐτούς. ἀντὶ τοῦ ἐξ ὁλοκλήρου.
κ 599 Κατάκρας: ἐπίρρημα. διόλου, παντελῶς. ὁ δὲ ἔλεγε μηδὲν ἔτι λείπεσθαι φυλακτήριον τὸ μὴ οὐ κατάκρας ἁλῶναι τὴν πόλιν. εἰ μήποτε εἴη κατ’ ἄκρας πόλεως, ἀντὶ τοῦ κατ’ ἀκροπόλεως.
κ 600 Κατὰ κράτος.
κ 601 Κατακρατῶ σου· γενικῇ.
κ 602 Κατακραυγάζω σου· γενικῇ.
κ 603 Κατακρῆθεν: κατὰ κεφαλῆς.
κ 604 Κατακρίνω· αἰτιατικῇ.
κ 605 Κατακροῶμαι· γενικῇ.
κ 606 Κατακροτεῖ: ἄγαν ἐπαινεῖ.
κ 607 Καταλαβεῖν· εἴρηται καὶ ἐπὶ τάχους ποδῶν τὸ καταλαβεῖν, ὅταν λέγωμεν, ὁ δὲ τὸν φεύγοντα διώξας κατέλαβεν. οἱ δὲ ῥήτορες καὶ ἐπὶ τοῦ κολάζειν. Ἀντιφῶν· μὴ ἀναίτιον καταλαβόντες τὸν αἴτιον.
κ 608 Καταλαλιά: ἡ εἴς τινας ὑπό τινων βλασφημία παρὰ τῷ Ἀπο‐ στόλῳ.
κ 609 Καταλαλῶ· γενικῇ ἐπὶ ἐμψύχων. καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. καὶ, κατελάλησαν τοῦ θεοῦ καὶ εἶπον. ἐπὶ δὲ ἀψύχων αἰτιατικῇ. μὴ καταλάλει τὸν γειτνιῶντα, ἀλλὰ μᾶλλον τίμα.
κ 610 Καταλαμβάνω· αἰτιατικῇ.
κ 611 Καταλάμπω· αἰτιατικῇ.
κ 612 Καταλλάττω· αἰτιατικῇ.
κ 613 Καταλεγέσθω· καταταττέσθω.
κ 614 Καταλέγω· γενικῇ.
κ 615 Καταλεύσιμον: τὸν ἄξιον τοῦ καταλευσθῆναι εἶπε Δείναρχος ἐν τῷ κατὰ Λυκούργου.
κ 616 Καταλείβει: καταστάζει.
κ 617 Καταληΐζεται: διαρπάζει.
κ 618 Κατάλληλον: ἁρμόδιον.
κ 619 Καταλλήλως: ἀκολούθως, ἁρμοζόντως.
κ 620 Καταληπτικός: προκαταλαμβανόμενος τοὺς ἀκούοντας, ὥστε θόρυβον μὴ κινῆσαι.
κ 621 Καταληρῶ· γενικῇ.
κ 622 Κατάληψις: γνῶσις. Ἀριστοφάνης Νεφέλαις· καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν. μουσικῶς δὲ ταῦτα εἶπε. λέγουσι γὰρ κατά‐ ληψιν, ἐπειδὰν καταλάβωσι τῷ πλήκτρῳ ἢ τοῖς δακτύλοις τὰς χορδὰς πλήξαντες, ὡς καὶ ἀποτείνεσθαι τὸν φθόγγον.
κ 623 Κατάληψις: τὸ εὑρίσκειν τέχνην.
κ 624 Καταλιμπάνω σε: ἀφίω σε.
κ 625 Καταλίπωμεν: αὐθυπότακτον.
κ 626 Καταλογάδην: τὰ πεζῷ λόγῳ γραφόμενα.
κ 627 Καταλογεύς: Ἀθηναίων συνεψηφισμένων ἑπτακισχιλίοις τῶν ἀστῶν ἐγχειρίσασθαι τὰ πράγματα τῆς πόλεως, ἦσάν τινες οἱ τοὺς εἰς τοῦτο ἐπιτηδείους καταλέξοντες· καὶ τοῦτο εἰκότως κληθῆναι κατα‐ λογίσασθαι. καὶ καταλογεύς, ὁ εἰς τοῦτο τεταγμένος.
κ 628 Καταλογίζομαι· αἰτιατικῇ.
κ 629 Καταλογιεῖται: καταριθμήσει.
κ 630 Κατάλογος: ἡ ἀπογραφὴ τῶν ὀφειλόντων στρατεύεσθαι, καὶ ἡ ἐξαρίθμησις. ὁ πίναξ ἐφ’ οὗ ἐνέγραφον τῶν ἐκστρατευομένων τὰ ὀνόματα. Ἀριστοφάνης· ἔπειθ’ ὁ πολίτης ἐντεθεὶς ἐν καταλόγῳ οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται. ἀντὶ τοῦ κατὰ ἄλλου σπουδήν. ὁ δὲ Τραιανὸς δύο στρατεύματα καὶ τοῦ μεγάλου καταλόγου, καὶ ξε‐ νικά. τὴν γάρ τοι πληθὺν καὶ τοὺς ἐκ τοῦ καταλόγου ἐῶ νῦν. οὕτω φησὶν Αἰλιανός.
κ 631 Καταλογῶ σου· γενικῇ.
κ 632 Καταλούῃ: καταναλίσκεις. Ἀριστοφάνης· σὺ δὲ ὥσπερ τεθνεῶ‐ τος καταλούῃ μου τὸν βίον. ἔθος γὰρ ἦν μετὰ τὸ ἐκκομισθῆναι τὸ σῶμα καθαρμοῦ χάριν ἀπολούεσθαι τοὺς οἰκείους τοῦ τεθνεῶτος. ἢ εἰς τρυφὴν καταναλίσκεις. βίον δὲ τὴν περιουσίαν λέγει νῦν. ἢ εἰς τὰ λουτρὰ καταναλίσκεις. ἀπὸ μεταφορᾶς τῶν ὑδάτων. τὴν δὲ κατὰ πρόθεσιν ἐπιτατικῶς λαμβάνουσιν, ὡς ἐπὶ τοῦ καταφαγεῖν.
κ 633 Καταλοχίσαι: εἰς λόχους καταμερίσαι τὸ πλῆθος τοῦ στρατοῦ.
κ 634 Καταλοφάδια: κατὰ τοῦ τραχήλου.
κ 635 Καταλύειν τὸν δῆμον: ἀντὶ τοῦ βλάπτειν.
κ 636 Καταλύσας: καταστρέψας, ἀφανίσας, ἢ εὐωχηθείς. τάττεται δὲ καὶ ἐπὶ τῆς τοῦ ἀπαγξαμένου κατενέξεως. οὐ γὰρ δεῖ λέγειν κυρίως κατενεγκεῖν ἐπ’ αὐτοῦ, ἀλλὰ καταλῦσαι.
κ 637 Καταλῦσαι: παρὰ Θουκυδίδῃ ἐπὶ τῶν ὀχουμένων ἐπὶ ἅρματος. κατάγειν δὲ ἐπὶ νηός.
κ 638 Κατάλυσις: ἡ οἰκία. Πολύβιος· τῷ δὲ ἐπὶ τὴν Ῥωμαϊκὴν κατάλυσιν ἐπιγράψαντι τοῦτο θάνατον ὥρισεν Ἀννίβας τὴν ζημίαν.
κ 639 Καταλύω· αἰτιατικῇ.
κ 640 Καταλυττῶ· γενικῇ.
κ 641 Καταμαλάττω· αἰτιατικῇ.
κ 642 Καταμανθάνω· αἰτιατικῇ.
κ 643 Καταμαρτυρῶ σου· γενικῇ.
κ 644 Καταμάχομαι· αἰτιατικῇ.
κ 645 Καταμαίνομαί σου.
κ 646 Καταμέρος: ἐπίρρημα.
κ 647 Καταμέμφομαι· δοτικῇ. καὶ τοῖς τοῦ θεοῦ ὅροις καταμεμφόμενοι. αἰτιατικῇ δέ· πολλὰ τὸν βασιλέα Εὐμένη καταμεμψάμενοι.
κ 648 Καταμειδιῶν· γενικῇ. καταφρονῶν. ὁ δὲ μηδὲν εἰπὼν τοῖς ἐρευνῶσιν ἀνεσταυρώθη, τοῦ θανάτου καταμειδιῶν.
κ 649 Καταμηλῶσαι: λέγεται τὸ μήλην καθίζεσθαι ὑπὸ τοῦ ἰατροῦ εἰς τὸν λαιμόν· ὡς ποιοῦσι καὶ οἱ ἐμοῦντες, τὸν δάκτυλον καθιέντες εἰς τὸν λαιμόν.
κ 650 Κατὰ μῆρ’ ἐκάη: κατεκάη τὰ μηριαῖα ὀστᾶ.
κ 651 Καταμησάμενος: ἐπιβαλών, ἐπικαταχέας. Ἰώσηπος· ὁ δὲ περιρ‐ ρήξας τὴν ἐσθῆτα καὶ καταμησάμενος τῆς κεφαλῆς κόνιν.
κ 652 Καταμήλην: μηλῶσαι καλοῦσιν οἱ ἰατροὶ τὸ μήλην καθεῖναί που. ἦν δὲ καὶ παροιμία τις ἐπὶ τῶν τὰ ἄδηλα τεκμαιρομένων. λέγεται δὲ καταμηλοῦν καὶ τὸ βάπτειν ἔρια, ὅταν πιέζηται κινούμενα.
κ 653 Καταμνημονεύω· αἰτιατικῇ.
κ 654 Καταμονάς. καὶ Καταμονομαχῶ· αἰτιατικῇ.
κ 655 Κατάμφω.
κ 656 Καταμωκώμενός μου: χλευαζόμενος.
κ 657 Καταμωλωπίζω.
κ 658 Καταμυθεύω· αἰτιατικῇ.
κ 659 Καταμύουσι: κλείονται.
κ 660 Καταναγκάζω· αἰτιατικῇ.
κ 661 Κατανάγκη.
κ 662 Καταναλίσκω· αἰτιατικῇ.
κ 663 Κατανάλωσε καὶ κατηνάλωσε, τὸ αὐτό.
κ 664 Καταναρκῶ· γενικῇ.
κ 665 Καταναστάς· ὁ δὲ διὰ τὸ τάχος τῆς εἰρεσίας ἀπέπλευσε, κατ‐ αναστὰς μιᾷ νηῒ παντὸς τοῦ τῶν ἐναντίων στόλου. ἀντὶ τοῦ ὑπερ‐ βαλών, ὑπερνικήσας.
κ 666 Καταναυμαχῶ· αἰτιατικῇ.
κ 667 Κατὰ ναῦν: κατὰ τάξιν. εἴρηται δὲ ἀπὸ τῆς παροιμίας· κατὰ ναῦν τὰ ἄρμενα.
κ 668 Κατανδρίζεσθαι· γενικῇ. καταπαλαίειν.
κ 669 Καταναῖος: ὁ ἀπὸ Κατάνης.
κ 670 Καταναισχυντῶ· γενικῇ.
κ 671 Κατανεανιεύεται: κατισχύει, ἢ καυχᾶται.
κ 672 Κατανομιστεύσας: νόμισμα ἐργασάμενος. ὁ δὲ κατὰ σπάνιν ἤδη χρημάτων, ὅσον εἶχε κόσμον, κατανομιστεύσας Ἀντωνίῳ καὶ τοῖς περὶ αὐτὸν ἔπεμψεν.
κ 673 Κατὰ νοῦν: τουτέστι θυμῆρες. οἰόμενος, ὁπότερον γένοιτο, κατὰ νοῦν αὐτῷ ἔσεσθαι.
κ 674 Κατανωτίσασθαι: ἀντὶ τοῦ κατὰ νώτου φέρειν. μηδὲ τὴν τοῦ Πλουτάρχου κατανωτίσασθαι κρίσιν, μηδὲ αὖ μείζω φρονεῖν τῆς κοινωφελοῦς προαιρέσεως. ἀντὶ τοῦ καταφρονεῖν, ὀπίσω ῥίπτειν.
κ 675 Κάταντα: κατωφερῆ.
κ 676 Καταντήσωσι: παραγένωνται. τότε ποιήσεται πρὸς αὐτοὺς τὰς ὑπὲρ τῆς εἰρήνης συνθήκας, ὅταν οἱ βασιλεῖς αὐτῶν καταντήσωσι πρὸς αὐτόν.
κ 677 Καταντλοῦμαι τοῖσδε, Καταντλῶ σου δὲ τάδε.
κ 678 Κατανυγείς: λυπηθείς, μεταγνούς. καὶ ἀντὶ τοῦ σιωπῶ. Δαβίδ· ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. ἀντὶ τοῦ σιωπήσω.
κ 679 Κατανυγῇς: αὐθυπότακτον.
κ 680 Κατανυγῶ: ὁ μὲν γὰρ Χρυσόστομος ἀντὶ τοῦ οὐ μὴ μεταβληθῶ, οὐ μὴ μεταστῶ. καὶ ὁ Ἀπόστολος· ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως. οὐκ ἐνέργειαν δηλοῖ, ἀλλ’ ἀντὶ τοῦ συνεχώρησε· τὴν γὰρ ἐπὶ τὸ χεῖρον ἕξιν τῆς ψυχῆς φησι, τὴν ἀνιάτως ἔχουσαν καὶ ἀμετα‐ θέτως. ὥσπερ γὰρ ὁ ἐν εὐλαβείᾳ κατανενυγμένος οὐκ ἂν εὐκόλως μεταστῇ, οὕτω καὶ ὁ ἐν πονηρίᾳ κατανυγεὶς οὐκ ἂν ῥᾳδίως μετα‐ βάλοιτο. ὁ δὲ Ἰσίδωρος ἀντὶ τοῦ οὐ μὴ καταπλαγῶ, οὐ μὴ μεταστῶ.
κ 681 Καταξάναι.
κ 682 Καταξαίνειν εἰς φοινικίδα· Ἀριστοφάνης· τί φειδόμεσθα τῶν λίθων οἱ δημόται, μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινι‐ κίδα; οἷος αὖ μέλας τὶς ὑμῖν θυμάλωψ ἐπέζεσεν. ἀντὶ τοῦ μὴ οὐχὶ λίθοις αὐτὸν αἱμάσσειν, ὡς φοινικοῦν αὐτοῦ ποιῆσαι τὸ σῶμα. τὸ δὲ καταξαίνειν ὡς ἐπὶ ἐρίων ἐχρήσατο. διὸ καὶ φοινικίδα εἶπεν ὡς ἐπὶ ἱματίου. ἐχρῶντο δὲ οἱ Λακεδαιμόνιοι φοινικίδι πρὸς τοὺς πολέμους, τοῦτο μέν, ὅτι τὸ τῆς χρόας ἀνδρικόν, τοῦτο δέ, ὅτι τὸ τοῦ χρώματος αἱματῶδες τῆς τοῦ αἵματος ῥεύσεως ἐθίζει καταφρονεῖν. τὸ οὖν ἐν φοινικίδι, ἀντὶ τοῦ ἐν τάξει πολεμίων, ἀποφορήματα δηλώσειεν ἂν εἰκότως, ἐπεὶ τὸ φοινιχθῆναι, αἱμαχθῆναι. θυμάλωψ δὲ ὁ διακεκαυμένος ἄνθραξ.
κ 683 Καταξαινόμενοι: μαστιζόμενοι. πληγαῖς καταξαινόμενοι ὑπὸ τῶν ἀρχόντων οἱ ἄνθρωποι καὶ ἔξωθεν ὑπὸ τῶν πολεμίων ἀναιρού‐ μενοι τὴν ἑτοιμοτάτην τῶν βαρβάρων ᾑροῦντο τελευτὴν πρὸ τῆς ἐκθέσμου τε καὶ ἀσελγεστάτης παρατεινούσης τε καὶ τὸν ὀδυνηρὸν ἐχούσης χρόνον.
κ 684 Καταξαίνων: κατατρίβων. καὶ ἐν τούτοις τὸν ἅπαντα αὐτοῦ καταξαίνων βίον.
κ 685 Κατάξηροι ὄνειροι: οἱ μὴ ἔχοντες λαβάς.
κ 686 Καταξιοπιστεύεσθαι· ἵνα δὲ μὴ δόξωμεν τῶν τηλικούτων ἀνδρῶν καταξιοπιστεύεσθαι, μνησθησόμεθα μιᾶς παρατάξεως.
κ 687 Καταξιοῦντες: τιμῆς ἀξιοῦντες. οἱ δὲ οὐ καταξιοῦντες τὸν Τίμαρχον, διὰ τὸ συνειδέναι τίς ἦν, οὐ προσεδέξαντο.
κ 688 Κατὰ ξυμφοράν: κατὰ συντυχίαν.
κ 689 Καταπαλαίω σε. καὶ Καταπανουργεύω· αἰτιατικῇ.
κ 690 Καταπαλαῖσαι.
κ 691 Καταπάσω: καταποικιλῶ, πληρώσω. Ἀριστοφάνης· ἢν γὰρ με‐ θυσθῶ, πάντα ταυτὶ καταπάσω.
κ 692 Κατάπαστος: κατάμεστος, πλήρης, καταπεποικιλμένος. πρά‐ ξειας κατὰ νοῦν τὸν ἐμόν, πάλιν ὡς ἡμᾶς ἥξεις στεφάνοις κατάπαστος.
κ 693 Κατὰ πατέρα καὶ μητέρα· ὁ δὲ Ὀνόουλφος ἔφυ ἐξ ἐθνῶν κατὰ πατέρα μὲν Θεουρίγγων, τῶν δὲ Σκίρων κατὰ τὴν μητέρα.
κ 694 Καταπατῶ· αἰτιατικῇ.
κ 695 Καταπαύω· αἰτιατικῇ.
κ 696 Κατάπαυσις: ἡ γῆ τῆς ἐπαγγελίας. Δαβίδ· εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
κ 697 Κατάπαυσις: ἡ τοῦ σαββάτου, ἐν ᾗ ὁ θεὸς κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, καὶ ἣν Ἰουδαῖοι εἰσῆλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ ἡ τῶν οὐρανῶν βασιλεία.
κ 698 Καταπαίζω σου· γενικῇ.
κ 699 Καταπέλτης: εἶδος κολαστηρίου. καὶ Καταπελτάσουσιν, ἀντὶ τοῦ ἀκοντίσουσι, καταπολεμήσουσι· πέλτη γὰρ εἶδος μηχανῆς, ἀφ’ ἧς ἀκόντια καὶ ἄλλα τινὰ ἀφιᾶσιν. ἢ καταδραμοῦνται· πέλτη γὰρ ἀσπὶς μικρὰ μὴ ἔχουσα ἱμάντα. καὶ Καταπελταφέται, οἱ ταῦτα πέμποντες. ἵστη δὲ προμάχους, ξύλα παχέα ἔχοντας διπήχεα σεσι‐ δηρωμένα, ἃ ἔμελλον ὡς καταπέλτας ἐκ χειρὸς ἐς τοὺς ἐλέφαντας προσκολλᾶν. ὁ δὲ Λογοθέτης λέγει ἐν τῷ τοῦ ἁγίου Θύρσου μαρτυρίῳ· δεσμοῖς χειρῶν, κατα‐ πέλταις ποδῶν.
κ 700 Καταπέπτωκεν: ἐπτοήθη.
κ 701 Καταπέρτερος.
κ 702 Καταπεσών: ἀντὶ τοῦ φοβούμενος.
κ 703 Καταπέττει: καταταράττει, καταβάλλει.
κ 704 Καταπεφρόντικα: εἰς τοὺς φροντιστὰς ἀνάλωσα, εἰς τὴν παί‐ δευσιν καταδεδαπάνηκα. Ἀριστοφάνης Νεφέλαις· τὸ θοιμάτιον ἀπώ‐ λεσας; ἀλλ’ οὐκ ἀπολώλεκ’, ἀλλὰ καταπεφρόντικα. πρὸς τὸν υἱὸν λέγει ὁ πρεσβύτης.
κ 705 Καταπειθές: πειθήνιον. ἄλλως τε ἀτάσθαλον εἶναι καὶ οὐδαμῇ καταπειθὲς τοῖς ἐξηγουμένοις.
κ 706 Καταπειράζω· γενικῇ καὶ αἰτιατικῇ.
κ 707 Καταπῆγας: τὰ πηγνύμενα ξύλα ἐν τοῖς ὕδασιν. ἐπεὶ τὰ ὑποκείμενα οὐχ οἷά τε ἦν καταπῆγας δέχεσθαι, ὑφ’ ὧν ἔδει συνέχεσθαι τὰ ἐπὶ τοῦ ῥεύματος καθιέμενα.
κ 708 Καταπηδῶ· αἰτιατικῇ.
κ 709 Καταπημήνειε: καταβλάψειεν ἄν.
κ 710 Κατὰ πῆχυν ἐπεδίδου: ἐπὶ τῶν ἐπὶ τὰ κρείττω προκοπτόν‐ των. ὁ δὲ φιλόσοφος ἀνεμπόδιστος εἰς ἐπίδοσιν διετέλει καὶ ἐπε‐ δίδου κατὰ πῆχυν, ὡς φάναι ἀτεχνῶς, ἄχρι τοῦ πανικοῦ δυστυχήματος.
κ 711 Καταπίονα: λιπαρά.
κ 712 Καταπλῆγες: κατεπτηχότες. τούτων δὲ γενομένων οἱ ἐναντίοι καταπλῆγες ἦσαν.
κ 713 Καταπλήξ: ὁ συνεχῶς πεπληγμένος. Θεόπομπος· ἀλλ’ ἡ μὲν Εἰλείθυια συγγνώμην ἔχει, ὑπὸ τῶν γυναικῶν οὖσα καταπλὴξ τὴν τέχνην.
κ 714 Καταπληστεύω· γενικῇ καὶ αἰτιατικῇ.
κ 715 Καταπλήττω· αἰτιατικῇ.
κ 716 Κατὰ πόδα: παραυτά, κατὰ τάξιν.
κ 717 Κατὰ ποδὸς βάσιν: παροιμία ἐπὶ τῶν κατὰ μικρόν τι πρατ‐ τόντων καὶ κατὰ τέχνην καὶ μὴ ἀθρόως.
κ 718 Καταπολαύω· γενικῇ.
κ 719 Καταπολεμῶ σε.
κ 720 Καταπολιτεύομαί σε. Καταπολιτεύω σοι δὲ δοτικῇ.
κ 721 Καταποντωθῆναι: κινδυνεῦσαι.
κ 722 Καταπορευθέντων: ἐπανόδου τυχόντων τῶν φυγάδων. Πο‐ λύβιος· ἣν οὐχ οἷόν τε ἀναλαβεῖν, μὴ οὐχὶ καταπορευθέντων τῶν πεφυγαδευμένων.
κ 723 Καταπορνεύω· γενικῇ.
κ 724 Κατὰ ποσόν: πλεονάκις.
κ 725 Καταπότης: λάρυγξ.
κ 726 Καταπραγματεύω καὶ Καταπραγματεύομαι· γενικῇ.
κ 727 Καταπρησθῇ: κατακαυθῇ. κελεύσαντος Κύρου, ἵνα καταπρησθῇ ζῶν.
κ 728 Καταπροήσεται: καταπροδώσει. ὠμοσάτην ὅσοι δεινότατοι Χριστιανοῖς ὅρκοι ὀνομάζονται, μή ποτε ἀλλήλω καταπροήσεσθαι ἄχρι τῶν ἐς ὄλεθρον φερόντων.
κ 729 Καταπροΐεμαι· αἰτιατικῇ.
κ 730 Καταπροΐξεται: καταφρονήσει, καταπροδώσει. οἷον προῖκα ἐκφύγοι. οὔτοι καταπροίξῃ, μὰ τὸν Ἀπόλλωνα, ταυτὸ δρᾶν. Ἀρι‐ στοφάνης· οὔτοι, μὰ τὼ θεώ, σὺ καταπροίξῃ λέγουσα ταυτί. ἀντὶ τοῦ καταγελάσῃ μου χωρὶς ζημίας. προῖκα γὰρ ἔλεγον τὴν ζημίαν. Ἡρόδοτος· οὐ γὰρ δὴ ἐμέ γε ὧδε λωβησόμενος καταπροΐξεται.
κ 731 Καταπροΐξεται: ἡ πρὸ ἀντὶ τῆς παρά. προϊκνεῖσθαι. τινὲς δὲ ἀπὸ τοῦ ἵξεσθαι, ὅ ἐστι δωρεάν τινα λαβεῖν. Ἀρχίλοχος· εὖ δ’ ἐκεῖνος οὐ καταπροΐξεται. Ἡρωδιανὸς δὲ ἐν Ἐπιμερισμοῖς παρὰ τὸ ἴσσω φησί. καὶ Ἀρχίλοχος· προτείνω χεῖρα καὶ προΐσσομαι.
κ 732 Καταπροΐξη: τουτέστιν οὐ μὴ καταφρονήσεις. πεποίηται δὲ παρὰ τὴν προῖκα· οἷον οὐ δωρεάν μου ἐγχανῇ.
κ 733 Καταπροθυμοῦμαι· αἰτιατικῇ.
κ 734 Κατὰ πρόσκλισιν: καθ’ ἑτεροβάρειαν, ἢ ἑτερομέρειαν.
κ 735 Καταπτύω σου· γενικῇ.
κ 736 Καταπύγους: κιναίδους.
κ 737 Καταπυγῶν: κατασελγαίνων.
κ 738 Καταπύγων: ὁ λάγνης. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἀλφίτων οὕτως λεγομένων ἰχθύων, ὅτι ἕπονται κατ’ οὐράν. ἡ γενικὴ δὲ κατα‐ πύγωνος· καὶ καταπύγωνα ἡ αἰτιατικὴ καὶ αἱ ἄλλαι πτώσεις εὕρηνται. εὕρηται καὶ τὸ θηλυκὸν καταπύγων. καὶ ἡ πρᾶξις καταπυγοσύνη, τουτέστιν ἡ μαλακία.
κ 739 Καταπυγωνέστερον: μαλακώτερον, πορνικώτερον. οὐκέτι δόξειέ τι ἄλλο τι καταπυγωνέστερον εἶναι.
κ 740 Καταπυνθάνομαι· γενικῇ.
κ 741 Κατάπτυστον: εὐτελές, μισητόν. τὸ δὲ ταραντινίδιον λεπτόν τε ὂν καὶ ἀσθενές, ἐπεὶ μόνον ἐτάθη, κᾆτα ἀπορρήγνυται. ἡ δὲ περι‐ αλγεῖ καί φησιν· ὦ κατάπτυστόν τε καὶ ἐπίρρητον ῥάκος, οὐδὲ εἰς ταύτην μοι τὴν χρείαν ἐπιτήδειον ἐγένου. καὶ ῥίψασα αὐτὸ ξίφει ἑαυτὴν διεχρήσατο.
κ 742 Κατὰ πύστιν· ναῦται δέ τινες κατὰ πύστιν ἐγχώριοι ἥκοντες, οὐκ ἐδύναντο κεκρυμμένον ἀνιχνεῦσαι· ἀποκέκρυπτο γάρ. Κατὰ πύστιν οὖν κατὰ φήμην.
κ 743 Κατὰ ῥάβδον ἔφρασε: κατερραψῴδησεν, ἢ κατὰ στίχον διῆλθεν.
κ 744 Καταρρᾳθυμῶ· γενικῇ καὶ αἰτιατικῇ.
κ 745 Καταρράκται: πέτραι ἐν τῷ Ἴστρῳ ποταμῷ, ὄρους τρόπον τινὰ ὑπὸ τῷ ῥεύματι ἐπὶ παντὸς τοῦ πλάτους ὑποπεφυκότος, οἷς ἅπασιν ὁ ποταμὸς ἐμπίπτων μετὰ μεγίστου πατάγου ἀνακόπτεται, καὶ καχλάζων περὶ ταῖς πέτραις, ἔπειτα ὑπερφερόμενος ἑλιγμούς τε καὶ παλιρροίας καὶ χαρύβδεις, κυκλουμένου τοῦ ῥεύματος, ἀποτελεῖ· καὶ τὸ σύμπαν, ὁ ποταμὸς κατὰ ταῦτα τὰ χωρία οὐ πολὺ ἀπέοικε τοῦ κατὰ Σικελίαν πορθμοῦ.
κ 746 Καταράκτης: εἶδος ὀρνέου θαλασσίου.
κ 747 Κατάρατος: κατάρας ἄξιος. οὕτω μὲν οὖν ὁ κατάρατος συν‐ ήθως τὸν ἄνθρωπον ἐκήλει.
κ 748 Καταρραψῳδήσει: φλυαρήσει.
κ 749 Καταργῶ· αἰτιατικῇ.
κ 750 Κατάρδων: χέων ὑποσχέσεις καὶ καταβρέχων ὑμᾶς τοῖς ἐπαίνοις ὡς φυτά. Ἀριστοφάνης οὐκ ἀπατῶν, οὐδέ τισι μισθοὺς διδούς, ἵνα αὐτὸν ἐπαινέσωσιν, οὔτε κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων.
κ 751 Κατὰ ῥέθος: μέλος. ἧς ἔπι καλὸν ἄμυξε κατὰ ῥέθος Ἀφρογένεια. ἀντὶ τοῦ ἐσπάραξεν, ἔξεσεν.
κ 752 Κατάρρησις: κατάγνωσις.
κ 753 Καταρητορεύω.
κ 754 Καταριπόω.
κ 755 Κατὰ ῥοῦν: κατὰ τρόπον, κατ’ εὐθεῖαν. πλήρης τε γὰρ ἡ σελήνη ἐτύγχανεν οὖσα, καὶ οὐ χαλεπὸν ἦν διὰ πάσης τῆς νυκτὸς κατιέναι κατὰ ῥοῦν.
κ 756 Καταρῶμαι· αἰτιατικῇ. οἱ καταρώμενοί σε κεκατήρανται. δοτικῇ δέ· οὐ γὰρ τοῖς πρώτως ἐπαινέσασιν ἡμᾶς καταράσομαι.
κ 757 Καταρτίζω· αἰτιατικῇ. τελειῶ.
κ 758 Καταρτύσων: παρασκευάσων, εὐτρεπίσων. Σοφοκλῆς· ὡς πρὸς τί λέξων ἢ καταρτύσων μολεῖν; καὶ Ὅμηρος· Κλυταιμνήστρα δόλον ἤρτυεν.
κ 759 Καταρχαί.
κ 760 Κατάρχω σου· γενικῇ.
κ 761 Κατασείει· αἰτιατικῇ. καταράττει, καταβάλλει.
κ 762 Κατασίνεσθαι: καταβλάπτεσθαι.
κ 763 Κατασκαφεῖ: δοτική.
κ 764 Κατασκεδάζειν· γενικῇ. ἔθος ἦν Θρᾴκιον ἐν τοῖς συμποσίοις, ἵνα, ὅταν πίωσι τοῦ οἴνου οἱ συμπόται ὅσον δύνωνται, τὸ λοιπὸν τοῦ οἴνου καταχέωσι κατὰ τῶν ἱματίων τῶν συμποτῶν· ὅπερ ἔλεγον κατασκεδάζειν. οὕτως Ξενοφῶν ἐν τῷ ζʹ τῆς τοῦ Κύρου Ἀναβάσεως. μέμνηται τούτου καὶ ὁ μέγας Πλάτων ἐν τοῖς Νόμοις. καὶ ὁ μὲν Ξενοφῶν λέγει· ἀναστὰς ὡς εὐθὺς συνέπιε, καὶ συγκατεσκεδάσατο μετ’ αὐτοῦ τὸ κέρας.
κ 765 Κατασκευάζειν: παρὰ Ἀριστοτέλει τὸ καθόλου δεικνύναι, ἀλλὰ μὴ ἀναιρεῖν τὸ τιθέμενον. μάλιστα γὰρ κατασκευάζειν ἐπὶ τοῦ καταφατικῶς τιθεμένου λέγεται. ἀδικώτατον δὲ καὶ κακοπραγμονέ‐ στατον περὶ τὰς τῶν φίλων κατασκευάς.
κ 766 Κατασκηνῶ· αἰτιατικῇ.
κ 767 Κατασκήψαντος: ἐμπεσόντος.
κ 768 Κατασκιδναμένη: κατασκορπιζομένη.
κ 769 Κατασκιρτῶ· γενικῇ.
κ 770 Κατασκυθρωπῶ· γενικῇ.
κ 771 Κατὰ σκοπόν: κατὰ τὸ προκείμενον, δέον.
κ 772 Κατασοβαρεύομαι· γενικῇ.
κ 773 Κατασοβεῖται: καταδιώκεται. καὶ Κατασοβήσονται, κατα‐ διωχθήσονται.
κ 774 Κατασοφισθεῖσα: χλευασθεῖσα.
κ 775 Κατασοφισόμεθα· αἰτιατικῇ. τεχνασόμεθα, μηχανῇ τινι κακώ‐ σομεν. Κατασοφιστεύω δὲ γενικῇ.
κ 776 Κατασπάζομαι· αἰτιατικῇ.
κ 777 Κατασπᾶν: ἰδίως ἐπὶ τῶν θηλαζόντων βρεφῶν τοῦτο λέγεται. παρὰ τὸ ἐπισπᾶν καὶ ἐφέλκειν τὸ γάλα.
κ 778 Κατασπαταλῶ· αἰτιατικῇ.
κ 779 Κατασπέρχων: σπουδάζων.
κ 780 Κατασπεύσαντα: κακῶς βουλευθέντα, ἐχθρὰ βουλευσάμενον. αἴτιον δὲ τούτων Εὐφήμιον, οἷα εἰς πολιτείαν καὶ εἰς βασιλείαν κατα‐ σπεύσαντα καὶ τοῖς τυραννοῦσι συμφραξάμενον.
κ 781 Κατασπείρας: ἀρχὴν κακῶν παρασχών. τὸ γὰρ σπείρας ἐπὶ πλήθους κακῶν τακτέον. ὅσας ἀνίας μοι κατασπείρας φθίνεις. Σο‐ φοκλῆς.
κ 782 Κατασπείρω· τὸ φυτεύω. γενικῇ.
κ 783 Κατὰ σπουδήν: μετὰ συντεταμένης προθυμίας. εἰποῦσα ταῦτα ἐδόκει κατὰ σπουδὴν εὐθὺ Λιβάνου τοῦ ὄρους ἀναδραμεῖν.
κ 784 Κατασπώμενος: καθελκόμενος.
κ 785 Καταστάς: προβληθείς, προχειρισθείς. ὁ δὲ Ἐσδρίαυγος ὑπὲρ πάντων καταστὰς ἔλεξεν ὧδε.
κ 786 Καταστάζω· γενικῇ.
κ 787 Καταστασιάζεσθαι· αἰτιατικῇ. παραβλάπτεσθαι. καταστασιά‐ ζεσθαι γὰρ ἑαυτὸν ἀπεφαίνετο παρὰ πᾶν τὸ δίκαιον ὑπὸ τῆς συγκλήτου.
κ 788 Κατάστασις· ἔοικεν ἡ κατάστασις ἀργύριον εἶναι, ὅπερ οἱ κατασταθέντες ἱππεῖς ἐλάμβανον ἐκ τοῦ δημοσίου ἐπὶ τῇ καταστάσει. οὕτω Λυσίας. ἀλλὰ καὶ Εὔπολίς φησιν· οὐκ ἐσωφρόνησας, ὦ πρεσβῦτα, τὴν κατάστασιν τήνδε λαμβάνων ἄφνω, πρὶν καὶ μαθεῖν τὴν ἱππικήν. ἀπεδίδοτο δὲ τὸ ἀργύριον ὑπὸ τῶν ἱππευσάντων, ὅτε ἀντ’ αὐτῶν ἕτεροι καθίσταντο. ἀπῄτουν δὲ αὐτὸ οἱ φύλαρχοι.
κ 789 Καταστάτης. Σοφοκλῆς· ἀλλ’ ἀρχέπλουτον καὶ καταστάτην δόμων. ἀντὶ τοῦ εὐτρεπιστήν.
κ 790 Καταστέλλω· αἰτιατικῇ.
κ 791 Καταστενάζω· γενικῇ.
κ 792 Κατάστεψον πέδον: ἀντὶ τοῦ μεθ’ ἱκετηριῶν ἀφηγοῦ. τὸ πρῶτον ἵκου καὶ κατεστέψας πέδον. στέμματα ἔλεγον καὶ τὰ ἔρια. ᾧ στέμματα ξήνας’ ἐπέκλωσεν θεά.
κ 793 Καταστείλας: ἀντὶ τοῦ κατασιγάσας. ὁ δὲ τῇ χειρὶ καταστείλας τὸν θόρυβον αὐτῶν ἔφη.
κ 794 Καταστήσονται: ἀποδείξουσιν. ὅπως φύλαρχον τοῖς ὁμηρίταις καταστήσωνται τοῦτον.
κ 795 Καταστολή: ἡ στολή.
κ 796 Κατὰ στόμα: κατὰ τὴν ἀρχήν. μεταφορικῶς.
κ 797 Καταστοχάζεται· γενικῇ. κατὰ σκοποῦ βλέπει, κατὰ σκοποῦ βάλλει.
κ 798 Καταστράπτω· γενικῇ.
κ 799 Καταστρατεύω· γενικῇ.
κ 800 Καταστρατηγῶ· αἰτιατικῇ.
κ 801 Καταστρατοπεδεύω· γενικῇ.
κ 802 Καταστρέφω· αἰτιατικῇ. καὶ Καταστρέψαντες: τελευτήσαντες.
κ 803 Καταστρηνιῶ· γενικῇ.
κ 804 Καταστροφή: τέλος.
κ 805 Καταστοιχειῶ· γενικῇ.
κ 806 Κατὰ σφέας: καθ’ ἑαυτούς.
κ 807 Κατασχεδιάσω· γενικῇ. καταφλυαρήσω, ψεύσομαι. ἐγὼ δὲ φρουρᾶς μείζονος δέομαι, εἰ κατασχεδιάσω τοῦ θεοῦ. Ἰώσηπος.
κ 808 Κατάσχῃ· αἰτιατικῇ. αὐθυπότακτον. καὶ οὐ κατασχὼν τῆς χαρᾶς παρελύθην τοὺς τόνους ἀθρόον τοῦ σώματος.
κ 809 Κατὰ σχολήν: ἀντὶ τοῦ μόλις, ἢ ἀψοφητί. κατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη.
κ 810 Κατάτασις: ἡ ἔπειξις, ἡ σφοδρότης. ὁ δὲ τούτους συλλα‐ βὼν αἰκίζεται λύμῃ πάσῃ καὶ κατατάσει.
κ 811 Καταταχῆσαι: προφθάσαι. μήτε καταταχῆσαι δυναμένην.
κ 812 Καταταχήσων: τῷ τάχει ὑπερβαλών. Πολύβιος· τὸ μὲν οὖν πρῶτον ὥρμησεν ὡς καταταχήσων, καταπροτερούμενος δὲ τῶν ἐπιβα‐ τικῶν ἀντὶ τοῦ νικώμενος ἐγένετο ὑποχείριος.
κ 813 Κατατάχος.
κ 814 Καταταχούμενοι: κατεπειγόμενοι. καταταχούμενοι δὲ ὑπὸ τοῦ καιροῦ ἠναγκάσθησαν ὑπομένειν τὸν ἐπίπλουν.
κ 815 Κατατεθήπεσαν: κατεθαύμασαν, ἐξεπλάγησαν.
κ 816 Κατατέλεα: παρὰ Ἡροδότῳ τὰ ἀναλώματα, καὶ τὰ συνέδρια τῶν ἐν ἀρχῇ καὶ τὸ συντελεῖν εἰς τάγμα.
κ 817 Κατατεμῶ σε τοῖς ἱππεῦσιν ἐς καττύματα· καττύματα δέ ἐστι δέρματά τινα ἰσχυρὰ καὶ σκληρά, ἅπερ τοῖς σανδαλίοις καὶ τοῖς ἄλλοις ὑποδήμασιν ὑποβάλλεται.
κ 818 Κατατείνας ἐρῶ: ἀντὶ τοῦ μακρὸν λόγον διεξελεύσομαι. Πο‐ λιτείας δευτέρῳ· διὸ κατατείνας ἐρῶ. ὁ δὲ στρεβλούμενος καὶ κατατεινόμενος τἀληθῆ λέγει. καὶ αὖθις· καὶ κατατεινομένω ταῖς στρέβλαις ὑπὲρ τοῦ κατειπεῖν τοὺς συνεγνωκότας. οἱ δὲ ἐμπρίσαντες τοὺς ὀδόντας, τοῦ εἶξαι τῷ τυράννῳ γεγόνασι κρείττους.
κ 819 Κατατείνουσαν: μακρότητα παρέχουσαν. χαλεπὸν ἔδοξεν εἶναι χώραν ἀμειψαμένοις ἔρημόν τε καὶ χρόνου πολλοῦ ὁδὸν κατατείνου‐ σαν ἰέναι.
κ 820 Κατὰ τὴν ἀγορὰν ἀψευδεῖν: ἔοικε νόμος περὶ ὠνίων κεῖται, ὃς κελεύει ἀψευδεῖν ἐν τῇ ἀγορᾷ. Θεόφραστος γοῦν ἐν τοῖς περὶ νόμων φησί· δυοῖν τούτων ἐπιμελεῖσθαι δεῖν τοὺς ἀγορανόμους, τῆς τε ἐν τῇ ἀγορᾷ εὐκοσμίας καὶ τοῦ ἀψευδεῖν μὴ μόνον τοὺς πιπράσκον‐ τας, ἀλλὰ καὶ τοὺς ὠνουμένους.
κ 821 Κατατίθημι· δοτικῇ.
κ 822 Κατατιλᾷ· ἢ κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοις χοροῖσιν ὑπᾴδων. κατετίλησε γὰρ τῶν τῆς Ἑκάτης μυστηρίων. τοῦτο δὲ εἰς Κινησίαν τὸν διθυραμβοποιὸν ἀποσκώπτει· οὗτος γὰρ ᾄδων κατετίλησε τῆς Ἑκάτης· ἢ ὅτι εἰσήνεγκε δρᾶμα καὶ κατετίλησεν αὐτήν· ἢ ἐπειδὴ ἠρυφίασε ποίημα γράψας εἰς Ἑκάτην. ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτ’ ἀποτρώγει. κατατιλᾶ τῶν τῆς Ἑκάτης μυστηρίων.
κ 823 Κατὰ τὸ καρτερόν: ἀντὶ τοῦ ἰσχυρῶς. Ἀριστοφάνης· καὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν.
κ 824 Κατὰ τὸ καρτερόν: ἀντὶ τοῦ καρτερῶς. καὶ δὴ συμμίξας ἐμάχετο κατὰ τὸ καρτερόν· οὐχ ἧττόν τε ἔσχε τῷ πολέμῳ.
κ 825 Κατατολμῶ· γενικῇ.
κ 826 Κατατομή· Ὑπερίδης ἐν τῷ κατὰ Δημοσθένους· καὶ καθήμενος ὑποκάτω ὑπὸ τῇ κατατομῇ. καὶ Φιλόχορος· καὶ ἐπέγραψεν ἐπὶ τὴν κατατομὴν τῆς πέτρας.
κ 827 Κατατοξεύω· αἰτιατικῇ.
κ 828 Κατὰ τὸ πρὸς Ῥωμαίους ἔχθος Λιβύων καὶ Γαλατῶν Ῥωμαίων συνισταμένων.
κ 829 Κατατωθάζω· αἰτιατικῇ.
κ 830 Κατατραυματίζω σε.
κ 831 Κατατρεχόντων: ληϊζομένων, πορθούντων. τῶν δὲ Οὔννων τὰς Ῥωμαϊκὰς πόλεις κατατρεχόντων, πολλὰς παραστήσασθαι πό‐ λεις. καὶ πᾶσαν τὴν πόλιν πυρπολοῦντας καταδραμεῖν.
κ 832 Κατατρέχω· ἐπὶ μὲν ἐμψύχων γενικῇ· κατατρέχω νεβρῶν. ἐπὶ δὲ ἀψύχων αἰτιατικῇ· κατατρέχει Αἴγυπτον, ληΐζεται Συρίαν.
κ 833 Κατατρίψειν: καταδαπανήσειν, χρονιεῖν. οὐ γὰρ ἐδόκει αὐτῷ τὸν ἐν Τυρρηνίᾳ πόλεμον ἀτελῆ καταλείποντι περὶ τῶν ἐκείνῃ πόλεων πραγματεύεσθαι, δεδοικότι μὴ κατατρίψειεν ἅπαντα τὸν τῆς ἀρχῆς χρόνον, οὐ πολὺν ὄντα, περὶ τὰς ἐλάττους ἀσχολούμενος πράξεις.
κ 834 Κατατροποῦμαι· αἰτιατικῇ.
κ 835 Κατατρυφή: καταφυγή. ἀλλ’ ἐρῶ· οὐ γὰρ ἔχω κατατρυφήν. ἀντὶ τοῦ ἀποφυγὴν τοῦ μὴ εἰπεῖν.
κ 836 Κατατρυφῶ· γενικῇ.
κ 837 Κατατρύχειν: ἔλαττον πιέζειν. οὐκ ἔστιν ἀνδρῶν κατατρύχειν ἑαυτοὺς μερίμναις ταῖς κινδύνους οὐκ ἐχούσαις.
κ 838 Καταυγάζω.
κ 839 Καταυθαδίζω· γενικῇ.
κ 840 Καταυλούμενοι· αἰτιατικῇ. χλευαζόμενοι. ἀφῃρέθησαν δὲ οἱ Λακεδαιμόνιοι τῶν τειχῶν γελώμενοί τε καὶ καταυλούμενοι.
κ 841 Κάταυχμον. ἦν δὲ τὸ φρούριον τῷ καταύχμῳ τῆς ὑδρεύ‐ σεως ἁλωτὸν τοῖς πολέμιοις.
κ 842 Καταφαγεῖν, καταπιεῖν· φαγεῖν διαφέρει τοῦ καταφαγεῖν· φαγεῖν μὲν τὸ τάξει, καταφαγεῖν δὲ τὸ ἀθρόως. καταπιεῖν δὲ τὸ μήτε μασώμενον ἐσθίειν.
κ 843 Καταφάναι: κατειπεῖν.
κ 844 Καταφαντὸν ἢ ἀποφαντόν· ζήτει ἐν τῷ ἀξίωμα.
κ 845 Κατάφασις: πρόρρησις διὰ συγκαταθέσεως.
κ 846 Καταφάσκει: προλέγει, ἐπινεύει.
κ 847 Καταφιλονεικῶ· αἰτιατικῇ.
κ 848 Καταφιλοσοφῶν· γενικῇ. διὰ τῆς σιγῆς νικῶν.
κ 849 Καταφλυαρῶ· γενικῇ.
κ 850 Καταφονεύω· αἰτιατικῇ.
κ 851 Καταφορικῶς: σφοδρῶς.
κ 852 Καταφωνῶ· αἰτιατικῇ.
κ 853 Καταφωρᾶν: ἐλέγχειν.
κ 854 Κατάφωρος: φανερός.
κ 855 Καταφωτίζω· αἰτιατικῇ.
κ 856 Καταφρόνησιν: ὁ Θουκυδίδης τὴν ὑπερφρόνησίν φησιν· ἐπίτα‐ σιν γὰρ ἡ κατά πρόθεσις σημαίνει. οἷον οὐ δύνασθε εἰπεῖν, ὅτι διὰ τὸ ἔχειν τὰ τρία ταῦτα, οἷον ἀξυνεσίαν, μαλακίαν, ἀμέλειαν, οὐ πολε‐ μοῦμεν, ἀλλὰ διὰ τὴν καταφρόνησιν· ὅ ἐστι διὰ τὸ ἄγαν φρονεῖν, καὶ οἷον ὑπερφρονεῖν. καταφρόνησιν γὰρ τὴν ἀφροσύνην λέγει.
κ 857 Καταφρονῶ· γενικῇ.
κ 858 Καταφρυάττομαι· γενικῇ.
κ 859 Καταχαλῶ σου· γενικῇ.
κ 860 Καταχαίρων· Ἡρόδοτος· πάρεστι δ’ εἰκάζειν, εἴτ’ εὐνοίῃ ταῦτα ἐποίησας, εἴτε καὶ καταχαίρων. περὶ Δημαρήτου.
κ 861 Καταχέω σου· γενικῇ.
κ 862 Κατὰ χεῖρας: εὐκόλως.
κ 863 Κατὰ χειρὸς ὕδωρ λέγουσιν, οὐ κατὰ χειρῶν οὐδ’ ἐπὶ χεῖρας, οὐδὲ ἄλλως πως. καὶ τὸ ῥᾷστον πάντων καὶ εὐχερέστατον, κατὰ χειρὸς ὕδωρ καλοῦσιν. οὕτως Τηλεκλείδης ἐν Ἀμφικτύοσιν· εἰρήνη μὲν πρῶτον ἁπάντων ἦν ὥσπερ ὕδωρ κατὰ χειρός. φέρε, παῖ, στέφανον· κατὰ χειρὸς ὕδωρ φερέτω τίς. ὁ δὲ λέγει· δειπνήσειν μέλλομεν, ἢ τί. τὸ γὰρ παλαιὸν τοῖς εὐωχουμένοις περιέκειντο στέ‐ φανοι, καταψύχοντες τὸ κρανίον ἀπὸ τῆς τοῦ οἴνου μέθης καὶ θέρμης.
κ 864 Καταχειροτονίαν: ἔθος ἦν Ἀθήνησι κατὰ τῶν ἀρχόντων καὶ κατὰ τῶν συκοφαντῶν προβολὰς ἐν τῷ δήμῳ γίνεσθαι. εἰ δέ τις καταχειροτονηθείη, οὗτος εἰσήγετο εἰς δικαστήριον. οὕτως Δημοσθένης καὶ Ὑπερίδης καὶ Θεόφραστος.
κ 865 Καταχειροτονῶ· γενικῇ.
κ 866 Καταχεῖταί μου ἀήρ.
κ 867 Κατάχει τοὔλαιον ἐν τῷ χαλκείῳ: Ἀριστοφάνης. ἀντὶ τοῦ εἰς τὸν ὀμφαλὸν τῆς ἀσπίδος, ἵνα λαμπρότερος γένηται. εἰσὶ γάρ τινες, οἳ ἐν ἐλαίῳ ὁρῶντες μαντεύονται. σμήχει οὖν τὴν ἀσπίδα καταχέων τὸ ἔλαιον ἐπὶ τῆς χαλκῆς πτυχός· εἶτα φαιδρυνθείσης αὐτῆς, ἐνοπτριζόμενος εἰς αὐτὴν λέγει, ὁρῶ ἐν αὐτῇ γέροντα ὑπὸ δειλίας φεύγοντα, καὶ οἷον μὴ δυνάμενον ὁρᾶν τὴν ἀσπίδα, διὰ τὴν ἔκλαμψιν. καὶ Ὅμηρος· ὄσσε δ’ ἄμερδεν αὐγὴ χαλκείη κόρυθος ἀπο‐ λαμπομένης. εἶπες ἂν τὸν Βάκχον οὕτως ἰδεῖν διακείμενον, τοῦ μάστιξι μᾶλλον ἢ ἄνθεσιν ἐαρινοῖς καταχέεσθαι.
κ 868 Καταχήνη: κατάγελως. Ἀριστοφάνης· δημοτική γ’ ἡ γνώμη, καὶ καταχήνη τῶν σεμνοτέρων ἔσται καὶ τῶν σφραγῖδας ἐχόντων.
κ 869 Καταχλευάζω σε. γενικῇ δέ· καταχλευάζοντες δὲ τῶν παρακλη‐ τικῶν λόγων οἱ στασιώδεις.
κ 870 Καταχορδῶ.
κ 871 Καταχορεύω· γενικῇ.
κ 872 Καταχωνεύω· αἰτιατικῇ.
κ 873 Καταχρεμψαμένη: καταπτύσασα.
κ 874 Καταχρῶμαι· δοτικῇ.
κ 875 Καταχρωννῦσα.
κ 876 Κατάχυσμα: ζωμός, παρὰ τὸ χέεσθαι. οἷον κατάχυμα.
κ 877 Καταχύσματα: ἔθος ἦν Ἀθήνησιν, ὅτε νεώνητος οἰκέτης εἰσάγοιτο εἰς τὴν οἰκίαν, τὸν δεσπότην ἢ τὴν δέσποιναν ἰσχάδων καὶ καρύων πλῆθος καταχεῖν αὐτοῦ· ἃ καταχύσματα ἐκάλουν. φασὶ δὲ καὶ ἐπὶ τῶν πρῶτον πρεσβευόντων καὶ ἐπὶ τῶν θεωρῶν τοῦτο γίνεσθαι, ὅτε πρῶτον τοῦτο ἐποίουν.
κ 878 Καταχύσματα: ἔθος ἦν παρ’ Ἀθηναίοις τῶν νεωνήτων δούλων τῶν πρώτως εἰσιόντων εἰς τὴν οἰκίαν, ἢ ἁπλῶς τῶν ἐφ’ ὧν οἰωνί‐ σασθαί τι ἀγαθὸν ἐβούλοντο, καὶ τοῦ νυμφίου παρὰ τὴν ἑστίαν τραγή‐ ματα κατέχεον εἰς σημεῖον εὐετηρίας· ὡς καὶ Θεόπομπός φησιν ἐν Ἡδυχάρει· φέρε σὺ τὰ καταχύσματα ταχέως κατάχει τοῦ νυμφίου, καὶ τῆς κόρης. εὖ πάνυ λέγεις. σύγκειται δὲ τὰ καταχύσματα ἀπὸ φοινί‐ κων, κολλύβων, τρωγαλίων καὶ ἰσχάδων καὶ καρύων, ἅπερ ἥρπαζον οἱ σύνδουλοι. Ἀριστοφάνης Πλούτῳ· ἰοῦς’ εἴσω κομίσω τὰ κατα‐ χύσματα ὥσπερ νεωνήτοισιν ἄνδρασιν.
κ 879 Καταψαίρουσι: κινοῦνται.
κ 880 Καταψευδομαρτυρησάμενος: ἀντὶ τοῦ παρασχὼν τοὺς τὰ ψευδῆ μαρτυρήσαντας. Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου.
κ 881 Καταψεύδομαι· γενικῇ.
κ 882 Καταψήσας: τῇ χειρὶ ὁμαλίσας. Πολύβιος· τοὺς δὲ παῖδας καθ’ ἕνα προσαγόμενος καὶ καταψήσας θαρρεῖν ἐκέλευε. καὶ Φιλόστρα‐ τος· καὶ τὸ καταψῆσαι τοῦ ἵππου τὰ ὦτα καὶ τὴν χαίτην.
κ 883 Καταψηφίζεται· γενικῇ. κατακρίνει.
κ 884 Καταψήχω: τρίβω καὶ ὁμαλίζω.
κ 885 Καταψῶν: καταπραΰνων. Ἀριστοφάνης· καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον. ὥσπερ πῶλον καταψῶντες, ταῖς χερσὶν ὁμαλίζοντες.
κ 886 Καταψύχω· αἰτιατικῇ.
κ 887 Καταιβάτης: Ζεὺς παρ’ Ἀθηναίοις· παρὰ τὸ καταβιβάζειν τοὺς κεραυνούς. ἢ ἀπὸ τοῦ καταβαίνειν δι’ ἔρωτα τῶν γυναικῶν.
κ 888 Κατ’ αἶγας ἀγρίας: παροιμία λεγομένη ἐπὶ κατάρας. κατ’ αἶγας ἀγρίας τρέπειν τὰ κακά.
κ 889 Καταιγίζω· αἰτιατικῇ· τὸ βρέχω.
κ 890 Καταιγίς: ἐπιφορὰ ἀνέμου σφοδροῦ. λέγεται δὲ καὶ ἡ ζάλη. ἢ τὰ σφοδρὰ πνεύματα καταιγίδες.
κ 891 Καταιγίσας: κατασχίσας. οἱ γὰρ ἀνατιθέντες τοῖς θεοῖς κατα‐ σχίζουσιν, ἵνα μή τις ἄρῃ.
κ 892 Καταιδεῖ: καταισχύνει.
κ 893 Καταιθαλώσω: καταπρήσω, κατακαύσω. καταιθαλώσω πυρφό‐ ροισιν ἀετοῖσι.
κ 894 Καταινέσαντος: συγκαταθεμένου. τοῦ δὲ καταινέσαντος τὸ νῦν εἶναι κατίασιν ὑπόσπονδοι. καὶ Πολύβιος· ὀλίγοι δέ τινες ἦσαν οἱ καταινέσαντες, οἱ δὲ πλείονες ἀντέπιπτον. λέγεται δὲ Καταινοῦν‐ τες ἀντὶ τοῦ συγκατατιθέμενοι. καὶ Σοφοκλῆς· καὶ καταίνεσον, μήποτε προδώσειν τάσδ’ ἑκών.
κ 895 Καταιονῶσι: βρέχουσιν, ἀντλοῦσιν, ἀλείφουσιν. ἔστι δὲ καὶ ἄλλος τρόπος καμάτων λύσεως, ἐκ τῶν κατὰ κεφαλὴν καταιονήσεων, ὅ ἐστι καταντλήσεων. αἱ γὰρ ἐμβάσεις, περικεχυμένου πάντοθεν τοῖς πόροις τοῦ ὕδατος, φράττουσι τὴν τῶν ἱδρώτων ἔκκρισιν, καθάπερ ἂν εἴ τις ἠθμὸς εἰς ὕδωρ βληθείς.
κ 896 Καταιρεόμενος· ὡς δὲ φεύγων κατελαμβάνετο ὑπὸ ἀνδρὸς Πέρσεω, καὶ ὡς καταιρεόμενος ὑπ’ αὐτοῦ ἔμελλε συγκεντηθήσεσθαι.
κ 897 Καταίροντες: καταπλέοντες.
κ 898 Κατ’ αἶσαν: κατὰ τὸ προσῆκον.
κ 899 Καταισχύνω· αἰτιατικῇ. καὶ Καταισχῦναι.
κ 900 Καταιτιῶμαι· αἰτιατικῇ.
κ 901 Καταῖτυξ: εἶδος περικεφαλαίας, μὴ ἐχούσης λόφον· κατωφανής.
κ 902 Κατεάγη. καὶ Κατεαγότα, κεκλασμένα.
κ 903 Κατεαγότων· αὕτη τοίνυν ἡ προθυμία ἐνίοις τῶν τὰ ὦτα κατεαγότων καὶ ἅμα διεφθαρμένων τὰς διανοίας ἐπὶ κωμῳδίᾳ ἐτράπη καὶ γέλωτα πολύν.
κ 904 Κατεβαυκάλησε: κατεκοίμισεν.
κ 905 Κατεβλακευμένως: βραδέως καὶ τρυφερῶς. βλὰξ γάρ ἐστιν ὁ μαλθακευόμενος ἐν ὑποκρίσει τὸ σῶμα. καὶ βλακεία, ἡ μεθ’ ὑπερ‐ οψίας ὁμιλία.
κ 906 Κατεβόα: κατηγόρει, ἐμέμφετο. πολλὰ δὲ τοῦ δήμου τῶν Ῥω‐ μαίων καὶ τῶν αὐτοκρατόρων κατεβόα.
κ 907 Κατεβρόχθισε: κατέπιε.
κ 908 Κατεγήρασαν: ἐχρονοτρίβησαν. καὶ αἵ γε πεμφθεῖσαι κατεγήρα‐ σαν ἐν τῇ Τροίᾳ, τῶν διαδόχων μὴ ἀμφικνουμένων.
κ 909 Κατεγκαλῶ· γενικῇ.
κ 910 Κατεγκρατεύομαι· αἰτιατικῇ.
κ 911 Κατεγλώττιζε: κατεφλυάρει, κατηγόρει, ἐλοιδόρει.
κ 912 Κατεγλωττισμένον· Ἀριστοφάνης· θηλυδριῶδες καὶ κατεγλωτ‐ τισμένον. ἀντὶ τοῦ πολλαῖς γλώτταις μεμιγμένον. γλῶττα δέ ἐστι καὶ ἡ λέξις. κυρίως δὲ κατεγλωττισμένον ἐστὶ τὸ ἔγγλωττον φίλημα. καὶ Φιλόστρατος· ὁ δὲ Ἀπολλώνιος λόγων ἰδέαν ἐπήσκησεν, οὐ τὴν διθυραμβώδη καὶ φλεγμαίνουσαν ποιητικοῖς ὀνόμασιν, οὐδ’ αὖ κατεγλωτ‐ τισμένην καὶ ὑπεραττικίζουσαν· ἀηδὲς γὰρ τὸ ὑπὲρ τὴν μετρίαν Ἀτθίδα ἡγεῖτο· οὐδὲ λεπτολογίᾳ ἐδίδου οὐδὲ διῆγε τοὺς λόγους οὐδὲ εἰρω‐ νευομένου τις ἤκουσεν οὔτε περιπατοῦντος ἐς τοὺς ἀκροωμένους· ἀλλ’ ὥσπερ ἐκ τρίποδος, ὅτε διαλέγοιτο, οἶδα, ἔλεγε, καί, δοκεῖ μοι, καί, ποῖ φέρεσθε; καί, χρὴ εἰδέναι. καὶ δόξαι βραχεῖαι καὶ ἀδαμάντιναι κύριά τε ὀνόματα καὶ προσπεφυκότα τοῖς πράγμασι· καὶ τὰ λεγόμενα ἠχὼ εἶχεν, ὥσπερ ἀπὸ σκήπτρου θεμιστευόμενα.
κ 913 Κατεγοήτευσεν.
κ 914 Κᾆτ’ ἔγωγ’ ἐξηγρόμην: ἀντὶ τοῦ ἔπειτα μετὰ ταῦτα ἐγὼ ἐξηγέρθην. ἐπὶ τῶν ψευδομένων. εἰρηκότος γὰρ τοῦ Διονύσου· ναυ‐ μαχήσας κατέδησα ναῦς ιγʹ· ἐπιφέρει ὁ Ἡρακλῆς· κᾆτ’ ἔγωγ’ ἐξηγρό‐ μην· σκώπτων Διόνυσον, καὶ ἐγώ, φησίν, ἀνέστην ἐξ ὀνείρων, δηλῶν, ὅτι ταῦτα ὄναρ ἔπραξεν. οἱ δὲ τὸν Διόνυσόν φασι ταῦτα λέγειν, ὡς τῶν ἐπίτηδες ψευδομένων ἐπιλεγόντων τοῦτο, καθὸ δηλούντων, ὅτι ἐνυπνίῳ ἔοικε τὸ λεγόμενον.
κ 915 Κατέγραφον· πυθόμενοι δὲ ταῦτα οἱ Συβαρῖται κατέγραφον ἑαυτοῖς εὐδαιμονίαν δι’ αἰῶνος. μὴ γὰρ ἂν ἐκπλεύσειν τῶν φρενῶν ἐς τοσοῦτον, ὡς ἀνθρώπους προτιμῆσαί ποτε θεῶν.
κ 916 Κατεγγυᾶν: παραδιδόναι. καὶ τὴν αὑτοῦ μητέρα γυναῖκα αὐτῷ κατεγγυᾶν· αἱρεῖσθαι οὖν, ὃ βούλεται, συγγενείας τε καὶ δουλείας καὶ ῥᾳδίως τεύξεσθαι τοῦ νομισθέντος ἀμείνονος.
κ 917 Κατεδάρθη: κατεκοιμήθη.
κ 918 Κατεδαφίζω· αἰτιατικῇ.
κ 919 Κατέδει: ἐδέσμει. Ἰώσηπος· καὶ κατέδει τοῦτον τοῖς κλήμασι κατὰ τὸ ἰσχυρότατον.
κ 920 Κατεδηδεσμένος: καταβεβρωμένος.
κ 921 Κατεδηδοκώς: καταβεβρωκώς.
κ 922 Κατεδιῄτησε: κατεδίκασεν.
κ 923 Κατεδημαγώγησε: κατεστρατήγησε καὶ ἦρξε τοῦ δήμου. Ἀρριανός· τῷ τε στρατηγήματι τῷδε μάλιστα φιλανθρώπῳ φανέντι κατεδημαγώγησεν οὐκ ἀπιστεῖν αὐτῷ καὶ πολεμοῦντι τοὺς περιοίκους.
κ 924 Κατεδόξαζον: ἀπείκαζον, ἐνόμιζον. τοὺς δὲ περισωθέντας κατεδόξαζον εἶναι περὶ δισχιλίους.
κ 925 Κατέδων: κατεσθίων.
κ 926 Κατέδραθε: κατεκοιμήθη.
κ 927 Κατέδραμον· αἰτιατικῇ.
κ 928 Κατέδυ· ὁ δὲ ἐν Καρχηδόνι τὸν βίον κατέστρεψε καὶ ἐνταῦθα κατέδυ.
κ 929 Κατέθεον: ἐξεπόρθουν, ἐληΐζοντο. οἱ δὲ Κελτοὶ κατέθεον τὴν γῆν τῶν Ἀλβανῶν.
κ 930 Κατέθει: κατέτρεχεν.
κ 931 Κατέθορε: κατεπήδησεν.
κ 932 Κατεκάλει· ὁ δὲ πανταχόθεν κατεκάλει τοὺς περισῳζομένους τῶν Ἀθηναίων. ἀντὶ τοῦ ἐφώνει.
κ 933 Κατέκανεν: ἀνεῖλεν, ἐφόνευσε. Ξενοφῶν· ὁ δὲ Κῦρος ἄρκτον ποτὲ ἐπιφερομένην οὐκ ἔτρεσεν, ἀλλὰ συμπεσὼν κατεσπάσθη ἀπὸ τοῦ ἵππου, καὶ τὰ μὲν ἔπαθεν, ὧν καὶ τὰς ὠτειλὰς ἔτι εἶχε, τέλος δὲ κατέκανε.
κ 934 Κατ’ ἐκεῖνο δὴ καιροῦ, ἐν ᾧ ὁ βασιλεὺς ἐτεθνήκει.
κ 935 Κατεκήλησαν: κατεπράϋναν.
κ 936 Κατεκλίνομεν: ἀντὶ τοῦ ἀνεκλίνομεν. οὕτως Ἀττικοί. Ἀρι‐ στοφάνης Πλούτῳ· ἐπεὶ δὲ βωμῷ πόπανα καθωσιώθη, κατεκλίνομεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν. ἡ κατὰ ἀντὶ τῆς ἀνά.
κ 937 Κατέλαβε: προέλαβεν, ἐπέσχε τῆς ὁρμῆς. καὶ σφέας Ἀλέξανδρος κατέλαβε σοφίῃ, χρήματα δοὺς πολλὰ καὶ τὴν ἑαυτοῦ ἀδελφεήν.
κ 938 Κατελάσας: συνουσιάσας. ἀπὸ τῶν ἀλόγων ζῴων.
κ 939 Κατέλεκτο: κατεκοιμήθη.
κ 940 Κατέλευσαν: ἐλίθασαν.
κ 941 Κατέληξε: κατέπαυσεν.
κ 942 Κατέλυεν: ἔμενεν. εἰς τὸ δωμάτιον, οὗ δὴ κατέλυε, γεγονότα.
κ 943 Κατεμελίτωσεν: ἡδύτητος ἐπλήρωσεν. Ἀριστοφάνης Ὄρνισιν· οἷον κατεμελίτωσε τὴν λόχμην ὅλην.
κ 944 Κατ’ ἐμοῦ ὤμνυον: ὁ ποτὲ ζηλωτὸς καὶ περίβλεπτος, νῦν ὅρκος γέγονα τοῖς πάλαι θαυμάζουσι. κατὰ γὰρ τῶν ἐμῶν ὀμνύουσι συμφορῶν.
κ 945 Κατεμωκῶντο: ἐχλεύαζον. οἱ δὲ τὴν ματαίαν αὐτῶν κατεμω‐ κῶντο πολιορκίαν.
κ 946 Κατεμπορεύομαι· γενικῇ.
κ 947 Κατενεμήσατο: κατέφαγε.
κ 948 Κατέναντι.
κ 949 Κατενήνεκται.
κ 950 Κατενόπλιος: εἶδος ῥυθμοῦ, πρὸς ὃν ὠρχοῦντο σείοντες τὰ ὅπλα. ἢ ἐνόπλιος, ὁ ἀμφίμακρος· ὃς καὶ Κουρητικὸς καλεῖται· ἀπὸ τοῦ ἀεὶ τὰ εἰς τοὺς Κούρητας γινόμενα μέλη τούτῳ τῷ ῥυθμῷ γίνεσθαι.
κ 951 Κατενῶπα: εἰς πρόσωπον.
κ 952 Κατεντευκτήν: κατεντυγχάνουσαν. καὶ Κατεντευκτής, κατήγορος. ἐπὶ δὲ τοῦ Ἰώβ· ἵνα τί με ἔθου κατεντευκτήν σου; οὐκ αὐτὸς κατὰ θεοῦ ἐνετύγχανε· μὴ γένοιτο. τίνι γὰρ εἶχεν ἐντυγχά‐ νειν; ἀλλὰ λέγει, ἵνα τί δι’ ἐμὲ τὸ ὄνομά σου βλασφημεῖται; ἐδεδίει γὰρ τὴν παρὰ θεοῦ ἐγκατάλειψιν.
κ 953 Κατεντευχθέντα: κατεντυχηθέντα.
κ 954 Κατεντυγχάνω· δοτικῇ.
κ 955 Κατεξαναστάντες τοῦ μέλλοντος: προμηθῶς βουλευσά‐ μενοι. διὸ κατεξαναστάντες τοῦ μέλλοντος, παρῃτήσαντο τοὺς πρυ‐ τάνεις ἐκπέμψαι πρεσβευτὰς εἰς τὴν Ῥόδον, συνεπιλαβέσθαι τῆς ἐλευ‐ θερίας.
κ 956 Κατεξανιστάμενος· τούτους δὲ δωροφορῶν καὶ κατεξανιστάμενος τοῖς χορηγίοις ἑτοίμως παρεσκεύασε συναγωνιστάς. καὶ Κατεξανίσταμαι· γενικῇ.
κ 957 Κατεπαγγέλλω· δοτικῇ.
κ 958 Κατεπᾴδουσα: πρὸς αὐτὸν αἱμύλως διομιλοῦσα. ἡ δὲ κατεπᾴ‐ δουσα συνεχῶς τοῦ βασιλέως τὴν τοῦ Καίσαρος ἐς αὐτὸν εὔνοιαν, ταχὺ μάλα διαθέλγουσα τὸν βασιλέα τοῖς λόγοις πατρὸς ἐς τὸν Ἰού‐ λιον διάθεσιν ἐνέφυσε τῷ βασιλεῖ. καὶ μετὰ δοτικῆς.
κ 959 Κατεπάλαισε: κατηγωνίσατο, κατεπολέμησε.
κ 960 Κατεπάλμενος: ἐφορμήσας. δύο προθέσεις παρείληφεν Ὅμη‐ ρος, κατὰ καὶ ἐπί.
κ 961 Κατεπαλύνω· αἰτιατικῇ.
κ 962 Κατεπανίσταμαι· γενικῇ.
κ 963 Κατεπαίρομαι· γενικῇ.
κ 964 Κατεπερπερεύετο: ἐχαριεντίζετο. Πέρπερος γὰρ ὁ μετὰ βλακείας ἐπηρμένος, ὁ λάλος καὶ προπετὴς καὶ μηδὲν μετὰ λογισμοῦ ποιῶν.
κ 965 Κατεπίμπρατο.
κ 966 Κατεπλάγη· αἰτιατικῇ.
κ 967 Κατεπτήχασι: συνεστάλησαν.
κ 968 Κατεπίττωσαν: πίσσῃ ἔχρισαν. καὶ τὰ τέκνα αὐτῶν κατεπίτ‐ τωσαν καὶ ἀπέκτειναν καταπρησθέντα.
κ 969 Κατεπιχειρῶ· γενικῇ.
κ 970 Κατεπόθη: διὰ τοῦ ο μικροῦ.
κ 971 Κατέρραξας: κατὰ τοῦ ἐδάφους ἔβαλες. μεταφορικὸς ὁ λόγος. ἐπάρας κατέρραξάς με.
κ 972 Κατεργάσασθαι: ἀντὶ τοῦ καταπονῆσαι. Θουκυδίδης.
κ 973 Κατεργάζεται: ἀναιρεῖ, φονεύει. ὁ δὲ τῇ αἰχμῇ διαπείρων τὸ μετάφρενον κατεργάζεται.
κ 974 Κατερεύγομαι· γενικῇ.
κ 975 Κατέρεψεν: ἐστέγασεν, ἢ ἐστεφάνωσε.
κ 976 Κατερεῖν: διαλοιδορήσασθαι. ἦ μὴν συγκρύψειν τὸ πρῶτον, καὶ μὴ κατερεῖν, ἢν μὴ ἀρέσκῃ.
κ 977 Κατερείπω· αἰτιατικῇ. Καταριπόω δέ.
κ 978 Κατερρυηκυιῶν γυναικῶν καὶ οὕτως ἀπατουσῶν διὰ τῆς ἐπεισάκτου κόμης. ζήτει ἐν τῷ φενάκη.
κ 979 Κατεριθευομένου· τὸ δ’ ἐναντίον κατεριθευομένου τοῦ βασι‐ λέως καὶ τῆς χώρας ἀπεχομένου καὶ κατὰ τὴν δικαιοδοσίαν ἐξακρι‐ βοῦντος ἐπιμελῶς, ἔλαθον ἐκλυθέντες ταῖς διανοίαις, κατολιγωρήσαντες τῆς ἑαυτῶν ἀσφαλείας.
κ 980 Κατερρικνωμένον: συνεστραμμένον, καμπύλον γενόμενον, ἐρρυτιδωμένον.
κ 981 Κατερρινημένοις: εὐτελέσιν ἢ κατεξεσμένοις. ῥίνη γὰρ ἐργα‐ λεῖον τεκτονικόν, ᾧ ῥινοῦσιν. ἢ εὐτελέσιν, ὅτι ἐξευτελίζομεν τῇ ῥίνῃ. Ἀριστοφάνης περὶ Εὐριπίδου· ἀστεῖόν τι λέξαι καὶ κατερρινημένον.
κ 982 Κατεριπώσει: δοτική. ἡ εὐθεῖα κατερίπωσις.
κ 983 Κατερρύηκεν: ἐσάπη, ἠφάνισται.
κ 984 Κατέσβη: ἐσβέσθη, ἐπαύσατο.
κ 985 Κατέσειε: λέγουσιν ἐπὶ τῶν ἐν τοῖς πότοις προπινόντων. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τοὺς καρποὺς κατασειόντων. καὶ Κατεσεί‐ σθη, ἀντὶ τοῦ κατέπεσεν. Αἰλιανός· καὶ παραχρῆμα ἡ οἰκία κατεσείσθη πρηνής.
κ 986 Κατεσήμαινεν: ἔλεγεν. ὁ δὲ τοῖς προσπλέουσι βαρβάροις κατεσήμαινεν, ἐς λόγους αὐτῶν ἐθέλειν ἰέναι. καί πού τις αὐτῷ κατεσημήνατο δωμάτιον τὰ τιμιώτατα ἔχον.
κ 987 Κατεσικέλιζε: κατήσθιε Σικελικὸν τυρόν.
κ 988 Κατεσκελετευμένα: λελεπτυσμένα, ἐξησθενηκότα. Κατα‐ σκελετούμενα δὲ ὁ ἐνεστώς.
κ 989 Κατεσκειρωμένη: πεπαλαιωμένη.
κ 990 Κατέσκηψε: κατέσχε.
