The mu section of the Suda contains 1,497 entries ranging from grammatical particles to technical vocabulary. Early entries address the oath-particle μά as used in Homer, distinguishing its affirmative from its negative constructions, and a cluster of entries on μαγγανεία and related forms explores the semantics of trickery, sorcery, and wonder-working, drawing on Procopius for illustrative quotations.
The letter includes lexical material on musical instruments (μαγάς, the bridge of a kithara or lyre), naval terminology (μεταχειρίσαι, converting penteconters into triremes), and spatial vocabulary (μυχός, the innermost recess, with citations from Herodotus). Such diversity is typical of the Suda's composite method, blending glossography, literary quotation, and encyclopedic commentary.
Researchers find the mu entries useful for tracking Byzantine reception of Herodotus and Procopius, for the history of Greek magical terminology, and for the transmission of Homeric exegesis. The tail entries on μυχθίζεις and μυχός illustrate the Suda's habit of grouping morphologically related words while drawing on epigram and historiography alike.
| μ 1 | Μά: τοῦτο Ὅμηρος ὡς συλλαβῆς τάξιν ἔχον τίθησι. ποτὲ μέντοι ἀντὶ τοῦ μὰ τῷ ναὶ χρῆται· ὡς, ναὶ μὰ τόδε σκῆπτρον· ὅτε ὄμνυσιν. ὅτε δὲ ἀπόμνυσί τι, συζεύγνυσι τὸ τῆς ἀποφάσεως· οἷον, οὐ μὰ γὰρ Ἀπόλλωνα. καὶ ἐν Ὀδυσσείᾳ· οὐ μὰ Ζῆν’, Ἀγέλαε. ἡμεῖς δὲ τὸ μὰ ὡς μέρος λόγου ἀπομνύντες παραλαμβάνομεν μὰ τὸν Δία λέγοντες. ἔστι δὲ καὶ ἐπίρρημα ἐπευκτικόν. |
| μ 2 | Μαγγάνα· ὅτι τὸ οἰνηρὸν ἀγγεῖον ἐκ ξύλων κατεσκευασμένον μαγγάναν Ἰταλοὶ ὀνομάζουσιν. ζήτει ἐν τῷ γαῦλος. |
| μ 3 | Μαγγανευτής: ὁ μιγνὺς παντοδαπὰ πρὸς φενακισμόν. |
| μ 4 | Μαγγανεία: ἡ γοητεία. ὁ δὲ νόσῳ περιέπεσεν ἐκ μαγγανείας χαλεπῇ καὶ πολλοὺς ἐπὶ τούτῳ ἁλόντας ἐκόλασε. Προκόπιος· καὶ τὸν ἄνδρα μαγγανείαις κατειλήφει πολλαῖς. |
| μ 5 | Μάγγανον: παράδοξόν τι. λέγεται δὲ καὶ ἡ γοητεία μαγγανεία. ὁ δὲ στρατηγὸς τοὺς θεραπευτὰς τῶν μαγγανευμάτων διηρώτα καὶ ἠξίου ἴχνη πυθέσθαι προρρήσεως παρὰ τῶν μάγων. |
| μ 6 | Μαγάς: σανὶς τετράγωνος ὑπόκυφος, δεχομένη ἐφ’ ἑαυτὴν τὰς τῆς κιθάρας νευράς, καὶ ἀποτελοῦσα φθόγγον. ἡ τῆς κιθάρας κα‐ βάλη καὶ τῆς λύρας, ἡ τὰς νευρὰς βαστάζουσα. ἔστι δὲ καὶ εἱλητικὸν μόριον. |
| μ 7 | Μαγδαληνή: ἀπὸ τόπου. |
| μ 8 | Μαγιέστερ: διδάσκαλε. |
| μ 9 | Μαγεία: ἐπίκλησίς ἐστι δαιμόνων ἀγαθοποιῶν πρὸς ἀγαθοῦ τινος σύστασιν· ὡς τὰ τοῦ Ἀπολλωνίου τοῦ Τυανέως θεσπίσματα. γοητεία ἐπίκλησίς ἐστι δαιμόνων κακοποιῶν περὶ τοὺς τάφους γινομένη. φαρ‐ μακεία δέ, ὅταν διά τινος σκευασίας θανατηφόρου πρὸς φίλτρον, ἢ ἄλλως δοθῇ τισι διὰ στόματος. ἡπατοσκοπία δὲ ἡ τῶν ἐγκάτων ἀνατομή, δι’ ὧν προεμήνυον τὰ συμβησόμενα. ἀνατέμνοντες γὰρ ση‐ μεῖά τινα ἐθεώρουν ἐν τοῖς ἥπασι. καὶ ζήτει ἐν τῷ γοητεία. ζήτει περὶ μαγείας ἐν τῷ Πέρσαι. |
| μ 10 | Μάγειρος καὶ Μαγειρεῖον. ὁ τὰς μάζας μερίζων. |
| μ 11 | Μαγῆα: τὸν ἀπομάσσοντα. τόν τε μαγῆα σπόγγον ὑπὸ στιβαρᾷ κεκλιμένον κοπίδι. |
| μ 12 | Μὰ γῆν, μὰ παγίδας, μὰ νεφέλας, μὰ δίκτυα: οὕτω καὶ τὰ τυχόντα ὤμνυον, μὰ κρήνας, μὰ ποταμούς. Ἀριστοφάνης Ὄρνισι. |
| μ 13 | Μαγική· ταύτην ἐφεῦρον Μῆδοι καὶ Πέρσαι. ἡ διαφέρουσα τῆς γοητείας καὶ αὐτῆς φαρμακείας. |
| μ 14 | Μαγίς: μάχαιρα. καὶ μάγειρος, ὁ τὰς μάζας μερίζων. |
| μ 15 | Μαγὶς ἄρτου: οἷον μέρος ἄρτου ἢ ψωμὸς ἢ ἐγκρυφίας. |
| μ 16 | Μαγίστερ: διδάσκαλε. προβάλλεται δὲ καὶ Θεόδωρον τῇ μαγι‐ στερίᾳ ἀρχῇ, παρὰ Ῥωμαίοις τιμώμενόν τε καὶ γεραιρόμενον. τῇ μα‐ γιστερίᾳ ἀρχῇ. |
| μ 17 | Μαγιστριανός: ὁ κανστρίσιος. Οὐράνιος ὁ καθωσιωμένος μαγιστριανὸς γράμματα ἀποδέδωκε τῷ ἐπισκόπῳ. |
| μ 18 | Μάγκινον: ὄνομα. καὶ τὸν Μάγκινον ἔγνωσαν ἐκδοθῆναι τοῖς Νομάν‐ ταις. καὶ Μάγκυψ καὶ Μαγκυπεῖον. |
| μ 19 | Μαγκίπατος: ὁ χειράφετος παρὰ Ῥωμαίοις. |
| μ 20 | Μάγνης, Ἰκαρίου πόλεως, Ἀττικὸς ἢ Ἀθηναῖος, κωμικός. ἐπι‐ βάλλει δ’ Ἐπιχάρμῳ νέος πρεσβύτῃ. ἐδίδαξε κωμῳδίας θʹ, νίκας δὲ εἷλε βʹ. οὗτος ἀρχαίας κωμῳδίας ποιητής. ὃς πλεῖστα χωρῶν κατὰ τῶν ἀντιπάλων νίκης ἔστησε τρόπαια· πάσας φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχείοις οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφ’ ἥβης, ἐξε‐ βλήθη πρεσβύτης ὤν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη. σχόλιον· ἱείς, ἀφιείς. ψάλλων δὲ τοὺς Βαρβιτιστὰς ἂν λέγοι. δρᾶμα δέ ἐστι τοῦ Μάγνητος. ἡ δὲ βάρβιτος εἶδος ὀργάνου μουσικοῦ. πτερυγίζων δέ, ὅτι καὶ Ὄρνιθας ἐποίησε δρᾶμα. ἔγραψε δὲ καὶ Λυδοὺς καὶ Ψῆνας καὶ Βατράχους. ἔστι δὲ χρώματος εἶδος τὸ βατράχειον· ἀπὸ τούτου καὶ βατραχὶς ἱμάτιον. ἐχρίοντο δὲ τῷ βατραχείῳ τὰ πρόσωπα πρὶν ἐπινοηθῆναι τὰ προσωπεῖα. |
| μ 21 | Μάγνης, ἀνὴρ Σμυρναῖος, καλὸς τὴν ἰδέαν, εἴ τις καὶ ἄλλος, ποιήσει τε καὶ μουσικῇ δόκιμος· ἤσκητο δὲ καὶ τὸ σῶμα διαπρεπεῖ κόσμῳ, ἁλουργῆ ἀμπεχόμενος καὶ κόμην τρέφων χρυσῷ στρόφῳ κεκο‐ ρυμβωμένην· περιῄει τε τὰς πόλεις ἐπιδεικνύμενος τὴν ποίησιν. τού‐ του δὲ καὶ ἄλλοι μὲν πολλοὶ ἤρων, Γύγης δὲ καὶ μᾶλλόν τι ἐφλέγετο καὶ αὐτὸν εἶχε παιδικά. γυναῖκάς γε μὴν πάσας ἐξέμηνεν, ἔνθα ἐγένετο ὁ Μάγνης, μάλιστα δὲ τὰς Μαγνητῶν, καὶ συνῆν αὐταῖς. οἱ δὲ τούτου συγγενεῖς ἀχθόμενοι ἐπὶ τῇ αἰσχύνῃ, πρόφασιν ποιησάμενοι ὅτι ἐν τοῖς ἔπεσιν ᾖσεν ὁ Μάγνης Λυδῶν ἀριστείαν ἐν ἱππομαχίᾳ πρὸς Ἀμαζόνας, αὐτῶν δὲ οὐδὲν ἐμνήσθη, ἐπαΐξαντες περικατέρρηξαν τε τὴν ἐσθῆτα καὶ τὰς κόμας ἐξέκειραν καὶ πᾶσαν λώβην προσέθεσαν. ἐφ’ οἷς ἤλ‐ γησε μάλιστα Γύγης καὶ πολλάκις μὲν εἰς τὴν Μαγνητῶν γῆν ἐνέβαλε, τέλος δὲ καὶ χειροῦται τὴν πόλιν· ἐπανελθὼν δὲ ἐς Σάρδεις πανη‐ γύρεις ἐποιήσατο μεγαλοπρεπεῖς. |
| μ 22 | Μαγνησία: τόπος. |
| μ 23 | Μαγνῆτις: λίθος τίς ἐστιν οὕτω καλούμενος, ὃς ἔχει φυσικὴν ἐνέργειαν ἕλκειν πρὸς ἑαυτὸν τὸν σίδηρον. ἦν δὲ ἐν Ἀλεξανδρείᾳ τῆς Αἰγύπτου ἐν τῷ Σαραπείῳ πλάνης καὶ κακουργίας τοιοῦτόν τι μηχάνημα· ξόανον κατασκευάσαντες ἐκ χαλκοῦ καὶ ἐν τῇ κεφαλῇ σίδηρον ἔνδοθεν καθηλώσαντες τὸν λίθον τοῦτον ἐν τοῖς φατνώμασιν ἄνωθεν τῆς στέγης ἔπηξαν ἀπὸ διαμέτρου. τὸ δὲ ὑπὸ τῆς φυσικῆς βίας ἑλκόμενον τοῦ λίθου, μετέωρον γὰρ ἐκρέματο, διὰ πολλὴν μη‐ χανὴν καὶ τέχνην ἐκρατεῖτο μέσον ἐδάφους καὶ ὀρόφου, θαυμαζό‐ μενον καὶ μὴ παντελῶς κατασπώμενον. |
| μ 24 | Μαγνητῶν κακά· καὶ οὔτε τί φῶ περὶ αὐτοῦ ἀξίως ἔχω, κἂν τὰ Μαγνητῶν κακά, κἂν τὸ Τερμέριον, κἂν πᾶσαν ἁπλῶς αὐτῶν ἐπι‐ φθέγξωμαι τὴν τραγῳδίαν μετὰ τοῦ σατύρου καὶ τῆς κωμῳδίας καὶ τοῦ μίμου, οὕτω πᾶσα μὲν αἰσχρότης, πᾶσα δὲ ἀπόνοια πρὸς ὑπερβολὴν ἐπ’ ἐκείνοις τῷ ἀνδρὶ πεφιλοτέχνηται. |
| μ 25 | Μάγος· μάγους ἐκάλουν τοὺς ψευδεῖς φαντασίας περιτιθέντας ἑαυτοῖς. ἀπὸ τούτου δὲ καὶ τοὺς φαρμακοὺς μάγους ἔλεγον. Σοφο‐ κλῆς· ὑφεὶς μάγον τοιόνδε μηχανορράφον. |
| μ 26 | Μαγώτερα: ἀντὶ τοῦ θελκτικώτερα. ἐν Ἐπιγράμμασι· ἀλλὰ σε‐ λίνων οὐλοτέρη καὶ μνοῦ χρῶτα τερεινοτέρη καὶ κεστοῦ φωνεῦσα μαγώτερα. |
| μ 27 | Μαγῶνος. |
| μ 28 | Μάγοι: παρὰ Πέρσαις οἱ φιλόσοφοι καὶ φιλόθεοι· ὧν ἦρχε Ζω‐ ροάστρης καὶ μετὰ τοῦτον κατὰ διαδοχὴν Ὀστάναι καὶ Ἀστράμψυχοι. |
| μ 29 | Μαγώγ: ὁ Πέρσης. ὅτι μαγεία καὶ ἀστρολογία ἀπὸ Μαγουσαίων ἤρξατο. οἱ γάρ τοι Πέρσαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων ὀνομάζονται. καὶ Μαγουσαῖοι, οἱ αὐτοί. |
| μ 30 | Μάδδαν: μάζαν, τροφήν. οὕτως οἱ Μεγαρεῖς διὰ δύο δδ. |
| μ 31 | Μὰ Δία: οὐκ ἐπὶ τοῦ μὰ τὸν Δία λέγων, ὡς οἴονταί τινες· ἐχρῶντο δὲ αὐτῷ ἀντὶ τοῦ μὰ Δία, ὥσπερ καὶ τῷ νὴ Δία ἐπὶ τῷ ναί· ὅθεν καὶ ναὶ Δία λέγουσιν καὶ ναὶ μὰ Δία. Ἀριστοφάνης Πλούτῳ· ναὶ μὰ Δία τούτων τε πολλῷ πλείονα. ἐπὶ κατωμοτικοῦ τὸ μὰ Δία, ὅταν αὐτοῦ προτάττηται τὸ ναί. |
| μ 32 | Μαδιάμ: ὄνομα κύριον. καὶ Μαδιανῖτις χώρα. καὶ Μα‐ διηναῖοι. |
| μ 33 | Μαδῶντα: φαλακρόν, καθόλου τρίχας μὴ ἔχοντα. |
| μ 34 | Μᾶζα: ἄρτος, φύραμα. ἢ ὁ στριφνὸς ἄρτος. ὅστις ἀλφιοσι‐ τεῖ, ὕδατι μεμιγμένην τὴν μᾶζαν ἐσθίει· ὅστις δὲ ἀρτοσιτεῖ, ὕδατι δε‐ δευμένον ἄρτον. οἱ δὲ Μεγαρεῖς μάδδα, διὰ δύο δδ. |
| μ 35 | Μᾶζα: κυρίως ἡ τροφή, ἡ ἀπὸ γάλακτος καὶ σίτου, παρὰ τὸ μάζεσθαι. προπερισπᾶται. ἐπὶ δὲ τοῦ κανθάρου Ἀριστοφάνης κατα‐ χρηστικῶς κέχρηται. οὐ γὰρ τὴν ἐξ ἀλφίτων φυραθεῖσαν δηλοῦν θέλει, οὐ γὰρ αὕτη κανθάρων τροφή, ἀλλὰ τὸ ἀποπάτημα, τουτέστι τὴν κόπρον. πίτυρα δέ τινα ἔματτον οἱ οἰκέται· κόπρον γὰρ φυρᾶν ἄπιστον. αἶρ’, αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ. καὶ παροιμία ἐπὶ τῶν ἀλλοτρίοις πόνοις ἐγκαυχωμένων· μᾶζαν μεμαχὼς τὴν ὑπ’ ἐμοῦ μεμαγμένην. καὶ πρῴην γ’ ἐμοῦ μᾶζαν μεμαχότος Λακωνικήν, πα‐ νουργοτάτως παραδραμών, ὑφαρπάσας αὐτὴν παρέθηκε τὴν ὑπ’ ἐμοῦ μεμαγμένην καὶ ἐν ἑτοίμῳ γενομένην. τοῦτο δὲ ἀπὸ ἱστορίας εἴληφεν, ἧς μέμνηται Θουκυδίδης. |
| μ 36 | Μάζης ὤνιον: ἄρτου πρᾶσις. |
| μ 37 | Μαζίσκας διαμεμιγμένας: ἀντὶ τοῦ πεφυραμένας. |
| μ 38 | Μαζονομεῖον: ἀγγεῖόν τι. |
| μ 39 | Μαζός: κυρίως ἐπὶ ἀνδρός. καὶ Ὅμηρος· νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον. καταχρηστικῶς δὲ καὶ ἐπὶ γυναικός. |
| μ 40 | Μαζουρώθ: τὰ συστήματα τῶν ἀστέρων, ἃ ἐν τῇ συνηθείᾳ ζῴδια καλοῦνται. Ἑβραϊστὶ δὲ τινές φασι λέγεσθαι τὴν λέξιν, σημαίνειν δὲ καὶ τὸν ἀστρῷον κύνα. |
| μ 41 | Μαζῶντες: τρυφῶντες. |
| μ 42 | Μάθημα: ἐπιτήδευμα, ἀσχόλημα, δίαιτα, διαγωγή, πρόφασις, ἀφ’ ἧς μέλλομεν περὶ τὰ πράγματα διατρίβειν. μεταμαθεῖν δέ ἐστιν τὸ παύσασθαι. κυρίως δὲ μεταμαθεῖν ἔλεγον τὸ μετὰ ταῦτα ἕτερόν τι μαθεῖν, ἀφέμενον τοῦ πρώτου. Ἀριστοφάνης Πλούτῳ· οὐδ’ ἂν μετα‐ μάθοις; |
| μ 43 | Μαθητεία: ἡ μάθησις. |
| μ 44 | Μαθητιῶ: μαθεῖν ἐπιθυμῶ. Ἀριστοφάνης Νεφέλαις· μαθητιῶ γάρ. ἀλλ’ ἄνοιγε τὴν θύραν. καὶ Μαθηταῖσι, τοῖς μαθηταῖς. |
| μ 45 | Μαθών: ἰδών. ὁ δὲ Κελτὸς μαθὼν ἐγέλασε καὶ κατέσκωπτεν, ὡς ἀνὴρ παιδὶ μέλλων διαγωνιεῖσθαι. καὶ αὖθις· ὡς ἔμαθε κἀκεῖνον ἀνιστάμενον. ἀντὶ τοῦ εἶδε. καὶ Ἀριστοφάνης· μάθοι γὰρ ἄν τις κἀπὸ τῶν ἐχθρῶν σοφόν. |
| μ 46 | Μαΐωρ, Ἀράβιος, σοφιστής. ἔγραψε Περὶ στάσεων βιβλία ιγʹ. συνεχρόνισε δὲ Ἀψίνῃ καὶ Νικαγόρᾳ, ἐπὶ Φιλίππου τοῦ Καίσαρος καὶ ἐπάνω. |
| μ 47 | Μαϊουμᾶς· πανήγυρις ἤγετο ἐν τῇ Ῥώμῃ κατὰ τὸν Μάϊον μῆνα. τὴν παράλιον καταλαμβάνοντες πόλιν, τὴν λεγομένην Ὀστίαν, οἱ τὰ πρῶτα τῆς Ῥώμης τελοῦντες ἡδυπαθεῖν ἠνείχοντο, ἐν τοῖς θαλατ‐ τίοις ὕδασιν ἀλλήλους ἐμβάλλοντες. ὅθεν καὶ Μαϊουμᾶς ὁ τῆς τοι‐ αύτης ἑορτῆς καιρὸς ὠνομάζετο. ἐτέλουν δὲ μέχρις Ἀναστασίου βα‐ σιλέως οἱ ἐν Κωνσταντίνου πόλει πανήγυριν τῶν Βρυτῶν· καὶ ταύτην Ἀναστάσιος ἔπαυσε. καὶ τὴν τῶν κυνῶν δὲ ἐτέλουν πανήγυριν οἱ Ῥωμαῖοι κατὰ τὸν Αὔγουστον μῆνα, ἀναιροῦντες αὐτοὺς ἐκ τῆς ἁλώ‐ σεως τῆς ὑπὸ Γάλλων, διότι ἀνύλακτοι ἔμειναν, τῶν χηνῶν ἐκβοη‐ σάντων. |