κ 991 Κατεσκληκώς: κατεξηραμμένος. τῷ γε μὴν κατεσκληκότι τοῦ βίου καὶ τῇ εἰς μετριότητα πλάσει τῶν ἠθῶν οὕτω δυνηθέντες, ὥστε οὐκ ἐλάχιστα καὶ οὗτοι πλήθη περιεβάλοντο, ἀσκητήρια συστη‐ σάμενοι.
κ 992 Κατεσκλητευμένος: ἐξίτηλος, τεταλαιπωρημένος.
κ 993 Κατεσπάσθαι: κατενηνέχθαι. ὁ δὲ εἰς τοῦτο ἔφη ὑπὸ τῶν συμφορῶν κατεσπάσθαι, ὡς μὴ ἂν αὐτοῦ ἕνεκα Ῥωμαίους καταλύ‐ σασθαι τόνδε τὸν πόλεμον.
κ 994 Κατέσπερχε: προετρέπετο, παρεκελεύετο, συνεβούλευε, συνώθει. λογισμὸς δὲ αὐτὸν ἐκεῖνος κατέσπερχεν, ἀνθρώπους ἀκολάστους φύσιν τοὺς Τυρρηνούς, πολεμίων ἔφοδον μηδαμῆ μηδαμῶς ὑφορωμένους, ὑβρίζειν καὶ ῥᾳστωνεύειν.
κ 995 Κατεσπίλασεν: ἀπροσδοκήτως ἐπεφάνη. ὁ δὲ ἀδοκήτως τοῖς βαρβάροις ἑωθινὸς κατεσπίλασε καὶ εὐδοκίμει τῷ δόρατι.
κ 996 Κατεσπόδησε: κατέκοψεν. ἑτέρα τὸν ἄνδρα τῷ πελέκει κατ‐ εσπόδησε. καὶ Κατεσπόδωσεν ὁμοίως.
κ 997 Κατεστιγμένον: πεποικιλμένον.
κ 998 Κατεστόρεσε: κατέστρωσεν.
κ 999 Κατεστρατοπέδευσε: κατέδραμε πολεμικῶς.
κ 1000 Κατεστυγημένος: μεμισημένος.
κ 1001 Κατεσχημένος: κάτοχος. στρατιώτης δὲ ἄρα τις ἐοικὼς κατεσχημένῳ εἰσεπήδησε καὶ ἀνιχνεύσας ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν.
κ 1002 Κατέσχον: προσωρμίσθησαν. Πολύβιος· οἱ δὲ Ῥωμαῖοι ἀνήχθη‐ σαν τριακοσίαις ναυσὶ καὶ κατέσχον εἰς Μεσσήνην, ὅθεν ἀναχθέντες ἔπλεον. λέγεται δὲ καὶ προσέσχον. προσέσχον τῷ Λιλυβαίῳ. ὁ αὐτὸς Πολύβιος. καὶ αὖθις· ὁ δὲ Πόπλιος κατέσχε τῆς Αἰτωλίας εἰς Ναύ‐ πακτον.
κ 1003 Κατετάχησε: κατέσπευσεν.
κ 1004 Κατέτεινε: πλεῖστον ἠνία. καὶ οὐδὲν ἦν εἴς τινα ἔμβραχυ ἀγαθόν, ὃ μὴ ἐκείνου κατέτεινε ψυχήν.
κ 1005 Κατέτεινε: σφοδρῶς ἔτυπτε, διήγειρε πρὸς πόνον. καὶ τοὺς μὲν ἐπῄνει σφόδρα, τοὺς δὲ κατέτεινε ταῖς κολάσεσιν.
κ 1006 Κατέτρεχεν: ἐπόρθει, ἐληΐζετο, ἐδῄου. ὁ δὲ κατέτρεχε τὴν τῶν Ἰλλυριῶν καὶ Θρᾳκῶν χώραν.
κ 1007 Κάτευγμα: κατάρα.
κ 1008 Κατευδοκήσας· ὁ δὲ κατευδοκήσας τῷ νεανίσκῳ κατὰ τὴν ἀπάντησιν τοῦτον ἀπέλυσε παραχρῆμα ἐς τὸ Πέργαμον.
κ 1009 Κατευθικτήσας: ἐπιτυχών.
κ 1010 Κατεύθυνεν: ἐπέτυχεν. Δαβίδ· λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. καὶ Κατευθύνθη.
κ 1011 Κατευμαρίζων: κατευχειρίζων.
κ 1012 Κατευμεγεθεῖν· γενικῇ. καταδυναστεύειν.
κ 1013 Κατευνάζεται: κατακοιμίζεται.
κ 1014 Κατευωχοῦμαι· αἰτιατικῇ.
κ 1015 Κατεύχεσθαι: τὸ καταρᾶσθαι. οὕτως Πλάτων. καὶ Σο‐ φοκλῆς· κατεύχομαι δὲ τὸν δεδρακότα τάδε. ἀντὶ τοῦ καταρῶμαι. καὶ Αἰλιανός· αἱ δὲ κατευξάμεναι τὸν χῶρον πάντα ἐκεῖνον Λακωνικῷ αἵματι ἐπικλυσθῆναι ἑαυτὰς ἀπέσφαξαν. Κατεύχομαι δὲ τὸ ὑπερεύχο‐ μαι γενικῇ.
κ 1016 Κατ’ εὐχὴν αὐτῷ γενέσθαι· ὁ δὲ στρατηγὸς νομίζων αὐτῷ κατ’ εὐχὴν γενέσθαι τὴν τῶν Ἀχαιῶν ὁρμὴν προσῆγεν ὡς ἐπὶ τὸν πόλεμον.
κ 1017 Κατεφοίνιξας: κατέβαψας.
κ 1018 Κατεφύγγανον: κατέφευγον. οἱ δὲ εἰς τὰς Θρᾳκίας πόλεις κατεφύγγανον.
κ 1019 Κατεφύοντο: κατέτρεχον.
κ 1020 Κατέχει: κατέχεεν, ἐπέρρει. ὁ δὲ πολλὴν κατέχει τούτου κουφολογίαν. ἀντὶ τοῦ ἐλοιδόρει. καὶ αὖθις· δήσαντες ὀπίσω τὰς χεῖρας κατέχεον πολλοῦ τοῦ γάλακτος. πρὸς γενικὴν ἡ σύνταξις.
κ 1021 Κατεχειροτόνησαν αὐτοῦ: ἀντὶ τοῦ κατεψηφίσαντο αὐτοῦ. καταχειροτονία δ’ καὶ ἀποχειροτονία διαφέρει. καταχειροτονία μὲν γὰρ ἐγένετο οὕτως. ἔλεγεν ὁ κῆρυξ, ὅτῳ Μειδίας δοκεῖ ἀδικεῖν, ἀράτω τὴν χεῖρα. εἶτα οἱ θέλοντες ἐξέτεινον τὰς χεῖρας· καὶ ἐκαλεῖτο τοῦτο πρῶτον καταχειροτονία. ἀποχειροτονία δὲ οὕτως· ὅτῳ μὴ δοκεῖ ἀδικεῖν Μειδίας, ἀράτω τὴν χεῖρα. καὶ ἐξέτεινόν τινες, καὶ ἐκαλεῖτο ἀποχειροτονία. λοιπὸν πάσας ἠρίθμουν τὰς χεῖρας, καὶ ἑώρα ὁ κῆρυξ, ποῖαι πλείους εἰσί, πότερον τῶν φασκόντων αὐτὸν ἀδικεῖν, ἢ μή. καὶ ὅσαι ἂν ἦσαν πλείους εὑρεθεῖσαι, ἐκεῖ καὶ ἡ γνώμη ἐκράτει. ἔτι τοίνυν παρατείνοντος τοῦ λόγου τοῦ πρέσβεως, Ῥωμαῖοι κατεχειροτό‐ νουν. ὁ δὲ οὔτε ἐψηφίζετο οὔτε κατεχειροτόνει καίπερ ἐπιστά‐ της ὤν.
κ 1022 Κατεχλαίνωσε: χλαίναις ἐστόλισεν. ὁ δὲ Μηνᾶς ἠμφίασέ τε καὶ κατεχλαίνωσε τὸ στρατιωτικόν· ἡ γὰρ χρονία τριβὴ καὶ τὸ τραχὺ τῶν χώρων κατεδαπάνησεν αὐτοῖς τὰ ἱμάτια.
κ 1023 Κατεχλεύαζεν: ὕβριζε διὰ λόγων, κατεγέλα. ἄλλα τε πολλὰ κατεχλεύαζε καὶ κατεκερτόμει τοὺς ἐν τῷ στρατοπέδῳ μάλιστα ἅπασιν ὀνειδίζων μαλακίαν καὶ δειλίαν.
κ 1024 Κατεχόρδησεν: ἀνεῖλεν, ἐξηνάριξεν. εἶτα τῶν φρενῶν ἐξ‐ έπλευσε καὶ μανεὶς ἑαυτὸν μαχαίρᾳ κατεχόρδησε.
κ 1025 Κατεχόρευεν: ἐπέχαιρεν. ὁ δὲ κατεχόρευε τῶν Ῥωμαϊκῶν συμφορῶν καὶ τοσοῦτον ἐφυστέριζε τῶν διώξεων, ὅσον πειθῆσαι καὶ καταμαθεῖν, ὅτι μηδεὶς ἐν τῇ πόλει λέλειπται.
κ 1026 Κατέχουσι δ’ ἔρωτες ἐμὰς πόλεις: λείπει ἀνθρώπους. ἀντὶ τοῦ ἐρῶσιν οἱ ἄνθρωποι τῆς ἐμῆς πόλεως.
κ 1027 Κατέχω σε· αἰτιατικῇ.
κ 1028 Κατέχρῳζεν· ὁ δὲ ἐν μέσῳ τὰς διατριβὰς ποιούμενος οὐ μόνον τὸ καλὸν τοῦ πράγματος κατέχρῳζε καὶ τοῖς τυχοῦσι λίαν κατεδήμευεν, ἀλλὰ καὶ πικρῶς ἐπέπληττεν.
κ 1029 Κατεχρῶντο: ἀνῄρουν, ἐφόνευον. ἄλλοι ἑαυτοὺς κατε‐ χρῶντο. αὐθένται ἐγίνοντο.
κ 1030 Κατέψα: τῇ χειρὶ ὡμάλιζε.
κ 1031 Κατεψηφίσατο: κατέκρινε, κατεδίκασεν. ὁ γὰρ θεὸς τοῦ Ἀδὰμ τοὺς ἱδρῶτας καὶ τοὺς πόνους κατεψηφίσατο· ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ.
κ 1032 Κατειλημμένον: κατεχόμενον, κυκλωθέντα. ὡς ἑώρα ἑαυτὸν τοῖς κινδύνοις κατειλημμένον, γράφει ᾠδάς.
κ 1033 Κατειλωτισμένος: καταδεδουλωμένος. ἐκ τοῦ εἴλως εἴλωτος, ὃ ση‐ μαίνει τὸν δοῦλον.
κ 1034 Κατεῖπε· γενικῇ. κατηγόρησεν. οὐ δικαίως ὀργίζῃ τῇ γυναικί· οὐ γάρ σου κατεῖπεν, ἀλλὰ τοῦ δεσμοφύλακος. καὶ αὖθις· μαθόντα ὅτι κατείποι αὐτοῦ Ὀφέλλιος καὶ Βασίλειος πεισθείη τοῖς λόγοις.
κ 1035 Κατείπῃ· γενικῇ. κατηγορήσει. ἐδεδίει γὰρ ἡ γυνή, μὴ κατείπῃ αὐτῆς.
κ 1036 Κατειργάσατο: κατηγωνίσατο.
κ 1037 Κατειρωνεύεται· γενικῇ. μεγαλοφρονεῖ, ὑποκρίνεται. τὰ οἰκεῖα ἐξαίρων καὶ κατειρωνευόμενος τῆς τῶν ἀπείρων ἀγνοίας. καὶ αὖθις· ἐδόκει γὰρ κατειρωνευόμενος ὁ Χοσρόης ἀντέχεσθαι Μαυρικίου.
κ 1038 Κατηγορευκότα: κατειπόντα.
κ 1039 Κατηγόρημα· κατηγόρημά ἐστι τὸ κατά τινος ἀγορευόμενον ἢ πρᾶγμα συντακτὸν περί τινος ἤ τινων. ἐν γὰρ τῷ περὶ πραγμάτων καὶ σημαινομένων τόπῳ τέτακται ὁ περὶ λεκτῶν αὐτοτελῶν, ἀξιωμά‐ των καὶ συλλογισμῶν λόγος· καὶ ὁ περὶ ἐλλιπῶν, κατηγορημάτων καὶ ὀρθῶν καὶ ὑπτίων. λεκτέον δέ φασι τὸ κατὰ φαντασίαν λογικὴν ὑφιστάμενον. τῶν δὲ λεκτῶν τὰ μέν εἰσιν ἐλλιπῆ, οἷον γράφει, ἐπι‐ ζητοῦμεν γὰρ τίς; τὰ δὲ αὐτοτελῆ καὶ ἀπηρτισμένην ἔχοντα τὴν διάνοιαν, οἷον γράφει ὁ Σωκράτης. ἐν μὲν τοῖς ἐλλιπέσι λεκτοῖς τέτακται τὰ κατηγορήματα, ἐν δὲ τοῖς αὐτοτελέσι τὰ ἀξιώματα καὶ οἱ συλλογισμοὶ καὶ τὰ ἐρωτήματα καὶ τὰ πύσματα.
κ 1040 Κατηγορίας ἔχω: ἀντὶ τοῦ κατηγοροῦμαι. Δημοσθένης Περὶ τοῦ στεφάνου. κατηγορεῖ δὲ αὐτῶν Καλλίξενος δημαγωγός, συκο‐ φάντης. ἡ κατηγορία παρὰ φιλοσόφοις ἢ ἐπὶ πλέον λέγεται καὶ γίνεται ἢ ἐπίσης, ἐπ’ ἔλαττον δὲ οὐδέποτε. καὶ ἐπὶ πλέον μέν, ὅτε τὰ καθολικώτερα κατηγοροῦνται τῶν μερικωτάτων. καθολικώτερα οὖν εἰσὶ τὰ ἐπάνω, μερικώτερα δὲ τὰ ὑποκάτω. κατηγορία δέ ἐστιν οἷον προσηγορία τις ἁπλῶς λεγομένη. εἰσὶ δὲ πᾶσαι δέκα, ἤγουν γενικώ‐ τατα γένη, ὑφ’ ἃς ἀναφέρεται πᾶσα φωνή· οὐσία, ποσόν, ποιόν, πρός τι, ποῦ, πότε, ποιεῖν, πάσχειν, κεῖσθαι, ἔχειν. τούτων ἡ μὲν οὐσία ἐστὶν ὑποκειμένη, αἱ δὲ λοιπαὶ ἐννέα ἐν ὑποκειμένῳ.
κ 1041 Κατηγορῶ σου· γενικῇ. Κατηγορῶ δὲ τὸ δεικνύω αἰτιατικῇ. λαγὼς κατηγορεῖ τὸν αὐτοῦ φωλεόν.
κ 1042 Κατῄδεσαν: κατῄσχυναν.
κ 1043 Κατηδολέσχησά σου: ἀντὶ τοῦ κατὰ σοῦ ἐμακρολόγησα, ἐφλυάρησα.
κ 1044 Κατηθλημένων: ἐγγεγυμνασμένων. ἄγοντες ἐκ τῶν ἐπιλέκτων καὶ κατηθλημένων ἐν τοῖς πολέμοις στρατιωτῶν τέσσαρα τάγματα ἐντελῆ.
κ 1045 Κατήκοε: ἀκροατά. ὦ μεγίστη θεῶν, καὶ τῶν σῶν κατήκοε θεραπόντων. καὶ αὖθις· οἱ δὲ μετὰ ταῦτα ἐγένοντο κατήκοοι.
κ 1046 Κατηκόντισε· τῆς Λυσίου ψυχῆς κατηκόντισεν.
κ 1047 Κατήλιφα: μεσόδμην. Ἀριστοφάνης· ἐπὶ τὴν κατήλιφ’ εὐθὺς ἀνεπηδήσαμεν.
κ 1048 Κατηλοημένη: συντετριμμένη.
κ 1049 Κατηλωκυῖα: κρατηθεῖσα.
κ 1050 Κατήλυσιν: ἐπέλευσιν, κάθοδον. χειμερίην νιφετοῖο κατήλυσιν ἐρημαίην ἦλθεν ὑπὸ σπιλάδα.
κ 1051 Κατήλυσις: ἡ πόρνη.
κ 1052 Κατηναρισμένας: ἐπὶ τῆς λείας ἐχρήσατο Σοφοκλῆς. καὶ ἔστιν ἄκυρον· τὸ γὰρ σκυλεύειν ἐναρίζειν· ὅτι τὰ ἔναρα σκῦλα, παρὰ τὸ ἀρηρέναι, καὶ ἐντὸς αὐτῶν εἶναι ἡμᾶς. καὶ τὸ παρ’ Ὁμήρῳ τοι‐ οῦτον· ἤτοι βέλτερόν ἐστι κατ’ οὔρεα θῆρας ἐναίρειν. πῶς γὰρ οἷόν τε ἐστὶ σκυλεύειν τοὺς λέοντας, εἰ μὴ εἴη καὶ ἐπὶ τῶν ἀλόγων ζῴων τὸ σκυλεύειν; Καλλίμαχος ἐπὶ τῆς λεοντείου δορᾶς· τὸ δὲ σκύλος ἀνδρὶ καλύπτρη γινόμενον νιφετοῦ καὶ βελέων ἔρυμα.
κ 1053 Κατῃονᾶτο: ἐλούετο.
κ 1054 Κατηρράχθη: ἔπεσε, περιετράπη. ἐπιρρήγνυται βροντὴ βιαιο‐ τάτη, καὶ τὸ πανδοκεῖον κατηρράχθη.
κ 1055 Κατηργηκέναι: ἀνενέργητον εἶναι. τὸν δὲ καθήμενον περὶ τὰ Τύανα κατηργηκέναι καὶ καταπροΐεσθαι τοὺς καιρούς.
κ 1056 Κατῄρεε: κατελάμβανεν.
κ 1057 Κατῇρε: κατέπλευσεν.
κ 1058 Κατηρεφέα: κατεστεγασμένα. μέλλουσι γὰρ ἐνταῦθά σε πέμψειν, ἔνθα μήποθ’ ἡλίου φέγγος προσόψει, ζῶσα δ’ ἐν κατηρεφεῖ στέγῃ χθονὸς τῆσδ’ ὑμνήσεις κακά.
κ 1059 Κατηρέψασθε· Ἀριστοφάνης· ὡς εὖ κατηρέψασθε, καὶ νουβυ‐ στικῶς. τουτέστι νουνεχῶς ἐσκεπάσθητε.
κ 1060 Κατηρτίσω: ἐτελείωσας.
κ 1061 Κατηρτυκότα· ὅτι γνώμονα ἔλεγον τὸν βαλλόμενον ὀδόντα τῷ ὄνῳ, δι’ οὗ τὰς ἡλικίας ἐξήταζον. τὸν δὲ αὐτὸν καὶ κατηρτυκότα ἔλεγον.
κ 1062 Κάττης, κάττου: ὁ κατοικίδιος αἴλουρος.
κ 1063 Κατῄσατο τῶν λόγων: ἐκ τοῦ ᾄδω.
κ 1064 Κατησφαλίσθαι.
κ 1065 Κατῃσχυμμένος.
κ 1066 Κατηύχοντο: κατηρῶντο. κατηύχοντό τε τοὺς ταῦτα δρῶντας ἀχώρους τε καὶ ἀτάφους κυσὶ καὶ ὄρνισιν ἐκριφῆναι καὶ τὰς ψυχὰς αὐτῶν μὴ ὑποδέξασθαι σὺν εὐμενείᾳ.
κ 1067 Κατήφεια: σκυθρωπότης. καὶ Κατηφής.
κ 1068 Κατηφόνες: στυγνοί, ἢ ἀναίσχυντοι.
κ 1069 Κατήχθη: ἐς τὴν πατρίδα ἐπανῆκε. κατήχθη τε γὰρ ὁ Ἀντί‐ πατρος καὶ ἔτυχε γάμου περιφανοῦς καὶ πλούτου καὶ παῖδας ἔσχε καὶ ἐς γῆρας ἀφίκετο εὔποτμόν τε καὶ ἀξιόζηλον.
κ 1070 Κατηχθημένος: βεβαρημένος.
κ 1071 Κατηχῶν· αἰτιατικῇ. προτρεπόμενος, παραινῶν. Πισίδης· κρα‐ τῶν ἐν μάχαις καὶ κατηχῶν ἐν μάχαις. Κατηχῶ δὲ ἀντὶ τοῦ ἠχῶ, γενικῇ. κατηχεῖ τῶν πόρων. καί, κατήχησε τῆς οἰκίας.
κ 1072 Κατ’ ἰδίαν.
κ 1073 Καττίδιος καὶ Καττιδιανός: ὀνόματα κύρια.
κ 1074 Κάτιμεν: κατερχόμεθα.
κ 1075 Κατ’ ἴσον αὐτῷ μεμηνώς.
κ 1076 Κατισχημένος: κεκρατημένος.
κ 1077 Κατισχύω· γενικῇ.
κ 1078 Κατισχνώθη: ἐξηράνθη, ἐλεπτύνθη.
κ 1079 Κατισχνοῖ: καταλεπτύνει.
κ 1080 Κατ’ ἴχνος.
κ 1081 Κατοδύρομαι· αἰτιατικῇ.
κ 1082 Κατολιγωρῶ· γενικῇ.
κ 1083 Κατολισθανόντων: κινουμένων, ἐμπιπτόντων. τῶν δὲ Ῥω‐ μαίων κατολισθανόντων ἐς δάκρυα καὶ περιαλγούντων ἐπὶ τῷ πάθει. καὶ αὖθις· Κλεοπάτρα, εἰς ἣν κατολισθάνει τῶν Πτολεμαίων ἡ διαδοχή.
κ 1084 Κατομνύς: βεβαιῶν, ἐμπεδῶν. προσετίθει δὲ καὶ ὅρκον, τῆς ἐμῆς κατομνὺς κεφαλῆς, ἣν πολλὰ ἐφίλει.
κ 1085 Κατομόσαι· ἀπὸ μόνου γε τοῦ τὸν θεὸν ἀπομόσαι ἢ κατο‐ μόσαι.
κ 1086 Κατ’ ὄναρ οὐ χρὴ λέγειν· βάρβαρον γὰρ παντελῶς· ἀλλὰ ὄναρ καὶ κατὰ τοὺς ὕπνους καὶ ἐνύπνιον.
κ 1087 Κατόπιν: μετὰ ταῦτα, ἀπὸ τοῦ ὄπισθεν ἰέναι. ἀλλὰ κατόπιν ἧκε τοῦ καιροῦ· οὐ γὰρ οἷός τε ἐγένετο τοῦτο διανύσαι ἐς τέλεον. γίνεται κατόπιν τὸ Ῥωμαϊκὸν τῆς προτέρας εὐκλείας. διαγωνί‐ ζεσθαι καὶ τοῦ καλοῦ καὶ τῆς ἀρετῆς κατόπιν τίθεσθαι πάντα.
κ 1088 Κατόπτης: ἐπιτηρητής. ἀλλά τις ἴτω κατόπτης ἀπαγγελίαν ἡμῖν σαφῆ τῶν ἐνεστηκότων ποιησόμενος.
κ 1089 Κατοργᾶν: ὑπερακμάζειν.
κ 1090 Κατ’ ὄρεσφιν: ἐν τοῖς ὄρεσι.
κ 1091 Κατορθῶ· αἰτιατικῇ.
κ 1092 Κατορώρυκται: κατακέχωσται.
κ 1093 Κατορυκτὸς τόπος.
κ 1094 Κατορύττω· αἰτιατικῇ.
κ 1095 Κατ’ ὀρφναίαν: τὴν σκοτεινήν.
κ 1096 Κατορχοῦμαι· γενικῇ.
κ 1097 Κατοσφραίνομαι· γενικῇ.
κ 1098 Καττουδαίους· ζήτει ἐν τῷ ὑπὸ γῆν οἰκοῦντες.
κ 1099 Κατουδέν.
κ 1100 Κατ’ οὐράν: κατόπισθεν, ἐκ τῶν ὀπίσω.
κ 1101 Κατουρῶσαν: οὐρίῳ ἀνέμῳ χρησάμενον. τὸ δὲ λοιπὸν πλῆθος ἐπαράμενον τοὺς ἱστοὺς καὶ κατουρῶσαν ἀπεχώρει.
κ 1102 Κατοφρυῶ· γενικῇ.
κ 1103 Κάτοχος: κεκρατημένος. κάτοχος ἤδη τῷ πόθῳ τούτῳ γεγενημένη καὶ διαφανὴς ἐρωτόληπτος οὖσα οὐδὲν ἔτι κώλυμα ἔβλεπε.
κ 1104 Κάτω: ἐπίρρημα τοπικόν.
κ 1105 Κατώγειον: ἐπὶ θηλυκοῦ καὶ ἀρσενικοῦ διὰ τοῦ ε ψιλοῦ καὶ ω μεγάλου, ὁ ἀνώγεως καὶ ἡ ἀνώγεως. καὶ τὸ ἀνώγεων.
κ 1106 Κατώγεων, κατώγειον δέ.
κ 1107 Κάτωθε: χωρὶς τοῦ ν παρὰ Δωριεῦσι. καὶ Πίνδαρος ὁμοίως. ἀγρόθε γὰρ νέομαι παρὰ Χαρικλοῦς καὶ Φιλύρας.
κ 1108 Κατωθούμενος: ἀνατρεπόμενος.
κ 1109 Κατωκάρα: οἱ Ἀττικοὶ ὑφ’ ἓν ἀναγινώσκουσιν. Ἀριστοφάνης· εἴπερ ἐκ ποδῶν κατωκάρα κρέμαιτο. ἀντὶ τοῦ κατὰ κεφαλῆς. τὸ ἐπὶ κεφαλὴν πεσεῖν κατωκάρα λέγεται παρὰ Ἀττικοῖς, οὐ διῃρημένως, ἀλλ’ ὑφ’ ἕν. Πίνδαρος· οἱ μὲν κατωκάρα δεσμοῖσι δέδενται. Ἀγα‐ θίας· οἱ δὲ ἐκ τοῦ πρανοῦς ὑποφερόμενοι καὶ ἐς τὴν θάλατταν κατω‐ κάρα ἐμπίπτοντες ἀπώλλυντο. καὶ Ἀριστοφάνης· κατωκάρα ῥίψας με βουκολήσεται. περὶ κανθάρου λέγων.
κ 1110 Κατῳκοδόμησεν: Ἰσαῖος ἀντὶ τοῦ κατέκλεισεν εἰς οἴκημα καὶ ἀπέκτεινε.
κ 1111 Κατώλισθον: κατέπεσον.
κ 1112 Κατωμαδόν: κατὰ τὸν ὤμων. Ἰώσηπος· ὁ δὲ Σαμψὼν ἀράμενος τὰς πύλας καὶ τὰς φλιὰς κατωμαδὸν εἰς τὸ ὄρος φέρων κατατίθησιν.
κ 1113 Κάτων, στρατηγὸς Ῥωμαίων· ὃς νέος μὲν ἦν ἔτι πάμπαν, αὐστηρὸς δὲ καὶ φιλόπονος, συνέσει τε γνώμης καὶ δεινότητι λόγων ἀριπρεπής, ὥστε αὐτὸν ἐπὶ τοῖς λόγοις ἐκάλουν οἱ Ῥωμαῖοι Δημο‐ σθένην, πυνθανόμενοι τὸν ἄριστον ἐν τοῖς Ἕλλησι ῥήτορα γενέσθαι Δημοσθένην. λέγεται Κάτωνα τὸν πρεσβύτην, ἐρομένου τινός, ἣν ἔχοι γνώμην περὶ τῶν ἐν Καρχηδόνι πραγμάτων καὶ περὶ τοῦ Σκι‐ πίωνος, εἰπεῖν· οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσιν.
κ 1114 Κατωνάκη: ἱμάτιόν ἐστιν ἐκ τῶν κάτω μερῶν νάκος, τουτέστι διφθέραν περιερραμμένον. δοκοῦσι δὲ ἀμφιέσασθαι τοῦτο, τῶν τυράν‐ νων ἐπαναγκασάντων τοὺς Ἀθηναίους, ἵνα ὑπὸ εὐτελείας μὴ κατίωσιν εἰς ἄστυ οἱ πολῖται. μέχρι γὰρ τῶν γονάτων ἦν διῆκον. Ἀριστοφά‐ νης· οὐκ ἴσθ’ ὅθ’ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ κατωνάκας φοροῦντας, ἐλθόντες δορὶ πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν, πολλοὺς δ’ ἑταίρους Ἱππία καὶ ξυμμάχους. καὶ γὰρ καὶ τῶν Θετταλῶν οἱ πλεῖστοι ἐβοήθουν Ἱππίᾳ.
κ 1115 Κατωνάκης: δουλικὸς καὶ ἀνελεύθερος χιτών. κατωνάκῃ τὸν χοῖρον ἀποτετιλμένας. τὰς δούλας φησί.
κ 1116 Κατώρης: ὄνομα κύριον.
κ 1117 Κατωρχήσαντο: κατεχάρησαν, ἔπαιξαν.
κ 1118 Κατωφαγᾶς: ὁ καταφαγᾶς. κωμῳδεῖται γοῦν ὡς πολυφάγος ὁ Κλεώνυμος, ὅτι κάτω νεύων ἔτρωγε. κατωφαγᾶς δὲ ὄρνεόν ἐστιν οὕτω καλούμενον, ὀρύσσων τὰ σπέρματα. καὶ ὅτε μὲν βαρύνεται, ἐστὶν ἐπίθετον· ὅτε δὲ περισπᾶται, κύριον. ἴσως δὲ ἀπὸ τοῦ κατα‐ φαγεῖν.
κ 1119 Κατωφρυῶσθαι· γενικῇ.
κ 1120 Κατοικιδίους: τοὺς ἐπ’ οἴκῳ ὄντας. κατοικιδίους δὲ καὶ σχολαίους καὶ ἧττον ὡμιληκότας πολέμοις.
κ 1121 Κατοικτείρω· αἰτιατικῇ.
κ 1122 Κατοικτίζετο: οἴκτου τυχεῖν ἠξίου, ἐλέους κυρῆσαι. ὁ δὲ ἐπὶ τὰ κοινὰ τῶν Βαβυλωνίων καταστὰς κατοικτίζετο. καὶ αὖθις· ὁ δὲ τῇ φωνῇ κατοικτιζόμενος ἐλεῆσαι σφᾶς παρεκάλει.
κ 1123 Κατοιμώξας: καταμεμψάμενος. Πολύβιος· καὶ πολλὰ μὲν αὐτὸν κατοιμώξας, ὅτι παρὰ μικρὸν ἔλθοι τοῦ λαβεῖν τὸν Ἄτταλον ὑποχείριον. ἢ καταιτιασάμενος, οἴμοι λέγων.
κ 1124 Κατοιόμενος: ὀνομάζων ἑαυτὸν μέγαν καὶ φυσῶν ὑπερ‐ ηφάνως.
κ 1125 Κάτοισθα: γινώσκεις, ἐπίστασαι. Σοφοκλῆς· κάτοισθ’, ἐγὼ θεοῖς οὐδὲν ἀρκεῖν εἴμ’ ὀφειλέτης ἔτι; τουτέστιν οὐκ ἐν τούτῳ εἰμί, ὥστε ὀφείλειν τοὺς θεοὺς ἐπαρκεῖν μοι, διὰ τὸ μὴ περιέχεσθαι τοῦ ζῆν. οὐκέτι τοῖς θεοῖς ὀφείλω ἐγὼ ἐπαρκεῖν· ἀντὶ τοῦ οὐδὲν ἐπὶ τιμῇ πράττειν τῶν θεῶν.
κ 1126 Κατοιχομένου· νεκροῦ, τεθνεῶτος.
κ 1127 Καττύεται: ἀντὶ τοῦ συντίθεται, συρράπτεται. Ἀριστοφάνης· οἶδ’ ἐγὼ τὸ πρᾶγμα ταῦθ’ ὅθεν πάλαι καττύεται. ἡ μεταφορὰ ἀπὸ τῶν ὑποδημάτων.
κ 1128 Καττύει: εὐτρεπίζει. συρράπτει, κασσύει. τὸν δὲ Βαρὰμ τεσσαράκοντα χιλιάσι καττύειν τὸν πόλεμον ἔλεγον. Καττύω γὰρ τὸ δόλους ῥάπτω.
κ 1129 Κάττυμα: ἀπάτη, δόλος. Ἀριστοφάνης· ὃν ἐγὼ κατατεμῶ τοῖς ἱππεῦσιν εἰς καττύματα. καττύματα δέ ἐστι δέρματά τινα ἰσχυρὰ καὶ σκληρά, ἅπερ τοῖς σανδαλίοις καὶ τοῖς ἄλλοις ὑποδήμασιν ὑπο‐ βάλλεται.
κ 1130 Καυδώ: νῆσος πλησίον Κρήτης, ἔνθα μέγιστοι ὄναγροι γίνονται.
κ 1131 Καύθωνος: τοῦ μαλθακοῦ.
κ 1132 Καυκίον παρ’ ἡμῖν· κύλιξ δὲ παρὰ σοφοῖς.
κ 1133 Καύκωνες: ὄνομα ἔθνους. ἐγγὺς δὲ τοὺς ἐπιβουλεύοντας εἶναι Καύκωνάς τε καὶ Λέλεγας Ὁμηρικούς· Πελασγοὺς δὲ οὐδαμοῦ οὐδὲ Δίους. εἰρήσθω γὰρ ἐν καιρῷ ἐμοὶ τόδε.
κ 1134 Καυλός: τὸ ἄκρον τοῦ δόρατος.
κ 1135 Καυλῶ: καυλήσω. Ἐκκεκαυληκότα: τῶν λαχάνων πάντα ἐκκεκαυληκότα.
κ 1136 Καυλωνία: χώρα.
κ 1137 Καυνάκης: ὁ ἀγών· ἢ εἶδος ἱματίου, ὅπερ καὶ Περσίδα καλοῦ‐ σιν. οἱ δὲ σισύραν Θυμαιτίδα, ὅπερ ἔοικε Μορύχου σάγματι. σάγμα δὲ ἡ θήκη τοῦ ὅπλου.
κ 1138 Καύνιος ἔρως: ἐπὶ τῶν μὴ κατορθουμένων ἐπιθυμιῶν· Καῦνος γὰρ καὶ Βύβλις ἀδελφοὶ ἐδυστύχησαν.
κ 1139 Καυσία: εἶδος πίλου βαρβαρικοῦ ἐπὶ τῆς κεφαλῆς. Καυσίη, ἡ τὸ πάροιθεν Μακηδόσιν εὔκολον ὅπλον καὶ σκέπας ἐν νιφετῷ καὶ κόρυς ἐν πολέμῳ.
κ 1140 Καύσωνος: θέρμης.
κ 1141 Καυστειρός, Καυτηρὸς δέ.
κ 1142 Κάϋστρος: ποταμός.
κ 1143 Καυτηρός.
κ 1144 Καὐτήν· ἐν Ἐπιγράμμασι· ἄνθετο δέρμα λέοντος Τεῦκρος Ἄραψ, καὐτὴν ἀγρότιν αἰγανέαν.
κ 1145 Καυχᾷ: οἱ λοιποὶ ῥήτορες ἐπὶ τῆς αὐτῆς ἐννοίας αὐχεῖν λέ‐ γουσι· Λυκοῦργος ἐν τῷ Περὶ μαντειῶν ἐχρήσατο τῇ λέξει. δεῖ δὲ τἄλλα ἐν δημοκρατίᾳ σοι εἰπεῖν· ἑνὸς δ’ οὐκ ἔστι σοι· κακῶς γὰρ αὐτοῦ προέστης· ἐφ’ οἷς καυχᾷ, οἱ ἄλλοι αἰσχνύνονται.
κ 1146 Καυχώμενος: μεγαληγορῶν.
κ 1147 Κάφος: τὸ πνεῦμα, κατὰ διάλεκτον. καὶ Ὅμηρος· κακῶς κεκαφηότα θυμόν.
κ 1148 Καφώρης· τὸ τῆς καφώρης μίσησον δολερὸν καὶ κερδῷον. λέγουσι δὲ τὴν ἀλώπεκα.
κ 1149 Καφύη: ὄνομα πόλεως.
κ 1150 Κἄχεζεν: Ἀριστοφάνης, ἀντὶ τοῦ καὶ ἀπεπάτει.
κ 1151 Καχέκται· ταῖς δὲ ἀληθείαις ὑπῆρχον ἐν αὐτοῖς καχέκται μεταβολῆς οἰκεῖοι.
κ 1152 Καχεξία. καὶ Καχεκτοῦντες, κακῶς τὴν ἕξιν διατεθει‐ μένοι, ἀσθενοῦντες. Πολύβιος· ὁ δὲ Περσεὺς προσαγόμενος τὸν χρό‐ νον καὶ τὸν πόνον ἐξελύετο τῇ ψυχῇ, καθάπερ οἱ καχεκτοῦντες τῶν ἀθλητῶν· ὅτε γὰρ τὸ δεινὸν ἐγγίζοι καὶ δέοι κρίνεσθαι περὶ τῶν ὅλων, οὐχ ὑπέμεινε τῇ ψυχῇ.
κ 1153 Καχλάζει: ταράττεται, φλεγμαίνει, βράττει.
κ 1154 Κάχληκες: λίθακες ἐν τοῖς ὕδασιν. ᾑρεῖτο δὲ ὁπόσον κάχληκος τοῦ ἐμφερομένου τοῖς ἐδάφεσι. καὶ Κάχληξ, εἶδος ζωϋφίου τινός.
κ 1155 Καχρύων· ἐσκίρτα, πεπόρδει, ὥσπερ καχρύων ὀνίδιον εὐωχη‐ μένον.
κ 1156 Κάχρυς: τὰς κριθάς. Ἀριστοφάνης· πίνονθ’, ὡσπερεὶ κάχρυς γυναῖκ’ ἀλοῦσαν. τουτέστι καθάπερ τινὰ γυναῖκα κριθὰς ἀλοῦσαν.
κ 1157 Καχυπότοπος: καχύποπτος. τοπάσαι γὰρ τὸ ὑπονοῆσαι.
κ 1158 Καχυποτοπεῖσθαι: τὸ τέλειον, κακὰ ὑπονοεῖσθαι. παρὰ Ἀριστοφάνει.
κ 1159 Κάψα: κίστη, ἢ θήκη.
κ 1160 Καί: σύνδεσμος συμπλεκτικός.
κ 1161 Καιάδας: παρὰ Λάκωσι βασιλικὴ φρουρά, καὶ Σικελιώταις. παρὰ δὲ Πέρσαις οἴκημα μεστὸν τέφρας. παρὰ δὲ Αἰθίοψιν οἱ κακοῦργοι χρυσαῖς ἁλύσεσιν ἐδέδεντο. εἰς δὲ τὸν Καιάδαν εἰώθασιν οἱ Λάκωνες τοὺς κακούργους ῥίπτειν.
κ 1162 Καὶ δή: ἤδη.
κ 1163 Καὶ ἐν θεῶν ἀγορᾷ: ἐπὶ τῶν καθ’ ὑπερβολὴν κακηγορούν‐ των εἴρηται ἡ παροιμία. θεῶν γὰρ ἀγορὰ τόπος ἐστὶν ἐν Ἐλευσῖνι.
κ 1164 Καικίας: ὁ ἄνεμος.
κ 1165 Κεκίλιος, Σικελιώτης, Καλλατιανός· Κάλλαντις δὲ πόλις Σικε‐ λίας· ῥήτωρ, σοφιστεύσας ἐν Ῥώμῃ ἐπὶ τοῦ Σεβαστοῦ Καίσαρος καὶ ἕως Ἀδριανοῦ, καὶ ἀπὸ δούλων, ὥς τινες ἱστορήκασι, καὶ πρότερον μὲν καλούμενος Ἀρχάγαθος, τὴν δὲ δόξαν Ἰουδαῖος. βιβλία δὲ αὐτοῦ πολλά· Κατὰ Φρυγῶν δύο· ἔστι δὲ κατὰ στοιχεῖον. Ἀπόδειξις τοῦ εἰρῆσθαι πᾶσαν λέξιν καλλιρρημοσύνης· ἔστι δὲ ἐκλογὴ λέξεων κατὰ στοιχεῖον· Σύγκρισις Δημοσθένους καὶ Κικέρωνος· Τίνι διαφέρει ὁ Ἀττικὸς ζῆλος τοῦ Ἀσιανοῦ· Περὶ τοῦ χαρακτῆρος τῶν δέκα ῥητό‐ ρων· Σύγκρισις Δημοσθένους καὶ Αἰσχίνου· Περὶ Δημοσθένους, ποῖοι αὐτοῦ γνήσιοι λόγοι καὶ ποῖοι νόθοι· Περὶ τῶν κατὰ ἱστορίαν ἢ παρὰ ἱστορίαν εἰρημένων τοῖς ῥήτορσι· καὶ ἄλλα πλεῖστα. πῶς δὲ Ἰουδαῖος τοῦτο θαυμάζω· Ἰουδαῖος σοφὸς τὰ Ἑλληνικά.
κ 1166 Καῖκος: ὄνομα ποταμοῦ.
κ 1167 Καὶ μήν: ἀλλὰ μήν.
κ 1168 Καιναὶ πόλεις.
κ 1169 Καινεύς: ὄνομα κύριον.
κ 1170 Καινίζεται. καὶ Καινίζω σε· αἰτιατικῇ.
κ 1171 Καινόν: τὸ νεωστὶ κατεσκευασμένον. Κενὸν δὲ τὸ μάταιον, διὰ τοῦ ε ψιλοῦ.
κ 1172 Καινοπρεπές· μηχάνημά τι καινοπρεπὲς ἐτεκτήνατο λαθραίως, γλύψας δοκῶν μεγάλων τὸ μῆκος καὶ ταύτας καθενώσας ἐνείς τε μίαν ἅλυσιν ταῖς γλυφαῖς, διήκουσαν ἐς πάσας, μολίβδῳ τὸ τούτων κένωμα ἔπλησε, ταχυεργῶς λίαν ἀποκλείει τὰς ὄχθας δι’ αὐτοῦ τοῦ ποταμοῦ ἑκατέρωθεν σκευάσας δαρείους· ἐν οἷς βοήθειαν ἀποχρῶσαν βαλὼν ἐστέρει τὴν πόλιν τῶν ἐκ τῆς θαλάττης ἀγωγίμων.
κ 1173 Καινός: ὁ νέος.
κ 1174 Καινός: Ἰσοκράτης ἀντὶ τοῦ ὃς τοῖς νεωτέροις ἁρμόττει πράγμασιν. οὕτως δὲ καὶ Ἔφορος.
κ 1175 Καινὸς γνώμην: ἀντὶ τοῦ νέαν γνώμην εἰσηγούμενος. καινὸς γνώμην, καινῶν ἔργων ἐγχειρητής.
κ 1176 Κενοτάφια: τινά εἰσιν ἑλισσόμενα ὡς τύπος νεκροῦ. ἤτοι τὰ μὴ ἔχοντα ἔνδοθεν νεκρόν.
κ 1177 Καινοτομεῖ· αἰτιατικῇ. καινουργεῖ. ὅτι τὸ καινοτομεῖν ἐπὶ τοῦ ἄρχειν. Ἀριστοφάνης· τοῦτο γὰρ ἡμῖν ἀντ’ ἄλλης ἀρχῆς ἐστι.
κ 1178 Καινοτομία.
κ 1179 Καινοῦν: παρὰ Ἡροδότῳ τὸ λόγῳ τῷ καινῷ χρήσασθαι.
κ 1180 Καινουργησμός: ἡ ἀνακαίνισις καὶ πρὸς τὸ ἀρχαῖον κάλλος ἀναμόρφωσις.
κ 1181 Καινόφιλον λέγουσι τὸν μὴ τοῖς αὐτοῖς φίλοις χρώμενον ἀεί.
κ 1182 Καινῶς: ἀντὶ τοῦ παραδόξως.
κ 1183 Καίνυτο: ἐνίκα.
κ 1184 Καιόμενος: ἀπὸ τοῦ καίω, τὸ φλέγω.
κ 1185 Καίω σε· αἰτιατικῇ.
κ 1186 Καίρια: τὰ συμφέροντα. τίνι γάρ ποτ’, ὦ φιλία γενέθλα, πρόσφορον ἀκούσαιμ’ ἔπος; τίνι φρονοῦντι καίρια; ἀντὶ τοῦ παρὰ τίνος ἀκούσαιμι τὰ συμφέροντα; οὕτως Σοφοκλῆς.
κ 1187 Καίριον: εὔκαιρον. καὶ Καιρὸς λέγεται ὁ ἐκ τοῦ πλήθους τῶν ἀδικημάτων συναγόμενος ἀριθμὸς παρὰ θεοῦ, καὶ προκαλούμενος ἕως καιροῦ. Σοφοκλῆς· ἢ δρᾶν ἀμείνων εὑρέθη τὰ καίρια; καὶ αὖθις· καιρὸν δ’ ἐφήκεις. ἀντὶ τοῦ ἐπικαίρως ἥκεις. ἐπελθεῖν εὔστοχος, ἀναχωρῆσαι καίριος, ἐνεδρεῦσαι τεχνίτης, μάχης ἐργάτης.
κ 1188 Καιριώτατα: ἐπικινδυνότατα, θανάσιμα.
κ 1189 Καιρός· Ἀριστοφάνης· καιρὸς γάρ, ὅσπερ ἀνδράσι μέγιστος ἔργου παντὸς ἔστ’ ἐπιστάτης. ἀντὶ τοῦ ἐφ’ ἑκάστου πράγματος τὸ καίριον καὶ χρησιμώτατον ὁ καιρός ἐστιν· ὅπου καὶ τὰ σπουδαῖα παρὰ καιρὸν γινόμενα οὐκ ἀποδέχονται· ὡς ἰατρὸν τῷ κάμνοντι περὶ φύσεως τοῦ νοσήματος διαλεγόμενον· ὡς εἴ τις τοῖς μεθύουσι περὶ σωφροσύνης διαλέγοιτο. τὸ γὰρ καλὸν μὴ καλῶς γινόμενον, οὐ καλόν. καὶ αὖθις· ὁ δὲ Ἰουστινιανός, εἴτε ὑπὸ γήρως τὰ καίρια οὐ φρονῶν, εἴτε ἄλλως ἔμελλε τὴν ὀρθογνώμονα περὶ Χριστοῦ δόξαν διακυκήσειν, εἰ μὴ ᾤχετο ἐξ ἀνθρώπων.
κ 1190 Καιρός· καιροὺς ἡ γραφὴ καλεῖ τὰς συμφοράς. καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναν‐ τίον μου. ἀντὶ τοῦ ...
κ 1191 Καιροφυλακῆσαι: καιρὸν ἐπιτηρῆσαι. ὁ δὲ ἐκέλευεν αὐτὸν ἀναζευγνύναι καὶ μὴ πολυπραγμονεῖν μηδὲ καιροφυλακεῖν.
κ 1192 Καιροφυλάκιον.
κ 1193 Καιροσέων δ’ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον: εὖ κεκαιρωμένων. καίρωμα δέ ἐστι τὸ διαπλεκόμενον ἐν τῷ στήμονι παρὰ τὸν μίτον, ὑπὲρ τοῦ μὴ συγχεῖσθαι τοὺς στήμονας.
κ 1194 Καίρωμα.
κ 1195 Καιρωστρίδες: αἱ ὑφάντριαι. καίρωσις γὰρ ἡ πλοκὴ τοῦ μίτου.
κ 1196 Καῖσαρ Ἰούλιος, ὁ πρῶτος μοναρχήσας. ἔγραψε μετάφρασιν τῶν Ἀράτου Φαινομένων, τέχνην γραμματικὴν Ῥωμαϊκῶς.
κ 1197 Καῖσαρ Αὔγουστος, ὁ καὶ Σεβαστὸς καὶ Ὀκταβιανὸς ἐπι‐ κληθείς. ἔγραψε περὶ τοῦ ἰδίου βίου καὶ τῶν πράξεων αὐτοῦ βιβλία ιγʹ.
κ 1198 Καῖσαρ Τιβέριος· ἔγραψεν ἐπιγράμματα καὶ τέχνην ῥητορικήν.
κ 1199 Καῖσαρ: οὕτως ὀνομάζονται οἱ Ῥωμαίων βασιλεῖς ἀπὸ Ἰουλίου Καίσαρος, τοῦ μὴ γεννηθέντος. τῆς γὰρ μητρὸς αὐτοῦ θανούσης ἐν τῷ θʹ μηνί, ταύτην ἀνατεμόντες ἐξέβαλον αὐτὸν καὶ οὕτως ἐκάλεσαν· κατὰ γὰρ τὴν Ῥωμαίων γλῶσσαν Καῖσαρ ἀνατομὴ λέγεται. ὅτι ἐπὶ Ῥωμαίων τῶν πάλαι ὁ δῆμος ἦρχεν, αὖθις οἱ ὀλίγοι, καὶ τὰ τελευταῖα ἐς μοναρχίαν κατέστη Ῥωμαίοις τὰ πράγματα, ἐξέτι Καίσαρος τοῦ πρώτου μοναρχήσαντος καὶ βασιλεύσαντος. καὶ ἀστασίαστα διετέλει τὰ κοινὰ ἄχρι ἐς Μάρκον Ἀντωνῖνον Ῥωμαίων ἄρχοντα· ἐπεὶ δὲ ὁ τού‐ του παῖς ὁ Κόμοδος τὴν φύσιν οὐ πάνυ φρενήρης καὶ φιληδονίας ἥττων γενόμενος καὶ οὐ μάλα τι ἀγαθὸς τὰ πολέμια καὶ φιλόψυχος, δολοφονηθεὶς ὑπό τινων κατελύθη, ἐπαναστάσεις τε συνεχέσταται ἐγένοντο.
κ 1200 Καισαρεύς.
κ 1201 Καισάρεια, ἡ μητρόπολις, ἀπὸ Καίσαρος Τιβερίου Ὀκταβίου· ἣν ἀφείλετο Ἀρχέλαον, πρότερον Μάζακα ἐπονομαζομένην, ἔπειτα Καισάρειαν κληθεῖσαν τῇ ἰδίᾳ προσηγορίᾳ.
κ 1202 Καισάριος, ὁ Γρηγορίου τοῦ Θεολόγου ἀδελφός. ἔγραψε διά‐ φορα, καὶ Κατὰ Ἑλλήνων.
κ 1203 Καίσωνος: ὄνομα κύριον.
κ 1204 Καίστωνος: ὄνομα κύριον.
κ 1205 Καὶ ταῦτ’ ἔχοντες κυμάτων ἐν ἀγκάλαις: ἀντὶ τοῦ ὄντες ἐν πολλοῖς κινδύνοις.
κ 1206 Καὶ σφάκελοι ποιοῦσιν ἀτέλειαν: Πεισίστρατος, ὥς φα‐ σιν, ὁ τύραννος, δεκάτας τῶν γεωργουμένων ἀπῄτει τοὺς Ἀθηναίους. παριὼν δὲ ἔσθ’ ὅτε καὶ ἰδὼν πρεσβύτην πέτρας ἐργαζόμενον καὶ λιθώδεις τόπους ἤρετο αὐτόν, τίνας ἐκ τῶν τόπων κομίζοιτο τοὺς καρπούς. ὁ δὲ ἀπεκρίνατο, ὀδύνας καὶ σφακέλους. θαυμάσας δὲ ὁ Πεισίστρατος τὴν παρρησίαν αὐτοῦ ἀτέλειαν τῆς δεκάτης δέδωκε· καὶ ἐκ τούτου οἱ Ἀθηναῖοι τῇ παροιμίᾳ ἐχρήσαντο.
κ 1207 Καὶ τάχα ἴμεν: καὶ ταχέως πορευόμεθα.
κ 1208 Καίοιτο: ὑπάρχοιτο.
κ 1209 Καὶ τὸ τοῦ λύκου: φασὶ λύκον ἰδόντα τὸν ποιμένα ἢ καὶ κύνα τῶν ποιμενικῶν προβάτων ἐσθίοντα εἰπεῖν· ἐγὼ τοῦτο εἰ ἐποίουν, πόση κραυγὴ ἐγίνετ’ ἄν;
κ 1210 Καί τοι ς’ οὐκ ἐρῶ γ’, ὡς οὐ φιλῶ: τουτέστιν οὐ κρύπτω τὸν ἐμὸν πόθον.
κ 1211 Καὶ χερσί: καὶ ἔργοις.
κ 1212 Κεάδαν· βάραθρόν ἐστι τόπος βαθύς, ὅπου οἱ κακοῦργοι ἐμβάλλονται Ἀθήνησι καὶ οἱ ἐπὶ θανάτῳ, ὥσπερ εἰς τὸν Κεάδαν οἱ Λακεδαιμόνιοι.
κ 1213 Κέαρ: τὴν καρδίαν φησὶν Ἀριστοφάνης· ἐφ’ ᾧγε τὸ κέαρ εὐφράνθην.
κ 1214 Κέαται: κεῖνται.
κ 1215 Κέβης, Θηβαῖος, φιλόσοφος, Σωκράτους μαθητής. διάλογοι δὲ αὐτοῦ φέρονται τρεῖς, Ἑβδόμη, Φρύνιχος, Πίναξ· ἔστι δὲ τῶν ἐν ᾅδου διήγησις· καὶ ἄλλα τινά.
κ 1216 Κέβρινα, πόλις Τρῳάδος, Κυμαίων ἄποικος.
κ 1217 Κέγκλος: εἶδος ὀρνέου θαλασσίου.
κ 1218 Κεγχραμίδες· τοῦ σύκου καὶ τῶν ἐλαῶν οἱ πυρῆνες λέγονται κεγχραμίδες.
κ 1219 Κεγχρέα.
κ 1220 Κεγχρεαί: ὄνομα τόπου.
κ 1221 Κεγχρεών· Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον γραφῇ· κἄπειτα ἔπεισε τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν κεγχρεῶνα. ἀντὶ τοῦ εἰς τὸ καθαριστήριον, ὅπου τὴν ἐκ τῶν μετάλλων διέψυχον κέγχρον.
κ 1222 Κεγχρήτισι· καὶ νάρδῳ ψαφαρῇ, κεγχρήτισιν ἰσχάσιν ἀμφί.
κ 1223 Κεγχρίνης: εἶδος ὀρνέου, ὃ λέγεται μηδ’ ὅλως διψᾶν. ἢ εἶδος ὄφεως.
κ 1224 Κεδάζω: σκορπίζω.
κ 1225 Κεδίκιος: ὄνομα κύριον.
κ 1226 Κεδνός: συνετός, σώφρων, ἢ φρόνιμος. Αἴας· κἀγὼ γάρ, ἐξ οὗ χειρὶ τοῦτ’ ἐδεξάμην παρ’ Ἕκτορος δώρημα δυσμενεστάτου ... βροτῶν.
κ 1227 Κεδρωσία: ὄνομα πόλεως.
κ 1228 Κέδροι: δένδρη ὑψίκομα καὶ ἄκαρπα· αἷς ἀπεικάζει Δαβὶδ τὴν εἰδωλολατρίαν.
κ 1229 Κέθη: ὄνομα κύριον.
κ 1230 Κέθηγος: ὄνομα κύριον.
κ 1231 Κεκαδησόμεθα: φροντίσομεν.
κ 1232 Κεκαθίσθαι: ἐκ τοῦ καθίζω.
κ 1233 Κεκασμένον: κεκοσμημένον.
κ 1234 Κεκαυτηριασμένος: μὴ ἔχων ὑγιῆ τὴν συνείδησιν.
κ 1235 Κεκαινοπεποιημένοι· ἵνα μὴ ὦσιν ἔκδιψοι καὶ προεκλελυμένοι, ἀλλ’ ἐκπαθεῖς κεκαινοπεποιημένοι. τουτέστιν ὑγιεῖς.
κ 1236 Κεκαφηότα: ἐκπνεύσαντα.
κ 1237 Κεκιβδήλευται: διαβέβληται, κατέγνωσται, ἀποδεδοκίμασται, νενόθευται.
κ 1238 Κεκίλιος: ὄνομα κύριον. ζήτει τοῦτο πλατύτερον εἰς τὸ καὶ δίφθογγον ὀπίσω.
κ 1239 Κεκινέαται: κεκίνηται.
κ 1240 Κεκλάγξω. καὶ Κεκλάγξομαι ἀντὶ τοῦ ὑλακτήσω. ἐπὶ τῶν κυνῶν.
κ 1241 Κέκλεικα: ἠσφάλισα.
κ 1242 Κεκλήατο: ἐκ τοῦ καλῶ, καλέσω.
κ 1243 Κεκληγότες: κράζοντες.
κ 1244 Κέκληκα: ἐκάλεσα.
κ 1245 Κεκλίαται: ἐκ τοῦ κλίνω. καὶ Κέκλικα ὁμοίως.
κ 1246 Κεκλιμένος: περιεχόμενος.
κ 1247 Κεκλόμενος: παρακελευόμενος.
κ 1248 Κεκλοφέναι: κλέψαι, ὑφελέσθαι.
κ 1249 Κεκλωσμένα· λύσις ὀνείρου· νενησμένα κρατῶν δὲ προσδόκα λύπας.
κ 1250 Κεκμηκώς: κάμνων. καὶ χωρὶς τοῦ κ. ἐν Ἐπιγράμμασι· ἐνθάδε Καλλιμένης φιλομήδεσιν ἄνθετο Μούσαις, γήραϊ κεκμηκώς, ὄμματα καὶ παλάμας.
κ 1251 Κεκολουμένος: ἀδυνάτως ἔχων, ἀμηχανῶν. τηξιμελεῖ νούσῳ κεκολουμένος ἔδραμε θυμῷ ἐς προτέρην ἔργων ἄρσενα μαρτυρίην. ἢ Κεκολουμένος, ἐκτετηγμένος.
κ 1252 Κεκομψευμένος: σεμνός, ἢ ἀστεῖος, ἢ ἐκκαλλώπιστος.
κ 1253 Κεκονιαμένοις: ἀσβέστῳ κεχρισμένοις. οἶνος δὲ ἦν, ὃν ἐν λάκκοις κονιατοῖς εἶχον. Ξενοφῶν φησι.
κ 1254 Κεκονιμένος: σπουδάζων πάνυ, καὶ σχεδὸν κόνεως πεπληρω‐ μένος. ὃς ἂν μὴ πρῶτα πάνυ τοῦ κνέφους ἥκῃ κεκονιμένος. ἀντὶ τοῦ ἔτι τοῦ κνέφους ὄντος. καὶ αὖθις· ἀλλὰ σιδηρείου κεκονιμένη ἐκ πολέμοιο. πρὸς γὰρ τὴν τοιαύτην δίαιταν ἔλεγον οἱ ἅγιοι τρεῖς παῖδες κεκονῖσθαι τὴν τῶν ὀσπρίων. ἀντὶ τοῦ ἐνειθίζεσθαι. σημαίνει δὲ τὸ κεκονῖσθαι καὶ ἀντὶ τοῦ κυλίεσθαι.
κ 1255 Κεκονιμένων: σπευδόντων. ἔτι τὴν κόνιν τοῖς ποσὶ περι‐ φερόντων. δύο νεανίσκων κεκονιμένων, τὴν ἀγγελίαν ἀπαγγειλάντων.
κ 1256 Κεκότητο: ὤργιστο. καὶ Κεκοτηότες.
κ 1257 Κεκωδωνισμένος: ἐξητασμένος. ἀπὸ τῶν τοὺς φύλακας διὰ τοῦ κώδωνος ἐξεταζόντων. καὶ διακωδωνίσαι, τὸ ἐξετάσαι. Ἀριστοφά‐ νης Λυσιστράτῃ· ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν.
κ 1258 Κεκωφῆσθαι: κωφὸν γεγονέναι.
κ 1259 Κεκραγμόν: τὴν βοὴν Ἀττικοί. χοῖρον αὐτίκα ἐκ τοῦ πύργου ἐπικρεμάσαντες τὸν κίνδυνον τὸν ἐκ τοῦ ἐλέφαντος διέφυγον. κεκραγμὸν γάρ τινα σκαιὸν ὁ χοῖρος ἠρτημένος ἠφίει· ᾧπερ ὁ ἐλέφας ἀχθόμενος ἀνεχαίτιζεν.
κ 1260 Κέκραθι: κράξον.
κ 1261 Κεκράκτης: μεγαλόφωνος. Ἀριστοφάνης· κυκλοβόρου φωνὴν ἔχων. ποταμὸς δὲ Ἀττικὸς ὁ Κυκλοβόριος, χειμάρρους. τὴν κακο‐ φωνίαν οὖν εἴκασε τοῦ ποταμοῦ τῷ ἤχῳ. καὶ ἀλλαχοῦ· ἅρπαξ, κεκράκτης, κυκλοβόρου φωνὴν ἔχων.
κ 1262 Κεκραμένον τρία καὶ δύο: τρία μέρη ὕδατος ἐπιδεχόμενον, οἴνου δὲ δύο. ἀρίστη κρᾶσις. Ἀριστοφάνης· ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο· ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισε. βούλεται δηλοῦν, ὅτι ἡ Ἀθηνᾶ τοιοῦτον ἐποίησεν, ὡς δύνασθαι τρία μέτρα φέρειν ὕδατος.
κ 1263 Κεκραμένη σπονδή: ἣν ἔθυον μόνῳ τῷ Ἑρμῇ, διότι ὥς φασι καὶ ζώντων καὶ τετελευτηκότων ἄρχει καὶ παρ’ ἀμφοτέρων τὰς τιμὰς δέχεται.
κ 1264 Κεκράξομαι: οὐκ ἐπὶ φωνῆς, ἀλλ’ ἐπὶ προθυμίας καὶ συντόνου καὶ σπουδαίας εὐχῆς. Δαβίδ· πρὸς σέ, κύριε, κεκράξομαι.
κ 1265 Κεκραιπαληκώς: εὐφραμμένος.
κ 1266 Κεκρηγέναι ἢ Κεκραγέναι.
κ 1267 Κεκριγότες Ἰλλυριοί: Ἀριστοφάνης. ἀντὶ τοῦ ποιὰν φωνὴν ἀποτελοῦντες. κεκριγότες οὖν διὰ τὴν ἀσάφειαν τῆς φωνῆς αὐτῶν. κρίγη γὰρ ὁ τῶν ἀποθνησκόντων τρισμός, τοῖς ὀδοῦσι γινόμενος.
κ 1268 Κεκριμένον: ἀντὶ τοῦ ἐγνωσμένον.
κ 1269 Κεκροπίδης: ὁ τοῦ Κέκροπος υἱός.
κ 1270 Κεκροπίς: μία τῶν ἐν Ἀθήνησι δέκα φυλῶν.
κ 1271 Κεκροπίς: Ἀθῆναι, ἀπὸ Κέκροπος. καὶ Κεκροπίδαι, οἱ Ἀθηναῖοι.
κ 1272 Κέκροψ, Αἰγύπτιος ὢν τὸ γένος ᾤκησε τὰς Ἀθήνας· ὅθεν καὶ Κεκροπίδαι. τινὲς δέ φασι τοῦτον καὶ διφυῆ γεγενῆσθαι, τὰ μὲν ἄνω ἀνδρός, τὰ δὲ κάτω γυναικός· οἱ δὲ θηρίου. ἕτεροι δέ, ὅτι νόμους ἐξεῦρε τοῖς ἀνθρώποις καὶ ἀπὸ ἀγριότητος εἰς ἡμερότητα ἤγαγεν. ἄλλοι δέ, ὅτι τῶν ἀνδρῶν ὡς ἔτυχε μισγομένων ταῖς γυναιξί, καὶ ἐκ τούτου μὴ γινωσκομένου ἢ τοῦ παιδὸς παρὰ τοῦ πατρός, ἢ τοῦ πατρὸς παρὰ τοῦ παιδός, αὐτὸς νόμους θέμενος, ὥστε φανερῶς συγ‐ γίνεσθαι αὐταῖς καὶ μιᾷ στοιχεῖν, καὶ σχεδὸν εὑρὼν τὰς δύο φύσεις, τοῦ τε πατρὸς καὶ τῆς μητρός, εἰκότως διφυὴς ἐκλήθη. καὶ ἐν Ἐπιγράμμασι· τὸν τραγικῆς μούσης ἀστέρα Κεκρόπιον.
κ 1273 Κεκρύφαλον: κεκρύφατον, σαβακάθιον, σουδάριον. ἐν Ἐπι‐ γράμμασι· κεκρύφαλοι σφίγγουσι τεὴν τρίχα· τήκομαι οἴστρῳ. καὶ αὖθις· φιλοπλέκτοιο κόμας σφιγκτῆρα Φιλαινὶς βαπτὸν ἁλὸς πολιῆς ἄνθεσι κεκρύφαλον. κεφαλοδέσμιον. καὶ αὖθις· πορφύρεον χαίτας ῥύτορα κεκρύφαλον.
κ 1274 Κεκτημένης: τῆς δεσποίνης. Ἀριστοφάνης· τὸν ἄνδρ’ ὅπου ’στὶ τῆς ἐμῆς κεκτημένης.
κ 1275 Κεκοισυρῶσθαι: πεποικίλθαι.
κ 1276 Κεκυφότες· καὶ Κύψας· Ἀριστοφάνης περὶ κανθάρου φησίν· οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει. διὰ τοῦ σχήματος τὴν ἀδδηφαγίαν αὐτοῦ δηλοῖ. καὶ γὰρ τῶν ἀνθρώπων καὶ τῶν θρεμμάτων οἱ μάλιστα τοῖς ἐδέσμασιν ἐγκεκυφότες καὶ προσκείμενοι δοκοῦσιν ἀπλήστως καὶ περισπουδάστως ἐσθίειν.
κ 1277 Κελαδεινή: κυνηγός. θόρυβον κατὰ τὰς ἄγρας ποιοῦσα. καὶ Κελαδεινός, ὁ ἠχητικός.
κ 1278 Κελαδείτω.
κ 1279 Κελαδήματα: ἠχήματα.
κ 1280 Κελάδησαν: ἐβόησαν.
κ 1281 Κελαδοῦσιν: ἠχοῦσι. σάλπιγξ ἄγκειμαι Τριτωνίδι κούρᾳ δῶρον, ἐριβρύχων παυσαμένη κελάδων. τουτέστι θορύβων.
κ 1282 Κελαρύζει: μετὰ ἤχου ῥεῖ. ἡ μὲν κάμηλος ἐγεύετο τοῦ χιλοῦ. ὁ δὲ ἔπινε ποτὸν τοῦ ποτοῦ ἀκούσιον, καὶ ἅτε κάτωθεν τοῦ πνεύματος ὠθουμένου, ἄνωθεν δὲ τοῦ ὕδατος ἐπιφερομένου, ὡς φάρυγξ ἐκελάρυζεν.
κ 1283 Κελαιναί: τόπος. μεθόριον Ἀθηναίων καὶ Βοιωτῶν.
κ 1284 Κελαινεφές: μελανονεφές.
κ 1285 Κελαινόν: μέλαν. ἐν Ἐπιγράμμασι· καὶ γραφικοῖο δοχεῖα κελαινοτάτοιο ῥεέθρου.
κ 1286 Κελαινός: μέλας.
κ 1287 Κελαινοφαής: ἀντὶ τοῦ μέλαινα. Ἀριστοφάνης Βατράχοις· ὦ νυκτὸς κελαινοφαὴς ὄρφνη.
κ 1288 Κελαινώπαν: οἷον οὐκ ἐν φανερῷ, ἀλλ’ ἐν σκότῳ ἤδη βλεπό‐ μενον καὶ μέλανα καὶ οἷον κεκρυμμένον καὶ δόλιον. καὶ κελαινὸν θυμὸν ἐφυβρίζει ὁ πολύτλας ἀνήρ. ἤτοι ὁ Αἴας.
κ 1289 Κελέβη: κόγχη, ἢ λεκάνη, ἢ τοιοῦτον σκεῦος, ἐν ᾧ δυνατὸν νίψασθαι πόδας. ἐκ δ’ ἔχεεν κελέβῃ, μετὰ δ’ αὖ κερὰς ἠφύσατ’ ἄλλο.
κ 1290 Κέλεαι: κελεύεις.
κ 1291 Κελεζηνή: χώρα τῶν Ἀρμενίων, πλησίον Μελιτηνῆς, ἡ παρ’ ἡμῖν Κελτζηνὴ ὀνομαζομένη.
κ 1292 Κελεός: ὄνομα κύριον.
κ 1293 Κελεστικός: ὄνομα κύριον.
κ 1294 Κελευθήτῃσι: τουτέστιν ὁδοιπόροις. προίκιος ἀνθρώποισι κελευθήτῃσιν ἀοιδός. ἐν Ἐπιγράμμασι.
κ 1295 Κελεύω· δοτικῇ καὶ αἰτιατικῇ. οὐκ ἐπὶ μειζόνων μόνον κεῖται παρὰ Θουκυδίδῃ, ἀλλὰ καὶ ἐπ’ ἐλαττόνων.
κ 1296 Κελέοντες· κυρίως μὲν κελέοντες καλοῦνται οἱ ἰνόποδες· Ἀντιφῶν δὲ ἐν τῇ πρὸς τὸν Δημοσθένην γραφῇ τὰ ὀρθὰ ξύλα οὕτως ὠνόμασεν.
κ 1297 Κελευστής: τριήραρχος, πρωρεύς, κελευστής· καὶ ὁ μὲν τριήραρ‐ χος ἄρχει τῆς νηὸς καὶ τοῦ πληρώματος· ἔστι δὲ κατ’ ἐκλογὴν τῶν πο‐ λιτικῶν ἀνδρῶν. ἄρχει δὲ ὁ πρωρεὺς τῶν κωπηλατῶν· οἱ δὲ κελευσταὶ τούτων αὐτῶν καὶ τῶν ἐπιβατῶν. μεγίστην δὲ παρέχονται χρείαν οἱ κελευσταί. καὶ γὰρ ἵνα τοὺς ἄρτους δεόντως πέττωσι καὶ συντελῶσι τὸ μέτρον ἐν τῷ δειπνεῖν οἱ κωπηλάται, τούτοις ἐστὶν ἐπιμελές· οἴνου, κρέως, ἐλαίου, πάντων τῶν τοιούτων, ἵνα ταῦτα τηροῦντες καθ’ ἡμέραν τὸ ἐπιβάλλον ἔχωσι τοῦ διδομένου πρὸς τὴν χρείαν. Ἀρριανός· οἱ κελευσταὶ καθ’ ἑκάστην ναῦν τὸ ἐνδόσιμον τοῖς ἐρέταις ἐνέδοσαν.
κ 1298 Κελευτιόων: παρακελευόμενος.
κ 1299 Κέληρες· ὁ μὲν ἔφθη ὑπερβῆναι ταῖς μακραῖς ναυσίν· οἱ δὲ κέληρες, τοῦ θεοῦ συσκοτάζοντος, ἐπεζήτουν τὸ φῶς.
κ 1300 Κέλης: ὁ μόνος ἵππος, ὁ γυμνός, ἢ καὶ ὁ σελλάριος. Συνωρὶς δὲ δύο ἵπποι συνεζευγμένοι.
κ 1301 Κέλης: εἶδος πλοιαρίου μικροῦ. Ἀριστοφάνης· ἀλλ’ ἐκεῖναί γ’ οἶδ’ ὅτι ἐπὶ τῶν κελήτων διαβεβήκασιν ὀρθαί. καὶ ἵππος δὲ κέλης, ὁ γυμνός. λέγει οὖν, ὅτι ἐν πλοίῳ εἰσὶν ἐρχόμεναι. καὶ οὐχ ἁπλοῦν. ἐν Ἐπιγράμμασι· οὐκέτι Τιμάριον τὸ πρὶν γλαφυροῖο κέλητος πῆγμα φέρει πλωτόν, Κύπριδος εἰρεσίην. ἔστι δὲ εἶδος πλοίου. ὅτι τὸ κελητίζειν πρὸ τοῦ Ὁμήρου.
κ 1302 Κελητίζειν: κέλητα ἐλαύνειν. Ὅμηρος· ὡς δ’ ὅτ’ ἀνὴρ ἵπποισι κελητίζειν εὖ εἰδώς. Κέλης, ὁ σελλάριος.
κ 1303 Κελήτιον: μικρὸν πλοιάριον. ἀπὸ μεταφορᾶς τοῦ κέλητος ἵππου, ᾧ εἷς ἀνὴρ ἐπικάθηται.
κ 1304 Κέλωρ, Κέλωρος: ὄνομα κύριον.
κ 1305 Κελσῖνος, Εὐδώρου, Κασταβαλεύς, φιλόσοφος. ἔγραψε Συναγω‐ γὴν δογμάτων πάσης αἱρέσεως φιλοσόφου· καὶ ἕτερα.
κ 1306 Κελτίβηρες ἴδιον ἔχουσι κατὰ τὸν πόλεμον. πιεζομένων γὰρ τῶν πεζῶν, παρακαταβάντες καὶ ἐν τοῖς ἀγωγεῦσι τῶν ἵππων πασ‐ σαλίσκους ἔχοντες προσηρτημένους, τούτους πήξαντες πειθαρχεῖν ποιοῦσι τοὺς ἵππους.
κ 1307 Κελτοί: ὄνομα ἔθνους, οἱ λεγόμενοι Γερμανοί· οἳ ἀμφὶ τὸν Ῥῆνον ποταμόν εἰσιν, οἳ κατέθεον τὴν γῆν τῶν Ἀλβανῶν· οὓς καὶ Σήνωνας καλοῦσιν. περὶ τῶν Κελτῶν. ὅτι Κελτοὶ κατὰ Ῥωμαίων ἐστράτευσαν. ἀνὴρ δέ τις τῶν Κελτῶν ἡγεμονικός, τό τε σῶμα ἐκπρε‐ πὴς καὶ τὸν θυμὸν ἀλκιμώτατος προελθὼν τοῦ οἰκείου πλήθους ἐς μονομαχίαν προυκαλεῖτο τῶν ἐναντίων τὸν ἄριστον. Βαλέριος δέ τις ἡγεμὼν φάλαγγος ὑπέστη τὸ ἀγώνισμα, καὶ θείᾳ δέ τινι μοίρᾳ κατὰ γνώμην ἀποβάντος ἔτυχε τοῦ βουλεύματος. ἐπεὶ γὰρ προῆλθε τοῦ οἰκείου τάγματος ὁπλισάμενος, κόραξ προσιζάνει τῷ δεξιῷ τοῦ ἀνδρὸς βραχίονι· ἀντιπρόσωπος δὲ τῷ Κελτῷ κατὰ τὸν ἀγῶνα φερόμενος καὶ τοῖς τε ὄνυξιν ἀμύττων τὸ πρόσωπον καὶ ταῖς πτέρυξιν ἐπικα‐ λύπτων τοὺς ὀφθαλμοὺς ἀφύλακτον τῷ Βαλερίῳ τὸν πολέμιον παρα‐ δέδωκεν, ὁμοῦ τήν τε νίκην τῷ ἀνδρὶ καὶ τὴν ἀπὸ τοῦ συμβεβηκότος ἐπωνυμίαν χαρισάμενος· Κορβῖνος γὰρ δὴ τὸ ἐντεῦθεν ἐπεκλήθη· τῆς τε μαρτυρηθείσης ἀρετῆς ἕνεκα παρὰ τὰ καθεστηκότα Ῥωμαίοις νό‐ μιμα τῆς ὑπατικῆς ἀρχῆς ἔτι μειράκιον ὢν τυγχάνει.
κ 1308 Κέλυφος: τὸ λέπυρον τοῦ ᾠοῦ. ὅτι τὰς βαλάνους ἐσθίοντες τὰ κελύφη ἔκαιον.
κ 1309 Κελύφει: τῇ περικεφαλαίᾳ. ἡ εὐθεῖα τὸ κέλυφος. κελύφη δὲ θηλυκόν.
κ 1310 Κεμάς, κεμάδος. ἔλαφος, ὁ κοιμώμενος ἐν σπηλαίῳ· κοιμάς τις ὤν. εἰ δ’ ὡς ἐκ πελάγους ἐρρύσαο Δᾶμιν, ἄνασσα, κἠκ πενίης, θύσε χρυσόκερων κεμάδα.
κ 1311 Κέμυρος: ὄνομα κύριον.
κ 1312 Κένανδρον: κενὸν ἄνδρα.
κ 1313 Κενδεβαῖος: ὄνομα κύριον.
κ 1314 Κενεβρίων: θνησιμαίων. κενέβρια γὰρ τὰ νεκριμαῖα, κατὰ ἐναλλαγὴν τῶν στοιχείων.
κ 1315 Κενεμβατεῖν: εἰς κενὰ βαίνειν, κενὰ ἐπιχειρεῖν.
κ 1316 Κενεὸν καὶ Κενόν: μάταιον. πρὸς ταῦτα Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω. καὶ αὖθις· οὐ δῆτα· μήπω νοῦ τοσόνδ’ εἴην κενή. ἀντὶ τοῦ συνέσεως κούφη. καὶ Κενεὸς ὁμοίως.
κ 1317 Κενεών: ὁ περὶ τὸν λαγόνα τόπος. κενὸς γάρ ἐστιν ὀστέων.
κ 1318 Κενῆς: ἐστερημένης, κεκενωμένης. μή τις ὡς κενῆς σκύμνον λεαίνης δυσμενῶν ἀναρπάσῃ. οἱ γὰρ κυνηγοὶ τηροῦσι τὸν καιρόν, ὁπότε ἔρημοι τῶν μητέρων γένωνται οἱ σκύμνοι.
κ 1319 Κενινήτης: ἀπὸ τόπου.
κ 1320 Κενθίππη.
κ 1321 Κενοδοξία: ματαία τις περὶ ἑαυτοῦ οἴησις.
κ 1322 Κενόν: ἀνθρώπων ἔρημον. Σοφοκλῆς πρὸς Οἰδίπουν· ἀλλ’ εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς, ξὺν ἀνδράσι κάλλιον ἢ κενὸν κρατεῖν. ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.
κ 1323 Κενοτάφια: τινὰ εἰσὶν ἑλισσόμενα, ὡς τύπος νεκροῦ. μὴ ἔχοντα ἔνδον νεκρόν.
κ 1324 Κενότερος: ἐλαφρότερος, ὁ κουφότερος. τὸ κενώσιμον τῆς ἰατρείας, τὸ θεραπευτικόν.
κ 1325 Κενοῦμαι· γενικῇ.
κ 1326 Κενοφωνίας: ματαιοφωνίας, ἀσεβείας, ἤγουν αἱρετικάς. καὶ Κενοφωνῶ.
κ 1327 Κενοσπουδία: ματαία σπουδή. καὶ Κενόσπουδος, ὁ ἐπὶ ματαίοις σπουδαῖος.
κ 1328 Κενῶν φάους: τυφλῶν.
κ 1329 Κένσαι: ἐπιπλῆξαι.
κ 1330 Κενταυρικῶς: ἀγροίκως. ἀκόσμως, ὑβριστικῶς· ὅτι καὶ οἱ Κένταυροι ὑβρισταί· οἱ δὲ ἀντὶ τοῦ μαλακῶς. εἰρωνεύεται γὰρ ὁ Ἡρακλῆς. ὁ γὰρ Διόνυσος μαλακὸς καὶ τρυφηλός. Ἀριστοφάνης Βατράχοις· τίς τὴν θύραν ἐπάταξεν; ὡς Κενταυρικῶς ἐνήλατο. καὶ αὖθις· οἵους οὔτε τοὺς Κενταύρους τοὺς τὸ Πήλιον ἔχοντας οὔτε τοὺς Λαιστρυγόνας τοὺς τὸ Λεοντῖνον πεδίον οἰκήσαντας.
κ 1331 Κέντει τὸν πῶλον περὶ τὴν νύσσαν.
κ 1332 Κεντηνάριον.
κ 1333 Κεντήματα.
κ 1334 Κεντιλίων σχολῆς: εἶδος ἀξιώματος.
κ 1335 Κέντορος: τοῦ τοὺς ἵππους κεντοῦντος.
κ 1336 Κεντῶ· αἰτιατικῇ.
κ 1337 Κεντών, κεντῶνος: Ῥωμαϊστί. καὶ Κεντώνιον.
κ 1338 Κέντρα: τὰ τῶν ἵππων πλῆκτρα. κέντρα διωξικέλευθα.
κ 1339 Κεντρηνεκέες· καὶ Κεντρηνεκής, ὁ κέντρῳ πλησσόμενος.
κ 1340 Κέντριον: τὸ βουκέντριον.
κ 1341 Κεντρίσας τὸν ἵππον.
κ 1342 Κεντροτύπος: μοχθηρός. ἢ ὁ ἡνίοχος. παρὰ τὸ κεντρεῖν τοὺς ἵππους.
κ 1343 Κ̶: τοῦτο τὸ σημεῖον κέντρον δηλοῖ.
κ 1344 Κέντρων: τουτέστι χαλεπὸς καὶ φρικτός. καθὸ καὶ τοὺς ἡνιόχους κεντροτύπους καλοῦμεν, τοὺς τοῖς κέντροις τοὺς ἵππους τύπτοντας. ἢ κέντρων, ὁ ἐκ πολλῶν συνερραμμένος. ἐπεὶ τοιαῦτα τοῖς ὑποζυγίοις συρράπτοντες καλοῦσι κέντρωνας· ὡσαύτως καὶ λόγους ἐκ διαφόρων συνειλεγμένους καὶ ἕνα σκοπὸν ἀπαρτίζοντας, οἷά εἰσι τὰ Ὁμηρόκεντρα. οἱ δὲ τὸν λοίδορον ἀκούουσιν, οἷον κεντροτύπος. ἢ κέντρων, ὁ κλέπτης· διὰ τὸ βασανιζομένοις τοῖς κλέπταις καὶ κέντρα προσφέρεσθαι. Κέντρα καὶ τὰ τῶν ἵππων πλῆκτρα. διελάσας τὸν ἵππον καὶ τὰ κέντρα προσβαλὼν παρεῖναι διὰ ταχέων.
κ 1345 Κεντυρίων: ἑκατόνταρχος.
κ 1346 Κενοὶ κενὰ λογίζονται: παροιμία. Ἀρχίας γὰρ Κύπρον βουλόμενος προδοῦναι Δημητρίῳ καὶ φωραθείς, καλῳδίῳ τῶν ἐκ τῆς αὐλαίας παραπεπετασμένων ἑαυτὸν ἀπεκρέμασε. τῷ γὰρ ὄντι διὰ τὰς ἐπιθυμίας κενοὶ κενὰ λογίζονται. καὶ γὰρ ἐκεῖνος δόξας πεντακόσια τάλαντα προσλήψεσθαι καὶ τὰ προϋπάρχοντα προσαπώλεσε. καὶ αὖθις Ἀριστοφάνης· ἐσδραμὼν ἐς τὸ πρυτανεῖον κενῇ τῇ κοιλίᾳ ἔξεισι πλέᾳ. τουτέστιν ἐκ τῆς πόλεως.
κ 1347 Κέπφος: εἶδος ὀρνέου ὀξυτάτου. ὅτι κοῦφόν ἐστι καὶ ἐπιπλέον τοῖς κύμασιν. Ὦ κέπφε, ἀντὶ τοῦ ὦ εὐτελέστατε καὶ λάλε· φασὶ γὰρ τὸν κέπφον τοιοῦτον εἶναι. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἀλογίστων ἀνδρῶν. ὁ γὰρ κέπφος ἀφρὸν ἐσθίει θαλάττιον· οἱ δὲ παῖδες τῶν ἁλιέων ῥίπτουσι τὸ πρῶτον πόρρωθεν, εἶτα ἐγγυ‐ τάτω, εἶτα εἰς τὴν χεῖρα τὸν ἀφρὸν καὶ εὐχερῶς ἀγρεύουσιν.
κ 1348 Κεπφωθείς: ἐπαρθείς, ἐρεθισθείς, ὀξέως ἐλαυνόμενος.
κ 1349 Κέρα ἀγλαέ: οὐ τὴν τρίχα ψιλῶς, ἀλλ’ ἐμπλοκῆς τι γένος, ἐπὶ κέρατος τρόπον ἐμπλεκόμενος. ἔπλεκον δὲ καὶ Ἀθηναῖοι τέττιγας. καὶ παρ’ Ὁμήρῳ· πλοχμοί θ’, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο. καλλωπιζόμενε τῇ τοξικῇ· ἢ τῇ τριχώσει. κέρας γὰρ οἱ παλαιοὶ τὴν τρίχωσιν ἐκάλουν.
κ 1350 Κεραβάτης: ὁ ἐπὶ τῶν κεράτων βαίνων.
κ 1351 Κεραΐζει: πορθεῖ, ἀναιρεῖ, διαρπάζει.
κ 1352 Κεραμέως πλοῦτος: ὁ σαθρὸς καὶ μὴ βέβαιος.
κ 1353 Κεραμεύειν: κοινῶς ἀντὶ τοῦ κατεργάζεσθαι. ἦν δὲ καὶ κερα‐ μέως πατὴρ ὁ Κέφαλος. ἔλεγον δὲ κεραμεύειν καὶ τὸ κακῶς ποιεῖν τὰ κοινά.
κ 1354 Κεραμεικός: τόπος Ἀθήνησιν, ἔνθα οἱ ἐν πολέμῳ ἀναιρού‐ μενοι ἐθάπτοντο, ὡς Μενεκλῆς καὶ Καλλιστράτης περὶ Ἀθηναίων συγ‐ γράμμασί φασιν οὕτως. ἔστι δὲ καὶ δῆμος Κεραμεικός. εἰσὶ δὲ ἔνθεν καὶ ἔνθεν στῆλαι ἐπὶ τοῖς δημοσίᾳ τεθαμμένοις, ἔχουσαι ἐπιγραφάς, ποῦ ἕκαστος ἀπέθανεν. ὅτι Ἀνάχαρσις Σκύθης, φιλόσοφος, εὗρεν ἄγκυραν καὶ τὸν κεραμεικὸν τροχόν.
κ 1355 Κεραμεικός: τόπος τῆς Ἀττικῆς ὑψηλός, ὅπου ἐπετέλουν οἱ Ἀθηναῖοι κατ’ ἔτος λαμπάδος χοροῦ ἀγῶνα. ὑπάρχειν δὲ ἐκεῖσε πύργον ὑψηλόν· ἐφ’ ὃν συμβουλεύει αὐτὸν ἀναβάντα θεωρεῖν τὴν λαμπάδα, καὶ ὅταν ἀφεθῶσιν, ἀφεῖναι ἑαυτὸν κάτω.
κ 1356 Κεραμεικοί: δύο ἦσαν Κεραμεικοί, ὁ μὲν ἔνδον τῆς πόλεως, ὁ δὲ ἔξω· ἔνθα καὶ τοὺς ἐν πολέμῳ τελευτήσαντας ἔθαπτον δημοσίᾳ καὶ τοὺς ἐπιταφίους ἔλεγον.
κ 1357 Κεραμεικοί: δύο τόποι Ἀθήνησιν. ἐν δὲ τῷ ἑτέρῳ προειστή‐ κεισαν αἱ πόρναι.
κ 1358 Κεράμειον: ἀγγεῖον. τὸ δὲ κύριον Κεράμιον, διὰ τοῦ ι, εἰ μὴ πρόσκειται τὸ ἀγγεῖον. καὶ Κεράμεια τεύχη.
κ 1359 Κεραμικὴ μάστιξ: ὀστρακισμός.
κ 1360 Κεραμίς: δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος ἡ Κεραμίς. εἴληφε δὲ τοὔνομα ἀπὸ τῆς κεραμικῆς τέχνης καὶ τοῦ θύειν Κεράμῳ τινὶ ἥρωϊ.
κ 1361 Κεραμωτόν: τακτικὴ διάταξις· ὅπερ ἐποίουν Ῥωμαῖοι ἐν παιδιᾶς μέρει. λύσις ὀνείρου· βαίνων κεράμοις δυσμενῶν βλάβας φύγῃς.
κ 1362 Κεραννύουσι: κιρνῶσιν. Ὑπερίδης.
κ 1363 Κεραόν: τέλειον.
κ 1364 Κεραοξόος: ὁ τὰ κέρατα ἐργαζόμενος. ἐν Ἐπιγράμμασι· νῦν δέ με Νικομάχῳ κεραοξόος ἥρμοσε τέκτων.
κ 1365 Κέραρε.
κ 1366 Κέρας: τὸ τοῦ πολέμου μέρος, καὶ τοῦ τόξου.
κ 1367 Κέρας, κέρως, κέρᾳ: ἐπὶ τῆς παρατάξεως· Θουκυδίδης ηʹ· τοῦ εὐωνύμου κέρως. ἐν τῇ αὐτῇ· καὶ οἱ μὲν Ἀργεῖοι τῷ σφετέρῳ αὐτῶν κέρᾳ. καὶ ἐν πᾶσιν οὕτως.
κ 1368 Κέρας: ἡ ἰσχὺς παρὰ τῇ θείᾳ γραφῇ. ἐκ μεταφορᾶς τῶν ζῴων τῶν καθωπλισμένων τοῖς κέρασι καὶ τούτοις ἀμυνομένων.
κ 1369 Κέρας Ἀμαλθείας· ζήτει ἐν τῷ Ἀμαλθείας κέρας.
κ 1370 Κέρας: ἰσχυρόν τι δηλοῖ καὶ μόνιμον. Δαβίδ· ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ.
κ 1371 Κέρας τοῦ δικαίου: οὕτως ἐκάλεσε τὸ εὐσεβὲς φρόνημα. τουτέστι περίβλεπτος ἔσται.
κ 1372 Κεράς: ἐπίρρημα, ἀντὶ τοῦ κεραστικῶς. μετὰ δ’ αὖ κερὰς ἠφύσατ’ ἄλλο. ὁ δὲ νοῦς· ἀπὸ τοῦ κεράσματος ἄλλο ἤντλησεν ἀπὸ τοῦ ἄγγους, ἐν ᾧ ἦν.
κ 1373 Κεράσαν· κεράσαι δέ.
κ 1374 Κερασβόλα: τὰ σκληρὰ καὶ ἐν τοῖς σκληροῖς καὶ ἐν τοῖς ὀσπρίοις συμφυόμενα, τῇ μὲν χροιᾷ μέλανα, στρογγύλα δὲ καὶ ἰσομε‐ γέθη κέγχροις· ἃ συνεψόμενα τοῖς ὀσπρίοις οὐ τήκεται. εἴρηται δὲ ἀπὸ τοῦ τὴν κατασπορὰν καὶ τὸ ἄροτρον τοῖς κέρασι τῶν βοῶν βεβλῆσθαι καὶ ἀντιτύπτειν. ὅταν οὖν λέγῃ κερασβόλους, τοὺς ἀπαι‐ δεύτους καὶ σκληροὺς καὶ μὴ πειθομένους τοῖς νόμοις φησί.
κ 1375 Κερασοῦς: πόλις Ἑλληνὶς ἐπὶ τῇ θαλάττῃ, Σινωπέων ἄποι‐ κος. ὅτι Καρία ἡ κεφαλὴ κατὰ γλῶσσαν. ὅθεν καὶ κέρατα.
κ 1376 Κερασφόρους: κερατοφόρους.
κ 1377 Κεραυνός: ἔξαψις σφοδρὰ μετὰ πολλῆς βίας πίπτουσα ἐπὶ γῆς, νεφῶν παρατριβομένων ἢ ῥηγνυμένων. οἱ δὲ συστροφὴν πυρώ‐ δους ἀέρος βιαίως καταφερομένην. οὐκ ἀναιρεῖ δὲ ὁ κεραυνός, ἀλλ’ ἐπιφλέγει.
κ 1378 Κεραύνια: ὄρη.
κ 1379 Κεραυνός: ἡ ἀστραπή. παροιμία. Ἀριστοφάνης· εἰ βάλλει τοὺς ἐπιόρκους ὁ κεραυνός, πῶς οὐχὶ Σίμωνα καὶ Κλεώνυμον καὶ Θέωρον ἐνέπρησε; καίτοι σφόδρ’ εἰσὶν ἐπίορκοι. τῶν δὲ κεραυνῶν οἱ μὲν καταιβάται, οἱ δὲ ψολόεντες οἱ τῇ ψαύσει ὀλλύντες, οἱ δὲ ἀργῆ‐ τες καλοῦνται.
κ 1380 Κεραυνοί: ἀστραπαί. ποῦ ποτε κεραυνοὶ Διός; ἢ ποῦ φαέθων ἠέλιος, εἰ ταῦτ’ ἐφορῶντες κρύπτουσιν ἕκηλοι; οἷον οὐκ ἄγουσιν εἰς φῶς τὴν τούτων παρανομίαν.
κ 1381 Κέρβερος.
κ 1382 Κερδαλέος: ποικίλος, πανοῦργος. κερδαλέη γὰρ ἡ ἀλώπηξ. καὶ Κερδώ. καὶ Κερδαλεώτερος διὰ τοῦ ω μεγάλου.
κ 1383 Κερδαλεόφρων: δολιόβουλος, σκολιὰ βουλευόμενος.
κ 1384 Κερδᾶναι.
κ 1385 Κερδάνῃ· αἰτιατικῇ. αὐθυπότακτον. Κερδανεῖ δέ.
κ 1386 Κέρδιον: κρεῖττον, ὠφελιμώτερον.
κ 1387 Κερδισός: ὄνομα πόλεως.
κ 1388 Κέρδιστος: πανουργότατος.
κ 1389 Κέρδος αἰσχύνης ἄμεινον. εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίως καὶ τῶν ἀσέπτων ἔρξεται καὶ τῶν ἀθίκτων ἕξεται· ματαίων δὲ τίς ἔτι ποτ’ ἐν τοῖσδ’ ἀνὴρ θυμῷ βέλη ἔρξεται ψυχᾶς ἀμύνειν; τουτέστι τίς ἂν ἀπελάσειεν αὐτοῦ τὴν τιμωρίαν τοιαῦτα πράττοντος;
κ 1390 Κερδοσύνη: πανουργία.
κ 1391 Κερδώ: ὑποκοριστικῶς ἡ ἀλώπηξ. ὡς Εἰδοθέα, Εἰδώ, Ὑψιπύλη, Ὑψώ.
κ 1392 Κερδῷος θεός: ὁ Ἑρμῆς· ὡς κέρδους περιποιητικός, καὶ ἄγγελον δὲ αὐτὸν καλοῦσι καὶ κλῶπα. διὸ καὶ μάρσιπον αὐτὸν ποιοῦσι βαστάζειν. καὶ ἔφορον αὐτὸν τοῦ λόγου καὶ τῆς κλοπῆς, καὶ ἐμπολαῖον, ἤγουν κέρδους ἔφορον.
κ 1393 Κεραία: τὸ πλάγιον τοῦ ἱστοῦ. Πολύβιος· καθελόμενος τοὺς ἱστοὺς καὶ τὰς κεραίας ἔζευξε τούτοις βιαίως πρὸς ἀλλήλας.
κ 1394 Κέραιρε: κίρνα.
κ 1395 Κερεάλιος: ὄνομα κύριον.
κ 1396 Κερήνης: ὄνομα κύριον.
κ 1397 Κερρίς: ὄνομα ἰχθύος.
κ 1398 Κερκάσωρος: ὄνομα πόλεως.
κ 1399 Κερκίδας: εἷς ἦν τῶν τὰ Μακεδονικὰ φρονούντων.
κ 1400 Κερκίδες. Κερκίς: ἱστουργικὸν ἐργαλεῖον. καὶ εἶδος κυρίως φυτοῦ εὐαυξοῦς. κερκίδα δ’ εὐποίητον, ἀηδόνα.
κ 1401 Κερκόλυρα: ὄνομα τόπου.
κ 1402 Κέρκος: ἡ τῶν ἑρπετῶν οὐρά, καὶ παντὸς ζῴου. παρὰ τὸ σκαίρειν καὶ ἕρπειν. Ἀριστοφάνης· ἰδού, δέχου κέρκον λαγώ. τὴν οὐρὰν τοῦ λαγῳοῦ. ἔστι δὲ ἁπαλὸν καὶ τρυφερὸν τὸ ἔριον τοῦ λαγῳοῦ, ὥστε ἀντὶ σπόγγου χρήσασθαι, ὥστε τὰς λήμας περιψεῖν· τουτέστι καταμάσσειν, ἀποσπογγίζειν.
κ 1403 Κέρκος: ἡ οὐρά. διεβίβαζε δὲ τοὺς ἱππεῖς, ἑκάστου τῶν ἱππέων ἐκ τῆς κέρκου πεζοῦ προσηρτημένου.
κ 1404 Κέρκουρος: νηὸς εἶδος. Κέρκουροι καὶ μυοπάρωνες καὶ λέμβοι εἴδη πλοίων. καὶ παροιμία· Καὶ κέρκουρος ἐν λαχά‐ νοις. λάχανόν τι ἄγριον, εὐτελές, ἀφ’ οὗ ἡ παροιμία.
κ 1405 Κέρκωπες· δύο ἀδελφοὶ ἦσαν ἐπὶ γῆς, πᾶσαν ἀδικίαν ἐπι‐ δεικνύμενοι, καὶ ἐλέγοντο Κέρκωπες, ἐκ τῆς τῶν ἔργων δεινότητος οὕτως ἐπονομαζόμενοι. ὁ μὲν γὰρ αὐτῶν Πάσσαλος ἐλέγετο, ὁ δὲ Ἄκμων. ἡ δὲ μήτηρ Μεμνονὶς ταῦτα ὁρῶσα ἔλεγε, μὴ περιτυχεῖν Μελαμπύγῳ, τουτέστι τῷ Ἡρακλεῖ. φησὶ δὲ αὐτοὺς ὁ Ξεναγόρας εἰς πιθήκους μεταμορφωθῆναι διὰ τὴν κακοήθειαν, καὶ τὰς Πιθηκούσας ἀπ’ αὐτῶν ὀνομασθῆναι νήσους. τὰ δὲ ὀνόματα αὐτῶν Κάνδουλος καὶ Ἄτλας. οὗτοι οἱ Κέρκωπες Θείας καὶ Ὠκεανοῦ· οὕς φασιν ἀπολιθωθῆναι διὰ τὸ ἐγχειρεῖν ἀπατῆσαι τὸν Δία. ἡ δὲ παροιμία, Κερκωπίζειν· ἣν ὁ Χρύσιππος ἀπὸ τῶν σαινόντων τῇ κέρκῳ ζῴων φησὶ μετενηνέχθαι.
κ 1406 Κέρκωπες: πανοῦργοι, δόλιοι, ἀπατεῶνες, κόλακες· οἵ, καθάπερ ἡ ἀλώπηξ τοὺς θηρατικοὺς κύνας ἀπατᾷ, τοὺς ἁπλουστέρους φενακί‐ ζουσι τῇ κέρκῳ τῶν λόγων. φασὶ τοὺς Κέρκωπας γενέσθαι, ψεύστας, ἠπεροπῆας, ἀμήχανά τ’ ἔργ’ ἐάσαντας, ἐξαπατητῆρας· πολλὴν δ’ ἐπὶ γαῖαν ἰόντες ἀνθρώπους ἀπάτασκον, ἀλώμενοι ἤματα πάντα.
κ 1407 Κερκωπίζειν: ἡ παροιμία ἀπὸ τῶν προσσαινόντων τῇ κέρκῳ ζῴων μετήνεγκται. ἄμεινον δὲ λέγειν αὐτὴν ἀπὸ Κερκώπων, οὓς περὶ τὴν Λυδίαν ἱστοροῦσιν ἀπατηλοὺς σφόδρα καὶ ἀηδεῖς γενέσθαι.
κ 1408 Κερκώπη.
κ 1409 Κερκωπίζοντες: χλευάζοντες, μωκίζοντες, ὡς οἱ πίθηκοι.
κ 1410 Κέρκωψ, κέρκωπος: ἀπατεών. ἢ γένος πιθήκου. Κέκροψ δέ, Κέκροπος.
κ 1411 Κερκυόνη.
κ 1412 Κερκυών: ὄνομα λῃστοῦ, ὅστις διῆγε περὶ τὴν Ἐλευσῖνα καὶ τοὺς παρερχομένους ἠνάγκαζε παλαίειν αὐτῷ. ὅτι τὰ νῦν λεγόμενα Κέρκυρα Φαιακία τὸ πρότερον ἐκαλεῖτο, χώρα τῶν Φαιάκων.
κ 1413 Κέρμα: τὰ λεπτότατα. ἐπὶ γὰρ Ἰουστινιανοῦ τοῦ βασιλέως, τῶν ἀργυραμοιβῶν πρότερον ιʹ καὶ σʹ ὀβολούς, οὓς φόλεις καλοῦσιν, ὑπὲρ ἑνὸς στατῆρος χρυσοῦ προΐεσθαι τοῖς ξυμβάλλουσιν εἰωθότων, αὐτὸς ἐπιτεχνώμενος κέρδη οἰκεῖα πʹ καὶ ρʹ μόνους ὑπὲρ τοῦ στατῆ‐ ρος δίδοσθαι τοὺς ὀβολοὺς διετάξατο, χρυσοῦ ἕκτην ἀποτεμόμενος μοῖραν.
κ 1414 Κερματίζει: εἰς λεπτὰ διαιρεῖ. καὶ Κατακερματιών‐ των, εἰς λεπτὰ διακεκομμένων. καὶ μέγα κεφάλαιον ἠθροίσθη τῶν λέπτων κερματίων. καὶ Κατακερματίζει. ἐξήγαγεν ἐκ τῆς ζώνης τοὺς χρυσοῦς δαρεικούς, κατακερματίσαι θέλων καὶ διαλύσασθαι τῷ πανδοκεῖ.
κ 1415 Κεροβάτης: ὁ Πάν· ἐπειδὴ χηλὰς ἔχειν δοκεῖ τράγου· διὸ καὶ αἰγιβότης καὶ τραγοβάμων καλεῖται. ἢ ὅτι κέρατα ἔχει. ἢ τὴν βάσιν ἔχων κεράτινον· ἱστορεῖται γὰρ τὰ κάτω τράγου ἔχων· ὥστε ἀπὸ τῶν ποδῶν κερατοβάτης. ἢ ὁ εἰς τὰ κέρατα τῶν ὀρῶν βαίνων. ἢ ὁ ἐπὶ κέρατα βαίνων. Καλαμοφθόγγω δὲ παίζων· διότι οἱ ἀρχαῖοι καλάμῳ ἀντὶ κερατίου ἐχρῶντο. ᾔδεσαν μὲν γὰρ τὸ κέρας, ἀνέφερον δὲ τῷ ὀνόματι ἐπὶ τὴν ἀρχαίαν χρῆσιν· ὡς καὶ χορδὰς λέγομεν ἔτι καὶ νῦν τὰς ἐκ τῶν νεύρων, ὅτι τὸ παλαιὸν ἐντέριναι ἦσαν. καὶ παροιμία· δὸς τόξα κερουλκά.
κ 1416 Κερόεσσα: ἡ συμπλεκτική. καὶ Κερόεις, ὁ συμπλεκτικός.
κ 1417 Κερουλκός: ὁ Ἀπόλλων.
κ 1418 Κερωτή: μιτωτή.
κ 1419 Κερωφόρος.
κ 1420 Κέρσει: κόψει.
κ 1421 Κερσοβλέπτης: παῖς μὲν ἦν Κότυος, καὶ νεώτατος ὢν βασιλεὺς κατεστάθη Θρᾴκης ὑπὸ τοῦ πατρός. ὅτι Ἀμάδοκος, ὁ υἱὸς Ἀμαδόκου, ἦλθε Φιλίππῳ συμμαχήσων εἰς τὸν κατὰ Κερσοβλέπτου πόλεμον.
κ 1422 Κερτόμιος: ἐρεθιστικός. πολλάκι δὲ κράξασα πολύθροον, οἷά τις ἠχώ, κέρτομον ἀντῳδοῖς χείλεσιν ἁρμονίαν. ἐκέλευον ἐκκομισθῆναι μετὰ χορείας γαμηλίου τε καὶ κερτόμου καὶ τὸν ὑμέναιον ᾀδουσῶν γυναικῶν.
κ 1423 Κερτομῶ: τὸ χλευάζω. πρὸς αἰτιατικὴν συντάσσεται. πολλοὶ δὲ τοῦτον ἐκερτόμουν ὡς γαστρίμαργον.
κ 1424 Κερτομῶν: χλευάζων, ἐρεθίζων, σκώπτων.
κ 1425 Κεροίαξ.
κ 1426 Κέσκος οὐκ ἦν: πόλις ἐν Κιλικίᾳ, καὶ παρ’ αὐτὴν ποταμὸς Ἄνους ὄνομα. διόπερ οἱ κωμικοὶ παίζοντες τοὺς νοῦν οὐκ ἔχοντας Κέσκον φασὶν οὐκ ἔχειν.
κ 1427 Κεστὸν ἱμάντα: ποικίλον ἱμάντα. ᾧ πάντα ἐμυθεύετο ἐνυπάρχειν τὰ πρὸς ἀπάτην θελκτήρια.
κ 1428 Κεστός: ὁ διακεκεντημένος καὶ διαπεποικιλμένος ἱμάς· ἢ ἔνδυμα Ἀφροδίτης. καταχρηστικῶς δὲ καὶ πάντα τὰ τῶν γυναικῶν φαντα‐ σιώδη ἐνδύματα. καὶ ἐν Ἐπιγράμμασι· καὶ κεστοῦ φωνεῦσα μαγώ‐ τερα. ἀντὶ τοῦ θελκτικώτερα. καὶ αὖθις· χείλεα δὲ δροσόεντα, καὶ ἡ μελίφυρτος ἐκείνη ἤθεος ἁρμονίη κεστὸς ἔφυ Παφίης. ζήτει ἐν τῷ Ἀφρικανός, ὃς ἔγραψε τοὺς κεστούς.
κ 1429 Κεστρᾶν τεμάχη· Ἀριστοφάνης Νεφέλαις. οὐχ οἱ αὐτοὶ τοῖς κεστρεῦσιν ἰχθύσιν αἱ κεστρέαι· ἀλλ’ οἱ μὲν τὰς μυραίνας κέστρας ἀξιοῦσι καλεῖν· οἱ δὲ οὐ ταύτας, ἀλλά τι διάφορον ἄλλο γένος ἰχθύων. νῦν μέντοι κεστρεῖς καλοῦμεν τοὺς κεφάλους. τὸ λεγόμενον τεμάχιον μεγάλων κεστρῶν, τουτέστι τιμίων καὶ λαμπρῶν ἰχθύων. τὸ δὲ τέμαχος καὶ ἐπὶ πλακοῦντος, ἐπὶ πυρῶν οὐκέτι. καὶ παροιμία· Κεστρεὺς νηστεύει· ἐπὶ τῶν δικαιοπραγούντων, ἧττον δὲ φερο‐ μένων διὰ τοῦτο αὐτό. καὶ μηδὲν πλέον ἀπὸ τῆς δικαιοσύνης ἀποφερομένων· ἐπεὶ καὶ ὁ ἰχθὺς καθαρός ἐστι.
κ 1430 Κεστρέαι: εἶδος ἰχθύων αἱ κεστρέαι. τὸ δὲ ἀρσενικὸν κεστρεύς, κεστρέως. ἔστι δὲ καὶ εἶδος ἀφύων. καὶ ζήτει ἐν τῷ ἀφύα.
κ 1431 Κεστρεύς: ὁ νῦν λεγόμενος κέφαλος.
κ 1432 Κεστρεῖς: νήστις ἐκάλουν καὶ κεχηνότας καὶ πεινῶντας· λαίμαργοι γὰρ οὗτοι οἱ ἰχθύες. οὗτος γὰρ πάντων τῶν ἰχθύων ἀλληλοφαγούντων μόνος ἀπέχεται. νέμεται δὲ ἰλύν, ὡς Ἀριστοτέλης ἐν τοῖς Περὶ ζῴων. καὶ δῆλον ὅτι ταλαιπωρεῖ καταδυόμενος εἰς τὴν ἰλύν, καὶ ἧττόν τι φέρεται. ὁ νῦν λεγόμενος κέφαλος.
κ 1433 Κεστρῖνος: εἶδος ἰχθύος. σκεπτέον δὲ εἰ διαφέρει κεστρέως.
κ 1434 Κέστρος· ξένον ἦν τοῦτο τὸ εὕρημα κατὰ τὸν Περσικὸν πόλε‐ μον. τὸ δὲ βέλος τοιοῦτο διπάλαιστον ἦν, ἴσον ἔχον τὸν αὐλίσκον τῇ προβολῇ. τούτῳ ξύλον ἐνήρμοστο, τῷ μὲν μήκει σπιθαμιαῖον, τῷ δὲ πάχει δακτυλιαίαν ἔχον τὴν διάμετρον. εἰς δὲ τούτου τὸ μέσον ἐσφήνωτο πτερύγια τρία ξύλινα, βραχέα παντελῶς. τούτων δυεῖν κάλων ἀνίσων ὑπαρχόντων τῆς σφενδόνης, εἰς τὸ μέσον ἐνηγκυλίζετο τῶν κάλων εὐλύτως. λοιπὸν ἐν μὲν τῇ περιαγωγῇ τεταμένων τούτων ἔμενεν· ὅτε δὲ παραλυθείη θάτερον τῶν κάλων, κατὰ τὴν ἄφεσιν ἐκπῖπτον ἐκ τῆς ἀγκύλης καθαπερεὶ μολυβδὶς ἐκ τῆς σφενδόνης φέρεται καὶ προσπῖπτον μετὰ βιαίας πληγῆς κακῶς διετίθει τοὺς συγκυρήσαντας.
κ 1435 Κεύθειν: κρύπτειν.
κ 1436 Κευθήμων: φωλεῶν, ἀποκρύφων τόπων.
κ 1437 Κευθῆνες: οἱ καταχθόνιοι δαίμονες.
κ 1438 Κευθμώνων: κρυπτῶν τόπων, ἐνδοτάτων.
κ 1439 Κευθωνύμου κλέος, ἢ αἶσχος: ἐπὶ τῶν αἴσχιον κλέος ἐχόντων· ἢ ἄν τις ἐπικρύψειε τὸ ὄνομα· ἢ δυσωνύμου.
κ 1440 Κεφάλαια: τὰ χρήματα.
κ 1441 Κεφάλαιον· ὁ ἀπόστολος Παῦλός φησι· κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις. κεφάλαιον ἀεὶ τὸ μέγιστον λέγεται. καὶ αὖθις· μέγα κεφάλαιον ἠθροίσθη μικρῶν κερματίων. τίτλος διαφέρει κεφαλαίου. καὶ ὁ μὲν Ματθαῖος ἔχει τίτλους ξηʹ, κεφάλαια τνεʹ· ὁ δὲ Μάρκος τίτλους μηʹ, κεφάλαια λϛʹ· ὁ δὲ Λουκᾶς τίτλους πγʹ, κεφάλαια τμηʹ· καὶ ὁ Ἰωάννης τίτλους ιηʹ, κεφάλαια σλβʹ.
κ 1442 Κεφάλαιον· ἔνιοι τῶν ῥᾳθύμως ἐντετυχηκότων τοῖς ὑπὸ τῶν δέκα ῥητόρων γραφεῖσι λόγοις τὸ κεφάλαιον οἴονται παρειλῆφθαι ἐπὶ πράγματος καὶ λόγου μόνον· ὡς παρὰ Αἰσχίνῃ ἐν τῷ κατὰ Κτησιφῶν‐ τος· δι’ ἔνδειαν μὲν χρημάτων οἱ ξένοι Θηβαίοις τὴν ἄκραν οὐ παρέδοσαν· διὰ δὲ ἐννέα τάλαντα ἀργυρίου, πάντων Ἀρκάδων ἐξεληλυθότων, ἡ πρᾶξις οὐ γεγένηται. σὺ δὲ πλουτεῖς καὶ ταῖς ἡδοναῖς ταῖς ἑαυτοῦ χορηγεῖς καὶ τὸ κεφάλαιον, τὸ μὲν βασιλικὸν χρυσίον παρὰ τούτῳ. παρείληπται δὲ καὶ ἐπ’ ἀργυρίου τὸ κεφάλαιον· ὡς ὁ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος· καὶ τόκον ἤνεγκαν Δημο‐ σθένει τοῦ δωροδοκήματος, δραχμὴν τοῦ μηνὸς τὰς μνᾶς, ἕως τὸ κεφάλαιον ἀπέδοσαν.
κ 1443 Κεφάλαιον: παραλαμβάνεται ἐπὶ γράμματος καὶ λόγου καὶ ἀργυρίου. οὕτως Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος καὶ Δημοσθένης ἐν τῷ πρὸς Ἄφοβον.
κ 1444 Κεφαλαίῳ: ἁδρῷ. Ἀριστοφάνης· ἵνα μὴ κεφαλαίῳ τὸν κρό‐ ταφόν σου ῥήματι θενὼν ὑπ’ ὀργῆς, ἐκχέῃ τὸν Τήλεφον. ἀντὶ τοῦ ἁδρῷ. καὶ ἐν Νεφέλαις· οὐδ’ ἐδέσθαι δειπνοῦντα ἐξῆν κεφάλαιον τῆς ῥαφανῖδος οὐδ’ ἄνηθον τῶν πρεσβυτέρων ἁρπάζειν. κεφάλαιόν ἐστι τὸ πρὸς τὰ φύλλα καυλῶδες. οὐκ ἔτεμνον δὲ κατὰ μῆκος ὡς νῦν, ἀλλὰ κατὰ κύκλον τὴν ῥαφανῖδα. ῥαφανίς, ἄνηθον.
κ 1445 Κεφαλαίωσον: συντόμησον, συνάγαγε.
κ 1446 Κεφαλή: παρὰ τὸ κεκυφῶσθαι, ἤγουν κεκάμφθαι. καὶ οἱ ἰατροὶ σκαφεῖον αὐτὸ καλοῦσι. καὶ ὁ Ἱπποκράτης δὲ κύβητον. Μακεδόνες δὲ κέβην, τὸ β ἀντὶ τοῦ φ λαμβάνοντες, ὡς ἐπὶ Φερενίκης, Βερε‐ νίκης.
κ 1447 Κεφαλῆθεν: δῆμος Ἀκαμαντίδος ἡ Κεφαλή.
κ 1448 Κεφαλήν, Κεφαλῆνος κλίνεται. καὶ Κεφαληνία, χώρα.
κ 1449 Κεφαλίων ἢ Κεφάλων, Γεργίθιος, ῥήτωρ καὶ ἱστορικός, γεγονὼς ἐπὶ Ἀδριανοῦ. ἔφυγε δὲ τὴν πατρίδα δι’ ἀπέχθειαν δυναστῶν καὶ ἐβίω ἐν Σικελίᾳ. ἔγραψε παντοδαπὰς ἱστορίας ἐν βιβλίοις θʹ, ἅ‐ τινα ἐπιγράφει Μούσας, Ἰάδι διαλέκτῳ· Μελέτας τε ῥητορικὰς καὶ ἄλλα τινά.
κ 1450 Κεφαλὶς βιβλίου: ὅπερ τινὲς εἴλημά φασιν. ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ.
κ 1451 Κεφαλισμός· κεφαλισμοὺς λέγει Ἀριστοτέλης τοὺς τῶν πρώ‐ των ἀριθμῶν τῶν μέχρι δεκάδος πολλαπλασιασμούς. διὰ γὰρ τῆς περὶ τούτων γυμνασίας καὶ οἱ τῶν ὑστέρων καὶ μειζόνων καὶ ὁμοίων αὐτοῖς πολλαπλασιασμοὶ κατὰ μετάβασιν γνωρίζονται· ἀπὸ γὰρ τοῦ δὶς δύο τέσσαρα, γνωρίζεται ὁ δὶς εἴκοσι τεσσαράκοντα, καὶ ὁ εἰκοσάκις εἴκοσι τετρακόσια· καὶ ὁ διακοσιοντάκις εἴκοσι τετρακισχίλια, καὶ ἑξῆς ὁμοίως.
κ 1452 Κέφαλος, Ἀθηναῖος, ῥήτωρ καὶ δημαγωγός, ὃς πρῶτος προοίμια καὶ ἐπιλόγους προσέθηκε. γέγονε δὲ ἐπὶ τῆς ἀναρχίας.
κ 1453 Κέφαλος· οὗτος ἔσχε θυγατέρα τὴν Οἴην.
κ 1454 Κεφρήν: ὄνομα κύριον.
κ 1455 Κεχανδότα: χωροῦντα.
κ 1456 Κεχαρηότα: χαίροντα.
κ 1457 Κεχαρισμένε: πεφιλημένε. ὁ δὲ καὶ μᾶλλον μέγα ἐφρόνει, κεχαρισμένου τοῦ δώρου τῷ θεῷ γεγενημένου.
κ 1458 Κεχαρισμένως: εἰς χάριν αὐτῶν πάντα ποιεῖν.
κ 1459 Κεχαροίατο: χαρεῖεν.
κ 1460 Κεχειρωμένοι: ἡττημένοι.
κ 1461 Κέχηνα: ἐν ἴσῳ τῷ προσδέχομαι, ἢ δέομαι.
κ 1462 Κεχήνατε: ἐξαπατᾶσθε, ἐννεοί ἐστε.
κ 1463 Κεχηναίων πόλις: ἡ τῶν Ἀθηναίων, ὡς ληρούντων αὐτῶν. ἀπὸ τοῦ κεχηνέναι ἔλαβε τὸ ὄνομα, ὡς μετέωρα τῶν Ἀθηναίων φρονούντων.
κ 1464 Κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας· Ἀριστοφάνης. ἐμ‐ ποδίζων, ἀντὶ τοῦ μασώμενος. ἢ ἀπὸ τοῦ τὸν σῦκα λαμβάνοντα χάσκειν.
κ 1465 Κεχήνη· ἡ συναίρεσις τοῦ κεχήνη Ἀττική. τὸ γὰρ ε καὶ α εἰς η συναιροῦσι, καὶ ἐστὶ συναλοιφὴ ἀπὸ τοῦ κεχήνεα. οἱ δὲ σφόδρα προσέχοντές τινι κεχήνασι. δύναται δὲ εἶναι κατὰ μεταφορὰν τῶν ὀρνίθων τῶν ἔτι νεοττῶν, τὴν τροφὴν προσδεχομένων καὶ κεχηνότων. οἷον οὖν τροφή μοι ἦν τὸ ἀκοῦσαί τι τῶν Αἰσχύλου.
κ 1466 Κεχηνότες: χαύνως ὁρῶντες.
κ 1467 Κεχηνότες: μωροί. μὴ περιπέτεσθε, ὦ μωροὶ κεχηνότες· τὸ γὰρ κεχηνέναι ἐπὶ τῶν ἀνοήτων παραλαμβάνεται. Ἀριστοφάνης· μὴ περιπέτεσθε πανταχῆ κεχηνότες.
κ 1468 Κεχολώσεται: ὀργισθήσεται.
κ 1469 Κεχωσμένος.
κ 1470 Κέχρημαι· δοτικῇ.
κ 1471 Κεχρησμῳδημένων: μεμαντευμένων.
κ 1472 Κεῖθεν· καὶ Κεῖθι, ἐν ἐκείνῳ τῷ τόπῳ. καὶ Κεῖσε· εἰς ἐκεῖνον τὸν τόπον.
κ 1473 Κεῖμαι.
κ 1474 Κειμένους: κολαζομένους. Ἀριστοφάνης Βατράχοις· ἐν δὲ τούτῳ κειμένους.
κ 1475 Κειμήλια: κτήματα, ἢ ἀποκείμενα χρήματα.
κ 1476 Κεῖος ἀνήρ: ἀπὸ τῆς Κέω. πολίτης. καὶ Κίος δὲ παρα‐ θαλάσσιος τόπος. καὶ Κιώτης, ὁ πολίτης.
κ 1477 Κεῖο: εὐκτικῶς. Κείω δὲ τὸ κοιμῶμαι.
κ 1478 Κείρει: ἐσθίει, κατεσθίει.
κ 1479 Κειρία: εἶδος ζώνης ἐκ σχοινίων, παρεοικὸς ἱμάντι, ᾗ δεσμοῦσι τὰς κλίνας. Ἀριστοφάνης Ὄρνισιν· οὐδ’ ἂν χαμευνῇ πάνυ γε κειρίαν γ’ ἔχων. Κειρίον δὲ τὸ σχοινίον.
κ 1480 Κειρία: ἡ σπαργάνωσις.
κ 1481 Κειριάδης: Ἱπποθοωντίδος.
κ 1482 Κειτούκειτος: Οὐλπιανός, εἷς τῶν δειπνοσοφιστῶν. ἐκλήθη δὲ οὕτως διὰ τὸ συνεχῶς προβάλλειν, εἰ κεῖται ὥρα ἐπὶ τοῦ τῆς ἡμέρας μορίου· καὶ εἰ ὁ μέθυσος ἐπὶ ἀνδρός· καὶ εἰ μήτρα ἐπὶ τοῦ ἐδωδίμου βρώματος· σύαγρός τε εἰ κεῖται ἐπὶ τοῦ συός. καὶ νόμον εἶχεν ἴδιον, μηδενὸς ἀποτρώγειν, πρὶν εἰπεῖν, κεῖται ἢ οὐ κεῖται.
κ 1483 Κηδάρ: δεύτερος τοῦ Ἰσμαὴλ υἱός. οἱ δὲ τούτου ἀπόγονοι μέχρι τήμερον οὐ πόρρω τῆς Βαβυλῶνος ἐσκήνηνται.
κ 1484 Κήδεα: κακά.
κ 1485 Κηδεμονία: πρόνοια. καὶ Κηδεμών, φροντιστής, ἐπιμελητής, προνοητής.
κ 1486 Κηδεός: ὁ νεκρός.
κ 1487 Κηδεστής: ὁ κατ’ ἐπιγαμβρίαν οἰκεῖος, ἢ πενθερός. οὐ μόνον δὲ ὁ διδούς, ἀλλὰ καὶ ὁ λαμβάνων. οὐ χρῆν σε κρύπτειν ὄντα κηδεστὴν ἐμόν.
κ 1488 Κήδεται· γενικῇ. φροντίζει, βοηθεῖ, ἐπιμελεῖται.
κ 1489 Κηδεύειν: φροντίζειν, ἢ θάπτειν. Αἰλιανός· καὶ ἄλλως αὐτοῦ παλλακίδι ἐπιμανείς, ὡς ἤδη θεραπαίνῃ, τὸν ἄθλιον ἐν νεκροῖς ἠρίθμουν. καὶ οἵγε κηδόμενοι τοῦ ἀνδρὸς ὠδύροντό τε αὐτὸν καὶ θεοὺς ἐκάλουν συμμάχους καὶ πρὸ πάντων Σάραπιν.
κ 1490 Κηδεία: ταφή, ἐκφορά.
κ 1491 Κήδειν: κακοῦν, λυπεῖν.
κ 1492 Κηδείους: οἰκείους, προσφιλεῖς.
κ 1493 Κηδήσαντες: θεραπεύσαντες, ἢ λυπήσαντες.
κ 1494 Κήδομαί σου: φροντίζω. Κήδω δὲ σέ, λυπῶ.
κ 1495 Κῆδος: ἡ συναλλαγὴ τοῦ γάμου, ἢ τοῦ πένθους. καὶ ἡ λύπη, ὅτι καίεσθαι ποιεῖ. ἐς κῆδος γὰρ ἀλλήλοις ξυνηλθέτην εὐθύς. καὶ αὖθις· Τισσαφέρνης δὲ κηδεύσας Ἀρταξέρξῃ καὶ τὴν σατραπείαν λαβὼν τὴν ἐπὶ θαλάσσῃ.
κ 1496 Κηδωλός. ὁ φροντίζων καὶ κηδόμενος ὅλων.
κ 1497 Κηδωνίδης, Κηδωνίδου. οὗτος τεθρυλημένος ἦν ἐπὶ παιδ‐ εραστίᾳ ἀνυπερβλήτῳ, ὡς Αὐτοκλείδης καὶ Θέρσανδρος.
κ 1498 Κῇεν: ἔκαιεν.
κ 1499 Κηκάς: ὁ λοίδορος. καὶ Κηκασμός.
κ 1500 Κηκίδιος, διθυράμβων ποιητής, πάνυ ἀρχαῖος. μέμνηται αὐτοῦ Κρατῖνος ἐν Πανόπταις. καὶ Ἀριστοφάνης· ἀρχαῖα καὶ Διιπολιώδη καὶ τεττίγων ἀνάμεστα καὶ Κηκιδίου.
κ 1501 Κηκίς: ὀξύτης. ἢ Κηκίς, βαμματικὸν στύμμα· ἢ καρπὸς τῆς δρυὸς ἐπιτήδειος εἰς βαφήν. καὶ οὐδετέρως Κηκίδιον.
κ 1502 Κῆλα: βέλη. ὁτὲ δὲ σημεῖα.
κ 1503 Κηλέῳ: καυστικῷ πυρί.
κ 1504 Κηλέστης: ὁ ἀπατεών.
κ 1505 Κηληθμός: ἀπάτη. ἀπὸ τοῦ χαλῶ, χαληθμὸς καὶ τροπῇ κηληθμός. καὶ Κήλημα ὁμοίως.
κ 1506 Κήλησις: πειθὼ μετὰ τέρψεως. ἡ διὰ λόγων ἡδονὴ κατα‐ κλῶσα. καὶ ἡσυχία σὺν ἡδονῇ. ἀπὸ τοῦ χαλῶ.
κ 1507 Κηλητήρια ᾄσματα: θελκτικὰ μέλη. γράψαντας ἐς τοὺς ιβʹ θεοὺς χρῆναι ταῦτα ᾄδεσθαι, οἱονεὶ τῶν παρόντων κακῶν κηλη‐ τήρια.
κ 1508 Κηλήτης.
κ 1509 Κηλῖδα.
κ 1510 Κηλιδωτόν: ἐρρυπωμένον.
κ 1511 Κηλίς, κηλῖδος. ῥύπος, μῶμος, χρῶμα, μορφή, ἕλκος, οὐλή. ὥσπερ οὖν τὰ ἐκ τῶν Τιτανικῶν σπερμάτων φύντα τῷ βίῳ τῶν ἀνθρώπων κηλῖδα προσετρίψαντο.
κ 1512 Κῆλον: τὸ ξύλινον βέλος.
κ 1513 Κηλόνειον: τὸ γεράνιον.
κ 1514 Κηλούμενος: τερπόμενος, φλεγόμενος, οἷον αὐλοῖς καὶ ἡδυ‐ φωνίαις. Κηλῶ γὰρ τὸ ὑπ’ αὐλὸν ἥδομαι.
κ 1515 Κηλῶ: βλάπτω, ἀπατῶ.
κ 1516 Κήλων: ὁ θερμὸς εἰς συνουσίαν.
κ 1517 Κηλώνιον: ὁ ἵππος.
κ 1518 Κημὸν καταμηλῶν· Ἀριστοφάνης· ἔπειτ’ ἀναγκάζω πάλιν ἐξεμεῖν, ἅττ’ ἂν κεκλόφωσί μου. καταμηλοῦν λέγουσι τὸ τὴν μήλην καθίεσθαι ὑπὸ τοῦ ἰατροῦ εἰς τὸν λαιμόν, ὡς ποιοῦσιν οἱ ἐμοῦντες. τὸ δὲ ὅλον βούλεται, ὅτι καταψηφιζόμενος αὐτῶν καὶ καταδικάζων ἀναγκάζω ἐμεῖν τὰς κλοπάς.
κ 1519 Κημός: εἶδος χαλινοῦ· ἢ φιμός. κέντρα διωξικέλευθα, φιλορ‐ ρώθωνά τε κημόν.
κ 1520 Κημός: πλέγμα κωνοειδές, δι’ οὗ καθιᾶσιν οἱ δικασταὶ τὴν ψῆφον εἰς τὸν κάδον. Ἀριστοφάνης· κἀπισταίην ἐπὶ τοῖς κη‐ μοῖς. καὶ τὸ τοῖς ἵπποις ἐπιτιθέμενον, καὶ γυναικεῖον προκόσμημα, καὶ αἱ αὐλητικαὶ φορβειαί, καὶ κρίκου τι γένος, καὶ πόα τις, καὶ ὄσπριόν τι παρὰ Θρᾳξίν. ἐν Ἐπιγράμμασι· καὶ ἀμφίτρητον ὑπεικτὰν κημόν. καὶ μηχανικόν τι πυρφόρον μηχάνημα.
κ 1521 Κηναῖος: ὁ Ζεύς.
κ 1522 Κῆνσος: τὸ νόμισμα. ἐτήσιον τέλος. παρὰ τὸ καίνω, τὸ κόπτω.
κ 1523 Κῆνσος: οὕτω τῇ ἐπιχωρίῳ γλώσσῃ Ῥωμαῖοι τὴν ἐξέτασιν τοῦ Ῥωμαϊκοῦ πλήθους προσαγορεύουσιν.
κ 1524 Κήνσωρ: τιμητὴς παρὰ Ῥωμαίοις ὀνομαζόμενος, ἐξεταστής τις τῶν πολιτικῶν διαιτημάτων πρὸς τὸ σῶφρον καὶ ἀρχαιότροπον ἑκάστου τῶν πολιτῶν ἐπιστρέφων τὸν βίον.
κ 1525 Κηώδης: ὁ τεθυμιαμένος. καὶ Κηώεντι, εὐώδει, τεθυμια‐ μένῳ. αἰεὶ κηώεντι μύρῳ τὸ διάβροχον ὀστεῦν, καὶ λιπαραὶ θυόεν ἆσθμα πνέουσι κόμαι. καὶ Κηώεις.
κ 1526 Κηπαία: ἡ ἐν τῷ κήπῳ παγίς.
κ 1527 Κηπεύω· Κηπεία· Κηπίον δὲ οὐδετέρως.
κ 1528 Κῆπος: εἶδος κουρᾶς. δύο γάρ εἰσι κουραί, σκάφιον καὶ κῆπος. τὸ μὲν οὖν σκάφιον τὸ ἐν χρῷ, ὁ δὲ κῆπος τῷ προμετώπῳ κεκοσμῆ‐ σθαι. Ἀριστοφάνης· οἶσθ’ ᾧ μάλιστ’ ἔοικας ἐπτερωμένος; εἰς εὐτέλειαν χηνὶ συγγεγραμμένῳ. σὺ δὲ κομψίων γε σκάφιον ἀποτετιλμένος.
κ 1529 Κῆπος: πόλις κατὰ Βόσπορον οὕτω καλουμένη.
κ 1530 Κῆρ: ψυχή· καὶ θανατηφόρος μοῖρα. καὶ κῆρες, θανατηφόροι μοῖραι. ἤτοι αἱ καῆναι ἐπιφέρουσαι. καὶ ἐν ᾅδου ποταμῷ Πυριφλεγέθοντι καὶ Ἀχέροντι καὶ Κωκυτῷ· ὁ μὲν ἀπὸ τοῦ φλέγειν, ὁ δὲ ἀπὸ τοῦ τὰ ἄχη εἰς αὐτὸν ῥεῖν, ὁ δὲ ἀπὸ τῶν θρήνων καὶ κωκυτῶν. κωκυτὸς δέ ἐστι φωνῆς μίμησις θρηνούντων. λέγουσι δὲ καὶ Ἀλίβαντά τινα εἶναι ποταμόν· ἀπὸ τοῦ ἅπαντα καταξηραίνειν καὶ μηδὲ λιβάδα ὑπάρχειν, ἤγουν ἰκμάδα. καὶ τὸ ὄξος δὲ ἀλίβαντά φασιν, ὅτι νενεκρωμένος οἶνός ἐστι. κῆρ δὲ ἡ ψυχή· ὅτι διάπυρος ἐστι. τὸ γὰρ ἔμφυτον θερμόν, τοῦτο ψυχή. εἰμὶ δὲ κῆρ τυμβοῦλος· ὁ δὲ κτείνας με Κόροιβος.
κ 1531 Κῆρας: θανάτου καὶ φθορᾶς αἰτίους. ἀξιῶν αὐτοὺς πάσης ἐλαύνεσθαι γῆς καὶ θαλάττης, ὡς ὄντας κῆρας πόλεών τε καὶ πολι‐ τείας· νῦν δὲ στεφανῶν αὐτοὺς καὶ παράδειγμα τιθέμενος γενναίου βίου καὶ σώφρονος.
κ 1532 Κηρεσιφόρητος: ὁ τὸν θάνατον φέρων.
κ 1533 Κήριθος: πόλις.
κ 1534 Κήρινθος: ὄνομα κύριον.
κ 1535 Κήρινον ἐκμαγεῖον: ἡ φαντασία τοῦ νοός. καὶ Κήρινος. καὶ Ἐκηριώθην, ἀντὶ τοῦ ἐσκοτώθην, ἢ διὰ τὸ δέος κήρινος ἐγενόμην.
κ 1536 Κηρόθι: ἐκ ψυχῆς.
κ 1537 Κηροῦ εὐπλαστότερος: ἐπὶ τῶν ῥᾳδίως τι ποιούντων. τῷ δὲ Ἀσκληπιοδότῳ σπουδὴ ἦν εἰς τὸ χρωματικὸν καὶ διατονικὸν εἶδος τῆς μουσικῆς· ὥστε τὴν ἑαυτοῦ φωνὴν καὶ τὰ περὶ αὐτὴν ὄργανα τῆς φύσεως εὐπλαστότερα κηροῦ διετίθετο καὶ μετερρύθμιζεν ἐς ὅ τι ἠβούλετο, καὶ ἡ χρεία παρῆν· ὥστε καὶ ζῴων ἁπάντων μιμεῖσθαι καὶ τῶν ἄλλων κτύπων τὰς ἀπηχήσεις.
κ 1538 Κηροφορεῖν: κηρία φέρειν.
κ 1539 Κηρωτή.
κ 1540 Κηρύκαινα: θήλεια. καὶ Κηρυκίνας ἐκάλουν Ἀλεξανδρεῖς γυναῖκας, αἵτινες εἰς τὰς αὐλὰς παριοῦσαι καὶ τὰς συνοικίας, ἐφ’ ᾧτε συναγείρειν τὰ μιάσματα καὶ ἀποφέρειν εἰς θάλασσαν, ἅπερ ἐκάλουν φυλάκια.
κ 1541 Κηρυκεύω· δοτικῇ.
κ 1542 Κήρυκες: γένος ἐν Ἀθήναις, ὠνομασμένον ἀπὸ Κήρυκος τοῦ Ἑρμοῦ.
κ 1543 Κηρυκεία: ὁ διδόμενος μισθὸς κήρυξιν, ἐπὶ ταῖς γινομέναις πράξεσιν. οὕτως Ἰσαῖος. σημαίνει δὲ καὶ τὴν κηρύκευσιν. λέγεται καὶ οὐδετέρως κηρύκειον, ὁ ἐπὶ τῇ κηρύξει μισθός· ὃ παρ’ ἡμῖν μήνυτρον λέγεται. καὶ Κηρύκειον, ὄρος Ἐφέσου.
κ 1544 Κηρύκειον· σύνθημα φιλίας ἦν τοῖς βαρβάροις, συναντᾶν στεφάνους ἔχοντας καὶ θαλλούς, ὥσπερ τὸ κηρύκειον τοῖς Ἕλλησι, διασαφοῦντες, ὅτι πάρεισι διὰ ταῦτα βουλόμενοι μήτε ποιῆσαι μήτε παθεῖν τι δυσχερὲς μηδέν.
κ 1545 Κηρύκειον: σκῆπτρον. ἢ ἐφ’ ὃ ἀναβὰς κηρύσσει.
κ 1546 Κηρύκειον: ξύλον, ἔχον ἑκατέρωθεν δύο ὄφεις περιπεπλεγμέ‐ νους καὶ ἀντιπροσώπους ἀλλήλοις κειμένους· ὅπερ εἰώθασι φέρειν οἱ κήρυκες μετ’ αὐτῶν, καὶ οὐκ ἐξῆν αὐτοὺς ἀδικεῖν, παρ’ οὓς ἀπέρχον‐ ται. σύμβολον δὲ ἦν τὸ μὲν ὀρθὸν ξύλον τοῦ ὀρθοῦ λόγου, τὸ δὲ παρ’ ἑκάτερα εἶδος τῶν ὄφεων τὰ ἀντιτασσόμενα στρατόπεδα. ὁ γὰρ ὀρθὸς λόγος δι’ ἀμφοτέρων χωρεῖ.
κ 1547 Κηρύκειος γραφή.
κ 1548 Κηρυκίνη ῥάβδος: ἡ τοῦ Ἑρμοῦ.
κ 1549 Κηρύλος: ὁ ἄρρην ἀλκυών, ὃς ἐν ταῖς συνουσίαις ἀποθνήσκει. Εὐφρόνιός φησι τοὺς Δωριεῖς λέγειν, βάλε δέ, βάλε, κηρύλος εἴην· τοὺς δὲ Ἀττικοὺς κειρύλον. τοὺς δὲ ἄρρενας γηράσκοντας αἱ θήλειαι βαστάζουσι τοῖς πτεροῖς. καὶ μήποτε παρὰ τὸ κείρειν ἐσχημάτισται. ὁ γὰρ Σποργίλος ἦν κουρεύς. μνημονεύει αὐτοῦ Πλάτων ἐν Σοφισταῖς· τὸ Σποργίλου κουρεῖον, ἔχθιστον τέγος.
κ 1550 Κῆρυξ ἐν πολέμῳ, πρέσβυς ἐν εἰρήνῃ.
κ 1551 Κῆρυξ: ὁ ἀλεκτρυών. τρίτον δὲ ᾄδει.
κ 1552 Κηρύττω· αἰτιατικῇ.
κ 1553 Κησιφῶν: ὄνομα κύριον.
κ 1554 Κῆσος: ὄνομα ποταμοῦ.
κ 1555 Κῆτος: θαλάσσιον θηρίον πολυειδές. ἔστι γὰρ λέων, ζύγαινα, πάρδαλις, φύσαμος, πρῆστις, ἡ λεγομένη μάλλη, ὃ καὶ δυσανταγώνιστόν ἐστι· καὶ κριός, ἰδεῖν ἐχθρὸν ζῷον.
κ 1556 Κῆττοι: δῆμος τῆς Λεοντίδος.
κ 1557 Κῆυξ: εἶδος ἱέρακος. σημαίνει δὲ καὶ ὄνομα κύριον.
κ 1558 Κηφᾶς: ὄνομα κύριον.
κ 1559 Κηφεύς: ὄνομα κύριον.
κ 1560 Κηφηῒς γῆ: ἡ τοῦ Κηφέως.
κ 1561 Κηφήν: ἡ ἀγρία μέλισσα. ἀργός, ἄπρακτος, μετέωρος. ὅτι Βελισάριος ξὺν γέλωτι εἶπεν· οὐ δίκαιον τοὺς κηφῆνας μὲν ὑφ’ ἑτέρων πόνῳ μεγάλῳ ἀπόλλυσθαι, ἄλλους δὲ τοῦ μέλιτος οὐδεμιᾷ ταλαιπωρίᾳ ὀνίνασθαι. τοῦτο δὲ εἶπε φυλάσσων τὴν λείαν, ὅπως ἀξίως διανέ‐ μοιτο. καὶ Κηφήνεσι κουθούροισι, τοῖς καθεζομένοις καὶ φυ‐ λάττουσι τὴν τῶν μελισσῶν ἔξοδον. οὖροι γὰρ οἱ φύλακες. κούθουροι οὖν οἱ τὰς θύρας φυλάσσοντες. λέγεται δὲ ἐκ τούτου καὶ ἄνθρωπος ὁ μηδὲν δρᾶν δυνάμενος.
κ 1562 Κηφισίς, Κηφισίδος: ἡ λίμνη.
κ 1563 Κηφισόδημος, Ἀθηναῖος, λάλος ῥήτωρ, δεινὸς περὶ τὰς δίκας, ἀντιπολιτευόμενος Περικλεῖ. Σκυθῶν δὲ ἐρημία, ἡ ἀγριότης, ὁ ὄλεθρος. οὗτοι γὰρ ἐπὶ τῶν ἁμαξῶν φέρονται οἱ Σκύθαι.
κ 1564 Κηφισόδοτος· οὗτος Ἀλωπεκόννησον πολιορκῶν ἀπεχειροτο‐ νήθη καὶ κριθεὶς ἑάλω καὶ ἀπέτισε πέντε τάλαντα.
κ 1565 Κηφισόδωρος, Ἀθηναῖος, τραγικὸς τῆς ἀρχαίας τραγῳδίας. ἔστιν αὐτοῦ τῶν δραμάτων Ἀντιλαΐς, Ἀμαζόνες, Τροφώνιος, Ὗς.
κ 1566 Κηφισόδωρος, ἄλλος μέν, ὃς κεκωμῴδηται ὡς ὀνώδης· ἕτερος δὲ ὁ ὕπαρχος, ὃς ἐν Μαντινείᾳ μετὰ Γρύλλου τοῦ Ξενοφῶντος ἀπέθανεν.
κ 1567 Κηφισσός: ποταμός.
κ 1568 Κηφισοφῶν: ὄνομα κύριον. Ἀριστοφάνης· εὖ γ’, ὦ Παλά‐ μηδες, ὦ σοφωτάτη φύσις, ταυτὶ δέ ποτ’ αὐτὸς εὗρες, ἢ Κηφισοφῶν; ἐγὼ μόνος· τὰς δ’ ὀξίδας Κηφισοφῶν.
κ 1569 Κηφόν: ἀργύριον.
κ 1570 Κῆχος.
κ 1571 Κιανοί: οἱ τῆς Κίου· οὓς Προυσίας παρασπονδῆσαι ἠθέλησε διά τινας αἰτίας.
κ 1572 Κίβαλος: ὁ λῃστής.
κ 1573 Κιβδηλία: ὁ ἐκ τοῦ ἀργύρου ῥύπος. τουτέστι μοχθηρία καὶ ζηλοτυπία. ἅμα δὲ ὅτι τὰ νομίσματα κιβδηλεύεται, παρὰ τὸ ὑπὸ Κίοις δεδομένον. Ἀριστοφάνης Ὄρνισι· πολλὴν ἀφεῖλες τοῦ βίου κιβδηλίαν.
κ 1574 Κιβδηλιῶντες: ὠχροί.
κ 1575 Κίβδηλον: οὕτως ἐκάλουν τὸ νόθον ἢ ἀδόκιμον νόμισμα, καὶ παρακοπέν. Νόμων ἑνδεκάτῳ· ὁ μὲν δοῦλος φερέσθω τὸ κιβδηλευ‐ θέν. καὶ Πισίδης· πραγμάτων πάντως δύο κίβδηλός ἐστιν ἐργάτης εἷς, ὡς λόγος. Κίβδηλον μέν ἐστιν ὅταν ἔχῃ ἐπιφάνειαν ὡς ἀστεῖον, ᾖ δὲ μοχθηρὸν τῷ τρόπῳ. παρὰ τὸ κεύθειν τὸ δῆλον, ἢ παρὰ τὸ Χῖος καὶ τὸ βδελυκτόν· ἀπὸ ἱστορίας. ὁ Κροῖσος κιβδήλοις ταῖς ἐφ’ ἑαυτοῦ ἀκοαῖς μένων καὶ τὴν βασιλείαν τὴν πατρῴαν θάλπων τε καὶ περισκέπων καὶ περιστέλλων. κίβδηλον δὲ ἄρα κακὸν δοῦλοι ὡς εἰσίν, ἐν τῇ Κλεοπάτρᾳ ἀνεφάνη.
κ 1576 Κίβησις: ἡ κιβωτός.
κ 1577 Κίβος: κιβώτιον.
κ 1578 Κιβωτός: λάρναξ, κίστη. κιβωτὸς καὶ κίστις διαφέρει. ὅτι ἡ μὲν κίστις εἰς ὑποδοχήν ἐστιν ἐδεσμάτων, ἡ δὲ κιβωτὸς ἱματίων καὶ χρημάτων.
κ 1579 Κιγηλός: ὁ πτωχός. ἀπὸ ὀρνέου τινὸς θαλασσίου οὕτω καλου‐ μένου. ἔστι δὲ ζῷον ἀσθενές, ὥστε μηδὲ ἰδίαν καλιὰν ποιεῖν, ἐν ταῖς ἑτέρων δὲ τίκτειν. κινεῖ δὲ καὶ τὰ οὐραῖα πτερά.
κ 1580 Κίγκαλος: εἶδος ὀρνέου λεπτοῦ καὶ ἀσάρκου. καὶ παροιμία· Πτωχότερος λεβηρίδος καὶ κιγκάλου.
κ 1581 Κιγκλιδάριοι: ἀπὸ τῆς κιγκλίδος. οἷς δὴ τὰ ἀρχεῖα ἐπεφρόντιστο, τῆς τε ἄλλης εὐκοσμίας πέρι, καὶ ὅπως μὴ χύδην ἅπασι τοῖς βουλομένοις εἰσιτητέα εἴη.
κ 1582 Κιγκλίδας: ἰδίως τὰς διπλᾶς θύρας, ἅστινας δικλίδας φασίν. ἢ κιγκλίς, ἡ ὀπή, δι’ ἧς ἡ κλεὶς πέμπεται.
κ 1583 Κιγκλίδες: αἱ τῶν δικαστηρίων θύραι. ὁ κάγκελος, ἢ τοῦ ἱεροῦ οἴκου.
κ 1584 Κιγκλίζει: σαλεύει, μοχλεύει, ἦχον ποιεῖ, κινεῖ.
κ 1585 Κίγκλος: ὄρνεον τὴν ὀσφῦν πολλὰ κινοῦν, ὅ τινες σεισοπυγίδα καλοῦσιν. ἔστι δὲ σφόδρα λεπτόν. καί, ἡ πτωχότερος κίγκλου· παροιμία, ᾗ κέχρηται Μένανδρος Θαΐδι.
κ 1586 Κιγχάνειν: τὸ ἐπεξιέναι οἱ περὶ Σόλωνα.
κ 1587 Κιδαλίη: νῆσος.
κ 1588 Κίδαρις: περίθεμα κεφαλῆς ἢ ἐκ τῆς τριχὸς ὕφασμα, ἤτοι εἶδος καμηλαυκίου, ὃ καὶ τιάρα νοεῖται· τινὲς δὲ κίδαριν λέγουσι περικράνιον πιλίον ἢ στέφανον ἢ φακιόλιον ἢ πῖλον βασιλικὸν Περσῶν· ἢ τὸ στρόφιον, ὃ οἱ ἱερεῖς φοροῦσιν.
κ 1589 Κίδναται: σκορπίζεται.
κ 1590 Κιθάρα: λύρα.
κ 1591 Κιθαραοιδότατος· παῖδας ἐφύτευσας ὅτι χειροτεχνικωτάτους. πρῶτα μὲν ἅπασι φίλον ἄνδρα τε σοφώτατον, τὸν κιθαραοιδότατον, ᾧ χάρις ἐφέσπετο. Ἀριστοφάνης φησί.
κ 1592 Κιθαρός: ἰχθὺς ποιός· λέγεται καὶ τὸ στῆθος.
κ 1593 Κιθαιρών: ὄρος ἐν Βοιωτίᾳ.
κ 1594 Κικέρων: ὁ ῥήτωρ· περὶ οὗ γέγραπται ἐν τῷ φ στοιχείῳ περὶ Φολουίας τῆς Ἀντωνίου γυναικός. ζήτει ἐν τῷ Φολουία.
κ 1595 Κίκι: εἶδος ἐλαίου. ἐλαίῳ κικίνῳ ἀναμίξαντες.
κ 1596 Κικίλιος, Ἀργεῖος, ἐποποιός. Ἁλιευτικὰ γεγραφώς· καὶ Νουμήνιος Ἡρακλεώτης, Παγκράτης Ἀρκάς, Ποσειδώνιος Κορίνθιος, Ὀππιανὸς Κίλιξ. καταλογάδην δὲ ἔγραψαν οὗτοι· Σέλευκος Ταρσεύς, Λεωνίδης Βυζάντιος, Ἀγαθοκλῆς Ἀτράκιος.
κ 1597 Κίκινος· ναὶ μὰ τὸν εὐέρωτα Τιμοῦς φιλέρωτα κίκινον. καὶ Ἀριστοφάνης· ὡς ἐγὼ τοὐμὸν νομίζω γῆρας εἶναι κρεῖττον, ἢ πολλῶν κικίννους νεανιῶν καὶ σχῆμα καὶ εὐρυπρωκτίαν.
κ 1598 Κίκις: ὄνομα κύριον. ὁ ἀδελφὸς Ἀλκαίου.
κ 1599 Κικλήσκουσι: καλοῦσι.
κ 1600 Κικονία χώρα.
κ 1601 Κικόνιον ὄρνεον καὶ Κικόνιος οἶνος.
κ 1602 Κῖκυς: ἀρσενικὸν ὁ ἀσθενής. Κῖκυς δὲ θηλυκὸν ἡ ἰσχύς.
κ 1603 Κίλλης: ὄνομα κύριον.
κ 1604 Κιλλίβαντες: τρισκελῆ ἐστί τινα ξύλα, ἐφ’ ὧν τιθέασι τὰς ἀσπίδας διαναπαυόμενοι, ἐπειδὰν κάμωσι πολεμοῦντες. Ἀριστοφάνης· τοὺς κιλλίβαντας οἶσε, παῖ, τῆς ἀσπίδος.
κ 1605 Κιλίκια: τὰ ἐκ τριχῶν συντιθέμενα ὑφάσματα.
κ 1606 Κιλίκιος ὄλεθρος: οἱ γὰρ Κίλικες λῃστείαις χρώμενοι ἐπ’ ὠμότητι διεβέβληντο.
κ 1607 Κιλίκιος τράγος: ὁ δασύς. τοιοῦτοι γὰρ ἐν Κιλικίᾳ γίνονται τράγοι. ὅθεν καὶ τὰ ἐκ τῶν τριχῶν συντιθέμενα Κιλίκια λέγονται. ὅτι οἱ Κίλικες ἐπὶ πονηρίᾳ διεβέβληντο. ὅθεν καὶ τὸ ἐγκιλικεύεται, ἀντὶ τοῦ κακοηθεύεται· ἐγκιλικίζειν γὰρ τὸ κακοηθίζεσθαι.
κ 1608 Κιλικισμόν: Θεόπομπος ὁ ἱστορικὸς τὸν ἐκ παροινίας φόνον λέγει.
κ 1609 Κιλίκων: ἐπώνυμον Ἀχαιοῦ τοῦ Μέροπος, ἀπὸ τροφοῦ Κιλίσσης· ὃς τὴν πατρίδα Μίλητον προδέδωκε τοῖς Πριηνεῦσι καὶ τὸν βασιλέα στρατηγῶν. παρόσον Κίλικες διεβέβληντο ἐπὶ πονηρίᾳ καὶ ὠμότητι, διὰ τοῦτο ἐκλήθη Κιλίκων. Φερεκράτης· ἀεί ποθ’ ἡμῖν ἐγκιλικίζους’ οἱ θεοί. εὔπορος δὲ ἦν, ὥστε καὶ παροιμίαν ἐπ’ αὐτῷ εἰρῆσθαι· ἀγαθὰ Κιλίκων. λείπει τὸ ἔχει.