| μ 48 | Μαΐστωρος: τοῦ διδασκάλου. |
| μ 49 | Μακκαβαῖοι· ζήτει ἐν τῷ Ἀντίοχος. |
| μ 50 | Μακαρία τῶν βίων, καὶ μακάριε τῶν τρόπων. |
| μ 51 | Μακαρία: ὁ ὄλεθρος. θυγάτηρ τοῦ ᾅδου. καὶ παροιμία· βάλλ’ ἐς μακαρίαν, ἀντὶ τοῦ εἰς δειλαιότητα καὶ πανωλεθρίαν. ἢ βάλλ’ ἐς μακαρίαν, κατ’ εὐφημισμόν. ἐπεὶ καὶ οἱ τεθνεῶτες μακαρῖται λέγον‐ ται. καὶ Ἡρακλέους θυγάτηρ, ἣν Ἀθηναῖοι ὑπὲρ αὑτῶν ἀποθανοῦσαν πολυτελῶς ἔθαψαν. ζήτει ἐν τῷ βάλλ’ ἐς μακαρίαν. |
| μ 52 | Μακαρίαινος: ὄνομα κύριον. |
| μ 53 | Μάκαρι σὺν τύχᾳ: ἀντὶ τοῦ μακαρίᾳ. Ἀριστοφάνης· περιπέ‐ τεσθε τὸν μάκαρα, μάκαρι σὺν τύχᾳ. καὶ αὖθις Ἀριστοφάνης· ὦ μα‐ κάρι’ Αὐτόμενες, ὥς σε μακαρίζομεν, παῖδας ἐφύτευσας ὅτι χειροτεχ‐ νικωτάτους. |
| μ 54 | Μακαρίζω· γενικῇ, διὰ τὸ ἕνεκα. αἳ καὶ τοῦ τέλους ἐμακαρίσθησαν, ὡς ἐκείνῳ συνέκδημοι. διόλου δὲ αἰτιατικῇ. |
| μ 55 | Μακάριος: ὁ ἐν ἀγαθοῖς πάντοτε ὤν. λέγεται δὲ καὶ ὁ θεὸς μακάριος καὶ πιστὸς καὶ μόνος δυνάστης. μετέδωκε δὲ ὁ μεγαλόδωρος τοῦ ὀνόματος τοῖς εὐσεβῶς ζῶσιν· ὥσπερ καὶ τοῦ θεός· ἐγὼ εἶπα, θεοὶ ἐστέ. καὶ ἄλλα πλεῖστα ὀνόματα τοιαῦτά εἰσι. |
| μ 56 | Μακάριος· δύο ἐγένοντο Μακάριοι ὁμώνυμοι καὶ περιβόητοι δι’ ἄσκησιν, διὰ βίον, διὰ τρόπον, διὰ τὰ μαθήματα. ὁ μὲν Αἰγύπτιος θαυματουργὸς ἦν καὶ μετὰ τοῦ εὐλαβοῦς πρὸς τοὺς ἐντυγχάνοντας αὐστηρός, ὁ δὲ Ἀλεξανδρεὺς κατὰ πάντα ὢν παραπλήσιος τῷ Αἰγυπτίῳ πρὸς τοὺς ἐντυγχάνοντας ἦν ἱλαρὸς καὶ τῷ χαριεντίζεσθαι τοὺς νέους ἦγε πρὸς ἄσκησιν. τούτων Εὐάγριος γενόμενος μαθητὴς τὴν δι’ ἔρ‐ γων φιλοσοφίαν ἐκτήσατο, πρότερον λόγῳ μόνῳ φιλόσοφος ὤν· ὃς ἐν Κωνσταντινουπόλει ὑπὸ Γρηγορίου τοῦ θεολόγου εἰς τὴν τοῦ δια‐ κόνου προεχειρίσθη τάξιν· ἀλλὰ καὶ ἐς τὴν Αἴγυπτον κατελθὼν καὶ τοῖς προλεχθεῖσιν ἐντυχὼν ἀνδράσι τὸν ἐκείνων βίον ἐζήλωσε. τούτῳ καὶ βιβλία ἄγαν σπουδαῖα συγγέγραπται· ὧν τὸ μὲν Μοναχὸς ἢ περὶ πρακτικῆς ἐπιγέγραπται, τὸ δὲ Γνωστικὸς ἢ περὶ τῶν καταξιωθέντων γνώσεως· κεφάλαια δὲ αὐτοῦ νʹ· τὸ δὲ Ἀντιρρητικὸν πρὸς τοὺς πει‐ ράζοντας δαίμονας ἐν ηʹ διῃρημένον μέρεσι, κατὰ τὸν ἀριθμὸν τῶν ηʹ λογισμῶν· καὶ χʹ Προγνωστικὰ προβλήματα· καὶ Στιχηρὰ δύο, ἓν πρὸς τοὺς ἐν κοινοβίοις ἢ συνοδίαις μοναχοὺς καὶ ἓν πρὸς τὴν παρ‐ θένον. καί φησι κατὰ λέξιν οὕτως· ἀναγκαῖον τὰς ὁδοὺς τῶν προοδευ‐ σάντων μοναχῶν ὀρθῶς διερωτᾶν καὶ πρὸς αὐτὰς κατορθοῦσθαι· πολλὰ γάρ ἐστιν ὑπ’ αὐτῶν ῥηθέντα τε καὶ πραχθέντα καλῶς· ἐν οἷς καὶ τοῦτό τις ἔφησεν, ὅτι τὴν ξηροτέραν καὶ ἀνώμαλον δίαιταν, ἀγάπῃ συζευχθεῖσαν, θᾶττον διάγειν τὸν μοναχὸν εἰς ἀπάθειαν. |
| μ 57 | Μακαρίτας: τοὺς τεθνεῶτας εὐφήμως, ὡς μακαρίων ὄντων τῶν τελευτησάντων, ὅτι οὐκέτι αἰσθάνονταί τινος δεινοῦ. Δωριέων τινὲς αὐτοὺς ζαμερίτας καλοῦσιν, οἷον τῆς μείζονος μερίδος ἤδη κεκοι‐ νωνηκότας. τὸ γὰρ ζὰ ἐπὶ τοῦ μεγάλου τίθεται. Ἀριστοφάνης Πλούτῳ· ὡς μακαρίτην, ὦ Δάματερ, τὸν βίον αὐτοῦ κατέλεξας, εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι. κατεχρήσατο ἀντὶ τοῦ μακάριον· εἰ μὴ ἄρα παίζει, οἷον νεκροῦ βίον. |
| μ 58 | Μακάρων νήσοισιν: ἡ ἀκρόπολις τῶν ἐν Βοιωτίᾳ Θηβῶν τὸ παλαιόν, ὡς Παρμενίδης. |
| μ 59 | Μάκαιραν: μακαρίαν. |
| μ 60 | Μακεδνῆς: ἴσως μηκεδανῆς· ἢ κατ’ ἐπίτασιν, λίαν κεδνῆς. |
| μ 61 | Μακεδόνειος πόλις: τῶν Μακεδόνων. Μακεδονία δὲ χώρα. |
| μ 62 | Μακεδονική. ζήτει περὶ ἀρχῆς Μακεδονικῆς ἐν τῷ Ἀσσύριοι. |
| μ 63 | Μακεδόνιος· οὗτος πλεῖστα ὅσα κακὰ κατὰ Χριστιανῶν ἐνε‐ δείξατο καὶ τὸν κολοφῶνα τῶν κακῶν, οἷς ἔδρασεν, ἐπιτίθησι· πυθό‐ μενος γὰρ κατὰ τὸ Παφλαγόνων ἔθνος πλείστους εἶναι τῆς Ναυατικῆς θρησκείας, καὶ μάλιστα κατὰ τὸ Μαντίνιον, συνιδών τε ὡς οὐχ οἷόν τε τοσοῦτον πλῆθος δι’ ἐκκλησιαστικῶν ἀνθρώπων ἐλαύνεσθαι, τετραρίθ‐ μους στρατιώτας γνώμῃ τοῦ βασιλέως ἐπὶ τὴν Παφλαγονίαν πεμ‐ φθῆναι πεποίηκεν, ὅπως φόβῳ τῶν πλείστων τὴν Ἀρειανικὴν δόξαν προσδέξωνται. οἱ δὲ ἐκεῖσε ζήλῳ τῆς θρησκείας ἀπονοίᾳ κατὰ τῶν στρατιωτῶν ἐχρήσαντο· καὶ συμβολῆς γενομένης τῶν μὲν Παφλαγό‐ νων συχνοὶ πίπτουσι, τῶν δὲ στρατιωτῶν πλὴν ὀλίγων πάντες. διὰ τοῦτο προσέκρουσε τῷ βασιλεῖ, ἄλλως τε καὶ ὅτι μετέθηκε τὰ λείψανα τοῦ μεγάλου Κωνσταντίνου· οἱ γὰρ λαοὶ διεκώλυον τοῦτο, ἀνόσιον εἶναι λέγοντες· καὶ συμβαλόντες μάχῃ πολλοὶ ὅσοι πίπτουσιν. ὕστερον δὲ καὶ καθῃρέθη ὁ Μακεδόνιος. |
| μ 64 | Μακεδόνιος ἄλλος, ὃς ἐπὶ Ἰουλιανοῦ τοῦ Παραβάτου ἐμαρτύρησε. καὶ ζήτει ἐν τῷ Ἀμάχιος. |
| μ 65 | Μακεδών, Μακεδόνος. |
| μ 66 | Μακέτις: θηλυκόν. |
| μ 67 | Μάκελλα: δίκελλα. Ἀριστοφάνης· ὦ μῶρε, μῶρε, μὴ θεῶν κίνει φρένας δειλάς, ὅπως μή σου γένος πανώλεθρον Διὸς μακέλλῃ πᾶν ἀναστρέψῃ δίκη. ἐπὶ τῶν βλασφήμων εἴρηται. |
| μ 68 | Μακκοᾷ: ἀνοηταίνει, ἐνεόν ἐστιν. ἔφαμεν δέ, ὅτι ἡ Μακκὼ ἐνεὰ ἦν. Ἀριστοφάνης· τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον. καὶ Μεμακκοακότα, ἀντὶ τοῦ ἀνοηταίνοντα. |
| μ 69 | Μακκὼ καὶ Λαιμώ: γυναῖκες, αἳ ἐγένοντο ἐνεαί, τουτέστι βα‐ ρέως νοοῦσαι. |
| μ 70 | Μακρὰ γραμμή: ἡ καταδικάζουσα· ὁ δ’ ἀπολύων βραχεῖαν ἐσημειοῦτο. |
| μ 71 | Μακρὰν οὐσίαν: οὕτω λέγουσι τὴν πολλὴν Ἀττικοί. |
| μ 72 | Μακρὰ χαίρειν: οἰμώζειν, στενάζειν. |
| μ 73 | Μακραίωνας: μακροβίους. Σοφοκλῆς· οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος, φέροντι τήνδε βάξιν. ἀντὶ τοῦ οὐ βούλομαι ζῆν ἐπὶ ταύτῃ τῇ φήμῃ. |
| μ 74 | Μακραίωνι σχολῇ: πολυχρονίῳ, βραδεῖ ἀγῶνι. Σοφοκλῆς. |
| μ 75 | Μακρέτειος: ὁ πολυχρόνιος. |
| μ 76 | Μακρόβιοι· ζήτει ἐν τῷ Βραχμᾶνες. |
| μ 77 | Μακροκέφαλοι: ἔθνος ἐστὶν οὕτω καλούμενον. Παλαίφατος δέ φησιν ἐν ζʹ τῶν Τρωϊκῶν ἐν τῇ Λιβύῃ ὑπεράνω Κόλχων οἰκεῖν τοὺς Μακροκεφάλους. |
| μ 78 | Μακρὸν ποιῶ: ἀντὶ τοῦ μηκύνω. οὕτως Φιλιππίδης. |
| μ 79 | Μακρὸν τεῖχος ἐκεῖθεν τῆς Σηλυβρίας. καὶ ζήτει ἐν τῷ τεῖχος. |
| μ 80 | Μακροπόνηρος. |
| μ 81 | Μακρούς· σοῦ δ’ ἐγὼ λόγους λέγοντος οὐκ ἀκούσομαι μακρούς. οὐ λέγει, ὅτι τοὺς μακροὺς οὐ προήσομαι, ἀκούσομαι δὲ τοὺς διὰ συν‐ τομίας λεγομένους· ἀλλ’ ὅτι πάντες λόγοι μακροὶ πεφύκασι κρινόμενοι πρὸς πρᾶξιν, εἰ πέπρακται. |
| μ 82 | Μακροχρονῶ. |
| μ 83 | Μακρῷ: ἀντὶ τοῦ πολύ. Εὐνάπιος· Καρῖνος ὁ βασιλεύς, γενό‐ μενος ἐν ἐξουσίᾳ καὶ βουλήσεως κύριος ἀνέδραμε τηλικοῦτον κακὸν ἐς τυραννίδα, ὥστε ἀπέδειξε χρυσὸν τὴν τραγῳδουμένην τυραννίδα. οὕτω καὶ τοὔνομα τοῖς ἔργοις μακρῷ παρῆλθε. καὶ αὖθις· τούτων ἁπάντων ἦν ὑβριστότατος μακρῷ. |
| μ 84 | Μακρῷ: ἀντὶ τοῦ κατὰ πολύ. Ἡρόδοτος· ἄριστος ἐγένετο μακρῷ Ἀριστόδημος κατὰ γνώμας τὰς ἐμάς. καὶ αὖθις· μακρῷ διέστηκε. |
| μ 85 | Μάκρωνος: ἐθνικόν. |
| μ 86 | Μάκτρα: θυεία ἐπιμήκης, ἐν ᾗ μάττουσι τὰ ἄλευρα. Ἀριστοφάνης Πλούτῳ· ἀντὶ δὲ μάκτρας πιθάκνης πλευρὰν ἐρρωγυῖαν. |
| μ 87 | Μάλα εἰκότως: πάνυ δικαίως. |
| μ 88 | Μαλακεινός: ὄνομα κύριον. |
| μ 89 | Μαλακία: ῥαθυμία. νόσος. καὶ μάλιστα διὰ τὰς μαλακίας τῶν Κελτῶν καὶ φυγοπονίας ὥρισε τὸν ἀδελφὸν οὐραγεῖν. |
| μ 90 | Μαλακίζεσθαι: ἐν ταῖς νόσοις φασὶν Ἀττικοὶ τὰς γυναῖκας μα‐ λακίζεσθαι, τοὺς δὲ ἄνδρας ἀσθενεῖν. |
| μ 91 | Μαλακία: ἡ ἐπὶ τῆς σαρκὸς ἀσέλγεια. |
| μ 92 | Μαλακίων: ὁ μαλακός. |
| μ 93 | Μαλακόν: ἁπαλόν, ἢ καὶ ἀσελγές. ὁ δὲ οὐ πάνυ δεξιῶς ὑπεξῆλθεν ἀθυμίᾳ καὶ πληγῶν πλειόνων γενομένων, διὰ τὸ μαλακῶς τὸν τράχηλον παρασχεῖν. |
| μ 94 | Μαλακός· ὅτι πάντων φρονιμώτερον ζῷον ὁ ἄνθρωπος καὶ τὴν γεῦσιν, ἁφὴν οὖσαν, ἀκριβεστέραν ἔχει, διότι μαλακώτερος καὶ τὴν ἁφὴν αἰσθητικώτερος· θᾶττον γὰρ διαφορεῖται τὰ περιττώματα, καὶ οὐκ ἐπιθολοῦται αὐτοῦ τὸ φανταστικὸν καὶ λογιστικόν. ἐπιστῆσαι δὲ χρή, μήποτε ὡς ὑλικὸν αἴτιον αἰτιᾶται τὴν σάρκα· οὐ γὰρ ποιητική ἐστι φρονήσεως, ὡς συναίτιον. διὰ γὰρ τὸν σύνδεσμον συνδιατίθεται τὰ ψυχικὰ κινήματα ταῖς τοῦ σώματος κράσεσιν, οὐ γεννώμενα ὑπὸ τῆς κράσεως, ἀλλ’ οὐκ ἄνευ τῆς τοιᾶσδε κράσεως τοιῶσδε ἢ τοιῶσδε ἐνεργοῦντα. εἰ δέ τινα εἴη ἄλλα τοῦ ἀνθρώπου μαλακωτέραν ἔχοντα σάρκα, οἱ σκώληκες, τοῖς ἄλλοις δηλονότι ἐλλείπουσιν· οὐ γὰρ ἔχουσι τέλειον τὸ φανταστικόν· ἀλλὰ νῦν περὶ τῶν τελείων ζῴων ὁ λόγος. τάχα δὲ οὐδὲ σὰρξ ἡ τῶν σκωλήκων, ὡς οὐδὲ τῶν μυιῶν. ὅτι δὲ τῷ μαλακωτέραν ἔχειν τὴν σάρκα ὁ ἄνθρωπος φρονιμώτερος, σημεῖόν ἐστι τὸ τοὺς μαλακωτέρους τῶν ἀνθρώπων φρονιμωτέρους καὶ εὐφυεστέρους εἶναι, τῶν ἄλλων ἁπάντων διαθέσεων καὶ φυσικῶν ἰδιωμάτων ὁμοίως ἐχόντων. διὸ καὶ τοὺς ἀνοήτους παχυδέρμους καλοῦμεν. |
| μ 95 | Μαλακόστρακοι: ἰχθύες, ὅσα ἐκδύεται· οἷον ἀστακοί, καρίδες, πάγουροι, καρκίνοι. ταῦτα δὲ μόνα ἐκδύονται. |
| μ 96 | Μαλάσσου: ἀντὶ τοῦ μεταβάλλου. |
| μ 97 | Μαλάσσω· αἰτιατικῇ. |
| μ 98 | Μαλάχια: ὅσα τῶν ἐνύδρων ὀστέα οὐκ ἔχει· οἷον σηπία, πολύ‐ πους. ταῦτα δὲ καὶ ἄναιμά ἐστι καὶ ἄσπλαγχνα. τινὲς δὲ μαλάχεια διὰ διφθόγγου γράφουσι. |
| μ 99 | Μαλαχίας: ὄνομα κύριον. |
| μ 100 | Μαλέας. καὶ ἡ αἰτιατικὴ τὸν Μαλέαν. ἀκρωτήριον καὶ ὄρος. |
| μ 101 | Μάλεος: ὄνομα κύριον. Φαιστός, πόλις Κρήτης. Ὅμηρος· ἐς Φαιστόν· μικρὸς δὲ λίθος μέγα κῦμ’ ἀποέργει. Μάλεος γάρ τις τελέσας τὸν λίθον τοῦτον ἀνιέρωσε τῷ Ποσειδῶνι, πρὸς τὸ μὴ τὰ κύματα προσπελάζειν τῇ Φαιστῷ. |
| μ 102 | Μαλερόν: λαμπρόν, σποδόεν, ἰσχυρόν, ὀξύ, ἀσθενές, ξηρόν, δριμύ. τὸ δὲ μαλερὸν πῦρ, τὸ ὀξύ, ἢ μαραντικόν, σφοδρόν. καὶ μα‐ λερὰς φρένας, τὰς ἀσθενεῖς καὶ ξηράς. ῥιπίδα τὰν μαλερὸν θάλπος ἀμυνομέναν. |
| μ 103 | Μάλειον ὄρος· Μαλειάων ὄρος αἰπύ· Ὅμηρος. |
| μ 104 | Μαλιασμός: νόσος περὶ τοὺς ὄνους γινομένη, ὅς ἐστι κατάρ‐ ρους διὰ μυκτήρων καὶ στρόφος περὶ τοὺς αὐτούς. οὐκ ἐκφεύγει δὲ οὐδέτερον τῶν νοσημάτων ὁ ὄνος. |
| μ 105 | Μάλλιος: ὄνομα κύριον. ὅτι Μάλλιος ὁ ὕπατος τὸν ἑαυτοῦ παῖδα μονομαχήσαντα Ποντίῳ τῷ Λατίνῳ καὶ καταβαλόντα τὸν ἀντί‐ παλον, ὡς μὲν ἀριστέα ἐστεφάνωσεν, ὡς δὲ ὑπερβάντα τὰ ἐξ αὐτοῦ τεταγμένα ἐπελέκισεν· ὃ δὴ σὺν ὠμότητι πραχθὲν εὐπειθεστάτους τοῖς ἄρχουσι Ῥωμαίους κατέστησεν. ζήτει ἐν τῷ δικτάτωρ. |
| μ 106 | Μάλιστα: ἀντὶ τοῦ ἀκριβῶς ὁ Θουκυδίδης λαμβάνει. |
| μ 107 | Μαλθακόν: ἔκλυτον, μαλακόν. ὁ δ’ αὑτὸν ἐξάγαγε βιότου μαλθακίῃ σοφίης. καὶ παροιμία· ἁπαλοὶ θερμολουσίαις, ἁβροὶ μαλθακευνίαις· ἐπὶ τῶν ὑπὸ τρυφῆς καὶ ἁβρότητος διαρρεόντων. |
| μ 108 | Μαλθακώτερον: πρὸς τὸ ἡδύτερον τοῦ βίου, καὶ εὖ ἔχον. Ἀριστοφάνης Βατράχοις· τὸ δὲ μεταστρέφεσθ’ ἀεὶ πρὸς τὸ μαλθακώ‐ τερον, δεξιοῦ πρὸς ἀνδρός ἐστι καὶ φύσει Θηραμένους. |