κ 1610 Κιλλικών· οὐδὲν πονηρόν, ἀλλ’ ὅπερ καὶ Κιλλικών. οὗτος παρέδωκε τὴν Σάμον. ὡσεὶ εἶπεν· οὐδὲν κακὸν ποιῶ, ἀλλ’ ἱεροσυλῶ. ἐπὶ πονηρίᾳ γὰρ ἐτεθρύλλητο ὁ Κιλλικών, ὃς προὔδωκε Μίλητον Πριηνεῦσι. πυνθανομένων δὲ πολλάκις αὐτοῦ τίνων, τί μέλλει ποιεῖν, ἔλεγε, πάντα ἀγαθά. καὶ ἔστι παροιμία· πάντα ἀγαθά, ὡς ἔφη Κιλλι‐ κών. ὕστερον μέντοι παρὰ Θεαγένους τινὸς εἰσῆλθεν ὠνησόμενος κρέα· κἀκεῖνος ὑποδεῖξαι ἐκέλευσε, πόθεν κόψαι θέλει· προτείναντος δὲ τὴν χεῖρα, ἀπέκοψε καὶ εἶπε· ταύτῃ τῇ χειρὶ οὐ προδώσεις πόλιν ἑτέραν.
κ 1611 Κίλιξ: ὄνομα κύριον.
κ 1612 Κίλιος: ὄνομα κύριον.
κ 1613 Κιλίσσης: τῆς τροφοῦ Ἀχαιοῦ τοῦ Μέροπος.
κ 1614 Κιμβέρινον ἐνδύσομαι: εἶδος ἱματίου, ἀπὸ τόπου. Ἀριστο‐ φάνης· κιμβέρινον ἐνδύσομαι.
κ 1615 Κίμβρος: ὁ λῃστής. καὶ Κίμβρων· ὁ δὲ τοῖς σώμασι τῶν Κίμβρων ἀψαυστεῖν ἐκέλευεν, ἕως ἡμέρα γένηται, πολύχρυσα εἶναι δοκῶν.
κ 1616 Κίμβικα: σφηκία, ἢ μελίσσια, ἢ μικρολογία, ἢ διαστροφή.
κ 1617 Κιμμέριοι: οἱ Βοοσπορηνοί. ζήτει ἐν τῷ Γύγης.
κ 1618 Κιμωλία: λευκὴ γῆ.
κ 1619 Κίμωλος: ὄνομα νήσου.
κ 1620 Κίμων, Μιλτιάδου, ἐπὶ τοὺς σὺν Θεμιστοκλεῖ κατελθόντας βαρβάρους ἐστρατήγησε καὶ πλεύσας εἰς Κύπρον καὶ Παμφυλίαν ἐπολέ‐ μησε καὶ ἐπ’ Εὐρυμέδοντι ποταμῷ ναυσὶ καὶ πεζῷ νικᾷ ἐπὶ τῆς αὐτῆς ἡμέρας. οὗτος ἔταξε καὶ τοὺς ὅρους τοῖς βαρβάροις· ἐκτός τε γὰρ Κυανέων καὶ Χελιδονέων καὶ Φασηλίδος (πόλις δὲ αὕτη τῆς Παμφυ‐ λίας) ναῦν Μηδικὴν μὴ πλεῖν νόμῳ πολέμου, μηδὲ ἵππου δρόμον ἡμέρας ἐντὸς ἐπὶ θάλατταν καταβαίνειν βασιλέας· αὐτονόμους τε εἶναι τοὺς Ἕλληνας καὶ τοὺς ἐν τῇ Ἀσίᾳ. ἐν Κιτίῳ δὲ τῆς Κύπρου τελευτᾷ.
κ 1621 Κίμων, Ἀθηναῖος. οὗτος τῇ ἀδελφῇ Ἐλπινίκῃ συγκοιμηθεὶς διεβλήθη πρὸς τοὺς πολίτας καὶ διὰ τοῦτο ὠστρακίσθη πρὸς τῶν Ἀθηναίων. οὗτος ἔγραψεν Ἱπποσκοπικόν, βιβλίον θαυμάσιον.
κ 1622 Κιμώνεια λείψανα. καὶ Κιμώνειον, ἱερὸν τοῦ Κίμωνος.
κ 1623 Κιννάβαρι, κινναβάρεως.
κ 1624 Κινναβευμάτων· ζήτει ἐν τῷ ἀπακροφυσιολόγους.
κ 1625 Κίνναβος: τὸ εἴδωλον, πρὸς ὃ οἱ πλάσται καὶ οἱ ζῳγράφοι βλέποντες διατίθενται πλάττοντες καὶ γράφοντες. Ἀριστοφάνης, καὶ ἄλλοι πολλοί.
κ 1626 Κινάβρα: κυρίως ἡ τῶν κυνῶν βρῶσις, κυνοβόρα τις οὖσα. καὶ ἡ δυσωδία τῶν μασχαλῶν, ἢ τῶν αἰγῶν.
κ 1627 Κιναβρώντων αἰγῶν: τῶν δυσοσμίαν ποιούντων ἐκ τῶν μασχαλῶν.
κ 1628 Κίναδος: ἡ ἀλώπηξ. ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μ’ ὅπου; Αἴας φησὶ περὶ Ὀδυσσέως.
κ 1629 Κίναδος: εἶδός τι θηρίου· ὡς καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου. τοῦτο δὲ καὶ φύσει κίναδός ἐστι τἀνθρώπιον. πᾶν μὲν θηρίον κίναδος ἀξιοῦσι καλεῖσθαι· ἰδίως δὲ τὴν ἀλώπεκα. κακοῦργος ὡς ἀλώπηξ. ἰδίως δέ φασι Σικελιώτας τὴν ἀλώπεκα κινάδιον καλεῖν.
κ 1630 Κιννάμωμον· Ἡρόδοτος λέγει, ὄρνιθας φέρειν ταῦτα τὰ κάρφη· ἡμεῖς δὲ παρὰ Φοινίκων μαθόντες καλοῦμεν οὕτω.
κ 1631 Κινδαψός: ὄρνις τις.
κ 1632 Κινδυνεύει: ἀντὶ τοῦ ἐγγίζει. ἢ Κινδυνεύειν, τὸ πολέ‐ μου μετέχειν. ἀλλ’ ἐν ἀπόρῳ τὸ κινδυνεύειν ἔχωσιν, ἐπὶ τοῖς ἐναντίοις οὔσης τῆς ἐπιχειρήσεως. οὐκ ἀξιοῦντος ἐν ἀνδρὸς εὐγενοῦς ψυχῇ κινδυνεύειν τὸ κοινόν.
κ 1633 Κίνδυνον ἀναρρίψαι λέγουσι μεταφέροντες ἀπὸ τῶν κύβων.
κ 1634 Κίναιδα· καὶ Κιναιδία: ἡ ἀναισχυντία. ὅτι ὁ τῆς Κλεοπάτρας κίναιδος Χελιδὼν ἐκαλεῖτο.
κ 1635 Κίναιδος: ἀσελγής, μαλακός. καὶ ἐν Ἐπιγράμμασι· ὡς μεγάλου κιναίδου.
κ 1636 Κιναῖος: ὄνομα τόπου.
κ 1637 Κινέας: εἷς ἦν τῶν προϊεμένων Φιλίππῳ τὰ Θετταλῶν πράγ‐ ματα.
κ 1638 Κινεῖς τὸν ἀνάγυρον: ἐπὶ τῶν ἐπισπωμένων ἑαυτοῖς τὰ κακά. ἔστι δὲ τὸ φυτὸν ὁ ἀνάγυρος δυσῶδες τριβόμενον, ἀλλὰ καὶ ἀλεξίκακον. ἄλλοι δὲ ὀνόγυρον τὸ τοιοῦτον φυτὸν ὀνομάζουσιν.
κ 1639 Κινησίας: ὄνομα κύριον. οὗτος ἐπ’ ἀσεβείᾳ καὶ παρανομίᾳ διετεθρύλλητο. ἦν δὲ διθυραμβοποιός.
κ 1640 Κίνησις· ὅτι τῆς κατὰ τόπον κινήσεως ἐν μὲν ἀνθρώποις ὁ νοῦς αἴτιος· αὐτὸς γὰρ κινεῖ τὸ ζῷον· ἐν δὲ ἀλόγοις ἡ αἴσθησις. ἕτερον δέ ἐστι παρὰ ταῦτα τὸ κατὰ τόπον κινητικόν· τὸ γὰρ ὀρεκτι‐ κὸν τῆς κατὰ τόπον κινήσεως αἴτιον. τοῦτο δὲ διάφορόν ἐστι· καὶ γὰρ ἐν ταῖς λογικαῖς δυνάμεσίν ἐστιν ἡ ὄρεξις, καὶ ἐν τοῖς ἀλόγοις. [Start of a diagram][Logical Relationship in a Diagram start mark]ἡ κίνησις[Logical Relationship in a Diagram end mark] [Start of a diagram section]ἡ κατὰ τόπον[End of a diagram section] [Start of a diagram section]ἡ κατ’ ἀλλοίωσιν[End of a diagram section] [Start of a diagram section]ἡ κατ’ αὔξησιν[End of a diagram section] [Start of a diagram section]ἡ κατὰ φθίσιν[End of a diagram section] [Logical Relationship in a Diagram start mark]ἡ κίνησις[Logical Relationship in a Diagram end mark] [Start of a diagram section]αʹ· αὔξησις[End of a diagram section] [Start of a diagram section]βʹ· μείωσις[End of a diagram section] [Start of a diagram section]γʹ· φορά[End of a diagram section] [Start of a diagram section]δʹ· ἀλλοίωσις[End of a diagram section] [Start of a diagram section]εʹ· γένεσις[End of a diagram section] [Start of a diagram section]ϛʹ· φθορά[End of a diagram section][End of a diagram] ὅτι κινεῖσθαί ἐστι καὶ τὸ μεταβάλλειν τόπον ἐκ τόπου. ὅτι τὰ κύκλῳ κινούμενα ἄφθαρτα. ἄλλως περὶ κινήσεως· Κίνησις· οὐκ ἔστι, φησί, τῇ βώλῳ τὸ κινεῖσθαι κατὰ φύσιν ἐπὶ τὰ κάτω, οὐδὲ τῷ πυρὶ τὸ φέρεσθαι πρὸς τὰ ἄνω· οὐδὲ γὰρ τὴν ἀρχὴν τῆς τοιαύτης κινή‐ σεως ἐν ἑαυτοῖς ἔχουσιν· ἀλλ’ ἔξωθεν ὑπ’ ἄλλου κινούμενα. ἕκαστον γὰρ τῶν στοιχείων ἐν τῇ ὁλότητι τῇ ἑαυτοῦ ἕστηκεν· αἱ γὰρ ὁλότητες ἑστάναι βούλονται ἢ κύκλῳ κινεῖσθαι, διότι καὶ ἡ κύκλῳ κίνησις στάσις τίς ἐστι. καὶ κατὰ φύσιν μὲν ἡ βῶλος κινουμένη τῇ οἰκείᾳ ὁλότητι ἀκίνητος· καὶ τόδε τὸ πῦρ τῇ οἰκείᾳ σφαίρᾳ. ἐπειδὰν δὲ ἐν τῷ παρὰ φύσιν ἡ βῶλος ἢ τὸ ὕδωρ ἢ ὅδε ὁ ἀὴρ γένηται, πρὸς τὴν ἑκάστου ὁλότητα αὐτοῦ ἐπείγεται, τὴν προσήκουσαν στάσιν ἀπολαβεῖν ζητοῦν· ὑπὸ γάρ τινος ἔξωθεν βίας ἐκστάντα τοῦ κατὰ φύσιν, κινεῖται τὴν ἐπὶ τὸ παρὰ φύσιν ὁδόν. ἐν ὁδῷ δὲ κινεῖται, ἅτε ἐν ἀλλοτρίῳ ὑπάρχοντα τόπῳ καὶ τῆς ἰδίας ὁλότητος παρὰ φύσιν ἐστερημένα· οὐκοῦν οὐ φύσει ἡ ἐπὶ τὸν κατὰ φύσιν τόπον κίνησις· ἐκινοῦντο γὰρ ἂν ταύτας τὰς κινήσεις καὶ αἱ ὁλότητες. οὕτως μὲν οὖν αἱ τοιαῦται τῶν μερῶν κινήσεις οὐ κατὰ φύσιν, ἀλλ’ ὁδοὶ ἐπὶ τὸ κατὰ φύσιν. δύναται δὲ ἄλλως κατὰ φύσιν λέγεσθαι· ὥσπερ λεγόμενον καὶ τὴν ὑγίανσιν κατὰ φύσιν, παρὰ φύσιν δὲ τὴν οἷον νόσανσιν, ὅτι ἡ μὲν ἐπὶ τὸ κατὰ φύσιν ἄγει, ἡ δὲ ἐπὶ τὸ παρὰ φύσιν. τὸ γὰρ πρώτως κινοῦν, εἰ μὲν σῶμα εἴη, καὶ αὐτὸ κινεῖται. κινεῖ γὰρ καὶ ἡ βακτηρία τὴν θύραν καὶ τὴν βακτηρίαν ἡ χείρ, οὐδ’ αὐτὴ μένουσα ἀκίνητος, ἀλλὰ κινουμένη. ἂν δὲ τὸ πρώτως κινοῦν ἀσώματον ᾖ, οὐδεμία ἀνάγκη καὶ αὐτὸ κινεῖσθαι ἐν τῷ ἕτερον κινεῖν, ἐπεὶ καὶ τὸ θεῖον κινοῦν τὸ πᾶν ἀκίνητόν ἐστιν, ἑστῶσαν ἔχον καὶ οὐσίαν καὶ δύναμιν καὶ ἐνέργειαν. ἄλλως τε δὲ οὐδὲν τῶν ὀρεκτῶν κινοῦν κινεῖται· ὥσπερ οὐδὲ τὸ κάλλος, πολλάκις τὸν ἐραστὴν κινοῦν, οὐ κινεῖται· οὐδὲ ἡ εἰκὼν κινοῦσα τὸν εἰς αὐτὴν ἀφορῶντα· καὶ ἕτερα τοιαῦτα. ὅτι Πλάτων αὐτοκίνητον λέγων τὴν ψυχὴν οὐ τὴν κατὰ τόπον κίνησιν λέγει. ὅτι ἡ ψυχὴ μεταβάλλει πολλάκις ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ, ὡς ἐκ τοῦ μὴ εἰδέναι τόδε εἰς τὸ εἰδέναι. εἰ δὲ μετα‐ βάλλει, καὶ κινεῖται. ἔστι δὲ ἡ τοιαύτη κίνησις καὶ μεταβολὴ γένεσίς τις· ἀλλ’ οὐχ ἁπλῶς οὐσίας γένεσις. διαφέρει δὲ κίνησις ἐνεργείας. ἡ μὲν γὰρ κίνησις ἀτελής ἐστιν ἐνέργεια, ἡ δὲ ἐνέργεια ἀθρόα ἐστί· διὸ καὶ τὰ θεῖα ἄνευ δυνάμεως ἐνέργειαί εἰσι. ζητεῖται δέ, πότερον δύο εἰσὶν αἱ κινήσεις ἐν τῷ κινοῦντι καὶ κινουμένῳ ἢ μία, καὶ τίνος ἂν εἴη ἡ κίνησις, τοῦ κινοῦντος ἢ τοῦ κινουμένου. καί φασιν, ὅτι τοῦ κινουμένου· ἐκεῖνος γάρ ἐστιν ὁ ἐκ τοῦ ἀτελοῦς εἰς τὸ τέλειον προ‐ βαίνων, οὐχ ὁ κινῶν, ὡς ἐπὶ τοῦ μαθητοῦ ἔχει καὶ διδασκάλου· μία γὰρ ἡ κίνησις ἐπ’ ἀμφοῖν, ἀρχομένη μὲν ἀπὸ τοῦ διδασκάλου, τελευτῶσα δὲ εἰς τὸν μαθητήν. ὥστε καὶ ἡ ψυχὴ κινεῖται· μεταβάλλει γὰρ ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον καὶ οὐκ ἔχει τὴν ἐνέργειαν ἀθρόαν, οὐδέ ἐστιν ἄνευ δυνάμεως. ἄλλως τε ἐν οἷς τὸ πρότερον καὶ ὕστερον, ἐν τούτοις καὶ χρόνος· ἐν οἷς δὲ χρόνος, ἐν τούτοις καὶ κίνησις· καὶ γὰρ ἐπαλλάττουσι ταῦτα· διὸ καὶ ἐν οἷς κίνησις, ἐν τούτοις καὶ χρό‐ νος. ἔστι δὲ ἐν ψυχῇ τὸ πρότερον καὶ ὕστερον· κίνησις ἄρα. ὅτι δὲ ἐν τῇ ψυχῇ τὸ πρότερον καὶ ὕστερον· μέτεισι γοῦν ἀπὸ προτάσεως ἐπὶ συμπεράσματα, καὶ οὐ πάντα ἅμα γινώσκει, ἀλλ’ ἄλλο πρὸ ἄλλου, οὐδὲ πάντων ἅμα ὧν οἶδε τὴν προχείρησιν ποιεῖται, ἀλλὰ τοῦ μὲν πρότερον τοῦ δὲ ὕστερον, καὶ καθόλου μέτεισιν ἀπὸ ἀρετῆς εἰς κακίαν καὶ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν. καλῶς οὖν ὁ Πλάτων ἀπένειμεν αὐτῇ τὸ αὐτοκίνητον. καὶ Ἀριστοτέλης δὲ ἀκίνητον ταύτην εἰπών, οὐ ταύτην εἶπε τὴν κίνησιν μὴ προσεῖναι αὐτῇ, ἀλλὰ μηδεμίαν τῶν φυσικῶν καὶ συνεγνωσμένων ἡμῖν κινήσεων. καὶ γὰρ οὔτε αὔξεται οὔτε μειοῦται οὔτε κατὰ ποιότητα ἢ ποσότητα μεταβάλλει, ἀλλὰ κατ’ ἄλλας τινὰς κινήσεις τὰς νοητικὰς καὶ μάλιστα ζωτικάς. κινεῖται δὲ ἡ ψυχὴ κατὰ ἀλλοίωσιν, ὡς ἀπὸ τῆς διαθέσεως εἰς ἕξιν μεταβάλλουσα, ἐξ ἀνεπιστημοσύνης εἰς ἐπιστήμην. ὁ δὲ Ἀριστοτέλης μὴ κινεῖσθαι ταύτην ἔφησεν, ὡς πρὸς τὰς σωματικὰς κινήσεις ἀποβλέπων. εἰ γὰρ κινεῖται ἡ ψυχὴ μὴ κατὰ συμβεβηκός, ὑπάρχοι ἂν καὶ τόπος αὐτῇ· πᾶσαι γὰρ αἱ κινήσεις ἐν τόπῳ, δηλονότι αἱ σωματικαί· πᾶν γὰρ τὸ ἐν τόπῳ σῶμά ἐστι. [Start of a diagram][Logical Relationship in a Diagram start mark]τῶν κινουμένων[Logical Relationship in a Diagram end mark] [Start of a diagram section]τὰ μὲν κατ’ οὐσίαν ἔχει τὴν κίνησιν.[End of a diagram section] [Start of a diagram section]τὰ δὲ κατὰ συμβεβηκός.[End of a diagram section] [Logical Relationship in a Diagram start mark]τῶν δὲ κατὰ συμβεβηκός[Logical Relationship in a Diagram end mark] [Start of a diagram section]τὰ μὲν κινεῖται ὡς ἔχοντα ἰδίαν κίνησιν, ὥσπερ ὁ πλωτήρ· κινεῖται γὰρ κατὰ συμβεβηκὸς ἐν τῇ νηῒ κινουμένῃ, δυνάμενος καὶ αὐτὸς κινεῖσθαι.[End of a diagram section] [Start of a diagram section]τὰ δὲ ὡς καθ’ αὑτὰ ἀκί‐ νητα ὄντα κινεῖται κατὰ συμβεβηκός, ὡς οἱ ἐρέται.[End of a diagram section] [Logical Relationship in a Diagram start mark]τῶν καθ’ αὑτὰ κινουμένων, τουτέστι κατ’ οὐσίαν[Logical Relationship in a Diagram end mark] [Start of a diagram section]τὰ μὲν συνουσιωμένην ἔχει τὴν κίνησιν καὶ διὰ τοῦτο συμπληρωτικὴν τῆς οὐσίας ὡς τὰ οὐρανία.[End of a diagram section] [Start of a diagram section]τὰ δὲ οὐκ ἔχει συνουσιωμένην τὴν κίνησιν οὐδὲ συμπληρωτικὴν τῆς οὐσίας· μετέχει δὲ τῆς κινήσεως, ὅταν παρῇ τὸ κινοῦν, ὡς ἡ βῶλος καὶ τἄλλα τῶν στοιχείων ἀποσπασθέντα μορία.[End of a diagram section][End of a diagram]
κ 1641 Κίνησον τὸν ὀνόγυρον: ὁ ὀνόγυρος εἶδος λυγώδους φυτοῦ. ὅθεν δηλοῖ, ὅτι τὰς μάστιγας κίνησον.
κ 1642 Κινήσω τὸν ἀφ’ ἱερᾶς: τοῦτο ἐπὶ τῶν τὴν ἐσχάτην βοήθειαν κινούντων τέτακται. ἐκ μεταφορᾶς τῶν ναυτῶν, οἳ τὴν βοήθειαν εἰς τὴν ἱερὰν ἄγκυραν ἔχουσιν, ἢ ἀπὸ τῶν πεττευόντων· παρ’ αὐτοῖς γὰρ κεῖται ψῆφος ἱερά.
κ 1643 Κίνιφος: ὁ ποικίλος.
κ 1644 Κινόμενος: κινούμενος.
κ 1645 Κινῶ· αἰτιατικῇ.
κ 1646 Κινώπετα: τὰ ἐν τῷ πέδῳ κινούμενα ἑρπετά.
κ 1647 Κινωπή.
κ 1648 Κινστέρνα· ὅτι τὴν Μωκισίαν κινστέρναν ὁ βασιλεὺς Ἀναστά‐ σιος ὁ Δίκορος κτίζει.
κ 1649 Κιντούροις· ὅτι Ἀπίκιος ὁ Ῥωμαῖος ἱκανὰς μυριάδας ἀργυρίου κατανά‐ λωσεν ἐς τὴν γαστέρα, ἐν Κιντούροις τῆς Γαλατίας πολλὰς καρίδας ἐσθίων.
κ 1650 Κινύρα: ὄργανον μουσικόν, ἢ κιθάρα. ἀπὸ τοῦ κινεῖν τὰ νεῦρα.
κ 1651 Κινύρας: ὄνομα κύριον.
κ 1652 Κινυρή: οἰκτρά, θρηνητική.
κ 1653 Κινυρόμεθα: θρηνοῦμεν.
κ 1654 Κινυρομένη: ὀδυρομένη, θρηνοῦσα. καί σε κινυρομένων ὁπότ’ ἀθρόος ἦλθε δαΐζων, ἤριπεν ἐσχαρίου λαῦρον ἐπ’ ἆσθμα πυρός.
κ 1655 Κινύφειος: ὄνομα ποταμοῦ.
κ 1656 Κιονίς: μικρὰ κίων.
κ 1657 Κιονόκρανον: τὸ ἄκρον τοῦ κίονος.
κ 1658 Κίος: ἐμπόριόν τι.
κ 1659 Κιρραῖον πεδίον· Κίρρα πόλις, ἀπέχουσα Δελφῶν λʹ σταδίους. ἔοικεν οὖν Αἰσχίνης Κιρραῖον πεδίον καλεῖν τὸ παρακείμενον ταύτῃ τῇ πόλει. καὶ Κιρραῖος, ὁ πολίτης.
κ 1660 Κίρρις: ὄνομα ποταμοῦ, καὶ ὄνομα κύριον, καὶ ἰχθὺς ποιός.
κ 1661 Κιρκαῖον πεδίον: τῆς Κίρκης. καὶ Κιρκαῖος, τόπος.
κ 1662 Κίρκη: ἡ κιρνῶσα τὰ φάρμακα. ἢ παρὰ τὴν κερκίδα· κερκὶς δὲ παρὰ τὸ κρέκω. τὰς δὲ παιπαλώσεις γυναῖκας Κίρκας φαμέν.
κ 1663 Κίρκον: ἱέρακα, ἢ οὐράν, ἢ κωπηλάτην. κίρκον τ’ εὐόλπαν φιλοκαμπέα. ἐν Ἐπιγράμμασι. Νικηφόρου πατριάρχου· λύσις ὀνείρου· κίρκους κατασχών, οὗ θέλεις πάντως τύχοις. καὶ ἄλλο· χειρὸς πετασθεὶς κίρκος ἄρχουσι βλάβη.
κ 1664 Κιρνῶ· δοτικῇ.
κ 1665 Κιρρόν: πυρρόν. καὶ ὁ κιρρὸς οἶνος πέττει ῥᾷον, ξηραντι‐ κὸς ὤν.
κ 1666 Κίρρος: ὄνομα κύριον.
κ 1667 Κίς: ὄνομα κύριον, ὁ πατὴρ τοῦ Σαούλ, τοῦ πρώτου βασιλέως Ἑβραίων.
κ 1668 Κίς, κιός: ὁ σκώληξ.
κ 1669 Κισσηΐς: ἡ τοῦ Κισσέως θυγάτηρ.
κ 1670 Κίσσηρις. αὐχμηρὸν πόντου τρηματόεντα λίθον. καὶ αὖθις· τρηχαλέην τε λίθον, δονάκων εὐθηγέα κόσμον.
κ 1671 Κισσηροειδές.
κ 1672 Κισσηφερής.
κ 1673 Κισσία: χώρα.
κ 1674 Κισσιβίς.
κ 1675 Κίσσιρις: εἶδος ὀρνέου.
κ 1676 Κισθήνη: ὄρος τῆς Θρᾴκης.
κ 1677 Κισσῶ: τὸ μεθ’ ἡδονῆς συλλαμβάνω. Δαβίδ· ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
κ 1678 Κίστη: ἡ θήκη. καὶ κίστην πολύωπα μελανδόκον. ἐν Ἐπι‐ γράμμασι. καὶ πληθυντικὸν κίσται.
κ 1679 Κίστη καὶ Κίστις: ἀγγεῖον, ἐν ᾧ τὰ βρώματα κεῖται ἢ ἱμάτιά τινα. τὸ τ ἀντὶ τοῦ θ· κίσθη γάρ. οἱ δὲ τετραγώνους κίστας ἐτεκτήναντο πρὸς ἀνδρῶν ὑποδοχήν.
κ 1680 Κίστις, τῇ κίστει. Κιστὶς δὲ ὀξυτόνως, κιστίδος, παρὰ Ἀριστοφάνει.
κ 1681 Κιστοφόρος: ἔοικε δὲ τὰς κίστας ἱερὰς εἶναι Διονύσου καὶ ταῖν Θεαῖν.
κ 1682 Κισσύβιον: ἐκ κισσουίνου ξύλου ποτήριον κυρίως. ἐν Ἐπι‐ γράμμασι· κισσοῦ δὲ Βρομίῳ κλῶνα πολυπλανέος.
κ 1683 Κίττα: ἡ κίσσα. ὅτι τῶν πτηνῶν ὅσα παραπλησίαν ἔχει τὴν γλῶτ‐ ταν καὶ τὴν τῶν γενύων διάθεσιν ταῖς τῶν ἀνθρώπων, δύναται μιμεῖσθαι διάλεκτον, οἷον κίτται καὶ ψιττακοὶ καὶ τὰ ὅμοια.
κ 1684 Κιτιεύς: ἀπὸ τόπου. Κίτιον γὰρ πόλις Κύπρου· ἔνθεν καὶ Ζήνων ὁ Κιτιεύς.
κ 1685 Κίτιον.
κ 1686 Κιττός: ὁ κισσός.
κ 1687 Κιττοφόρος: ἐνίοτε μετὰ τοῦ ς γράφουσιν.
κ 1688 Κιττῶντες: ἐπιθυμοῦντες. μεταφορὰ δὲ ἀπὸ τῶν κυουσῶν γυναικῶν· καὶ ἐπειδὴ ἀδδηφάγον τὸ ὄρνεον ἡ κίττα καὶ περίεργον εἰς ἐπιθυμίαν. οὕτω κιττῶμαι διὰ τῶν σανίδων μετὰ χοιρίνης περιελθεῖν.
κ 1689 Κίτρον: ὁ καρπός.
κ 1690 Κίοι: νῆσος μὲν μία τῶν Κυκλάδων, παρακειμένη τῇ Ἀττικῇ· πόλιν δὲ τὴν νῆσον Λυσίας ἐκάλεσεν. ἀλλὰ καὶ ἄλλοι πολλάκις τῶν ῥητόρων τὰς νήσους πόλεις ὀνομάζουσιν.
κ 1691 Κιφησοφῶν: δοῦλος ἦν οὗτος.
κ 1692 Κιχείω: καταλάβω.
κ 1693 Κίχλα: εἶδος ὀρνέου.
κ 1694 Κιχλίζειν: τὸ λιπαροὺς ὄρτυγας ἐσθίειν, ἢ τὸ γελᾶν ἀτάκ‐ τως. ἐν Ἐπιγράμμασι· κιχλίζων εἰς χρεμέτισμα γάμου προκέλευθον ἱεῖσα.
κ 1695 Κιχλισμός: ὁ λεπτὸς καὶ ἀκόλαστος γέλως.
κ 1696 Κιχρᾷ: δανείζει.
κ 1697 Κλαγγή: ποιά τις φωνὴ ὀρνέου. καὶ Ἐνοπή, ἤχων ὀνό‐ ματα.
κ 1698 Κλαγγηδόν: μετὰ κραυγῆς.
κ 1699 Κλάδεσι: κλάδοις. ἀπ’ εὐθείας τῆς κλάδος, ὡς τέκος. Ἀρι‐ στοφάνης Ὄρνισιν· ἐπὶ κισσοῦ κλάδεσι νομὸν ἔχει. καὶ Κλαδὶ δοτική.
κ 1700 Κλαζομενάς τε ἐσέβαλλεν.
κ 1701 Κλάειν: στυγνάζειν, ὀδύρεσθαι. ὁ δὲ θύσας Ἐπικούρῳ καὶ δόξαις ταῖς ἐκείνου κλάειν ἔλεγεν.
κ 1702 Κλάειν ἐῶσι: καταφρονοῦσι, παρ’ οὐδὲν λογίζονται.
κ 1703 Κλαρόται: μέτοικοι· ὡς Μαριανδυνοὶ ἐν Ἡρακλείᾳ καὶ Εἵλωτες ἐν Λακεδαίμονι καὶ ἐν Θετταλίᾳ Πενέσται καὶ Καλλικύριοι ἐν Συρα‐ κούσαις.
κ 1704 Κλασιβώλακα: τὸν τὰς βώλους λεαίνοντα. χαλκὸν ἀροτρήτην κλασιβώλακα νειοτομῆα.
κ 1705 Κλαστάσεις: πατήσεις, παλαίσεις, καταπονήσεις, ὑποτάξεις, κλονήσεις, διασείσεις· οἱ δὲ κραυγάσεις· βέλτιον δὲ κλάσεις. ἀπὸ μεταφορᾶς τῶν περιτεμνομένων κλημάτων ἐν ταῖς ἀμπέλοις. Ἀριστο‐ φάνης· βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις.
κ 1706 Κλάτιος: ὄνομα κύριον. Αἰλιανός· αὐτόχρημα πηδῶν ὑπὲρ τὰ ἐσκαμμένα, τὴν ναῦν Ἀσδρούβα φεύγειν ἐπειγομένην, χεῖρας ἐπιβαλὼν εἴχετο ἐρρωμένως τῆς πρύμνης ὁ Κλάτιος ὄνομα.
κ 1707 Κλαυδιανός, Ἀλεξανδρεύς, ἐποποιὸς νεώτερος· γέγονεν ἐπὶ τῶν χρόνων Ἀρκαδίου καὶ Ὁνωρίου τῶν βασιλέων.
κ 1708 Κλαύδιος ἐξ ἰδιώτου αὐτοκράτωρ ἐγένετο τὴν μὲν ψυχὴν οὐ φαῦλος, ἀλλὰ καὶ ἐν παιδείᾳ ἤσκητο, ὥστε καὶ συγγράψαι τινά, τὸ δὲ δὴ σῶμα νοσώδης, ὥστε καὶ τῇ κεφαλῇ καὶ ταῖς χερσὶ τρέμειν. καὶ διὰ τοῦτο καὶ τῷ φρονήματι ἐσφάλλετο, καὶ οὐ πάντα ὅσα ἐς τὸ συνέδριον ἐσέφερεν αὐτὸς ἀνεγίνωσκεν, ἀλλὰ τῷ ταμίᾳ ὥς γε πλήθει ἀναλέγεσθαι ἐδίδου: ὅσα δ’ αὐτὸς ἀνεγίνωσκε, καθήμενος ὡς τὸ πολὺ ἐπελέγετο. καὶ μέντοι καὶ δίφρῳ καταστέγῳ πρῶτος Ῥωμαίων ἐχρή‐ σατο. οὐ μέντοι καὶ διὰ ταῦτα οὕτως, ὅσον ὑπό τε τῶν ἐξελευθέρων καὶ ὑπὸ τῶν γυναικῶν, αἷς συνῆν, ἐκακύνετο. περιφανέστατα γὰρ ἐγυναικοκρατήθη, ἅτε ἐκ παίδων ἐν ἀσφαλείᾳ καὶ ἐν φόβῳ τραφείς· καὶ διὰ τοῦτο ἐπιπλέον τῆς ἀληθείας εὐήθειαν προσεποιεῖτο, ὅπερ τοῦτο καὶ αὐτὸς ὡμολόγησε, καὶ πολὺν μὲν χρόνον τῇ τιτθῇ καὶ τῇ μητρὶ συνδιαιτηθεὶς καὶ συνουσίαις γυναικῶν πλείοσι γενόμενος οὐδὲν ἐλευθεροπρεπὲς ἐκέκτητο. ἐπετίθεντο δὲ αὐτῷ ἔν τε τοῖς συμποσίοις καὶ ἐν ταῖς συμμίξεσι· πάνυ γὰρ ἀπλήστως ἐν ἀμφοτέροις διέκειτο, καὶ ἦν ἐν τῷ καιρῷ τούτῳ εὐάλωτος. πρὸς δὲ καὶ δειλίαν εἶχεν, ὑφ’ ἧς πολλάκις ἐκπληττόμενος οὐδὲν τῶν προσηκόντων ἐξελογίζετο. ἐκεῖνόν τε γὰρ ἐκφοβοῦντες ἐξεκαρποῦντο, καὶ τοῖς ἄλλοις δέος ἐνέβαλλον. οὗτος οὖν τοιοῦτος ὤν, οὐκ ὀλίγα δεόντως ἔπραττεν, ὁσάκις ἔξω τῶν εἰρημένων παθῶν ἐγίνετο. ὅτι Κλαύδιος, ὁ βασιλεὺς Ῥωμαίων, νόμον προὔθηκε, μὴ δύνασθαι βουλευτὴν ὑπὲρ ἑπτὰ ση‐ μείων τῆς πόλεως ὁδεύειν χωρὶς τῆς τοῦ βασιλέως κελεύσεως. ἐπειδὴ δὲ καί τινες τοὺς δούλους ἀρρωστοῦντας οὐδεμιᾶς ἠξίουν θεραπείας, ἀλλὰ γὰρ καὶ τῶν οἰκιῶν ἐδίωκον, ἐνομοθέτησε πάντας τοὺς ἐκ τοῦ τοιούτου περιγενομένους ἐλευθέρους εἶναι. ἀπηγόρευσε δὲ καὶ τὸ καθήμενόν τινα ἐπὶ ἅρματος διὰ τῆς πόλεως ἐλαύνειν. ὅτι ἐπὶ αὐτοῦ στασιασάντων τῶν Ἰουδαίων κατὰ Χριστιανῶν, ἄρχοντα ἐπέστη‐ σεν αὐτοῖς Κλαύδιον Φήλικα, κελεύσας αὐτῷ τιμωρεῖσθαι τούτους. τῶν δὲ εἰς τὰ ἱερὰ ἀθροιζομένων φωνῆς ἤκουσαν ἐκ τῶν ἀδύτων, λεγού‐ σης, μεθιστάμεθα τῶν ἐντεῦθεν. καὶ τοῦτο γέγονε τρίτον· ἐξ οὗ πανωλεθρίᾳ διεφθάρησαν.
κ 1709 Κλαυσιᾷ: κυρίως τὸ ἠχεῖν αὐτοματὶ τὸ θύριον. Ἀριστοφάνης Πλούτῳ· ἀλλὰ δῆτα τὸ θύριον φθεγγόμενον ἄλλως κλαυσιᾷ.
κ 1710 Κλαίειν: θρηνεῖν. λύσις ὀνείρου· κλαίων καθ’ ὕπνους παγχαρὴς πάντως ἔσῃ.
κ 1711 Κλεάνθης, ὁ Κάσσιος χρηματίσας, Φανίου, Ἄσσιος, μαθητὴς Κράτητος, εἶτα Ζήνωνος, οὗ καὶ διάδοχος γέγονε· διδάσκαλος δὲ τοῦ φιλοσόφου Χρυσίππου, τοῦ Σολέως, καὶ Ἀντιγόνου τοῦ βασιλέως. οὗτος πρότερον ἦν πύκτης, ἐλθὼν δὲ εἰς Ἀθήνας ἠράσθη φιλοσοφίας καὶ τοσοῦτον γέγονε φιλόπονος, ὡς καὶ δεύτερος Ἡρακλῆς κληθῆναι. μὴ ἔχων γὰρ ὅθεν τραφείη, τὰς μὲν νύκτας ἤντλει ὕδωρ μισθῷ καὶ μεθ’ ἡμέραν τοῖς μαθήμασι καὶ τοῖς βιβλίοις ἐσχόλαζεν· ὅθεν ἐπωνο‐ μάσθη καὶ Φρεάντλης. ἔγραψε δὲ πάνυ πολλά.
κ 1712 Κλεανθίς: ὄνομα κύριον θηλυκόν.
κ 1713 Κλεαρίς: φυλή.
κ 1714 Κλέαρχος, Σολεύς· ἔγραψε διάφορα. καὶ Κλέαρχος ὁ Ποντικός, νέος ὢν εἰς Ἀθήνας ἀφίκετο ἀκοῦσαι Πλάτωνος. καὶ λέγων φιλοσοφίας διψῆν, ὀλίγα οἱ συγγενόμενος (ἦν γὰρ θεοῖς ἐχθρός) ὄναρ ὁρᾷ ὅδε ὁ Κλέαρχος γυναῖκά τινα, λέγουσαν πρὸς αὐτόν· ἄπιθι τῆς Ἀκαδημίας καὶ φεῦγε φιλοσοφίαν· οὐ γάρ σοι θέμις ἐπαυρέσθαι αὐτῆς· ὁρᾷ γὰρ πρὸς σὲ ἔχθιστον. ὧν ἀκούσας ἐπάνεισιν εἰς τὴν στρατείαν. φθόνῳ δὲ ἐπικλυσθεὶς ἐκπλεῖ τῆς οἴκοθεν καὶ φυγὰς ἀλώ‐ μενος ἔρχεται πρὸς Μιθριδάτην καὶ στρατοπεδευόμενος παρ’ αὐτῷ ἐπῃνεῖτο. οὐ μὴν μετὰ μακρὸν ἐκπίπτουσιν οἱ Ἡρακλεῶται εἰς στάσιν βαρεῖαν· εἶτα ἐπανελθεῖν εἰς φιλίαν καὶ συμβάσεις βουλόμενοι προαι‐ ροῦνται ἔφορον τῆς αὖθις ὁμονοίας τὸν Κλέαρχον. ἐπειδὴ δὲ κλητὸς παρεγένετο, καταλύσας ἔν τινι τῶν σταθμῶν τῶν διὰ τῆς ὁδοῦ ὄναρ ὁρᾷ παλαιὸν Ἡρακλεωτῶν τύραννον, Εὐωπίονα ὄνομα, λέγοντα αὐτῷ, ὅτι δεῖ τυραννῆσαί σε τῆς πατρίδος. προσέταττε δὲ καὶ οὗτος φιλοσοφίαν φυλάττεσθαι αὐτόν. ὑπεμνήσθη καὶ τούτων τοίνυν ἐκ τῆς προρρήσεως τῆς Ἀθήνησιν. ἐγκρατὴς δ’ οὖν τῶν κοινῶν γενόμενος ὠμότατός τε ἦν καὶ εἰς ὑπεροψίαν ἐξαφθεὶς ἄμαχον, τοῦ μὲν ἔτι ἄνθρωπος εἶναι κατεφρόνει· προσκυνεῖσθαι δὲ καὶ ταῖς τῶν Ὀλυμπίων γεραίρεσθαι τιμαῖς ἠξίου καὶ στολὰς ἤσθητο θεοῖς συνήθεις καὶ τοῖς ἀγάλμασι τοῖς ἐκείνων ἐπιπρεπούσας· τόν τε υἱὸν τὸν ἑαυτοῦ Κεραυ‐ νὸν ἐκάλεσεν. ἀπέκτεινε δὲ αὐτὸν πρῶτον μὲν ἡ δίκη, εἶτα δὲ ἡ χεὶρ ἡ Χιόνιδος· ὅσπερ οὖν ἦν ἑταῖρος Πλάτωνος καὶ χρόνον διήκουσεν αὐτοῦ, καὶ τὸ μισοτύραννον ἐκ τῆς ἐκείνου ἑστίας σπασάμενος ἠλευθέ‐ ρωσε τὴν πατρίδα. κοινωνὼ δὲ οἱ τῆς καλῆς πράξεως γενέσθαι λέγον‐ ται Λεωνίδης τε καὶ Ἀντίθεος, φιλοσόφω καὶ τώδε ἄνδρε. ὅπως δὲ ἔδωκε δίκας ἀνθ’ ὧν ἐτόλμησεν, εἴρηται.
κ 1715 Κλεαίνετος.
κ 1716 Κλέμματα· καθημέραν κλέμματα ποιούμενος. ἀντὶ τοῦ φωρά‐ ματα προτιθέμενος τοῖς ἑαυτοῦ θρέμμασι.
κ 1717 Κλεόβιος: ὄνομα ἱερέως τῶν εἰδώλων.
κ 1718 Κλεοβουλίνη, Λινδία, θυγάτηρ Κλεοβούλου τοῦ σοφοῦ. ἔγραψεν ἔπη, καὶ γρίφους, καὶ τὸ ᾀδόμενον εἰς τὸν ἐνιαυτὸν αἴνιγμα, οὗ ἡ ἀρχή· εἷς ὁ πατήρ, παῖδες δὲ δυώδεκα, τῶν δὲ ἑκάστῳ παῖδες τριά‐ κοντα.
κ 1719 Κλεόβουλος, Εὐαγόρου, Λίνδιος, εἷς τῶν ἑπτὰ ὀνομαζομένων σοφῶν, ῥώμῃ καὶ κάλλει διαφέρων τῶν κατ’ αὐτόν, μετέσχε τε τῆς ἐν Αἰγύπτῳ φιλοσοφίας. ἐγένετο δὲ αὐτῷ θυγάτηρ Κλεοβουλίνη, ἑξαμέτρων αἰνιγμάτων ποιήτρια. οὗτος ἔγραψεν ᾄσματα καὶ γρίφους εἰς ἔπη τρισχίλια. τῶν δὲ ᾀδομένων αὐτοῦ εὐδοκίμησε τάδε· ἀμουσία τὸ πλέον μέρος ἐν βροτοῖσιν. ἔλεγέ τε, τὸν φίλον δεῖν εὐεργετεῖν, ὅπως μᾶλλον ᾖ φίλος· τὸν δὲ ἐχθρὸν φίλον ποιεῖν. εὐτυχῶν μὴ ἔσο ὑπερήφανος, ἀπορήσας μὴ ταπεινοῦ. τὰς μεταβολὰς τῆς τύχης γενναίως ἐπίστασο φέρειν. ἐτελεύτησε δὲ γηραιὸς ἔτη βιοὺς οʹ. ἀπεφήνατο· πάντων μέτρον ἄριστον. καὶ Σόλωνι ἐπέστειλεν οὕτω· πολλοὶ μέν τινές εἰσιν ἑταῖροι, καὶ οἶκος πάντη· φαμὶ δ’ ἐγὼ ποτνιωτάταν ἔσεσθαι Σόλωνι τὰν Λίνδον. δαμοκρατεῖν μὲν οὖν, καὶ ἁ νᾶσος πελαγία.
κ 1720 Κλεοδαῖος: ὄνομα κύριον.
κ 1721 Κλεόκριτος· οὗτος ἐκωμῳδεῖτο ὡς γυναικίας καὶ κίναιδος καὶ ξένος καὶ δυσγενὴς καὶ Κυβέλης υἱός· ἐπεὶ ἐν τοῖς μυστηρίοις τῆς Ῥέας μαλακοὶ παρῆσαν. ἦν δὲ καὶ τὴν ὄψιν ὀρνιθώδης. εἴρηται οὖν ἐπὶ τῶν κιναίδων ἡ παροιμία.
κ 1722 Κλεόμβροτος: ὄνομα κύριον.
κ 1723 Κλεομένης· οὗτός ἐστιν ὁ Πτολεμαίῳ τῷ Φιλοπάτορι ἐπι‐ βουλὴν τεκτηνάμενος· ὃς κακῶς μετήλλαξε τὸν βίον, ἀνὴρ γενόμενος καὶ πρὸς τὰς ὁμιλίας ἐπιδέξιος καὶ πρὸς πραγμάτων οἰκονομίαν εὐφυὴς καὶ συλλήβδην ἡγεμονικὸς καὶ βασιλικὸς τῇ φύσει. ἔστι περὶ τούτου ἐν τῷ ἄνευ ξύλου μὴ βαδίζειν.
κ 1724 Κλεομήδης, Ἀστυπαλαιεύς, Κίκκον τὸν Ἐπιδαύριον ἀπέκτεινεν ἐν τῇ πυγμῇ καὶ ἀφῃρημένος τὴν νίκην ἔκφρων ἐγένετο ὑπὸ τῆς λύπης καὶ ἀνέστρεψεν εἰς Ἀστυπάλαιαν. διδασκαλείῳ δὲ ἐπιστάς, ἐν ᾧ παῖδες ἦσαν ξʹ, ἀνατρέπει τὸν κίονα, ὃς τὸν ὄροφον εἶχεν. ἐμπε‐ σόντος δὲ τοῦ ὀρόφου καὶ πάντας ἀποκτείναντος, καταλιθούμενος ὑπὸ τῶν ἀστῶν κατέφυγεν ἐς ἱερὸν καὶ ἐμβὰς ἐς κιβωτὸν καὶ τὸ ἐπίθεμα ἐφελκυσάμενος κάματον τοῖς Ἀστυπαλαιεῦσι παρεῖχε. τέλος τὰ ξύλα τῆς κιβωτοῦ καταρρήξαντες οὐδένα εὗρον.
κ 1725 Κλεόνικος: ὄνομα κύριον.
κ 1726 Κλεόξενος καὶ Δημόκλειτος ἔγραψαν περὶ πυρσῶν· ὧν τὴν πραγματείαν ἐπεξειργάσατο Πολύβιος ὁ Μεγαλοπολίτης, ὡς λέγει ἐν τοῖς ἱστορουμένοις.
κ 1727 Κλεόπας: ὄνομα κύριον.
κ 1728 Κλεοπάτρα.
κ 1729 Κλέος: δόξα.
κ 1730 Κλεοφῶν, Ἀθηναῖος, τραγικός. τῶν δραμάτων αὐτοῦ, Ἀκταίων, Ἀμφιάραος, Ἀχιλλεύς, Βάκχαι, Δεξαμενός, Ἠριγόνη, Θυέστης, Λεύκιπ‐ πος, Περσίς, Τήλεφος.
κ 1731 Κλέων, ὁ Κλεαινέτου. ἐπὶ Πύλον καὶ Σφακτηρίαν, χρονιζούσης τῆς πολιορκίας, ἀπεστάλη, μανιώδης ἀνήρ, βυρσοδέψου παῖς· ὃς ἀντε‐ πολιτεύσατο Νικίᾳ τῷ Νικηράτου. πολλὰ δὲ ἐργασάμενος ἔργα, ὕστε‐ ρον εἰς Θρᾴκην ἀποσταλεὶς στρατηγὸς πολλὰς προσεκτήσατο πόλεις. ἐν Ἀμφιπόλει δὲ γενόμενος Λακεδαιμονίοις ἐπολέμει, Βρασίδου στρατη‐ γοῦντος αὐτῶν. οὗ καὶ μαχόμενος ὑπὸ Μυρκινίου πελταστοῦ βληθεὶς ἀπέθανεν.
κ 1732 Κλεωναί: ὄνομα τόπου, ἔνθα διέτριβεν ὁ λέων, ὃν ἀνεῖλεν Ἡρακλῆς.
κ 1733 Κλεωναίου χάρωνος: τοῦ χαροποῦ λέοντος.
κ 1734 Κλεώνη: ὄνομα τόπου περὶ τὴν Νεμέαν.
κ 1735 Κλεωνίδης: ὄνομα κύριον.
κ 1736 Κλεώνυμος: οὗτος ῥίψασπις ἐγένετο. Ἀριστοφάνης· εἴ τις ἐπιθυμεῖ ταξιαρχεῖν, ἐν ταῖς μάχαις πάσχει γε τοιαῦθ’, οἷά περ Κλεώ‐ νυμος. καὶ παροιμία· Κλεωνύμου δειλότερος. Ἀριστοφάνης· Κλεώνυ‐ μον τὸν ῥίψασπιν ἰδοῦσαι ἔλαφοι ἐγένοντο. δειλὸς γὰρ ἦν. ὑπόγυον δὲ εἶπε, τῷ καιρῷ χρώμενος εἰς αἰσχύνην τοῦ δεδρακότος· μείζονα γὰρ τὰ ὑπόγυα πταίσματα τὴν συμφορὰν ἔχει.
κ 1737 Κλέπτειν· αἰτιατικῇ. τὸ τὰ ἀλλότρια λάθρα ἀφαιρεῖσθαι, τὸ παραλογί‐ ζεσθαι.
κ 1738 Κλέπτης: ὁ τὰ ἀλλότρια ἀφαιρούμενος, παρὰ τὸ κλέπτω, τὸ ἐπιθυμῶ. καὶ κλέπτω, τὸ παραλογίζομαι. Ὅμηρος· μὴ κλέπτε νόῳ. κλέπτης δὲ ἀπὸ τοῦ καλύπτειν. λέγεται δὲ κλέπτης καὶ ὁ ἐπὶ βλάβῃ τινὶ βλάψας. καὶ αὖθις· κλέπτων ἄρα καὶ ἀφανίζων τὴν ὑπό‐ νοιαν. ὅτι τὸ παλαιὸν οὐ διεβέβλητο ἡ κλοπή, εἰ μὴ φωραθεὶς ὁ κλέπτων ὑπῆρχεν. Ἀριστοφάνης Πλούτῳ· εἴγε λαθεῖν αὐτὸν δεῖ, πῶς οὐ κόσμιόν ἐστι τὸ κλέπτειν. κλέπτης μὲν οὐχὶ μᾶλλον, εὐτυχὴς δ’ ἴσως. παρῴδηται παρὰ Ἀλκήστιδος Εὐριπίδου· σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται, σώφρων οὐχὶ μᾶλλον, εὐτυχὴς δ’ ἴσως.
κ 1739 Κλεπτόμενοι: ἀπατώμενοι. ἔπεμπεν αὐτῷ δῶρα γνοὺς κλέπτην ὄντα καὶ καταδεέστερον τῆς ἐγκεχειρισμένης πίστεως.
κ 1740 Κλέπτον οὐδετέρως. Ἀριστοφάνης· ὡς δὲ καὶ κλέπτον βλέπει· οἷον σεσηρὼς ἐξαπατήσειν μ’ οἴεται.
κ 1741 Κλεψιποτῶ: τὸ φειδομένως πίνω καὶ φενακίζω τὸν συμπό‐ την. αὐτή γε μὴν κλεψιποτοῦσα καὶ σωφρονοῦσα.
κ 1742 Κλεψύδρα: ἡ πηγή. διὰ τὸ ποτὲ μὲν πλημμυρεῖν, ποτὲ δὲ ἐνδεῖν.
κ 1743 Κλεψύδρα: ὄργανον ἀστρολογικόν, ἐν ᾧ αἱ ὧραι μετροῦν‐ ται. καὶ ὄνομα ἑταίρας. καὶ δικαστήριον ἡ κλεψύδρα. καὶ ἀγ‐ γεῖον, ἔχον μικροτάτην ὀπὴν περὶ τὸν πυθμένα, ὅπερ ἐν τῷ δικαστηρίῳ μεστὸν ὕδατος ἐτίθετο, πρὸς ὃ ἔλεγον οἱ ῥήτορες. Κλεψυδροῦν, τὸ δικαστήριον.
κ 1744 Κλειγένης ὁ μικρός, ὁ πονηρότατος βαλανεύς· ὁπόσοι κρατοῦσι κυκησιτέφρου ψευδονίτρου τε κονίας, καὶ κιμωλίας γῆς. κυκησιτέφρου, κυκώσης τέφραν μεμιγμένην τῷ νίτρῳ. κιμωλία δὲ λευκὴ γῆ. λέγει οὖν, ὅτι πονηρότατός ἐστι πάσης γῆς, ὅσης οἱ βαλανεῖς κρατοῦσι, κιμωλίας καὶ τέφρας καὶ λοιπῆς τοιαύτης. ὡς βαλανέα δὲ αὐτὸν εἰσάγει, μικρὸν τὸ σῶμα.
κ 1745 Κλειδημίδης: ὄνομα κύριον. καὶ Κλείδημος, ὄνομα κύ‐ ριον. λύσις ὀνείρου· κλεῖδας κρατεῖν δὲ σύνθεσιν δηλοῖ τρόπων.
κ 1746 Κλειδίον.
κ 1747 Κλεῖε πηκτὰ δωμάτων: ἀντὶ τοῦ κλεῖε τὰς θύρας. Ὅμηρος· θύρας πυκινῶς ἀραρυίας.
κ 1748 Κλείθροις: κλειδώμασιν.
κ 1749 Κλείμαξ καὶ Κλειμακισμός: πάλαισμα ποιόν.
κ 1750 Κλειμήδης: ὄνομα κύριον.
κ 1751 Κλεινίας: ὄνομα κύριον. ὅτι Κλεινίου παῖς ὁ Ἀλκιβιάδης.
κ 1752 Κλεινός: ἔνδοξος· ἀπὸ τοῦ κλέους.
κ 1753 Κλείω· αἰτιατικῇ. τὸ δοξάζω, καὶ τὸ ἀσφαλίζω. καὶ Ἀποκλείω.
κ 1754 Κλειώ: ὄνομα κύριον θηλυκόν.
κ 1755 Κλείς, κλειδός· καὶ τὸ πληθυντικὸν τὰς κλεῖς.
κ 1756 Κλεισθένην ὁρῶ· Ἀριστοφάνης. οὗτος ἀεὶ ἐξυρᾶτο. λέγεται οὖν ἐπὶ τῶν ἀεὶ ξυρωμένων. ἦν δὲ Σιβυρτίου· καὶ τοῦτο ἔπραττε διὰ τὸ νέος φαίνεσθαι ἀεί. τοῦτο ἔπραττε καὶ Στράτων. ὦ θερμό‐ βουλον πρωκτὸν ἐξυρημένε, τοιόνδε δή, πίθηκε, τὸν πώγων’ ἔχων εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος; ὁδὶ δὲ τίς ποτ’ ἐστίν; οὐ δήπου Στράτων;
κ 1757 Κλεισθένης· Σοφοκλῆς· καὶ πῶς ἂν ἔτι γένοιτ’ εὔτακτος πόλις, ὅπου θεὸς γυνὴ γεγονυῖα πανοπλίαν ἕστηκ’ ἔχων, Κλεισθένης δὲ κερκίδα; ὡς γυναικώδης γὰρ διεβέβλητο Κλεισθένης.
κ 1758 Κλεισθένους ἀκρατέστερος: οὗτος ἐπὶ κιναιδίᾳ διεβέβλητο καὶ ἐγυναικίζετο. καὶ Κρατῖνος· ληρεῖς ἔχων· γράφων αὐτὸν ἐν ἐπεισοδίῳ· γελοῖος ἔσται Κλεισθένης κυβεύων.
κ 1759 Κλείσιον: τόπος, ἐν ᾧ ἵστανται οἱ βόες.
κ 1760 Κλεῖσον: κατάκλεισον.
κ 1761 Κλεισοῦραι: οὕτω καλοῦνται τὰ ὀχυρώματα τῶν διαβάσεων τῇ πατρίῳ τῶν Ῥωμαίων φωνῇ.
κ 1762 Κλείσοφος· ἐπεὶ οἱ Ἕλληνες Κλεισόφους τε ᾄδουσι καὶ Θή‐ ρωνας καὶ Στρουθίας καὶ Χαιρεφῶντας, ἀνθρώπους ἐσθίειν εἰδότας εἰς κόρον, καὶ δεινοὺς γαστέρα δέ, φέρε καὶ ἡμεῖς καί τι παίσωμεν, παρα‐ σίτου μνημονεύσαντες ἡμεδαποῦ.
κ 1763 Κλειταγόρα, ποιήτρια Λακωνική. μέμνηται δὲ Ἀριστοφάνης ἐν Δαναΐσι.
κ 1764 Κλείταρχος.
κ 1765 Κλειτή: ἔνδοξος. σημαίνει καὶ ὄνομα γυναικός, μιᾶς τῶν Ἀμαζόνων.
κ 1766 Κλειτόμαχος, Θηβαῖος, ἐν Ἰσθμῷ τοὺς παλαιστὰς καὶ πύκτας καὶ παγκρατιαστὰς ἐπὶ ἡμέρας τῆς αὐτῆς ἐνίκησε καὶ ἐν Πυθοῖ τοὺς παγκρατιαστάς. ἐν δὲ Ὀλυμπίᾳ δεύτερος ὢν μετὰ Θάσιον ἐπὶ παγ‐ κρατίῳ τε ἀνηγορεύθη καὶ πυγμῇ, ἐπάλαισε καὶ Ἠλείῳ Κάπρῳ καὶ ἐπαγκρατίασεν ἐπὶ ἡμέρας τῆς αὐτῆς. νικήσαντος δὲ Κάπρου, ἔλεγεν ὁ Κλειτόμαχος, ὡς δίκαιον ἦν, εἰ εἰσεκαλέσαντο εἰς τὸ παγκράτιον πρὶν ἢ λαβεῖν αὐτὸν ἐν τῇ πυγμῇ τραύματα. ἐσκληθέντος οὖν τοῦ παγκρατίου, κρατηθεὶς ὑπὸ Κάπρου ὅμως ἐχρήσατο πρὸς τοὺς πύκτας ἐρρωμένως καὶ ἀκμῆτι τῷ σώματι καὶ μόνος μιᾶς ἡμέρας εἴληφε πάλης καὶ παγκρατίου στέφανον, ἐν μὲν παγκρατίῳ τὸν εἰρημένον Κλειτόμαχον, ἐν δὲ πάλῃ τὸν Παιάνιον καταγωνισάμενος, ἄνδρα πολλοὺς εἰληφότα στεφάνους. ὥστε μετὰ μεγάλων πόνων καὶ ἰσχυρᾶς ταλαιπωρίας ἐγένοντο αὐτῷ αἱ νῖκαι.
κ 1767 Κλειτοριάζειν: τὸ ἀκολάστως ἅπτεσθαι τοῦ γυναικείου αἰδοίου.
κ 1768 Κλεῖτος: ὁ Ξενοφάντου. οὗτος ἐπὶ κόμῃ ἐσκώπτετο. οἱ δὲ Ἱερώνυμόν φασι, τὸν διθυραμβοποιόν· ὃς Ξενοφάντου μὲν ἦν υἱός, περὶ παῖδας δὲ ἄγαν ἐπτόητο. λάσιον δὲ εἶχε τὸ σῶμα· ὥσπερ οἱ Κένταυροι τὸ τῶν ἵππων μέρος. Κλειτὸς δὲ ὁ ἔνδοξος.
κ 1769 Κλήδην.
κ 1770 Κληδών: φήμη, μαντεία. καὶ Κληδονισμοί, αἱ διὰ τῶν λόγων παρατηρήσεις.
κ 1771 Κλήθρη: ὄνομα δένδρου. καὶ Κλῆθρον, τὸ φυτόν.
κ 1772 Κληῗδα: οὕτω καὶ οἱ τραγικοὶ καὶ Θουκυδίδης.
κ 1773 Κληΐζω: καλῶ.
κ 1774 Κληΐσατε: ὑμνήσατε.
κ 1775 Κληΐσαι οἱ ἀρχαῖοι λέγουσιν, οὐ κλεῖσαι. καὶ κληΐδα οὕτως.
κ 1776 Κλημακτήρων: δυσχερειῶν. χωρὶς γὰρ ἐγκοπῶν καὶ κλημακτή‐ ρων οὐχ οἷόν τ’ ἦν ἐπιβαίνειν.
κ 1777 Κληματίς: ἡ ἄμπελος. λύσις ὀνείρου· κλῆμα κρατήσας ἐγκα‐ λεῖσθαι προσδόκα.
κ 1778 Κλήμης, ἱστορικός· ἔγραψε Ῥωμαίων βασιλεῖς καὶ αὐτοκράτο‐ ρας· καὶ Πρὸς Ἱερώνυμον περὶ τῶν Ἰσοκρατικῶν σχημάτων· καὶ ἄλλα.
κ 1779 Κληρονομοῦσα: ἡ ἐκκλησία κοινῶς, ἰδικῶς δὲ ἡ κατ’ εὐσέ‐ βειαν ζῶσα ψυχή.
κ 1780 Κληρονομῶ: τὸ κατεξουσιάζω, τὸ κτῶμαι. τοσούτων ἐκληρονόμουν οἱ Ῥωμαῖοι κτημάτων, ὅσων σωμάτων ὁ πόλεμος.
κ 1781 Κληρονομῶ· ὅτε σημαίνει τὸ λαμβάνω καὶ μετέχω, γενικῇ· ὡς τό, ταύτης γε τῆς αἰσχύνης κληρονομῶ. καί, ὅς γε κεκληρονόμηκας τῶν φίλων τοῦ κηδεστοῦ. αἰτιατικῇ δέ· ὡς τό, μέχρι τίνος κληρονομήσετε τὸ ὄρος τὸ ἅγιόν μου; καί, οὐκ ἔφθη κληρονομῆσαι τὸν οὐρανόν. ἀντὶ τοῦ εὑρεῖν καὶ οἰκῆσαι.
κ 1782 Κλῆρος: τόπος, κτῆμα.
κ 1783 Κλῆρος: οὐσία, ἢ λαχμός. λέγεται κλῆρος καὶ τὸ σύστημα τῶν διακόνων καὶ πρεσβυτέρων. κλῆρος καὶ ἡ κληρονομία.
κ 1784 Κλῆρος: μέτρον γῆς. ὅθεν καὶ οἱ κληροῦχοι, ἀντὶ τοῦ οἱ τοὺς κλήρους καὶ τὰ μέτρα τῆς γῆς κατέχοντες. φωσφόρος, ὦ σώτειρ’, ἐπὶ Παλλάδος ἕσταθι κλήρων, Ἄρτεμι. ὅτι Ἰακὼβ τοὺς ιβʹ ἐσχη‐ κὼς υἱοὺς ἀπὸ τοῦ Βενιαμὶν ἀρξάμενος ἀριθμεῖν καὶ εὑρὼν τὸν Λευὶ δέκατον τῷ θεῷ τοῦτον προσήγαγεν, ἀποδεκατώσας καὶ τὰ τέκνα καὶ πάντα ὅσα ἦν αὐτῷ κατὰ τὴν ὑπόσχεσιν ἐν τῷ ἀποδιδράσκειν αὐτόν· πάντα ὅσα ἄν μοι δῷς, δεκάτην ἀποδεκατώσω σοι. διὰ τοῦτο ἐνδύσας τὸν Λευὶ στολὴν ἱερατείας θυσίας προσήνεγκε τῷ θεῷ ἐν Βεθήλ. κἀντεῦθεν οἱ μὲν τῇ κατὰ νόμον θυσίᾳ τε καὶ λειτουργίᾳ προσεδρεύον‐ τες Λευίται κέκληνται, οἱ δὲ κατὰ τὴν τῆς θείας χάριτος ἱερουργίαν κληρικοὶ προσηγορεύθησαν, διὰ τὸ γεγράφθαι· οὐκ ἔσται τοῖς Λευίταις κλῆρος ἐν υἱοῖς Ἰσραήλ. ὁ γὰρ κύριος μερὶς αὐτῶν καὶ κλῆρος. Κλήρους δὲ ὁ Δαβὶδ τὰς τῶν πραγμάτων μεταβολὰς καλεῖ, πλοῦτον καὶ πενίαν, δουλείαν καὶ δεσποτείαν, εἰρήνην καὶ πόλεμον. ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.
κ 1785 Κλῆρος Ἑρμοῦ: συνηθείᾳ ἀρχαίᾳ ἔβαλλον οἱ κληροῦντες εἰς ὑδρίαν ἐλαίας φύλλον, ὃ προσηγόρευον Ἑρμῆν· καὶ πρῶτον ἐξῄρουν τοῦτο, τιμὴν τῷ θεῷ ταύτην ἀπονέμοντες· ἐλάγχανε δὲ ὁ μετὰ τὸν θεόν. Εὐριπίδης ἐν Αἰόλῳ μνημονεύει τοῦ ἔθους τούτου.
κ 1786 Κληρωτήρια: αἱ κληρωτικαὶ ἀρχαί, αἱ κληρώτριδες. Ἀριστο‐ φάνης· τὰ δὲ κληρωτήρια ποῖ τρέψεις; εἰς τὴν ἀγορὰν καταθήσω (κληρώτριδα)· κᾆτα στήσασα παρ’ Ἁρμοδίῳ κληρώσω πάντας, ἕως ἂν εἰδὼς ὁ λαχὼν ἀπῄει χαίρων ἐν ποίῳ γράμματι δειπνεῖ. καὶ κηρύξει τοὺς ἐκ τοῦ βῆτα ἐπὶ τὴν στοὰν ἀκολουθεῖν τὴν βασίλειον δειπνήσον‐ τας. τὸ δὲ θῆτα εἰς τὴν παρὰ ταύτην. (θῆτας, θήτειον.) τοὺς δὲ τὸ κάππα εἰς τὴν στοὰν χωρεῖν τὴν ἀλφιτόπωλιν. ἵνα κάπτωσι; μὰ Δί’· ἀλλ’ ἵν’ ἐκεῖ δειπνῶσιν, οὕτω δὲ τὸ γράμμα μὴ ἐξελκυσθῇ, καθὸ δειπνήσει, τούτους ἐξελῶσιν ἅπαντες; ἀλλ’ οὐκ ἔστι τοῦτο παρ’ ἡμῖν· πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν, ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳ πᾶς τις ἄπεισι τὴν δᾷδα λαβών.
κ 1787 Κληρουχήσαντες.
κ 1788 Κληροῦχον: μέτοχον, κεκληρωμένην, κλῆρον ἐσχηκυῖαν. Σο‐ φοκλῆς· αἴδεσαι δὲ μητέρα πολλῶν ἐτῶν κληροῦχον. καὶ Ἀππιανός· Βολοῦσκοι δὲ τοῖς πταίσμασι τῶν γειτόνων οὐ καταπλαγέντες ἐστρά‐ τευον ἐπὶ Ῥωμαίους καὶ ἐπολιόρκουν τοὺς αὐτῶν κληρούχους.
κ 1789 Κληρούχους: γεωργούς. Ἡρόδοτος.
κ 1790 Κληροῦχοι· κληροῦχοι ἐκαλοῦντο, οὓς Ἀθηναῖοι ἔπεμπον ἐπὶ τὰς πόλεις, ἃς ἐλάμβανον, κλήρους ἑκάστοις διανεμοῦντας. οὕτως Ἰσοκράτης ἐν Πανηγυρικῷ. Δημοσθένης δὲ ἐν τῷ Περὶ τῶν συμμοριῶν κληρουχικὰ ἂν λέγοι τὰ τῶν ἐκπεμφθέντων εἰς ἑτέραν χώραν ἥντινα δήποτε κατὰ κληρουχίαν. πῶς γάρ; οὐ γὰρ οἷόν τε τὸν μὴ ἐπιδη‐ μοῦντα Ἀθήνησι τριηραρχεῖν.
κ 1791 Κλῆροι: αἱ δύο διαθῆκαι. τὸ δέ, ἐὰν κοιμηθῆτε ἀναμέσον τῶν κλήρων· τὸ διηνεκῶς αὐταῖς προσεδρεύειν.
κ 1792 Κλητεύει: εἰς δικαστήριον καλεῖ ἅμα μάρτυσι τοῖς τῆς παραγ‐ γελίας, οὓς κλήτορας ὠνόμαζον. καὶ Ἀριστοφάνης Νεφέλαις· ὅτε τῶν ἐμαυτοῦ γ’ ἕνεκα χρημάτων ἕλκω σε κλητεύσοντα. τουτέστι μαρτυρήσοντα, ὅτι καλῶ αὐτὸν εἰς δικαστήριον.
κ 1793 Κλητή: ἡ κεκαλεσμένη.
κ 1794 Κλητῆρα· προκαλοῦμαί ς’, ὅστις εἶ, πρὸς τοὺς ἀγορανόμους βλάβης τῶν φορτίων, κλητῆρ’ ἔχουσα Χαιρεφῶντα τουτονί.
κ 1795 Κλητῆρες: μάρτυρες. Κλητὴρ λέγεται ὁ καλῶν εἰς τὸ δικαστήριον πάντας. σημαίνει δὲ ἡ λέξις καὶ τὸν μάρτυρα. Ἀριστο‐ φάνης Ὄρνισι· κλητήρ εἰμι νησιωτικός. τουτέστιν ὁ τοὺς τὰς νήσους οἰκοῦντας συκοφαντῶν καὶ εἰς δικαστήριον ἄγων. καὶ αὖθις· κλητῆρί τ’ εἰς ἄχυρον ἀποδεδρακότι.
κ 1796 Κλητῆρες καὶ Κλητεύειν· κλητῆρες, οἱ ἄνδρες, δι’ ὧν εἰς τὰς δίκας προκαλοῦνται οἱ δικαζόμενοί τισιν· ἔδει γὰρ παρεῖναί τινας ὥσπερ μάρτυρας τῆς προκλήσεως. κλητεῦσαι δέ ἐστι τὸ κλητῆρα γενέσθαι, ὡς Ἰσαῖος. λέγεται δὲ κλητεύεσθαι καὶ ἐκκλητεύεσθαι ἐπὶ τῶν μαρτύρων, ὅταν μὴ ὑπακούσωσι πρὸς τὴν μαρτυρίαν ἐν τῷ δικαστηρίῳ· καὶ ἔστιν ἐπιτίμιον κατ’ αὐτῶν δραχμαὶ χίλιαι, ὡς Ἰσαῖος ἐν τῷ ὑπὲρ Πύθωνος ἀποστασίου.
κ 1797 Κλῆτος: δόξα.
κ 1798 Κλητός: ὁ κεκλημένος, καὶ μὴ αὐθαίρετος ἥκων. χρωμένοις Λακεδαιμονίοις περὶ πολέμου, καὶ κλητὸς ὁ θεὸς ἔφη καὶ ἄκλητος ἥξειν· καὶ πολεμοῦσι κατὰ κράτος νίκην ἔσεσθαι.
κ 1799 Κλήτωρ. Κλητώριον, ἡ βασιλικὴ τράπεζα.
κ 1800 Κλίβανος: ἡ κάμινος, ἑστία. καὶ κλίβανος ἔοικε γυναικὶ διὰ τὸ δέχεσθαι τὰ πρὸς τὸν βίον εὔχρηστα. πυρὸς δέ εἰσι δεκτικά.
κ 1801 Κλίμα: τόπος.
κ 1802 Κλιμάζει· Δείναρχος· ὅταν οὖν κλιμάζῃ καὶ παράγῃ τοὺς νόμους. ἀντὶ τοῦ παρακλίνει καὶ τρέπει. μήποτε δεῖ γράφειν βλιμάζει· ἀντὶ τοῦ θλίβει καὶ βιάζεται.
κ 1803 Κλίμακες: ξύλα ὀρθά. Διόδωρος· ἑξῆς δ’ ἐκομίζοντο κλίμακες ωʹ, παντευχίας πολυτελεῖς ἔχουσαι. καὶ Ξενοφῶν· οἱ δὲ ἄνθρωποι κατέβαινον κατὰ κλίμακας εἰς τὰς καταγείους οἰκίας.
κ 1804 Κλιμακίζειν: μέμνηται Δείναρχος ἐν τῇ ὑπὲρ Αἰσχίνου εἰση‐ γορίᾳ, λέγων· οὗτος κλιμακίζει τοὺς νόμους. ἔστιν δὲ οἷον παράγει καὶ διαστρέφει· ἴσως ἀπὸ τῆς κλίμακος εἰρημένου τοῦ ὀνόματος, ἥτις οὖσα ὄργανον βασανιστικὸν διαστρέφει τὰ σώματα τῶν βασανιζο‐ μένων. καὶ Ἀριστοφάνης· βασάνιζε πάντα τρόπον· ἐν κλίμακι δή‐ σας, κρεμάσας, ὑστριχίδι μαστιγῶν, δαίρων, στρεβλῶν, ἔτι δ’ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων, πλίνθους ἐπιτιθείς, πάντα τ’ ἄλλα, πλὴν πράσῳ μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ.
κ 1805 Κλιμακόεσσαν: κλίμακα ἔχουσαν ὑψηλήν.
κ 1806 Κλίμαξ: ἡ σκάλα.
κ 1807 Κλίνη: τὸ κραββάτιον.
κ 1808 Κλίνθη: ἐκλίθη.
κ 1809 Κλινίς: βάθριόν τι ἡ κλινὶς εἰστεταμένον, ἔγκυκλον. τουτὶ λάμβαν’ ἀπὸ τῆς κλινίδος. καὶ Κλινίδιον ὑποκοριστικῶς.
κ 1810 Κλινοκοσμοῦντα Διονύσιον· ζήτει ἐν τῷ δαιτρός.
κ 1811 Κλισία: ἡ σκηνή. λαμβάνεται δὲ καὶ ἐπὶ κλίνης. λέξομαι ἐν μυχάτῳ· κλισίη δέ μοί ἐστιν ἑτοίμη.
κ 1812 Κλισία: ἡ καθέδρα.
κ 1813 Κλίσια: τὰ κουβούκλεια.
κ 1814 Κλισιάδες: θύραι δίπτυχοι, ἢ σκηναί.
κ 1815 Κλισίον: ὄνομα τόπου.
κ 1816 Κλίσις: ἡ κατ’ ἄνδρα κίνησις.
κ 1817 Κλίσις ἐπὶ δόρυ ἐστὶν ἡ ἐπὶ τὰ δεξιὰ κλίσις, ἐφ’ ἕνα κλίσις ἡ ἐπὶ τὰ ἀριστερὰ κλίσις· ἐπ’ ἀσπίδα κλίσις ἐστὶ καὶ αὐτὴ ὁμοίως ἐπὶ τὰ ἀριστερά.