| μ 109 | Μαλθάξαι: ἀγαθῦναι, καταπραῧναι. τοὺς μὲν δώροις μαλθασ‐ σομένους καὶ ἐς τὰς κλήσεις συνιέναι. καὶ αὖθις· τὸ γὰρ δυνά‐ μενον ἐκεῖνον τὸν ἄνδρα μαλθάξαι ἓν μόνον ἦν, ἡ τῶν τρόπων ἐπιείκεια καὶ ὁ τοῦ δικαίου κατὰ φύσιν ἔρως. καὶ Ἀριστοφάνης· νάρκη μου κατὰ τῆς χειρὸς καταχεῖται, καὶ τὸ ξίφος οὐ δύναμαι κατ‐ έχειν, ἀλλ’ ἤδη μαλθακός εἰμι. |
| μ 110 | Μάλθη: ὁ μεμαλαγμένος κηρός. |
| μ 111 | Μάλθων· ὁ γύνανδρός τε καὶ μάλθων τύραννος. ἀντὶ τοῦ ἔκλυτος. |
| μ 112 | Μαλκίομεν· Δημοσθένης θʹ Φιλιππικῶν φησι. |
| μ 113 | Μάλκιον: ἀσθενές, ψυχρότατον. ὁ δὲ Μιθριδάτης πιὼν φάρ‐ μακον ἀσθενές τε καὶ μάλκιον βραδέως τὴν ἰσχὺν ἀπεδείκνυτο. |
| μ 114 | Μαλκίστατον: ψυχρότατον. τὸ δέ μοι μαλκίστατον ἦμαρ. |
| μ 115 | Μᾶλλον μᾶλλον: ἀντὶ τοῦ ἀεὶ καὶ μᾶλλον· Ἄλεξις Ἀτθίδι· πῶς ἐπινεφεῖ τὸ πρῶτον ὁ Ζεὺς ἡσυχῇ, ἔπειτα μᾶλλον μᾶλλον. Ἀναξίλας Ὥραις, Ἄλεξις Πεζονίκῃ. τοῦτο τὸ μᾶλλον λέγεται θετικῶς, οἷον οὐδὲν μᾶλλον ὁ πειρατὴς κακός ἐστιν ἢ ὁ ψεύστης. ὑπὸ δὲ τῶν Σκεπτικῶν οὐ θετικῶς, ἀλλ’ ἀναιρετικῶς λέγεται· ὡς ὑπὸ τοῦ ἀνασκευάζοντος καὶ λέγοντος, οὐ μᾶλλον ἢ Σκύλλα γέγονεν ἢ Χίμαιρα. καί ποτε μὲν συγκριτικῶς ἐκφέρεται, ὡς ὅταν φῶμεν, μᾶλλον τὸ μέλι γλυκὺ ἢ τὴν σταφίδα· ποτὲ δὲ θετικῶς καὶ ἀναιρετι‐ κῶς, ὡς ὅταν λέγωμεν, μᾶλλον ἡ ἀρετὴ ὠφελεῖ ἢ βλάπτει. σημαίνομεν γάρ, ὅτι ἡ ἀρετὴ ὠφελεῖ, βλάπτει δ’ οὔ. |
| μ 116 | Μᾶλλον ὁ Φρύξ: ἡ παροιμία ἐνθένδε· οἱ ζʹ σοφοὶ ἐρωτώμενοι ὑπὸ Κροίσου, τίς τῶν ὄντων εὐδαιμονέστατος, οἱ μὲν ἀπεκρίναντο τὰ ἄγρια ζῷα· ὑπὲρ γὰρ τῆς αὐτονομίας ἀποθνήσκει· οἱ δὲ πελαργούς· δίχα γὰρ νόμου τῇ φύσει τὸ δίκαιον ἔχουσι· Σόλων δέ, οὐδένα πρὸ τῆς τελευταίας ἡμέρας. παρεστὼς δὲ Αἴσωπος ὁ Φρύξ, ὁ λογοποιός, τοσοῦτον, εἶπεν, ὑπερέχεις τῶν ἄλλων, ὅσον θάλασσα ποταμῶν. ἀκούσας δὲ Κροῖσος εἶπε, μᾶλλον ὁ Φρύξ. |
| μ 117 | Μαλῷα· καί τινα διὰ χειρὸς ἔχουσι μαλῷα καὶ καθαίρουσι. |
| μ 118 | Μάλλωνος: ὄνομα ἐθνικόν. |
| μ 119 | Μαλλώτης, Διονυσιάδης, Φυλαρχίδου, τραγικός. |
| μ 120 | Μάλχος, Βυζάντιος, σοφιστής. ἔγραψεν ἱστορίαν ἀπὸ τῆς βα‐ σιλείας Κωνσταντίνου καὶ ἕως Ἀναστασίου· ἐν ᾗ τὰ κατὰ Ζήνωνα καὶ Βασιλίσκον καὶ τὸν ἐμπρησμὸν τῆς δημοσίας βιβλιοθήκης καὶ τῶν ἀγαλμάτων τοῦ Αὐγουσταίου καὶ ἄλλα τινὰ διεξέρχεται μάλα σεμνῶς καὶ τραγῳδίας δίκην ἀποθρηνῶν αὐτά. |
| μ 121 | Μαμμάκυθος: ὄνομα κύριον. Ἀριστοφάνης· τέως δ’ ἀβελτερώ‐ τατοι κεχηνότες Μαμμάκυθοι, Μελιτίδαι κάθηνται. |
| μ 122 | Μάμας· ὅτι ἐν τῷ ἁγίῳ Μάμαντι γέφυρα ἦν μεγάλη, ιβʹ κα‐ μάρας ἔχουσα· ὕδατα γὰρ κατήρχοντο πολλά. ἔνθα καὶ δράκων ἵστατο χαλκοῦς, διὰ τὸ δοκεῖν δράκοντα οἰκεῖν ἐκεῖσε· ἔνθα καὶ πολλαὶ παρ‐ θένοι ἐτύθησαν. Βασιλίσκος γάρ τις ἐρασθεὶς τοῦ τόπου, ὃς ἦν Νου‐ μεριανοῦ Καίσαρος, ἐκεῖσε κατῴκησε καὶ ναὸν ἤγειρεν· ἅπερ Ζήνων κατέλυσεν. καὶ ἐπὶ κλητικῆς ὦ Μάμαν. |
| μ 123 | Μαμαίας, Ἀλέξανδρος, βασιλεὺς Ῥωμαίων. |
| μ 124 | Μαμερτῖνος: ὄνομα κύριον. |
| μ 125 | Μὰ μήκωνος χλόην· ναὶ ναὶ μὰ μήκωνος χλόην. |
| μ 126 | Μαμμίαν: Ἀττικοὶ τὴν μητέρα. ἀπὸ τοῦ τὰ παιδία μαμμᾶν τὸ φαγεῖν λέγειν. |
| μ 127 | Μαμιανός, πατρίκιος. ζήτει ἐν τῷ Πρίσκος. |
| μ 128 | Μαμωνᾶς: χρυσός, γήϊνος πλοῦτος. οὐχὶ ὁ ἐκ τοῦ Σατᾶν, ἀλλ’ ὁ περιττὸς καὶ ὑπὲρ τὴν χρείαν. |
| μ 129 | Μάννα: θυσία, σπονδή. καὶ ἡ ἄνωθεν πίπτουσα τροφή. ση‐ μαίνει δὲ τί τοῦτο· ὃ ἑσπέρᾳ τοῦ σαββάτου μόνον ἐκρύπτετο. καὶ Χριστός, ὁ γλυκασμὸς τῆς ζωῆς, τῇ παρασκευῇ τῷ τάφῳ καλύπτεται. |
| μ 130 | Μάννα: ἡ ἄνωθεν χορηγουμένη τροφή. τουτέστι τί τοῦτο. ὃ καὶ ἄρτος ἀγγέλων λέγεται, ὡς ὑπ’ ἀγγέλου χορηγούμενος. ὅτι παρὰ πολλοῖς λέγεται τὸ μάννα ἀμβλίσιον. |
| μ 131 | Μαναΐμ, στρατηγός, ὁ νικήσας τοὺς Σκύθας· οὗ ἡ στήλη ἵστατο ἐν τῷ καλουμένῳ Ὠρείῳ, ὅ ἐστι μόδιος. ἦν γὰρ ὠρεῖον, ἔνθα νῦν ἵστανται κίονες πρὸ τοῦ οἴκου τοῦ Κρατεροῦ· ἔνθα ἵστατο καὶ μόδιος χαλκοῦς, πλησίον τῶν χειρῶν. ἦν δὲ δίκαιον μέτρον, ὡς ἂν τῷ χω‐ ρήματι αὐτοῦ πωλῶσι πάντες οἱ σιτοπράται καὶ ἀγοράζωσιν οἱ σιτῶ‐ ναι, καὶ τῷ ἴσῳ μέτρῳ δίδοται σιτηρέσιον. τοῦτο δὲ ἐνομοθέτησεν Οὐαλεντινιανός, πιπράσκεσθαι τὸν σῖτον μοδίους ιβʹ τῷ νομίσματι, μη‐ δενὸς ἀντιλέγοντος. ὅθεν τις ναύτης τοῦτο μὴ ποιήσας τὴν δεξιὰν χεῖρα ἀφῃρέθη. ὅθεν ἐτυπώθησαν αἱ χαλκαῖ χεῖρες τοῖς λαμβάνουσι καὶ τοῖς διδοῦσιν, ἀμφοτέρους ἐκ τῶν τεταγμένων μὴ ἀγανακτεῖν. ἦν δὲ καὶ Οὐαλεντινιανοῦ τοῦ βασιλέως στήλη ἔξαμμον ἔχουσα ἐν τῇ δεξιᾷ χειρί, ἁρπαγῆναι εἰς πάκτον, διὰ τὸ καὶ αὐτὴν ὑπάρχειν ἀργυ‐ ρᾶν μικράν, ὑπὸ Κουρίου πρωτίκτωρος, τῷ δευτέρῳ ἔτει Ἰουστινιανοῦ. |
| μ 132 | Μανάϊνος: ὄνομα κύριον. |
| μ 133 | Μανασσῆς, βασιλεὺς Ἱερουσαλήμ, υἱὸς Ἐζεκίου, βασιλεύσας ἔτη νεʹ Ἰουδαίας· ὃς ἐγένετο μιαρώτατος καὶ ἀσεβέστατος καὶ παρανομώ‐ τατος ὑπὲρ πάντας ἀνθρώπους ἐπὶ εἰδωλομανίᾳ καὶ αἱματεκχυσίᾳ· καὶ τὸν μέγαν Ἡσαΐαν πρίσας καὶ τὴν Ἱερουσαλὴμ αἱμάτων ἀθῴων πλη‐ ρώσας οὐχ ἧττον εἰδωλολάτρησε τῶν Ἀμορραίων καὶ μέντοι καὶ τὸν οἶκον κυρίου καταμολύνας καὶ τετραπρόσωπον εἴδωλον τοῦ Διὸς ἐν αὐτῷ στήσας οὐ διέλειπεν οἰωνιζόμενος καὶ φαρμακεύων καὶ αἰσχρουρ‐ γῶν καὶ μοιχώμενος καὶ πᾶν εἶδος κακίας μεθ’ ὑπερβολῆς διαπραττό‐ μενος. διὸ καὶ κατὰ θείαν ὀργὴν συλληφθεὶς ὑπὸ Μαροδὰχ βασιλέως Ἀσσυρίων δέσμιος εἰς Νινευὴ τὴν πόλιν αἰχμάλωτος ἀπήχθη, καὶ ἐς τὸ χαλκοῦν ἄγαλμα καθείρχθη. συνιεὶς δὲ ἐπὶ τοῖς πλημμελήμασιν ἀξίαν εἰληφέναι τὴν τιμωρίαν ἐδεήθη τοῦ κυρίου συγγνῶναί οἱ ἐπὶ ταῖς ἁμαρτίαις· μὴ γὰρ εἶναι μέγα θεοῦ ἐγκώμιον, εἰ δίκαιον σώσειεν· ἀγαθοῦ δέ, εἰ μετάνοιαν ἁμαρτωλοῦ προσοῖτο. καὶ τὸ μὲν ἄγαλμα θείᾳ δυνάμει διερράγη. ὁ δὲ θεὸς ἠγάθυνε τὸν βασιλέα καὶ εἰς Ἰερου‐ σαλὴμ αὐτὸν ἐξέπεμψεν. ὁ δὲ ἐπανελθὼν καὶ θείας χρηστότητος πεῖραν λαβὼν πᾶσαν μὲν εἰδωλικὴν κατέστρεψε σκηνήν· τὸ δὲ ἱερὸν τοῦ θεοῦ ἥγνισε καὶ τὸν νόμον ἐφύλαξε καὶ τὴν πόλιν τειχίσας καὶ ἐπικτίσας διεῖπε δικαίως καὶ εὐσεβῶς. δεδεμένῳ δὲ ὄντι ἐν φυλακῇ ἐν πέδαις χαλκαῖς ἐν Βαβυλῶνι ἐδίδοσαν αὐτῷ ἐκ πιτύρων ἄρτον βραχὺν καὶ ὕδωρ ὀλίγον σὺν ὄξει μετρητῷ, πρὸς τὸ ζῆν αὐτὸν καὶ μόνον. καὶ τότε προσηύξατο πρὸς κύριον· κύριε παντοκράτορ· καὶ ἐπακούσας ὁ θεὸς τῆς φωνῆς αὐτοῦ ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσμῶν καὶ ὑπέστρεψεν εἰς Ἱερουσαλήμ· καὶ λατρεύσας κυρίῳ ἐξ ὅλης καρδίας ἐλογίσθη δίκαιος. |
| μ 134 | Μανδαλωτόν: εἶδος φιλήματος ποικίλον καὶ ἡδύ. θηλυδριῶδες καὶ κατεγλωττισμένον καὶ μανδαλωτόν. Ἀριστοφάνης φησί. |
| μ 135 | Μανδάτωρος: εἶδος ἀξιώματος. |
| μ 136 | Μανδραγόρας: ὑπνωτικὸς καρπός. ἢ λήθης ποιητικός. καὶ φανεῖται πολὺν τὸν μανδραγόραν ἐκπεπωκώς. |
| μ 137 | Μανδραγορίζω. |
| μ 138 | Μάνδρων: ὄνομα κύριον. καὶ ζήτει περὶ τούτου παροιμίαν ἐν τῷ ἐγέ‐ νετο καὶ Μάνδρωνι. |
| μ 139 | Μανδύας: εἶδος ἱματίου, ὅπερ καλεῖται λωρίκιον. |
| μ 140 | Μάναιχμος, Ἀλωπεκοννήσιος, κατὰ δέ τινας Προικοννήσιος, φιλόσοφος Πλατωνικός. ἔγραψε φιλόσοφα· καὶ εἰς τὰς Πλάτωνος Πολιτείας βιβλία γʹ. |
| μ 141 | Μάναιχμος, Σικυώνιος, υἱὸς Ἀλκιβίου ἢ Ἀλκιβιάδου, ἱστορικός· γέγονε δὲ ἐπὶ τῶν διαδόχων. ἔγραψεν ἱστορίαν τὴν κατὰ τὸν Μακε‐ δόνα Ἀλέξανδρον. |
| μ 142 | Μάνεθως, Μένδης τῆς Αἰγύπτου, ἀρχιερεύς. ἔγραψε περὶ κα‐ τασκευῆς κυφίων. ζήτει τί τὸ κῦφι. |
| μ 143 | Μάνεθως, Διοσπόλεως τῆς Αἰγύπτου ἢ Σεβεννύτης. Φυσιο‐ λογικά, Ἀποτελεσματικὰ δι’ ἐπῶν· καὶ ἄλλα τινὰ ἀστρονομούμενα. |
| μ 144 | Μανέρως καὶ Περιμανώς: ὀνόματα ᾠδῆς. Εὔβουλος Καμπυλίωνι. |
| μ 145 | Μανείην: εὐκτικόν. |
| μ 146 | Μάνης: ὄνομα κύριον οἰκέτου. Ἀριστοφάνης Ὄρνισι· νῦν δ’ ἀνδράποδα, ἠλιθίους, Μάνας. |
| μ 147 | Μάνης· οὗτος ὁ τρισκατάρατος ἐπὶ Αὐρηλιανοῦ βασιλέως ἐφάνη, Χριστὸν ἑαυτὸν καὶ πνεῦμα ἅγιον φανταζόμενος· μαθητὰς ιβʹ ὡς ἂν ὁ Χριστὸς ἐπαγόμενος καὶ ἐκ πάσης αἱρέσεως εἴ τι κακὸν ἐρανισά‐ μενος ἐκ Περσίδος εἰς τὴν Ῥωμαίων γῆν κατὰ θεοῦ συγχώρησιν εἰσέφρησεν. οὗτος ὁ καὶ Μάνης καὶ Σκυθιανὸς λεγόμενος Βραχμὰν ἦν τὸ γένος, διδάσκαλον δὲ ἔσχε Βουδδᾶν τὸν πρῴην καλούμενον Τερέβινθον· ὃς παιδευθεὶς τὰ Ἑλλήνων τὴν Ἐμπεδοκλέους ἠγάπησεν αἵρεσιν, δύο ἀρχὰς λέγοντος ἀντικειμένας ἀλλήλαις. εἰσελθὼν δὲ ἐν Περσίδι ἐκ παρθένου ἑαυτὸν ἔφασκε γεγεννῆσθαι καὶ ἐν τοῖς ὄρεσιν ἀνατραφῆναι. καὶ συγγραψάμενος καὶ βιβλία δʹ τὸ μὲν ἐπωνόμασε τῶν Μυστρηρίων, τὸ δὲ τὸ Εὐαγγέλιον, τὸ δὲ τὸν Θησαυρόν, τὸ δὲ τῶν Κεφαλαίων. καὶ ὁ μὲν Βουδδᾶς οὗτος, ὁ καὶ Τερέβινθος, ὑπὸ πνεύ‐ ματος ἀκαθάρτου συντριβεὶς ἀπώλετο· γυνὴ δέ τις, παρ’ ᾗ κατέλυσε, τὰ χρήματα αὐτοῦ καὶ τὰς βεβήλους βίβλους κληρονομήσασα ὠνεῖται παιδάριον ἐτῶν ζʹ τοὔνομα Κούβρικον, ὃν καὶ διδάξασα γράμματα καὶ ἐλευθερώσασα κληρονόμον ἑαυτῆς πάντων καθίστησιν. ὁ δὲ λαβὼν τὰ βιβλία τοῦ Βουδδᾶ καὶ τὰ χρήματα διήρχετο τὴν Περσίδα, Μάνην ἑαυτὸν ὀνομάζων καὶ τῆς πλάνης τοῦ Βουδδᾶ συνίστωρ γενόμενος τὰ βιβλία πονήματα ἴδια ἔλεγεν. ὃν ὁ βασιλεὺς Περσῶν ἐξέδειρε ζῶντα, ὡς αἴτιον τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ γενόμενον. νοσοῦντος γὰρ καὶ θεραπείας πολλῆς παρὰ τῶν ἰατρῶν τυγχάνοντος, ὁ Κούβρικος ὑπ‐ έσχετο χωρὶς ἰατρῶν ἀναστῆσαι αὐτόν· καὶ ἀποστήσας τοὺς ἰατροὺς ἐθανάτωσεν αὐτόν. ὁ οὖν Μάνης οὗτος ἀποβαλόμενος τὴν παλαιὰν διαθήκην καὶ τὴν κτίσιν πᾶσαν καὶ τὴν τοῦ ἀνθρώπου κατασκευὴν οὐκ ἀγαθοῦ τινος εἶναι θεοῦ βλασφημῶν, ὑπὸ φθορὰν καὶ ἀλλοίωσιν οὖσαν, τὴν νέαν ὡς ἀγαθοῦ δῆθεν προσίεται θεοῦ καὶ κατὰ φαντασίαν καὶ δόκησιν τὸν Χριστὸν πεφηνέναι ἐτερατεύετο. καὶ καταδύσεις τινὰς ἐναγεῖς καὶ νυκτερινὰς καὶ παρανόμους μίξεις καὶ ἀρρητοποιΐας καὶ εἱμαρμένην καὶ μετενσωματώσεις καὶ ἄλλα τινὰ Ἑλληνικὰ διδάσκων. περὶ οὗ καὶ Θεόδωρος ὁ τῆς Ῥαϊθοῦ πρεσβύτερός φησι· Μάνης, ὃς φαντασίᾳ τινὶ ψιλῇ καὶ σχήματι διακένῳ σώματος ἀνθρωπείου πεφα‐ νερῶσθαι τὸν κύριον ἐφαντάσθη καὶ ὠνείρωξεν, ὡς πάσχειν μὲν δοκεῖν αὐτὸν καὶ πράττειν, ἅπερ ἔδρα καὶ ἔπασχε καθ’ ἡμᾶς, μηδὲν δὲ τού‐ των ἀληθείᾳ καὶ πράγματι ὑπάρξαι, ἀλλὰ δοκήσει μόνον καὶ ἀπάτῃ ἀποβουκολεῖν τοὺς ἀνθρώπους, οἷς καὶ συνανεστράφθαι νενόμισται. διὰ τοῦτο καὶ φύσεις δύο παραιτεῖται ἐπὶ τοῦ Χριστοῦ λέγειν, ἀλλὰ μίαν τῆς θεότητος. Παῦλος δέ τις σύγχρονος, ἐπίσκοπος Ἀντιοχείας τῆς μεγάλης, ψιλὸν ἄνθρωπον τὸν κύριον ἔφη, ὡς ἕνα τῶν προφη‐ τῶν. Παῦλος, ὅθεν καὶ Παυλικιανοί. |
| μ 148 | Μάνης: ἀνδριάς. ζήτει ἐν τῷ κότταβος. |
| μ 149 | Μάνης: ὄνομα Περσοῦ, ὃς ἀποδρὰς ἐκ τῆς τῶν Περσῶν βασι‐ λείας ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου τὰ Χριστιανῶν ἐτάραττε δόγ‐ ματα. κλίνεται Μάνεντος. |
| μ 150 | Μανιάκης: ὁ περιαυχένιος κόσμος. μανιάκαις καὶ περιχείροις ἦσαν κατακεκοσμημένοι. |
| μ 151 | Μανίαι δ’ οὐ πᾶσιν ὁμοῖαι: τῶν μανιῶν αἱ μέν εἰσιν ἄτοποι, ὡς αἱ τῶν παραπαιόντων, αἱ δὲ αἱρεταὶ καὶ εὐχῆς ἄξιοι, οἷαι τῶν ποιητῶν καὶ τῶν χρησμολόγων. |
| μ 152 | Μανίη: μανία. |
| μ 153 | Μανιῶν: πληθυντικῶς. ἀντὶ τοῦ μανίας. σὺ δ’ εἰς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας. λέγουσι δὲ καὶ ἑνικῶς, τὸ δὲ πλεῖστον πλη‐ θυντικῶς. τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε. Ἀριστοφάνης. καὶ Ὅμηρος εἰς τὴν αὐτὴν πλάστιγγα τῇ μανίᾳ τὴν μέθην τίθησιν. |
| μ 154 | Μανιχαῖος: αἱρεσιάρχης. |
| μ 155 | Μανθάνειν: γένεσις ἐπιστήμης. καὶ Μανθάνω, ἀντὶ τοῦ ἀκούω. μανθάνω γὰρ καὶ τοῦτο, ὅτι Μένανδρος ὁ κωμικὸς παρ’ ὀλίγον ἦλθε κριθῆναι δι’ οὐδὲν ἄλλο ἢ ὅτι φίλος ἦν αὐτῷ. |
| μ 156 | Μάννον· ὁ δὲ παρὰ Μάννον ἀπεχώρησε δεξιάς τε παραβάς, ἃς βασιλεῖ ἔδωκε, καὶ ὅρκους πατήσας, οὓς ὤμοσε. |
| μ 157 | Μανόν: ἀραιόν, χαῦνον· ἢ ἀνωφερές, ὡς φλόξ. καὶ ὁ μαινό‐ μενος, ὁ μὴ ἰσχυρὸς ταῖς φρεσί· καὶ ἡ μάννα ἀπὸ τοῦ τετρύφθαι ὠνόμασται. μανοὺς δὲ γενομένους τοὺς καλάμους καὶ διύγρους ἐκ τῆς ἄγαν διαβροχῆς καταρραίνειν οἴνῳ καὶ διδόναι τροφὴν τοῖς ὑποζυγίοις. |
| μ 158 | Μανόν· διαφέρει τὸ μανὸν τοῦ ναστοῦ. ζήτει ἐν τῷ ναστόν. |
| μ 159 | Μανότερος. |
| μ 160 | Μαντεύομαι· αἰτιατικῇ. |
| μ 161 | Μαντεία: ὁ χρησμός. Μαντίας δὲ ὄνομα κύριον. |
| μ 162 | Μαντεῖον· ζήτει ἐν τῷ Δωδωναῖον χαλκεῖον καὶ ἐν τῷ Δωδώνη. |
| μ 163 | Μαντιναίων διῳκισμός· εἰς πέντε κώμας τὴν Μαντιναίων διῴκησαν πόλιν οἱ Λακεδαιμόνιοι· καὶ ἐκλήθη τοῦτο Μαντιναίων διῳ‐ κισμός. |
| μ 164 | Μαντίνεον: ὄνομα τόπου. |
| μ 165 | Μαντίνεια· καὶ Μαντινεῖς, ἐθνικόν. καὶ Μαντινεική, τόπος. ζήτει ἐν τῷ πλίνθος. |
| μ 166 | Μαντίνη: ὄνομα κύριον. |
| μ 167 | Μαντιπόλος. |
| μ 168 | Μάντις, μάντεως, μάντει δοτική. |
| μ 169 | Μάντις, γενικῶς, θυοσκόοι ἱερῆες εἰδικῶς. ὅτι ἔστιν ἀκρὶς δυσκί‐ νητος, χλωρά, καλουμένη μάντις, ἧστινος προσέχοντες ταῖς κινήσεσι μαντεύονται. |
| μ 170 | Μαντοσυνῶν: μαντειῶν. |
| μ 171 | Μαξέντιος, βασιλεὺς Ῥωμαίων, ὃς κακῶς τοὺς Ῥωμαίους ἐπέτριβε τυραννικῷ μᾶλλον ἢ βασιλικῷ τρόπῳ χρώμενος κατ’ αὐτῶν, μοιχεύων ἀνέδην τὰς τῶν ἐλευθέρων γυναῖκας καὶ πολλοὺς ἀναιρῶν καὶ ποιῶν τούτοις ἀκόλουθα. τοῦτο γνοὺς ὁ μέγας Κωνσταντῖνος ῥύσασθαι Ῥωμαίους τῆς ὑπ’ αὐτὸν βασιλείας ἐσπούδαζεν εὐθύς τε φροντίδα ἐτίθει, τίνα τρόπον καθέλοι αὐτόν. ἐν τοιαύτῃ οὖν φροντίδι ὢν περὶ μεσημβρινὰς ἡλίου ὥρας εἶδεν ἐν τῷ οὐρανῷ στῦλον πυρὸς σταυροειδῆ γράφοντα, ἐν τούτῳ νίκα· καὶ γέγονε Χριστιανός. Λικίνιος δὲ ὁ συμβασιλεύων αὐτῷ, τὰς Ἑλληνικὰς ψύχων δόξας ἐμίσει Χριστι‐ ανοὺς καὶ διωγμὸν μὲν προφανῆ φόβῳ Κωνσταντίνου κινεῖν ὑπεστέλ‐ λετο, λεληθότως δὲ πολλοὺς ἐσκευωρεῖτο. προϊὼν δὲ καὶ φανερῶς ἐπεχείρει· καὶ γίνεται διωγμὸς τοπικός. τὸν δὲ Κωνσταντῖνον οὐκ ἐλάνθανε· νόμῳ γὰρ ὁ Λικίνιος τοὺς ἐπισκόπους ἐκέλευε μὴ φοιτᾶν παρ’ ἀλλήλους, ὡς ἂν μὴ ἔχῃ πρόφασιν αὔξεσθαι τὰ Χριστιανῶν. διακοπείσης δὲ τῆς πλαστῆς φιλίας, εἰς ἀπέχθειαν ἦλθον· καὶ τέλος ἀναιρεῖται ὑπὸ Κωνσταντίνου ὁ Λικίνιος. |
| μ 172 | Μαξιμῖνος, βασιλεὺς Ῥωμαίων. οὗτος παραλαβὼν τὴν ἀρχὴν πολλὴν τὴν μεταβολὴν ἐποιήσατο, τραχύτατα καὶ μετὰ πολλοῦ φόβου τῇ ἐξουσίᾳ χρώμενος, ἔκ τε ἡμέρου βασιλείας εἰς τυραννίδος ὠμό‐ τητα μεταγαγεῖν πάντα ἐπειρᾶτο. φύσει δὲ ἦν τὸ ἦθος ὥσπερ καὶ τὸ γένος βάρβαρος τό τε φονικὸν πάτριον ἔχων. εὐθέως οὖν τούς τε φίλους πάντας, οἳ συνῆσαν τῷ Ἀλεξάνδρῳ, σύνεδροί τε ὑπὸ τῆς συγ‐ κλήτου ἐπιλεχθέντες ἀπεσκευάσατο, βουλόμενος μόνος εἶναι ἐν τῷ στρατῷ καὶ μηδένα αὐτῷ παρεῖναι ἐκ συνειδήσεως εὐγενοῦς. πλεί‐ στους δὲ αὐτῶν καὶ ἀπέκτεινεν, ἐπιβουλὰς ὑποπτεύων. βασιλεύων δὲ τῆς ἑῴας πολλὰ μιαρὰ καὶ ἄτοπα καθ’ ὑπερβολὴν ἐπεδείξατο καὶ πρὸς τούτοις διωγμὸν ἀπηνῆ καὶ ἀπάνθρωπον κατὰ πᾶσαν ἀνατολὴν εἰς τοὺς Χριστιανούς, καθ’ ὃν πλεῖστοι τῶν εὐδοκίμων ἐμαρτύρησαν. ἄξια δὲ τῆς δυσσεβείας αὐτοῦ προοίμια τῆς μελλούσης αὐτὸν δια‐ δέχεσθαι κολάσεως εἰκότως πέπονθε· νόσῳ γὰρ δεινοτάτῃ περιπε‐ σόντος, ἀλγηδόνες ἰσχυραὶ τὴν πᾶσαν σάρκα αὐτοῦ διελυμαίνοντο· καὶ τὰ μὲν ἔγκατα διεφθείροντο ὑπὸ τῆς ἐνδομυχούσης σφοδροτάτης πυ‐ ρώσεως, ἡ δὲ σὰρξ πᾶσα κηροῦ δίκην ἐξετήκετο· λαβροτέρως δὲ φλο‐ γιζομένῳ καὶ τηγανιζομένῳ καὶ αὐτὰ συνεφρύγησαν τὰ ὀστᾶ, ὥστε ἐξαφανισθῆναι καὶ τὸν χαρακτῆρα τῆς ἀνθρωπίνης μορφῆς. ἐλεεινῶς δὲ κατασηπόμενος τοσαύτην δυσωδίαν ἐξέπεμπεν, ὡς οὐδὲν τὼν ἐν τάφοις διαλυθέντων διαφέρειν. ὁ δὲ βραχὺ ἐμπνέων καὶ στενάξας ἀπέθανε. |
| μ 173 | Μάξιμος, Τύριος, φιλόσοφος, διέτριψε δὲ ἐν Ῥώμῃ ἐπὶ Κομόδου. Περὶ Ὁμήρου καὶ τίς ἡ παρ’ αὐτῷ ἀρχαία φιλοσοφία· Εἰ καλῶς Σω‐ κράτης οὐκ ἀπελογήσατο· καὶ ἄλλα τινὰ φιλόσοφα ζητήματα. |
| μ 174 | Μάξιμος, Ἠπειρώτης ἢ Βυζάντιος, φιλόσοφος, διδάσκαλος Ἰου‐ λιανοῦ Καίσαρος τοῦ Παραβάτου. ἔγραψε Περὶ ἀλύτων ἀντιθέσεων, Περὶ καταρχῶν, Περὶ ἀριθμῶν, ὑπόμνημα εἰς Ἀριστοτέλην, καὶ ἄλλα τινὰ πρὸς τὸν αὐτὸν Ἰουλιανόν. |
| μ 175 | Μαπέειν: καταλαβεῖν. |
| μ 176 | Μαραθίωνος. καὶ Μαραθήσιον, ὄνομα τόπου. |
| μ 177 | Μαραθών: τόπος Ἀθήνησιν· ἀπὸ Μαράθου, υἱοῦ Ἀπόλλωνος. τοῦτον Καλλίμαχος ἐννότιον λέγει, τουτέστιν ἔνυδρον. καὶ Μαρα‐ θώνιον ἔργον. καὶ Μαραθωνομάχαι, σφενδάμνινοι. ζήτει περὶ Μαρα‐ θῶνος ἐν τῷ διεξιφίσω. |
| μ 178 | Μαραναθά: Ἑβραϊστὶ ἀντὶ τοῦ εἶδον τὸν κύριον. |
| μ 179 | Μαραναθά: κατὰ τὴν Ἑβραΐδα φωνὴν λέγει, ἀντὶ τοῦ ὁ κύριος ἡμῶν ἦλθε. τὸν δὲ τῆς οἰκονομίας βεβαιῶν λόγον τοῦτό φησιν· ὡσανεὶ ἔλεγεν, ὁ πάντων ἡμῶν δεσπότης καταβῆναι τοσοῦτον κατηξίωσε, καὶ ὑμεῖς ἐν τοῖς αὐτοῖς ἐστε ἁμαρτάνοντες καὶ οὐ φρίττετε τῆς ἀγά‐ πης τὴν ὑπερβολήν, τῶν ἀγαθῶν τὸ κεφάλαιον. ἐννόησον γὰρ τοῦτο μόνον, φησί, καὶ ἀρκέσει σοι εἰς πάσης ἀρετῆς προκοπήν· καὶ πᾶσαν δυνήσῃ κατασβέσαι τὴν ἁμαρτίαν. |
| μ 180 | Μαραντώπη: ὄνομα κύριον. |
| μ 181 | Μάρας, ἀπὸ Βεροίας τῆς ἐν Συρίᾳ πόλεως, ἀνὴρ τῶν πλου‐ σιωτάτων, ἀλλ’ ὅμως ὁ κόρος οὐδεμίαν αὐτῷ ὕβριν ἐνέτεκεν· οὐδὲ γὰρ κόρος οὐδεὶς ἐφαίνετο τῶν χρημάτων, ἀλλὰ ταῦτα μὲν ὄργανα ἐποιεῖτο δικαιοσύνης τε καὶ φιλανθρωπίας, ἐπιχορηγῶν τε τοῖς δεο‐ μένοις καὶ φιλοτιμούμενος ἐν τοῖς πολιτεύμασιν. οὕτω παρεῖχεν ἑαυτὸν τοῖς πᾶσιν ἐπιεικῆ καὶ δίκαιον, ὥστε οὔτε τῶν πολιτῶν οὐδεὶς αὐτῷ ἐγκέκληκε πώποτε οὔτε ξένων οὔτε τῶν κατ’ ἀστὺ γειτόνων οὔτε τῶν ἐν ἀγροῖς ὁμορούντων. οὐ μὴν ταῦτα δικαιοσύνης ἔργα ἀπελογίζετο, εἰ μηδένα ἀδικεῖν τῶν πολιτευομένων, ἀλλ’ ἐκεῖνα μᾶλλον, εἰ μὴ κάμνοι εὐεργετῶν. τοιγαροῦν οὐ τῶν ἑαυτοῦ μόνον ἐπεμελεῖτο πραγμάτων, ἀλλὰ καὶ τῶν ἀλλοτρίων, μάλιστα τῶν παρακεκτημένων ἔν τε τῷ ἄστει καὶ κατ’ ἀγρούς. μάλιστα δὲ τούτου τεκμήριον, εἴ τις ἠβούλετό τι πωλεῖν ἤ τις ὠνεῖσθαι τῶν πλησιαζόντων αὐτῷ, ὁ μὲν προσαπῄτει, ὁ δὲ προσετίθει τῷ τιμήματι τῆς ἄλλης ἀξίας, ὑπὲρ αὐτοῦ γέ τοι δήπουθεν, ὑπὲρ τοῦ κτήσασθαι ὅμορον καὶ γείτονα Μάραν, τὸν πάντων ἀνθρώπων δικαιότατον. ὥστε καὶ ἐξενίκησεν εἰς παροι‐ μίαν ὁ Μάρας, ἐπὶ δικαίᾳ χρήσει τῶν πέλας. |
| μ 182 | Μαργαρίτης. λύσις ὀνείρου· μαργαρίται δηλοῦσι δακρύων ῥόον. |
| μ 183 | Μαργαίνει: μαίνεται. |
| μ 184 | Μάργης καὶ Μάργος: μαινόμενος. καὶ Ὑπερμαργότερος, ὁ ὑπερμαινόμενος. καὶ Γαστρίμαργος, ὁ περὶ τὴν γαστέρα με‐ μηνώς. |
| μ 185 | Μαργίτης· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος· ἐπωνυμίαν Ἀλεξάνδρῳ Μαργίτην ἔθετο. ἐκάλουν δὲ τοὺς ἀνοήτους οὕτως. |
| μ 186 | Μαργῶσαν χεῖρα: μαινομένην χεῖρα. |
| μ 187 | Μαργίτης: ἀνὴρ ἐπὶ μωρίᾳ κωμῳδούμενος. ὅν φασιν ἀριθμῆσαι μὲν μὴ πλείω τῶν εʹ δυνηθῆναι· νύμφην δὲ ἀγόμενον μὴ ἅψασθαι αὐτῆς, ἀλλὰ φοβεῖσθαι λέγοντα, μὴ τῇ μητρὶ αὐτὸν διαβάλῃ· ἀγνοεῖν δὲ νεανίαν ἤδη γεγενημένον καὶ πυνθάνεσθαι τῆς μητρός, εἴγε ἀπὸ τοῦ αὑτοῦ πατρὸς ἐτέχθη. |
| μ 188 | Μαρδόνιος: ὄνομα κύριον. |
| μ 189 | Μάρδονος. |
| μ 190 | Μαρδοχαῖος: ὄνομα κύριον. ζήτει ἐν τῷ Ἀμὰν καὶ ἐν τῷ Ἐσθήρ. |
| μ 191 | Μάρδοι: ἔθνος τὸ πᾶν λῃσταί· καὶ οὔτ’ ἂν εὖ ποιῶν τις αὐ‐ τοὺς πιστοὺς κτήσαιτο οὔτ’ ἂν κακώσας ἐς τοσόνδε ταπεινώσειεν, ὡς εἰ τοῦ φόβου ἀπαλλαχθεῖεν, μὴ ἂν παραυτίκα ἐπιθέσθαι, οἷς πάλαι ὑπέδυσαν. |
| μ 192 | Μάρδοι: ἔθνος πολυάνθρωπον, τραχεῖαν γῆν ἐποικοῦντες καὶ μόλις ἀφ’ ὧν γεωργοῦσι τρεφόμενοι, ἄνιπποι καὶ πένητες· ὡς καὶ τὴν πρώτην ἀπιστεῖσθαι τύχην. |
| μ 193 | Μαραίνω· αἰτιατικῇ. |
| μ 194 | Μαριανός, Μάρσου δικηγόρου, τῶν ὑπάρχων Ῥώμης. Ῥωμαῖος μὲν τὸ ἀρχαῖον, μετοικήσαντος δὲ τοῦ πατρὸς Ἐλευθερόπολιν, μίαν τῶν τῆς πρώτης Παλαιστίνης, ἀπὸ ὑπάτων καὶ ὑπάρχων καὶ πατρί‐ κιος γεγονώς, τὸ ἐπιφανέστερον, κατὰ τὸν βασιλέα Ἀναστάσιον. ἔγραψε βιβλία τοσαῦτα· Μετάφρασιν Θεοκρίτου ἐν ἰάμβοις ͵γρνʹ, Μετάφρασιν Ἀπολλωνίου τῶν Ἀργοναυτικῶν ἐν ἰάμβοις ͵εχηʹ, Μετάφρασιν Καλλι‐ μάχου Ἑκάλης, ὕμνων καὶ τῶν Αἰτίων καὶ ἐπιγραμμάτων ἐν ἰάμβοις ͵ϛωιʹ, Μετάφρασιν Ἀράτου ἐν ἰάμβοις ͵αρμʹ, Μετάφρασιν Νικάνδρου τῶν Θηριακῶν ἐν ἰάμβοις ͵ατοʹ· καὶ ἄλλας πολλὰς μεταφράσεις. |
| μ 195 | Μαριλάδης: ὄνομα. τουτέστι γέρων Ἀχαρνικός. |
| μ 196 | Μαρίλη: ἀμαυρὸν πῦρ. ὁ χνοῦς, καὶ τὸ λεπτότατον τῶν ἀνθράκων. χαλκεὺς οἷά τις γέμων καπνοῦ καὶ μαρίλης. καὶ Κρατῖνος ἐν Ὥραις· ἐφθάρη μαρίλης τὴν φάρυγγα πλέαν ἔχων. ἡ ἀπὸ τῶν ἀνθράκων σποδιά. Ἀριστοφάνης· ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν ὁ λάρκος ἐπετίλησεν, ὥσπερ σηπία. |
| μ 197 | Μαρίνα. |
| μ 198 | Μαρῖνος, Νεαπολίτης, φιλόσοφος καὶ ῥήτωρ, μαθητὴς Πρόκλου τοῦ φιλοσόφου καὶ διάδοχος. ἔγραψε βίον Πρόκλου τοῦ αὑτοῦ δι‐ δασκάλου καὶ καταλογάδην καὶ ἐπικῶς· καὶ ἄλλα τινὰ φιλοσόφων ζητήματα. |
| μ 199 | Μαρῖνος· οὗτος τὴν Πρόκλου διατριβὴν παραδεξάμενος καὶ Ἰσιδώρου τοῦ φιλοσόφου τῶν Ἀριστοτέλους λόγων καθηγησάμενος, ἐλθόντι τὸ δεύτερον Ἀθήναζε, τοῦ κοινοῦ διδασκάλου τετελευτηκότος, ἐπέδειξεν αὐτῷ συγγεγραμμένον ὑπόμνημα πρὸς ἑαυτοῦ στίχων παμ‐ πόλλων εἰς τὸν Πλάτωνος Φίληβον, ἐντυχεῖν τε καὶ ἐπικρῖναι κελεύσας, εἰ ἐξοιστέον εἴη τὸ βιβλίον. ὁ δὲ ἀναγνοὺς ἐπιμελῶς οὐδὲν ἀπεκρύ‐ ψατο τῶν αὑτῷ δοκούντων, οὐ μέντοι ἄμουσον ἀφῆκε φωνὴν οὐδεμίαν, τοσοῦτον δὲ ἔφη μόνον, ἱκανὰ εἶναι τὰ τοῦ διδασκάλου ὑπομνήματα εἰς τὸν διάλογον· συνεὶς δ’ ἐκεῖνος παραυτίκα διέφθειρε πυρὶ τὸ βιβλίον. ἤδη δὲ καὶ πρότερον δι’ ἐπιστολῆς ἐκοινώσατο πρὸς αὐτὸν τὴν ἑαυτοῦ δόξαν τῶν εἰς Παρμενίδην ὑποθέσεών τε καὶ ἐξηγήσεων· τά τε ἐπιχειρήματα συντάξας ἔπεμψεν, οἷς ἐπείσθη μὴ εἶναι τὸν διάλογον περὶ θεῶν ὁ Μαρῖνος, ἀλλὰ περὶ εἰδῶν. ἐφ’ ᾧ καὶ ὑπο‐ μνήματα κατεβάλετο, τοῦτον ἐξηγούμενα τὸν τρόπον τὰς Παρμενίδου διαλεκτικὰς ὑποθέσεις. ὁ δὲ καὶ πρὸς ταύτην ἀντιγράφει τὴν ἐπι‐ στολήν, μυρίαις ὅσαις ἀποδείξεσι καταβαλόμενος, ἀληθεστάτην εἶναι τὴν θειοτέραν ἐξήγησιν τοῦ διαλόγου, ὥστε εἰ μὴ ἔφθη τὸ βιβλίον ἐκδεδομένον, τάχα ἂν καὶ τοῦτο διέφθειρεν. ἴσως δὲ αὐτὸν διεκώλυσε καὶ ἡ ὄψις τοῦ ἐνυπνίου· ὅτι θεάσασθαί ποτε ἔλεγεν ὁ Πρόκλος, ὡς ὑπομνημάτων εἰς Παρμενίδην αὐτοῦ Μαρίνου ἐσομένων. |