κ 1818 Κλίσις: ἡ πρόκλισις, παραγγελία εἰς κρίσιν. οὕτω Δημοσθένης.
κ 1819 Κλισμός: ἡ καθέδρα.
κ 1820 Κλιτόριον: πόλις Ἀρκαδίας.
κ 1821 Κλίτος: μέρος. πλάγιον. πεσεῖται ἐκ τοῦ κλίτους σου· ὁ ψαλμῳδός φησι.
κ 1822 Κλίτωρ, Κλίτωρος: ὄνομα κύριον.
κ 1823 Κλιτύς: τὸ ἀπόκλιμα· καὶ ἡ ἐξοχὴ τῶν ὀρῶν. καὶ Κλιτύες.
κ 1824 Κλόνιος: ὄνομα κύριον.
κ 1825 Κλόνος: θόρυβος, τάραχος. ταραχὴν δὲ καὶ κλόνον ἐνεποίει τοῖς πράγμασιν οὐκ ἀπὸ μικρῶν ἀφορμῶν ἀνιστάμενα τὰ Γερμανικὰ κινήματα.
κ 1826 Κλοπαί: παραλογισμοί. καὶ Κλαπέντες, ἀντὶ τοῦ ἐξαπατη‐ θέντες. οἱ δὲ τὸ ἀκριβὲς μὴ εἰδότες, ἀλλὰ τῇ πρώτῃ κλαπέντες ὄψει, ἔτι πλείονας τῶν ὄντων οἰηθέντες τοῖς οἰκείοις διαγγέλλουσιν.
κ 1827 Κλοπιμαῖος.
κ 1828 Κλοποφορῶ: τὸ ἐν κλοπείᾳ φέρω.
κ 1829 Κλώδονες: αἱ Βάκχαι τοῦ Διονύσου παρὰ Μακεδόσιν· αἱ κληθεῖσαι ὕστερον Μιμαλόνες ἀπὸ τῆς μιμήσεως.
κ 1830 Κλῴζεται· κλῴζεται καὶ συρίττεται· ἔστι δὲ ὅπη καὶ λίθοις βάλλεται.
κ 1831 Κλώθει: κατασπᾷ, ἐπιμερίζει.
κ 1832 Κλωθώ: ἡ μία τῶν Μοιρῶν, τρεῖς γάρ εἰσι, Κλωθώ, Λάχεσις, Ἄτροπος. οὐδὲ γὰρ ἐν θνητοῖσιν ἠδύνατο καὶ μεμαυῖα εὑρέμεναι Κλωθὼ τῷδ’ ἕτερον φονέα. Κλώθω δὲ τὸ νήθω.
κ 1833 Κλών, κλωνός: τοῦ δένδρου ὁ βλαστός. καὶ Ἐκλώνισε, κλῶνας ἔκοψε.
κ 1834 Κλωπᾶς: ὄνομα κύριον.
κ 1835 Κλωπεύω: κλέπτω. καὶ Κλωπεία ἐξ αὐτοῦ, καὶ Κλωπι‐ τεύω. ἡ μὲν χεὶρ ἐν Αἰτωλοῖς, ὁ δὲ νοῦς ἐν Κλωπιδῶν. Ἀττικὴ γενικὴ ἀντὶ δοτικῆς. διαβάλλει δέ τινας ὁ Ἀριστοφάνης, ὡς λῃστὰς καὶ κλέπτας· λῃσταὶ γὰρ οἱ Αἰτωλοί.
κ 1836 Κλωπιτεύω· Κλοτοπεύω δέ.
κ 1837 Κλωστήρ: ὁ ἄτρακτος, καὶ τὸ νῆμα.
κ 1838 Κλώψ: κλέπτης. Ξενοφῶν· εἰσὶ γυμνῆτες τῶν ἐφεπομένων ἡμῖν κλωπῶν. καὶ ἐν Ἐπιγράμμασι· τόξῳ μὲν κλῶπας βάλε, σάου δὲ φίλους.
κ 1839 Κλοιός: περιτραχήλιος δεσμός. ἐν Ἐπιγράμμασι· ὡς δ’ ἴδ’ ὁμοίην εἰκόνα, παντοίῳ σχήματι φαινομένην, κλοιὸν ἔχων πέλας ἦλθε, λέγων Λευκῶνι, κελεύειν τῷ κυνὶ καὶ βαίνειν· πεῖθε γὰρ ὡς ὑλάων.
κ 1840 Κλυδώνιον: κυκᾶ. καὶ κλύδωνα ἄμφω. Θουκυδίδης βʹ· καὶ τὰς κώπας ἀδύνατοι ὄντες ἐν κλύδωνι ἀναφέρειν. καὶ Κλυδώνισμα. καὶ Κλυδωνῶ ῥῆμα, καὶ Κλυδωνίζω.
κ 1841 Κλύει: ἀκούει. καί πως ὁ κλύων τοῦ λέγοντος χαίρει μᾶλλον, τοῖς σοῖς ἄχεσι καθυβρίζων. τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς οὐκ ἂν ἁμάρτοις. καὶ Σοφοκλῆς· ἦπου τάλαινα τήνδ’ ὅταν κλύῃ φάτιν, ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.
κ 1842 Κλῦθι: ἐπάκουσον.
κ 1843 Κλύμενος: οὕτω λέγεται ὁ ᾍδης· ἢ ὅτι πάντας προσκαλεῖται εἰς ἑαυτόν, ἢ ὁ ὑπὸ πάντων ἀκουόμενος. ἐν Ἐπιγράμμασι· ὃς καὶ ἀμειλίκτοιο βαρὺ Κλυμένοιο νόημα καὶ τὸν ἀμείλικτον θυμὸν ἔθελξε λύρᾳ. περὶ Ὀρφέως. καὶ αὖθις· ἤδη γὰρ λειμῶνας ἐπὶ Κλυμέ‐ νου πεπόταται, καὶ δροσερὰ χρυσέας ἄνθεα Περσεφόνης.
κ 1844 Κλύω: μανθάνω.
κ 1845 Κλυστήρ: τὸ ἰατρικὸν ἐργαλεῖον. κλυστῆρα προσθέμενος ὑπεξήγαγε τῆς ἑαυτοῦ γαστρὸς τὰ σκύβαλα.
κ 1846 Κλυταιμνήστρα: ὄνομα κύριον.
κ 1847 Κλυτίδης: ὄνομα κύριον.
κ 1848 Κλύτιος.
κ 1849 Κλυτοτέχνης: ὁ Ἥφαιστος· ὡς ἔνδοξον ἔχων τὴν χαλκευτικήν. ὥσπερ λέγεται ὁ αὐτὸς καὶ αἰθαλόεις θεός, ὁ χαλκεύς.
κ 1850 Κνᾶκον· ἐν Ἐπιγράμμασι· κνᾶκον ὑπηνήταν τόνδ’ ἀνέθηκε τράγον.
κ 1851 Κνᾶν: κόπτειν, ξέειν. λαβὼν δελτίον δίπτυχον ἐκέλευσε τὸν κηρὸν κνᾶν. ἀντὶ τοῦ ξέειν.
κ 1852 Κνάπτω. πρὸς Ξενοκράτην τὸν φιλόσοφον ἐλθών τις φιλοσοφῆσαι, μήτε γεωμετρικὴν μήτε ἀστρονομίαν μεμαθηκώς, τοῦτον εἰπεῖν· παρ’ ἐμοὶ πόκος οὐ κνάπτεται.
κ 1853 Κνάφος: ὄργανόν τι ἐν κύκλῳ κέντρα ἔχον, δι’ οὗ τοὺς βασανιζομένους κτείνουσιν· ὅμοιον δέ ἐστι κναφικῷ κτενί.
κ 1854 Κνάφος: παρὰ Ἡροδότῳ ἄκανθα ἕλκουσα ἱμάτια. ὅτι τὸ παλαιὸν οἱ κναφεῖς ἀκανθῶν σωρὸν συστρέψαντες τὰ ἱμάτια ἔκναπτον. ὁ δὲ σωρὸς ἐλέγετο κνάφος.
κ 1855 Κναφεύς: παρὰ τὸ κνῶ, τὸ ξύω. Ὅμηρος· ἐπὶ δ’ αἴγειον κνῇ τυρὸν κνήστι χαλκείῃ. γναφεὺς δὲ παρὰ τὴν τοῦ φάρους γνάψιν· ἥτις ἐστὶ παρὰ τὸ γανὸν καὶ λαμπρόν. καὶ ἔστι τὸ μὲν διὰ τοῦ γ κοινόν, τὸ δὲ διὰ τοῦ κ Ἀττικόν. καὶ Ἀριστοφάνης· ἢν παρέχωσι τοῖς δεομένοις οἱ κναφεῖς χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ, πλευρῖτις ἂν ὑμῶν οὐδένα βλάψοι ποτέ.
κ 1856 Κναιόμενον: καταπονούμενον.
κ 1857 Κναίω: κόπτω.
κ 1858 Κνέφαλον: τύλη.
κ 1859 Κνέφας: σκότος, νύξ. κλίνεται δὲ κνέφατος. ὁ δὲ διαφεὶς τοὺς ἡγεμόνας ἐκίνει τὴν πρωτοπορίαν, κνέφατος ἄρτι γενομένου.
κ 1860 Κνεφαῖος: σκοτεινός. ἀόρατος, ὀρθρία, ἑωθινή. Ἀριστοφά‐ νης· κνεφαῖος εἰς ἀγορὰν φέρους’ ἀποδοίμην. καὶ Κνεφαῖος ἦλθεν, ἀντὶ τοῦ ὑπὸ σκότον. ὁ δὲ διαναστὰς κνεφαῖος καὶ παρα‐ φυλάξας τοῦ ζεύγους τῶν βοῶν ἐπελάβετο.
κ 1861 Κνέφει: σκότει. ἀπὸ τῆς κνέφος εὐθείας. οὕτως Αἰλιανός. οὐ κατ’ ἔπος γέ σου κνίσω τὸ ῥῆμ’ ἕκαστον, ἀλλ’ ἀπὸ ληκυθίου σου τοὺς προ‐ λόγους διαφθερῶ.
κ 1862 Κνῇ: κόπτει. καὶ Ὅμηρος· κνῇ τυρόν.
κ 1863 Κνηκίας: ὁ λύκος. Βάβριος ἐν τοῖς μυθικοῖς· ὁ δ’ ἐκλυθεὶς πόνων τε κἀνίης πάσης, τὸν κνηκίαν χάσκωντα λακτίσας φεύγει. τουτέστι τὸν λύκον.
κ 1864 Κνηκίς: ἡ νεφελώδης ζώνη, τὸ μικρὸν νέφος. οὐδέ ποθι κνη‐ κὶς ὑπεφαίνετο, πέπτατο δ’ αἰθήρ.
κ 1865 Κνήμη: τὸ κοῖλον τοῦ σκέλους.
κ 1866 Κνημίς: τὸ ὑπόδημα.
κ 1867 Κνημοί: ἐξοχαὶ τῶν ὀρῶν. ὁππότε μιν κνημούς τε κατὰ λασίους τε χαράδρας.
κ 1868 Κνησείοντα: ἐπιθυμητικῶς ἔχοντα τοῦ κνᾶσθαι.
κ 1869 Κνησθείην, Κνῆσμα καὶ Κνησμονὴ καὶ Κνησμός· ἐκ τοῦ κνήθω.
κ 1870 Κνηστιῶντες τὰς ἀκοάς: ἀντὶ τοῦ ἐπιθυμητικῶς ἔχοντες ἀκούειν.
κ 1871 Κνῆστις: μάχαιρα. Ὅμηρος· κνήστι χαλκείῃ. καὶ ἐν Ἐπι‐ γράμμασι· καὶ τὰν εὐχάλκωτον ἐΰγναπτόν τε κρεάγραν καὶ κνῆστιν.
κ 1872 Κνήφην λοιμώδη γενέσθαι συνέβη ποτὲ ταῖς τῶν Ῥωμαίων γυναιξί.
κ 1873 Κνίδη: βοτάνη. καὶ Κνίδειος καρπός, τῆς Κνίδου.
κ 1874 Κνίζων· αἰτιατικῇ. λυπῶν, ἢ τέμνων. παρὰ τὸ κνῶ, τὸ κόπτω. τοῦτο παρὰ τὸ κνῶ, τὸ κινῶ. κνῶ, κνήθω, κνίζω, τὸ ἐξ ἐπιπολῆς καὶ ἰσχνῶς ξύω. ἀλλ’ ἀρότρῳ βραχύβωλον ἐπικνίζοντι χαράσσων.
κ 1875 Κνίζων: Ἀκύλας ἐρευνῶν, Θεόδοτος χαράσσων, Σύμμαχος ἔχων ἢ συλλέγων.
κ 1876 Κνῖσα: ἡ ἀναθυμίασις τῶν θυομένων τοῖς εἰδώλοις. καὶ Κνισάριον, τὸ μικρὸν λίπος. καὶ Κνίσεσιν, ἀναθυμιάσεσιν.
κ 1877 Κνίσης: λίπους, ἀναθυμιάσεως. τῆς δὲ κνίσης διαδοσίμου γενομένης καὶ προσπεσούσης, ᾔτησε τοῦ κρέως.
κ 1878 Κνίσματα: σπαράγματα. καὶ τὰ ποθεύντων κνίσματα, καὶ μύστην λύχνον ἀπειπαμένη.
κ 1879 Κνίψ: ζωΰφιον. ἡ γενικὴ τοῦ κνιπὸς μετέστη εἰς εὐθεῖαν, καὶ σημαίνει τὸν ὀλίγα δαπανῶντα.
κ 1880 Κνώδαλον: ζῷον μικρόν, θηρίον. κυρίως μὲν τὸ θαλάσσιον, ποτὲ δὲ καὶ τὸ χερσαῖον. ἐν Ἐπιγράμμασι· ξίφη τὰ πολλῶν κνω‐ δάλων λαιμητόμα.
κ 1881 Κνώδαλον: τὸ θαλάσσιον τὸ ἐν τῇ ἁλὶ κινούμενον ζῷον. κινώπετον δὲ τὸ χερσαῖον, τὸ ἐν τῷ πέδῳ κινούμενον ἑρπετόν.
κ 1882 Κνώδοντος: τῆς ἀκμῆς τοῦ ξίφους, τῆς ὀξείας εἰς τὸ καίνειν. ἀπὸ δὲ τοῦ μέρους τὸ ξίφος δηλοῖ. πῶς ἀποσπάσω πικροῦ τοῦδε κνώδοντος, ὦ τάλας, ὑφ’ οὗ φονέως ἄρ’ ἐξέπνευσας;
κ 1883 Κνώμενος: γαργαλιζόμενος.
κ 1884 Κνώσιος: ὄνομα κύριον, καὶ ὁ πολίτης. Κνωσὸς γὰρ πόλις ἐν τῇ Κρήτῃ.
κ 1885 Κνώσσω: τὸ κοιμῶμαι. Λούκουλλος δὲ ὁ Ῥωμαῖος τὸν Μιθριδάτην καταστρεψάμενος καὶ προσσχὼν τῇ Τρῳάδι καὶ σκηνῶν παρὰ τὸ τῆς Ἀφροδίτης τέμενος ἤκουσε χρησμοῦ τοιοῦδε· τὶ κνώσ‐ σεις, μεγάθυμε λέον; νεβροὶ δέ τοι ἐγγύς. καὶ ὃς ἐξαναστὰς καὶ πυθό‐ μενος ὡς εἴη πλησίον ὁ βασιλεύς, ἐπιπεσὼν διαφθείρει αὐτόν.
κ 1886 Κνώσσουσαν: κοιμωμένην. ἐν Ἐπιγράμμασι· τὴν φύλακα κνώσσουσαν ὑπέκφυγον.
κ 1887 Κνυζηθμός: ἡ τῶν κυνῶν ὑλακὴ ὀδυρτική. ἡ ἀσαφὴς τῶν κυνῶν βοή.
κ 1888 Κνυζημάτων: παρὰ Ἡροδότῳ. τουτέστι τῶν γοερῶν ἀπο‐ φθεγμάτων.
κ 1889 Κνυζῶ: ἀπὸ τοῦ κόνυζα κονύζω, κνυζῶ. ἔνθεν καὶ κνυζηθμός, ὡς μυκῶ, μυκηθμός· ἡ τῶν κυνῶν ὑλακὴ ὀδυρτική. καὶ αὖθις· κνύζοιέν τε οἱ κύνες, ἀγχοῦ τῆς ὕλης γενόμενοι.
κ 1890 Κνυζώμενον: στένοντα. μεταφορικῶς ἀπὸ τῶν σκυλάκων. ὁ δὲ κύνας ἐκ τῆς ἐπάλξεως ἀπεξήρτα, ὥστε τοὺς φύλακας κνυζω‐ μένων αὐτῶν μὴ καθεύδειν.
κ 1891 Κνυζώσω: ἀπρεπεῖς ποιήσω.
κ 1892 Κνῦμα: ὁ ἠρεμαῖος κνησμός. ὑποδουμένη ἤκουσά τοι τὸ κνῦμά σου τῶν δακτύλων.
κ 1893 Κοάλεμος: ματαιόφρων. κοεῖν γὰρ τὸ αἰσθάνεσθαι. καὶ ὁ ἠλίθιος καὶ ἀνόητος.
κ 1894 Κοάλεμος: ἔγκειται τῇ λέξει τὸ ἠλέματον, ἤγουν τὸ μάταιον· καὶ τὸ κοεῖν, ὅ ἐστι νοεῖν. ὁ οὖν ἀνόητος καὶ μάτην κοῶν κοάλε‐ μος λέγεται. Κοάλεμοι παρὰ Ἀριστοφάνει οἱ ἠλέματα κοοῦντες καὶ νοοῦντες.
κ 1895 Κοβαλεύειν: τὸ μεταστρέφειν τὰ ἀλλότρια μισθοῦ κατ’ ὀλίγον.
κ 1896 Κοβαλεία: οὕτως ἐλέγετο ἡ προσποίητος μετὰ ἀπάτης παιδιά. καὶ κόβαλος, ὁ ταύτῃ χρώμενος. ἔοικε δὲ συνώνυμον τῷ βωμολόχῳ. Φιλόχορος δευτέρῳ Ἀτθίδος· οὐ γὰρ ἔνιοι λέγουσι βωμολόχον τινὰ καὶ κόβαλον γενέσθαι νομιστέον τὸν Διόνυσον. Ἀριστοτέλης δὲ ἐν δευτέρῳ Ζῴων ἱστορίας τὸν ὦτόν φησι κόβαλον καὶ μιμητὴν ὄντα, ἀντορχούμενον ἁλίσκεσθαι.
κ 1897 Κόβαλος: ἀνελεύθερος, πανοῦργος. ὁ λῃστής, ἀπὸ τῆς κοπίδος. ἢ ὁ κακότεχνος· κόβαλα γάρ ἐστι τὰ κακά. καὶ Κοβα‐ λεία, ἡ παρὰ πονηροῦ ἀνθρώπου κολακεία. τοὺς αὐτοὺς καὶ κορυνηφορεῖς Ἀριστοφάνης· ὡσπερεὶ γέροντας ἡμᾶς ἐκκοβαλικεύεται. ἀντὶ τοῦ λῃστεύει. οἱ δὲ κόβαλον τὴν μετὰ ἀπάτης παιδιάν.
κ 1898 Κόβλεμος.
κ 1899 Κόγχη: κογχύλη, ὅθεν ἡ πορφύρα.
κ 1900 Κόγχην: τὸ ἐλάχιστον λέγουσι. καὶ κόγχης ἄξιον, τὸ οὐδενὸς ἄξιον. καὶ κόγχην διελεῖν, ἐπὶ τῶν ῥᾳδίως τι ποιούντων. οἷον, ταὐτόν ἐστι τόδε τῷ κόγχην διελεῖν.
κ 1901 Κογχύλαι· ὅτι ὥσπερ τῶν πτηνῶν καὶ πεζῶν οἱ γῦπες καὶ οἱ κύνες πόρρωθεν τῶν ὀσμῶν ἀντιλαμβάνονται διὰ τὴν δίοσμον τοῦ ἀέρος δύναμιν, οὕτω καὶ τῶν ἐνύδρων διὰ τὸ εἶναι καὶ ἐν ὕδατι τὴν δύναμιν ταύτην, πόρρωθεν τῶν ὀσμῶν οἱ ἰχθύες ἀντιλαμβάνονται. αἱ κογχύλαι γοῦν ὄψιν οὐκ ἔχουσαι φαίνονται δελέατι ἐφεπόμεναι, ὁμοίως καὶ οἱ κροκόδειλοι τῶν κρεῶν ὑπὲρ τὴν ἐπιφάνειαν τοῦ ὕδα‐ τος κρεμαμένων ἐφέπονται αὐτοῖς.
κ 1902 Κοδάλου χοίνιξ: παροιμία ἐπὶ τῶν μείζοσι μέτροις κεχρη‐ μένων.
κ 1903 Κοδομήϊον: καμινευτικόν.
κ 1904 Κοδράντης: τὸ πᾶν, ἢ λεπτὰ δύο.
κ 1905 Κοδράτος, Ῥωμαῖος, ἱστορικός. ἔγραψεν Ἰάδι διαλέκτῳ ἱστορίαν Ῥωμαϊκὴν ἐν βιβλίοις ιεʹ, ἐπιγραφὴν δὲ Χιλιετηρίδα, καὶ περιέχει ἀπὸ κτίσεως Ῥώμης ἕως Ἀλεξάνδρου τοῦ Μαμαίας υἱοῦ Καίσαρος.
κ 1906 Κοδρίτης ἄρτος.
κ 1907 Κοδρομήνη: ὄνομα τόπου.
κ 1908 Κόδροι: ἐθνικόν.
κ 1909 Κόθορνος: ὑπόδημα ἀμφοτεροδέξιον. Ἀριστοφάνης· τίς ὁ κόθορνος τῆς ὁδοῦ; οἷον τί ὑποδησάμενος πάρει; οὕτως ἐκαλεῖτο καὶ Θηραμένης, Ἀθηναῖος ῥήτωρ, μαθητὴς Προδίκου τοῦ Κείου. εἴρη‐ ται δὲ ἐπὶ τοῦ στρεφομένου συνεχῶς. οὗτος γὰρ καὶ τοῖς λʹ συνέσπευδε καὶ τῷ πλήθει. ὅτι ὁ κόθορνος ἀνδράσι καὶ γυναιξὶ πρὸς τὰς ὑποδέσεις ἁρμόττει.
κ 1910 Κόθουρος: ὁ κρύπτων.
κ 1911 Κοθωκίδης: ὄνομα κύριον.
κ 1912 Κοϊκοΐ.
κ 1913 Κόϊντος: ὄνομα κύριον.
κ 1914 Κοκκιανός: ὁ Δίων. ὄνομα κύριον.
κ 1915 Κόκκος, ῥήτωρ, Ἀθηναῖος, μαθητὴς Ἰσοκράτους. λόγους ῥητο‐ ρικούς.
κ 1916 Κόκκυ: Ἀττικῶς ἀντὶ τοῦ ταχύ.
κ 1917 Κοκκύαι: αἱ πρόγονοι. ἀφ’ ὑμέων κοκκύῃσι καθημένη ἀρχαίῃσι.
κ 1918 Κοκκύζω: φωνῶ. Κοκκύσω, σύνθημα δώσω.
κ 1919 Κοκύμηλα: εἶδος ὀπωρῶν. τὰ παρ’ ἡμῖν λεγόμενα βερίκοκκα.
κ 1920 Κόκκυξ: εἶδος ὀρνέου· ὁ παρ’ ἡμῖν κοῦκκος.
κ 1921 Κόκλης· ἐπηρώθη Ὡράτιος ὁ Ῥωμαῖος τὸν ὀφθαλμὸν καὶ ἐπεκλήθη Κόκλης· τὸν γὰρ ὀφθαλμὸν ὀκολοὺμ καλοῦσι Ῥωμαῖοι.
κ 1922 Κόλα: ἡ γαστὴρ ταῖς κόλαις.
κ 1923 Κόλλαβος: ὁ μικρὸς ψωμός.
κ 1924 Κολλάβους: τοὺς ἄρτους τοὺς ἐοικότας τὴν πλάσιν τοῖς κολλάβοις τῆς κιθάρας. οἱ δὲ εἶδος πλακοῦντος τετραγώνου ἢ ἄρτου μικροῦ· παρὰ τὸ ἐκ μεγάλων κολλυβίζεσθαι. Κόλλαβοι γὰρ τὰ τῶν χορδῶν ἐπιτόνια.
κ 1925 Κολαβρισθείη: χλευασθείη, ἐκτιναχθείη, ἀτιμασθείη. κόλαβρος γὰρ ὁ μικρὸς χοῖρος. ἀντὶ τοῦ οὐδενὸς λόγου ἄξιος νομισθείη.
κ 1926 Κολάζω· αἰτιατικῇ.
κ 1927 Κολακεύω· αἰτιατικῇ.
κ 1928 Κολακεία: ἡ ἀπάτη.
κ 1929 Κολάκρετον· Ἀριστοφάνης· καὶ νῦν ἀτεχνῶς ἐθέλω παρέχειν ὅ τι βούλει σοί, πλὴν τοῦ κολακρέτου γάλα πίνειν.
κ 1930 Κόλαξ: ἀπατεών.
κ 1931 Κολασσαεύς: ἀπὸ τόπου.
κ 1932 Κολασσαεῖς: οἱ Ῥόδιοι· οἵ τινες ἀνέστησαν ἐν τῇ νήσῳ χαλκοῦν ἀνδριάντα τοῦ ἡλίου, ὃν διὰ τὸ μέγεθος ἐκάλεσαν Κολοσσόν, ἐπὶ Σελεύκου τοῦ Νικάνορος υἱοῦ, διαδόχου Ἀλεξάνδρου τοῦ Μακέ‐ δονος. ἐν Ἐπιγράμμασι· αὐτῷ σοι πρὸς Ὄλυμπον ἐμακύναντο Κολοσσὸν τόνδε Ῥόδου ναέται Δωρίδος, Ἀέλιε, χάλκεον, ἥνικα κῦμα κατευνάσαντες Ἐνυοῦς ἔστεψαν πάτραν δυσμενέων ἐνάροις.
κ 1933 Κολαινίς: ἐπώνυμον Ἀρτέμιδος· ἀπὸ Κολαίνου τοῦ κτίσαντος τὸ ἱερόν· ἢ διὰ τὸ τὸν Ἀγαμέμνονα θῦσαι αὐτῇ κόλον. ἔστι δὲ καὶ εἶδος ὀρνέου κολαινίς.
κ 1934 Κολεκτάριος· ἀργυραμοιβός, ἤτοι ὁ κέρμα ἀντὶ ἀργύρου ἀλλασσόμενος· τραπεζίτης, ὁ ἀργυροπράτης, κολεκτάριος.
κ 1935 Κολεόπτερον: εἶδος ζωϋφίου πτηνοῦ. παρὰ τὸ ὡς ἐν κουλεῷ τὰ πτερὰ συνέχειν τῷ ἐλύτρῳ. τῆς μηλολόνθου λεγομένου καὶ τοῦ καν‐ θάρου.
κ 1936 Κολεός: ἡ ξιφοθήκη.
κ 1937 Κολετρῶσι: κατὰ τοῦ κόλου τύπτουσιν. Ἀριστοφάνης Νεφέ‐ λαις· τὸν δείλαιον κολετρῶσιν ἀεί. ἢ καταπατοῦσιν. ἀπὸ τῶν τὰς ἐλαίας καταπατούντων. οἱ δὲ τὸ ἐνάλλεσθαι τῇ κοιλίᾳ.
κ 1938 Κόλλη, κολλήεντα. καὶ Κολλήεις, ὁ κολλιῶν.
κ 1939 Κολιάς: ἐπιθαλασσία ἄκρα τῆς Ἀττικῆς· ἐκ μεταφορᾶς τοῦ κόλου ὠνομασμένη. καὶ ἔστιν αὐτόθι Ἀφροδίτης ἱερὸν Κωλιάδος.
κ 1940 Κόλιξ: ὁ ἄρτος. ὅθεν καὶ κολλούριον ἀπὸ τοῦ κολοβόν. πληθυντικῶς κόλικες, ἀρσενικῶς παρὰ Ἀριστοφάνει ἄρτοι.
κ 1941 Κολοβόν: τὸ ἐλλεῖπον. καὶ Κολοβός, ὁ σιμός.
κ 1942 Κολοβόρριν: ὁ μικρόρριν. καὶ Κολοβώματα.
κ 1943 Κολοκτρυών: γένος τι Περσικὸν ἀττελέβοις ὅμοιόν ἐστι.
κ 1944 Κολόκυμα: τὸ κωφὸν κῦμα καὶ μὴ ἐπικαχλάζον. ὠθῶν κολό‐ κυμα καὶ ταράττων καὶ κυκῶν. Ἀριστοφάνης.
κ 1945 Κολοκύντη: μαρίκη. καὶ παροιμία· Κολοκύντης ὑγιέ‐ στερος.
κ 1946 Κόλον: κενόν, μάταιον, κολοβόν. Ὅμηρος· πῆλ’ αὕτως ἐν χειρὶ κόλον δόρυ. καὶ ἐν Ἐπιγράμμασι· τοῦτο τὸ δίπηχυ κόλον κέρας οὐμβρακιώτης βουμολγὸς ταύρου κλάσσας ἀτιμαγέλου.
κ 1947 Κολοσσός: ἄγαλμα. ὥσπερ ὁ Ῥοδίων κολοσσὸς διὰ μέγεθος καταπληκτικὸς ὤν, οὐκ ἔστιν ἐράσμιος, οὕτως οὐδὲ Σεβαστιανὸς διὰ τὸ ἀφιλοχρήματον θαυμαστὸς ἦν.
κ 1948 Κολοσύρτης. καὶ Κολοσυρτός, θόρυβος. μεγάλως αἰρομένης τῆς κόνεως καὶ εἰς ἠέρα ἱκνουμένης· τὸ γὰρ κοῖλον κυρτώ‐ σεως καὶ ὑπεροχῆς μετέχει. βέλτιον ὁ ὑπὸ τῶν κόλων συρόμενος κονιορτός.
κ 1949 Κολούεται: ἐμποδίζεται. καὶ παρεκάλει τὴν πατρίδα σῴζειν ὅπλα λαβόντας καὶ ὑβριστὴν δῆμον κολούειν. ἀντὶ τοῦ ἐμποδίζειν.
κ 1950 Κολούει: χρεοκοπεῖ, ἐλαττοῖ. ὁρῶν τοὺς παῖδας ἐκδιαιτω‐ μένους, τοὺς δὲ στρατιώτας πολλὰ κακὰ δρῶντας ἀπῆρε, τοὺς μὲν ἵνα ἐπιρρώσῃ, τοὺς δέ, κολούσηται.
κ 1951 Κόλουθος, Λυκοπολίτης, Θηβαῖος, ἐποποιός, γεγονὼς ἐπὶ τῶν χρόνων βασιλέως Ἀναστασίου. ἔγραψε Καλυδωνιακὰ ἐν βιβλίοις ἓξ καὶ ἐγκώμια δι’ ἐπῶν καὶ Περσικά.
κ 1952 Κόλουρα: τὰ μὴ ἔχοντα κέρκον, ἢ τὰ κολοβὴν ἔχοντα οὐράν· ἅπερ ἐν ταῖς ἱερουργίαις οὐ θύεται. καθόλου γάρ, εἰ μὴ ἦν τέλειον καὶ ὑγιές, οὐκ ἐθύετο τοῖς θεοῖς. Ἀριστοφάνης· ἀλλ’ οὐδὲ θύσιμός ἐστιν αὐτήν· κέρκον οὐκ ἔχει.
κ 1953 Κολουραία πέτρα: κοίλη, κεκαμμένη, ἢ στρογγύλη, παρὰ Καλλιμάχῳ.
κ 1954 Κολλούρια: τὰ κολοβὰς ἔχοντα τὰς οὐράς. τοῦτο δὲ καὶ ἐπὶ ἄρτων καὶ ἐπὶ τῶν ἰατρικῶν φαρμάκων λέγεται.
κ 1955 Κολοφών: τὸ πέρας, τὸ μέγα καὶ ὑψηλὸν ἀκρωτήριον. λαμβάνεται δὲ ἐπὶ μεγάλων κακῶν.
κ 1956 Κολοφώνιος: ὄνομα κύριον.
κ 1957 Κόλλοψ: ἡ χορδή. καὶ Κόλλοπας.
κ 1958 Κολλῶμαι· δοτικῇ.
κ 1959 Κολλώμενος.
κ 1960 Κολωνάων καὶ Νησάων: παραλόγως ἐχρήσατο Καλλίμαχος· οὐ γὰρ παράγεται ἀπὸ κολώνης, ἀλλ’ ἀπὸ τοῦ κολωνοῦ.
κ 1961 Κολωνέτας: οὕτως ὠνόμαζον τοὺς μισθωτούς, ἐπειδὴ περὶ τὸν κολωνὸν εἱστήκεσαν, ὅς ἐστι πλησίον τῆς ἀγορᾶς· ἔνθα τὸ Ἡφαι‐ στεῖον καὶ τὸ Εὐρυσάκιόν ἐστιν. ἐκαλεῖτο δὲ ὁ κολωνὸς οὗτος ἀγοραῖος. ἦν δὲ καὶ ἕτερος κολωνὸς πρὸς τὸ τοῦ Ποσειδῶνος ἱερόν· οὗτος δ’ ἂν εἴη ὁ τῶν ἱππέων.
κ 1962 Κολώνεια: ὄνομα τόπου.
κ 1963 Κολώνη: πόλις μεγάλη. ὁ δὲ ἐπὶ κολώνης τινὸς ἱδρύσας τοὺς περὶ αὐτὸν ἱππεῖς τοῦ χάρακος τὴν θέσιν ἐσκόπει.
κ 1964 Κολωνός: γῆς ἀνάστημα, τόπος ὑψηλός. Προκόπιος· ἐπειδὰν δὲ εἰς τὸν τοῦ ὄρους κολωνὸν ἵκωνται, ἐνταῦθα ἡσυχάζοντας τὸ λοιπὸν διανυκτερεύειν. Ἀρριανός· καθεώρων κολωνοὺς λίθων πολλαχοῦ τοῦ ὄρους νενεμημένους, τοὺς μὲν μείζους, τοὺς δὲ ἐλάττους· οὓς εἴκαζον ἐκ τοῦ πεδίου συνενηνέχθαι. ἦν γὰρ οὐ φύσει ἄλιθον, οὐδὲ εὔγειον τὸ πεδίον, ἀλλ’ οἷον εἰκασθῆναι ἐκκακαθαρμένον.
κ 1965 Κολῳός: θόρυβος.
κ 1966 Κολπίζω. Κόλπος, ἐπὶ θεοῦ, ὁ τῶν ἀγαθῶν θησαυρός· χεὶρ δὲ ἡ ἐνέργεια. ἵνα τι ἀποστρέφεις τὴν χεῖρά σου ἐκ μέσου τοῦ κόλπου σου;
κ 1967 Κολοιόπτερα ζῷα: ὁ κάνθαρος καὶ ἡ μηλολόνθη, καὶ εἴ τι ἄλλο.
κ 1968 Κολοιὸς ποτὶ κολοιὸν ἱζάνει: φιλάλληλον γὰρ τὸ ζῷον καὶ συναγελαστικόν. τάττεται δὲ ἐπὶ τῶν τοῖς ὁμοίοις προσομιλούντων.
κ 1969 Κολοιούς: ὀνόματα ὀρνέων μικρῶν.
κ 1970 Κόλυβα: σῖτος ἑψητός.
κ 1971 Κολυβιστής: τραπεζίτης.
κ 1972 Κόλυθρον: εἶδος φυτοῦ.
κ 1973 Κολυμβάδα· ζήτει ἐν τῷ γεργέριμον.
κ 1974 Κολυμβήθρα: ὁ κόλυμβος.
κ 1975 Κόλυμβος: ὁ τοῦ λουτροῦ.
κ 1976 Κολύμβων: εἶδος νομίσματος.
κ 1977 Κολλύρα: εἶδος ἄρτου. ἢ ὁ μικρὸς ἄρτος, ὃν τοῖς παιδίοις διδόασιν. ἢ εἶδος πλακοῦντος. καὶ Κολλυρίζω, τὸ τὰς λαλάγγας τηγανίζω. καὶ ἐπιχωρίως κολλούρια, τὰ λαλάγγια.
κ 1978 Κολυτεύς· παρὰ Λουκιανῷ εἰς τὸ Τίμων ἢ Μισάνθρωπος. Κολυτεὺς δὲ δῆμος τῆς Αἰγηΐδος.
κ 1979 Κολχική: ἡ Λαζική.
κ 1980 Κομᾷ: γαυριᾷ, μέγα φρονεῖ, στεφανοῦται, χλοηφορεῖ, τριχῶν ὑπερβολῇ κοσμεῖται. ἢ περιουσίᾳ χρημάτων μεγαλαυχεῖ. μὴ φθονεῖσθ’ ὑμῖν κομῶσιν. ἀντὶ τοῦ τρυφῶσι, πλουτοῦσι. τὸ γὰρ κομᾶν ἔλεγον ἐπὶ τοῦ τρυφᾶν καὶ γαυριᾶσθαι καὶ μέγα φρονεῖν. ἄλλως τε καὶ τὸ ταῖς θριξὶ κομᾶν.
κ 1981 Κόμμα· Ἀριστοφάνης· ἔοικε δ’ εἶναι τοῦ πονηροῦ κόμματος. ἀπὸ μεταφορᾶς τῶν νομισμάτων, ἐξ ὅλου χρυσίου ἀποκεκομμένου. ἀντὶ τοῦ εἰπεῖν, φαύλου συστήματος. πονηρὸν κόμμα, ὁ παρακεκομ‐ μένος ἄργυρος.
κ 1982 Κομμαγηνή: ὄνομα τόπου. καὶ Κομμαγηνός, ὁ ἀπὸ τοῦ αὐτοῦ τόπου.
κ 1983 Κόμανα: πόλις, ἔνθα ὁ Χρυσόστομος ἐτάφη πρῶτον.
κ 1984 Κομάρους: θηλυκῶς· ἀρσενικῶς δὲ κοτίνους. εἴδη δὲ δένδρων ταῦτα.
κ 1985 Κόμματα καὶ Κυρήβια· τὰ μὲν κυρήβιά ἐστι τὰ πίτυρα, τὰ δὲ κόμματα ἔοικε μέρη τινὰ ἢ τῆς καλάμης, ἢ τῶν περὶ τὸν σῖτον αὐτὸν ἐν τῷ στάχυϊ γενομένων ἢ τῶν ἀνθερίκων.
κ 1986 Κομβέντον.
κ 1987 Κόμβος· ὁ κόμβος τῶν δύο χειριδίων, ὅταν τις δήσῃ ἐπὶ τὸν ἴδιον τράχηλον.
κ 1988 Κομβώματα: τὰ καλλωπίσματα.
κ 1989 Κομενταρίσιος.
κ 1990 Κομεντίολος: ὄνομα κύριον. ὁ δὲ Φιλιππικὸς ἀποχειροτονεῖται παραυ‐ τίκα, καὶ Κομεντίολον ὁ βασιλεὺς στρατηγὸν ἀνίστησιν.
κ 1991 Κομείτην: ἐπιμελείας ἠξίουν.
κ 1992 Κόμη· ἐν Ἰὼβ ὁ κύριος· καὶ ἕσπερον τὸν ἀστέρα ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτόν. κόμην τὴν ὑπερβολὴν τῆς λάμψεως λέγει καὶ τὴν εὐπρέπειαν.
κ 1993 Κόμη: ἡ θρὶξ τῆς κεφαλῆς.
κ 1994 Κόμης: ὁ λαοῦ ἄρχων. καὶ κλίνεται κόμητος.
κ 1995 Κομήσῃς· Ἀριστοφάνης Πλούτῳ· μηδὲν ταύτῃ γε κομήσῃς. ἀντὶ τοῦ ὑπερηφανήσῃς. παρὰ τὸ τοὺς κομῶντας καυχητιᾶν. εἰ καὶ ἀληθεύεις, φησί, μὴ μέγα φρονήσῃς· οὐδὲν γὰρ ἧττον τὰ αὐτὰ πείσῃ. ἐκόμων δὲ οἱ φιλόσοφοι ἢ διὰ καρτερίαν ἢ διὰ σμικρολογίαν. ὧν ὑπὸ τῆς φειδωλίας ἀπεκείρατ’ οὐδεὶς πώποτε. φησὶν Ἀριστοφάνης ἐν Νεφέλαις.
κ 1996 Κομῆται: ἀστέρες, οἷον πωγωνίας καὶ λαμπαδίας πυρὰ ὑφε‐ στῶτα παχέος ἀέρος εἰς τὸν αἰθερώδη τόπον ἀνενεχθέντος. σέλας, πυρὸς ἀθρόου ἔξαψις, περιφερομένου ταχέως καὶ φαντασίαν μήκους ἐμφαίνοντος. ὅτι τῶν παρὰ φύσιν τέσσαρές εἰσι ποιότητες ἀστέρων· κομήτης, οὗ τὸ κάτω λεπτότατόν ἐστι, τὸ δὲ ἄνω ἥπλωται, ὡς ἐπὶ κόμης· δοκίας, οὗ τὸ ὅλον λεπτόν, ὡς ἐπὶ δόρατος· πωγωνίας, οὗ τὸ κάτω μὲν ἥπλωται, τὸ δὲ ἄνω στενότερον· βόθυνος, ἡνίκα δοκεῖ βάθος ἔχειν, ὡς ὁ φαινόμενος ἀστήρ. καὶ παροιμία· οὐδεὶς κομήτης ὅστις οὔ. τὸ δὲ ἀκροτελεύτιον αὐτὸς σὺ πρὸς τὴν ἠχὼ τοῦ τριμέτρου συνάρμοσον· οὐ γὰρ ἔγωγε φθέγξομαι τὸ δεινὸν ἐκεῖνο πρᾶγμα καὶ ὄνομα. οὐδεὶς κομήτης, ὅστις οὐ ψηνίζεται.
κ 1997 Κόμμι· κόμμι καὶ ὁ λιβανωτός, καὶ τὸ ἐξηραμμένον ὀπῶδες δάκρυον.
κ 1998 Κομιάτων: ἐξαίτησιν λαμβάνων τοῦ ἀφεθῆναι.
κ 1999 Κομιδῆ: λίαν, παντελῶς, ὁλοσχερῶς, εἰλικρινῶς, παντάπασι, τελείως.
κ 2000 Κομιδή: ἡ ἀνάσωσις. Ἡρόδοτος. λέγεται δὲ καὶ ἡ ἄφιξις, ἡ δίοδος. Πολύβιος· τῆς εἰς τοὔμπροσθεν κομιδῆς καὶ τῆς ὅλης ἐπιβολῆς ἀπέστη.
κ 2001 Κομιδήν: ἐπιμέλειαν. καὶ τὸ ἀπολαβεῖν τι τῶν προσηκόν‐ των κομιδὴν ἐκάλεσαν οἱ ῥήτορες.
κ 2002 Κομίδιον.
κ 2003 Κόμιζε: ἐπιμελοῦ.
κ 2004 Κομίζεται· αἰτιατικῇ. ἀντὶ τοῦ ἔχει. ἃν ᾖ θέλουσα, πάντ’ ἐμοῦ κομίζεται.
κ 2005 Κομιστικὰ πλοῖα: οὕτως ἐκαλεῖτο, ἐν οἷς ἐκόμιζον οἱ τύραννοι τὰ ληφθέντα λάφυρα, ὡς Ὑπερίδης δηλοῖ.
κ 2006 Κόμοδα: δόσις ἐπὶ σεισμοῦ παρεχομένη.
κ 2007 Κόμοδος, βασιλεὺς Ῥωμαίων· ὃς ὑπό τινος τύχης ἐλαυνόμενος ἐς τοσοῦτον μανίας καὶ παροινίας προὐχώρησεν, ὡς τὴν ἰδίαν προσ‐ ηγορίαν παραιτήσασθαι, Ἡρακλέα δὲ καὶ Διὸς υἱὸν ὀνομάζεσθαι· τούς τε μῆνας ἀφ’ ἑαυτοῦ φέρειν τὰς προσηγορίας προσέταξεν οὕτως· Ἀμαζόνιος, Κόμοδος, Αὔγουστος, Ἡράκλειος, Ῥωμαῖος, Ὑπεραίρων, Ἀνίκητος, Εὐσεβής, Εὐτυχής, Λούκιος, Αἴλιος, Αὐρήλιος. ἀποδυσάμενός τε τὸ Ῥωμαίων σχῆμα λεοντῆν ὑπεστρώννυτο καὶ ῥόπαλον ἐπεφέρετο· οὕτω τε θηρίοις καὶ ἀνθρώποις δημοσίᾳ ἐμονομάχει, εὐστόχως κατὰ τὸ ἀληθὲς ἀκοντίζων καὶ παρὰ πάντων θαυμαζόμενος. ἐπειδὰν δὲ εἰς πολλὴν μιαιφονίαν ἐτράπη, πάντας ἀφειδῶς τοὺς ἀθλίους καὶ λελωβημένους ἄνδρας ἐς τὸ θέατρον συναγαγὼν δρακοντοειδῆ τέ τινα περιθεὶς ἐκ γονάτων φάσματα, ὡς γίγαντας τῷ ῥοπάλῳ κατειργάσατο. καθεύδων δὲ ἐν τοῖς μονομαχείοις, ἐκεῖθεν ἐς τὰς πανηγύρεις πρὸς τῆς συγκλήτου βουλῆς ὑπαντώμενος ἐκ πάντων μὲν κακῶς διεβάλλετο, ὥστε καὶ τὴν Μαρκίαν, ἣν εἶχε παλλακῶν τιμιωτάτην, καταγνῶναι αὐτοῦ καὶ ἀπαγορεῦσαι τὰ πραττόμενα. πολλοὶ δὲ καὶ ἄλλοι ἱκέτευον αὐτὸν μηδὲν ἀνάξιον τῆς βασιλείας ποιεῖν.
κ 2008 Κομμονητόριον: ἐπιστολὴ προστακτική, ἀποστελλομένη εἰς χώρας.
κ 2009 Κομμός: περίεργος κόσμησις. ἡγεῖτο γυναικῶν μυρία πληθὺς μετὰ κομμοῦ καὶ ὀλολυγῆς. τουτέστι γόου καὶ ὀδυρμοῦ.
κ 2010 Κομμοῦσθαι: καλλωπίζεσθαι περιέργως καὶ γυναικωδῶς. οὕτως Εὔπολις.
κ 2011 Κομῶσα: ἀνθοῦσα. πλούτῳ κομῶντες.
κ 2012 Κομμωτής: καλλωπιστής.
κ 2013 Κομμωτίζω: ἐπιμελοῦμαι.
κ 2014 Κομμωτική: ἀπὸ τοῦ κόμπου· οἱ δὲ ἀπὸ τοῦ κόπτω. Κομ‐ μός, ὁ κεκομμένων τριχῶν κόσμος. Κομμωτικὸς δὲ ὁ ἐκ περι‐ εργίας κόσμος. καὶ Κομμωτικὸν οὐδετέρως.
κ 2015 Κομμώτρια: ἐμπλέκτρια, ἡ κοσμοῦσα τὰς γυναῖκας.
κ 2016 Κόμπαρος: ὃς συνέζευκται εἰς ὑπηρεσίαν τινί, ὁμοίως τὴν αὐτὴν ἐκτελῶν χρείαν.
κ 2017 Κομπίνα.
κ 2018 Κομπολακύθου: ματαιοκόμπου καὶ κομπώδους. παραπεποιη‐ μένον δέ ἐστι καὶ παραπεπλασμένον τὸ ὄνομα. ἀπὸ τοῦ λακεῖν γὰρ ἐν παραγώγῳ γέγονε τὸ ληκύθιον. ληκυΐζειν γὰρ τὸ μεῖζον βοᾶν καὶ ψοφεῖν· ἦχον γὰρ ἀποτελεῖ καὶ ἡ λήκυθος, ἐπεὶ καὶ αὐτὴ πεφύσηται. πάντα δὲ τὰ πεφυσημένα κόμπον ποιεῖ. ἀπὸ οὖν τοῦ κόμπου καὶ τῆς ληκύθου συντέθειται.
κ 2019 Κόμπος: ἀλαζονεία, ἔπαρσις. πέφυρτο δὲ τῇ δεήσει κόμπος βαρβαρικὸς καὶ ἔμφασις εὐτυχίας.
κ 2020 Κομποφακελορρήμονα: ἀντὶ τοῦ βαρυρρήμονα, φάκελοι γὰρ τὰ βαρέα φορτία διὰ ξύλων.
κ 2021 Κόμπῳ: ἐπάρσει, κενοδοξίᾳ. ἔστι τεκμηριῶσαι, ὡς ὑπαινιττό‐ μενοι γῆν ἔχειν σιδηροφόρον τῷ τοιῷδε κόμπῳ ἐχρήσαντο.
κ 2022 Κομψευόμενοι: ἀλαζονευόμενοι. πεφώρανται δὲ ὅμως τῇ πείρᾳ κομψευόμενοι τὴν ἐπωνυμίαν. περὶ ἱστοριογράφων ὁ λόγος.
κ 2023 Κομψευριπικῶς: πανούργως, κατὰ Εὐριπίδην. Αἰλιανὸς περὶ ἀσεβῶν βασιλέων λήθῃ παραδοθέντων φησί. καὶ Ἀριστοφάνης· ἐπὶ τῷ κομᾷς καὶ κομψὸς εἶναι προσποιεῖ;
κ 2024 Κομψεία: ἐλαφρία, ἀστειότης, πιθανολογία, ἀλαζονεία.
κ 2025 Κομψόν: περίτρανον, περίλαλον, πανοῦργον, ἀπατητικόν, πιθανόν, τεχνικόν. ἔστι δ’ ὅτε καὶ ἀγαθὸν καὶ σπουδαῖον. ὁ δὲ τὸ τῶν ἀτυχημάτων οὐ φέρων κομψὸν αἰσχίσταις ὕβρεσι τὸν Βαρὰμ ἐξουθένησε γυναικείᾳ ἐσθῆτι. Ἀριστοφάνης Νεφέλαις· πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ. τουτέστι πιθανὸν καὶ εὔχαριν ἐν συνόδῳ καὶ τῇ πρὸς τοὺς ἑτέρους κοινωνίᾳ. Ἀριστοφάνης· οὑμὸς δὲ Κλειτο‐ φῶν τε καὶ Θηραμένης ὁ κομψός. ἀντὶ τοῦ ἀστεῖος. Κλειτοφῶν δὲ ὡς ἀργὸς ἐκωμῳδεῖτο. νῦν δὲ ὡς παλίμβολον καὶ πανοῦργον βούλε‐ ται αὐτὸν ἀποδεῖξαι. διελθὼν λόγον περὶ ψυχῆς, ἐκ χρόνου κομψῶς μεμεριμνημένον. καὶ εἴ τις αὐτοὺς ἀποθανεῖν δὶς λέγοι, οὐκ ἂν φανείη κομψός, ἀλλὰ τῶν συνετωτέρων. καὶ αὖθις· τὸ πρᾶγμα κομψὸν καὶ σφόδρ’ ἐκ τοῦ σοῦ τρόπου.
κ 2026 Κόναβος: ψόφος, ἦχος. ἀφριόεν κοναβηδὸν ἐπιπρίουσα γένειον. περὶ Λακαίνης γυναικὸς ὁ λόγος.
κ 2027 Κοννᾶς: μέθυσος αὐλητής. καὶ παροιμία· Κοννᾶς στέφανον μὲν ἔχων, δίψῃ δ’ ἀπολωλώς. ὃς εἰς τὰ συμπόσια παρῆν ἀεὶ ἐστεμ‐ μένος. ἢ ὅτι Ὀλυμπιονίκης γενόμενος πένης ἦν, μηδὲν ἕτερον ἢ κότινον ἔχων. ἢ ὅτι αὐλητὴς ἦν ἄριστος, πενιχρός, πολλάκις στεφανωθείς· ἐφ’ οὗ Κρατῖνος εἶπεν· ἔσθιε καὶ σῇ γαστρὶ δίδου χάριν, ὄφρα σε λιμὸς ἐχθαίρῃ, Κοννᾶς δὲ φιλοστέφανός σε φιλήσει. λέγει δὲ αὐτὸν τοσαῦτα νικήσαντα μηδέπω τετιμῆσθαι.
κ 2028 Κόνδυ: ποτήριον.
κ 2029 Κονδυλίσας: κονδύλοις πλήξας. ὁ δὲ Ἡρακλῆς παῖδα νίπτρα προσφέροντα οὐ καταθύμια κονδυλίσας ἀπέκτεινεν.
κ 2030 Κόνδυλον· τὸ ἐκολάφισαν αὐτόν, ὡς ἔοικεν, ἐντεῦθεν οἱ Ἀττικοὶ λέγουσιν. ὁ δὲ κόλαφός ἐστι παρ’ Ἐπιχάρμῳ. Ἀριστοφά‐ νης· ἢν ὁ παῖς οἶνον αἰτῇ, κόνδυλον αὐτῷ δίδου. ὑπὲρ τοῦ ἐθίζειν τοὺς παῖδας μηδέν τι περιττὸν αἰτεῖν.
κ 2031 Κονία: ὁ κονιορτός. νίτρον, ῥύπος. ἔλουσαν ἡμᾶς ἄνευ κονίας. Ἀριστοφάνης. καὶ οὐδετέρως Κόνιον. καὶ Κονίῃσι.
κ 2032 Κονιορτοῦται· καὶ Κονιωμένους, κόνεως πεπληρωμένους.
κ 2033 Κονιαταί: οἱ τοὺς τοίχους παραχρίοντες.
κ 2034 Κόνιον: βοτάνη δηλητήριος. διὰ τοῦ ο μικροῦ διὰ τὸ μέτρον τοῦ στίχου. πρὸς γὰρ Ἀθηναίων κόνιον μὲν ἁπλῶς σὺ ἐδέξω· αὐτοὶ δ’ ἐξέπιον τοῦτο τεῷ στόματι.
κ 2035 Κονιόπους: πολυσχιδὲς ὑπόδημα, τὸ μὴ σκεπάζον ὅλον τὸν πόδα, ἀλλὰ καταπασσόμενον ὑπὸ τῆς κόνεως. ἡ δὲ κόνις ἀπὸ τῆς χύσεως. ἢ ἀπὸ τοῦ καίνω, τὸ κόπτω· ἡ διακεκομμένη γῆ. γρά‐ φεται δὲ καὶ κονίποδα, τουτέστι στενὸν σανδάλιον, οὗ διὰ τὴν στενό‐ τητα ὁ ποῦς ἐκονιορτοῦτο.
κ 2036 Κονιορτός. ἀσκοὺς πλείστους ἐς ὅτι μάλιστα πληρώσας κονιορτοῦ φέρειν ἔδωκεν ἑκάστῳ ἀνδρί· καὶ κατὰ τὴν συμπλοκὴν τοὺς ἀσκοὺς τῆς αἰθάλης νύττειν μαχαιριδίοις.
κ 2037 Κονιορτωσάμενον: κόνιν ἐπιβαλόμενον. κονιορτωσάμενος καὶ τὸν ἐκ πορείας κατὰ σπουδὴν ἐρχόμενον ἐπιφαίνοντα.
κ 2038 Κονίω: χρίω.
κ 2039 Κόνις, κόνεως, τῇ κόνει.
κ 2040 Κονίσαλος: κονιορτός. ἢ Κονίσαλος, δαίμων Πριαπώ‐ δης· ἐκ τοῦ μὴ ὀκνεῖν καὶ ἐπὶ κόνεως μίγνυσθαι. καὶ Κονισάλεος.
κ 2041 Κόνισαι: γυμνάσθητι. καὶ Κεκονῖσθαι, τὸ γυμνάζεσθαι.
κ 2042 Κονίσσουσι: κόνιν ἐγείρουσιν.
κ 2043 Κονίστρα. οὐδ’ αὖ κονίστρας εἰς τὸ ῥίψαι τοὺς πόνους.
κ 2044 Κονίστρα: παλαίστρα. ἢ κυλίστρα.
κ 2045 Κόνος ἀρτοξύῃ: παροιμία ἐπὶ τῶν ἀνταποδιδόντων.
κ 2046 Κονοσκογκόλορος: ὁ Ἑλληνιστὶ ὀνομαζόμενος Σαρδανάπαλος· ὃς τὰ γυναικεῖα φρονῶν καὶ περὶ τρυφὰς ἀσχολούμενος κατελύθη ὑπὸ Ἀρβάκου τοῦ ἰδίου στρατηγοῦ, ἀναγκασθεὶς ἐλθεῖν εἰς ἑκούσιον θάνατον καὶ σὺν τοῖς βασιλείοις ἑαυτὸν κατακαῦσαι. ὁ δὲ Ἀρβάκης οὗτος καὶ τὴν βασιλείαν μετέθηκεν εἰς Μήδους.
κ 2047 Κόννους· ἐδωρεῖτο δὲ πᾶσι τὰ πρέποντα, τοῖς μὲν παισὶ κόννους καὶ ψέλλια, τοῖς δὲ νεανίσκοις δραμβὰς καὶ μαχαίρας. Πολύ‐ βιός φησι.
κ 2048 Κόννου ψῆφον: ἐπὶ τῶν οὐδενὸς ἀξίων. ὁ δὲ Κόννος λυρῳ‐ δὸς ἦν, ὥς τινές φασιν, τῶν ἀφώνων· ὡς δέ τινες κιθαρῳδός.
κ 2049 Κονῶ: τὸ ἀγωνιῶ.
κ 2050 Κονσιστώριον: θεῖον συνέδριον.
κ 2051 Κονσούλους: αὐτοκράτορας αὐτοὺς οἱ τὴν τῶν Ῥωμαίων πολιτείαν διοικοῦντες ὠνόμασαν οἷα δὴ προβούλους καὶ προηγόρους τινάς· οὓς Ἕλληνες μετὰ ταῦτα διὰ τὴν ὑπεροχὴν τῆς ἐξουσίας ὑπάτους προσηγορεύκασι. ζήτει ἐν τῷ ὕπατοι πλατύτερον.
κ 2052 Κόντῳ πλεῖν: παροιμία· οἷον προσηκόντως ζῆν.
κ 2053 Κόξα: τὸ ὀπίσω τοῦ γονατίου μέρους.
κ 2054 Κόορτις: Ῥωμαϊκὴ σπεῖρα. ἄθρους ἄγων ἐκ τῆς παρεμβολῆς ἐπὶ τέτταρας κοόρτις.
κ 2055 Κοππατίας ἵππους ἐκάλουν, οἷς ἐγκεχάρακται τὸ κ στοιχεῖον, ὡς σαμφόρας τοὺς ἐγκεχαραγμένους τὸ ς καὶ τὸ ν χαρασσόμενον σὰν ἔλεγον· αἱ δὲ χαράξεις αὗται ἔτι καὶ νῦν σῴζονται ἐπὶ τοῖς ἵπποις· συζευγνυμένου γὰρ τοῦ κ καὶ τοῦ ς τὸ σχῆμα τοῦ Ϟʹ ἀριθμοῦ κατανοεῖσθαι, οὗ προηγεῖται τὸ κόππα· παρὰ γὰρ τοῖς γραμματισταῖς οὕτω διδάσκεται, καὶ καλεῖται κόππα τὸ Ϟʹ. τινὲς δὲ κοππατίαν ἐξηγή‐ σαντο τὸν κόπτοντα ταῖς ὁπλαῖς τὸ ἔδαφος, οὐ δεόντως ὑποτιθέμενοι· οὐδὲ γὰρ βουκεφάλας καλοῦμεν διὰ τὸ μορφὴν τοιαύτην ἔχειν, ἀλλὰ διὰ τὸ οὕτω κεχαράχθαι· οἷος οἶμαι καὶ ὁ τοῦ Ἀλεξάνδρου τοῦ Μακε‐ δόνος ἵππος ἦν, ᾧ τελευτήσαντι τὴν Βουκέφαλον Ἀλεξάνδρειαν ἔκτι‐ σεν, ἐντάφιον αὐτῷ τῆς ἀρετῆς χαριζόμενος πόλιν.
κ 2056 Κοπιοδόρπιον: τρύφος τι.
κ 2057 Κοπίς: ἡ μάχαιρα. οὐ φονίην ἤγαγε πρὸς κοπίδα, αἰδεσθεὶς ἔργον. περὶ βοὸς ὁ λόγος. ὁ δὲ παίεται κοπίδι τὴν κεφαλὴν ὡς οὐ βιωσόμενος εἶναι.
κ 2058 Κόπις: ὁ λάλος, ὁ ῥήτωρ.
κ 2059 Κοπρία: ὁ πηλός. καὶ Ἀριστοφάνης· κοπροφορήσω ς’, εἴ τι γρύξεις. ἀντὶ τοῦ εἰ λαλήσεις, κόπρον σου καταφορήσω. τουτέστι κόπρου πληρώσω.
κ 2060 Κόπριος ἀνήρ: ὡς ἀπὸ δήμου· λέγει δὲ τὸν κοπρολόγον· ἢ κηπουρός· παρὰ τὴν κόπρον. λύσις ὀνείρου· κόπρῳ καθεσθεὶς ζημίας ἕξεις τρόπους. ἰλὺν πεπλευκὼς τοῦ νοὸς νόει βλάβην. ἔκδηλός ἐστι βόρβορος ψυχῆς ῥύπος.
κ 2061 Κόπτοντες· τὰ ὑποζύγια κόπτοντες οὕτω τῇ ἀπορίᾳ ἀντεῖχον. ἀντὶ τοῦ χρώμενοι τούτοις πρὸς ἐδωδήν.
κ 2062 Κόπτω· Ἀριστοφάνης Νεφέλαις· ἀλλ’ οὐχὶ κόπτω τὴν θύραν. ἐπὶ μὲν τῶν ἔξωθεν κρουόντων τὸ κόπτειν λέγεται, ἐπὶ δὲ τῶν ἔσωθεν ψοφεῖν. ἱκανῶς δὲ τοῦτο διέστειλε Μένανδρος ἐπὶ μὲν τῶν ἔξωθεν λέγων, κόψω τὴν θύραν. ἐπὶ δὲ τῶν ἔσωθεν· ἀλλ’ ἐψόφει καί τις τὴν θύραν ἐξιών. εἰ νὴ Δία τὰς γνάθους αὐτῶν δὶς ἢ τρὶς ἔκοψεν ὥσπερ βουπάλου, φωνὴν ἂν οὐκ εἶχον. καὶ αὖθις· λάβετέ μου θοιμάτιον· κόψω βουπάλῳ τὸν ὀφθαλμόν.
κ 2063 Κορακήσιον.
κ 2064 Κορακίας: μέλας.
κ 2065 Κορακῖνος: εἶδος ἰχθύος.
κ 2066 Κόραξ: εἶδος ὀρνέου. καὶ ὁ ῥήτωρ, ὁ τῆς ῥητορικῆς εὑρετής, περὶ οὗ καὶ τὸ κακοῦ κόρακος κακὸν ᾠὸν εἰρημένον. ἔστι δὲ καὶ εἶδος μηχανήματος.
κ 2067 Κόραξ ὑδρεύει: ἐπὶ τῶν δυσχερῶς τινων τυγχανόντων.
κ 2068 Κοράττειν: τὸ ἄγαν προσμένειν, καὶ λιπαρεῖν. ἀπὸ τῶν περὶ τὰς θύρας κοράκων περιπετομένων καὶ μὴ ἀποχωρούντων.
κ 2069 Κορβανᾶς: παρὰ Ἰουδαίοις ὁ ἱερὸς θησαυρός. Πιλᾶτος τὸν ἱερὸν θησαυρὸν εἰς καταγωγὴν ὑδάτων καταναλίσκων ταραχὴν ἐκίνησε. κατῆγε δὲ ἀπὸ υʹ σταδίων. καὶ παραστήσας στρατιώτας πολλοὺς ἀπέκτεινεν.
κ 2070 Κορβῖνος: ὁ Βαλέριος. ἀπὸ τοῦ κόρακος· κορβοὺς γὰρ καλοῦσι Ῥωμαῖοι τοὺς κόρακας, καὶ ἴσως ἀπὸ τοῦ κρῴζειν· ἐπεὶ ὁ κόραξ ἐν τῇ πρὸς Κελτὸν μονομαχίᾳ συνέπραξε. καὶ ζήτει τὴν ἱστορίαν ἐν τῷ ἀμύσσειν.
κ 2071 Κορδακίζει: αἰσχρὰ ὀρχεῖται. Κόρδαξ γὰρ εἶδος ὀρχήσεως κωμικῆς. καὶ ὁ Κορδακισμός.
κ 2072 Κορδυαῖοι: ὄνομα ἔθνους.
κ 2073 Κορδύλη: πᾶν τὸ ἐξέχον καὶ συνεστραμμένον. καὶ ὁ περὶ τὸν ὦμον δεσμός. καὶ παροιμία, Κορδύλης οὐκ ἄξιος.
κ 2074 Κορέας: πόλις.
κ 2075 Κορείας: παρθενίας. ἐν Ἐπιγράμμασι· χρύσεος ἀψαύστοιο διέτμαγεν ἅμμα κορείας.
κ 2076 Κορεῖν: κοσμεῖν βίβλους, ἢ σαίρειν.
κ 2077 Κόρη: ἡ Περσεφόνη. Δηὼ δὲ ἡ Δημήτηρ.
κ 2078 Κόρη: ἡ παρθένος. παρὰ τὸ κορῶ, τὸ καθαίρω. καὶ κόρη, ἡ τοῦ ὀφθαλμοῦ· δι’ ἧς τὸ ὑγρὸν προβέβληται ὥστε δι’ αὐτοῦ ἀντι‐ λαμβάνεσθαι τῶν ὁρατῶν. κόρη δ’ ἂν λέγοιτο καὶ τὸ τρῆμα τὸ ἐν τῷ ῥαγοειδεῖ χιτῶνι, παρὰ τὸ δι’ αὐτῆς χεῖσθαι τὸ διορατικὸν πνεῦμα, χόρη τις οὖσα, καὶ κόρη. κόρη οὖν τὸ τρῆμα τοῦ ῥαγοειδοῦς καὶ τὸ διὰ τοῦ νεύρου προϊὸν ὀπτικὸν πνεῦμα· τὸ δὲ ἐπὶ ταύτῃ δέρμα κερατοειδὴς χιτών. ὅταν οὖν παχυνθῇ οὗτος ἢ ἀπὸ οὐλῶν τινῶν ἐκ τραυμάτων ἐνσκιρωθεισῶν ἐν αὐτῷ, συμβαίνει τὸ μὴ ὁρᾶν· οὕτω καὶ ἡ μήνιγξ παθοῦσα τὸ μὴ ἀκούειν. ὅτι ἐπὶ τῶν κριτῶν τῶν Ἰουδαίων ἐβασίλευσε Μολοσσῶν ᾍδης, ὃς ἔσχε θυγατέρα, ἣν ἐκάλεσε Κόρην· τὰς γὰρ εὐπρεπεῖς γυναῖκας οἱ Μολοσσοὶ κόρας ἐκάλουν. ταύτην ἐφίλησεν ὁ Πειρίθους καὶ ἐβουλήθη νυκτὸς ἁρπάσαι. γνοὺς δὲ τοῦτο ὁ πατὴρ αὐτῆς ᾍδης ἔδησεν ὃν εἶχε πρὸ τῆς θύρας κύνα, ὃν ἐκάλει διὰ τὸ μέγεθος Τρικέρβερον, καὶ ἐλθόντα κατὰ σύνταξιν τὸν Πειρίθουν διεχρήσατο· ἐξελθούσης δὲ τῆς κόρης πρὸς βοήθειαν καὶ αὐτὴν διεχρήσατο. περὶ ἧς φασιν, ὅτι ὁ Πλούτων αὐτὴν ἥρ‐ πασε. λέγεται δὲ Κόρη καὶ Κόρος, ὁ νεώτατος, ἀπὸ τοῦ κορῶ τὸ ἐπιμελοῦμαι· πολλῆς γὰρ ἐπιμελείας δέονται οἱ νεώτεροι. καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ ὁμοίως. νεωκόρος δὲ οὐχ ὁ σαρῶν τὸν νεών, ἀλλ’ ὁ ἐπιμελούμενος αὐτοῦ.
κ 2079 Κόρημα: τὸ σάρον, τὸ κόσμητρον. μὴ ’κκόρει τὴν Ἑλλάδα. ἀντὶ τοῦ ἔρημον οἰκητόρων ποιῶν διὰ τῶν πολέμων. ἦν δὲ καὶ ἀρά τις αὕτη τοῖς ἀρχαίοις, ὥς που καὶ Μένανδρός φησιν· ἐκκορηθείης σύ γε, βουλόμενος τὸ ἄρδην ἀπολέσθαι σημᾶναι.
κ 2080 Κόρης, Κόρητος: ὄνομα κύριον.
κ 2081 Κόρης, κόρεως. ἀρσενικῶς διὰ τοῦ η. Ἀριστοφάνης. κόρις δὲ θηλυκῶς, κόριδος.
κ 2082 Κορήσατε: ἐπιμελήθητε.
κ 2083 Κορησός: ὄνομα τόπου, ἢ ποταμοῦ. καὶ Κορησία, πόλις.
κ 2084 Κοριαννοῖ. Φερεκράτης κέχρηται.
κ 2085 Κορρίδης: ὁ Σόλων ἐκέκλητο πατρωνυμικῶς.
κ 2086 Κορικῶς: γυναικικῶς, ὡς κόρη.
κ 2087 Κορίννα, Ἀχελῳοδώρου καὶ Προκρατίας, Θηβαία ἢ Ταναγραία, μαθήτρια Μύρτιδος· ἐπωνόμαστο δὲ Μυῖα· λυρική. ἐνίκησε δὲ πεντάκις ὡς λόγος Πίνδαρον. ἔγραψε βιβλία εʹ, καὶ ἐπιγράμματα καὶ νόμους λυρικούς.
κ 2088 Κορίννα Θεσπία, λυρική· οἱ δὲ Κορινθίαν εἰρήκασι. νόμους λυρικούς.
κ 2089 Κορίννα νεωτέρα, Θηβαία, λυρική, ἡ καὶ Μυῖα κληθεῖσα.
κ 2090 Κορινθικόν· οὐδέποτ’ ἀμήσαντι Κορινθικόν· οὔποτε πικρᾶς τῆς ἀφιλοσταχύου γευσαμένῳ πενίης. ζήτει περὶ Κορίνθου ἐν τῷ Διὸς Κόρινθος.
κ 2091 Κόριννος, Ἰλιεύς, ἐποποιὸς τῶν πρὸ Ὁμήρου, ὥς τισιν ἔδοξε· καὶ πρῶτος γράψας τὴν Ἰλιάδα, ἔτι τῶν Τρωϊκῶν συνισταμένων. ἦν δὲ Παλαμήδους μαθητὴς καὶ ἔγραψε τοῖς ὑπὸ Παλαμήδους εὑρεθεῖσι Δωρικοῖς γράμμασιν. ἔγραψε δὲ καὶ τὸν Δαρδάνου πρὸς Παφλαγόνας πόλεμον, ὡς ἐκ τούτου λαβεῖν καὶ τῆς ποιήσεως πᾶσαν ὑπόθεσιν Ὅμηρον καὶ ἐντάξαι τοῖς αὑτοῦ βιβλίοις.
κ 2092 Κοριολάνοι: ἐθνικόν.
κ 2093 Κόριον: κοράσιον μικρόν.
κ 2094 Κορθύεται: κορυφοῦται, αὔξεται, ὑψοῦται, ἐπαίρεται. καὶ Κόρθυς, τὸ εἰς ὕψος ἀνάστημα. ὁ δὲ ποιήσας ἐξ ἄμμου κόρθυν καὶ ἐξάρας τῆς γῆς οὐκ ἐπὶ πολύ, πάλιν τῷ ποδὶ καταστρώσας, αὖθις τὸ δάπεδον ὁμαλὲς ἐποίησεν.
κ 2095 Κορκορυγάς: βοάς, ταραχάς, θορύβους. λῦσον δὲ μάχας καὶ κορκορυγάς, ἵνα Λυσιμάχην σε καλῶμεν. Ἀριστοφάνης· οἱ ταῖς ἀρχαῖς ἐπέχοντες, τινὰ κορκορυγὴν ἐκύκων. ἀντὶ τοῦ ταραχὰς ἐκίνουν.
κ 2096 Κορκορυγμοί: ταραχαί.
κ 2097 Κορνηλία: ὄνομα κύριον. καὶ Κορνήλιος. ἐπίσκοπος, ὃς διεκρίθη Ναυάτου. καὶ ζήτει ἐν τῷ Ναυάτος.
κ 2098 Κορνοῦτος· δύω συγγραφέε Ῥωμαίων ἤστην, Τῖτος Λίβιος, οὗ διαρρεῖ πολὺ καὶ κλεινὸν ὄνομα, καὶ Κορνοῦτος. πλούσιον μὲν οὖν ἀκούω καὶ ἄπαιδα τοῦτον, σπουδαῖον δὲ οὐδὲν ὄντα. τοσαύτη δὲ ἦν ἡ διαφορότης ἐς τούσδε τοὺς ἄνδρας τῶν ἀκροωμένων, ὡς τοῦ μὲν Κορνούτου παμπλείστους ἀκούειν, θεραπείᾳ τε καὶ κολακείᾳ τοῦ ἀνδρὸς συρρέοντας καὶ διὰ τὴν ἀπαιδίαν ἐλπίδι κληρονομίας· τοῦ γε μὴν Λιβίου ὀλίγους, ἀλλὰ ὧν τι ὄφελος ἦν καὶ ἐν κάλλει ψυχῆς καὶ ἐν εὐγλωττίᾳ. καὶ ταῦτα μὲν ἐπράττετο. ὁ χρόνος δὲ ὁ ἄπρατός τε καὶ ἀδέκαστος καὶ ἡ τούτου φύλαξ καὶ ὀπαδὸς καὶ ἔφορος ἀλήθεια, μήτε χρημάτων δεόμενοι, μηδὲ μὴν ὀνειροπολοῦντες ἐκ κλήρου δια‐ δοχήν, μήτ’ ἄλλῳ τῳ αἰσχρῷ καὶ κιβδήλῳ τε καὶ καπήλῳ καὶ ἥκιστα ἐλευθέρῳ ἁλισκόμενοι, τὸν μὲν ἀνέφηναν καὶ ἐξεκάλυψαν, ὥσπερ κεκρυμμένον θησαυρὸν καὶ κεχανδότα πολλὰ καὶ ἐσθλά, τὸ τοῦ Ὁμή‐ ρου, τοῦτον τὸν Λίβιον· τοῦ δὲ πλουσίου καὶ μέντοι καὶ περιρρεο‐ μένου τοῖς χρήμασι λήθην κατεχέαντο τοῦ Κορνούτου. καὶ ἴσασιν ἤ τις ἢ οὐδεὶς αὐτόν. οὗτος ὁ Κορνοῦτος Λεπτίτης φιλόσοφος· Λεπτὶς δὲ πόλις Λιβύης· γεγονὼς ἐν Ῥώμῃ ἐπὶ Νέρωνος καὶ πρὸς αὐτοῦ ἀναιρεθεὶς σὺν τῷ Μουσωνίῳ. ἔγραψε πολλὰ φιλόσοφά τε καὶ ῥητορικά.
κ 2099 Κοροκόσμια: τὰ τῶν παρθένων κοσμήματα.