| μ 200 | Μαρίωνος: ὄνομα κύριον. |
| μ 201 | Μάρις, τῆς ἐν Βιθυνίᾳ Χαλκηδόνος ἐπίσκοπος· καταλαβὼν δὲ Ἰουλιανὸν τὸν Παραβάτην θύοντα τῇ Τύχῃ ἐν τῇ βασιλικῇ Κωνσταν‐ τινουπόλεως, τηνικαῦτα χειραγωγούμενος (ἦν γὰρ δὴ πρὸς τῷ γήρᾳ ὑπόχυσιν ὀφθαλμῶν ὑπομείνας), πολλὰ τὸν βασιλέα προσελθὼν περι‐ ύβρισε τὸν ἀσεβῆ καλῶν, τὸν ἀποστάτην, τὸν ἄθεον. ὁ δὲ λόγοις τὰς ὕβρεις ἠμύνετο τυφλὸν καλέσας, καὶ οὐκ ἄν, φησίν, οὐδὲ ὁ Γαλιλαῖός σου θεὸς θεραπεύσῃ σε. Γαλιλαῖον γὰρ εἰώθει καλεῖν τὸν Χριστόν. ὁ δὲ δὴ Μάρις παρρησιαίτερον πρὸς τὸν βασιλέα εἶπεν· εὐχαριστῶ, φησί, τῷ θεῷ τῷ τυφλώσαντί με, ἵνα μὴ ἴδω τὸ πρόσωπόν σου, οὕτως ἐκπεπτωκὸς πρὸς τὴν ἀσέβειαν. οὐδὲν πρὸς ταῦτα ὁ Ἰουλια‐ νὸς ἀπεκρίνατο, δεινῶς δὲ καὶ τοῦτο μετήρχετο· ἑωρακὼς γὰρ τοὺς ἐπὶ Διοκλητιανοῦ μαρτυρήσαντας ὑπὸ τῶν Χριστιανῶν τιμωμένους, προθύμως τε σπεύδειν ἐπὶ τῷ μαρτυρῆσαι πολλοὺς ἐπειγομένους ὥσπερ αὐτῷ τούτῳ τοὺς Χριστιανοὺς ἀμυνόμενος, ἐπὶ ἑτέραν ἐτρέπετο. καὶ τὴν μὲν ὑπερβάλλουσαν ἐπὶ Διοκλητιανοῦ ὠμότητα ὑπερέθετο· οὐ μὴν πάντη τοῦ διώκειν ἀπέσχετο. διωγμὸν δὲ λέγω τὸ ὁπωσοῦν ταράττειν τοὺς ἡσυχάζοντας. ἐτάραττε δὲ ὧδε· νόμῳ ἐκέλευε Χριστι‐ ανοὺς παιδεύσεως μὴ μετέχειν, ἵνα μή, φησίν, ἀκονώμενοι τὴν γλῶτ‐ ταν ἑτοίμως πρὸς τοὺς διαλεκτικοὺς τῶν Ἑλλήνων ἀπαντῶσι. πολλὰ δὲ ἐπὶ πολλοῖς μηχανησάμενος ἔπεισέ τινας πρὸς τὸ θύειν ἀποκλῖναι· ἐν οἷς καὶ Ἑκηβόλιον Κωνσταντινουπόλεως σοφιστήν. |
| μ 202 | Μαρκελλῖνος, ἀνὴρ ἐπιεικὴς καὶ γενναῖος, ἐδυνάστευε μὲν Δαλμάτας, ἐν Ἠπείρῳ κατῳκημένων Ἰλλυριῶν, ἐπεπαίδευτο δὲ τὴν Ῥωμαΐδα παιδείαν καὶ μαντικῆς ἐμπειρότατος ἐγεγόνει καὶ τἄλλα φιλο‐ λογώτατος· ὃς ἐλευθέραν ἐκέκτητο τὴν ἀρχήν, οὔτε Ῥωμαίων βασιλείᾳ δουλεύων οὔτε ἄλλῳ δυναστεύοντι τῶν ἐθνῶν οὐδενί, ἀλλ’ ἦν αὐτό‐ νομος, μετὰ δικαιοσύνης ἐξηγούμενος τῶν ὑπηκόων. παρῆν δὲ αὐτῷ καὶ φρόνησις ἱκανὴ πολιτεύματος καὶ ἀνδρεία θαυμαστή, μεμελετηκυῖα τὰ πρὸς πόλεμον· ᾧ συνῆν Σαλούστιος ὁ φιλόσοφος. |
| μ 203 | Μάρκελλος, μάγιστρος Ἀρκαδίου τοῦ βασιλέως, κόσμος ἀρετῆς ἁπάσης ἤ, τό γε ἁρμονικώτερον εἰπεῖν, ἀρετή τις ἔμψυχος. |
| μ 204 | Μάρκελλος, Περγαμηνός, ῥήτωρ. ἔγραψε βιβλίον Ἀδριανὸν ἢ περὶ βασιλείας. |
| μ 205 | Μάρκελλος Σιδήτης, ἰατρός, ἐπὶ Μάρκου Ἀντωνίνου. οὗτος ἔγραψε δι’ ἐπῶν ἡρωϊκῶν βιβλία ἰατρικὰ δύο καὶ μʹ, ἐν οἷς καὶ περὶ λυκανθρώπου. |
| μ 206 | Μάρκελλος, στρατηγὸς ἐπὶ Κομόδου· ὃς δωροδοκίας τοσοῦτον ἀπεῖχεν, ὅσον τῆς γε φιλανθρωπίας καὶ τῆς ἡμερότητος μετεῖχεν. ὅπως γὰρ δὴ διὰ πάσης τῆς νυκτὸς ἐγρηγορέναι δοκῇ καὶ κατὰ τοῦτο μηδὲ τῶν ἄλλων τις τῶν συνόντων οἱ τις καθεύδῃ, ιβʹ γραμματεῖα, οἷά γε ἐκ φιλύρας ποιεῖται, καθ’ ἑκάστην ἑσπέραν ὡς εἰπεῖν συνέγραφε καὶ προσέταττέ τινι ἄλλο ἄλλῃ ὥρᾳ κομίζειν τισίν, ἵν’ ὡς καὶ ἀεὶ ἐγρηγορὼς θαυμάζηται. ἦν μὲν γὰρ καὶ ἄλλως ὑπνομαχεῖν πεφυκώς, ἐπὶ πλεῖον δὲ αὐτὸ καὶ ἐκ τῆς τροφῆς ἠσκήκει. τά τε γὰρ ἄλλα ἥκιστα ἄδην ἐσιτεῖτο, καὶ ὅπως μηδὲ τῶν ἄρτων διαπιμπλᾶται, ἐκ τῆς Ῥώμης αὐτοὺς μετεπέμπετο, οὐχ ὡς οὐ δυνάμενος τῶν ἐπιχωρίων ἐσθίειν, ἀλλ’ ἵν’ ὑπὸ τῆς παλαιότητος αὐτῶν μὴ δύνηται μηδὲ σμικρῷ πλέον τοῦ πάνυ ἀναγκαίου φαγεῖν· τὰ γὰρ οὖλα αὐτοῦ κακῶς ἔχοντα ῥᾳδίως ὑπὸ τῆς τῶν ἄρτων ξηρότητος ᾑμάσσετο. ἐπετήδευε δ’ οὖν ἐπὶ μεῖζον αὐτὸ πλάττεσθαι, ἵν’ ὡς μάλιστα διαγρυπνεῖν δοκῇ. |
| μ 207 | Μαρκιανός· οὗτος ἐπὶ Οὐάλεντος τοῦ βασιλέως ἦν καὶ Ἀγελίου ἐπισκόπου Κωνσταντινουπόλεως, ἐλλόγιμος· ὃς πάλαι μὲν κατὰ τὰ βασίλεια ἐστρατεύετο, τότε δὲ πρεσβύτερος τῆς Ναυατιανῶν ἦν ἐκ‐ κλησίας, γραμματικοὺς λόγους Ἀναστασίαν τὴν τοῦ βασιλέως θυγατέρα διδάσκων. |
| μ 208 | Μαρκιανός· οὗτος συνῆν Μουσωνίῳ ἐκ Παμφυλίας, ἀνὴρ ἐς ἀρετὴν ἅπασαν ὥσπερ τις κανὼν ἀπηκριβωμένος· φιλόκαλος γὰρ ὢν καὶ φιλάγαθος ὁ Μουσώνιος τοὺς πανταχόθεν εἷλκε παρ’ ἑαυτόν, ὥσπερ ἡ μαγνῆτις τὸν σίδηρον. οὐκ ἦν δὲ βασανίζειν ὁποῖός τις ὁ δεῖνα, ἀλλὰ Μουσωνίου φίλον ἀκούσαντα ὅτι καλὸς ἦν εἰδέναι. |
| μ 209 | Μαρκιανός· οὗτος ἐπὶ Ζήνωνος ἤκμαζεν. ἐν ᾧ δὲ ἦν εὐκτη‐ ρίῳ πρεσβύτερος χειροτονηθείς, διετέλει. μεγίστης δὲ ἐξουσίας τυχὼν παρὰ Ἴλλου οὗτος ὁ πλάνος καὶ τοῖς Ἐπικουρείοις δόγμασιν ὁσημέραι αὑτὸν κακύνων, αὐτοφυῆ ἔλεγε τὸν κόσμον καὶ διοικεῖσθαι οὐκ ἐκ θεοῦ, ἀλλ’ ἐξ ἐνεργείας τῆς τῶν ἀστέρων. καθὸ γὰρ ἕκαστον αὐτῶν τῇ τούτων φθάσει συμπεριφερόμενον δινήσει, τῶν κατ’ αὐτὴν τικτο‐ μένων τὴν ῥοπὴν τὴν ἐπικρατείαν κληροῦνται. |
| μ 210 | Μάρκιος, στρατηγὸς Ῥωμαίων. οὗτος ἐφυγαδεύθη ὑπὸ τοῦ δήμου· ἦν τε οἰμωγὴ καὶ δάκρυα τῶν προπεμπόντων αὐτὸν καὶ οἰκ‐ τειρόντων. ὁ δὲ Μάρκιος οὔτε ἀνακλαυσάμενος ὤφθη τὰς ἑαυτοῦ τύχας οὔτε ἀποιμώξας οὔτε ἄλλο εἰπὼν ἢ δράσας ἀνάξιον τῆς ἑαυτοῦ μεγαλοφροσύνης οὐδοτιοῦν. ἔτι δὲ μᾶλλον ἐδήλωσε τὴν καρτερίαν καὶ τὴν γενναιότητα τῆς γνώμης, ἐπειδὴ οἴκαδε ἀφικόμενος γυναῖκά τε εἶδε καὶ μητέρα καταρρηγνυμένας τοὺς πέπλους καὶ τὰ στέρνα τυπτού‐ σας καὶ οἷα εἰκός ἐστιν ἐπὶ τοιαύταις συμφοραῖς λέγειν τὰς ἀπο‐ ζευγνυμένας ἀπὸ τῶν ἀναγκαιοτάτων σφίσι θανάτοις ἢ φυγαῖς ἀνα‐ βοώσας· οὐδὲ πρὸς τὰ δάκρυα τῶν παίδων ἔπαθεν· ὧν ὁ εἷς δέκα γεγονὼς ἔτη, ὁ δὲ ὑπαγκάλιος· ἀλλ’ ἐξῄει κατὰ σπουδὴν ἐπὶ τὰς πύλας, οὐθενὶ δηλώσας, ὅπου τὴν ἀπαλλαγὴν ποιήσοιτο. ἦν δὲ ἀνὴρ ἄριστος τὰ πολέμια καὶ πρὸς πάσας τὰς ἡδονὰς ἐγκρατής, τά τε δίκαια οὐκ ἀπὸ νόμου μᾶλλον ἀνάγκης ἅπασιν ἀποδιδούς, ἀλλ’ ἑκών τε καὶ προσπεφυκὼς πρὸς αὐτὰ εὖ. καὶ οὐ μόνον αὐτὸς ἁγνεύειν ἀπὸ πάσης κακίας προθυμούμενος, ἀλλὰ καὶ τοὺς ἄλλους προσαναγκάζειν δικαιῶν, μεγαλόφρων τε καὶ δωρηματικὸς καὶ ἐς ἐπανόρθωσιν προχειρότατος. ἀλλὰ γὰρ ἐν ἀδυνάτῳ ἦν ἄρα πάσας τὰς ἀρετὰς ἐν ἀνθρώπου γενέσθαι φύσει, οὐδὲ φύεταί τις ἀπὸ θνητῶν καὶ ἐπικήρων σπερμάτων περὶ πάντα ἀγαθός· ἐκείνῳ γε οὖν πάντα καὶ τὰς ἀρετὰς ὁ δαίμων χαρι‐ σάμενος ἑτέρας οὐκ εὐτυχεῖς κῆράς τε καὶ ἄτας προσῆψε. τὸ γὰρ πραῢ καὶ φαιδρὸν οὐκ ἐπῆν αὐτοῦ τοῖς τρόποις, οὐδὲ τὸ θεραπευτικὸν τῶν πέλας ἔν τε ἀσπασμοῖς καὶ προσαγορεύσει, οὐδὲ δὴ τὸ εὐδιάλλακτον καὶ μετριοπαθές, ὁπότε δι’ ὀργῆς ὅτῳ γένοιτο, οὐδὲ ἡ πάντα τὰ ἀν‐ θρώπινα ἐπικοσμοῦσα χάρις, ἀλλ’ ἀεὶ πικρὸς καὶ χαλεπὸς ἦν. ταῦτα τε δὴ αὐτὸν ἐν πολλοῖς ἔβλαψε, καὶ πάντων μάλιστα ἡ περὶ τὰ δί‐ καια καὶ τὴν φυλακὴν τῶν νόμων ἄκριτός τε καὶ ἀπαράπειστος καὶ οὐθὲν τῷ ἐπιεικεῖ διδοῦσα ἀποτομία. ἔοικεν ἀληθὲς εἶναι τὸ ὑπὸ τῶν ἀρχαίων λεγόμενον φιλοσόφων, ὅτι μεσότητές εἰσιν, οὐκ ἀκρότητες αἱ τῶν ἠθῶν ἀρεταί, μάλιστα δὲ ἡ δικαιοσύνη. οὐ γὰρ μόνον λείπουσα τοῦ δικαίου πέφυκεν, ἀλλὰ καὶ ὑπερβάλλουσα· αὐτοῖς τε οὐ λυσιτελής ἐστιν, ἀλλ’ αἰτία μεγάλων συμφορῶν. Μάρκιον γὰρ τὸ ἄκρον δίκαιον ἔβλαψε, καὶ ἐξηλάθη τῆς πατρίδος· πάντα γὰρ τὰ μὴ δίκαια ἀντιλέ‐ γων μῖσος ἤγειρεν. εἰ μὲν οὖν ἅμα τοῖς σώμασι διαλυομένοις καὶ τὸ τῆς ψυχῆς, ὅ τι δή ποτέ ἐστιν ἐκεῖνο, συνδιαλύεται, καὶ οὐδαμῆ οὐθὲν ἔτι ἐστίν, οὐκ οἶδα πῶς μακαρίους ὑπολάβω τοὺς μηθὲν μὲν ἀπολαύ‐ σαντας τῆς ἀρετῆς ἀγαθόν, δι’ αὐτὴν δὲ ταύτην ἀπολομένους· εἰ δὲ καὶ ἄφθαρτοι μέχρι τοῦ παντὸς αἱ ψυχαὶ τυγχάνουσιν ἡμῶν οὖσαι, ἢ χρόνον μετὰ τὴν ἀπαλλαγὴν τῶν σωμάτων ἐνδιαμένουσι, μήκιστον μὲν αἱ τῶν ἀγαθῶν ἀνδρῶν, ἐλάχιστον δὲ αἱ τῶν κακῶν, ἀποχρῶσα τιμὴ φαίνοιτο αὐτοῖς ἀρετὴν ἀσκοῦσιν· ἠναντιώθη παρὰ τῆς τύχης, ἡ παρὰ τῶν ζώντων εὐλογία καὶ μνήμη μέχρι πλείστου παραμείνασα χρόνου. ὃ καὶ τῷ ἀνδρὶ ἐκείνῳ συνέβη. οὐ γὰρ μόνον Οὐολοῦσκοι τοῦτον ἐπένθησαν, ὧν ἦρχεν, ἀλλὰ καὶ Ῥωμαῖοι πένθος ἐποιήσαντο ἰδίᾳ καὶ δημοσίᾳ, καὶ αἱ γυναῖκες ἀποθέμεναι χρυσὸν καὶ τὸν ἄλλον κόσμον καὶ μέλασιν ἀμφίοις χρησάμεναι καὶ πενθήσασαι ἐνιαύσιον χρόνον· καὶ ἐτῶν ἐς τόδε φʹ διαγεγονότων, οὐ γέγονεν ἐξίτηλος ἡ τοῦ ἀνδρὸς μνήμη. |
| μ 211 | Μάρκιος νέος· ζήτει ἐν τῷ Βουολοῦσκοι. |
| μ 212 | Μάρκιον: ὄνομα ὄρους. |
| μ 213 | Μαρκίωνος. |
| μ 214 | Μάρκος, ὁ καὶ Ἀντωνῖνος, βασιλεὺς Ῥωμαίων ὁ ἐπαινετὸς κατὰ πάντα φιλόσοφος· ἀκροατὴς μὲν καὶ ἄλλων πολλῶν γενόμενος. ὕστερον δὲ διήκουσε Σέξτου, ἐκ Βοιωτίας φιλοσόφου, ἐπ’ αὐτῆς Ῥώ‐ μης, θαμίζων αὐτῷ καὶ φοιτῶν ἐπὶ θύρας· πρὸς ὃν καὶ Λούκιός τις ῥήτωρ, γνώριμος Ἡρώδου τοῦ Ἀθηναίου ῥήτορος, ἤρετο προϊόντα, ποῖ βαδίζοι καὶ ἐφ’ ὅ τι. καὶ ὁ Μάρκος, καλόν, ἔφη, καὶ γηράσκοντι τὸ μανθάνειν. εἶμι δὴ πρὸς Σέξτον τὸν φιλόσοφον μαθησόμενος ἃ οὔπω οἶδα. καὶ ὁ Λούκιος ἐξάρας τὴν χεῖρα εἰς τὸν οὐρανόν, ὦ ἥλιε, ἔφη, ὁ Ῥωμαίων βασιλεὺς γηράσκων ἤδη δέλτον ἐφαψάμενος ἐς δι‐ δασκάλου φοιτᾷ. ὁ δὲ ἐμὸς βασιλεὺς Ἀλέξανδρος δύο καὶ τριάκοντα ἐτῶν ἀπέθανεν. οὗτος ἔγραψε τοῦ ἰδίου βίου ἀγωγὴν ἐν βιβλίοις ιβʹ. |
| μ 215 | Μάρκος, βασιλεὺς Ῥωμαίων· ὃν ἐκπλήττεσθαι ἐν σιωπῇ μᾶλλον ἢ ἐπαινεῖν ῥᾴδιον, οὐδενὸς λόγου ταῖς τοῦ ἀνδρὸς ἀρεταῖς ἐξισουμένου. ἐκ πρώτης γὰρ ἤδη τῆς ἡλικίας εὐσταθῆ τε καὶ ἡσύχιον βίον ὑπο‐ στησάμενος οὔτε κατὰ δέος οὔτε καθ’ ἡδονὴν τραπεὶς τὸ πρόσωπον ὤφθη πώποτε. ἐπαινεῖ δὲ τῶν φιλοσόφων τοὺς ἀπὸ τῆς Στοᾶς καὶ ἦν ἄρα ἐκείνων μιμητὴς οὐ μόνον κατὰ τὴν τῶν διαιτημάτων ἐπιτή‐ δευσιν, ἀλλὰ καὶ κατὰ τὴν τῶν μαθημάτων σύλληψιν. οὕτω γοῦν ἐκ νέας κομιδῆ τῆς ἡλικίας ἐξέλαμπεν, ὡς πολλάκις τὸν Ἀδριανὸν ἐπὶ τοῦτον ἐθελῆσαι τὸν τῆς βασιλείας ἀγαγεῖν κλῆρον. ἐπεὶ δὲ ἔφθασε τὸν Εὐσεβῆ πρότερον κατὰ νόμον ποιησάμενος, ἐκείνῳ μὲν τὴν ἑαυτοῦ διαδοχὴν ἐφύλαξε, τοῦτον δὲ συνοικεῖν ἔγνω διὰ τῆς ἐπιγαμίας τῷ Εὐσεβεῖ, ὡς ἂν κατὰ τὴν τοῦ γένους διαδοχὴν ἐς τὴν ἡγεμονίαν παρέλθοι. τόν τε γοῦν ἰδιώτην βίον ἐν ἰσηγορίᾳ τοῖς πολλοῖς Ῥω‐ μαίοις ἐβίω, οὐδὲν τῇ ἐσποιήσει τοῦ γένους ἀλλοιωθείς. καὶ ἐπεὶ παρῆλθεν ἐς τὴν ἡγεμονίαν, κατὰ μοναρχίαν ἐξηγούμενος καὶ τὴν ἄκραν δυναστείαν καρπούμενος πρὸς οὐδεμίαν ἀλαζονείαν ὑπήχθη πώποτε, ἀλλ’ ἦν ἐλεύθερος μὲν καὶ δαψιλὴς ἐν τοῖς εὐεργετήμασιν, ἀγαθὸς δὲ καὶ μέτριος ἐν ταῖς τῶν ἐθνῶν διοικήσεσι. |
| μ 216 | Μάρκος, βασιλεὺς Ῥωμαίων, ὁ Εὐσεβὴς ἐπικληθείς. οὗτος εἶχε μὲν καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας, καὶ ἄριστα δὴ πάντων τῶν ἐν κράτει τινὶ γενομένων ἦρξε, πλὴν καθόσον οὐ πολλὰ τῷ σώματι ἀν‐ δρίζεσθαι ἐδύνατο· καὶ τοῦτο ἐξ ἀσθενεστάτου καρτερικώτατον ἀπέ‐ δειξε. πλεῖστον δὲ ἐν εὐεργεσίᾳ διῆγεν, ὅθεν που καὶ νεὼν αὐτῆς ἱδρύσατο, ὀνόματί τινι ἰδιωτάτῳ καὶ μήποτε ἀκουσθέντι προσκαλέσας αὐτήν. αὐτὸς μὲν γὰρ πάντων τῶν ἁμαρτημάτων ἀπείχετο καὶ οὔτε ἑκὼν οὔτε ἄκων ἐπλημμέλει, τὰ δὲ δὴ τῶν ἀλλοτρίων ἁμαρτήματα, καὶ μάλιστα τὰ τῆς γυναικός, ἔφερε καὶ οὔτε ἐπολυπραγμόνει οὔτε ἐκόλαζεν. ἀλλ’ εἰ μέν τις χρηστόν τι ἔπραττεν, ἐπῄνει καὶ ἐχρῆτο ἐς ἐκεῖνο αὐτῷ, τῶν δὲ ἑτέρων οὐ προσεποιεῖτο, λέγων, ὅτι ποιῆσαι μέν τινι ἀνθρώπους ὁποίους βούλεται ἔχειν ἀδύνατόν ἐστι, τοῖς δὲ δὴ οὖσι προσήκει, ἐς ὅ τι ἄν τις αὐτῶν τῷ κοινῷ χρήσιμος ᾖ, χρῆσθαι. ἔτη γὰρ νʹ καὶ μῆνας ιʹ ἡμέρας τε κʹ ζήσας καὶ ιθʹ ἔτη ἡμέρας ιαʹ αὐταρ‐ χήσας ὅμοιος διὰ πάντων ἐγένετο καὶ ἐν οὐδενὶ ἠλλοιώθη. ἀγαθὸς δὲ ἦν καὶ οὐδὲν προσποιητὸν εἶχε. πάμπολλα γὰρ καὶ ὑπὸ παιδείας ὠφελήθη, ἐν ῥητορικῆς καὶ φιλοσοφίας λόγοις ἀσκηθείς. ἀφ’ οὗ δὴ παμπληθεῖς φιλοσοφεῖν ἐπλάττοντο, ἵνα ὑπ’ αὐτοῦ πλουτίζωνται. πλεῖστον δὲ ὅμως ὑπὸ τῆς φύσεως ἐξήρθη. λέγει καὶ ἄλλους μυρίους ἐπαίνους εἰς αὐτὸν Δίων. |