κ 2100 Κοροπλάθοι: οἱ τοὺς κόρους πλάττοντες κηρῷ ἢ γύψῳ· τουτέστι τὰ ζῷα πάντα. οἱ κατασκευάζοντες εἴδωλα βραχέα ἐκ πηλοῦ πάντων ζῴων, οἷς ἐξαπατᾶσθαι τὰ παιδάρια εἴωθεν, οὗτος κοροπλάθος καλεῖται. Κοροπλάθους λέγουσι τοὺς ἐκ πηλοῦ τινος ἢ κηροῦ ἢ τοιαύτης τινὸς ὕλης πλάττοντας κόρας ἢ κούρους.
κ 2101 Κόρος: ὄνομα κύριον.
κ 2102 Κόρομνα: πόλις.
κ 2103 Κορώνεως: ὡς φιάλεως. ἔστι δὲ εἶδος συκῆς. ταύτην δὲ καὶ κοράκειον λέγουσιν· ὁ γὰρ καρπὸς αὐτῆς κόρακι ἔοικε κατὰ τὸ χρῶμα.
κ 2104 Κορώνεια: τόπος.
κ 2105 Κορώνη: διάφορα σημαίνει· καὶ τὸ ἄκρον τοῦ αἰδοίου. ἔδοξέ τις τὸ αἰδοῖον αὑτοῦ ἄχρι τῆς κορώνης τετριχῶσθαι.
κ 2106 Κορώνην: τὸ ἄκρον τοῦ τόξου· ἢ πλήρωσιν.
κ 2107 Κορώνη τὸν σκορπίον: παροιμία ἐπὶ τῶν δυσχερέσι καὶ βλαβεροῖς ἐπιχειρούντων.
κ 2108 Κορωνίς: ἀκρώρεια, ἢ τὸ τελευταῖον τῆς οἰκοδομῆς ἐπίθεμα· στεφάνου τὸ κεφάλαιον.
κ 2109 Κορωνῶν: γαυριῶν. καὶ Ἐκορώνα, ἐγαυρία.
κ 2110 Κόρσην: κρόταφον.
κ 2111 Κορσιαί: πόλις Βοιωτίας.
κ 2112 Κόρβοι: παρὰ Ῥωμαίοις οἱ κόρακες. καὶ Κόρβιος ἐκλήθη ὁ Λεύκιος, ἀπὸ τοῦ συμβεβηκότος ἐκ τοῦ κόρακος.
κ 2113 Κόροιβος: ὄνομα κύριον. καὶ μωρός τις, μετρῶν τὰ κύ‐ ματα. Καλλίμαχος· τὸν ὄγδοον ὥς τι Κόροιβον. ὅτι Βουταλίων καὶ Κόροιβος καὶ Μελιτίδης ἐπὶ μωρίᾳ διεβέβληντο. Ἀριστοφάνης.
κ 2114 Κορύβαντες· ἔνιοι τοὺς Κούρητας καὶ τοὺς Κορύβαντας τοὺς αὐτοὺς ὑπειλήφασιν. ἦσαν δὲ Διὸς τροφεῖς οὗτοι καὶ φύλακες. τινὲς δὲ αὐτοὺς δέκα φασίν, ἄλλοι ἐννέα. ἦσαν δὲ τῆς Ῥέας παῖδες. καὶ Κορύβας ὁ αὐτὸς τοῖς Κούρησιν, οἳ ἦσαν τροφεῖς τοῦ Διὸς καὶ διδάσκαλοι καὶ τῆς Ῥέας ὀπαδοί.
κ 2115 Κορυβαντείων: μαινομένων, ἐνθουσιώντων. ἐν Ἐπιγράμμασι· καὶ Κορυβαντείων ἰαχήματα χάλκεα ῥόπτρων.
κ 2116 Κορυβαντιᾷ: μαίνεται, ἢ ὀρχεῖται, ἢ δαιμονᾷ. καὶ Συγ‐ κορυβαντιάσαντες, συμμανέντες. ὁ δὲ στρατὸς συγκορυβαντιάσαν‐ τες καὶ ἐπαλαλάξαντες ἅπαντες καὶ τοῖς ὅπλοις ἐπιδουπήσαντες ἐσ‐ ήλαντο ἐς τὸν ποταμόν. καὶ Κορυβαντιῶν, ἐνθουσιῶν, μαινό‐ μενος.
κ 2117 Κορυδαλός: εἶδος ὀρνέου.
κ 2118 Κόρυδοι: ὄρτυξιν ὅμοιοι ὄρνιθες.
κ 2119 Κόρυζα. καὶ Κορυζῶν, μεμωραμένος· ἢ μυξάζων. καὶ Κορυζῶντα.
κ 2120 Κόρυζα παρ’ Ἀττικοῖς ἡ μύξα λέγεται.
κ 2121 Κόρυθα: περικεφαλαίαν.
κ 2122 Κορυθαίολος.
κ 2123 Κόρυκος: ὁ θύλακος. ὅτι Ἀττήλας Μεδιόλανον πολυάνθρωπον εὑρὼν πόλιν, ὡς εἶδεν ἐν γραφῇ τοὺς Ῥωμαίων βασιλεῖς ἐπὶ χρυσῶν θρόνων καθημένους, Σκύθας δὲ πρὸ τῶν αὐτῶν ποδῶν, ἐκέλευσεν αὐτὸν μὲν ζωγραφεῖν ἐπὶ θώκου, τοὺς δὲ Ῥωμαίων βασιλεῖς κορύκους φέρειν ἐπὶ τῶν ὤμων καὶ χρυσὸν χέειν πρὸ τῶν ποδῶν αὐτοῦ.
κ 2124 Κόρυμβοι: κλῶνες· ἢ ἄκροι. ἐν Ἐπιγράμμασι· μᾶλλον ἐγὼ σέο μῆλα καρηβαρέοντα κορύμβους ἢ μαστὸν νεαρῆς ὄρθιον ἡλι‐ κίης. κόμη τρέφων χρυσῷ στρόφῳ κεκορυμβωμένην.
κ 2125 Κορύνη: ῥόπαλον. οἱ δὲ ξίφος, οἱ δὲ ξύλον ἐπικαμπές.
κ 2126 Κορυνήτης: ὄνομα κύριον.
κ 2127 Κορυνηφόροι: οἳ ξύλων κορύνας ἔχοντες εἵποντο τῷ βασιλεῖ ὄπισθεν.
κ 2128 Κόρυς: ἡ περικεφαλαία.
κ 2129 Κορυστήν: ὁπλίτην.
κ 2130 Κορύφαλος: εἶδος ὄρνιθος.
κ 2131 Κορυφαῖος: ὁ πρῶτος τῶν χορευτῶν.
κ 2132 Κορυφοῦται: ὑψοῦται, ἐπαίρεται.
κ 2133 Κόρχορος: ἄγριον λάχανον εὐτελές. διὸ καὶ ἡ παροιμία· καὶ κόρχορος ἐν λαχάνοις. ἔνιοι ἰχθὺν ποιὸν τὸν κόρχορον ἀποδιδόασιν, ὡς τὸν ἵππουρον, καὶ ὡς εὐτελὲς ἔδεσμα. λέγεται δὲ ἐπὶ τῶν ἀναξίων ἡ παροιμία καὶ ταπεινῶν, μεταποιουμένων δὲ τιμῆς ἢ καθ’ ἑαυτοὺς μείζονος.
κ 2134 Κόσσας: δίκαιος ἀνήρ. καὶ παροιμία· τοὺς Κόσσα λόγους. Κόσσας γὰρ ἐγένετο δίκαιος ἀνήρ, Πελληνεὺς τὸ γένος. οἱ δὲ Πελ‐ ληνεῖς οὗτοι πόλεμον ἔσχον πρὸς τοὺς Σαλαμινίους καὶ ἐπεκαλέσαντο συμμάχους τοὺς γείτονας, ὁμολογήσαντες αὐτοῖς μεταδώσειν τῆς χώρας. νικήσαντες δὲ οὐ μετέδωκαν, καὶ ταῦτα συμβουλεύοντος τοῦ Κόσσου ταῖς ὁμολογίαις ἐμμένειν. ἀνθ’ ὧν λοιμῷ περιπεσόντες τοὺς Κόσσου λόγους ἐπῄνουν.
κ 2135 Κόσσια· ζήτει ἐν τῷ ψαμμοκοσιογάργαρα.
κ 2136 Κοσκινηδόν: δίκην κοσκίνου. καὶ παροιμία· Κοσκίνῳ ὕδωρ περιφέρεις, ἐπὶ τῶν ἀδυνάτων.
κ 2137 Κοσκυλμάτιον: τῶν βυρσῶν τὰ σμικρότατα περικόμματα.
κ 2138 Κοσκυλματίοις· ἐθώπευεν, ἐξηπάτα κοσκυλματίοις τισὶ τοιαυτὶ λέγων· ἔνθου, ῥόφησον, ἔχε τριώβολον. βούλει παραθῶ σοι δόρπον;
κ 2139 Κοσμᾶς: ὁ ἐξ Ἱεροσολύμων, σύγχρονος Ἰωάννου τοῦ Δαμασκηνοῦ. ζήτει ἐν τῷ Ἰωάννης.
κ 2140 Κοσμεῖ: διατάττει.
κ 2141 Κόσμει: ἐπιμελοῦ. κόσμει ἣν ἔλαχες Σπάρταν. κἀγώ μοι δοκῶ τὴν εἱμαρμένην ἀγαπήσειν τε καὶ κοσμήσειν τὴν αὐτὸς ἐμαυτοῦ, ἡγού‐ μενος ἀγώνισμα τοῦτο προκεῖσθαι τῷ βίῳ καὶ βάσανον, εἰ μηδὲ ἀτυχοῦσαν ἀπολιμπάνω φιλοσοφίαν.
κ 2142 Κοσμείτην: κοσμείτωσαν.
κ 2143 Κοσμησάμενος: διαταξάμενος.
κ 2144 Κοσμήτορες: διατάκται, ἡγεμόνες.
κ 2145 Κοσμιότης: εὐταξία. κοσμιότης καὶ σωφροσύνη οὐ μόνον εἰσὶν ἀπαλλαγαὶ καὶ ἀφαιρέσεις τῶν ἀντικειμένων πονηριῶν, ἀκοσμίας καὶ ἀκολασίας, ἀλλὰ ζωαὶ ἐνεργεῖς καὶ αὐτοθελεῖς. καὶ ἡ μὲν ἐπι‐ στρέφει τὰ χείρω ἐν ἡμῖν πρὸς τὰ κρείττω, ἡ δὲ ὅσα πάθη ἐστὶ τῆς ψυχῆς τάττουσα ταῦτα καὶ διακοσμοῦσα· ἐκγόνους τε ἑαυτῶν ἀρετὰς ἐν ταῖς τῶν πλησιαζόντων ψυχαῖς ἀποτίκτουσαι.
κ 2146 Κόσμος: τάξις. καὶ Ἡρόδοτος· οἱ δὲ Πέρσαι ἡσσηθέντες ἔφευγον οὐδενὶ κόσμῳ. τουτέστι τάξει.
κ 2147 Κόσμος: τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ σύστημά τε καὶ σύγκριμα. ὃς πλήρωμά ἐστι τῶν εἰδῶν. ἐπεὶ δὲ ἔδει μηδὲν τῶν εἰδῶν φθείρεσθαι, ἵνα μὴ ἀτελὲς ᾖ τὸ πᾶν, ἀδύνατον δὲ ἦν τὰ αὐτὰ μένειν τῷ ἀριθμῷ, γενητά τε ὄντα καὶ φθαρτά, μετέχει καὶ ταῦτα τῆς ἀϊδιότητος ὡς ἠδύνατο, διότι καὶ πάντα ἐφίεται τῆς τοῦ πρώτου ἀϊδιότητος ὡς οἰκείας ἀρχῆς καὶ μετέχει ταύτης ἕκαστον κατὰ τὰ ἑαυτοῦ μέτρα. καὶ τοῦτό ἐστι τὸ σκοπιμώτατον ἔργον τῆς φύσεως, τὸ τῶν φυσικῶν ἕκαστον γεννῆσαι ἄλλο, οἷόν ἐστιν αὐτό. καὶ ἐπειδὴ δεόμεθα γεννήσεως, ἡ δὲ γεννητικὴ δύναμις ἐν ὡρισμένῳ γίνεται μεγέθει, διὰ τοῦτο δεόμεθα τῆς αὐξήσεως. ἐπειδὴ δὲ ἡ αὔξησις διὰ τροφῆς γίνεται, τῆς θρεπτικῆς πάλιν δεόμεθα δυνάμεως. διὰ τοῦτο τοίνυν μετέχομεν τῶν φυσικῶν δυνάμεων καὶ ἡμεῖς καὶ τὰ ἄλογα. ὥστε ὅταν μὲν ἐνεργῶμεν κατὰ τὰς δυνάμεις ταύτας, ὡς φυτὰ ἐνεργοῦμεν, ὅταν δὲ κατὰ θυμὸν καὶ ἐπιθυμίαν, ὡς ἄλογα ζῷα· ὡς ἄνθρωποι δὲ ἐνεργοῦμεν τότε, ὅτε τῷ λόγῳ κεχρήμεθα. διὸ καὶ ἀστείως λίαν ὁ Πλωτῖνος εἶπεν, ὡς ὅσοι ἐμμανῶς κατὰ τὰς θρεπτικὰς δυνάμεις ἐνεργοῦσιν, οὗτοι κινδυνεύουσιν ἀποδενδρωθῆναι. σημαίνει δὲ ὁ κόσμος τέσσαρα· εὐπρέπειαν, τόδε τὸ πᾶν, τὴν τάξιν, τὸ πλῆθος παρὰ τῇ γραφῇ. Αἰλιανός· ἡ δὲ Κλεοπάτρα καὶ ἄλλα εἰργάσατο ἀσεβείας ἐχόμενα, ἅ μοι σιγῶντι κόσμον φέρει. τουτέστιν εὐπρέπειαν.
κ 2148 Κόσμος· ὅτι οἱ Στωϊκοὶ τὸν κόσμον τριχῶς εἶναι λέγουσιν· αὐτόν τε τὸν θεὸν καὶ τὸν ἐκ τῆς ἁπάσης οὐσίας ἰδιοποιόν· ὃς δὴ ἄφθαρτός ἐστι καὶ ἀγέννητος, δημιουργὸς ὢν τῆς διακοσμήσεως, κατὰ χρόνου ποιὰς περιόδους ἀναλίσκων εἰς ἑαυτὸν τὴν ἅπασαν οὐσίαν, καὶ πάλιν ἐξ αὑτοῦ γεννῶν· καὶ αὐτὴν δὲ τὴν διακόσμησιν τῶν ἀστέ‐ ρων κόσμον εἶναι λέγουσι· καὶ τρίτον τὸ συνεστηκὸς ἐξ ἀμφοῖν. καὶ ἔστι κόσμος ὁ ἰδιοποιὸς τῆς τῶν ὅλων οὐσίας· ἢ σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς φύσεων· ἢ σύστημα ἐκ στοιχείων καὶ ἀνθρώπων καὶ τῶν ἕνεκά του. τὸν δὴ κόσμον οἰκεῖσθαι κατὰ νοῦν καὶ πρόνοιαν, εἰς ἅπαν αὐτοῦ μέρος διήκοντος τοῦ νοῦ, καθάπερ ἐφ’ ἡμῶν τῆς ψυχῆς, δι’ ὧν μὲν μᾶλλον, δι’ ὧν δὲ ἧττον. δι’ ὧν μὲν ὡς ἕξις κεχώρηκεν, ὡς διὰ τῶν ὀστῶν καὶ τῶν νεύρων· δι’ ὧν δὲ ὡς νοῦς, ὡς διὰ τοῦ ἡγεμονικοῦ. οὕτω δὴ τὸν ὅλον κόσμον ὡς ζῷον ὄντα ἡγεμονικὸν ἔχειν τὸν αἰθέρα καὶ χωρεῖν διὰ τῶν ἐν ἀέρι καὶ διὰ τῶν ζῴων ἁπάντων καὶ φυτῶν καθ’ ἕξιν· καὶ ἕνα εἶναι τὸν κόσμον καὶ τοῦτον πεπερασμένον σχῆμα ἔχοντα σφαιροειδές· πρὸς γὰρ τὴν κίνησιν ἁρμοδιώτατον τοῦτο. ἔξωθεν δ’ αὐτοῦ τὸ κέντρον εἶναι περικεχυμένον, ἄπειρον, ὥσπερ ἀσώματον. ἀσώματον δὲ τὸ οἷόν τε κατέχεσθαι ὑπὸ σωμάτων, οὐ κατεχόμενον. ἐν δὲ τῷ κόσμῳ μηδὲν εἶναι κενόν, ἀλλ’ ἡνῶσθαι αὐτόν· τοῦτο γὰρ ἀναγκάζει τὴν τῶν οὐρανίων πρὸς τὰ ἐπίγεια συντονίαν καὶ σύμπνοιαν.
κ 2149 Κόσσος: τὸ ῥάπισμα.
κ 2150 Κοστόβαρος: ὄνομα κύριον.
κ 2151 Κόσυμβος καὶ Κοσύμβη: ἀνάδεσμος, ὁ κόμβος τῶν δύο χειριδίων ὅταν τις δήσῃ ἐπὶ τὸν ἴδιον τράχηλον.
κ 2152 Κοτταβίζει: οἶνον ποτηρίῳ ἀναρριπτεῖ· ὃ ἐποίουν οἱ οἰνιζό‐ μενοι.
κ 2153 Κοτταβίζειν: παίζειν. εἰς χαλκᾶς δὲ φιάλας, αἳ καλοῦνται λαταγεῖα, ἀνερρίπτουν ἐμβάλλοντές τι πόμα· καὶ εἰ ἐγένετο μείζων ψόφος, ἐδόκουν ὑπὸ τῶν ἐραστῶν ἐρᾶσθαι. κότταβος δὲ λέγεται τὸ λεῖμμα τοῦ ποτηρίου, ὃ ἐνέβαλλον εἰς τὰς λαταγάς. ἦν δὲ παίγνιον παρ’ Ἀθηναίοις τοιοῦτον· ῥάβδος μακρὰ πεπηγμένη ἐν τῇ γῇ καὶ ἑτέρα ἐπάνω αὐτῆς, κινουμένη ὡς ἐπὶ ζυγίου· εἶχε δὲ πλάστιγγας δύο ἐξηρτημένας καὶ κρατῆρας δύο ὕδατος ὑποκάτω τῶν πλαστίγγων καὶ ὑπὸ τὸ ὕδωρ ἀνδριὰς χαλκοῦς κεχρυσωμένος. τοῦτο δὲ ἦν ἐν τοῖς συμποσίοις. καὶ πάντων παιζόντων ἀνίστατο ἔχων φιάλην γέ‐ μουσαν ἀκράτου καὶ μήκοθεν ἱστάμενος ἔπεμπεν ὅλον τὸν οἶνον ὑπὸ μίαν σταγόνα εἰς τὴν πλάστιγγα, ἵνα γεμισθεῖσα βαρυνθῇ καὶ κατέλθῃ καὶ κατελθοῦσα κρούσῃ εἰς τὴν κεφαλὴν τοῦ ἀνδριάντος τοῦ ὑπὸ τὸ ὕδωρ κεκρυμμένου καὶ ποιήσῃ ἦχον. καὶ εἰ μὲν μὴ ἐκχυθῇ ἐκ τοῦ οἴνου, ἐνίκα καὶ ᾔδει, ὅτι φιλεῖται αὐτὸς ὑπὸ τῆς ἐρωμένης· εἰ δὲ μή, ἡττᾶτο. ἐλέγετο δὲ ὁ ἀνδριὰς ὁ ὑπὸ τὸ ὕδωρ μάνης.
κ 2154 Κότταβος: λάταξ. χαλκῆ φιάλη, ἣν μεταξὺ τοῦ δείπνου ἐτί‐ θεσαν οἴνου πεπληρωμένην, εἶτα εἰς μικρὰ ποτήρια ἐμβαλόντες ἀπὸ ὕψους ἐρρίπτουν, ἐπὶ τῷ ψόφον ἀποτελέσαι, ὃς ἐκαλεῖτο κότταβος· ἐπῃνεῖτο δὲ ὁ μείζονα ψόφον ποιῶν· καὶ μεθυσοκότταβοι οἱ τοῦτο ἐργαζόμενοι.
κ 2155 Κόττας: ὄνομα κύριον. ὃς ἐχρήσατο τῷ ὅπλῳ, ὃ τραγόλας ἐλέ‐ γετο· μεθ’ οὗ οὕτω βίαιον ἀφῆκε πληγήν, ὥστε τὸν βληθέντα διά τε τοῦ θώρα‐ κος καὶ διὰ τῶν πλευρῶν διαπεῖραι καὶ τῇ γῇ προσηλῶσαι.
κ 2156 Κοτεσάμενος: ὀργισθείς.
κ 2157 Κοτίδειον: ὄνομα πόλεως.
κ 2158 Κοτιεῖ: φθονεῖ, ζηλοῖ.
κ 2159 Κότινος: ἀγριέλαιος· ἢ ὄνομα βοτάνης. ἐν Ἐπιγράμμασι· καὶ τὰν ἐκ κοτίνοιο καλαύροπα, τάν ποτε τῆνος πολλάκι ῥομβητὰν ἐκ χειρὸς ἠκροβόλει.
κ 2160 Κοτινοτράγα: κότινον ἐσθίοντα, τουτέστιν ἀγριέλαιον.
κ 2161 Κοτίνου στεφάνῳ: οὐ κοτίνῳ οἱ νικῶντες ἐστέφοντο, ἀλλὰ καλλιστεφάνῳ· ταύτης δὲ τὰ φύλλα ἔμπαλιν ταῖς λοιπαῖς ἐλαίαις· ἔξω γάρ, ἀλλ’ οὐκ ἐντὸς ἔχει τὰ λευκά. ὁ δὲ ἐκφαυλίζων ἔφη κοτίνου. καὶ Ἀριστοτέλης κατὰ λέξιν οὕτω φησὶ περὶ αὐτῆς· ἐν τῷ Πανθείῳ ἐστὶν ἐλαία, καλεῖται δὲ καλλιστέφανος. ταύτης δὲ ἔμπαλιν τὰ φύλλα ταῖς λοιπαῖς ἐλαίαις πέφυκεν· ἔξω γάρ, ἀλλ’ οὐκ ἐντὸς ἔχει τὰ λευκά· ἀφίησί τε τοὺς πτόρθους, ὥσπερ ἡ μύρτος, εἰς στεφάνους συμμέτρους. ἀπὸ ταύτης λαβὼν καρπὸν Ἡρακλῆς ἐφύτευσεν Ὀλυμπίασιν· ἀφ’ ἧς οἱ στέφανοι τοῖς ἀθληταῖς ἐδίδοντο. ἔστι δὲ αὕτη παρὰ τὸν Ἰλισσὸν ποταμόν· περιῳκοδόμηται δέ, καὶ ζημία μεγάλη τῷ θιγόντι αὐτῆς. ἀπὸ ταύτης ἔφερον λαβόντες Ἠλεῖοι τῶν ἀθλητῶν τῶν ἐν Ὀλυμπίᾳ τοὺς στεφάνους. καὶ αὖθις· ἀκούσας ὁ Ξέρξης, ὅτι περὶ κοτίνου τοσοῦτον ὑφίστανται πόνον οἱ Ἕλληνες, πῶς ἄν, εἶπεν, ὑπὲρ ἐλευθερίας οὗτοι μάχοιντο;
κ 2162 Κότος: ὀργή, ἢ φθόνος ἢ ὁ ἀδηφάγος. οὔκουν ἐδέχετο αὐτοὺς τὸ μαντεῖον, τοῦ θεοῦ μηνιῶντος αὐτοῖς. καὶ λιπαρούντων μαθεῖν καὶ δεομένων τὴν αἰτίαν τοῦ κότου, ὀψέ ποτε χρῆσαι.
κ 2163 Κοτυάειον: μητρόπολις.
κ 2164 Κοτύλαι: τὰ ἐν ποσὶ κοιλώματα.
κ 2165 Κοτύλαιον: ὄρος τὸ ἐν Εὐβοίᾳ· ἀπὸ Κοτύλου καλουμένου τοῦ κατασχόντος αὐτό.
κ 2166 Κοτύλη: ὃ νῦν καλοῦσιν ἡμίξεστον. παρὰ τὸ ἐκεῖ κεῖσθαι τὴν ὕλην. εἶδος ποτηρίου ὁμωνύμου τῷ ἀγγείῳ τῷ ὑγρῷ, ὡς χοῖνιξ. καὶ εἶδος μέτρου. καὶ τὸ κοῖλον τοῦ ὀστέου, ἔνθα ἡ κεφαλὴ τοῦ μηροῦ ἐνστρέφεται. καὶ ἐφ’ ἧς τὰ φορτία βαστάζουσιν, ἣν πρῶτος ἐφεῦρε Πρωταγόρας· φορμοφόρος γὰρ ἦν.
κ 2167 Κοτυληδόν: ἐν ταῖς κοτύλαις. καὶ Κοτυληδονόφιν.
κ 2168 Κοτυληδόνες: αἱ τοῦ πολύποδος πλεκτάναι.
κ 2169 Κοτυλήρυτον: πολύ, ὥστε κοτύλῃ ἀρύεσθαι, ὅ ἐστι κοίλῳ τινί.
κ 2170 Κοτύωρα: πόλις Ἑλληνίς, Σινωπέων ἄποικοι. καὶ οἱ πολῖ‐ ται Κοτυωρικοί. ἡ νῦν παρὰ πολλοῖς Κύτωρα λεγομένη.
κ 2171 Κότυς: δαίμων, παρὰ Κορινθίοις τιμώμενος, ἔφορος τῶν αἰσχρῶν. ὅθεν οἱ Κλεισθέναι καὶ Τίμαρχοι καὶ πάντες οἱ πρὸς ἀργύριον τὴν ὥραν διατιθέμενοι καὶ οἱ μὴ πρὸς ἀργύριον δέ, ἀλλὰ πρὸς ἄλλο τι, καὶ οἱ μὴ πρὸς μηδὲν ὁτιοῦν, ἀλλὰ διὰ τὴν ἐξάγιστον ἡδονήν. καθάπαξ οἱ θηλυδρίαι τριχῶν πλάσται πάντες εἰσίν.
κ 2172 Κότυς ἀνὴρ ἦν κατὰ τὴν ἐπιφάνειαν ἀξιόλογος καὶ πρὸς τὰς πολεμικὰς χρείας διαφέρων, ἔτι δὲ κατὰ τὴν ψυχὴν πάντα μᾶλλον ἢ Θρᾷξ· καὶ γὰρ νήπτης ὑπῆρχε καὶ πραότητα καὶ βάθος ὑπέφαινεν ἐλεύθερον.
κ 2173 Κότυς· οὗτος ἄρξας Θρᾴκης ἔτη κδʹ, τὰ μὲν πρῶτα ἐν τρυφαῖς καὶ ἡδυπαθείαις ἦν· αὔξησιν δὲ λαμβανούσης αὐτοῦ τῆς εὐπραγίας εἰς ὠμότητα καὶ ὀργὴν ἐξηνέχθη, ὡς καὶ τὴν γυναῖκα, ἐξ ἧς αὐτῷ ἦν τέκνα, διακόψαι μέσην ἀπὸ τῶν αἰδοίων ἀρξάμενον.
κ 2174 Κούβρικος: ὁ ἐν τῇ συνηθείᾳ κουκούβρικος. λεγόμενος. ζήτει ἐν τῷ Μάνης.
κ 2175 Κ’ οὐδείς με γ’ ἂν πείσῃ τὸ οὐκ ἐλθεῖν ἐπ’ ἐκείνου. Σοφο‐ κλέους ἡ διαίρεσις.
κ 2176 Κούθουρον: τὸν κούντουρον. εἴρηνται δὲ καὶ οἱ κηφῆνες κούθουροι, παρὰ τὸ κεύθειν τὴν ἑαυτῶν οὐράν. ἢ ὅτι ἄκεντροι.
κ 2177 Κουλλούριον: εἶδος μελιττούτης.
κ 2178 Κοῦρε: Ῥωμαϊστὶ τρέχε· ἔνθεν καὶ κουρσῶρες.
κ 2179 Κουρεώτης: ὁ κουρεύς. καὶ Κουρεῖς, πληθυντικῶς. Κου‐ ρεῶτις δὲ ἑορτή. τῶν Ἀπατουρίων ἡ τρίτη· ἐν ᾗ οἱ κοῦροι ἀποκειρόμενοι εἰς τοὺς φράτορας ἐγγράφονται. καὶ ζήτει τὴν πρώ‐ την καὶ τὴν δευτέραν ἐν τῷ Ἀπατούρια.
κ 2180 Κουρεῖα καὶ Κουρεῖον: τόπος, ἐν ᾧ κουρεύονται. καὶ κουρειῶντα τὰς τρίχας.
κ 2181 Κούρητας: νέους.
κ 2182 Κουρῆτες: ὄνομα ἔθνους.
κ 2183 Κουρήτων στόμα: ἐδόκουν γὰρ οὗτοι μάντεις εἶναι. οἱ δὲ θεσπιῳδὸν στόμα.
κ 2184 Κουρίας: ὁ ἔσωθεν κεκομμένος τὰς τρίχας. καὶ Κουριάω, κουριῶ, τὸ κουρεύω.
κ 2185 Κουρίδιον: τὸν ἐκ παρθενίας μεμνηστευμένον. ἀνεμιμνή‐ σκετο, ὡς τὸν κουρίδιον αὐτῆς ἄνδρα ἀνέλοι. σὺν τῷ κουριδίῳ γαμέτῃ εἰς Ἔφεσον ἦλθε.
κ 2186 Κουρίζουσα: νεάζουσα. καὶ Κουρίζων, νέος ὑπάρχων. ὁ δὲ τὰ ὅπλα ἀναλαβών, ἃ κουρίζων φορέεσκε, τὸ ἀρχαῖον ἐκεῖνο περικαλύπτει σῶμα. καὶ Κουρίζω, τὰ τῶν νέων φρονῶ.
κ 2187 Κουρίξ: ἐκσπᾶν τριχῶν.
κ 2188 Κουριόσσου· ἐκ τοῦ βίου τοῦ Χρυσοστόμου· ἑλκόμενος ὑπὸ τοῦ κουριόσσου τῆς πόλεως ἐν μέσῃ τῇ πόλει.
κ 2189 Κουρίου: ὄνομα κύριον, ὃς ἦν πρωτίκτωρ.
κ 2190 Κοῦρος: νέος.
κ 2191 Κουρόσυνον: τὸ ὑπὲρ τῆς κουρᾶς θυόμενον. ἐν Ἐπιγράμ‐ μασι· καλῷ σὺν τέττιγι Χρισθένεος τρίχα τήνδε κουρόσυνον.
κ 2192 Κουροτρόφος: παιδοτρόφος.
κ 2193 Κουροτρόφος γῆ: ταύτῃ δὲ θῦσαί φασι πρῶτον Ἐριχθόνιον ἐν ἀκροπόλει καὶ βωμὸν ἱδρύσασθαι, χάριν ἀποδιδόντα τῇ γῇ τῶν τροφείων· καταστῆσαι δὲ νόμιμον τοὺς θύοντάς τινι θεῷ, ταύτῃ προθύειν.
κ 2194 Κουρσῶρες: οἱ διατρέχοντες· κοῦρε γὰρ τὸ τρέχε.
κ 2195 Κοῦστος: φύλαξ.
κ 2196 Κουστωδία: τὸ τῷ δεσμωτηρίῳ ἐπικείμενον στράτευμα, σύστημα στρατιωτικόν, στῖφος.
κ 2197 Κουτριγούρους· ὁ δὲ Ἰουστινιανὸς ἄδικον αὐτοῖς ἀπεκάλει τὴν ἐς Κουτριγούρους ἀπραγμοσύνην.
κ 2198 Κούφη γῆ τοῦτον καλύπτοι: ἀντὶ τοῦ μετέωρος. λέ‐ γεται δὲ γῆ γῆς κουφοτέρα, οὐκ οὖσα ἁπλῶς κούφη· καὶ πῦρ πυρὸς βαρύτερον, οὐκ ἔστιν ἁπλῶς βαρύ· κοῦφον δέ ἐστι τὸ ἐξ ἑαυτοῦ φερόμενον εἰς τὸν ἄνω τόπον. λέγεται γὰρ κούφη γῆ τῷ εὐβαστακτο‐ τέρα εἶναι καὶ ῥᾷον ἀναβιβάζεσθαι· καὶ τὸ πῦρ βαρὺ τὸ ῥᾷον κάτω ἑπόμενον. καὶ λέγονται ταῦτα καθ’ ὁμοιότητα, ἀλλ’ οὐ κυρίως.
κ 2199 Κούφοις πνεύμασι βόσκου, νέαν ψυχὴν ἀτάλλων. τουτέστι κούφῃ καὶ ἁπαλῇ ζωῇ. ἀπὸ μεταφορᾶς τῶν φυτῶν, ἅτινα οὐδὲν σφοδρὸν δύναται φέρειν, οὔτε καύσωνα οὔτε ἄνεμον. ὁ Αἴας φησὶ πρὸς τὸν παῖδα αὐτοῦ. καὶ Ἐκκουφίσας, ἀντὶ τοῦ ἀφικόμενος, ἐκπλεύσας. Διονύσιος τοὔνομα, ἔμπορος τὸ ἐπιτήδευμα, δολιχεύσας πολλάκις πολλοὺς πλοῦς, τοῦ κέρδους ὑποθήγοντος, καὶ περαιτέρω τῆς Μαιώτιδος ἐκκουφίσας ὠνεῖται κόρην Κόλχον, ἣν ἐληΐσαντο Μάχλυες, ἔθνος τῶν ἐκεῖ βαρβάρων.
κ 2200 Κουφότερος κονιορτοῦ καὶ ἀσθενέστερος.
κ 2201 Κόφινος: ἀγγεῖον πλεκτόν.
κ 2202 Κοχλιάριον: τὸ παρ’ ἡμῖν.
κ 2203 Κοχλίας: ὁδὸς εἰς ἑκάτερον περιηγμένη. κοχλίας αὐτομά‐ τως βαδίζων προηγεῖτο τῆς πομπῆς αὐτῷ σίαλον ἀναπτύων.
κ 2204 Κοχλίδιον: εἶδος ζωϋφίου.
κ 2205 Κόψιχος: εἶδος ἰχθύος.
κ 2206 Κόψιχος: ἐπὶ ὀρνέων· Κόσσυφος ἐπὶ ἰχθύων.
κ 2207 Κόψιχος: εἶδος ὀρνέου. σὺ δὲ κοψίχῳ ἔοικας σκάφιον ἀπο‐ τετιλμένῳ. σκάφιον δὲ εἶδος κουρᾶς. ὅτι οἱ κόψιχες ᾠοτοκοῦντες κεντοῦσι τὰ ᾠά. οἱ οὖν ὀρνιθοθῆραι πτερὰ αὐτοῖς ἐμβάλλουσι πρὸς τὸ ἀμβλῦναι τὰ ῥάμφη τῇ μαλακότητι τῶν πτερῶν· ἢ ἵνα μὴ κορυ‐ ζῶσιν· ἢ ὅτι μετὰ τὸ σφάξαι πτερὰ ἐμβάλλουσιν ὥστε ἐξ αὐτῶν αὐτοὺς κρεμαμένους ὁραθῆναι πᾶσι.
κ 2208 Κῶας: ἡ τοῦ προβάτου δορά.
κ 2209 Κωβάλῳ: ἡ λέξις παρὰ Ἀριστοφάνει.
κ 2210 Κωβῆτις: εἶδος ἀφύας. καὶ ζήτει ἐν τῷ ἀφύα.
κ 2211 Κωβιός: ὁ ἰχθύς.
κ 2212 Κωδαλοῦχος: μέτρον γῆς.
κ 2213 Κωδεία: εἶδος φυτοῦ. ἡ τῆς μήκωνος κεφαλή. Ὑπερίδης καὶ Ἀριστοφάνης.
κ 2214 Κωδίκελλος: δέρμα προβάτου.
κ 2215 Κώδιξ, κώδικος.
κ 2216 Κῴδιον: προβάτειον δέρμα. Ἀριστοφάνης· εἰ μή σε μισῶ, γενοίμην ἓν προβάτου κῴδιον καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίαν. κῴδιόν ἐστι τὸ ἅμα τοῖς ἐρίοις σκευαζόμενον δέρμα. γενοίμην, φησίν, ἐς τὴν οἰκίαν Κρατίνου κῴδιον, ὥστε μου κατουρεῖν ἐκεῖνον, εἰ μή σε μισῶ. ὡς ἐνουρητὴν οὖν καὶ μέθυσον διαβάλλει τὸν Κρατῖνον. ὅθεν καὶ παροξυνθεὶς ἐκεῖνος, καίτοι τοῦ ἀγωνίζεσθαι ἀπο‐ στὰς καὶ συγγράφειν, πάλιν ἀγωνίζεται καὶ γράφει δρᾶμα τὴν Πυτίνην, ἐς αὑτόν τε καὶ τὴν μέθην. οἰκονομίᾳ δὲ κέχρηται τοιαύτῃ· τὴν κωμῳδίαν ἐπλάσατο ὁ Κρατῖνος εἶναι αὑτοῦ γυναῖκα καὶ ἀφίστασθαι τοῦ συνοικεσίου τοῦ σὺν αὐτῷ θέλειν καὶ κακώσεως αὐτοῦ δίκην λαβεῖν, φίλους δὲ παρατυχόντας τοῦ Κρατίνου δεῖσθαι μηδὲν προπετὲς ποιεῖσθαι, καὶ τῆς ἔχθρας ἀνερωτᾶν τὴν αἰτίαν, τὴν δὲ μέμφεσθαι αὐτῷ, ὅτι μὴ κωμῳδεῖ μηκέτι μηδὲ συγγράφει, σχολάζει δὲ τῇ μέθῃ. ἦν δὲ ὁ Κρατῖνος τῆς ἀρχαίας κωμῳδίας, πρεσβύτερος Ἀριστοφάνους, τῶν δοκίμων ἄγαν. ὅτι Ἀναξαγόρας Ὀλυμπιάσιν, ὁπότε ἥκιστα ὕοι, προελθὼν ὑπὸ κῳδίῳ ἐς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου λέγεται τοῦτο πεπραχέναι.
κ 2217 Κώδων: παρὰ τὸ ἐν τῷ κινεῖν ᾄδειν.
κ 2218 Κωδωνίσαι: ἀπὸ τῶν ἵππων μετενήνεκται. εἰώθασι γὰρ οὕτως δοκιμάζειν τοὺς γενναίους ἵππους, εἰ μὴ καταπλήσσονται τὸν ἐν τῷ πολέμῳ θόρυβον, τοὺς κώδωνας ψοφοῦν. καὶ ζήτει ἐν τῷ διακωδω‐ νίσαι. καὶ Κωδωνίζω, φημίζω. καὶ ζήτει ἐν τῷ ἀκωδώνιστον.
κ 2219 Κωδωνοφαλαροπώλους: κώδωσιν εἰς τὰ φάλαρα χρωμέ‐ νους. οὐδ’ ἐξέπληττεν αὐτοὺς Κύκνους ποιῶν καὶ Μέμνονας κωδω‐ νοφαλαροπώλους.
κ 2220 Κωδωνοφορεῖται: ἀντὶ τοῦ δοκιμάζεται ἡ τῶν φυλάκων φρουρά. Κώδων καλεῖται καὶ τὸ πλατὺ τῆς σάλπιγγος. Σοφο‐ κλῆς· χαλκοστόμου κώδωνος. πολλὰ δέ εἰσιν εἴδη σαλπίγγων· Λιβυστι‐ καί, Αἰγύπτιαι, Τυρσηνικαί. πρῶτος Ἀρχώνδας συμμαχῶν τοῖς Ἡρα‐ κλείδαις ἤγαγεν εἰς Ἕλληνας τὴν Τυρρηνικὴν σάλπιγγα. διὰ τοῦτο φησὶ Τυρρηνικῆς.
κ 2221 Κωδωνοφορῶν: οἱ περίπολοι, οἱ τὰς φυλακὰς περισκοποῦντες, ἐρχόμενοι ἐπὶ τοὺς φύλακας κώδωνας εἶχον καὶ τούτους ἐψόφουν, πειράζοντες τὸν καθεύδοντα καὶ ἵνα οἱ φυλάσσοντες ἀντιφθέγγωνται. Ἀριστοφάνης· κωδωνοφορῶν περίτρεχε.
κ 2222 Κώεα: τὰ δέρματα. καὶ Κώεσι.
κ 2223 Κῶεν.
κ 2224 Κῶθος: εἶδος ἰχθύος.
κ 2225 Κώθων: εἶδος ποτηρίου Λακωνικοῦ μονώτου. δοκεῖ δὲ καὶ στρατιωτικὸν εἶναι. καὶ ὄνομα τοῦ Λεωσθένους πατρός. Ἀπ‐ πιανός· ἔφερε δὲ δᾷδα συγκεκομμένην καὶ θεῖον (τεφρῶδες πῦρ) ἐν κώθωσι.
κ 2226 Κώθωνες: εἴδη ποτηρίων, ἃ ἐλάμβανον οἱ στρατιῶται. ὀστράκινα· ὃν ἐρισκὸν καλοῦσι πλυτάριον. ἤτοι Λακωνικοῦ καὶ στρατηγι‐ κοῦ. ἐπειδὴ μεριστὸν ὕδωρ ἐλάμβανον οἱ ναῦται, κώθωνας εἶχον. τὴν εὐτέλειαν δὲ δείκνυσι τῶν τε ναυτικῶν τῶν τε στρατιωτικῶν σιτίων. ὅτι εὐτελῆ οἱ στρατιῶται ἔφερον.
κ 2227 Κωθωνίδης: ὄνομα κύριον.
κ 2228 Κωθωνίσαι: μεθύσαι. ἐρῶν δὲ καὶ κωθωνιζόμενος ἀφ’ ἡμέρας. ὅτι Ὅμηρος τῷ μὲν αἱμορραγοῦντι Πράμνειον παραδίδωσι, τῷ δὲ κωθωνιζομένῳ τὸν ἡδὺν πότον.
κ 2229 Κώκαλος: ὄνομα κύριον.
κ 2230 Κωκυτός: ὄνομα ποταμοῦ. ἢ θρῆνος· ὀδυρμός, κοπετός. Ἀγαθίας· τούτων δὲ γεγονότων κωκυτὸς ἐπεῖχε μυρίος, οἰμωγαί τε ἠκούοντο θαμιναί, καὶ φθέγμα θρηνῶδες καὶ διωλύγιον.
κ 2231 Κῶλα: τὰ τῆς σφενδόνης ἑκάτερα μέρη. ῥινοῦ χερμαστῆρος ἐΰστροφα κῶλα τιταίνων Ἀλκιμένης, πτανῶν εἶργον ἄπωθε νέφος.
κ 2232 Κῶλα: τὰ ὀστᾶ. ἡ δὲ κάμηλος ὑφῆκε τὰ κῶλα καὶ ἑαυτὴν ἐκάθισεν εἰς τὰ στέρνα. καὶ αὖθις· ἄκρα δ’ ἐφεζόμενος πετάλοις πριονώδεσι κώλοις αἰθίοπι κλάζεις χρωτὶ μέλισμα λύρας.
κ 2233 Κῶλα τοῦ ζεύγματος· συμβαίνει γὰρ τοὺς Σελευκεῖς κρατεῖν θατέρου τῶν κώλων τοῦ ζεύγματος.
κ 2234 Κωλακρέται: οἱ ταμίαι τοῦ δικαστικοῦ μισθοῦ καὶ τῶν εἰς θεοὺς ἀναλωμάτων. Ἀριστοφάνης· σὺ δὲ χασκάζεις τὸν κωλακρέ‐ την, τὸ δὲ πραττόμενόν σε λέληθεν.
κ 2235 Κωλακρέτης· ὅτι νόμος ἦν τὰ ὑπολειπόμενα τῆς θυσίας τοὺς ἱερέας λαμβάνειν, ἅ εἰσιν οἷον δέρματα καὶ κωλαί.
κ 2236 Κωλή: τὰ ἐμπρόσθια μέρη τῶν ἱερείων, τοῦ λεγομένου κωλῆνος. ἔστι δὲ ἱερὸς Ἑρμοῦ ὁ βραχίων τῶν ἀλόγων ζῴων. Ἀριστοφάνης Πλούτῳ· οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον. τὰς ἀγκύλας φησίν, αἳ ὀστώδεις εἰσί. διαβάλλει οὖν ὡς ὀστέα τοῖς θεοῖς θύοντας.
κ 2237 Κωλῆνον: τὸ κωλίκιον.
κ 2238 Κώληπα: τὸ ὀπίσω τοῦ γονατίου μέρος, ἡ κόξα. καὶ Κώληξ, ἡ ἰγνύη, τὸ ὀστοῦν.
κ 2239 Κωλιάδος κεραμῆες· Κωλιάς, τόπος τῆς Ἀττικῆς, ἔνθα σκεύη πλάττονται. λέγει οὖν, ὅτι ὅσοι ἐπὶ τροχοὺς φέρονται (τροχὸν δὲ τὸν σκευοπλαστικὸν λέγει), τουτέστιν ὅσαι πρὸς σκευοπλασίαν ἐπιτήδειαι πασῶν ἡ Κωλιάδος κρείσσων, ὥστε καὶ βάπτεσθαι ὑπὸ τῆς μίλτου. ἔστι δὲ ὁ τόπος ἐγκείμενος ὅμοιος ἀνθρώπου κώλῳ. καὶ οἱ ἐνοικοῦντες Κωλιοί.
κ 2240 Κωλιάς: ναός ἐστι τῆς Ἀφροδίτης οὕτω καλούμενος, ἀπὸ τοῦ συμβεβηκότος τὴν προσηγορίαν λαβών. νεανίας γάρ τις Ἀττικὸς ἁλοὺς ὑπὸ Τυρρηνῶν καὶ δεσμώτης δουλεύων παραυτά, ἐρασθείσης αὐτοῦ τῆς θυγατρὸς τοῦ ἔχοντος καὶ ἀπολυσάσης, ἦλθεν εἰς τὴν οἰκείαν οὕτως ἐλευθερωθεὶς καὶ εὐχαριστήριον τῇ Ἀφροδίτῃ τῆς σωτηρίας ἐπὶ τῆς ἀκτῆς, ἀφ’ ἧς ἡρπάγη, ναὸν ἐκτίσατο. Κωλιάδα δὲ προσηγόρευσε τὸν τόπον ἀπὸ τῶν κώλων, ἃ ἐν τοῖς δεσμοῖς κατεπονεῖτο. οἱ δέ, ὅτι Ἴωνος θύοντος ἱερεῖον κωλῆς, ἱέραξ ἐξήρπασε καὶ ἐπ’ ἐκείνῳ τῷ τόπῳ ἐκάθισεν. ὅθεν ὁ τόπος Κωλιὰς ἐκλήθη. μέμνηται καὶ Καλ‐ λίμαχος ἐν Ἑκάλῃ.
κ 2241 Κωλιπαίγνιον.
κ 2242 Κωλοβάθρου: τῆς λεγομένης κλάπας παρὰ πολλοῖς.
κ 2243 Κῶλον: παρὰ τὸ ἐκεῖ κεῖσθαι ὅλον τὸ ὀστοῦν. ἔνθεν καὶ σκώληξ κατὰ ἀντίφρασιν.
κ 2244 Κῶλον: μόριον λόγου ἐκ δύο ἢ καὶ πλειόνων μερῶν συνιστά‐ μενον· τὰς συλλαβὰς γὰρ τέμνουσι καὶ τὰ κῶλα τῶν νοημάτων. Κῶλος οὖν ὁ ἀπηρτισμένην ἔχων ἔννοιαν στίχος.
κ 2245 Κωλώτης: ἀσκαλαβώτης. Βάβριος· σοφῆς ἀράχνης ἱστὸν εὗρε κωλώτης καὶ λεπτὸν ἐνέδυ φᾶρος ἐκτεμὼν τοίχου. καὶ Κω‐ λώτης, ὁ Διόνυσος.
κ 2246 Κωλυβδαίνω.
κ 2247 Κωλύδαινα.
κ 2248 Κωλύμη: κώλυμα, κώλυσις, ἐμπόδιον. ἔστι δὲ ἡ λέξις Θου‐ κυδίδου.
κ 2249 Κωλύω. αἰτιατικῇ. καὶ Κωλυσάμενος· ζήτει ἐν τῷ ἄπνους. καὶ Κωλυσανέμας· ζήτει ἐν τῷ Ἐμπεδοκλῆς.
κ 2250 Κωλυπεύς: δῆμος τῆς Αἰγηΐδος.
κ 2251 Κῶμα: κοίμημα. Ἀλέξανδρος δὲ πλήρης ὢν ἐκ συμποσίου ἐπὶ κῶμον ἦλθεν εἰς Ἀντιπάτρου οἷ πάντες οἱ φίλοι παρακληθείς.
κ 2252 Κωμάζει: κῶμον ἢ δρᾶμα ᾄδει, ὑβρίζει.
κ 2253 Κωμάρχης: ὁ τῶν πόλεων ἄρχων παρὰ Ξενοφῶντι.
κ 2254 Κωμάσαι· ὁ δὲ Μάρκος, ὁ Ῥωμαίων στρατηγός, ἐβούλετο ἀπολυθεὶς τοῦ πολέμου πρὸς Λυσιτανοὺς μεταλαβεῖν τὸν πόλεμον καὶ τὸ λεγόμενον ἐκνεύσας τὴν ἀνδρωνῖτιν εἰς τὴν γυναικωνῖτιν κωμά‐ σαι. καὶ αὖθις· ὁ Ἀπολλώνιος ἔφη· ψηφίσωμεν ὧδε ἐστεφανῶσθαι αὐτὸν ἐπὶ σωφροσύνῃ, καὶ πρὸ Ἱππολύτου Θησέως. ὁ μὲν γὰρ ἐς τὴν Ἀφροδίτην ὕβρισεν, ὁ δὲ οὔ. καὶ διὰ τοῦτο οὐδὲ ἀφροδισίων ἥττητο, οὐδὲ ἔρως ἐς αὐτὸν εἰσεκώμαζεν, ἀλλ’ ἦν τῆς ἀγροικοτέρας τε καὶ ἀτέγκτου μοίρας. καὶ αὖθις· ἐπὶ τῷ κωμᾶς καὶ κομψὸς εἶναι προσποιῇ;
κ 2255 Κωμάσομαι: ἀσελγῶς διατεθήσομαι. ἐν Ἐπιγράμμασι· ἢν γάρ με κτείνῃς, τότε παύσομαι· ἢν δέ μ’ ἀφῇς ζῆν καὶ διαθῇς τούτων χείρονα, κωμάσομαι.
κ 2256 Κωμαστής: ὁ τρυφῶν μετ’ ᾠδῆς ἀσελγοῦς.
κ 2257 Κώμαυλος τὸν ἐχῖνον ἰδὼν ἐπὶ νῶτα φέροντα ῥᾶγας ἀπέκτεινε τῷδ’ ἐπὶ θειλοπέδῳ.
κ 2258 Κώμη: εἰς ἣν ἐκοιμῶντο ἀπὸ τῶν ἔργων ἀνιόντες· ἢ χώμη, οἷον ἀνάχωμά τι· κατὰ σύγκρισιν τοῦ ἐδάφους. καὶ Κωμῆται, οἱ τῆς κώμης οἰκήτορες. καὶ Ἐκώμασεν, ἀντὶ τοῦ παρεγένετο. θρῆνος δ’ εἰς ὑμέναιον ἐκώμασεν, ἡ δὲ τάλαινα οὔπω γυνὴ καὶ νέκυς ἐβλέπετο. καὶ παροιμία· Ὗς ἐκώμασεν, ἐπὶ τῶν ἀκόσμως τι ποιούντων.
κ 2259 Κώμην: οἱ πλεῖστοι τὸν στενωπὸν καὶ τὴν οἷον γειτνίασιν, οἱ δὲ τοὺς ἐν τῇ πόλει δήμους κώμας φασὶ προσαγορεύεσθαι. καὶ κωμή‐ τας, τοὺς δημότας ἐν τῇ πόλει καὶ οἷον ἐν τῇ αὐτῇ τάξει καὶ μοίρᾳ τῆς πόλεως οἰκοῦντας. οὕτως Ἀριστοφάνης. εἴρηκε δὲ καὶ Θουκυ‐ δίδης κώμας τοὺς δήμους ἐν αʹ· κατὰ κώμας δὲ τῷ παλαιῷ τρόπῳ οἰκηθεῖσα.
κ 2260 Κωμῆται: καὶ οἱ γείτονες· κώμη γὰρ ἡ γειτονία. Καλλίμαχος Ἑκάλῃ· τοῦτο γὰρ αὐτὴν κωμῆται κάλεον περιαγέες. Βάβριος· ὄνῳ τις ἐπιθεὶς ξόανον εἶχε κωμήτης.
κ 2261 Κωμῆται· κωμήτας οἱ παλαιοὶ τοὺς ἐκ τοῦ αὐτοῦ ἀμφόδου καὶ τόπου ἔλεγον. Ἀριστοφάνης Νεφέλαις· τοὺς κωμήτας γυμνοὺς ἁθρόους, εἰ καὶ κρημνώδη κατανίφοι.
κ 2262 Κωμηδόν: πᾶσα πόλις.
κ 2263 Κωμῆτις: θηλυκῶς ἡ γείτων. κῶμα γὰρ τὰ ἄμφοδα. ἔνθεν καὶ ἐπικωμάσαι. Ἀριστοφάνης· πλὴν ἥ γ’ ἐμὴ κωμῆτις ἥδ’ ἐξέρχεται. ὡς Λυσίστρατος φησί.
κ 2264 Κωμικός: ὁ ποιητής. καὶ Κωμικὸν δορυφόρημα.
κ 2265 Κῶμος: ἡ μέθη. καὶ ὀρχησμός. λέγεται δὲ καὶ ὁ στενὸς τό‐ πος. σημαίνει δὲ καὶ τὸ κοίμημα.
κ 2266 Κῶμός ἐστι μεθυστικὸς αὐλός, ἐγχρονίζοντος οἴνου ἐρεθίζων τὴν ἡδυπάθειαν καὶ θέατρον ἄσχημον ποιῶν τὸ συμπόσιον, κυμβάλοις τισὶ καὶ ὀργάνοις καταθέλγων τοὺς δαιτυμόνας. καὶ αὖθις· ὃς εἰς ἔρωτας ἐσχόλαζε καὶ κώμους. ἐπὶ κῶμον ἔρχεται μεθύων ἄνθρωπος οὐκ ἀγροίκως τῆς φωνῆς ἔχων. Φιλόστρατος.
κ 2267 Κωμῳδεῖν· αἰτιατικῇ. σκώπτειν.
κ 2268 Κωμῳδίαι: ὕβρεις, διασυρμοί, ἐμπαίγματα. καὶ Κωμῳδός, ἡ κωμῳδία.
κ 2269 Κωμῳδιοποιός: ὁ σκώμματά τινα εἰσάγων κατά τινος.
κ 2270 Κωμῳδολοιχῶν περὶ τὸν εὖ πράττοντ’ ἀεί· Ἀριστο‐ φάνης.
κ 2271 Κωμῶν: τῶν χωρίων. ἡ εὐθεῖα κώμη.
κ 2272 Κῶμοι: ᾠδαί, ἢ ὀρχήσεις μετὰ μέθης.
κ 2273 Κωμύδριον: τὸ μικρὸν χωρίον.
κ 2274 Κώμυθα: δέσμην χόρτου. οἱ δὲ ξυνδήσαντες τοὺς καλάμους καλῳδίοις τε καὶ τολύπαις κώμυθας πολλὰς ἀπειργάσαντο. ἡ εὐθεῖα ὁ κώμυθος.
κ 2275 Κωνειαζομέναις: θανάσιμον φάρμακον πινούσαις. Κώνειον γὰρ θανάσιμον δηλητήριον.
κ 2276 Κωνῆσαι πίθον.
κ 2277 Κωνοειδές: σχῆμα τοιοῦτον, οἷον στροβιλοειδές. καὶ ἐν Ἐπιγράμμασι· κἐν στέρνοις ἔτι κεῖνα τὰ λύγδινα κώνια μαστῶν ἕστηκε.
κ 2278 Κᾦνον: καὶ οἶνον. Ἀριστοφάνης Βατράχοις· κᾦνον ἀνεκεράννυ γλυκύτατον.
κ 2279 Κωνοφόροι: θυρσοφόροι. κῶνος δὲ λέγεται ὁ βοτρυοειδὴς τοῦ στροβίλου καρπός, ὃν ἔφερον αἱ γυναῖκες βαστάζουσαι ἐν ταῖς τοῦ Διονύσου τελεταῖς, ἐπειδὴ ὅμοιον τῷ σχήματι τὸν κῶνον τῇ τοῦ ἀνθρώπου καρδίᾳ, ἐπιστάτην δέ φασιν Ἕλληνες τῆς τῶν ἀνθρώπων καρδίας τὸν Διόνυσον. οἰκείῳ οὖν τινι μυστηρίῳ τοῦτο ἐποίουν. καὶ θύρσου χλοερὸν κωνοφόρον κάμακα.
κ 2280 Κωνώπη: ὄνομα πόλεως.
κ 2281 Κώνωψ: θηλυκῶς παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ. εἶδος μυίας.
κ 2282 Κωνσιστώριον: παρὰ Ῥωμαίοις οὕτω λέγεται τὸ συνέδριον καὶ τὸ σύστημα, ἔνθα περὶ τῶν ἐπειγόντων βουλεύονται.
κ 2283 Κῶνσος: ὄνομα κύριον.
κ 2284 Κωνσταντῖνος ὁ μέγας· οὗτος ἐξ ἀφανῶν τίκτεται τῷ βασιλεῖ Κωνσταντίῳ, γνωρισθεὶς δὲ τῷ πατρὶ κατά τινας γνωρίμους τρόπους· ὃς κατά τινα τύχην ἔγνω τοὺς τόπους καταλιπεῖν, ἐν οἷς διέτριβεν, ἐξορμῆσαι δὲ πρὸς τὸν πατέρα Κωνστάντιον, ἐν τοῖς ὑπὲρ τὰς Ἄλπεις ἔθνεσιν ὄντα καὶ Βρεττανίᾳ συνεχέστερον ἐνδημοῦντα. θεασάμενος δὲ αὐτὸν ὁ πατὴρ χειροτονεῖ βασιλέα τοὺς ἐκ τῆς Θεο‐ δώρας υἱεῖς καταλιπών, ἰδὼν αὐτὸν εὖ ἔχοντα σώματος. δύο δὲ καὶ ξʹ καὶ τʹ ἀπὸ τῆς Αὐγούστου Καίσαρος μοναρχίας διεληλυθότων ἐνιαυτῶν, Κωνσταντῖνος τὴν νέαν Ῥώμην ἀνίστησι.
κ 2285 Κωνσταντῖνος, ὁ μέγας βασιλεύς. περὶ οὗ ἔγραψεν Εὐνά‐ πιος φληνάφους καὶ παρῆκα αὐτὰ αἰδοῖ τοῦ ἀνδρός.
κ 2286 Κωνσταντῖνος, βασιλεὺς Ῥωμαίων, υἱὸς Λέοντος τοῦ Εἰκονο‐ μάχου τοῦ Ἰσαύρου, ἐκ λέοντος ἀνεφύη ποικιλότροπος πάρδαλις, ἐκ σπέρματος ὄφεως ἀσπὶς δεινὴ καὶ ὄφις πετόμενος, ἐκ Δὰν Ἀντί‐ χριστος. οὗτος τὴν πατρῴαν βασιλείαν τε καὶ ἀσέβειαν διαδεξάμενος καὶ ἀσελγείαις καὶ δαιμόνων ἐπικλήσεσι καὶ ἄλλοις πονηροῖς ἐπιτη‐ δεύμασι χαίρων καὶ σχολάζων, ἐξαίρετον ὄργανον καὶ λίαν ἐπιτήδειον τοῦ πατρὸς αὐτοῦ καὶ διδασκάλου γέγονε διαβόλου. καὶ γὰρ εἰς τοσαύτην ἀπόνοιαν καὶ παραπληξίαν ἐξώκειλεν, ὡς καὶ θεσμὸν ἐπὶ λαοῦ καθολικὸν ἐκθέσθαι, μὴ λέγεσθαί τινα τῶν θεραπόντων κυρίου τοπαράπαν ἅγιον, ἀλλὰ καὶ τὰ λείψανα τούτων εὑρισκόμενα διαπτύεσθαι καὶ μηδὲ πρεσβείαν αὐτῶν ἐξαιτεῖν· οὐδὲν γὰρ ἰσχύουσιν. εἶτα προσθεὶς ὁ παμβέβηλος λέγει, μηδὲ τῆς Μαρίας ἐπικαλείσθω τις πρεσβείαν· οὐ γὰρ δύναται βοηθεῖν τινι· μηδ’ αὖ πάλιν θεοτόκος αὕτη ὀνομαζέσθω. καὶ δὴ λαβὼν ἐν χειρὶ βαλάντιον πλῆρες χρυσίου καὶ ὑποδείξας αὐτὸ πᾶσιν ἤρετο, τίνος ἄξιόν ἐστι, τῶν δὲ πολλοῦ εἰπόντων, κενώσας τὸ χρυσίον πάλιν ἤρετο, τίνος ἐστὶν ἄξιον· καὶ λέγουσιν οὐδενός. οὕτως, ἔφη, καὶ ἡ Μαρία· οὐ γὰρ θεοτόκον ὀνομάζεσθαι ὁ ἄθεος ἠξίου. ἕως μὲν γὰρ εἶχε τὸν Χριστὸν ἐν αὐτῇ, τετιμημένη ὑπῆρχεν· ἀφ’ οὗ δὲ τοῦτον ἀπέτεκεν, οὐδὲν τῶν λοιπῶν γυναικῶν διενήνοχε. φεῦ τῆς τολμηρᾶς δυσφημίας τοῦ Σαρακηνοπίστου καὶ Ἰουδαιόφρονος. τὴν γὰρ Ἀφροδίτην ἐτίμα καὶ ἀνθρωποθυσίας ἀνέφερε πέραν τῆς πόλεως, ἔνθα τῆς ἁγίας Μαύρας ναός· ὅνπερ ἐκδαφίσας καὶ φονευτήριον ποιήσας Μαύραν ὠνόμασε τὸν τόπον, ἐν ᾧ καὶ νύκτωρ ἐπετέλει θυσίας καὶ παῖδας κατέσφαττε. καὶ μαρτυρεῖ τὸ πρὸς θυσίαν σφαγιασθὲν Σουφλαμίου παιδάριον, ὅπερ ἐν παραβύστῳ θύσαντος αὐτοῦ, τοῦτο ὁ θεὸς ἔκδηλον ἐποίησεν.
κ 2287 Κωνσταντινούπολις· ὅτι ἡ Κωνσταντινούπολις τοσοῦτον τῶν ἄλλων ἁπασῶν μείζων, ὅσον τῆς Ῥώμης ἐλαττοῦσθαι δοκεῖ· ἧς τὸ δευτέραν τετάχθαι μακρῷ βέλτιον ἔμοιγε φαίνεται ἢ τὸ τῶν ἄλλων ἁπασῶν πρώτην νομίζεσθαι. ὅτι τριακόσιοι ἑξήκοντα ἀπὸ τῆς Αὐγούστου Καίσαρος μοναρχίας διεληλύθεισαν ἐνιαυτοὶ τῇ πρεσβυτέρᾳ Ῥώμῃ, καὶ τῶν πραγμάτων αὐτῆς ἤδη πρὸς πέρας ἀφιγμένων Κων‐ σταντῖνος ὁ Κωνσταντίου παῖς ἐπιλαβόμενος τῶν σκήπτρων τὴν νέαν ἀνίστησι Ῥώμην. ἀπὸ δὲ κτίσεως τῆς νέας Ῥώμης μέχρι τῶν κατεχόντων τὰ σκῆπτρα Ῥωμαίων Βασιλείου καὶ Κωνσταντίνου τῶν Πορφυρογεννήτων ἔτη ...
κ 2288 Κωνστάντιος καὶ Κώνστας καὶ Κωνσταντῖνος, οἱ υἱοὶ τοῦ μεγάλου Κωνσταντίνου.
κ 2289 Κῶνοι: στρόβιλοι. καὶ τὸ ἀποσκίασμα τῆς γῆς.
κ 2290 Κῷος πρὸς Χῖον: ὁ μὲν γὰρ Χῖος ἐδύνατο ἔνδον, ὁ δὲ Κῷος ἔξω.
κ 2291 Κῶπα καὶ Κώπαια: ὁ περιτραχήλιος κόσμος.
κ 2292 Κωπαΐς: ἡ ἔγχελυς.
κ 2293 Κωπαΐς: λίμνη ἐν Βοιωτίᾳ, ἐν ᾗ μεγάλαι ἐγχέλεις γίνονται. ἔστι δὲ καὶ πόλις ὁμώνυμος.
κ 2294 Κωπάς: πόλις.
κ 2295 Κώπη: ἡ λαβὴ τοῦ ξίφους, ἡ κόπτειν δυναμένη. καὶ Κωπῆεν καὶ Κωπήεις, κωπήεντος, ἀπὸ τῆς κώπης.
κ 2296 Κωπηλασία καὶ Κωπηλατῶ.
κ 2297 Κωπῆρες πλοῖον: ὡς ἡμεῖς· καὶ Θουκυδίδης ἐν δʹ. καὶ ἡ δοτικὴ τῷ κωπήρει.
κ 2298 Κωπώνιος: ὄνομα κύριον.
κ 2299 Κωρυκαῖος: θεόν τινα παρεισάγουσιν οἱ κωμικοὶ ἐπακροώμε‐ νον, ἀπὸ παροιμίας τινός. Κώρυκος γὰρ τῆς Παμφυλίας ἀκρωτήριον, παρ’ ᾧ πόλις Ἀττάλεια· ἐνταῦθα οἱ ἀπὸ τῆς πόλεως, ἵνα μηδὲν αὐτοὶ κακῶς πάσχωσιν ἀπὸ τῶν ἐφορμούντων τὴν ἄκραν λῃστῶν, ὑπαλλαττόμενοι πρὸς τοὺς ἐν ἄλλοις λιμέσιν ὁρμῶντας κατηκροῶντο, καὶ τοῖς λῃσταῖς ἀπήγγελλον καὶ τίνες εἰσὶ καὶ ποῖ πλέουσιν. ὅθεν καὶ ἡ παροιμία· τοῦ δ’ ἆρα ὁ Κωρυκαῖος ἠκροάζετο. οἱ δὲ κωμικοὶ Κωρυκαῖον τὸν θεὸν εἰσάγουσι. Μένανδρος Ἐγχειριδίῳ. Διώξιππος Θησαυρῷ· μὴ κατακούσειεν δέμας ὁ Κωρυκαῖος. ἀλλὰ μὴν κατακήκοα κατακολουθῶν ἔνδοθέν σου. ὁ δὲ Ἔφορος ἐν γʹ, ὑπ’ ἄκρᾳ, φησίν, ᾤκουν οἱ καλούμενοι Κωρυκαῖοι, ἀνατεινούσῃ εἰς πέλαγος, σύμμικτοί τινες κατασκευασάμενοι πολισμάτιον, γείτονες Μυοννήσῳ. τοῖς οὖν ὁρμῶσιν ἐμπόροις προσῄεσαν, ὡς ἐωνούμενοι 〈ἢ〉 σύμπλοοι· εἶτα μαθόντες τί τε κομίζουσι καὶ ποῖ πλέουσι τοῖς Μυοννησίοις ἀπήγγελλον. κἀκεῖνοι ἐπετίθεντο αὐτοῖς, ἐλάμβανον δὲ καὶ αὐτοὶ μέρη τινὰ τῶν λύτρων.
κ 2300 Κωρύκιον.
κ 2301 Κώρυκος: θυλάκιον. τὸ παρ’ ἡμῖν βουλγίδιον. ἢ πλέγμα δεκτικὸν ἄρτων.
κ 2302 Κῶς: ἡ νῆσος, ὅθεν ἦν Ἱπποκράτης ὁ ἰατρός· ἥτις καὶ Μεροπὶς λέγεται.
κ 2303 Κωτίλη: ἡ λόγοις ἀπατῶσα, καὶ Κωτίλος, πανοῦργος, ἢ κόλαξ, ἀπατεών. ἐσβέσθη δὲ τὰ φίλτρα τὰ κωτίλα, χὠ μετ’ ἀοιδᾶς ψαλμός. καὶ Δαβὶδ κωτίλοις κέχρηται λόγοις φενακίσαι πειρώμενος· φησὶ γάρ· τῷ στόματι αὐτῶν ηὐλόγουν καὶ τῇ καρδίᾳ αὐτῶν κατ‐ ηρῶντο.
κ 2304 Κωτίλλω: πανουργεύομαι, λαλῶ. Βάβριος· τοιαῦτα κωτίλ‐ λουσα τὴν ἀχαιΐνην ἔπεισεν ἐλθεῖν δὶς τὸν αὐτὸν εἰς ᾅδην.
κ 2305 Κωφὰ καὶ παλαιὰ ἔπη: ψυχρὰ καὶ οὐδὲν σαφὲς ἔχοντα, τὰ ψιθυριζόμενα.
κ 2306 Κωφήν, Κωφῆνος: ὄνομα ποταμοῦ.
κ 2307 Κωφῆς· Δαβίδ· ὡσεὶ ἀσπίδος κωφῆς. οὐ τῆς κατὰ φύσιν κωφευούσης, ἀλλὰ βυούσης τὰ ὦτα καὶ ἀπωθουμένης τὴν ἐπῳδήν.
κ 2308 Κωφόν: ἄηχον, ἀσθενές, ἀμβλύ. κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος. κατὰ μεταφορὰν ἀπὸ τοῦ κατὰ τὴν ἀκοὴν ἐπὶ τὴν ἁφήν.
κ 2309 Κωφότερος κίχλης· παρ’ Εὐβούλῳ ἐν Διονυσίῳ λέγεται ἀφωνότερος κίχλης.
κ 2310 Κωφότερος τοῦ Τορωνέος λιμένος: περὶ Τορώνην τῆς Θρᾴκης καλεῖταί τις κωφὸς λιμήν. εἴρηται δὲ ἡ παροιμία, παρόσον ἐν Τορώνῃ τῆς Θρᾴκης λιμὴν στενὰς ἔχει καὶ μακρὰς τὰς ἀπὸ τοῦ πελάγους κατάρσεις, ὡς μὴ ἀκούεσθαι τοῖς ἐν αὐτῷ τὸν τῆς θαλάττης ἦχον. Παρὰ κωφῷ πέρδεις, ἐπὶ τῶν ἀδυνάτων.
κ 2311 Κώχ: ὄνομα κύριον. Μένανδρος· ὁ δὲ ἐπετοξάζετο κατὰ τοῦ βαρβάρου καὶ μάλα εὐστοχώτατα τὸ κέρας ἐκτείνας ἀφίησι τὸν ἄτρακτον κατὰ τοῦ Κώχ.
κ 2312 Κωχεύει: συνουσιάζει.
κ 2313 Κράββατος.
κ 2314 Κραδαίνων: σείων, δονῶν, σαλεύων.
κ 2315 Κράδη: συκῆ. ἔστι δὲ καὶ μηχανή. ἤσθιον δὲ τὰς κράδας οἱ Λακεδαιμόνιοι. τουτέστι κατέκοπτον. οἱ μὲν γὰρ οὖν τέττιγες ἐπὶ τῶν κραδῶν ἕνα μῆν’ ἢ δύο ᾄδουσιν· Ἀθηναῖοι δ’ ἀεὶ ἐπὶ τῶν δικῶν ᾄδουσι πάντα τὸν βίον. ἀπὸ ἑνὸς δένδρου τὰ ἄλλα πάντα ἐμφαίνει.
κ 2316 Κράζω· δοτικῇ.
κ 2317 Κράθις: ὄνομα ποταμοῦ.
κ 2318 Κράμβη: κοράμβλη τις οὖσα, ἡ ἀμβλύνουσα τὸ διορατικόν. βέλτιον δὲ ἡ τῷ κάρῳ ἀντιβαίνουσα. ὅθεν καὶ πρώτη ἐν συμποσίοις δίδοται καὶ παρ’ ἄμπελον οὐ φυτεύεται. καὶ οἱ Αἰγύπτιοι πρὸ τῶν ἄλλων ἐδεσμάτων ἑφθὰς κράμβας ἤσθιον, διὰ τὸ μὴ μεθύσκεσθαι οἴνῳ. φησὶ δὲ Ἀλκείδας· ἀπὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας. οἷον ἡδυτάτου, ξηροτάτου. ὅτι ἡ ἄμπελος κράμβῃ μόνῃ οὐ περιπλέκεται.
κ 2319 Κραμβοτάτου: ἡδυτάτου, ξηροτάτου. ἔπαιξε δὲ Ἀριστοφάνης ἀπὸ τῆς τοῦ λαχάνου ἐπινοίας· αὐτοσχέδιος γὰρ ἦν περὶ τὰ δράματα Κράτης. ἢ τὸ καπυρόν· ἢ τὸ χρηστότατον.
κ 2320 Κραναῶν: τῶν Ἀθηναίων, διὰ τὸ τραχὺ καὶ λεπτόγειον, ἢ ἀπὸ Κραναοῦ βασιλέως. καὶ Κραναῶν πετρῶν, τῶν τραχέ‐ ων. Ἀριστοφάνης· ἔπειτα μείζω τῶν κραναῶν ζητεῖς πόλιν; καὶ τὰς κραναὰς ἀκαλήφας.
κ 2321 Κρανέα: εἶδος φυτοῦ.
κ 2322 Κράνεια: ἐκ κρανείας δόρυ. ἐν Ἐπιγράμμασι· ἕσταθι τῇδε κράνεια βροτοκτόνε, μηδ’ ἔτι λυγρὸν χάλκεον ἀμφ’ ὄνυχα στάζε φόνον δαΐδων.
κ 2323 Κρανείας καρπός.
κ 2324 Κράνειον: φυτόν. καὶ τὸ γυμνάσιον. καὶ Κράνειος καρπός. Κρανίον δὲ τόπος· καὶ ἡ κεφαλή.
κ 2325 Κράνος: οὐδέτερον· περικεφαλαία. ἡ δοτικὴ τῷ κράνει, καὶ τὸ πληθυντικὸν κράνη.
κ 2326 Κράντορες: ἡγεμόνες. βουχίλου κράντορες Ἀρκαδίης.
κ 2327 Κραπατάλλοις Φερεκράτης λέγει.
κ 2328 Κρασί: κεφαλαῖς.
κ 2329 Κρᾶσις: μίξις οἴνου καὶ θερμοῦ· καὶ ἡ ἐνέργεια δὲ τοῦ κιρνῶν‐ τος. Αἰλιανός· καὶ πιεῖν ἐδίδου κράσει δικαίᾳ μὴ κιρνῶν· ὤρεγε δὲ μὴ αἰτοῦντι καὶ φιλοφρονούμενος ἀκαίρως καὶ περιττὰ δεῖπνα παρατίθησι.
κ 2330 Κράσπεδα ὄρους: οἱ πρόποδες· τὰ ὁμαλὰ καὶ ἐπίπεδα.
κ 2331 Κράσπεδον: τὸ ἱμάτιον τοῦ ἱερέως. παρὰ τὸ εἰς τὸ πέδον ἐγγίζειν.
κ 2332 Κράστης: ἡ πόα.
κ 2333 Κραταιός: ἰσχυρός.
κ 2334 Κραταίπεδον.
κ 2335 Κρατερός, ὁ Μακεδών· ὃς ἦν μέγιστός τε ὀφθῆναι καὶ οὐ πρόσω ὄγκου βασιλικοῦ, τῆς τε σκευῆς τῇ λαμπρότητι διαφέρων, καὶ παντὶ τῷ κόσμῳ κατὰ τὸν Ἀλέξανδρον ἔσταλτο πλὴν τοῦ διαδήματος· καὶ τοῖς συγγινομένοις οἷος σὺν ἐπιεικείᾳ καὶ τοῦ σεμνοῦ προσόντος φιλοφρονέστατος δόξαι καὶ πιθανώτατος τῷ ἐπαγωγῷ τῶν λόγων, ὡς συμβάλλουσι τῇ τε σμικρότητι τοῦ Ἀντιπάτρου σώματος καὶ τῇ φαυ‐ λότητι, ἐπὶ τούτοις τῷ ἀπροσμίκτῳ καὶ ἀνημέρῳ ἐς τοὺς ὑπηκόους· 〈ὥστε〉 θεραπεύειν τὸν Κρατερὸν κατὰ βασιλέα, καὶ ἐν ἐπαίνοις ἄγον‐ τας κατὰ τὸ εἰκός, οἷα δὴ στρατηγῶν τὸν εὐτολμότατον καὶ τῶν πολεμικῶν ἔργων συνετώτατον, δεύτερον τῇ προτιμήσει μετὰ Ἀλέξ‐ ανδρον ἀναμφιλόγως ἄγειν. κίνησίς τε δὴ οὖν ἦν ἐπὶ τούτῳ τῆς στρατιᾶς συμπάσης, Κρατερὸν μὲν οἷα βασιλέα ἐς τὸ ἐπιφανὲς θεραπευούσης, καὶ ἑκάστων ἀπαξιούντων ἐν ἴσῃ μοίρᾳ ἄμφω τετάχθαι, Ἀντιπάτρῳ δὲ κατ’ οὐδὲν ἐθελόντων πείθεσθαι. Εὐμένης δὲ κατὰ τὸν πόλεμον εὑρὼν τὸ Κρατεροῦ σῶμα κείμενον ἔτι ἔμπνουν καταπηδῆσαί τε ἀπὸ τοῦ ἵππου λέγεται αὐτὸν καὶ κατολοφύρασθαι, ἐπιμαρτυρόμενος ἀνδρείαν τε τὴν Κρατεροῦ καὶ σύνεσιν καὶ τὸ ἄγαν ἵλεων τοῦ τρόπου καὶ ἐς φιλίαν τὴν πρὸς αὑτὸν ἀνεπίπλαστον, ὅσον τε πλούτου ἀνέραστον καὶ ὀρθῇ δικαιοσύνῃ σύντροφον· κράτιστος δὲ ἄρα οὗτος, ὅτου τὰ ἀρετῆς ἔργα καὶ παρὰ τοῖς ἐναντίοις τῷ ἐπαίνῳ ξυμφωνούσης ἔχει. ἐντίμως δὲ καὶ μεγαλοπρεπῶς τὸ σῶμα αὐτοῦ ἐκήδευσεν. ἔχει μὲν οὖν καὶ ταῦτα Κρατερῷ ἀγαθὴν δόξαν, πεπίστευται δὲ σωφρονέ‐ στατος γενέσθαι καὶ πραότατος καὶ φιλίας κοινωνῆσαι βεβαιότατος, οἷα δὴ τὸ φιλέταιρον φύσει κτησάμενος καὶ ἐπιτηδεύσας.
κ 2336 Κράτεια: ὄνομα πόλεως.
κ 2337 Κρατεῖν: νικᾶν. τὸν δὲ λαγῳὸν κρατεῖν τῷ δρόμῳ τῶν διω‐ κόντων.
κ 2338 Κρατήρ: τρεῖς κρατῆρας ἵστασαν ἐν τῷ δείπνῳ· αʹ Ἑρμῇ, βʹ Χαρισίῳ, γʹ Διῒ Σωτῆρι. καὶ παροιμία· Κρατὴρ δικῶν, ἀντὶ τοῦ δοχεῖον κακῶν.
κ 2339 Κράτης, Ἀθηναῖος, κωμικός· οὗ ἦν ἀδελφὸς Ἐπίλυκος, ποιη‐ τὴς ἐπῶν. δράματα δὲ αὐτοῦ εἰσιν ζʹ· Γείτονες, Ἥρωες, Θηρία, Λάμια, Πεδῆται, Σάμιοι. ἔγραψε δὲ καὶ καταλογάδην τινά.
κ 2340 Κράτης, Ἀθηναῖος, κωμικὸς καὶ αὐτὸς τῆς ἀρχαίας κωμῳδίας. φέρεται αὐτοῦ δράματα τρία, Θησαυρός, Ὄρνιθες, Φιλάργυρος.
κ 2341 Κράτης, Ἀσκώνδου, Θηβαῖος, φιλόσοφος Κυνικός, μαθητὴς Διογένους καὶ Βρύσωνος τοῦ Ἀχαιοῦ· ὃς ἐξαργυρίσας τὴν οὐσίαν δέδωκε τὰ ἀργύρια τραπεζίτῃ εἰπών, εἰ οἱ παῖδες αὐτῷ φιλοσοφή‐ σουσι, τῷ δήμῳ δοῦναι, εἰ δὲ μή, τοῖς παισὶν αὐτοῖς. γήμας δὲ Ἱππαρχίαν τὴν Μαρωνεῖτιν κυνογαμίαν τὸν γάμον ἐκάλεσε. παῖδα δὲ ἔσχεν ἐξ αὐτῆς Πασικλέα. ἦν δὲ ἐπὶ τῆς ριγʹ Ὀλυμπιάδος. ἐπεκλήθη δὲ Θυρεπανοίκτης διὰ τὸ ἀδεῶς ἐπεισιέναι εἰς παντός, οὗπερ ἠβούλετο, οἶκον. οὗτος καταλιπὼν τὴν οὐσίαν μηλόβοτον, ἀρθεὶς ἐπὶ τοῦ βωμοῦ εἶπεν· ἐλευθεροῖ Κράτητα Θηβαῖον Κράτης. ἔγραψε φιλόσοφα. ὅτι Κράτης εἶπεν· ἔρωτα παύει λιμός· εἰ δὲ μή, χρόνος· ἂν δὲ μηδὲ τούτῳ δύνασαι, βρόχος. οὗτος κατεπόντωσε τὴν οὐσίαν, ὡς λέγει Φιλόστρατος ὁ Λήμνιος ἐν τῷ βίῳ Ἀπολλωνίου τοῦ Τυανέως. καὶ ζήτει ἐν τῷ Ἀναξαγόρας.
κ 2342 Κράτης, Τιμοκράτους, Μαλλώτης, φιλόσοφος Στωϊκός· ὃς ἐπεκλήθη Ὁμηρικὸς καὶ Κριτικός, διὰ τὴν καὶ περὶ τοὺς γραμματικοὺς καὶ ποιητικοὺς λόγους αὐτοῦ ἐπίστασιν· σύγχρονος Ἀριστάρχου τοῦ γραμματικοῦ, ἐπὶ Πτολεμαίου τοῦ Φιλομήτορος. συνέταξε διόρθωσιν Ἰλιάδος καὶ Ὀδυσσείας βιβλίοις θʹ· καὶ ἄλλα.
κ 2343 Κρατήτειος: ὁ τοῦ Κράτητος.
κ 2344 Κρατῖνος, Καλλιμήδους, Ἀθηναῖος, κωμικός· λαμπρὸς τὸν χαρακτῆρα, φιλοπότης δὲ καὶ παιδικῶν ἡττημένος. ἦν δὲ τῆς ἀρχαίας κωμῳδίας. ἔγραψε δὲ δράματα καʹ, ἐνίκησε δὲ θʹ.
κ 2345 Κράτιστα: ἀντὶ τοῦ αἱρετώτερον, ἢ βέλτιον.
κ 2346 Κρατῶ· ἐπὶ τοῦ κυριεύω γενικῇ· αἰτιατικῇ δέ, ὅτε σημαίνει τὸ νικῶ. καὶ μάχας ἐκράτησεν οὐκ ὀλίγας.
κ 2347 Κρατύναι.
κ 2348 Κρατυντήρια ἔγραψε Δημόκριτος ὁ Ἀβδηρίτης βιβλίον, ὅπερ ἐστὶν ἐπικριτικὸν πάντων τῶν γραφέντων αὐτῷ βιβλίων.
κ 2349 Κραυαλλίδαι ἢ Κραγαλλίδαι: ἡ ἐν Φωκεῦσι πλησίον Κίρρας χώρα.
κ 2350 Κραυγή: ἐπὶ τῶν εὐχομένων ἡ μετὰ προθυμίας καὶ σπουδαίας διανοίας ἱκετεία.
κ 2351 Κραυγὴ Σοδόμων· ἡ μυσαρωτάτη καὶ λυσσώδης αὕτη παρὰ φύσιν ἁμαρτία ὑπὸ Σοδομιτῶν διαπραττομένη, ὥσπερ τις φωνὴ ἀνερχομένη καὶ βοῶσα τὸ μέγεθος τῆς ἀσεβείας εἰς τὰ ὦτα κυρίου Σαβαώθ. καὶ ὁ μακροθυμήσας ὕστερον διὰ τὸ ἀμετανόητον αὐτῶν καὶ ἀνεπίστροφον τῆς ἀδιακρίτου καὶ ἀκολάστου γνώμης ἐπάξας μάλα δικαίως τὴν τιμωρίαν ἔφασκε, κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλή‐ θυνται πρός με.
κ 2352 Κραῦρα: νόσος περὶ τὰς ὗς γινομένη. τρία δέ ἐστι πάθη· βράγχη, κραῦρα, διάρροια. καὶ ζήτει ἐν τῷ διάρροια.
κ 2353 Κραῦρον: ξηρόν, καπυρόν· εὔθραυστον.
κ 2354 Κραίνουσι: τελειοῦσι, πληροῦσι, βασιλεύουσι, κυριεύουσι.
κ 2355 Κραιπαλᾶν: ἐπὶ τοῦ ἀλαζονεύεσθαι. τὸν δὲ Σέσωστριν ἐπὶ τοσοῦτον κραιπαλᾶν, ὥστε ἁρμάμαξαν συμπήξασθαι χρυσοκόλλητον λίθους τε τιμίους ταύτῃ περιβαλεῖν καὶ ἐφιζάνων ζευγνύειν τοὺς ἡττημένους βασιλεῖς.
κ 2356 Κραιπαλαίκωμος: μετωνυμικῶς ὁ κατὰ μέθην γινόμενος ὕμνος.
κ 2357 Κραιπάλη: ὁ ἐκ πολλῆς οἰνώσεως παλμός. καὶ Κραιπα‐ λῶν, ἀντὶ τοῦ ἐκ μέθης ἀτακτοῦντα, μεθύοντα. ἀπὸ τοῦ κάρα πάλλειν τοὺς μεθύοντας. ἢ ἀπὸ τοῦ σφάλλεσθαι τῶν καιρίων.
κ 2358 Κραιπαλώδης· τῆς ψυχῆς τὰ ἐλαττώματα κατηπίσταντο, εἴτε κραιπαλώδης τις εἴη καὶ μέθυσος εἴτε φιλήδονος καὶ ἐν τοῖς αἰδοίοις ἔχων τὸν ἐγκέφαλον.
κ 2359 Κραιπνός: ταχύς.
κ 2360 Κρεάγρα· τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνοίμεθ’ ἄν, ἐξὸν καθέντα γρᾴδιον τοιουτονί, ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβά‐ νειν; ἐπὶ τῶν πορνικῶν καὶ ἀσελγῶν γραῶν.
κ 2361 Κρεάγρα: μαγειρικὸν ἐργαλεῖον. ἐν Ἐπιγράμμασι· ὁμοῦ κρεάγρᾳ τῇ σιδηροδακτύλῳ. ὅτι ὁ Ἑρμῆς δειλακρίων ἐλέγετο ὡς λίχνος· κρεαδίων γὰρ ἐπιδεικνυμένων αὐτῷ κατήρχετο αὐτίκα.
κ 2362 Κρέας: οὕτω καλοῦσι τὸ σῶμα οἱ Ἀττικοί. εἰ μὴ περὶ τῶν κρεῶν νεναυμάχηκε.
κ 2363 Κρέας: καταχρηστικῶς καὶ ἐπὶ ὀρνίθων ἐχρήσατο Ἀριστοφάνης ἐν Νεφέλαις· κρέα τ’ ὀρνίθεια.
κ 2364 Κρέα χελώνης· ζήτει ἐν τῷ ἢ δεῖ χελώνης κρέα φαγεῖν ἢ μὴ φαγεῖν.
κ 2365 Κρέκα: τὴν τρίχα. πορφυρέην ἤμησε κρέκα. ἀντὶ τοῦ ἔκοψε.
κ 2366 Κρέκειν. καὶ Κρεκόντων, κρουόντων τὴν κιθάραν, ἐγγι‐ ζόντων.
κ 2367 Κρέκουσα: αὐλοῦσα. Ἀριστοφάνης Ὄρνισιν· ἀλλ’ ὦ καλλιβόαν κρέκους’ αὐλὸν φθέγμασιν ἠρινοῖς. κυρίως δὲ κρέκειν τὸ τὴν κιθάραν κρούειν. καὶ ἐν Ἐπιγράμμασι· Ζηνοφίλα, λιγὺ κρέκεις τι μέλος.
κ 2368 Κρέκω: τὸ ἠχῶ. ἀλλ’ ὅκα δὴ πλάκτρῳ Λοκρὶς ἔκρεξε χέλυς. καὶ Ἀριστοφάνης· τοιάδε κύκνοι συμμιγῆ βοὴν ὁμοῦ κρέ‐ κοντες ἴαχον.
κ 2369 Κρέμ, ἄρχων Βουλγάρων. καὶ ζήτει ἐν τῷ Βούλγαροι.
κ 2370 Κρεμάθρα: μετέωρόν τι κατασκεύασμα, ἐν ᾧ ἐτίθεσαν τὰ περιττεύοντα ὄψα. κρεμάθρα δὲ εἴρηται διὰ τὸ ἀεὶ κρεμαμένην μετέωρον εἶναι. εἰσάγει δὲ Ἀριστοφάνης τὸν Σωκράτην ἐπὶ κρεμάθρας καθήμενον γελοίου χάριν, ὡς μετεωρολέσχην.
κ 2371 Κρεμόω: κρεμάσω. κρεμάσαι τὴν ἀσπίδα. ἀντὶ τοῦ εἰρηνεῦ‐ σαι· ἐν γὰρ εἰρήνῃ κρέμανται αἱ ἀσπίδες.
κ 2372 Κρέξ: ὄρνεον δυσοιώνιστον γαμοῦσιν. ὀξὺ πάνυ τὸ ῥύγχος καὶ πριονῶδες ἔχον. Κρεκὸς κλίνεται.
κ 2373 Κρεωδαισία: ὁ μερισμὸς τῶν κρεῶν. καὶ Κρεωδαίτης καὶ Κρεωδότης. καὶ Κρεωδόχον ἀγγεῖον.
κ 2374 Κρεώδης ἱερουργία: ἡ διὰ κρεῶν θυσία. Κρέων δέ σοι πῆμ’ οὐδέν, ἀλλ’ αὐτὸς σὺ σοί· ἀντὶ τοῦ σεαυτῷ. καὶ Κρεωθοινία.
κ 2375 Κρεωφαγία. καὶ Κρεωπώλης.
κ 2376 Κρεώφυλος, Ἀστυκλέους, Χῖος ἢ Σάμιος, ἐποποιός. τινὲς δὲ αὐτὸν ἱστόρησαν Ὁμήρου γαμβρὸν ἐπὶ θυγατρί. οἱ δὲ φίλον μόνον γεγονέναι αὐτὸν Ὁμήρου λέγουσι καὶ ὑποδεξάμενον Ὅμηρον λαβεῖν παρ’ αὐτοῦ τὸ ποίημα τὴν τῆς Οἰχαλίας ἅλωσιν.
κ 2377 Κρεσφόντης· ὄνομα κύριον. ἦν δὲ πανοῦργος. καὶ γὰρ βῶλον ὑγρὰν εἰς τὴν ὑδρίαν ἐνέβαλε, κληρουμένων περὶ Μεσσήνης. καὶ ζήτει ἐν τῷ δραπέτης κλῆρος.
κ 2378 Κρεῖον: τὸ κρεωδόχον ἀγγεῖον. παρὰ τὸ κρέας, κρέον, καὶ κρεῖον, καὶ κρεῖος.
κ 2379 Κρείττονος: τοῦ θεοῦ. προνοίᾳ δὲ δή τινι τοῦ κρείττονος στοχαζόμενος τοῦ συνοίσοντος τὰ τοιάδε ἐπετέλει ὁ Καῖσαρ.
κ 2380 Κρείων: βασιλεύς. ἢ ἄρχων, κρατῶν μεγάλως.
κ 2381 Κρείσσων δόξης ἀτίμου εὐτέλεια εὐκλεὴς καὶ μικροπρεποῦς ἀρχῆς μεγαλοφυὴς μετριότης καὶ ὕψους ἐπισφαλοῦς ταπεινότης ἀκίν‐ δυνος.
κ 2382 Κρήγυον: ἀληθές, ἀγαθόν. καλογήρυον. γῆρυς γὰρ ἡ φωνή.
κ 2383 Κρήδεμνον: κεφαλοδέσμιον, ἢ μαφόριον.
κ 2384 Κρηθεύς: ὄνομα κύριον. καὶ Κρηθηΐς, νύμφη.
κ 2385 Κρήμνη: ῥηματικόν, ἐκ τοῦ κρήμνημι· ὡς ἵστη.
κ 2386 Κρημνίσαι· αἰτιατικῇ. ἐκ τοῦ κρημνίζω.
κ 2387 Κρημνοκοπεῖν: κομπάζειν, ἀλαζονεύεσθαι· μεγάλας λέξεις ποιεῖν.
κ 2388 Κρημνός: φάραγξ. Ἀριστοφάνης· κρημνοὺς ἐρείδων. τουτ‐ έστι κρημνοὺς ἐπιπέμπων καὶ ἀκοντίζων. ἀπὸ τοῦ ἐλασίμβροτα εἴληφε, καὶ ταῦτα ὑπέρογκα. Ὅμηρος καὶ τὴν ὄχθην κρημνὸν λέγει· ἐπειδὴ πάντα τὰ ὑψηλὰ κρημνοί. λύσις ὀνείρου· κρημνοῦ πεσόντα δυστυχῆ δηλοῖ τύχην.
κ 2389 Κρημνώδη κατανίφει: εἰ μὲν διὰ τοῦ η ἀντὶ τοῦ μεγάλα, εἰ δὲ διὰ τοῦ ι κρίμνα εἶδος ἀλεύρου, ἐξ οὗ ἡ παιπάλη γίνεται, τουτέστι τὸ ἄλευρον· καὶ τὸ λευκαίνειν παλύνειν. Ὅμηρος· ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας.
κ 2390 Κρημνοί: ἐξέχοντες τόποι. καὶ Κρημνοποιόν φησιν Ἀρι‐ στοφάνης τὸν Αἰσχύλον, ὡς μεγάλας λέξεις ποιοῦντα.
κ 2391 Κρῆναι· ἀλλὰ καὶ τήνδε αὐτῷ ἐγγυάλιξον κρῆναι εὐκλειῶς δῆριν Ἀχαιμενίην.
κ 2392 Κρηναῖον ὕδωρ. καὶ Κρηναῖος ποτός.
κ 2393 Κρήνη: ἡ πηγή. κάρα, καρήνη, κρήνη. κορυφὴ γὰρ τοῦ ῥεύ‐ ματος ἢ κόρη τοῦ νάματος· καὶ γὰρ θυγατέρας αὐτάς φασι.
κ 2394 Κρηνίς.
κ 2395 Κρηπιδούμενος: ἀντὶ τοῦ ὑποδούμενος τὰς κρηπῖδας. ἤρετο πρῶτον τὸν Λεσχίδην τὸν ποιητὴν μεταξὺ κρηπιδούμενος.
κ 2396 Κρηπίς: θεμέλιος, ἢ εἶδος ὑποδήματος· ὑποβάθρα. ἡ τοὺς πόδας κρατοῦσα.
κ 2397 Κρῆσσα: ἡ Κρητικὴ γυνή. καὶ Κρής. καὶ Κρησσαῖα θάλασσα. Κρισαῖος δὲ κόλπος.
κ 2398 Κρησέρα: τὸ περιβόλαιον τῶν κοφίνων. ἔστι δὲ διερρωγός. Ἀριστοφάνης· ἀλλ’ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα. τοῦτο δὲ λέγει ὡς πρὸς γραῦν.
κ 2399 Κρήσιος: Κρητικός. τοὺς Κᾶρας θαλαττοκρατῆσαι λέγεται μετὰ Μίνω τὸν Κρήσιον.
κ 2400 Κρησσός.
κ 2401 Κρηστωνία.
κ 2402 Κρηστωρεύς.
κ 2403 Κρησφύγετα: τὰ πρὸς τοὺς χειμῶνας στενά, καὶ ὀχυρώματα, καὶ καταφυγή. οἱ δέ φασιν, ὅτι Κρηταιεῖς τοὺς νησιώτας ἅμα Μίνῳ τῷ βασιλεῖ θαλασσοκρατοῦντες ἔφυγον εἰς σπήλαιά τινα. ὅθεν ἐκεῖνα ὠνομάσθησαν κρησφύγετα.
κ 2404 Κρῆτα: τὸν ἀπὸ τῆς Κρήτης.
κ 2405 Κρηταιεύς· καὶ Κρηταιεῖς ἀπὸ εὐθείας τῆς Κρηταιεύς.
κ 2406 Κρήτη: νῆσος.
κ 2407 Κρητίζειν: τὸ ψεύδεσθαι. Ἰδομενεὺς γὰρ ἐπιτραπεὶς τὸν ἀπὸ τῶν λαφύρων χαλκὸν διανεῖμαι τὸν ἄριστον αὑτῷ ἐξείλετο. καὶ ἑτέρα παροιμία· Κρητίζειν πρὸς Κρῆτας. ἐπειδὴ ψεῦσται καὶ ἀπατεῶνές εἰσι.
κ 2408 Κρητικόν: εἶδος χιτῶνος. Ἀριστοφάνης· σὺ δὲ τὸ Κρητικὸν ἀπόδυθι ταχέως.
κ 2409 Κρητικόν: τὸ ἀπὸ τῆς Κρήτης.
κ 2410 Κρητικός: ῥυθμός ἐστιν οὕτω καλούμενος. Ἀριστοφάνης· ὑπανακινεῖν Κρητικῶς τὼ πόδε.
κ 2411 Κρητῖνος. καὶ Κρηφαγία.
κ 2412 Κρῖ: ἡ κριθή. καὶ Ὅμηρος· κρῖ λευκόν.
κ 2413 Κρίβανον: οἱ Ἀττικοὶ λέγουσι κριθῶν βαῦνον, τουτέστι κάμι‐ νον. καὶ Ἄρτος κριβανίτης, ὁ ἐν κριβάνῳ ὠπτημένος. κρί‐ βανος δὲ παρὰ τὸ κρῖ καὶ τὸ βαῦνος· ὅ ἐστι κάμινος. καὶ Ἀριστοφά‐ νης· εἶτα ἐξένιζε· παρετίθει δ’ ἡμῖν βοῦς κριβανίτας. Ἀρριανός· οἱ δὲ ξένια ἔφερον, θύννους ἐν κριβάνοισιν ὀπτούς.
κ 2414 Κρίβανος: ὁ φοῦρνος. καὶ παροιμία· Ἄννος κρίβανον. ἐπὶ τῶν καινόν τι ἐφευρηκότων· Ἄννος γὰρ Αἰγύπτιος εἰς τὴν τῶν ἄρτων ὄπτησιν ἐπενόησε τὸν κρίβανον.
κ 2415 Κρίγη: ὁ τῶν ἀποθνησκόντων τρισμὸς τοῖς ὀδοῦσι γινόμενος. καὶ Ἀριστοφάνης· ὥσπερ Ἰλλυριοὶ κεκριγότες.
κ 2416 Κριθή: τὸ τῶν ἀνδρῶν αἰδοῖον, τὸ δὲ γυναικεῖον μύρτον. καὶ Κριθίδιον ὑποκοριστικῶς.
κ 2417 Κριθότη: πόλις τῶν ἐν Χερρονήσῳ, κατοικισθεῖσα ὑπὸ Ἀθη‐ ναίων τῶν μετὰ Μιλτιάδου ἐκεῖ παραγενομένων.
κ 2418 Κριθοτράγων: κριθοφάγων.
κ 2419 Κρίκε: συνεσχέθη.
κ 2420 Κρίκος: τὸ κρικέλιον.
κ 2421 Κρῖμα.
κ 2422 Κρίματα: αἱ οἰκονομίαι. Δαβίδ· γινώσκεται κύριος κρίματα ποιῶν. τουτέστι δικαίως οἰκονομῶν. καὶ τὰ ὑπὸ θεοῦ γινόμενα θαύ‐ ματα. ζήτει ἐν τῷ δικαιώματα.
κ 2423 Κριμισός: ὄνομα ποταμοῦ.
κ 2424 Κρίμνον: διὰ τοῦ ι ἡ κριθή. παρ’ Ὁμήρῳ κατὰ ἀποκοπὴν λέγεται κρῖ· ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι. καὶ Πολύκριμνος, ἡ πολύκριθος. καὶ ἐν Ἐπιγράμμασι· αὐτάρκης ὁ πρέσβυς ἔχων ἅλα καὶ δύο κρίμνα. καὶ Βάβριος· ἐγὼ δὲ λιτῆς οὐκ ἀφέξομαι βώλου, ὑφ’ ἣν τὰ κρίμνα μὴ φοβούμενος τρώγω. Κρίμνον δὲ τὸ παχὺ τοῦ ἀλεύρου.
κ 2425 Κρινάμενος: ἐπιλεξάμενος.
κ 2426 Κρῖνε: δίκαζε.
κ 2427 Κρίνεσι στεφανοῖς: τουτέστιν αἱ λοιδορίαι αἱ παρὰ σοῦ στέφανοί μοί εἰσιν ἐκ κρίνων. κέκλιται δὲ ἀπὸ τοῦ τὸ κρίνος, ὡς τὸ τεῖχος. οἱ δέ φασι μεταπλασμὸν εἶναι.
κ 2428 Κρίνις: ἱερεὺς Ἀπόλλωνος.
κ 2429 Κρίνον: τὸ ἄνθος. ἀπὸ τῆς διακρίσεως. διὸ καὶ τὰ τῆς διακρί‐ σεως λέγεται κρίνον εὐμάραντον καὶ ταχὺ διαπίπτον. διὸ καὶ ἡ κολόκυνθα κρίνον λέγεται, καὶ τοὺς πτωχοὺς δὲ κρίνα λέγουσιν. αὐτὴ δὲ ἡ κολόκυνθα Μηδικόν ἐστιν ὄνομα.
κ 2430 Κρῖνόν μοι κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. Κρίνω δὲ τὸ δικάζω. κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
κ 2431 Κρινωνιά: ὁ τῶν κρίνων λειμών.
κ 2432 Κριοκοπεῖν: τὸ τοῖς κριοῖς τοῖς μηχανικοῖς πολιορκεῖν. οἱ δὲ τοὺς πύργους κριοκοπεῖν ἐπεχείρησαν.
κ 2433 Κριός: δῆμος τῆς Ἀττικῆς. καὶ Κριόθεν, ἐπίρρημα. ἢ Κριῆθεν.
κ 2434 Κριός: τὸ μηχάνημα τὸ πολιορκητικόν. καλεῖται δὲ οὕτως, ὅτι προσπίπτει τε ῥύμῃ καὶ πάλιν ἐπανέρχεται καὶ τοῦτο συνεχῶς ὥσπερ μαχόμενον ποιεῖ. ἔστι δὲ κεραία μεγάλη κριοειδὴς καὶ αὐτῆς τὸ προέχον τῆς ἐμβολῆς σεσιδήρωται ἐπὶ πολύ, ὥστε μήτε ἀποκαυλί‐ ζεσθαι μήτε ἐμπίπρασθαι. ὅτι προτομὴ λέγεται τὸ πρόσθεν μέρος. ἔστι δὲ τοῦ κριοῦ ἡ κατασκευὴ τοιάδε. δοκὸς ὑπερμεγέθης ἱστῷ νηὸς παραπλησία· ἐστόμωται δὲ παχεῖ σιδήρῳ κατ’ ἄκρον, ἐς κριοῦ προτο‐ μήν, ἀφ’ οὗ καὶ καλεῖται, τετυπωμένος. καταιωρεῖται δὲ κάλοις μέσοις ὥσπερ ἀπὸ πλάστιγγος ἑκατέρας δοκοῦ, σταυροῖς ἑκατέρωθεν ἑδραίοις ὑπεστηριγμένος, ἀνωθούμενος ὑπὸ πλήθους ἀνδρῶν ἐς τὸ κατόπιν, τῶν αὐτῶν πάλιν ἀθρόως ἐς τοὔμπροσθεν ἐπιβρισάντων, τύπτει τὰ τείχη τῷ προσανέχοντι σιδήρῳ· καὶ οὐδεὶς οὕτω καρτερὸς πύργος ἢ περίβολος πλατύς, ὃς κἂν τὰς πρώτας πληγὰς ἐνεγκεῖν κατισχύσειε· τῆς γὰρ ἐπιμονῆς κρατούσης, καθαιρεῖ τὰ τείχη.
κ 2435 Κριός: ὁ τὸ κάρα ἱέμενος. ὡς ὁ κρύπτων ἤλαυν’ ὀπίσω. καὶ ἐν ταῖς οἰνικαῖς ἀποστάσεσι κριὸς καλεῖται τὸ κεράμιον τὸ πρῶτον, ᾧ τὰ λοιπὰ ἐπιτηρεῖται.
κ 2436 Κριὸς ἀσελγόκερως: τὸν μεγαλόκερων φησὶ Πλάτων ὁ κω‐ μικός. τὸ γὰρ ἀσελγὲς οὐ μόνον ἐπὶ τῶν ἀκολάστων ἐλάμβανον οἱ παλαιοί, ἀλλὰ καὶ ἐπὶ τῶν μεγάλων.
κ 2437 Κριὸς τροφεῖα ἀπέτισε: παροιμία ἐπὶ τῶν ἀχαρίστων. καὶ γὰρ τοὺς κριοὺς ἐκτραφέντας φασὶ κυρίττειν τοὺς θρεψαμένους, ὅ ἐστι πλήττειν.
κ 2438 Κριοῦ διακονία: παρὰ τὴν παροιμίαν, κριὸς τὰ τροφεῖα· κυρίττει γὰρ τοὺς τρέφοντας.
κ 2439 Κριωεύς· δῆμος τῆς Ἀντιοχίδος Κριώα.
κ 2440 Κρίσσα: ὄνομα πόλεως. καὶ ἰχθύς.
κ 2441 Κρίσαμις, Κῷος. οὗτος ἦν πολυθρέμματος. τούτῳ φασὶν ἔγχελυν τὸ [γὰρ] κάλλιστον τῶν προβάτων ἁρπάζειν, καὶ τὸν Κρίσα‐ μιν ἀνελεῖν αὐτήν· φαινομένην δὲ αὐτῷ ὄναρ, κελεῦσαι καταθάψαι αὐτήν· τὸν δὲ μὴ φροντίσαντα παγγενῆ ἀπολέσθαι.
κ 2442 Κρισσαία θάλασσα καὶ Κρισσαῖος κόλπος.
κ 2443 Κρίσεως: δοκιμασίας, ἀκολουθίας. Αἰλιανός· κρίσεως δ’ ὡς ἐν ἀκολάστοις εὐθείας οὐ διήμαρτε περὶ τὴν αἵρεσιν τῆς μιμάδος· σὺν κάλλει γὰρ λαμπρῷ τοῦ σώματος ποικίλως ἤσκητο τὴν εὐαπάτη‐ τον παιδείαν. καὶ αὖθις· τοσοῦτον προέλαβε τῇ φυγῇ τῆς κρίσεως τῆς περὶ τὴν μάχην.
κ 2444 Κρίσις: ἐξέτασις, ψῆφος, βάσανος. ὅτι φασὶν οἱ ἔξω, ἡ κρίσις τοὺς ἐλέγχους βασανιζέτω. καὶ ζήτει τὰ λοιπὰ ἐν τῷ ἀμφισβήτησις.
κ 2445 Κρίσκης: ὄνομα κύριον.
κ 2446 Κρίσκος, ὄνομα τοῦ υἱοῦ Κωνσταντίνου τοῦ μεγάλου· ὃν κατακτείνει ἄκριτον, ἤδη τῆς τοῦ Καίσαρος ἀξιωθέντα τιμῆς, ἐς ὑποψίαν ἐλθόντα τοῦ Φαύστῃ τῇ μητρυιᾷ συνεῖναι, τοῦ τῆς φύσεως θεσμοῦ μηδένα λόγον ποιησάμενος. τῆς δὲ Κωνσταντίνου μητρὸς Ἑλένης ἐπὶ τῷ τηλικούτῳ πάθει δυσχεραινούσης παραμυθούμενος αὐτὴν ὥσπερ ὁ Κωνσταντῖνος κακῷ τὸ κακὸν ἰάσατο μείζονι· βαλα‐ νεῖον γὰρ ὑπὲρ τὸ μέτρον ἐκπυρώσας, τούτῳ τὴν Φαύσταν ἐναποθέ‐ μενος ἐξήγαγε νεκράν. ζητητέον δὲ εἰ μετὰ τὸ βαπτισθῆναι αὐτὸν τοῦτο ἐποίησεν.
κ 2447 Κριτικόν: τὸ κρίσιμον.
κ 2448 Κρίτιος· τοιγάρτοι τῆς τοῦ βίου προαιρέσεως ἐπαξίως ἔτυχεν ὁ Θηρα‐ μένης τῆς τελευτῆς, Κριτίου κρίναντος αὐτόν.
κ 2449 Κριτός: ὁ κρινόμενος.
κ 2450 Κριτός: ἐπίλεκτος. καὶ ὁ κρινόμενος. Κριτὴς δὲ ὁ κρίνων.
κ 2451 Κρίτων, Ἀθηναῖος, φιλόσοφος, Σωκράτους μαθητής· ὃς καὶ γνησίως διετέθη πρὸς Σωκράτην καὶ τὰ πρὸς τὴν χρείαν πάντα ἐδί‐ δου αὐτῷ. ἔγραψε Σωκράτους ἀπολογίαν.
κ 2452 Κρίτων ἔγραψεν ἐν τοῖς Γετικοῖς.
κ 2453 Κρίτων, Πιεριώτης (πόλις δὲ Μακεδονίας ἐστὶν ἡ Πιερία), ἱστορικός. ἔγραψε Παλληνιακά, Συρακουσῶν κτίσιν, Περσικά, Σικελιακά, Συρακουσῶν περιήγησιν καὶ Περὶ τῆς ἀρχῆς τῶν Μακεδόνων.
κ 2454 Κρίτων, Νάξιος, ἱστορικός. ἔγραψεν Ὀκταετηρίδα· ἣν Εὐδοξίου φασί.
κ 2455 Κρόβυζοι: ὄνομα ἔθνους.
κ 2456 Κροβύζου ζεῦγος: ἐπὶ τῶν ἐπὶ κακίᾳ καὶ πονηρίᾳ σπενδο‐ μένων δύο. τοῦτο εἴρηται ἀπὸ Κροβύζου τινὸς πορνοβοσκοῦ, δύο ἔχοντος ἑταίρας ἐπ’ ὀλέθρῳ πολλῶν. κροβύζου οὖν ζεῦγος ἐπὶ δια‐ συρμῷ δύο ὁμονοούντων, οὓς πρότερον τοῦ ἀναπνεῖν φασὶν ἢ τοῦ κακουργεῖν παύσασθαι.
κ 2457 Κροαίνων: τοῖς ποσὶ κρούων, ἢ ἐπιθυμῶν.
κ 2458 Κρόκη: ῥοδάνη. καὶ Κροκύφαντος· ὅτι διὰ κρόκης ὑπο‐ φαίνεται. οἱ δὲ ἀπὸ τοῦ κεκρύφαλον αὐτό φασιν, ὅτι κρύπτει τὸ φάλον· ὅ ἐστιν ἐξοχὴ κεφαλῆς. ἡ αἰτιατικὴ τὴν κρόκα.
κ 2459 Κροκόδειλος: εἶδος ζῴου.
κ 2460 Κροκωτός: ἱμάτιον Διονυσιακόν. Ἀριστοφάνης· ἀλλ’ οὐχ οἷός τ’ εἴμ’ ἀποσοβεῖν τὸν γέλων, ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην. ἐφόρει γὰρ καὶ κροκωτὸν καὶ λεοντῆν, ὡς Ἡρακλῆς. τοῦτο γὰρ ἦν φόρεμα τῷ Ἡρακλεῖ. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἀνομοίων. ἐφόρει δὲ τὴν λεοντῆν, ἵνα φοβερὸς ᾖ. καὶ παροιμία· Τὸν κροκω‐ τὸν ἡ γαλῆ.
κ 2461 Κροκωτός: εἶδος χιτῶνος. ὁ δὲ ἤσθητο κροκωτὸν χιτῶνα, ὑπὲρ τοῦ πλείονας εἰς αὐτὸν ἐπιστρέφειν. ὅτι ὁ μὲν κροκωτὸς ἔνδυμά ἐστι, τὸ δὲ ἔγκυκλον ἱμάτιον. καὶ ζήτει ἐν τῷ ἔγκυκλον.
κ 2462 Κροκύλεια: ὄνομα πόλεως.
κ 2463 Κρομμωνία.
κ 2464 Κρόμμυα ἐσθίειν: ἴσον τῷ κλαίειν· Ἀλυάττῃ γὰρ πέμψαντι πρὸς Βίαντα τὸν σοφόν, ἵνα θᾶττον παρ’ αὐτὸν ἥκοι, ἐγώ, φησίν, Ἀλυάττῃ κελεύω κρόμμυα ἐσθίειν. καὶ Ἀριστοφάνης· κρόμμυόν τ’ ἄρ’ οὐκ ἔδῃ. ἀντὶ τοῦ κλαύσῃ καὶ χωρὶς κρομμύων· ἀντὶ τοῦ δακρύσεις καὶ χωρὶς κρομμύωνος. καὶ ἑτέρα παροιμία· κρομμύων ὀσφραίνεσθαι, ἐπὶ τῶν κλαιόντων.
κ 2465 Κρομμυοξυρεγμίας: ἀντὶ τοῦ ἀπεψίας· δριμεῖα γὰρ καὶ ἀηδὴς ἡ τοιαύτη ἐρυγή. ἀπὸ τῶν κρομμύων οὖν καὶ τῆς ὀξύτητος καὶ τῆς ἐρυγῆς συντέθεικε τὴν λέξιν. ταῦτα γὰρ εἰώθασι κομίζειν εἰς πόλεμον. διὸ καὶ ὁ γύλιος ἐκ τούτων δυσώδης. ἢ καὶ ὅτι ἐπὶ πολὺ ἐγκαλυπτόμενος ὁ γύλιος ἐκ διαφόρων ὄψων τε καὶ ζωμῶν ὀξίδος σύμμικτόν τινα ὀσμὴν ὄδωδε.
κ 2466 Κρόνια: ἑορτὴ ἀγομένη Κρόνῳ καὶ μητρὶ τῶν θεῶν.
κ 2467 Κρονικαὶ λῆμαι: παροιμία· ὥσπερ τό, χύτραις λημῶν καὶ κολοκύνταις. ἐπὶ τῶν ἀμβλυωπούντων. κρονικαῖς γνώμαις λημῶν τὴν φρένα, ἤγουν ἀρχαίαις μωρίαις ἐσκοτισμένε τὸ φρονεῖν, τουτέστιν ἀμβλυωπῶν. λήμη δέ ἐστι τὸ πεπηγὸς δάκρυον, ὅπερ ἐπικαθεζόμενον βλάπτει τοὺς ὀφθαλμούς. σημαίνει οὖν τὸ τετυφλωμένε τὰς φρένας, ὥσπερ οἱ τὰς λήμας ἔχοντες.
κ 2468 Κρονικώτερα: ἀρχαιότερα, μωρότερα. καὶ Ἀριστοφάνης· καὶ τοὺς τραγῳδούς φησιν ἀποδείξειν κρόνους τὸν νοῦν, διορχησόμενος ὀλίγον ὕστερον.
κ 2469 Κρόνιον ὄμμα: τοῦ Κρόνου.
κ 2470 Κρονίων ὄζων· Ἀριστοφάνης Νεφέλαις· καὶ πῶς, ὢ μῶρε σύ, Κρονίων ὄζων; τουτέστιν ἀρχαϊσμοῦ γέμων καὶ μωρίας. ἤτοι ὅτι ἑορτή τις παλαιὰ ἤγετο τῷ Κρόνῳ, ἢ ὅτι τὰ παλαιὰ πάντα καὶ εὐήθη Κρόνια ἐκάλουν. καὶ Κρόνους, τοὺς λήρους.
κ 2471 Κρόνιππος: ὁ μέγας λῆρος. κατ’ ἐπίτασιν λαμβανομένου τοῦ ἵππου. σὺ δ’ εἶ κρόνιππος· ἢ ὑβριστής, τρυφητής, πόρνος.
κ 2472 Κρόνου πυγή: τὸ ἀρχαῖον καὶ ἀναίσθητον κρέας.
κ 2473 Κρόσσας: κλιμακίδας. ἐν μὲν τοῖς ὑπομνήμασιν ἀποδίδωσι τὰς τῶν ἐπάλξεων στεφάνας, οἱονεὶ κεφαλίδας, ἐν δὲ τοῖς περὶ ναυ‐ στάθμου κλίμακας.
κ 2474 Κροσσός, ὁ μαλλός.
κ 2475 Κροσσωτοῖς χρυσοῖς: τοῖς διαφόροις χαρίσμασι τῶν τὴν ἐκκλησίαν κοσμούντων ἱερῶν ἀνδρῶν. διῄρηνται γὰρ οἱ κροσσοὶ καὶ πάλιν ἥνωνται.
κ 2476 Κρόταλον: ἰδίως ὁ σχιζόμενος κάλαμος καὶ κατασκευαζόμενος ἐπίτηδες ὥστε ἠχεῖν, εἴ τις αὐτὸν δονοίη ταῖς χερσὶ καθάπερ κρόταλον ἀποτελῶν. τρανὸς οὖν ἔσῃ, φησί, καὶ τὴν φωνὴν διηρθρωμένος, καθά‐ περ τὰ κρόταλα· ἀντὶ τοῦ εὔγλωττος, εὔστομος.
κ 2477 Κρόταλος: ἀρσενικῶς, ἀντὶ τοῦ εὔγλωττος, καὶ εὔστομος, ὡς τὰ κρόταλα. καὶ ἐν Ἐπιγράμμασι· καὶ νῦν καλοῦμαι θηλυμανὴς καὶ νῦν δίσκος ἐμοὶ κρόταλον. ἔστι δὲ κάλαμος ἐσχισμένος.
κ 2478 Κρόταφος: τὸ μέρος τοῦ σώματος. καὶ τοῦ βιβλίου τὸ ὄπισθεν μέρος. κατὰ τὸν κρόταφον τῆς βίβλου ἐμβαλόντες ἐκμαρτύριον, διά τινος ἐσχηματισμένου τὴν τέχνην τῶν τὰ τοιαῦτα γραφόντων.
κ 2479 Κροτήσατε: ἐπαινέσατε ταῖς χερσί. νενικηκότων γὰρ ὁ κρότος.
κ 2480 Κροτοθορύβου· Παιὰν ἄναξ, φίλον Λεοντάριον, οἵου κροτο‐ θορύβου ἡμᾶς ἐνέπλησας, ἀναγνόντι σοι τὸ ἐπιστόλιον.
κ 2481 Κροτωνιάτης: τοῦ Κρότωνος.
κ 2482 Κρότωνος ὑγιέστερος: τοῦτο δὲ ἐπὶ τοῦ ζῴου δέχεσθαι· τὸ γὰρ εἶναι πάντοθεν ὅμοιον καὶ μηδεμίαν ἔχειν διακοπήν, ἀλλ’ εἶναι λίαν ὁμαλῶς· διὰ τοῦτο ἀπ’ αὐτοῦ λέγουσιν, ὑγιέστερος Κρότω‐ νος. κρότων δέ ἐστι ζῷον, τὸ ἐν τοῖς βουσὶ καὶ κυσὶ γενόμενον.
κ 2483 Κροτώνων: κυνείων φθειρῶν.
κ 2484 Κρουνηδόν.
κ 2485 Κρουνοχυτρολήραιον εἶ: ἀντὶ τοῦ φλύαρος εἶ· κρουνὸς γὰρ τὸ χύδην καὶ ἀκρίτως καὶ ἀθρόως ῥέον, λῆρον δὲ τὸ μάταιον. συνέθηκεν οὖν ἀπὸ τοῦ κρουνοῦ καὶ τοῦ ληρεῖν καὶ χύτρας, ἀναισθή‐ του οὔσης· ἵνα τὸ ὅλον δηλώσῃ τὸν ἀναίσθητον καὶ περισσολόγον.
κ 2486 Κρουσιδημῶν: κατακρούων τῇ βοῇ· ἢ τὸν δῆμον ἀπατῶν καὶ παρακρουόμενος τῇ βοῇ. ἔστι δὲ παρακρουσόμενον, ὃ λέγεται ἐπὶ τῶν τοῖς μέτροις παραλογιζομένων.
κ 2487 Κροῦσις: ἤτοι δοκιμασία· ἐπεὶ τὰ σαθρὰ τῶν σκευῶν κροτού‐ μενα δοκιμάζεται· ἡ ἁρπαγή.
κ 2488 Κρωβύλος: ὁ μαλλὸς τῶν παιδίων. καὶ ὁ πλόκαμος, ὃν διέβαλλον οἱ τὸν χρυσοῦν τέττιγα φοροῦντες, ἀνάδημα, κόσμος, ὁ τῶν τριχῶν πεπλεγμένος κόσμος. ἐν Ἐπιγράμμασι· ἅλικες αἵ τε κόμαι καὶ ὁ κρωβύλος, ἃς ἀπὸ Φοίβῳ πέξατο μολπαστᾷ κῶμος ὁ τετρα‐ έτης. Ξενοφῶν· εἶχον δὲ κράνη σκύτινα οἷά περ τὰ Παφλαγονικά, κρωβύλον ἔχοντα κατὰ μέσον, ἐγγυτάτω τιαροειδῆ. Κρωβύλος κυρίως εἶδος ἐμπλοκῆς ἐστι κατὰ Θουκυδίδην.
κ 2489 Κρωβύλος: πλέγμα τριχῶν εἰς ὀξὺ λῆγον. ἐκαλεῖτο δὲ τοῦτο ἐπ’ ἀνδρῶν, κόρυμβος δὲ ἐπὶ γυναικῶν, σκορπίος δὲ ἐπὶ παίδων. καὶ Θουκυδίδης· κρωβύλους ἀναδούμενοι. ἢ κρωβύλον, παρ’ Ἀθηναίοις τὸ πρὸς κεφαλῆς προσείλημα.
κ 2490 Κρωβύλου ζεῦγος.
κ 2491 Κρωγμός: ἡ βοή.
κ 2492 Κρώζει: ὡς κόραξ ἢ κορώνη κράζει. ἥδε δ’ αὖ κρώζει πάλιν. εἰς τοὐπίσω ἄπελθε. Ἀριστοφάνης Ὄρνισι. πάλιν γὰρ τὸ εἰς τοὐπίσω· παλίντονα τόξα τιταίνων. καὶ αὖθις· οὐκ οἶδ’ ὃ κρώζεις. ἐπὶ τῶν μάτην θρυλούντων, ὡς αἱ κορῶναι. Ἀριστοφάνης Πλούτῳ· οὗ μὲν οἶδ’ ὃ κρώζεις· ὡς ἐμοῦ τι κεκλοφότος, ζητεῖς μεταλαβεῖν. καὶ αὖθις· τοῦτο μέν, ὦ γραῦ, σαυτῇ κρώξαις. ἀπὸ μεταφορᾶς τῶν ὀρνέων τῶν δυσοιωνίστων.
κ 2493 Κρώζουσιν: ἐπὶ ἀψύχων βοῶσι.
κ 2494 Κρώμνα: ὄνομα πόλεως.
κ 2495 Κρῶσσος: ὄνομα κύριον.
κ 2496 Κρωσσός: ἡ ὑδρία, ἀγγεῖον ὑδροφορικόν. καὶ Κρώσσιον, ἡ στάμνος.
κ 2497 Κροῖσος Λυδὸς μὲν ἦν τὸ γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνέων τῶν ἐντὸς Ἅλυος ποταμοῦ. οὗτος πρῶτος βαρβάρων, τῶν ἡμεῖς ἴδμεν, τοὺς μὲν κατεστρέψατο Ἑλλήνων ἐς φόρου ἀπαγωγήν, τοὺς δὲ φίλους προσεποιήσατο. πρὸ δὲ τῆς Κροίσου ἀρχῆς πάντες ἦσαν Ἕλληνες ἐλεύθεροι. τὸ γὰρ Κιμμερίων στράτευμα τὸ ἐπὶ τὴν Ἰωνίαν ἀφικόμενον, Κροίσου ἐὸν πρεσβύτερον, οὐ καταστροφὴ ἐγένετο τῶν πολίων, ἀλλ’ ἐξ ἐπιδρομῆς ἁρπαγή.
κ 2498 Κροῖσος, Λυδῶν βασιλεύς, υἱὸς Ἀλυάττου· ὃς τὸ πρότερον ἄρχειν ἔλαχεν Ἀδραμυττείου καὶ Θήβης πεδίου· στρατεύσαντος δὲ τοῦ πατρὸς αὐτοῦ ἐπὶ Καρίαν περιήγγειλε τοῖς ἑαυτοῦ τὸν στρατὸν ἄγειν ἐς Σάρδεις, ἐν οἷς καὶ Κροίσῳ, ὅστις ἦν τῶν αὐτοῦ πρεσβύτατος παίδων. ὁ δέ, ὥς φασιν, ὑπὸ ἀκολασίας οὐχ οἷός τε ἦν καί πως διεβέβλητο πρὸς τὸν πατέρα. βουλόμενος δὲ ἐν τῷδε τῷ ἔργῳ ἀπο‐ λύσασθαι τὰς αἰτίας καὶ ἀπορῶν ὁπόθεν μισθώσαιτο ἐπικούρους, μισθω‐ τοῖς γὰρ ἐχρῶντο, ἦλθεν ἐπὶ Ἀλυάττην τὸν ἔμπορον πλουσιώτατον Λυδῶν ὄντα, δανείζεσθαι βουλόμενος. ὁ δὲ αὐτὸν πρῶτον μὲν ἀνα‐ μένειν ἐκέλευσε πρὸ τῶν θυρῶν, ἄχρι λούσηται· μετὰ δὲ ἐντυγχάνοντι ἀποκρίνεται, ὅτι πολλοὶ παῖδες εἶεν Ἀλυάττῃ, οἷς πᾶσιν εἰ δεήσοι ἂν τὸ ἀργύριον διδόναι, οὐκ ἐξαρκέσει, οὔκουν δοῦναι δεομένῳ. Κροῖσον δὲ ἀποτυχόντα τἀνθρώπου ἐς Ἔφεσον ἀφικέσθαι κατὰ ζήτησιν ἀργυ‐ ρίου. καὶ τότε μὲν εὔξασθαι τῇ Ἀρτέμιδι, εἰ βασιλεύσειε, τὸν οἶκον ἅπαντα καθιερῶσαι τοῦ ἐμπόρου. ἦν δέ τις Κροίσῳ φίλος Ἰωνόνος, υἱὸς Θεοχαρίδου, εὖ μάλα εὐπόρου. οὗτος ἐδεήθη τοῦ πατρὸς χρυσίου καὶ τυχὼν δίδωσι Κροίσῳ. ὁ δὲ ὕστερον βασιλεὺς γενόμενος ἅμαξαν αὐτῷ ἔδωκεν μεστὴν χρυσίου καὶ τὸν οἶκον τοῦ ἐμπόρου τῇ Ἀρτέμιδι καθιέρωσε.
κ 2499 Κροῖσος, Λυδῶν βασιλεύς, νομίζων ἑαυτὸν πλουσιώτατον εἶναι καὶ εὐδαιμονέστατον, μεταπεμψάμενος Σόλωνα τὸν Ἀθηναῖον, ἄνδρα σοφόν, ἐπέδειξεν αὐτῷ τοὺς θησαυροὺς καὶ τἄλλα τοῦ πλούτου καὶ ἠρώτησεν αὐτόν, τίνα εὐδαίμονα πάντων ἀνθρώπων νενόμικας; ὁ δὲ ἔφη Τέλλον τὸν Ἀθηναῖον, ζήσαντα εὐτυχῶς καὶ ἀποθανόντα ὑπὲρ τῆς πατρίδος μαχόμενον. πυνθανομένου δὲ αὐτοῦ, τίνα οὖν μετὰ Τέλλον; ὁ δὲ ἔφη Κλέοβιν καὶ Βίτωνα, τὸ γένος Ἀργείους, οἵτινες τῆς μητρὸς αὐτῶν Θεανοῦς ἢ Κυδίππης ἱερωμένης καὶ μελλούσης πομπεύειν τῇ πατρίῳ ἑορτῇ ἐπὶ ἀπήνης μέχρι τεμένους τῆς Ἥρας, χρονιζόντων τῶν ὑποζυγίων, ὑποθέντες τοὺς ἰδίους αὐχένας οἱ παῖδες τὴν ἀπήνην εἵλκυσαν καὶ ἤγαγον τὴν μητέρα ἐπὶ τὸ τέμενος. εὐξα‐ μένης δὲ ἐκείνης τῇ Ἥρᾳ γενέσθαι αὑτῆς τοῖς παισὶν ὅ τι κάλλιστον ἀνθρώποις, τῇ ἐπιούσῃ νυκτὶ εὑρέθησαν ἀμφότεροι τετελευτηκότες. ὅτι Αἰλιανὸς περὶ Κροίσου ἔφη· ὁ δὲ ἀνηνέγκατο ἄρα στενάξας καὶ ἐς τρὶς ἐκάλεσε τὸν Σόλωνα.
κ 2500 Κροῖσος· ὅτι Κροῖσος, βασιλεὺς Λυδῶν, καταδυναστεύσας τῆς Ἀσίας ἐν ὑπερβάλλοντι πλούτῳ, ὑπερηφάνει πάντας τοὺς βασιλεῖς τῶν Ἀσσυρίων καὶ γράφει Κύρῳ τῷ βασιλεῖ τῶν Ἀσσυρίων οὕτως· ἐπιτρέπομέν σοι παραχωρῆσαι τῆς βασιλείας, ἡμετέρας τε οὔσης ἐξ ἀρχῆς καὶ τοῖς ἡμῶν διαφερούσης ὅροις. οὐ γὰρ ὑποστήσῃ ἐπανιστα‐ μένων ἡμῶν κατὰ σοῦ, οὐδὲ πρὸς τὴν τοσαύτην ἡμῶν εὐτυχίαν ἀνθέξῃ. ὁ δὲ Κῦρος ἀντέγραψεν οὕτως· εἰ μὲν ὁ πᾶς κόσμος οὐκ ἀρκεῖ σοι τοσαύτην ἔχοντι φαντασίαν, καλῶς ἡμῖν ταῦτα λέγεις· εἰ δὲ τοσαύτης γῆς δεσπόζων καὶ τῆς ἡμετέρας ἐρᾷς, οὐκ ἄν σοι πρὸς τὸν καθ’ ἡμῶν ἀγῶνα ἡ τῆς τύχης εὔροια διαμείνοι. καὶ ταῦτα γράψας Κῦρος ἐβούλετο πρὸς τὴν Ἰνδικὴν χώραν μετοικεῖν καὶ φυγεῖν τὴν ὠμότητα τοῦ Κροίσου. ἀλλ’ ἡ τούτου γυνὴ Βαρδάνη ἑωρακυῖα τὸν Κῦρον ταῦτα βουλευόμενον εἶπεν αὐτῷ ζητῆσαι τὸν Δανιὴλ τὸν αὐτῇ καὶ Δαρείῳ προφητεύσαντα πολλάκις καὶ παρ’ αὐτοῦ μαθεῖν, τί δεῖ πράξαι πρὸς τὸν Κροίσου πόλεμον. ὅπερ ἀκούσας ὁ Κῦρος μετεπέμψατο τὸν ἄνδρα καὶ μεμαθηκὼς παρ’ αὐτοῦ, ὡς νικήσει τὸν Κροῖσον, τοῦτο μαθὼν τὰ πρὸς τὸν πόλεμον παρεσκεύαζεν. ὁμοίως δὲ καὶ Κροῖσος εἰς τὸ μαντεῖον ἔπεμψε καὶ ἐχρησμοδοτήθη οὕτως· οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω. ὀδμή μ’ ἐς φρένας ἦλθε κρατερίνοιο χελώνης, ἑψομένης ἐν χαλκῷ ἅμ’ ἀρνείοις κρέασιν, ᾗ χαλκὸς μὲν ὑπέρκειται, χαλκὸς δ’ ὑπόκειται. γνοὺς δέ, ὡς ἐνεπαίχθη, πάλιν στέλλει, καὶ ἀνεῖλεν ἡ Πυθία· Κροῖσος Ἅλυν διαβὰς ποταμὸν μεγάλην ἀρχὴν καταλύσει. καὶ κατέλυσε τὴν ἑαυτοῦ. ὁ δὲ Κῦρος τοὺς αἰχμα‐ λώτους τῶν Ἰουδαίων ἀπέλυσε καὶ κτίζει τὴν Ἱερουσαλήμ.
κ 2501 Κρύβδην: λαθραίως.
κ 2502 Κρυμός: ψύξις. εἰς δὲ ς’, ἄνασσα, τοίην χὠ νιφόεις κρυμὸς ὀπωροφορεῖ.
κ 2503 Κρυόεσσα: φρικώδης.
κ 2504 Κρύος, κρύους, κρύει.
κ 2505 Κρυπτεία.
κ 2506 Κρύσταλλος.
κ 2507 Κρυφαίως: ἀντὶ τοῦ κρύφα.
κ 2508 Κρύφιοι: οἱ πονηροὶ λογισμοί. Δαβίδ· ἐκ τῶν κρυφίων μου καθάρισόν με. καὶ κρύφιον.
κ 2509 Κρυψίνους: δόλιος, πανοῦργος. ἦν δὲ ἐχέμυθος καὶ κρυ‐ ψίνους.
κ 2510 Κρύψις: μέθοδος, δι’ ἧς οἷόν τε λανθάνειν συλλογιζόμενον τὸ προκείμενον. χρηστέον δὲ προτάσεσι τὸν κρυπτικῶς ἐρωτῶντα, ὥστε ἠρωτημένων πασῶν τῶν προτάσεων, δι’ ὧν δείκνυται τὸ προκείμενον, καὶ τοῦ ἐσχάτου ἐπὶ τοῖς ἐρωτημένοις ἑπόμενον συμπέρασμα τοῦ ῥηθέντος ἄδηλον ὂν πῶς τοῦτο συνάγεται ἐκ τῶν κειμένων καὶ ζητεῖν τὸν ἀποκρινόμενον διὰ τί τοῦτο ἐπιφέρει τοῖς κειμένοις.
κ 2511 Κτέαρ: κτῆμα.
κ 2512 Κτεάτισσα: ἐκτησάμην.
κ 2513 Κτένα: τὸ πύξινον κάλυντρον τῶν τριχῶν. ἐν Ἐπιγράμμασι· ἠδὲ τῶν τριχῶν σαγηνευτῆρα, πύξινον κτένα. καὶ οὐδετέρως Κτέν‐ νιον.
κ 2514 Κτεριοῦσι: θάψουσι.
κ 2515 Κτείς: τὸ ἐφήβαιον, καὶ τὸ τῶν τριχῶν κάλυντρον. Καλλί‐ μαχος· οὐδ’ οἷσιν ἐπὶ κτενὸς ἔσκον ἔθειραι. καὶ αὖθις· καὶ κτένα κοσμοκόμην.
κ 2516 Κτείνω· αἰτιατικῇ. τὸ φονεύω.
κ 2517 Κτηδόνες: τριόδοντες ἰχθύες, καὶ θηρίδια, καὶ ἐπ’ εὐθείας τῶν ξύλων ἐκφύσεις.
κ 2518 Κτηματίτην: τὸν κτήματα πολλὰ ἔχοντα. οὕτως Λυκοῦρ‐ γος. καὶ Κτῆμα ἐπὶ οἰκέτου. ὁ δὲ διελέγετο αὐτῷ καὶ ἠξίου κτῆμα αὐτῶν σφῶν γεγονότα, πᾶν ὅ τι ἂν δύνηται πρὸς κατάθεσιν τοῦ πολέμου ἐργάσασθαι.
κ 2519 Κτῆνος: τὸ ζῷον.
κ 2520 Κτησείδιον: τὸ μικρὸν κτῆμα.
κ 2521 Κτησίας, Κτησιάρχου ἢ Κτησιόχου, Κνίδιος, ἰατρός· ὃς ἰάτρευσεν ἐν Πέρσαις Ἀρταξέρξην τὸν Μνήμονα κληθέντα καὶ συνέγραψε Περ‐ σικὰ ἐν βιβλίοις κʹ καὶ γʹ.
κ 2522 Κτήσιος: ὁ Ζεύς.
κ 2523 Κτησίου Διός: τὸν Κτήσιον Δία ἐν τοῖς ταμείοις ἱδρύοντο
κ 2524 Κτησιφῶν: εἷς τῶν δέκα πρέσβεων τῶν μετὰ Δημοσθένους καὶ Αἰσχίνου πρεσβευσάντων. ἕτερος δ’ ἂν εἴη ὁ τὸ ψήφισμα τὸ περὶ τοῦ στεφάνου γεγραφὼς Δημοσθένει, καθ’ οὗ καὶ λόγος ἐστὶ τῷ Αἰσχίνῃ.
κ 2525 Κτιδέη: ἡ περικεφαλαία.
κ 2526 Κτίλος: ὁ προηγούμενος τῶν προβάτων κριός.
κ 2527 Κτιννύω: φονεύω.
κ 2528 Κτίσις: τὸ κτίσμα. ἐκ τοῦ κτίζω.
κ 2529 Κτῶμαι· αἰτιατικῇ.
κ 2530 Κτώμενος: συνάγων.
κ 2531 Κτυπεῖ: κομπάζει, μεγαλορρημονεῖ. ὁ δὲ τῇ διηγήσει κτυ‐ πεῖν νομίσας τὸν ἄνδρα φησίν· ἀγνοεῖς, ὦ πάτερ, τῆς ἐρημικῆς ὁδοῦ τὸ ἀνήμερον, τῶν ἐν τῷ τόπῳ ἐπιτηδείων τὸ ἄπορον.
κ 2532 Κοίας: ὁ στρογγύλος λίθος.
κ 2533 Κοιαίστωρ. τὴν τοῦ κοιαίστωρος διέπων ἀρχήν, ἣν οἶμαι ἀπὸ τοῦ ἀναζητεῖν ὧδε λελέχθαι παρὰ Ῥωμαίοις.
κ 2534 Κοικύλλεις: περιβλέπεις, ἢ κακοτεχνεῖς. τί αὖ σὺ κυρκανᾷς, ἢ τί κοικύλλεις ἔχων; περιττὸν τὸ ἔχων Ἀττικῶς.
κ 2535 Κοῖλα: τὰ ὑποκάτω τῶν ὀφθαλμῶν, καὶ οἷον ἐπὶ τοῦ προσώ‐ που μῆλα.
κ 2536 Κοιλάδα κλαυθμῶνος: ἐν ᾧ φανεὶς ἄγγελος τὴν τοῦ λαοῦ ἤλεγξε παρανομίαν καὶ εἰς κλαυθμὸν τὸ πλῆθος ἐκίνησε. κυρίως δὲ καὶ ἀληθῶς ὁ παρὼν βίος.
κ 2537 Κοιλάδα σκηνῶν: τὴν τῶν Ἰσραηλιτῶν χώραν, ὡς ἔρημον γεγενημένην καὶ ποιμενικὰς τηνικαῦτα σκηνὰς δεξαμένην.
κ 2538 Κοιλᾶναι.
κ 2539 Κοιλάς: τὸ πλῆθος, ἢ τὸ βάθος.
κ 2540 Κοιλέμβολον καλεῖται, ἐπειδὰν ἡ δίστομος διφαλαγγία τὰ μὲν ἑπόμενα κέρατα συνάψῃ, τὰ δὲ ἡγούμενα διαστήσῃ.
κ 2541 Κοιλία. Κοῖλον, βαθύ. οὕτω δὲ ἦν ἄρα μέτριος καὶ λιτὸς ὡς μηδὲ κοῖλον ἄργυρον εἰς πλῆθος κεκτῆσθαι.
κ 2542 Κοιλόσυρτος: ὁ χωλός.
κ 2543 Κοίλου κρατῆρος: τοῦ μυχοῦ· τὰ γὰρ κοῖλα οὕτως ἐκάλουν ἐκ μεταφορᾶς· ὅθεν καὶ τὰ ἐν τῇ Αἴτνῃ κοιλώματα κρατῆρες καλοῦν‐ ται. Σοφοκλῆς· κοίλου πέλας κρατῆρος.
κ 2544 Κοιλῶπις: βαθεῖα. ἴδρις ἀνὴρ κοιλῶπιν ὀρειάδα δύσατο πέτραν.
κ 2545 Κοιλιδιᾶν: οἷον τὰ κοῖλα τῶν ὀφθαλμῶν οἰδεῖν. Θεόκριτος· δηθὰ κοιλοιδι‐ όωντο.
κ 2546 Κοιμίσαι τὸν λύχνον· Νικοφῶν Πανδώρᾳ.
κ 2547 Κοιμίσαι: ἐπὶ θανάτου Σοφοκλῆς· Πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι. καὶ Ὅμηρος· κοιμήσατο χάλκεον ὕπνον.
κ 2548 Κοιμῶ: τὸ ὑπνῶ. Κοιμίζω δέ· αἰτιατικῇ· τὸ καταπαύω.
κ 2549 Κοινὰ τὰ τῶν φίλων: Τίμαιός φησιν ἐν τῷ θʹ ταύτην λεχθῆναι κατὰ τὴν μεγάλην Ἑλλάδα, καθ’ οὓς χρόνους Πυθαγόρας ἀνέπειθε τοὺς ταύτην κατοικοῦντας ἀδιανέμητα κεκτῆσθαι. κέχρηται τῇ παροιμίᾳ Μένανδρος Ἀδελφοῖς. οὐ δήπου τὰ χρήματα λέγων μόνον ἀλλὰ καὶ τὴν τοῦ νοῦ καὶ τῆς φρονήσεως κοινωνίαν.
κ 2550 Κοινὰ τὰ τῶν φίλων: φασὶν ὅτι τοὺς προσιόντας Πυθαγόρᾳ μαθητὰς ἔπειθεν ὁ φιλόσοφος κοινὰς τὰς οὐσίας ποιεῖσθαι. ὅθεν ἡ παροιμία.
κ 2551 Κοιναὶ ἔννοιαι· ὅτι εἴ ποτε ἡ διάνοια συλλογίζεται περὶ τῶν νοητῶν, ἀλλ’ οὐ καθ’ αὑτήν, ἀλλὰ τῷ νῷ συμπλακεῖσα, ὥσπερ καὶ περὶ τῶν αἰσθητῶν συλλογίζεται συμπλακεῖσα τῇ φαντασίᾳ. τούτου τοίνυν τοῦ νοῦ εἰ μὴ μετέχομεν οἱ πολλοί, ἀλλ’ ἴχνη τινὰ καὶ ἰνδάλ‐ ματα διαβέβηκεν εἰς ἡμᾶς. ταῦτα δέ εἰσιν αἱ κοιναὶ ἔννοιαι αἱ διὰ πάντων χωροῦσαι, ἰνδάλματα τοῦ νοῦ εἰσιν ἐναργῶς. διὸ καὶ ἀρχὴν ἐπιστήμης τὸν νοῦν καλοῦσιν, ᾧτινι τὰ νοητὰ γινώσκομεν. ὅτι ἡ λογικὴ ψυχὴ συνουσιωμένους ἔχει τοὺς λόγους τῶν πραγμάτων ἐν ἑαυτῇ, διὰ δὲ τὸ καταδεδυκέναι ἐν τῇ ὕλῃ οἷον ἐγκαταχωσθεῖσα, ὡς ὁ ἐν τῇ τέφρᾳ κρυπτόμενος σπινθήρ. ὥσπερ οὖν ὅταν τις μικρὸν τὴν τέφραν ὀρύξῃ, ὁ σπινθὴρ εὐθὺς ἀναλάμπει, καὶ οὐχ ὁ διορύξας τὸν σπινθῆρα ἐποίησε· τὸν αὐτὸν τρόπον καὶ ἡ δόξα ἐρεθιζομένη ὑπὸ τῆς αἰσθήσεως προβάλλει τοὺς λόγους τῶν ὄντων. οὕτω καὶ τοὺς διδασκάλους φασὶ μὴ τὴν γνῶσιν ἡμῖν ἐντιθέναι, ἀλλὰ τὴν ἐνοῦσαν ἡμῖν καὶ οἷον κρυπτομένην ἐκφαίνειν. καὶ ταῦτά εἰσιν αἱ κοιναὶ ἔννοιαι, τὰ τοῦ νοῦ ἀποσκιάσματα· πᾶν γὰρ ὅπερ ἴσμεν κρεῖττον ἢ κατὰ ἀπόδειξιν, ταῦτα κατὰ κοινὴν ἔννοιαν ἴσμεν· ἃ δὲ δείξεως δεῖται εἰς τὸ γνωσθῆναι, τούτων τὰ συμπεράσματα χωρὶς ἀποδείξεως ἔργον ἐστὶ τῆς δόξης εἰδέναι.
κ 2552 Κοινεῖον: πορνεῖον.
κ 2553 Κοινοδημεί: τὸ δημόσιον.
κ 2554 Κοινοδήμιον: τὸ τῷ δήμῳ κοινόν.
κ 2555 Κοινολεχής: ὁ μοιχός.
κ 2556 Κοινολογία: ἡ κοινὴ διάλεκτος. Κοινῇ δὲ ἀντὶ τοῦ ἀνθρωπίνῃ, μεγάλῃ καὶ θαυμαστῇ. ἐγὼ δὲ κοινῇ ξυμφορᾷ πεπληγμένος.
κ 2557 Κοινολογῶ· δοτικῇ.
κ 2558 Κοινόν: τὸ ἀκάθαρτον. ἢ τὸ μηδὲν ἔχον πλέον τῶν λοι‐ πῶν. Κοινὸν δὲ τετραχῶς λέγεται· ἢ τὸ εἰς τὰ μέρη διαιρετόν, ὡς ἡ κληρουχουμένη γῆ· ἢ τὸ ἀδιαίρετον, ἐν χρήσει κοινῇ λαμβανό‐ μενον· ἢ τὸ ἐν προκαταλήψει ἰδιοποιούμενον, εἰς δὲ τὸ κοινὸν ἀναπεμπόμενον, ὡς ἐν θεάτρῳ τόπος ἢ ἐν βαλανείῳ· ἢ τὸ ἀδιαιρέ‐ τως εἰς κοινὴν καὶ τὴν αὐτὴν ἔννοιαν προβαλλόμενον, ὡς ἡ φωνὴ τοῦ κήρυκος. κοινὰ δὲ καὶ ἀμέριστά εἰσιν ὁ πατήρ, ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, αἵ τε γραφαὶ καὶ αἱ ὑπερκόσμιαι δυνάμεις, ἥλιός τε καὶ σελήνη καὶ πᾶς ὁ τῶν ἀστέρων χορὸς καὶ αὐτὸς ὁ ἀήρ, κοινὰ καὶ ἀμέριστα ὅλα διόλου. γῆ τε καὶ ὕδωρ, χρυσός τε καὶ ἄργυρος, καὶ πᾶσα ἡ μεταλλικὴ φύσις καὶ δρυοτομικὴ ὕλη κοινὰ μέν εἰσιν, ἀλλ’ ὅμως μεριστὰ γέγονε τῇ τῆς πλεονεξίας ὀρέξει. παρθενία δὲ καὶ ἀγαμία καὶ ἱερωσύνη καὶ τὰ λοιπὰ τοῦ θεοῦ τοιουτότροπα χαρίσματα οὔτε κοινὰ οὔτ’ αὖ μεριστά. οὐ γάρ εἰσι τοῦ μέρους τῶν κοινῶν ἢ τῶν μεριστῶν.
κ 2559 Κοινὸν γραμματεῖον καὶ ληξιαρχικόν: τὸ μὲν κοινόν, εἰς ὃ ἐνεγράφοντο εἰς τοὺς φράτορας καὶ γεννητάς· τὸ δὲ ληξιαρχι‐ κόν, εἰς ὃ ἐνεγράφοντο οἱ εἰς τοὺς δήμους ἐγγραφόμενοι.
κ 2560 Κοινὸς Ἑρμῆς: φασὶν ὅτι κλεπτίστατος γενόμενος ὁ Ἑρμῆς κατέδειξε κοινὰ εἶναι τὰ φώρια, καὶ τοῖς κατὰ μόνας κλέπτουσιν ἐπάναγκες εἶναι πρὸς τοὺς κοινοὺς διανέμεσθαι. οἱ δέ, ὅτι τὸν λόγον ἔχων κοινωνικὸν ὁ Ἑρμῆς ἐποίησε πάντα δι’ αὐτοῦ.
κ 2561 Κοινῶνας: κοινωνούς. Ξενοφῶν· ἀκροθίνια τοῖς θεοῖς καὶ τεμένη ὁ Κῦρος ἐκέλευσεν ἐξελεῖν, οὕσπερ κοινῶνας ἐνομίζετο τῶν καταπεπραγμένων. καὶ αὖθις· τὴν κεφαλὴν αὐτοῦ ἄξειν, καὶ ὅσοι κοινῶνες αὐτῷ τῆς φυγῆς ἐγένοντο.
κ 2562 Κοινωνικόν· Δημοσθένης ἐν τῷ Περὶ τῶν συμμοριῶν κοινω‐ νικοὺς λέγει τάχα μὲν τοὺς ἀνέμητον οὐσίαν νέμοντας ἀδελφούς· ὧν ὁ μὲν πατὴρ ἐδύνατο λειτουργεῖν, οἱ δὲ κληρονόμοι τῶν ἐκείνου καθ’ ἕνα τριηράρχην οὐκ ἐξήρκουν. τάχα δ’ ἂν καὶ περὶ τῶν ἑκουσίαν κοινωνίαν συνθεμένων ἐμπορίας ἤ τινος ἄλλου· ὧν ἕκαστος οὐκ εἶχε τὸ ὅλον τίμημα τῆς κοινῆς οὐσίας.
κ 2563 Κοινωφελής: ὁ πάντας ὠφελῶν.
κ 2564 Κοινοῖ: μιαίνει.
κ 2565 Κοιόλης: ὁ ἱερεύς.
κ 2566 Κοῖος: ὁ πατὴρ Λητοῦς. παρὰ τὸ κοεῖν, ὅ ἐστι νοεῖν καὶ συνιέναι. ἤγουν ὁ συνετός.
κ 2567 Κοίρανος: βασιλεύς, ἄρχων.