| μ 217 | Μάρκος Ἀπίκιος, Ῥωμαῖος, ὡς ἦν ἀσωτίας πέρας οὐδεὶς ἀντι‐ φήσει· δοκεῖ δέ πως μεγαλονοίας ἔργον ἐκεῖνο ἀποδείξασθαι ἐν αὑτοῦ. ἑστιῶντο ὁσημέραι, καὶ γὰρ ἔζη, φασί, τῇ γαστρὶ καὶ τοῖς ἐκείνης ἀκρα‐ τεστέροις. καί ποτε μεταξὺ θοιναζόντων, Φάβιος, τῶν ὑπατευκότων εἷς, λαβὼν ἔκπωμα κρυστάλλου μέγα τίμιον, εἶτα ἄκων κατέαξεν αὐτό· καὶ ἐπὶ τούτῳ συννεφὴς ἦν, ἄχει πληγεὶς τὴν ψυχήν. ὁ τοίνυν Ἀπί‐ κιος πειρώμενος αὐτὸν τῆς λύπης ἀπάγειν, οὐ καταβαλεῖς, φησί, τὸ πραχθὲν καὶ σεαυτὸν ἡμῖν παρέξεις φαιδρότερον συμπότην; ἢ σοὶ φίλῳ ὄντι τοῦτο δρᾶσαι οὐκ ἐξέσται, ὅπερ οὖν δρῶσι καὶ τῶν οἰνοχόων καὶ τῶν ἀργυρωνήτων πολλοὶ πολλάκις; |
| μ 218 | Μάρκος Μάλλιος, εὐπατρίδης, Κελτῶν ἐπελθόντων τῇ Ῥώμῃ, ταύτην περιέσωσε καὶ τιμῶν μεγίστων ἠξιώθη. ὕστερον δὲ πρεσβύτην πολλάκις ἐστρατευμένον ἀγόμενον εἰς δουλείαν ὑπὸ τοῦ δανειστοῦ γνωρίσας ἀπέδωκε τὸ χρέος ὑπὲρ αὐτοῦ καὶ ἐπὶ τῷδε εὐφημούμενος πᾶσιν ἠφίει τοῖς ἑαυτοῦ χρήσταις τὰ ὀφλήματα. προϊὼν δὲ τῇ δόξῃ καὶ ὑπὲρ ἄλλων ἀπεδίδου καὶ ταῖς δημοκοπίαις ἐπαιρόμενος ἐβούλευ‐ σεν ἤδη χρεῶν ἀποκοπὰς κοινάς, ἢ τὸν δῆμον ἠξίου τοῖς δανείσασιν ἀποδοῦναι τὴν γῆν, ἐς τοῦτο ἀποδόμενον ἔτι οὖσαν ἀνέμητον. |
| μ 219 | Μάρκος, Ἀρεθουσίων ἐπίσκοπος, λόγῳ καὶ βίῳ κεκοσμημένος· ὃν ἐπὶ Ἰουλιανοῦ πολλαῖς αἰκίαις ὑπέβαλον, καὶ εἰς ὑπονόμους ἐμβα‐ λόντες, εἶτα παιδίοις παρέδοσαν κεντεῖν αὐτὸν ταῖς γραφίσι. μετὰ δὲ ταῦτα εἰς γύργαθον ἐμβαλόντες καὶ γάρῳ καὶ μέλιτι χρίσαντες, ὑπαί‐ θριον ᾐώρησαν ἐν θέρους ἀκμῇ, σφῆκας ὁμοῦ καὶ μελίττας εἰς θοίνην προκαλούμενοι. ὁ δὲ ἀνενδότως διεκαρτέρησε. ὅτι Μάρκος ὁ εὐαγ‐ γελιστὴς ἔχει τίτλους μηʹ, κεφάλαια λϛʹ. |
| μ 220 | Μαρμαρέην: λαμπράν. καὶ Μαρμαρέαισιν αὐγαῖς, ταῖς λαμπραῖς. Μαρμαίρειν γὰρ τὸ λάμπειν καὶ καταυγάζειν. |
| μ 221 | Μαρμαρυγή: ἄστραψις, λαμπηδών. |
| μ 222 | Μαρώνεια: τόπος ἐστὶ τῆς Ἀττικῆς, οὗ Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ μνημονεύει. ἔστι δὲ καὶ πόλις ἐν Θρᾴκῃ, ἥν φησιν εἶναι τὴν ὑφ’ Ὁμήρου Ἴσμαρον καλουμένην. |
| μ 223 | Μαρωνεῖτις φυλή. καὶ γυνή. καὶ Μαρώνειος οἶνος. |
| μ 224 | Μάρωνος: ὄνομα κύριον. |
| μ 225 | Μάρπησσος: ὄνομα κύριον. |
| μ 226 | Μάρσιππος: σάκκος, θυλάκιον, σακέλλιον. εἶδόν τινας ἐν πέτραις μαρσιππίους ἱματίων κατατιθεμένους. Ξενοφῶν. |
| μ 227 | Μαρσύας, Περιάνδρου, Πελλαῖος, ἱστορικός. οὗτος δὲ ἦν πρό‐ τερον γραμματοδιδάσκαλος, καὶ ἀδελφὸς Ἀντιγόνου τοῦ μετὰ ταῦτα βασιλεύσαντος, σύντροφος δὲ Ἀλεξάνδρου τοῦ βασιλέως. ἔγραψε Μα‐ κεδονικὰ ἐν βιβλίοις δέκα· ἤρξατο δὲ ἀπὸ τοῦ πρώτου βασιλεύσαντος Μακεδόνων, καὶ μέχρι τῆς Ἀλεξάνδρου τοῦ Φιλίππου ἐπὶ τὴν Συρίαν ἐφόδου, μετὰ τὴν Ἀλεξανδρείας κτίσιν· Ἀττικὰ ἐν βιβλίοις ιβʹ· καὶ αὐτοῦ Ἀλεξάνδρου ἀγωγήν. |
| μ 228 | Μαρσύας, Κριτοφήμου, Φιλιππεύς, ἱστορικός, ὁ νεώτερος. |
| μ 229 | Μαρσύας, Μάρσου, Ταβηνός, ἱστορικός. ἔγραψεν Ἀρχαιολογίαν ἐν βιβλίοις ιβʹ, Μυθικὰ ἐν βιβλίοις ζʹ, καὶ ἕτερά τινα περὶ τῆς ἰδίας πατρίδος. |
| μ 230 | Μαρσύας· ἐν τοῖς χρόνοις τῶν Ἰουδαίων Κριτῶν καὶ Μαρσύας ἐγένετο σοφός, ὅστις ἐφεῦρε διὰ μουσικῆς αὐλοὺς ἀπὸ καλάμων καὶ χαλκοῦ· ὃς παραφρονήσας ἔρριψεν εἰς ποταμὸν ἑαυτὸν καὶ ἀπώλετο· καὶ ὠνομάσθη ὁ ποταμὸς Μαρσύας· περὶ οὗ μῦθος φέρεται, ὅτι ἑαυτὸν ἀποθεώσας ἀπώλετο. κατὰ δὲ τοὺς αὐτοὺς χρόνους ἐγένετο καὶ τὰ κατὰ Ἰάσονα καὶ τοὺς Ἀργοναύτας, ὡς Ἀπολλώνιος ὁ Ῥόδιός φησι. λέγεται μῦθος, ὅτι ἐξεδάρη ὑπὸ Ἀπόλλωνος. καὶ φέρεται λόγος περὶ Ὁρμίσδου τοῦ Πέρσου, ὃς ηὐτομόλησε πρὸς Κωνσταντῖνον τὸν μέγαν. ἐξελθὼν γὰρ ἐπὶ θήραν οὗτος καὶ εἰς τὰ βασίλεια ὑποστρα‐ φείς, τῶν κεκλημένων ἐπὶ τὸ δεῖπνον οὐκ ἐξαναστάντων κατὰ τὸ κα‐ θῆκον, ἠπείλησε τὸν Μαρσύου θάνατον αὐτοῖς ἐπιθήσειν. τοῦτο παρά τινος ἀκηκοότος ἀναμαθόντες οἱ τῶν Περσῶν μετὰ θάνατον τοῦ πα‐ τρὸς τὸν νεώτερον ἀναγορεύουσι βασιλέα· τὸν δὲ ἀποκλείουσιν ἐν εἱρκτῇ καὶ σιδήροις πεδοῦσιν· ὃν ἡ γαμετὴ διὰ τῆς τοῦ ἰχθύος μηχανῆς ῥίνην εἰσενεγκοῦσα ἐξήγαγε, καὶ ἀποδρὰς ἱκέτης πρὸς Κωνσταντῖνον ἔρχεται. ἡ ἱστορία δήλη. |
| μ 231 | Μαρτῖνος: ὄνομα κύριον. καὶ Μαρτινιανός. |
| μ 232 | Μάρτιος· ὅτι Μάρτιος Βῆρος τὸν Θουκυδίδην ἐκπέμπει κατ‐ αγαγεῖν Σύαιμον εἰς Ἀρμενίαν· ὃς δέει τῶν ὅπλων καὶ τῇ οἰκείᾳ περὶ πάντα τὰ προσπίπτοντα εὐβουλίᾳ τοῦ πρόσω εἴχετο ἐρρωμένως. ἦν δὲ ἱκανὸς ὁ Μάρτιος οὐ μόνον ὅπλοις βιάσασθαι τοὺς ἀντιπολέμους ἢ ὀξύτητι προλαβεῖν ἢ ἀπάτῃ κατασοφίσασθαι, ἥπερ ἐστὶ στρατηγῶν ἀλκή, ἀλλὰ καὶ λόγῳ πιθανῷ πεῖσαι καὶ δωρεαῖς μεγαλόφροσιν οἰκειώσασθαι καὶ ἐλπίδι ἀγαθῇ δελεάσαι. χάρις τε ἦν ἐπὶ πᾶσι τοῖς πρασσομένοις ὑπ’ αὐτοῦ καὶ λεγομένοις, τὸ μὲν ἀγανακτοῦν ἑκάστου καὶ τὸ θυμούμενον παραμυθουμένη, τὸ δὲ ἐλπίζον ἔτι μᾶλλον αὔξουσα. κολακείας τε δώρων καὶ τῆς παρὰ τραπέζαις δεξιώσεως καιρὸν ᾔδει. οἷς προσὸν τὸ πρὸς τὰς πράξεις σύντονον καὶ τὸ πρὸς τοὺς ἐχθροὺς σὺν ὀξύτητι δραστήριον, αἱρετώτερον ἐδείκνυε τοῖς βαρβάροις εἶναι τῆς φιλίας αὐτοῦ μᾶλλον ἢ τῆς ἔχθρας ἀντιποιεῖσθαι. ἀφικόμενος οὖν ἐς τὴν καινὴν πόλιν, ἣν φρουρὰ Ῥωμαίων κατεῖχεν ἐκ Πρίσκου καταστᾶσα, νεωτερίζειν πειρωμένους λόγῳ τε καὶ ἔργῳ σωφρονίσας ἀπέφηνε πρώ‐ την εἶναι τῆς Ἀρμενίας. |
| μ 233 | Μαρτύρια. ζήτει ἐν τῷ δικαιώματα. |
| μ 234 | Μαρτυρία· ὅτι ἐκμαρτυρία διαφέρει τῆς μαρτυρίας· ὅτι ἡ μὲν τῶν παρόν‐ των μαρτυρίαν δηλοῖ, ἡ δὲ ἐκμαρτυρία τῶν ἀπόντων. |
| μ 235 | Μαρτύριον: σκηνή· ὡς ἔχουσα τὰς πλάκας τοῦ νόμου. τὸν γὰρ νόμον ἐντολὰς ἐκάλουν καὶ μαρτύρια καὶ δικαιώματα. |
| μ 236 | Μαρτύρομαι: μάρτυρας καλῶ. Σοφοκλῆς· μαρτύρομαι τούσδ’, οὐ σέ· πρὸς δὲ τοὺς φίλους οἷ’ ἀνταμείβῃ ῥήματ’, ἤν σε ἕλω ποτέ. Κρέων φησὶ πρὸς Οἰδίπουν. καὶ Αἰλιανός· ἀλλὰ τοσοῦτον μαρτυ‐ ρόμεθ’, ὡς οὔτ’ ἀδικοῦμεν Ξενίου Διὸς χάριν. μαρτύρομαί σοι χελι‐ δόνα. ἴσον τῷ ἀποδείκνυμι. ἄκουσον λαός μου, καὶ λαλήσω σοι Ἰσραήλ, καὶ διαμαρτύρομαί σοι. διὰ τοῦ ο μικροῦ. οἱ δὲ διὰ τοῦ ω μεγάλου. |
| μ 237 | Μαρτύρονται: ὅταν ἀντὶ τοῦ μαρτυρίαν ἐπάγωνται ἢ παρ‐ έχωνται. Πλάτων Πολιτείας βʹ· τὸν Ὅμηρον μαρτύρονται. |
| μ 238 | Μαρτυρῶ· δοτικῇ. αἰτιατικῇ δέ. καὶ Διόφαντον ἐν ὑμῖν ἀπήγγειλα, ἃ νῦν μαρτυρεῖν αὐτὸν ἀναγκάσω. |
| μ 239 | Μάρτυροι: παρ’ Ὁμήρῳ. ἀπὸ τῆς μάρτυρος εὐθείας. |
| μ 240 | Μάρψῃ: συλλάβῃ, διαχρήσηται. ἀλλ’ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχείλης. |
| μ 241 | Μαρψίας: ὄνομα κύριον. ἦν δὲ ῥήτωρ φλύαρος καὶ θορυβώδης. Ἀριστοφάνης· πρὸς τάδε τίς ἀντερεῖ Μαρψίας; |
| μ 242 | Μασσαλία· Ἰσοκράτης φησὶν ἐν Ἀρχιδάμῳ, ὡς Φωκαεῖς φυγόν‐ τες τὴν τοῦ μεγάλου βασιλέως δεσποτείαν εἰς Μασσαλίαν ἀπῴκησαν. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ Ἀριστοτέλης. |
| μ 243 | Μασαισύλιον: ἔθνος. |
| μ 244 | Μασσανάσσης, ὁ τῶν Νομάδων βασιλεύς, ἀνὴρ ἦν ἐς πάντα ἐπιτυχής, ᾧ τὴν μὲν ἀρχὴν τὴν πατρῴαν θεὸς ἔδωκεν ἀφαιρεθέντι πρὸς Καρχηδονίων καὶ Σύφακος ἀναλαβεῖν καὶ προαγαγεῖν ἐπὶ μέγι‐ στον, ἀπὸ Μαυρουσίων τῶν παρ’ ὠκεανῷ μέχρι τῆς Κυρηναίων ἀρχῆς ἐς τὰ μεσόγεια, ἡμερῶσαι δὲ γῆν πολλήν, τὰ πολλὰ τῶν Νομάδων διὰ τὸ ἀγεώργητον τῶν φαγούντων, θησαυρούς τε μεγάλους χρημάτων καταλιπεῖν, καὶ στρατιὰν πολλὴν γεγυμνασμένην, τῶν δὲ ἐχθρῶν Σύ‐ φακα μὲν αἰχμάλωτον ἑλεῖν αὐτοχειρί, Καρχηδόνι δ’ αἴτιον τῆς ἀνα‐ στάσεως γενέσθαι, πάμπαν αὐτὴν ἀσθενῆ Ῥωμαίοις ὑπολιπόντα. ἔφυ δὲ καὶ τὸ σῶμα μέγας τε καὶ εὔρωστος ἐς γῆρας πολύ, καὶ μέχρι τοῦ θανάτου, ἵππου τε χωρὶς ἀναβολέως ἐπέβαινε. καὶ μεγίστῳ δὴ τῷδε τεκμηριώσω μάλιστα τὴν εὐρωστίαν αὐτοῦ· πολλῶν γὰρ αὐτῷ παίδων γινομένων τε καὶ ἀποθνησκόντων, οὔποτε μὲν ἦσαν αὐτῷ μείους ιʹ· τετραετὲς δὲ παιδίον ἐνενηκοντούτης ἀπέλιπε. καὶ ᾧδε μὲν χρόνου τε καὶ σώματος ἔχων ἐτεθνήκει. |
| μ 245 | Μασσανάσσης, ὁ ἐν Λιβύῃ τῶν Νομάδων βασιλεύς, ἀνὴρ τῶν καθ’ ἡμᾶς βασιλέων ἄριστος καὶ μακαριώτατος· ὃς ἐβασίλευσεν ἔτη πλείω τῶν ξʹ, ὑγιεινότατος ὢν καὶ πολυχρονιώτατος· Ϟʹ γὰρ ἐτῶν ἐγεγόνει. ἐγένετο δὲ καὶ δυναμικώτατος τῶν καθ’ ἑαυτὸν κατὰ τὴν σωματικὴν ἕξιν, ὃς ὅτε μεταστῆναι δέοι, στὰς ἐν τοῖς αὐτοῖς ἴχνεσι δι’ ἡμέρας ἔμενε, καθεζόμενος πάλιν οὐκ ἠγείρετο. καὶ τὴν ἐπὶ τῶν ἵπ‐ πων κακοπάθειαν ἡμέραν καὶ νύκτα διακαρτερῶν οὐδὲν ἔπασχε. ση‐ μεῖον δὲ τῆς σωματικῆς αὐτοῦ δυνάμεως· ἔχων Ϟʹ ἔτη, καθ’ ὃν καιρὸν μετήλλαξε τὸν βίον, υἱὸν ἀπέλιπε δʹ ἐτῶν, ὄνομα Σθεμβάν, ὃν μετὰ ταῦτα Μικίψης υἱοποιήσατο, πρὸς δὲ τούτοις υἱοὺς δʹ. διὰ δὲ τὴν πρὸς ἀλλήλους τούτων εὔνοιαν διετήρησε τὸν ὅλον βίον πάσης ἐπι‐ βουλῆς καὶ παντὸς οἰκείου μιάσματος ἄμοιρον αὑτοῦ γενέσθαι τὴν βα‐ σιλείαν· τὸ δὲ μέγιστον, τῆς Νουμαδίας ἁπάσης ἀχρήστου τὸν πρὸ τοῦ χρόνον ὑπαρχούσης καὶ νομιζομένης ἀδυνάτου φύσει πρὸς ἡμέρους καρποὺς ὑπάρχειν, πρῶτος καὶ μόνος ὑπέδειξεν ὅτι δύναται ἐκφέρειν πάντας τοὺς ἡμέρους καρποὺς οὐδ’ ὁποίας ἧττον, ἑκάστῳ τῶν καρπῶν ἐν διαστάσει μυριοπληθεῖς ἀγροὺς κατασκευάσας παμφόρους. |
| μ 246 | Μασαισύλιον: ἔθνος. |
| μ 247 | Μάσσει: φυρᾷ, ζυμοῖ. |
| μ 248 | Μάσθλης: ἰδίως ὁ μεμαλαγμένος λῶρος καὶ ἔκλυτος. μάσθλης οὖν ἐνταῦθα ὁ πολυγνώμων καὶ ἔκλυτος καὶ μηδὲν βέβαιον μηδὲ σταθερὸν γινώσκων. ἢ ὁ ἱμαντώδης καὶ μαστιγίας. ἀπὸ μεταφορᾶς τοῦ μεμαλαγμένου ἱμάντος. ἢ οὕτως εὔτονος, ὡς ἱμάς. |
| μ 249 | Μάσθλης ἄνθρωπος: ὁ μεμαλαγμένος καὶ ἐντριβὴς ταῖς πονη‐ ρίαις. τὸ αὐτὸ δηλοῖ καὶ τὸ γλοιός. |
| μ 250 | Μασθὸς καὶ Μαστός: κυρίως ἐπὶ γυναικός, καταχρηστικῶς δὲ καὶ ἐπὶ ἀν‐ δρός. τὸ μὲν μασθὸς ἀπὸ τοῦ θῶ, τὸ θηλάζω· τὸ δὲ μαστὸς διὰ τὸ μεστὸς εἶναι γάλακτος. καὶ ζήτει ἐν τῷ μαζός. |
| μ 251 | Μᾶσσον: μεῖζον, μακρότερον. ἐπιπρὸ δὲ μᾶσσον ἐπ’ ἄκρου Αἰγαλέω θυμόεντος, ἄγων μέγαν ὑετόν, ἔστη. |
| μ 252 | Μασώμενος: βʹ συζυγίας τῶν περισπωμένων. ἀπὸ τοῦ μασῶ, μασᾷς· ὡς γελῶ, γελᾷς. παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ. |
| μ 253 | Μάσσων: μακροτέρα. Ξενοφῶν· ἂν μὴ πολὺ μάσσων ὁδὸς ᾖ. |
| μ 254 | Μάσσωνος. |