κ 2568 Κοισύρα: γυνὴ Ἀθήνησιν εὐγενὴς καὶ πλουσία, μήτηρ Μεγα‐ κλέους. καὶ Λάμαχος. Ἀλκμαίωνος γαμετῆς. ἥτις ἐπὶ βλακείᾳ διαβε‐ βόητο. καὶ Κοισυροῦται, κοσμεῖται ἢ τὰ τῆς Κοισύρας φρονεῖ.
κ 2569 Κοίτη· καὶ Κοιταῖος, ὁ κατὰ τὴν ὥραν τῆς κοίτης ἐρχό‐ μενος. ὁ δὲ παρήγγειλεν ἔρχεσθαι κοιταίους.
κ 2570 Κοῖτις: ἡ μικρὰ κίστη, Ἀττικῶς. τὴν γὰρ κίστην κοῖτιν λέ‐ γουσιν. ἔστι δὲ ἐν αἷς κοιταζόμεναι γυναῖκες ἀπετίθεντο τὰ χρυσία.
κ 2571 Κοιτίλας: ἐκ τοῦ κοίτη.
κ 2572 Κοῖτος: κοίμημα.
κ 2573 Κοιτών, κοιτῶνος.
κ 2574 Κύαθος: ἀντλητήριον, μέτρον ὑγροῦ οὐγγιῶν βʹ. ἢ κοχλιά‐ ριον. Ἀριστοφάνης· κύαθον αἰτήσεις τάχα. ἵνα προσθῇς ταῖς γνάθοις· οὕτως ὑπωπιεσθήσῃ καὶ τυφθήσῃ ὑφ’ ἡμῶν. γεμίζουσι γὰρ κύαθον θερμοῦ καὶ προσκολλῶσι τοῖς οἰδήμασι καὶ θεραπεύουσι. Κύαθος οὖν παρὰ τὸ χύω, χύαθος, καὶ κύαθος.
κ 2575 Κυαμεῦσαι: κυάμῳ ψηφοφορῆσαι, ᾧ ἐχρῶντο οἱ βουλευταί.
κ 2576 Κύαμος: εἶδος ὀσπρίου.
κ 2577 Κυάμους τρώγων: δικάζων· ἢ ἵνα μὴ κοιμηθῇς· γέρων γὰρ εἶ.
κ 2578 Κυαμοτρώξ: ὁ δικαστής, τρεφόμενος ὑπὸ κυάμων· πρὸ γὰρ τῆς εὑρέσεως τῶν ψήφων κυάμοις ἐχρῶντο ἐν ταῖς χειροτονίαις τῶν ἀρχόντων καὶ ἐν ταῖς ἐκκλησίαις. ὡς οὖν τῶν ψηφιζόντων ἀργύριον λαμβανόντων καὶ χειροτονούντων τοὺς διδόντας πλέον. καὶ αὖθις· κρινεῖ δὲ τούτους οὐ κυαμοτρὼξ Ἀττικός.
κ 2579 Κυανέμβολοι: αἱ τοὺς ἐμβόλους ἔχουσαι κυανῷ βεβαμμένους· ὡς μιλτοπάρῃοι αἱ μεμιλτωμέναι. ἢ αἱ τέμνουσαι θάλασσαν· κυανὸν γὰρ τὸ ταύτης ὕδωρ.
κ 2580 Κυάνεοι: μέλανες. κυαναυγῆ πετάσματα ὑποβαλλόμεναι, ὥσπερ ἔθος ἦν τοῖς ἐν πένθει οὖσιν.
κ 2581 Κυανοχαίτης: μελανόθριξ, πορφυρόθριξ, ὁ Ποσειδῶν.
κ 2582 Κυανώτατος: μελανώτατος.
κ 2583 Κυάρας: ὄνομα κύριον.
κ 2584 Κύβδα· ἐξελῶ σε τῇ πυγῇ θύραζε κύβδα. ἀντὶ τοῦ κύφοντα.
κ 2585 Κύβεθρον: θήκην μελισσῶν.
κ 2586 Κυβέλη: ἡ Ῥέα. παρὰ τὰ Κύβελα ὄρη· ὀρεία γὰρ ἡ θεός· διὸ καὶ ἐποχεῖται λεόντων ζεύγει. τὸ δὲ μῆτερ Κλεοκρίτου παρ’ ὑπόνοιαν εἶπε, βουλόμενος αὐτὸν διαβαλεῖν ὡς στρουθόποδα, τουτέστι μεγαλόπουν. ἐκωμῳδεῖτο δὲ ὡς κίναιδος καὶ ξένος καὶ δυσγενὴς καὶ Κυβέλης υἱός· ἐπεὶ ἐν τοῖς μυστηρίοις τῆς Ῥέας μαλακοὶ πάρεισιν. ἦν δὲ καὶ τὴν ὄψιν ὀρνιθώδης. εἴρηται οὖν ἐπὶ τῶν κιναίδων ἡ παροιμία.
κ 2587 Κυβέλης υἱός: ὁ Κλεόκριτος, ὃς ἐκωμῳδεῖτο ὡς γυναικίας καὶ κίναιδος.
κ 2588 Κυβελίοις: τοῖς τῆς Ῥέας. Κυβέλη γὰρ ἡ Ῥέα. Γαλαίῳ Κυβέλης ὀλολύγματι. Κύβελα γὰρ ὄρη Φρυγίας, ἔνθα ἐτιμᾶτο.
κ 2589 Κυβερνήτης: ὁ τοῦ πλοίου ἡγεμών.
κ 2590 Κυβερνῶ· αἰτιατικῇ.
κ 2591 Κυβεύειν: κύβον ῥίπτειν, εἰς κίνδυνον προπηδᾶν. μὴ παρα‐ βάλλεσθαι κυβεύειν τῷ βίῳ.
κ 2592 Κυβεία: πανουργία.
κ 2593 Κύβειρος: ὁ ἀναιδής.
κ 2594 Κυβήβη: ἡ θεῶν μήτηρ. καὶ Κυβιστᾶν κυρίως τὸ ἐπὶ κεφα‐ λὴν ῥιπτεῖν. Ὅμηρος· κύμβαχος ἐν κονίῃσιν. ἐπεὶ οἱ μανιώδεις περὶ τὴν κεφαλὴν πάθους γινομένου τοιοῦτοι γίνονται. ὅθεν καὶ τὴν μητέρα τῶν θεῶν ἀπὸ τοῦ ἐνθουσιασμοῦ Κυβήβην λέγουσιν· αἰτία γὰρ ἐνθου‐ σιασμοῦ τὸ μυεῖσθαι γίνεται. ἔστι δὲ καὶ ἐν Φρυγίᾳ ἱερὸν μητρὸς θεῶν.
κ 2595 Κυβηλίσαι: πελεκῆσαι. κύβηλις γὰρ ὁ πέλεκυς. καὶ Ἀγερ‐ σικύβηλις, ὁ θύτης. Κρατῖνος Δραπέτισιν ἐπὶ Λάμπωνος εἶπε τὸν ἀγύρτην καὶ κυβηλιστήν.
κ 2596 Κύβητος.
κ 2597 Κυβίοις: κλάδοις τοῖς δακτυλικοῖς.
κ 2598 Κυβιστᾶν.
κ 2599 Κυβίστησις: ἡ συστροφή. καὶ Κυβιστήσειν.
κ 2600 Κυβιστητήρ: ὀρχησμός. καὶ Κυβιστητία, ἡ ὄρχησις.
κ 2601 Κύβον· τοῦ στρατηγοῦ ἀδύνατα ἔχοντος κύβον ἀναρρίψαι πολέ‐ μου τοσοῦτον.
κ 2602 Κύβος: πᾶν τετράγωνον. Κύβος, ὁ κυκλόθεν βάσιν ἔχων. Ἀπολλόδωρος ἀπὸ τῆς κυφότητος· τὸ γὰρ ἐπὶ κεφαλὴν κάμψαντα κυβισθῆναι κυβιστῆσαι ἔλεγον. καὶ ἐν Ἐπιγράμμασι· οἶδ’ ὅτι ῥιπτῶ πάντα κύβον κεφαλῆς αἰὲν ὕπερθεν ἐμῆς. καὶ Ἐγκυβιστᾶν τοῖς πράγμασι, τὸ ῥιψοκινδύνως τι πράττειν καὶ ἐπιλέγειν, ἐρρίφθω κύβος. Πολύβιος· οἱ μὲν ἀλογιστίαν καὶ μανίαν ἔφασαν εἶναι τὸ παραβάλλεσθαι καὶ κυβεύειν τῷ βίῳ. τουτέστι παραλόγως τι πράττειν καὶ ῥιψοκινδύνως.
κ 2603 Κυδάζεται: λοιδορεῖ, ὑβρίζεται ὑπὸ πάντων. Ἐπίχαρμος ἐν Ἀμύκῳ· Ἄμυκε, μὴ κύδαζέ μοι τὸν πρεσβύτατον ἀδελφόν. καὶ Αἰσχύλος ἐν Ἰφιγενείᾳ· οὔτοι γυναιξὶ κυδάζεσθαι. ἀρσενικῶς δὲ ὁ κύδος περὶ τῆς ὕβρεως. κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.
κ 2604 Κυδαθηναιεύς: δῆμός ἐστι φυλῆς τῆς Πανδιονίδος. καὶ Κυδαθηναίων, ἀφ’ οὗ ὁ δημότης Κυδαθηναιεύς.
κ 2605 Κυδάλιμον: ἔνδοξον, τίμιον, εὐπρεπές.
κ 2606 Κυδαντίδης· δῆμος τῆς Αἰγηΐδος Κυδαντίδαι.
κ 2607 Κύδας· ὁ δὲ Ἀρκὰς ἐκ πόλεως Καφύης ἦν· ὃς καὶ Κύδας ἐκαλεῖτο καὶ Ἀλήτης.
κ 2608 Κυδιάνειρα: ἔνδοξος.
κ 2609 Κύδιμος: ἔνδοξος.
κ 2610 Κυδιόων: γαυριῶν.
κ 2611 Κύδιστος: ἔνδοξος.
κ 2612 Κύδνιον ῥεῦμα.
κ 2613 Κύδνος: ὄνομα ποταμοῦ. ποταμός τε αὐτοὺς διαρρεῖ 〈Κύδνοσ〉, ᾧ παρακάθηνται οἱ Ταρσεῖς, καθάπερ τῶν ὀρνίθων οἱ ὑγρότατοι, μεθύοντες τῷ ὕδατι.
κ 2614 Κῦδος: γαῦρος, δύναμις, δόξα, φήμη.
κ 2615 Κύδος: λοιδορία, ἀρσενικῶς. καὶ παροιμία· κύδου δίκην ὀφεί‐ λειν. συκοφαντησάντων.
κ 2616 Κυδωνιάτης καὶ Κυδωνίτης: ἀπὸ τόπου.
κ 2617 Κυδώνιον: εἶδος ὀπώρας.
κ 2618 Κύδωνος.
κ 2619 Κυδρούμενον· ἐν ἐκείνῳ δ’ οὖν τοῦ καιροῦ πομπεύοντα ἁβρὸν καὶ κυδρούμενον καὶ θρυπτόμενον.
κ 2620 Κυδοιδοπᾶν: συνταράττειν. τινὲς δὲ ἐξ ἑκατέρου τὸ πράτ‐ τειν· τὸ μὲν ἀπὸ τοῦ κυκᾶν, τὸ δὲ ἀπὸ τοῦ κυδοιμοῦ. Ἀριστοφάνης· οὐδὲν ὀρθῶς· ἀλλ’ ἄνω τε καὶ κάτω κυδοιδοπᾶν.
κ 2621 Κυδοίμεον: ἐθορύβουν. καὶ Κυδοιμήσων ὁμοίως.
κ 2622 Κυδοιμός: θόρυβος, τάραχος.
κ 2623 Κύει: γεννᾷ· ἢ ἐν γαστρὶ ἔχει.
κ 2624 Κυηρῖνος: οὕτως Ἰούλιός τις Πρόκλος ἐπλάσατο κεκλῆσθαι ἀκηκοέναι Ῥωμύλον.
κ 2625 Κύϊνδα: ἡ νῦν λεγομένη Ἀνάζαρβα, πόλις ἐν Κιλικίᾳ. ἐλέγετο δὲ καὶ Διοκαισάρεια. καὶ ζήτει τὴν ἱστορίαν ἐν τῷ Ἀνάζαρβα.
κ 2626 Κυΐσκω: γεννῶ.
κ 2627 Κυζικηνοὶ στατῆρες: διεβεβόηντο οὗτοι ὡς εὖ κεχαραγμένοι. πρόσωπον δὲ ἦν γυναικεῖον ὁ τύπος· ἐπὶ δὲ θατέρου προτομὴ λέοντος.
κ 2628 Κυθέρεια: οὐχ ὅτι προσέκυρσε Κυθήροις, ὡς Ἡσίοδός φησιν· ἀλλ’ ἡ ἐν αὑτῇ κευθόμενον ἔχουσα τὸν ἔρωτα, ὃν πᾶσιν ἐφίησι· διὰ γὰρ τοῦ κεστοῦ ἔχει τὴν δύναμιν. τὴν Λαΐδα τὴν ἑταίραν φασί, τὴν θνητὴν Κυθέρειαν, ἐφ’ ᾗ μνηστῆρες ἀγαυοὶ πλείονες ἢ νύμφης εἵνεκα Τυνδαρίδος.
κ 2629 Κύθηρα: ὄνομα πόλεως.
κ 2630 Κυθήρηθεν: ἀπὸ τῶν Κυθήρων.
κ 2631 Κυθήριος· Κύθηρον δῆμος τῆς Πανδιονίδος.
κ 2632 Κυθνείδης: ὄνομα κύριον.
κ 2633 Κύθνιοι· Κύθνος μία τῶν Κυκλάδων.
κ 2634 Κυθνώδης συμφορά: οὕτω λέγεται ἡ μεγάλη συμφορά. οὕτω γὰρ οἱ Κύθνιοι κακῶς διετέθησαν ὑπὸ Ἀμφιτρύωνος.
κ 2635 Κυκᾷ: ταράττει. καὶ Κυκήσω, ἀντὶ τοῦ ταράξω, θορυ‐ βήσω. ἐν Ἐπιγράμμασι· μυριόπουν σκολόπενδραν ὑπ’ Ὠρίωνι κυκηθεὶς πόντος Ἰαπύγων ἔβρας’ ἐπὶ σκοπέλους.
κ 2636 Κυκαίνω.
κ 2637 Κυκεών: πόμα ἐκ διαφόρων μιγμάτων κιρνάμενον.
κ 2638 Κυκειῶ: ἐκ τοῦ κυκάω, κυκῶ.
κ 2639 Κυκήθρα: ταραχή, συμφορά, σκυθρωπότης.
κ 2640 Κυκησιτέφρου: ταραττούσης τὴν τέφραν. Ἀριστοφάνης· Κλειγένης ὁ μικρός, ὁ πονηρότατος βαλανεύς, ὁπόσοι κρατοῦσι κυκη‐ σιτέφρου ψευδολίτρου τε κονίας καὶ Κιμωλίας γῆς. τῆς κυκώσης τέφραν, μεμιγμένην τῷ νίτρῳ. κιμωλία δὲ λευκὴ γῆ. λέγει δέ, ὅτι πονηρός ἐστι πάσης γῆς ὅσης οἱ βαλανεῖς κρατοῦσι, κιμωλίας, τέφρας καὶ τῆς λοιπῆς τῆς τοιαύτης.
κ 2641 Κύκλα: τροχούς.
κ 2642 Κυκλάμινος.
κ 2643 Κυκλεύς, Κυκλέως: ὄνομα κύριον.
κ 2644 Κυκλήσωμεν: ἀναζεύξωμεν.
κ 2645 Κύκλια: τὰ τὴν αὐτὴν ὑπόθεσιν ἔχοντα, ταῦτα κύκλια ἔλεγον. Ἀριστοφάνης· κύκλιά τε πολλὰ καὶ καλά. τουτέστι μέλη, ὕμνους, παιᾶνας, προσῴδια, παρθένια.
κ 2646 Κυκλιοδιδάσκαλος· πρῶτος Λάγος ὁ Ἑρμηνεὺς τοὺς κυκλίους χοροὺς ἔστησε.
κ 2647 Κυκλίων τε χορῶν ᾀσματοκάμπας· Ἀριστοφάνης Νεφέλαις. οἱ παλαιοὶ διαφορὰν τῆς μουσικῆς ἡγοῦντο εἶναι τοὺς διθυράμβους. καὶ καθάπτεται αὐτῶν λέγων, εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτο ἢ κάμψειέ τινα καμπήν, οἵας οἱ νῦν ταύτας τὰς δυσκολοκάμπους, ἐπετρίβετο τυπτόμενος πολλάς, ὡς τὰς μούσας ἀφανίζων. καὶ Καλλί‐ μαχος δὲ πρὸς αὐτοὺς ἀποτεινόμενος οὕτω πως αὐτῶν καθάπτεται· νόθαι δ’ ἤνθησαν ἀοιδαί. ἢ τοὺς περὶ Κινησίαν καὶ Κλεομένην καὶ Φιλόξενον αἰνίττεται, ὄντας διθυραμβοποιούς. σοφιστὰς δὲ εἶναι βού‐ λεται καὶ τοὺς διθυραμβοποιούς· τῶν γὰρ κυκλίων χορῶν ἦσαν οὗτοι διδάσκαλοι. διὰ δὲ τὸ ἁρμονίᾳ μὴ ὑποπίπτειν αὐτῶν τὰ συγγράμματα, καμπὰς ἔχουσι πλείονας, ἃς οἱ μουσικοὶ καλοῦσι στροφὰς καὶ ἀντι‐ στρόφους καὶ ἐπῳδούς. διὸ καὶ ἐν ταῖς τραγῳδίαις συνειστήκει τὰ χορικά.
κ 2648 Κυκλοβόρος: ποταμὸς τῆς Ἀττικῆς, χειμάρρους. ἐπὶ τῶν κακοφώνων ὁ λόγος, διὰ δὲ τὸν ἦχον τοῦ ποταμοῦ. Ἀριστοφάνης· ἅρπαξ, κεκράκτης, Κυκλοβόρου φωνὴν ἔχων.
κ 2649 Κυκλόθεν.
κ 2650 Κυκλοφορεῖται: κατὰ κύκλον φέρεται, ἢ κινεῖται.
κ 2651 Κυκλῶ· αἰτιατικῇ.
κ 2652 Κύκλωπες: ἄγριοι ἄνθρωποι. καὶ Κυκλώπειον βλέμμα. σημαίνει δὲ καὶ ὄρος.
κ 2653 Κύκλωσις: παρατάξεως εἶδος. δείξαντες ἐν ἡμέρα μιᾷ καὶ ὅπως κυκλώσασθαι δι’ ὑπερβολὴν ἀνδρείας, παρὰ τὴν χρείαν τοῦ πολέ‐ μου τὴν ἐπὶ τῆς ἐξουσίας ἄσκησιν ἐνδειξάμενος.
κ 2654 Κύκλοι ἐν τῷ οὐρανῷ πέντε· Ἀρκτικός, ὁ ἀεὶ φαινόμενος, Χειμερινός, Τροπικὸς θερινός, Ἰσημερινός, Ἀνταρκτικὸς ἀφανής. λέ‐ γονται δὲ παράλληλοι, καθότι οὐ συννεύουσιν εἰς ἀλλήλους· γράφονται μέντοι περὶ τὸ αὐτὸ κέντρον. ὁ δὲ Ζωδιακὸς λοξός ἐστιν, ὡς αἴτιος τοῖς παραλλήλοις. Κύκλοι ἐκαλοῦντο οἱ τόποι, ἐν οἷς ἐπωλοῦντό τινες· ὠνομάσθησαν δὲ ἀπὸ τοῦ κύκλῳ περιεστάναι τοὺς πωλουμένους.
κ 2655 Κύκνειον: τὸ τοῦ κύκνου μέλος.
κ 2656 Κύκνος: ὄρνεον φιλῳδόν. κύκνον τὸν Μουσῶν ἄξια μελψά‐ μενον.
κ 2657 Κύκνου πολιώτεροι δὴ οἵδ’ ἐπανθοῦσι τρίχας. ἀλλὰ κἀκ τῶν λειψάνων καὶ τῶνδε γνώμην νεανικὴν ἔχειν· ὡς ἐγὼ τοὐμὸν νομίζω γῆρας εἶναι, ἢ πολλῶν κικίννους νεανιῶν καὶ σχῆμα καὶ εὐρυπρωκτίαν.
κ 2658 Κυκώμενος: ταραττόμενος.
κ 2659 Κύλλαρος: ἵππος Κάστορος. παρὰ τὸ κέλλειν. ὁ ταχύς. Στη‐ σίχορός φησι τὸν Ἑρμῆν δεδωκέναι τοῖς Διοσκούροις Φλόγεον καὶ Ἅρπαγον, ὠκέα τέκνα Ποδάργας καὶ Κύλλαρον.
κ 2660 Κυλλήνη: ὄνομα πόλεως. καὶ Κυλλήνιος, ὁ Ἑρμῆς.
κ 2661 Κυλίνη: ἡ ἄκαρπος κράμβη.
κ 2662 Κυλικεῖον: ἡ θήκη τῶν ποτηρίων.
κ 2663 Κυλίνδει: κυλίει, ἐπιφέρει.
κ 2664 Κύλινδρος.
κ 2665 Κύλιξ: φιάλη, ποτήριον. λέγεται καὶ κυλίκειον, χεῖλος ἀπο‐ κεκρουσμένον, κεκλασμένον. καὶ Ἐπικυλίκιοι ἐξηγήσεις. οἷα δὴ ἐν στιβάσι καὶ κύλικι ἐς τὸ ἁβρότερον ἀνακεκλιμένοις ἐπιπεσὼν ἔκτεινε. καὶ αὖθις· καὶ σταγόνα σπονδῖτιν, ἀεὶ θέεσσιν ὀπηδόν, τὴν κύλικος βαιῷ πυθμένι κευθομένην.
κ 2666 Κύλιξ ῥοπαλωτή: τὸ παρὰ πολλοῖς διακλύστηρον. Κόμο‐ δος, ὁ βασιλεὺς Ῥωμαίων, ἐπὶ τῇ ἀγωνίᾳ καμών, κύλικι ῥοπαλωτῇ παρὰ γυναικὸς γλυκὺν οἶνον ἐψυγμένον λαβὼν ἀμυστὶ ἔπιεν. ἐφ’ ᾧ παραχρῆμα πάντες τοῦτο δὴ τὸ ἐν τοῖς συμποσίοις εἰωθὸς λέγεσθαι ἐξεβόησαν, ζήσειας. καὶ αὖθις· οἴμοι κύλικος ἴσον ἴσῳ κεκραμένης. τῷ Ἑρμῇ μόνῳ ἔθυον κεκραμένην σπονδὴν διὰ τὸ ζώντων καὶ τετελευτηκότων ἄρχειν καὶ παρ’ ἀμφοτέρων τὰς τιμὰς δέχεσθαι. ἔστι δὲ καὶ ὅρκος ὁ ἐπὶ τῆς κύλικος οὗτος· οὐδέποθ’ ἑκοῦσα τἀνδρὶ τοὐμῷ πείσομαι· εἰ δέ μ’ ἄκουσαν βιάζηται βίᾳ, κακῶς παρέξω, κοὐχὶ προσ‐ κινήσομαι· οὐ πρὸς τὸν ὄροφον ἀντενῶ τὰ Περσικά· οὐ στήσομαι λέαινα ἐπὶ τυροκνήστιδος. ταῦτ’ ἐμπεδοῦσα μὲν πίοιμ’ ἐντευθενί· εἰ δὲ παραβαίην, ὕδατος ἐμπλησθῇ κύλιξ.
κ 2667 Κυλίω.
κ 2668 Κυλίχνιον: ἔκπωμα· ὃ νῦν λέγουσι πυξίδιον. ἔχουσι δὲ οἱ ἰατροὶ τὰ πυξίδια, ἐν οἷς βάλλουσι τὰ πάσματα.
κ 2669 Κυλλοπόδιον: ἐπὶ κλητικῆς.
κ 2670 Κυλλός: ὁ πεπηρωμένος. Κυλλοὺς δὲ Ἀττικοὶ καλοῦ‐ σιν ἐπὶ ποδῶν καὶ ἐπὶ τῶν χειρῶν· ὁμοίως καὶ χωλοὺς τοὺς χεῖρα πεπηρωμένους. Εὔπολις· ὅτι χωλὸς εἶ σὺ τὴν χεῖρα σφόδρα. λέγεται καὶ Κύλλου πήρα, τόπος οὕτω καλούμενος ἐν τῇ Ἀττικῇ. ἔστι δὲ καὶ κρήνη, ἀφ’ ἧς τὰς στερίφας πίνειν γυναῖκας, ἵνα συλλαμβάνωσι.
κ 2671 Κυλλός: ὁ πεπηρωμένος οὐ μόνον πόδα, ἀλλὰ καὶ χεῖρα ὁμοίως. καὶ χωλὸς καὶ ἐπὶ ποδὸς καὶ ἐπὶ χειρός. οἱ δὲ Κύλλου ἀναγινώσκουσιν ὡς Κύκνου. τὸ μὲν κυλλὸν ἐπὶ τοῦ ποδὸς ἔτασσον, ὡς ὁ ποιητής· ὄρσεο Κυλλοπόδιον. τὸ δὲ χωλὸν ἐπὶ τῆς χειρός, ὡς Εὔπολις· ὅτι χωλός ἐστι τὴν ἑτέραν χεῖρα, οὐ λέγεις. ἢ ἐπειδὴ πολὺ παρ’ αὐτοῖς ἐστι τὸ ποδὶ λευκῷ, ποδὶ κούφῳ, πόδα τιθείς, τὸ κυλλὸν προσέθηκεν. Ἀριστοφάνης Ὄρνισι.
κ 2672 Κυλλοῦ Πήραν: ἡ Πήρα χωρίον πρὸς τῷ Ὑμηττῷ, ἐν ᾧ ἱερὸν Ἀφροδίτης καὶ κρήνη, ἐξ ἧς αἱ πιοῦσαι εὐτοκοῦσι καὶ αἱ ἄγονοι γόνιμοι γίνονται. Κρατῖνος δὲ ἐν Μαλθακοῖς Καλλίαν αὐτήν φησιν, οἱ δὲ Κυλλουπήραν. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν τὴν φύσιν βιαζομένων ἐξ ἐπιτεχνήσεως. Αἰλιανός· ὁ δὲ ἀλεκτρυὼν ἑστὼς ἐπὶ θατέρου ποδὸς προὔτεινε τὸν λελωβημένον καὶ κυλλόν, ὥσπερ οὖν μαρτυρόμενος καὶ ἐμφαίνων, οἷα ἐπεπόνθει.
κ 2673 Κυλώνειον ἄγος: ἀπὸ Κύλωνος. ὃν καταφυγόντα ἐπὶ τὰς σεμνὰς θεὰς ἀποσπάσαντες αὐτὸν οἱ περὶ τὸν Περικλέα τὸν Ἀθηναῖον ἀπέκτειναν.
κ 2674 Κυλοιδιόων: τὰ κοῖλα οἰδῶν· ἔστι δὲ τὰ ὑπὸ τοὺς ὀφθαλ‐ μούς. Θεόκριτος· δηθὰ κυλοιδιόωντα.
κ 2675 Κῦμα· Ἀριστοφάνης· καὶ ταῦτ’ ἔχοντες κυμάτων ἐν ἀγκάλαις. ἀντὶ τοῦ ὄντες ἐν πολλοῖς κινδύνοις καὶ ἀνάγκαις. ὅτι τὰ μεγάλα κύματα ἐν τῇ συνηθείᾳ αἶγες λέγεται. ἐξ οὗ καὶ ἐπαιγίζω ἐπὶ τοῦ σφοδρῶς πνέω.
κ 2676 Κυμάτια: αἱ ὑπεροχαὶ παρὰ τέκτοσι καὶ λιθοποιοῖς.
κ 2677 Κυματίας: ὁ κυματώδης.
κ 2678 Κυματωγή. Ἀγαθίας· νῆες φορτίδες μεγάλαι πρὸς τῇ κυματωγῇ τῆς θαλάττης καὶ ταῖς ἐκβολαῖς τοῦ Φάσιδος ἐφορμοῦσαι μετεώρους εἶχον τὰς ἀκάτους, καὶ ἀμφ’ αὐτὰ ἤδη που τὰ καρχήσια τῶν ἱστῶν ἀνιμηθείσας. οἱ δὲ ἐπορεύοντο τὴν αὐτὴν τῷ ποταμῷ διὰ τῆς κυματωγῆς βρέχοντες τοὺς πόδας, ὅπου μηδὲ ἴχνος ἔμελλε συμ‐ βαίνειν.
κ 2679 Κύματος ἄκρον ἄωτον: ὁ ἀφρός.
κ 2680 Κύμβαλα: θυμελικὰ παίγνια. ἐν Ἐπιγράμμασι· καὶ κύμβαλ’ ὀξύδουπα, κοιλοχείλεα.
κ 2681 Κύμβαχος: ἐπὶ κεφαλὴν πεσὼν καὶ ἄνω τοὺς πόδας.
κ 2682 Κυμβία: τὰ μαζία τῶν χρυσίων.
κ 2683 Κύμβιον: εἶδός τι ἐκπώματος ἐπίμηκες καὶ στενόν, καὶ τῷ σχήματι παρόμοιον τῷ πλοίῳ, ὃ καλεῖται κύμβιον.
κ 2684 Κυμαίνει: ταράσσει. καὶ ἐπὶ τοῦ ζέειν. αἶψα δὲ κυμαίνου‐ σαν ἀπαίνυτο χυτρίδα κοίλην. Αἰλιανός· ὅμως ἡ ψυχὴ ὑπὸ τοῦ πόθου κυμαίνεται αὐτῷ καὶ φλέγεται καὶ ἀκράτωρ ἑαυτοῦ ἦν.
κ 2685 Κυμαῖος: ἀπὸ τῆς Κύμης. σημαίνει δὲ καὶ ὄνομα κύριον. Κύμη δὲ ὄνομα πόλεως.
κ 2686 Κυμίνδιος: ὁ ἀετός. καὶ Κύμινδος.
κ 2687 Κύμινον: εἶδος βοτάνης.
κ 2688 Κυμινοπριστοκαρδαμόγλυφον· Ἀριστοφάνης· τὸ γὰρ ὑίδιον τηρεῖ με, καί τι δύσκολον κἄλλως κυμινοπριστοκαρδαμόγλυφον.
κ 2689 Κυμοδόκη καὶ Κυμοθόη: ὀνόματα θεῶν ἐναλίων.
κ 2690 Κυμοτόμος: περὶ τὰς γεφύρας οἰκοδόμημα τρίγωνον τὸ ὀξὺ ἔχον ἔμπροσθεν ἐν τριγώνῳ σχήματι, ὃ δὴ οἱ μηχανοποιοὶ κυμοτόμον καλοῦσιν, ἐμβόλῳ νηὸς μακρᾶς ἀπεικασμένον· ὅπερ ὁ τῶν Ἀβάρων Χαγάνος ἐτεκτήνατο γεφυρώσας τὸν ποταμὸν καὶ ἐς τὴν περὶ Δαρ‐ δανίαν ὄχθην διαβιβάσας τὸν στρατόν.
κ 2691 Κύνα δέρειν δεδαρμένην: τὸ τοῦ Φερεκράτους. σχῆμα δέ ἐστιν ἀκόλαστον εἰς τὸ αἰδοῖον. εἴρηται δὲ ἐπὶ τῶν ἄλλο πασχόντων αὖθις ἐφ’ οἷς πεπόνθασιν ἡ παροιμία.
κ 2692 Κύννα καὶ Σαλαβακχώ: ὀνόματα θαυμαζομένων παρ’ Ἀθή‐ νησιν ἑταιρῶν. Ἀριστοφάνης· καὶ πρῶτον μὲν μάχομαι πάντων αὐτῷ τῷ καρχαρόδοντι, οὗ δεινόταται μὲν ἀπ’ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον· ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο περὶ τὴν κεφαλήν. περὶ Κλέωνός φησι.
κ 2693 Κυνάμυια: ἀναιδεστάτη. παρεσχημάτικε τὸ ὄνομα ἀπὸ τοῦ κυνὸς καὶ τῆς μυίας. ὁ μὲν γὰρ κύων ἀναιδής, ἡ δὲ μυῖα θρασεῖα.
κ 2694 Κυνασβοτῆρας: ὑφ’ ἓν ἀναγνωστέον. τοὺς ποιμενικοὺς κύνας. οὐ γὰρ ἀναιρεῖ κατὰ τὴν σκηνὴν ἄνθρωπον, ἀλλ’ ἔξω τινὰς ἀναιρεῖ.
κ 2695 Κυναίγειρος, Ἀθηναῖος, Εὐφορίωνος, Αἰσχύλου δὲ ἀδελφός, τῆς στρατηγίδος ἐπελάβετο νηὸς τῶν Περσῶν ἤδη φευγούσης καὶ τὴν δεξιὰν ἀποκοπεὶς ἐπέβαλε τὴν ἀριστεράν, ἧς καὶ αὐτῆς ἀποκοπείσης ἐτελεύτα πεσών.
κ 2696 Κυναῖος: ὁ ἀναιδής.
κ 2697 Κυνέας: τὰς περικεφαλαίας. ἤτοι τὰς ἀπὸ κυνείων δερμάτων γιγνομένας, ἢ ἀπὸ Κυνός τινος, κατασκευάσαντος πρῶτον. μέμνηται Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας οὕτως· οἱ τὰς κυνᾶς τὰς σιωπὰς ἔχοντες.
κ 2698 Κυνέη: περικεφαλαία. τῶν ἀγροίκων φόρημα. φασὶ δὲ ὅτι τὸ πρότερον ἀπὸ κυνείων δερμάτων ἐγίνοντο.
κ 2699 Κύνειος δορά.
κ 2700 Κύνειρον.
κ 2701 Κυνῆ· Ἀριστοφάνης· πλοῖον ἢ κυνῆ. ἐπὶ τῶν ἀμφιβόλων πραγμάτων. πλοῖον μέν, καθὸ ἐπτέρωνται αἱ τριήρεις καὶ τὰ πτερὰ διατέταται ὥσπερ κῶπαι· κυνῆ δέ, ὅτι ἔχει περικεφαλαίαν τὸν πέτα‐ σον, ὡς ὁ Ἑρμῆς, ἄγγελος ὤν. καὶ οἱ Πελοποννήσιοι δὲ κυνῆν τὸν πέτασόν φασι.
κ 2702 Κυνήγιον· ὅτι ἐν τῷ Κυνηγίῳ καλουμένῳ ἐρριπτοῦντο οἱ βιοθάνατοι· ἦσαν δέ τινες ἐκεῖσε στῆλαι. καὶ ἀπελθὼν Θεόδωρος ὁ ἀναγνώστης μετὰ Ἱμερίου χαρτουλαρίου εἶδεν ἐκεῖσε στήλην μικρὰν τῷ μήκει καὶ πλατεῖαν καὶ παχεῖαν πάνυ. ἐμοῦ δὲ θαυμάζοντος, φησὶν ὁ Ἱμέριος, θαύμαζε, ἔφη, ὅτι ὁ κτίσας τὸ κυνήγιον ἐστίν. ἐμοῦ δὲ εἰπόντος, Μαξιμῖνος ὁ κτίσας καὶ Ἀριστείδης ὁ καταμετρήσας· παρευθὺ πεσεῖν τὴν στήλην ἐκ τοῦ ἐκεῖσε ὕψους καὶ δοῦναι τῷ Ἱμερίῳ καὶ θανατῶσαι. ἐμοῦ δὲ φοβηθέντος καὶ πρὸς τὴν ἐκκλησίαν φυγόντος καὶ καταγγέλλοντος τὸ πραχθέν, ἀπιστούντων πάντων, ὅρκοις τούτους ἐβεβαίωσα. οἱ οὖν οἰκεῖοι τοῦ τελευτήσαντος καί τινες τοῦ βασιλέως σὺν ἐμοὶ ἐπορεύθησαν ἐν τῷ τόπῳ καὶ πρὸ τοῦ τὸ πτῶμα ἰδεῖν τοῦ ἀνδρός, τὸ πτῶμα τῆς στήλης ἐθαύμαζον. Ἰωάννης δέ τις φιλόσοφος ἔφη, ὅτι εὗρον ὑπὸ τούτου τοῦ ζῳδίου ἔνδοξον ἄνδρα τεθνηξόμενον. ἐξ οὗ Φιλιππικὸς ὁ βασιλεὺς πληροφορηθεὶς τοῦτο τὸ ζῴδιον ἐν τῷ αὐτῷ τόπῳ καταχωσθῆναι ἐκέλευσε.
κ 2703 Κυνηγός· ζήτει ἐν τῷ Ἄρατος.
κ 2704 Κυνηδόν· ζήτει ἐν τῷ Ἀντίοχος αὐτόμολος Κίλιξ.
κ 2705 Κυνηδόν: ὡς κύων. ἡ δὲ ἀγανακτήσασα καὶ κυνηδὸν ὑπο‐ πλησθεῖσα τοῦ θυμοῦ, τοῖς ὀδοῦσιν ἐμφῦσα εἰς τὸ σκέλος, εἶτα μηδὲν ἀδικοῦντα χωλὸν εἰργάσατο.
κ 2706 Κυνήειος: Ἀπόλλων Ἀθήνησιν οὕτως λεγόμενος, ὃν ἱδρύσατο Κύννις, Ἀπόλλωνος καὶ Παρνηθίας νύμφης, ὡς Σωκράτης ἐν ιβʹ· θεμένης τῆς Λητοῦς τὰ βρέφη ὑπὸ κυνῶν ἁρπασθῆναι. τοῦ κνυζηθμοῦ γὰρ αἰσθομένους κύνας καὶ ποιμένας ἀνασῶσαι τῇ μητρί. ὀνομασθῆναι οὖν ἐν Ὑμηττῷ ἀπὸ τῶν κυνῶν. Κράτης ἐν τῷ περὶ τῶν Ἀθήνησι θυσιῶν οὕτω γράφει· τὸ δὲ Κυνήειον ἐστὶν Ἀπόλλωνος Κυνηείου, τὸ ἐκ τοῦ θυννείου γινόμενον. τοῦτο δέ ἐστι τὸ θυννεῖον ἁλήσιον· καὶ γίνεται πρόσοδος μεγάλη. ταύτην ἡ πόλις εἰς θυσίαν καταχωρίζει τῷ Ἀπόλλωνι τῷ Κυνηείῳ Ἁλῆσι, οὗ Δημήτριος ὁ βασιλεύς.
κ 2707 Κυνίδαι: γένος τι παρ’ Ἀθηναίοις οὕτω καλούμενον.
κ 2708 Κυνίδιον: τὸ μικρὸν κυνάριον.
κ 2709 Κυνικὴ φιλοσοφία· ζήτει ἐν τῷ Ἀντισθένης.
κ 2710 Κυνίσκας: τὰς κύνας· ὥσπερ φιαλίσκας.
κ 2711 Κυνισμός: εὔτονος ἐπ’ ἀρετὴν ὁδός. καί, κυνιεῖν δεῖν τοῖς σπουδαίοις.
κ 2712 Κυνισμός: αἵρεσις φιλοσόφων. ὁ δὲ ὁρισμὸς αὐτοῦ σύντομος ἐπ’ ἀρετὴν ὁδός. τέλος δὲ τοῦ κυνισμοῦ τὸ κατ’ ἀρετὴν ζῆν, ὡς Διογένης καὶ Ζήνων ὁ Κιτιεύς. ἤρεσκε δ’ αὐτοῖς λιτῶς βιοῦν, αὐτάρκεσι χρωμένοις σιτίοις, πλούτου καὶ δόξης καὶ εὐγενείας κατα‐ φρονεῖν. ἔνιοι δὲ βοτάναις καὶ ὕδατι ψυχρῷ ἐχρῶντο σκέπαις τε ταῖς τυχούσαις καὶ πίθοις καὶ ἔφασκον θεοῦ μὲν ἴδιον εἶναι τὸ μηδενὸς δεῖσθαι, τῶν δὲ θεῷ ὁμοίων τὸ ὀλίγων χρῄζειν. ἀρέσκει δ’ αὐτοῖς καὶ τὴν ἀρετὴν διδακτὴν εἶναι καὶ ἀναπόβλητον.
κ 2713 Κυνθιάδες· ἐν Ἐπιγράμμασι· Κυνθιάδες θαρσεῖτε, τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα κεῖται ἐν Ὀρτυγίῃ τόξα παρ’ Ἀρτέμιδι. καὶ Κυνθίαν· Κυνθίαν ἔχων ὑψικέρατα πέτραν. Ἀριστοφάνης Νεφέλαις.
κ 2714 Κυνοκέφαλος: ὁ Κλέων ἑαυτὸν οὕτω καλεῖ. ἀντὶ τοῦ δεινὸν καὶ ἀναίσχυντον· ὁποῖος ἦν ὁ παρ’ Ἡσιόδῳ Γηρυονεύς. Χρυσάωρ ἔτεκε τρικέφαλον Γηρυονῆα. τουτέστιν ἰταμὸς καὶ ἀναιδὴς καὶ ἁρ‐ πακτικός.
κ 2715 Κυνοκοπήσω σου τὸ νῶτον: ἀντὶ τοῦ τυπτήσω σε καθάπερ κύνα. τοῦτο δὲ ὡς μάγειρος λέγει. ἔστι γὰρ κύων ἰχθὺς ποιός. ἅμα δὲ οἷον κυνείῳ δέρματί σε παίσω. ἔστι γὰρ τραχύτατον. οὐδετέρως δὲ τὸ νῶτον.
κ 2716 Κυνόμυια: ἡ ἀναιδής.
κ 2717 Κυνόπιδα.
κ 2718 Κυνοραϊσταί: κρότωνες. οἱ τῶν κυνῶν τὸ αἷμα ἐκπιπίζοντες.
κ 2719 Κυνοραιστέων: ῥῆμα.
κ 2720 Κυνόσαργες· ἕν τι τῶν παρ’ Ἀθηναίοις γυμνασίων τὸ Κυνό‐ σαργες.
κ 2721 Κυνόσαργες: τόπος ἐστὶ παρ’ Ἀθηναίοις καὶ ἱερὸν Ἡρακλέους κατ’ αἰτίαν τοιαύτην. Δίδυμος ὁ Ἀθηναῖος ἔθυεν ἐν τῇ ἑστίᾳ· εἶτα κύων λευκὸς παρὼν ἥρπασε τὸ ἱερεῖον καὶ ἀπέθετο εἴς τινα τόπον· ὁ δὲ περιδεὴς ἦν. ἔχρησε δὲ αὐτῷ ὁ θεός, ὅτι εἰς ἐκεῖνον τὸν τόπον, οὗ τὸ ἱερεῖον ἀπέθετο, Ἡρακλέους βωμὸν ὀφείλει ἱδρύσασθαι· ὅθεν ἐκλήθη Κυνόσαργες. ἐπειδὴ οὖν καὶ ὁ Ἡρακλῆς δοκεῖ νόθος εἶναι, διὰ τοῦτο ἐκεῖ οἱ νόθοι ἐγυμνάζοντο, οἱ μήτε πρὸς πατρὸς μήτε πρὸς μητρὸς πολῖται.
κ 2722 Κυνὸς σῆμα: Ὀδυσσεὺς κατὰ τὸν ἀπόπλουν παραπλεύσας εἰς Μαρώνειαν καὶ μὴ συγχωρούμενος τῶν νεῶν ἀποβῆναι διακρίνεται τούτοις πολέμῳ καὶ λαμβάνει τὸν πλοῦτον αὐτῶν ἅπαντα. ἐκεῖ δὲ τὴν Ἑκάβην καταρωμένην τῷ στρατῷ καὶ θορύβους κινοῦσαν λίθων βολαῖς ἀνεῖλε καὶ παρὰ τὴν θάλασσαν καλύπτει, ὀνομάσας τὸν τόπον Κυνὸς σῆμα.
κ 2723 Κυνόσημον. χωρίον τῆς Χερρονήσου, ἔνθα λόγος τὴν Ἑκάβην μετὰ τὴν Ἰλίου ἅλωσιν ἀγομένην αἰχμάλωτον, κατὰ τῆς θαλάττης ἑαυτὴν ἀφεῖσαν τελευτῆσαι τὸν βίον.
κ 2724 Κυνοσουρία.
κ 2725 Κυνοῦχος: ὁ τὸν κύνα κρατῶν δεσμός. κὤλπαν ἀστλέγ‐ γιστον ἀχάλκωτόν τε κυνοῦχον.
κ 2726 Κυνοφθαλμίζεται: ἀναιδῶς ἐμβλέπει. λύσις ὀνείρου· κυνῶν ὑλαγμὸς ἐχθρικὴν δηλοῖ βλάβην.
κ 2727 Κυνώπιδος: ἀναιδοῦς.
κ 2728 Κύων ἐπὶ δεσμά: ἐπὶ τῶν ἑαυτοὺς εἰς κολάσεις ἐπιδιδόντων. ὁμοία τῇ, καὶ βοῦς ἐπὶ δεσμά. καὶ ἡ κλητικὴ ὦ κύον.
κ 2729 Κύων ἐπὶ φάτνην: παροιμία ἐπὶ τῶν μήτε χρωμένων μήτε ἄλλους ἐώντων.
κ 2730 Κύων Μολοττικός· ὅπου τὰ ποιήματα αὐτῷ κύων τις ἐδόκει συμποεῖν Μολοττικός.
κ 2731 Κύων παρ’ ἐντέροις: παροιμία ἐπὶ τῶν μὴ δυναμένων ἀπολαύειν τῶν παρακειμένων· ἢ ἐπὶ τῶν ἀχρήστων σφόδρα καὶ ἀνωφελῶν· δύσβρωτα γὰρ τῷ κυνὶ καὶ δυσκατάποτα.
κ 2732 Κύντιος Κικιννάτος δικτάτωρ· οὗτος πολλαῖς μὲν καὶ πρότερον ἐνήθλησε στρατιαῖς, πολλάκις κεκοσμημένος. οὕτω δὲ ἦν μέτριος καὶ σώφρων, ὡς ἐπὶ καλύβῃ λυπρᾷ καὶ ὀλίγῳ γῆς μέτρῳ ζῆν, τὸν αὐτουργὸν ἀγαπᾶν τε βίον. ὃς δικτάτωρ προβαλλόμενος ἔτυχε πρὸς ἀρότρῳ πονούμενος. ὅτε δὲ ἀφίκοντο πρὸς αὐτὸν οἱ τὰ παράσημα τῆς ἀρχῆς κομίζοντες, ἀπονιψάμενός τε τὰ σύμβολα πρὸ ἑστιάσεως τῇ οἰκείᾳ δυνάμει τοῖς πολεμίοις ἐπιγίνεται φόνον τε πολὺν τῶν ἐναντίων ἐργασάμενος ἐπάνεισιν ἑνδεκάτῃ μετὰ τὴν ἔξοδον ἡμέρᾳ, τοὺς μὲν οἰκείους τοῦ περιστάντος κινδύνου λυσάμενος, τῶν δὲ πολεμίων διαρπάσας τὸν χάρακα· καὶ τὸν στρατηγὸν τῶν ἐναντίων δέσμιον ἐπὶ τὴν πομπὴν κατάγει τὴν ἐπινίκιον.
κ 2733 Κύπασσις: κόσμος γυναικεῖος. ἐνδεδυμένος κύπασσιν φοινι‐ κοῦν ποδήρη. εὐθύσανον ζώνην τοι ὁμοῦ καὶ τόνδε κύπασσιν Ἀτθὶς παρθενίων θῆκεν ὕπερθε θυρῶν.
κ 2734 Κύπασσις· οἱ γλωσσογράφοι χιτῶνος εἶδός φασι τὸν κύπασσιν, οἱ μὲν γυναικείου, οἱ δὲ ἀνδρείου.
κ 2735 Κύπελλον: ποτήριον, κισσύβιον. ἐν Ἐπιγράμμασι· καὶ ταῦτα βοτηρικὰ Πανὶ κύπελλα ἄγκειται, δίψης φάρμακ’ ἀλεξίκακα.
κ 2736 Κύπειρον: εἶδος βοτάνης.
κ 2737 Κυπριάζουσαι: ἀνθοῦσαι.
κ 2738 Κύπρις: ἐπίθετον Ἀφροδίτης· κυόπορίς τις οὖσα. ἡ αὐτὴ λέ‐ γεται καὶ Κυθέρεια. παρὰ τὸ κεύθειν τοὺς ἔρωτας. ὅτι οἱ Κύπριοι βόες ἀναίσθητοι τῶν ἄλλων· φασὶ γὰρ αὐτοὺς κοπροφαγεῖν. καὶ ζήτει τὴν παροιμίαν ἐν τῷ βοῦς ἐπὶ σωρῷ.
κ 2739 Κυπρόθεμις: ὄνομα κύριον· ὃν κατέστησε Τιγράνης φρούραρ‐ χον Σάμου, βασιλέως ὕπαρχος.
κ 2740 Κυπτάζειν: διατρίβειν, στραγεύειν, ἀναβάλλειν. ὁ δὲ ἐς ἅμαξαν χόρτου πλήρη ἐκρύφη καὶ οὕτως ἐς τὸ ἄστυ ἐσεκομίσθη, ἅτε μηδενὸς ἐλπίσαντος ἐνταῦθα τινὰ κυπτάζειν. τί κυπτάζεις ἔχων περὶ τὴν θύραν; περιττὸν τὸ ἔχων Ἀττικῶς. Ἀριστοφάνης Νεφέλαις. καὶ τὸ περί τι πονεῖσθαι.
κ 2741 Κυρβασίαν: κεφαλὴν ἀλέκτορος.
κ 2742 Κύρβασις: ἔνιοι μὲν τιάρα, ᾗ οἱ μὲν βασιλεῖς τῶν Περσῶν ὀρθῇ ἐχρῶντο, οἱ δὲ στρατηγοὶ ἐπικεκλιμένῃ. καὶ περικεφαλαίας εἶδος, καὶ πίλου.
κ 2743 Κύρβας, Κύρβαντος: ἐθνικόν.
κ 2744 Κύρβεις: τρίγωνοι πίνακες, ἐν οἷς οἱ περὶ τῶν ἱερῶν νόμοι ἐγγεγραμμένοι ἦσαν καὶ πολιτικοί. καὶ ἄξονες δὲ ἐκαλοῦντο οἱ περὶ τῶν ἰδιωτικῶν ἔχοντες τοὺς νόμους καὶ τετράγωνοι. ἄξονες καὶ κύρβεις διαφέρουσι. τοὺς κύρβεις φησὶν Ἀπολλόδωρος ἐγγεγραμμέ‐ νους ἔχειν τοὺς νόμους· εἶναι δὲ λίθους ὀρθοὺς ἑστῶτας, ὡς ἀπὸ μὲν τῆς στάσεως στήλας καλεῖσθαι, ἀπὸ δὲ τῆς εἰς ὕψος παρατάσεως διὰ τὸ κεκορυφῶσθαι κύρβεις· ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τεθειμένην. Ἀριστοτέλης δέ φησιν ἐν τῇ Ἀθηναίων πολιτείᾳ· ἀνα‐ γράψαντας δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλίδι.
κ 2745 Κύρβεις: αἱ τὰς τῶν θεῶν ἑορτὰς ἔχουσαι· κρύβιές τινες οὖσαι, ἐν αἷς τὰ τῶν θεῶν ἀποκρυπτόμενα ἔδει εἶναι. Ἀσκληπιάδης, ὅτι ἀπὸ Κύρβεως τοῦ τὰς οὐσίας ὁρίσαντος, ὥς φησι Φανίας ὁ Ἐφέσιος. ἀπὸ τούτου ταῦτα κυρωθῆναι τοῖς γράμμασιν. Ἐρατοσθένης δὲ τριγώνους αὐτάς φησιν εἶναι· Ἀριστοφάνης δὲ ὁμοίας εἶναί φησι τοῖς ἄξοσι, πλὴν ὅτι οἱ μὲν ἄξονες νόμους, αἱ δὲ κύρβεις οὐσίας εἶχον. ἀμφοτέρων δὲ τὸ κατασκεύασμα τοιοῦτον· πλινθίον τι μέγα, ἀνδρόμηκες, ἡρμοσμένα ἔχον τετράγωνα ξύλα, τὰς πλευρὰς πλατείας ἔχοντα καὶ γραμμάτων πλήρεις· ἑκατέρωθεν δὲ κνώδακας, ὥστε κινεῖσθαι καὶ μεταστρέφεσθαι ὑπὸ τῶν ἀναγινωσκόντων. καὶ παροιμία· Κύρβεις κακῶν. σανί‐ δες εἰσὶ παρ’ Ἀθηναίοις τετράγωνοι, ἐν αἷς τοὺς νόμους ἔγραφον, καὶ τὰς κατὰ τῶν ἀδικούντων τιμωρίας ἐποίουν. ἐπὶ τοίνυν τῶν σφόδρα πονηρῶν ἡ παροιμία. Κύρβεις οὖν παρὰ τὸ κεκορυφῶ‐ σθαι εἰς ὕψος ἀνατεταμένα. ἢ ἀπὸ τῶν Κορυβάντων. ἐκείνων γὰρ εὕρημα φησὶ καὶ Ἀπολλόδωρος.
κ 2746 Κύρβις: περίεργος, ὃν οὐκ ἔστι λαθεῖν· ἕνεκα γὰρ μνήμης ἀνέγραφον εἰς τὰς κύρβιας. ἦν δὲ σανίς, ἔνθα οἱ νόμοι γεγραμμένοι ἦσαν. ἢ οὕτως· ἡδέως ἂν ὁτιοῦν ὑπομείναιμι, ἵνα δόξω τοῖς πολλοῖς λόγων ἔμπειρος εἶναι καὶ νόμους εἰδέναι.
κ 2747 Κυρεῖ: τυγχάνει.
κ 2748 Κυρεία: ἡ ἐξουσία.
κ 2749 Κύρειον στράτευμα· Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ φησιν. ἔστι δὲ τὸ μετὰ Κύρου ἀναβεβηκὸς ἐπὶ Ξέρξην τὸν ἀδελφὸν αὐτοῦ.
κ 2750 Κύρειος θρόνος: ὁ τοῦ Κύρου.
κ 2751 Κυρηβάσει: κυρηβασία λέγεται ἡ διὰ κεράτων μάχη, ἥπερ ἐν τοῖς ἀλόγοις ζῴοις γίνεται. ἢ αἱ πλήξεις τῶν τράγων. Ἀριστοφάνης· εἰ δ’ ἐκκλίνει γε δευρί, πρὸς σκέλος κυρηβάσει. ἂν πρὸς τὸ σκέλος μαχεῖται. ἢ διαπεσεῖται, ἐὰν ὑποσταλῇ, ἢ φύγῃ.
κ 2752 Κυρηβάσιος.
κ 2753 Κυρήβια: πίτυρα, καὶ τὰ τῶν κριθῶν ἀποβρέγματα· τὰ ἄχυρα, ἢ τῶν πυρῶν. ἢ ἔνθα αἱ κάχρυς φρύγονται. κάχρυς δὲ εἰσὶν αἱ ἀληλεσμέναι κριθαί.
κ 2754 Κυρηβίων καὶ Κυρηβίωνος: ἐπώνυμόν ἐστιν Ἐπικράτους, τοῦ Αἰσχίνου κηδεστοῦ.
κ 2755 Κυρήβιος: ἀπὸ τόπου.
κ 2756 Κύρημα: ἐπίτευγμα, συγκύρημα, ἕρμαιον.
κ 2757 Κυρηναῖος: ἀπὸ Κυρήνης.
κ 2758 Κυρηνήτης: ἀπὸ τόπου. ὅτι ἡ Κυρηναϊκὴ κληθεῖσα αἵρεσις ἀπὸ Ἀριστίππου φιλοσόφου ἤρξατο.
κ 2759 Κυρία: ἡ κατὰ φύσιν ὑπάρχουσα δύναμις. καὶ κυρία, ἡ ὡρισμένη καὶ ἐμπρόθεσμος ἡμέρα. ἀθρόον τε ἐν αὐτῇ τῇ κυρίᾳ ἐπιπεσόντες τοῖς ἡγεμόσι πάντας ἀπέκτειναν. καὶ Κυριώτατον, τὸ τελεώτα‐ τον. ὁ Πολύβιος· κυριώτατον ἦν τὸν πόλεμον φυγεῖν ἀπὸ τῆς Μακε‐ δονίας.
κ 2760 Κυρία ἐκκλησίας: οἱ πρυτάνεις συνῆγον τὴν βουλὴν καὶ τὸν δῆμον, ἢ τὴν βουλὴν ὁσημέραι, πλὴν ἐάν τις ἀφέσιμος ᾖ· τὸν δὲ δῆμον τετράκις τῆς πρυτανείας ἑκάστης. ἐν δὲ τῇ κυρίᾳ ἐκκλησίᾳ ἔδει τὰς ἀρχὰς ἀποχειροτονεῖν, οἳ ἐδόκουν μὴ καλῶς ἄρχειν, καὶ περὶ τῆς φυλακῆς δὲ τῆς χώρας· καὶ τῆς εἰσαγγελίας ἐν ταύτῃ τῇ ἡμέρᾳ οἱ βουλόμενοι ἐποιοῦντο.
κ 2761 Κυριακὴ μεγάλη· ζήτει περὶ τῆς τριημέρου ἀναστάσεως τοῦ Χριστοῦ ἐν τῷ αὐτή.
κ 2762 Κυριεύω· γενικῇ.
κ 2763 Κύριος: κυρίως ὁ κεκριμένος, καὶ βέβαιος.
κ 2764 Κύριλλος, διάκονος ἐν Ἡλιουπόλει τῇ πρὸς τῷ Λιβάνῳ· ὃς ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου πολλὰ εἴδωλα συνέτριψεν. ἐπὶ δὲ Ἰουλιανοῦ τούτου τὴν γαστέρα διατεμόντες τοῦ ἥπατος ἀπεγεύσαντο.
κ 2765 Κυρῖνος: ὄνομα κύριον, ὁ σοφιστής. ἐλέγετο δὲ καὶ γλῶσσα ταμιείου, ἣν ἔσχεν ἐκ βασιλέως.
κ 2766 Κυρίως: τὸ ἀναγκαίως. καὶ κυρίως καὶ τὸ ἁπλῶς ταὐτὸν σημαίνειν· ὁ γὰρ λέγων ἁπλῶς τὸν γηρῶντα πολιοῦσθαι ἢ πάντα ἄνθρωπον πενταδάκτυλον εἶναι, ἀντὶ τοῦ ἀναγκαίως εἶπε. καὶ Κυριώτατον, τὸ ἀναγκαιότατον.
κ 2767 Κυρίσσει: κέρατι τύπτει. καὶ Κυρίττει.
κ 2768 Κυρισίκης: ἐπώνυμον τοῦ ἁγίου Εὐστρατίου.
κ 2769 Κυρίτων: ὄνομα κύριον.
κ 2770 Κυρσίλος: ὄνομα κύριον· ὃν Ἀθηναῖοι κατέλευσαν, διότι ὑπακούειν Πέρσαις προὐτρέπετο.
κ 2771 Κυρκανᾶν: ταράττειν, κινεῖν. ἐμοὶ τούτῳ δοκεῖ, ὄλεθρόν τινα κυρκανᾶν ἀμωσγέπως.
κ 2772 Κύρμα: ἐπίτευγμα, παρὰ τὸ κυρεῖν· ἢ ἔντευγμα καὶ σπάραγμα τοῦ νοῦ.
κ 2773 Κύρνος: ὄνομα κύριον.
κ 2774 Κῦρος: ἐπιτυχία. Σοφοκλῆς· πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν. ἐπιτευκτικὴ καὶ κυρία.
κ 2775 Κῦρος: ἐξουσία.
κ 2776 Κῦρος, Πανοπολίτης, ἐποποιός. γέγονεν ἐπὶ Θεοδοσίου τοῦ νέου βασιλέως, ὑφ’ οὗ καὶ ἔπαρχος πραιτωρίων καὶ ἔπαρχος πόλεως προεβλήθη· καὶ γέγονεν ἀπὸ ὑπάτων καὶ πατρίκιος. Εὐδοκία γὰρ ἡ Θεοδοσίου γαμετή, βασιλὶς οὖσα, ὑπερηγάσθη τὸν Κῦρον, φιλοεπὴς οὖσα. ἀλλὰ αὐτῆς ἀποστάσης τῶν βασιλείων καὶ εἰς ἀνατολὴν ἐν Ἱεροσολύμοις διατριβούσης, Κῦρος ἐπιβουλευθεὶς ἐπίσκοπος τῶν ἱερῶν γίνεται ἐν Κοτυαείῳ τῆς Φρυγίας καὶ παρέτεινε μέχρι Λέοντος τοῦ βασιλέως. οὗτος κτίζει τὸν νάον τῆς θεοτόκου τὸν λεγόμενον τὰ Κύρου.
κ 2777 Κῦρος, ὁ βασιλεύς, πατρὸς μὲν δὴ λέγεται γενέσθαι Καμβύσεω Περσῶν βασιλέως· ὁ δὲ Καμβύσης οὗτος τοῦ Περσειδῶν γένους, οἱ δὲ Περσεῖδαι ἀπὸ Περσέως κληΐζονται· μητρὸς δὲ Μανδάνης. ἦν δὲ ἡ Μανδάνη Ἀστυάγους θυγάτηρ τοῦ Μήδων γενομένου βασιλέως. φῦναι δὲ ὁ Κῦρος λέγεται καὶ ᾄδεται ἔτι καὶ νῦν ὑπὸ τῶν βαρβάρων εἶδος μὲν κάλλιστος, ψυχὴν δὲ φιλανθρωπότατος καὶ φιλομαθέστατος, ὥστε πάντα μὲν πόνον ἀνατλῆναι, πάντα δὲ κίνδυνον ὑπομεῖναι τοῦ ἐπαινεῖσθαι ἕνεκα. Κῦρος δὲ ἐκλήθη διὰ τὸ τῆς βασιλείας παιδιὰν διαπραττόμενος σὺν μειρακίοις τὸ κῦρος εἰληφέναι. οὗτος ὁ Κῦρος φιλοσοφίας, εἰ καί τις ἄλλος, ἔμπειρος ἦν, ἥντινα παρὰ τοῖς μάγοις ἐπαιδεύθη· δικαιοσύνην τε καὶ ἀλήθειαν ἐδιδάχθη, κατὰ δή τινας πατρίους νόμους καθεστῶτας Περσῶν τοῖς ἀρίστοις. ὅτι Κῦρος, ὁ Περσῶν βασιλεύς, οὕτως ἐκλήθη διὰ τὸ ἐν τῇ βασιλίνδα λεγομένῃ παιδιᾷ κυριεῦ‐ σαι τῶν ἡλίκων.
κ 2778 Κῦρος· ὅτι διὰ τὴν ἐπίταξιν τοῦ φόρου ἔλεγον οἱ Πέρσαι, ὡς Δαρεῖος μὲν ἦν κάπηλος, Καμβύσης δὲ δεσπότης, Κῦρος δὲ πατήρ. ὁ μέν, ὅτι ἐκαπήλευε πάντα τὰ πρήγματα· ὁ δὲ χαλεπός τε ἦν καὶ ὀλίγωρος· ὁ δέ, ὅτι ἤπιός τε καὶ ἀγαθά σφι τὰ ἐμηχανήσατο.
κ 2779 Κυρωνίδαι: γένος ἐστὶν ὠνομασμένον ἀπὸ Κύρωνος, ὃν νόθον ἀδελφὸν εἶναί φασι τοῦ Κρόκωνος· παρὸ καὶ ἐντιμοτέρους εἶναι τοὺς Κροκωνίδας τῶν Κυρωνίδων. τριχῆ δὲ αὐτοὺς ὀνομάζουσι, Κυρωνίδας, Φιλιεῖς καὶ Περιθύδας.
κ 2780 Κυρσάνιε: νεανία, ἔφηβε. ἢ εὐτελέστατε. κυρσὸς γὰρ εὐτελὲς λάχανον. Κυρσανίους δὲ καλοῦσιν οἱ Λάκωνες τὰ μειράκια καὶ τοὺς εὐτελεῖς ἀνθρώπους.
κ 2781 Κυρτὴ καὶ κοίλη παράταξις, καὶ ἐπικάμπιος εἰς τοὐπίσω τε καὶ πρόσω, ἡ τὸ στόμα κοῖλον ἔχουσα ἢ κυρτὸν ἢ ἐπικαμπές· καὶ τοῦτο, ὡς εἴρηται, ἢ εἰς τοὐπίσω ἢ εἰς τὸ πρόσω. ὥστε τὰ εἴδη αὐτοῦ γίνεται ἕξ, ἐκ τῆς τῶν τριῶν ἢ εἰς τοὐπίσω σχηματιζομένης ἢ εἰς τὸ πρόσω.
κ 2782 Κύρτωμα: ἡ λεγομένη καμάρα. κύρτωμα γὰρ τοῖς πάλαι ἀνθρώποις ὑπὲρ τῆς δεξαμενῆς σκιᾶς ἕνεκα ἐπεποίητο.
κ 2783 Κυροῖ· κἀνήρετ’ ἐν τῷ πράγματος κυροῖ ποτε. τὸ κυρῶ περισπωμένως ἡ συνήθεια καὶ Ἀττικοί. ἐν δὲ τοῖς εὐκτικοῖς βαρύ‐ νουσιν αὐτὸ Ἀττικοὶ μετὰ ἐκτάσεως τοῦ υ, κύροι λέγοντες, ἀντὶ τοῦ κυροίη. κεῖται δὲ καὶ ἀντὶ τοῦ κυρεῖ ὁριστικοῦ παρὰ Σοφοκλεῖ.
κ 2784 Κύσον με: φίλησόν με. Ἀριστοφάνης Νεφέλαις· κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν. ἐπὶ πίστει καὶ συνθήκαις διδόναι τὰς δεξιὰς ἀλλήλοις εἰώθασιν. ὑπὲρ οὖν τοῦ πεισθῆναι τὸν νεανίαν, ὁ πρεσβύτης ταύτην ἀξιοῖ παρ’ αὐτοῦ πίστιν λαβεῖν.
κ 2785 Κύστιν: οὐρήθραν, ἐφήβιον, ὑπογάστριον. τὴν κοιλίαν, τὴν φῦσαν. εἴρηται δὲ φῦσα ἀπὸ τοῦ πάσχειν πεφυκέναι.
κ 2786 Κύτταρος: τὸ πῶμα τῆς βαλάνου, ὅπου ἐγκάθηται ἡ βάλα‐ νος. ἡ τῆς βαλάνου πυελίς, ἢ τὸ προεξάνθημα τῆς ῥοιᾶς, ἢ ἡ ἐν τοῖς κηρίοις τῶν μελιττῶν πυελὶς καὶ κατάτρησις. ἢ τὸ ὑψηλότατον τοῦ οὐρανοῦ· λέγουσι γὰρ κοῖλον εἶναι τὸν οὐρανόν, ὥσπερ τοῦ ᾠοῦ τὴν λεπίδα. τὸ κοιλότατον καὶ μυχαίτατον.
κ 2787 Κύτταρος: αἱ τῶν κηρίων καὶ σφηκῶν κατατρήσεις. Θεόφρα‐ στος δὲ κυρίως λέγει κύτταρον τὴν προάνθησιν τῆς πίτυος, ἥτις ἐστὶν ὡς στάχυς μικρὸς ἐκ μεγάλων πυρῶν, ξηραινόμενος δὲ θυλακοῦ‐ ται καὶ ἀποπίπτει. οἷον οὖν ἀγγειῶδές φησι κύτταρον οὐρανοῦ. ὁ αὐτὸς Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις· πόσθιον τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον.
κ 2788 Κυταία: πόλις. καὶ Κυταιΐδος.
κ 2789 Κύταιον: τόπος τις.
κ 2790 Κύτη: ὄνομα πόλεως.
κ 2791 Κύτος: ὄγκος, χώρημα, βάθος. πλάτος. καὶ Περικυτώ‐ σαντες. τὸ δὲ κύτος τῶν πλοίων κοντοῖς κατεστόρεσε πρὸς εὐμαρῆ στάσιν τῶν ἵππων.
κ 2792 Κυτωρίς: τόπος παραθαλάσσιος.
κ 2793 Κυτώσαντες: τὸ κύτος περικαλύψαντες. βοείῳ δέρματι περι‐ κυτώσαντες.
κ 2794 Κυφαλέα· ἐπεὶ τάχ’ ἂν ἡ πολυκαμπὴς ἰξὺς κεἰς ἀΐδαν ᾤχετο κυφαλέα. κεκυρτωμένος.
κ 2795 Κυφαλέος: ὁ κεκυρτωμένος.
κ 2796 Κυφανισμός: ἐπὶ τῶν τιμωριῶν. ἀντὶ τοῦ κακὸς καὶ ὀλέθριος.
κ 2797 Κῦφι: τοῦτο Μάνεθως ὁ Αἰγύπτιος κατεσκεύαζε· ζήτει δὲ τίς ἡ κατασκευασία αὐτοῦ.
κ 2798 Κυφόν: κεκυμμένον. Ἐκ παντὸς ξύλου κυφὸν ἂν γένοιτο· ἐπὶ τῶν τὸ εἶδος εὐκαταφρονήτων, χρησίμων δέ.
κ 2799 Κυφός: κεκυρτωμένος. καὶ Πάγκυφος ἐλαία, ἡ κατακεκυμ‐ μένη. καὶ ἐν Ἐπιγράμμασι· καὶ κυφὰς καρῖδας· ἀριθμήσει δέ σοι αὐτός.
κ 2800 Κύφωνες: ξύλα ἦσαν ἐπιτιθέμενα εἰς τοὺς τένοντας τῶν κατα‐ δίκων, ἵνα μὴ εὕρωσιν ἀνακύψαν. Ἀριστοφάνης Πλούτῳ· ὦ τύμπανα καὶ κύφωνες, οὐκ ἀρήξετε; κύφων δέ ἐστι δεσμὸς ξύλινος, ὃν οἱ μὲν κλοιόν, οἱ δὲ καλιὸν ὀνομάζουσιν. ἔνθεν καὶ ὁ πονηρὸς ἄνθρωπος κύφων. τάσσεται καὶ ἐπὶ πάντων δυσχερῶν καὶ ὀλεθρίων. καὶ κυφα‐ νισμὸς ἐπὶ τῶν τιμωριῶν. Ἀρχίλοχος δὲ ἀντὶ τοῦ κακὸς καὶ ὀλέθριος. εἴρηται κύφων παρὰ τὸ ἀναγκάζειν τοὺς δεσμίους κύφειν. ἐὰν δέ τις θρασυνόμενος τὰ ἐκ τοῦ νόμου παρ’ οὐδὲν ποιήσηται, δεδέσθω ἐν κύφωνι πρὸς τῷ ἀρχείῳ ἡμερῶν κʹ, ἐπιρρεόμενος μέλιτι γυμνὸς καὶ γάλακτι, ἵνα ᾖ μελίτταις καὶ μυίαις δεῖπνον. τοῦ δὲ χρόνου διελθόν‐ τος, κατὰ κρημνῶν ὠθεῖσθαι, στολὴν γυναικείαν περιβαλόντας.
κ 2801 Κυψέλη: οἰνηρὸν σκεῦος. ἅμα τῷ σιδήρῳ καὶ ταῖς οἰνηραῖς κυψέλαις συγκομιζόμενος.
κ 2802 Κυψέλη: κυβέρτιον μελισσῶν· λέγεται δὲ καὶ ἡ ὁπλὴ τοῦ ὠτός. αἱ δὲ μέλιτται ἐκπεφωλεύκεισαν ὥσπερ ἐν κυψέλῃ τῷ φωλεῷ· τὸ μέλι δὲ ἐλείβετο κατὰ τῶν κεφαλῶν.
κ 2803 Κυψέλη ἑξμέδιμνος: ἓξ μεδίμνους χωροῦσα. κυψέλη δὲ σκεῦος δεκτικὸν κριθῶν ἢ πυρῶν. οὕτω δὲ εἴρηται διὰ τὸ κεκρύφθαι αὐτοῦ τὴν ἕλην· ἔστι γὰρ σκοτεινόν. διαφέρει δὲ πρὸς τὴν κυψελίδα, ἥτις ἐστὶν ὁ ἐν τοῖς ὠσὶ ῥύπος. Ἀριστοφάνης· ἐπεὶ κἀμοῦ λίθον βαλόντες ἑξμέδιμνον κυψέλην ἀπώλεσαν.
κ 2804 Κυψελιδῶν ἀνάθημα ἐν Ὀλυμπίᾳ: Πλάτων ἐν Φαίδρῳ. παρὰ τὸ Κυψελιδῶν ἀνάθημα σφυρήματος ἐν Ὀλυμπίᾳ ἐστάθη κολοσ‐ σός· ἀλλ’ οὐ τῶν Κυψελιδῶν. Κυψέλου δέ φασι τὸ ἀνάθημα, ὡς Ἀγακλυτὸς ἐν τῇ πʹ Ὀλυμπιάδι φησὶν οὕτως· ναὸς τῆς Ἥρας πα‐ λαιός, ἀνάθημα Σκιλλουντίων· οὗτοι δέ εἰσιν Ἠλείων. ἔνεστι δὲ ἐν αὐτῷ χρυσοῦς κολοσσός, ἀνάθημα Κυψέλου τοῦ Κορινθίου· φασὶ γὰρ τὸν Κύψελον εὐξάμενον, εἰ Κορινθίων τυραννεύσειε, τὰς οὐσίας πάν‐ των εἰς δέκατον ἔτος ἀνιερώσειν, τὰς δεκάτας τῶν τιμημάτων εἰσπραξά‐ μενον κατασκευάσαι τὸν σφυρήλατον κολοσσόν. Δίδυμος δὲ κατασκευά‐ σαι τὸν κολοσσὸν φησὶ Περίανδρον ὑπὲρ τοῦ τῆς τρυφῆς καὶ τοῦ θράσους ἐπισχεῖν τοὺς Κορινθίους. καὶ γὰρ Θεόφραστος ἐν τῷ Περὶ καιρῶν βʹ λέγει οὕτως· ἕτεροι δ’ εἰς ἀνδρωδέστερα καταδαπανῶντες, οἷον στρατιὰς ἐξάγοντες καὶ πολέμους ἐπαναιρούμενοι, καθάπερ καὶ Διονύσιος ὁ τύραννος. ἐκεῖνος γὰρ οὐ μόνον ᾤετο δεῖν τὰ τῶν ἄλλων καταναλίσκειν, ἀλλὰ καὶ τὰ αὑτοῦ, πρὸς τὸ μὴ ὑπάρχειν ἐφόδιον τοῖς ἐπιβουλεύουσιν. ἐοίκασι δὲ καὶ αἱ πυραμίδες ἐν Αἰγύπτῳ καὶ ὁ τῶν Κυψελιδῶν κολοσσὸς καὶ πάντα τὰ τοιαῦτα τὴν αὐτὴν καὶ παραπλησίαν ἔχειν διάνοιαν. φέρεται δέ τι καὶ ἐπίγραμμα τοῦ κολοσ‐ σοῦ· αὐτὸς ἐγὼ χρυσοῦς σφυρήλατός εἰμι κολοσσός· ἐξώλης εἴη Κυψε‐ λιδῶν γενεά. ὅπερ Ἀπελλᾶς ὁ Ποντικὸς οὕτω προφέρεται· εἰμὶ ἐγὼ Νάξιος, παγχρύσεος εἰμὶ κολοσσός· ἐξώλης εἴη Κυψελιδῶν γενεά.
κ 2805 Κυψελόβυστον: τὸ ὑπὸ ῥύπου κεκαλυμμένον.

Also published as PDF.