| μ 255 | Μάστακα: μάσημα, τροφήν. λέγεται καὶ τὸ στόμα καὶ τὸ μάσημα ὁμωνύμως, ὡς χοίνικα καὶ τὸ μέτρον καὶ τὸ μετρούμενον. |
| μ 256 | Μασταρύζει: συνέλκει καὶ συνάγει τὰ χείλη. ἀπὸ μεταφορᾶς τῶν ὑποτιτθίων παιδίων, ἃ τὸν μαστὸν ἕλκοντα τῷ στόματι, συνάγει τὰ χείλη. Ἀριστοφάνης· ὁ δ’ ὑπὸ γήρως μασταρύζει. |
| μ 257 | Μαστεύων: ἐπιζητῶν. ἀλλὰ πλέον τι εἰδέναι καὶ σπεύδων καὶ μαστεύων ὑφ’ ἡγεμόνι θεῷ. |
| μ 258 | Μάστειρα· ἐν ηʹ Φιλιππικῶν Δημοσθένης· τῶν μὲν ἐν Θρᾴκῃ κακῶν· τίς γὰρ ἂν ἄλλο τις εἴποι Δρογγίλον καὶ Καβύλην καὶ Μά‐ στειραν; μήποτε δὲ γραπτέον ἀντὶ τοῦ Μάστειραν Βάστειραν ἢ Πίστει‐ ραν ἢ Ἐπίμαστον. ταύτας δὲ τὰς πολιτείας εὑρίσκομεν παρ’ Ἀναξι‐ μένει ἐν ζʹ τῶν περὶ Φίλιππον, τὴν δὲ Μάστειραν οὐδαμοῦ. |
| μ 259 | Μάστειρες: ἀρχή τις ἀποδεδειγμένη ἐπὶ τῷ ζητεῖν τὰ κοινὰ τοῦ δήμου, ὡς οἱ ζητηταὶ καὶ οἱ ἐν Πέλλῃ Μαστροί. |
| μ 260 | Μάστι: κατὰ ἀποκοπὴν μάστιγι. |
| μ 261 | Μαστιγίας: δοῦλος ὁ δι’ ἁμάρτημα μαστιζόμενος. |
| μ 262 | Μαστιγίας ἐκ Μελίτης: δοῦλος ὁ Ἡρακλῆς, ἀπὸ Μελίτης νύμφης. καὶ Μελίτη, δῆμος τῆς Ἀττικῆς. |
| μ 263 | Μαστιγῶ· αἰτιατικῇ. |
| μ 264 | Μαστιγώσιμος: μαστίγων ἄξιος. |
| μ 265 | Μάστιε: μάστιζε. |
| μ 266 | Μάστιξ: δι’ ἧς τὸν ἵππον πλήττομεν. ἐν Ἐπιγράμμασι· καὶ νεκύων σφίγκτορ’ εὐρραφέα μάστιγα. |
| μ 267 | Μαστίχη: εἶδος μυρεψικοῦ. καὶ Μαστίχιον ὁμοίως. |
| μ 268 | Μαστιχῖνος. |
| μ 269 | Μαστός: ἀκρώρεια, ἐξοχὴ ὄρους. ἦν γὰρ ἐν δεξιᾷ τοῦ φρουρίου μαστός· τοῦτον, εἰ καταληφθείη, πρὸς πολλὰ οἰόμενος ἐν ὑστέρῳ χρήσιμον ἔσεσθαι. μαστὸς ἦν ὑπὲρ αὐτῶν, παρ’ ὃν ἦν ἡ στενὴ ὁδός. |
| μ 270 | Μαστροπεύω. Μαστροπεία. μαστροπεύοντες οἱ βασιλικοὶ τοῦ Ζήνωνος υἱῷ τοὺς συνήβους πρὸς τοὺς τῶν ἀρρένων ἔρωτας λυσσᾶν ἐξεπαίδευσαν ἐκτόπως. |
| μ 271 | Μαστροπός: μαυλιστής, πορνοβοσκός. |
| μ 272 | Μαστρίλλιον: τόπος ἔνθα οἱ μαστροποὶ διέτριβον. |
| μ 273 | Μασχάλην αἴρεις: ἀντὶ τοῦ κωθωνισθήσῃ. οἱ γὰρ μεθύοντες ᾖρον τὰς μασχάλας καταμωκώμενοι. καὶ οἱ μνηστῆρες χεῖρας ἀνίσχον‐ τες γέλῳ ἔκθανον. καί, χεῖρας ἀνασχόμενοι μεγαλ’ εὐχετόωντο ἕκαστος. |
| μ 274 | Μασχαλισθῆναι: εἰώθασι τῶν ἀναιρουμένων εἰς τὰς κεφαλὰς ἀπομάσσειν τὰ ξίφη, ὥσπερ ἀποτροπιαζόμενοι τὸ μύσος τὸ ἐν τῷ φόνῳ. ἢ ὅτι ἐπὶ ταῖς καθάρσεσι τοῦ φονευθέντος τὰ ἄκρα ἔτεμνον καὶ περὶ τὴν μασχάλην αὐτοῦ ἐκρέμαζον αὐτά, ἵνα, φησίν, ἀσθενὴς γένοιτο πρὸς τὸ ἀντιτίσασθαι τὸν φονέα. καὶ Ἀπολλώνιος· ἐξάργματα τέμνες θα‐ νόντος. περὶ τοῦ Ἰάσονος. ἢ ὅτι οἱ δρῶντες ἐμφύλιον πόλεμον ἠκρωτηρίαζον τοὺς ἀναιρεθέντας, ἐκ παντὸς μέρους τοῦ σώματος ἀπο‐ τεμνόμενοι, καὶ περιῆπτον ἑαυτοῖς, τὰ ἄκρα συνείροντες, διὰ τούτων ὥσπερ τὴν δύναμιν ἐκείνων ἀφαιρούμενοι, διὰ τὸ μὴ παθεῖν εἰς ὕστε‐ ρόν τι δεινὸν παρ’ ἐκείνων. ἐφόρουν δὲ εἰς τὰς μασχάλας τὰ ἄκρα· ὃ μασχαλισθῆναι ἔλεγον. Σοφοκλῆς· σκέψαι γάρ, εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ γέρα τάδ’ ὁὐν τάφοισι δέξασθαι νέκυς, ὑφ’ ἧς θανὼν ἄτιμος, ὥστε δυσμενὴς ἐμασχαλίσθη, κἀπὶ λουτροῖσι κάρα κηλῖδας ἐξέμαξε. περὶ τοῦ Ἀγαμέμνονος. |
| μ 275 | Μασχαλίσματα: Ἀριστοφάνης παρὰ Σοφοκλεῖ ἐν Ἠλέκτρᾳ κεῖσθαι τὴν λέξιν, ἔθος σημαίνουσαν. οἱ γὰρ φονεύσαντες ἐξ ἐπιβου‐ λῆς τινας ὑπὲρ τοῦ τὴν μῆνιν ἐκκλίνειν ἀκρωτηριάσαντες μόρια τούτου καὶ ὁρμαθίσαντες ἐξεκρέμασαν τοῦ τραχήλου διὰ τῶν μασχαλῶν διεί‐ ραντες, καὶ μασχαλίσματα προσηγόρευσαν. σημαίνει δὲ ἡ λέξις καὶ τὰ τοῖς μηροῖς ἐπιτιθέμενα ἀπὸ τῶν ὤμων κρέα ἐν ταῖς τῶν θεῶν θυσίαις. |
| μ 276 | Ματαΐζων. ματαίως ζῶν, ματαίως φρονῶν. καὶ Ματαΐσαι ὁμοίως. εὕρηται παρὰ τῷ Λουκιανῷ ματαΐζω. |
| μ 277 | Μὰ τὰ λάχανα: σημεῖον τοῦτο περὶ ὅρκου· ὃ καὶ νῦν ἐπιχωριάζει· πολλοὶ γὰρ πρὸς λάχανα ὀμνύουσιν εὐορκίαν ἐπιδεικνύμενοι. ἐπιχωριάζει δ’ εἰσέτι καὶ τοῖς ἐλλογίμοις Ἀρμενιακοῖς τό, μὰ τὰ καλά. |
| μ 278 | Μάταιον. Μάτην, ματαίως. Μάτην, ἄλλως. Ἴωνες. |
| μ 279 | Ματηρεύειν: ματαίως ζῆν. |
| μ 280 | Ματήσετον. ἀμελήσουσι. |
| μ 281 | Ματθαῖος: ὄνομα κύριον. ὅτι ὁ εὐαγγελιστὴς Ματθαῖος ἔχει τίτλους ξηʹ, κεφάλαια τνεʹ. |
| μ 282 | Ματθίας: ὄνομα κύριον. ἦν δὲ ἱερεὺς Ἱερουσαλήμ. καὶ ζήτει ἐν τῷ Ἀντίοχος. |
| μ 283 | Ματία. |
| μ 284 | Ματιολοιχός: ὁ περὶ τὰ μικρὰ πανοῦργος, καὶ λίχνος. μάτιον γὰρ ὡς βέλτιον τῷ τόνῳ, τὸ μικρόν. ἢ ὁ μικροφάγος, ἐπεὶ μάτιον τὸ ἐλάχιστόν φασιν. ἢ ὁ μάταια βουλευόμενος, καὶ λοχῶν, ἢ ὁ κρου‐ σιμέτρης· μάτιον γὰρ εἶδος μέτρου. ὀξυτόνως δὲ ἀναγνωστέον, ὥς φησιν Ἡρωδιανός. |
| μ 285 | Μάτιον: εἶδος μέτρου· ἢ τὸ ἐλάχιστον. |
| μ 286 | Ματρέας· οὗτος λαοπλάνος ἦν. ἔτρεφε δὲ θηρίον, ὃ αὐτὸ ἑαυτὸ κατήσθιε· καὶ ζητεῖται, τί τὸ τοῦ Ματρέου θηρίον. ἐποίησε δ’ οὗτος καὶ παρὰ τὰς Ἀριστοτέλους ἀπορίας· διὰ τί ὁ ἥλιος δύει μέν, κολυμβᾷ δ’ οὔ. |
| μ 287 | Ματρίκιον. |
| μ 288 | Μάτρις: ὄνομα κύριον. |
| μ 289 | Μάτρωνος: ὄνομα κύριον. |
| μ 290 | Ματρυλεῖον: τόπον τινά φασιν εἶναι, ἐν ᾧ γρᾶες διατρίβουσαι δέχονται τοὺς βουλομένους καταμεθυσθῆναι. Μένανδρος Ἐπιτρέπου‐ σιν· οὐκ οἰμώξεται κατὰ τρεῖς ἐν ματρυλείῳ τὸν βίον. |
| μ 291 | Μάττοντας: ἐσθίοντας πολλά. ἀπὸ τῆς ματτομένης μάζης. Ἀριστοφάνης· τούς θ’ Ἡρακλέας μάττοντας. αἰνίττεται δὲ ταῦτα εἰς Εὐριπίδην, ὃς ἐποίησεν Ἡρακλέα πεινῶντα καὶ Διόνυσον δειλὸν καὶ Δία μοιχὸν καὶ δοῦλον κλαίοντα. |
| μ 292 | Μὰ τόν: ἐλλειπτικῶς ὀμνύει· καὶ οὕτως ἔθος ἐστὶ τοῖς ἀρχαίοις ἐνίοτε μὴ προστιθέναι τὸν θεόν. εἰώθεισαν γὰρ τοῖς τοιούτοις ὅρκοις χρῆσθαι ἐνευφημιζόμενοι, ὥστε εἰπεῖν μὲν μὰ τόν, ὄνομα δὲ μηκέτι προσθεῖναι. καὶ Πλάτωνα δὲ τῷ τοιούτῳ κεχρῆσθαι. |
| μ 293 | Μαυλίας: τὰς μαχαίρας ἐκάλουν διὰ τὸ ὁμοῦ αὐλίζεσθαι, οἷον ὁμαυλίας. |
| μ 294 | Μαυρίκιος, ὁ βασιλεὺς Ῥωμαίων. ὅτι λέγεται περὶ Μαυρικίου φιλοτίμως ἔχειν περὶ τὴν τῶν λόγων μεγαλοπρέπειαν τιμᾶν τε λίαν λαμπρῶς τοὺς ἐνηθληκότας περὶ τὰ κάλλιστα τῶν μαθημάτων. ἀνα‐ φέρεται δὲ καὶ τὴν τρίτην μοῖραν τῶν φόρων συγχωρῆσαι τοῖς ὑπη‐ κόοις τὸν Μαυρίκιον. οὗτος δὲ προχειρίζεται στρατηγὸς τῆς ἑῴας ὑπὸ Τιβερίου Καίσαρος. ὃς Μαυρίκιος ἐν πολέμοις μὲν καὶ ἀγῶσιν οὐκ ἐντεθραμμένος, ἔμφρων δὲ ἄλλως καὶ ἐμβριθὴς καὶ κατηκριβω‐ μένος, ξυγκεράσας τε ἐν ἑαυτῷ ἄμφω τὰ ἐναντίως ἔχοντα ἀλλήλοις, ὄγκον φρονήματος καὶ πραότητα, πάσης ὑπεροψίας τε καὶ ὀφρύος ἐλεύθερα. τοιοῦτον δή τινα τὸν Μαυρίκιον ὄντα ἡ τῶν πραγμάτων ἡγεμονία παραλαβοῦσα ἀνέδειξέ πως εὐκλεέστερον τῇ πείρᾳ. |
| μ 295 | Μαῦρον: τὸ ἀμαυρόν, καὶ ἀσθενές. |
| μ 296 | Μαῦρος: μωρός. |
| μ 297 | Μαυροῦσιν: ἀφανίζουσι. |
| μ 298 | Μαρούσιοι: ἔθνος, ἀπρόσμαχοι τοῖς ἐκείνῃ βαρβάροις ὑπὸ τόλ‐ μης τε καὶ ὀξύτητος καὶ τοῦ μεμελετηκέναι ἐπελαύνειν τε ἀθρόους, ὅπου παρείξειε, κἀποφεύγειν εὐπετῶς καὶ ξυναυλίζεσθαι αὖθις ἐκ τῆς φυγῆς, ὡς ὑποστρέψαντας ἐμβαλεῖν εἰς τοὺς ἀπρονοήτως τε καὶ οὐκ ἐν τάξει διώκοντας. εἰ δὲ καὶ πταῖσμα τι γίγνοιτο, οὐκ ἐν στρατιᾷ Ῥωμαίων κινδυνεύσειν, ἀλλ’ ἐν ξυμμαχίᾳ τε καὶ ταύτῃ βαρβάρων. |
| μ 299 | Μαύσωλος, ἄρχων Καρῶν. φησὶ δὲ αὐτὸν Θεόπομπος μηδενὸς ἀπέχεσθαι πράγματος χρημάτων ἕνεκα. |
| μ 300 | Μαχάονος. Μαχάων, ὄνομα ἰατροῦ· καὶ Χείρων, ὁ κένταυ‐ ρος. διεψιθύριζον δὲ ὡς ἑαυτοὺς οἱ Χείρωνος καὶ Μαχάονος τεχνώ‐ μενοι μελετήματα, ὡς συνεκδημήσει αὐτῷ καὶ ἡ ψυχὴ τῇ τοῦ βέλους ἐξόδῳ. |
| μ 301 | Μαχάτας: ὄνομα κύριον. |
| μ 302 | Μάχαιρα: ἡ σπάθη. οἱ Κελτίβηρες τῇ κατασκευῇ τῶν μαχαιρῶν πολὺ διαφέρουσι τῶν ἄλλων· καὶ γὰρ κέντημα πρακτικὸν καὶ κατα‐ φορὰν ἔχει δυναμένην ἐξ ἀμφοῖν τοῖν χεροῖν. ᾗ καὶ Ῥωμαῖοι τὰς πατρίους ἀποθέμενοι μαχαίρας ἐκ τῶν κατ’ Ἀννίβαν, μετέλαβον τὰς τῶν Ἰβήρων, καὶ τὴν μὲν κατασκευὴν μετέλαβον, αὐτὴν δὲ τὴν χρηστό‐ τητα τοῦ σιδήρου καὶ τὴν ἄλλην ἐπιμέλειαν οὐδαμῶς δύνανται μι‐ μεῖσθαι. λύσις ὀνείρου Νικηφόρου πατριάρχου· μάχην μάχαιρα ζωγραφεῖ κρατουμένη. συνθλᾶν μαχαίρας δυσμενῶν δηλοῖ θλάσιν. |
| μ 303 | Μαχέσθων ὡς τεθναξόμενοι, καὶ οὐ τεθνάξονται. ζήτει ἐν τῷ ἀπο‐ θνήσκοντας. |
| μ 304 | Μάχιμος: ὁ γενναῖος. εἰδώς με μάχιμον ὄντα καὶ φιλοτιμού‐ μενος. |
| μ 305 | Μαχλάδας: πόρνας. |
| μ 306 | Μάχλος: ἀσελγής, ἄσωτος. παρὰ τὸ κλῶ, κλός, καὶ πλεο‐ νασμῷ τῆς μα συλλαβῆς μάκλος, καὶ τροπῇ μάχλος. αὕτη τὸ πρό‐ τερον μάχλον τινα βιώσασα βίον καὶ τὸν τρόπον ἐξερρωγυῖα φαρμα‐ κεῦσί τε πατρῴοις πολλὰ ὡμιληκυῖα. |
| μ 307 | Μαχλοσύνη: κατωφέρεια, γυναικομανία. Ἡσιόδειος ἡ λέξις· λέγει γὰρ περὶ τῶν Προίτου θυγατέρων, εἵνεκα μαχλοσύνης στυγερῆς τέρεν ὤλεσεν ἄνθος. |
| μ 308 | Μαχλῶντες: πορνεύοντες. |
| μ 309 | Μάχομαι· δοτικῇ. |
| μ 310 | Μαχόμενον: ἐναντίον τῷ ἀκόλουθον· τουτέστιν ὃ ἀναγκαῖον μὴ εἶναι. |
| μ 311 | Μάψ: ματαίως. |
| μ 312 | Μαψίδιον: μάταιον, δαψιλές, χαλεπόν, πολύ, δεινόν, ἑκούσιον. καὶ Μαψιδίως ὁμοίως. |
| μ 313 | Μαῖα: ἡ μάμμη, ἡ τροφός. καὶ σὺ πέτρα γλωχὶν μηλοσσόε Μαιάδος Ἑρμᾶ. ἀντὶ τοῦ τροφοῦ, μητρός. |
| μ 314 | Μαίανδρος: ποταμὸς Λυδίας. ἐν Ἐπιγράμμασι· ἔκτανε Μαι‐ άνδρου πὰρ τριέλικτον ὕδωρ. καὶ Μαιάνδριον ὕδωρ καὶ πεδίον. |
| μ 315 | Μαιεύεται· Πισίδης· μαιεύεται δὲ πᾶν τὸ τῆς Ῥώμης γένος, τοὺς σοὺς ἐπαίνους ἐκπιέζον ὡς γάλα. |
| μ 316 | Μαιευομένην: ἀντὶ τοῦ νεοττοτροφοῦσαν. εὗρον γυναῖκα ὄρ‐ νιθας μαιευομένην. |
| μ 317 | Μαιευόμενοι: ζητοῦντες, ἐρευνῶντες. |
| μ 318 | Μαιευτικῆς: ἰατρικῆς. |
| μ 319 | Μαιεύτρια. |
| μ 320 | Μαιεία: ἡ μαίευσις. |
| μ 321 | Μαικήνας: ὄνομα κύριον. ἐν τῷ συνδείπνῳ τοῦ Μαικήνα τράπεζα ἐγγώνιος ἦν. ἀντὶ τοῦ οὐ στρογγύλη, οὐδὲ περιφερής. Πλού‐ ταρχος. καὶ ζήτει ἐν τῷ ἐγγώνιος τράπεζα. |
| μ 322 | Μαιμακτηριών: ὁ πέμπτος μὴν παρ’ Ἀθηναίοις. ὁ Ἰαννου‐ άριος. ὠνομάσθη δὲ ἀπὸ Διὸς Μαιμάκτου. Μαιμάκτης δέ ἐστιν ὁ ἐνθουσιώδης καὶ ταρακτικός. ἀρχὴν δὲ λαμβάνοντος τοῦ χειμῶνος ἐν τούτῳ τῷ μηνί, ὁ ἀὴρ ταράττεται καὶ μεταβολὴν ἴσχει. |
| μ 323 | Μαιμάκτης: ὁ ἐνθουσιώδης καὶ ταρακτικός. |
| μ 324 | Μαιμαλίδης. |
| μ 325 | Μαιμάσσει: σφύζει, προθυμεῖ. καταδαπανᾶται, καταναλίσκε‐ ται. κυματοῦται, πηδᾷ, καχλάζει, κλονεῖται. |
| μ 326 | Μαιμάχης. |
| μ 327 | Μαιμόωσα καὶ Μαιμῶσα: ἐνθουσιῶσα καὶ ὀξέως ὁρμῶσα, ἡ τοῦ αἵματος γευστικῶς ἔχουσα, τοῦ μ πλεονάζοντος. καὶ Σοφοκλῆς ἐπὶ τοῦ διψῶσαν· καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου; καὶ αὖθις· δεινὸν μαιμώσαις ἐγκονέουσα κυσί. |
| μ 328 | Μαινάδας: μαινομένας, ζητούσας βακχεύειν, παραφόρους. καὶ Ἀριστοφάνης· μισῶ τἄνδρ’ ἐκεῖνον, εἰ μὴ μαίνομαι. |
| μ 329 | Μαιναλία ἔλαφος. καὶ Μαιναλίων, ὁρμητικῶν. ἐν Ἐπι‐ γράμμασι· ἄγκεινται κεφαλαὶ Μαιναλίων ἐλάφων. |
| μ 330 | Μαίναλος: ὄνομα κύριον. |
| μ 331 | Μαινάς: Βάκχη. |
| μ 332 | Μαίνεται: ὀργίζεται. |
| μ 333 | Μαινίς, μαινίδος: εἶδος ἰχθύος. ἀφύας. καὶ ζήτει ἐν τῷ ἀφύα. |
| μ 334 | Μαινόλης: μανικός. μαινόμενος. |
| μ 335 | Μαίνουρος: εἶδος ἰχθύος. |
| μ 336 | Μαίνω: ἐνθουσιωδῶς κινοῦμαι. |
| μ 337 | Μαιονίδας: ὁ Ὅμηρος. εἰ δ’ ἑάλως, συγγνωστόν· ἐπεὶ καὶ κοίρανος ὕμνων Μαιονίδας γρίφων ἰχθυβόλων ἔθανε. τὰν ἴσα Μού‐ σαις φθεγξαμέναν κεφαλάν, ὦ ξένε, Μαιονίδεω. |
| μ 338 | Μαίονος: ὄνομα κύριον. |
| μ 339 | Μαιοτάλιμνος: ὄνομα τόπου. |
| μ 340 | Μαιόταλμος: ποταμός. |
| μ 341 | Μαιωθήσονται: λοχευθήσονται, γεννηθήσονται, θεραπευθή‐ σονται. |
| μ 342 | Μαιωτικὴ χώρα. |
| μ 343 | Μαιώρεις: οἱ πρεσβύται. |
| μ 344 | Μαιῶτις: λίμνη Σκυθίας. |
| μ 345 | Μαίωτρα, μαιώτρων. |
| μ 346 | Μαῖρα: ὄνομα κύριον. |
| μ 347 | Μεσσαύλιος: ὁ μέσος τόπος τῆς αὐλῆς. |
| μ 348 | Μέγα: ἀντὶ τοῦ μεγάλως. Ἀριστοφάνης Νεφέλαις· τοῦτο μέγα φροντίζετε. |
| μ 349 | Μεγά: πολύ. οἱ δὲ μέγα δείσαντες ἐπ’ αὐτῷ διαβοῶσι τὸν κίνδυνον ὅλῳ τῷ τάγματι. καὶ Αἰλιανός· ὀλίγου χρόνου διελθόντος, ἑάλω μέγα κακουργῶν· εἶτα μέντοι ἐν ὄψει πολλῶν κατεπρήσθη ζῶν. ἀντὶ τοῦ ἐκαύθη. καὶ πάρδαλιν τοῦ αὐτοῦ μέγα τιμίαν διάλιθον. καὶ αὖθις· γυνὴ εὐπάτωρ ἄνθρωπος καὶ μέγα πλουσία. |
| μ 350 | Μεγάβυζος: ὄνομα κύριον. |
| μ 351 | Μεγάθυμος: μεγαλόψυχος. |
| μ 352 | Μέγα καὶ Μικρὸν περὶ τὴν ἀκοὴν λέγεται· λέγεται δὲ καὶ ἐπὶ τῶν ψόφων. καὶ τὸ μὲν ἐν ψόφοις μέγα καὶ μικρὸν ἡ ἀκοὴ μόνη δύναται διακρῖναι, τὸ δὲ ἐν σώμασι τὸ συνεχὲς ἡ ἀφὴ καὶ ἡ γεῦσις διακρίνουσιν. ὅτε δὲ λέγομεν λευκὴν φωνὴν ἢ μέλαιναν, κατὰ ἀναλογίαν καὶ ὁμοιότητα τὴν ἀπὸ τῶν χρωμάτων φαμέν. καὶ τοῦ μὲν ἐν ψόφοις μέγα καὶ μικρὸν οὐκ ἔστιν ἑτέρα τις ἀντίθεσις παρὰ τὸν ὀξὺν καὶ βαρὺν φθόγγον, ὥσπερ ἐπὶ τῆς ἁφῆς παρὰ τὸ θερμὸν καὶ ψυχρὸν ἑτέρα παντελῶς ἀντίθεσις τὸ βαρὺ καὶ κοῦφον ἢ τραχὺ καὶ λεῖον καὶ τῶν ἄλλων ἑκάστη, ἀλλὰ τὴν ἄνεσιν ἢ τὴν ἐπίτασιν δηλοῖ τῶν ψόφων· τοῦτο δὲ οὐκ ἔστιν ἑτέρας ἀντιθέσεως ἴδιον. τὸ τοιοῦτο γοῦν μέγα καὶ μικρὸν εὑρεῖν ἐστίν, οἷον τὸν μὲν τοῦ μέλιτος, εἰ τύχοι, μέγαν, τὸν δὲ τῆς ἰσχάδος μικρόν, ὅτι ἐπιτέταται ἡ γλυ‐ κύτης ἐν τῷ μέλιτι, ἀνεῖται δὲ ἐν τῇ ἰσχάδι. ἀλλὰ καὶ τὸ μέλαν χρῶμα τὸ μὲν κατακορὲς εἴποι τις μέγα, τὸ δὲ μὴ οὕτως ἔχον ἀλλ’ ὑφειμένον μικρόν, τὸ σφοδρὸν ἁπλῶς καὶ ἀμυδρὸν τῇ τοῦ μεγάλου καὶ μικροῦ φωνῇ ὀνομάζων. ζητῆσαι δὲ ἄξιον τί δήποτε ἐπὶ μόνων τῶν μεγεθῶν λεγομένου τοῦ μεγάλου καὶ μικροῦ ἐπὶ μόνων τῶν σφοδρῶν ψόφων καὶ ἀμυδρῶν τῇ μεταφορᾷ οἰκείως ἐχρησάμεθα, μέγαν ψόφον λέγοντες καὶ μικρόν, οὐ μέντοι μέγα γλυκὺ τὸ ἄγαν γλυκύ, οὐδὲ μικρὸν τὸ ἀμυδρὰν ἔχον τὴν γλυκύτητα, οὐδὲ ἐπ’ ἄλλου οὐδενός. φημὶ οὖν, ὅτι ὁ ψόφος οὐκ ἔστιν ὑφεστηκός τι ἀθρόον πρᾶγμα, ἀλλ’ ἐν τῷ γίνεσθαι ὑφέστηκε· γίνεται δὲ ἐν χρόνῳ, πᾶς δὲ χρόνος συν‐ εχής. διὰ τοῦτο τὸν ἐν πολλῷ χρόνῳ γενόμενον ψόφον μέγαν φαμέν, μικρὸν δὲ τὸν ἐν ὀλίγῳ. τὸ δὲ ἄγαν γλυκὺ καὶ ἄγαν μέλαν καὶ ἐπὶ τῶν ἄλλων τῷ σφοδρῷ τῆς ποιότητος τοιαῦτά ἐστιν, οὐ τῷ μήκει τοῦ χρόνου. |
| μ 353 | Μεγακήτης: ὁ μέγας. |
| μ 354 | Μεγακλέους κίονας· ἀλλ’ ἔσθι’ ἐλθὼν τοὺς Μεγακλέους κίονας. |
| μ 355 | Μεγαλαυχούμενοι: κατεπαιρόμενοι. ἔτι μεγαλαυχούμενοι ἐπὶ τοῖς πραττομένοις θερμότατα ἄγειν τὸ δεύτερον ἐπὶ τοὺς πολεμίους. |
| μ 356 | Μεγαλεπήβολος: ὁ μεγάλων πραγμάτων καταρχόμενος. ἐδόκει γὰρ ὁ βασιλεὺς οὗτος μεγαλεπήβολος καὶ τολμηρὸς εἶναι καὶ τοῦ προτεθέντος ἐξεργαστικός. |
| μ 357 | Μεγαλεῖα: ὑψηλά, μεγάλα. ἃ ἐποίησάς μοι μεγαλεῖα ὁ θεός. |
| μ 358 | Μεγαλεῖον μύρον: ἀπὸ τοῦ εὑρομένου τὴν κατασκευὴν αὐτοῦ Μεγάλου Σικελιώτου. |
| μ 359 | Μεγαλεῖον· ὁ δὲ ἐτεθήπει αὐτοῦ τὴν μεγαλόνοιαν καὶ αὖθις τῶν μέτρων τὸ ἀξιάγαστον. |
| μ 360 | Μεγαλεῖον: μεγαλοπρεπές. οἱ δὲ τῷ Μάγωνι προσπολεμοῦντες τῶν Λιγυστίνων πρᾶξαι μὲν ὁλοσχερές τι καὶ μεγαλεῖον οὐχ οἷοί τ’ ἦσαν. |
| μ 361 | Μεγαλείως: πάνυ. οἱ δὲ Ῥωμαῖοι μεγαλείως ἔχαιρον καὶ μέγιστον ἐποιοῦντο σημεῖον τῆς τῶν Καρχηδονίων ὑπερηφανίας. |
| μ 362 | Μεγαλήτωρ: μεγαλόψυχος. |
| μ 363 | Μεγαλίζεο: ἐπαίρου. |
| μ 364 | Μεγαλοδωρία· τοσαύτῃ μεγαλοδωρίᾳ καὶ σοφίᾳ ἐχρήσατο· οὔτε γὰρ ἑωρᾶτο ὁρώμενος οὔτε εὑρίσκετο εὑρισκόμενος οὔτε κατελαμ‐ βάνετο ἁλισκόμενος. Ζήνων ἐπιβαλομένου τινὸς μέγα φυσᾶν, πα‐ τάξας εἶπεν, ὡς οὐκ ἐν τῷ μεγάλῳ τὸ εὖ κείμενον εἴη, ἀλλ’ ἐν τῷ εὖ τὸ μέγα. |
| μ 365 | Μεγαλομερία. Πολύβιος περὶ Καρχηδονίων φησίν, ὅτι ὁ στόλος αὐτῶν περὶ ιεʹ μυριάδας ὑπῆρχεν· ἐφ’ οἷς οὐχ οἷον ἄν τις παρὼν καὶ θεώμενος ὑπὸ τὴν ὄψιν, ἀλλὰ κἂν ἀκούων καταπλαγείη τὸ τοῦ κινδύνου μέγεθος καὶ τὴν τῶν πολιτευμάτων ἀμφοτέρων μεγαλο‐ μερίαν καὶ δύναμιν. καὶ ὁ Θεολόγος· τοῖς τῶν μεγίστων ἢ τοῦ μεγίστου. μεγίστων ὡς ἐν τρισὶν ὑποστάσεσιν ὁμοουσίοις. ἢ τοῦ με‐ γίστου, διὰ τὸ κατ’ οὐσίαν ἓν καὶ ταυτὸ τῆς θεότητος. ἢ ὑπὲρ τὸ μέγα, διὰ τὸ μὴ ποσῷ τινι ἢ μεγέθει ἢ πηλικότητι περιγράφεσθαι. |
| μ 366 | Μεγαλομερῶς· τὸν δὲ Πόπλιον καὶ τὸν Γάϊον ἀποδεξάμενος φιλανθρώπως καὶ μεγαλομερῶς. ἀντὶ τοῦ πολυτελῶς. |
| μ 367 | Μεγαλόνοια: ὑπερηφανία, μεγαλοφυΐα. μεγαλοπρέπεια. |
| μ 368 | Μεγαλοπολίτιδος· ζήτει ἐν τῷ Ἀλφειός. |
| μ 369 | Μεγαλοπρεπής: μεγαλοφανής. ἢ ὁ ἐπὶ μεγέθει ἀναλωμάτων πονούμενος, ἐλευθέριος δὲ ὁ ἐπὶ τὰ συνήθη καὶ εὐτελῆ. Εὐνάπιος· οὔτε ἄλλως τὸ μεγαλοπρεπὲς κατὰ τὴν δίαιταν ἐν ταῖς μάχαις ἐστὶ φιλο‐ κίνδυνον. διαφέρει δὲ μεγαλοπρέπεια ἐλευθεριότητος ὅτι ἡ μὲν ἐν μεγέθει ἀναλωμάτων ἐστιν, ἡ δὲ ἐλευθεριότης περὶ τὰ συνήθη ἀναλώ‐ ματα ἐνεργεῖ. |
| μ 370 | Μεγαλορήμονος· καὶ Μεγαλορημοσύνη, μεγαληγορία. |
| μ 371 | Μεγαλόφρων: μεγαλόψυχος. Μεγαλόψυχος δέ ἐστιν ὁ ἕξιν ἔχων ὑπεράνω ἑαυτὸν τιθέναι πάντων τῶν συμβαινόντων κοινῇ φαύλων τε καὶ σπουδαίων. λέγεται δὲ καὶ μέγιστος πλοῦτος παρὰ τοῖς παλαιοῖς. |
| μ 372 | Μεγαλοψυχότερος. |
| μ 373 | Μεγαλώνυμον: μεγαλόδοξον, περίφημον, ὀνομαστόν. |
| μ 374 | Μεγαλωστί: μεγάλως. ὁ δὲ παραλαβὼν τὴν Ἔφεσον ἐπὶ τούτῳ μεγαλωστὶ περιχαρὴς ἦν. |
| μ 375 | Μεγαλωστί: πάνυ. Ἀρριανός· τὴν πίστιν καὶ τὴν δικαιότητα μεγαλωστὶ ἐπῄνει τοῦ Ἀλεξάνδρου, τά τε ἄλλα καὶ τὸ αὑτοῦ ἐν πρώ‐ τοις ἐς βεβαίωσιν τοῦ λόγου προφέρων. |
| μ 376 | Μεγαλωσύνη. καὶ Μεγαλορρημοσύνη. |
| μ 377 | Μεγαλύνω· αἰτιατικῇ. |
| μ 378 | Μεγαμάζα: οἱ Σύροι τὴν ἐπὶ τὸν βασιλέα δέησιν οὕτω κα‐ λοῦσιν. |
| μ 379 | Μεγάμυκος: μεγαλομυκήτης. ἢ ὄνος. |
| μ 380 | Μεγάνορος πλούτου: Πίνδαρος. ἰσχυροῦ, δυνατοῦ, ἀνδρείαν ἐμποιοῦντος· ἐπεὶ μεγάλα δύναται ὁ χρυσός. νεῦρα γὰρ λέγεται πο‐ λέμου εἶναι, ὥς φησι Πίνδαρος. |
| μ 381 | Μέγαρα: τὰ οἰκήματα. Μέγαρον, ὑπερῷον, οἴκημα. καὶ ὡς οὐ μέλει τῶν ἀνθρωπείων τῷ θεῷ, ὠθεῖ ἑαυτὸν εἰς τὸ μέγαρον, ἔνθα δήπου τῷ μὲν ἱεροφάντῃ μόνῳ παρελθεῖν θεμιτὸν ἦν κατὰ τὸν τῆς τελετῆς νόμον, ἐκείνῳ δὲ οὐκ ἐξῆν. |
| μ 382 | Μεγαρέων ἄξιοι μερίδος: ἀντὶ τοῦ ἄτιμοι. τοιοῦτοι γὰρ οἱ Μεγαρεῖς. ὅτι δὲ τοιοῦτόν ἐστι τὸ πρᾶγμα, δῆλοι καὶ σαφεῖς οἱ μάρτυρες, οὐκ ἄδοξοί τινες, οὐδὲ τῆς Μεγαρέων μερίδος, ἀλλὰ τῶν ἀπενεγκαμένων τῆς σοφίας τὰ πρῶτα. ζήτει περὶ Μεγαρέων ἐν τῷ Διὸς Κόρινθος. |
| μ 383 | Μεγαρέων δάκρυα: ἐπεὶ πλεῖστα ἐν τῇ Μεγαρίδι σκόροδα φύεται, εἰς παροιμίαν ἦλθεν ἐπὶ τῶν προσποιητῶς καὶ πρὸς βίαν δακρυόντων, καὶ μὴ ἐπὶ οἰκείῳ πάθει. Μεγαρεύς, ἡ εὐθεῖα. |
| μ 384 | Μεγαρίζοντες: λιμώττοντες· ἢ μεγάλα λέγοντες. |
| μ 385 | Μεγαρικαὶ Σφίγγες: αἱ πόρναι οὕτως εἴρηνται. ἴσως δὲ ἐντεῦθεν καὶ σφίγκται οἱ μαλακοὶ ὠνομάσθησαν. ἢ καὶ ἀπὸ Μαίας οὕτω λεγομένης ἐν Μεγάροις. ἀλλ’ ἔστιν ἡμῖν Μεγαρική τις μη‐ χανή. ἀντὶ τοῦ πονηρά. διεβάλλοντο γὰρ ἐπὶ πονηρίᾳ οἱ Μεγαρεῖς. |
| μ 386 | Μεγαρόθεν: ἀπὸ τῶν Μεγάρων. |
| μ 387 | Μεγαρίς, Μεγαρίδος. |
| μ 388 | Μεγαρίσαι: τὰ Μεγαρέως δοξάσαι. Στίλπων γὰρ ὁ φιλόσοφος Μεγαρεὺς ἦν, τῆς Ἑλλάδος· ὃς τοσοῦτον εὑρησιλογίᾳ καὶ σοφιστείᾳ προῆγε τοὺς ἄλλους, ὡς μικροῦ δεῆσαι πᾶσαν τὴν Ἑλλάδα ἀφορῶσαν εἰς αὐτὸν μεγαρίσαι. |
| μ 389 | Μέγας βασιλεύς: ὁ τῶν Περσῶν. διὰ τὸ πλείονι δυνάμει χρῆσθαι τῇ Περσικῇ. τοὺς δὲ ἄλλους προσετίθεσαν καὶ τῶν ἀρχομένων τὰ ὀνόματα, οἷον Λακεδαιμονίων, Μακεδόνων. καὶ ζήτει ἐν τῷ βασιλεὺς μέγας. ἡ εὐθεῖα, ὁ μέγας, γενικὴν οὐκ ἔχει οὔτε δοτικήν· ἡ αἰτιατική, τὸν μέγαν. ἡ δὲ κλητικὴ εὕρηται παρὰ τοῖς ποιηταῖς· ὥς φησιν Ἀγαθίας ἐν Ἐπιγράμμασι· ἆ μέγα τολμήεις κηρός. |
| μ 390 | Μέγα σεμναί: τουτέστι θαυμασιώταται καὶ ὑπεράγαν σεμναί. |
| μ 391 | Μέγα τὸ στόμα τοῦ ἐνιαυτοῦ: οἷον πολλὴ παρρησία πάν‐ των, εὐφορίας γενομένης. |
| μ 392 | Μέγα τοι ἄγγελος ἐσθλός: ἐπὶ τῶν ἀγαθὰ ἐπαγγελλόντων. |
| μ 393 | Μέγα φρονεῖ μᾶλλον ἢ Πηλεὺς ἐπὶ τῇ μαχαίρᾳ: φασὶ ταύτην ὑπὸ τοῦ Ἡφαίστου γενομένην, δῶρον Πηλεῖ σωφροσύνης ἕνεκα ὑπὸ Ἡφαίστου δοθῆναι, ᾗ χρώμενος πάντα κατώρθου καὶ ἐν ταῖς μάχαις καὶ ἐν ταῖς θήραις. |
| μ 394 | Μεγαίνετος: ὄνομα κύριον. αὐθάδης, καὶ τῶν στρατηγιώντων, καὶ ἄλλως θρασύς. |
| μ 395 | Μεγαίνετος ὁ Μάνης καὶ Φορμίσιος, δούλων ὀνόματα. γνώσῃ δὲ τοὺς τούτου κἀμοῦ μαθητάς. τούτου μὲν Φορμίσιος Μεγαίνετός θ’ ὁ Μάνης. δούλων ὀνόματα. |
| μ 396 | Μεγαίρων: φθονῶν. |
| μ 397 | Μέγεθος: ὅτι διττὸν τὸ μέγεθος. κοινὴ αἴσθησις. δύναται δὲ κατὰ ἀναλογίαν καὶ ἐπὶ ὀσφρήσεως λαμβάνεσθαι καὶ γεύσεως· εἰσὶ γὰρ καὶ αὗται τοῦ οἰκείου μεγέθους ἀντιληπτικαί, ἡ μὲν τοῦ ἐν ὀσμαῖς, ἡ δὲ τοῦ ἐν χυμοῖς· εἰ καὶ μὴ οἶδεν ἡ συνήθεια τὸ τοῦ μεγέθους ὄνομα. |
| μ 398 | Μέγηρον: τὸ ἐπέραστον. |
| μ 399 | Μέγης: ὁ μέγας. |
| μ 400 | Μεγιστᾶνες. |
| μ 401 | Μέγιστος: ποταμὸς ἐν Αἰγαίῳ πελάγει εἰσβάλλων. |
| μ 402 | Μέδεσθαι: φροντίζειν. καὶ Μεδήσομεν, φροντίσομεν. |
| μ 403 | Μέδιμνον: μέτρον χοινίκων μηʹ. καὶ παροιμία· Μεδίμνῳ ἀπομετρῶ παρὰ τοῦ πατρὸς ἀργύριον· ἐπὶ τῶν μεγάλην καὶ ἀθρόαν προσδοκώντων ὠφέλειαν. |
| μ 404 | Μέδιμνον: μέτρον ἐστὶ ξηρῶν οἷον πυρῶν ἢ κριθῶν. Μέ‐ διμνον οὖν μοδίων ϛʹ, ὡς εἶναι μέτρον ξεστῶν οβʹ, ἤτοι λιτρῶν ρηʹ. |
| μ 405 | Μεδιόλανον: πολυάνθρωπος πόλις, ἣν καταλαβὼν Ἀττήλας ἠνδραποδίσατο. ὡς δὲ εἶδεν ἐν γραφῇ τοὺς μὲν Ῥωμαίων βασιλεῖς ἐπὶ χρυσῶν θρόνων καθημένους, Σκύθας δὲ ἀνῃρημένους καὶ πρὸ τῶν σφῶν ποδῶν κειμένους, ζητήσας ζωγράφον ἐκέλευσεν αὑτὸν μὲν γρά‐ φειν ἐπὶ θάκου, τοὺς δὲ Ῥωμαίων βασιλεῖς κωρύκους φέρειν ἐπὶ τῶν ὤμων καὶ χρυσὸν πρὸ τῶν αὑτοῦ χέειν ποδῶν. |
| μ 406 | Μέδουσα: ἡ καὶ Γοργόνη κληθεῖσα. Περσεύς, ὁ Δανάης καὶ Πήκου υἱός, διδαχθεὶς πάσας τὰς μυστικὰς φαντασίας, ἰδίαν βουλό‐ μενος ἑαυτῷ καταστῆσαι βασιλείαν κατεφρόνησε τῆς τῶν Μήδων· καὶ διὰ πολλῆς ἐρχόμενος γῆς εἶδε παρθένον κόρην αὐχμηράν τε καὶ δυσ‐ ειδῆ, καὶ ἀποβλέψας εἰς αὐτὴν ἐρωτᾷ, τίς καλεῖται· ἡ δὲ εἶπε, Μέ‐ δουσα, καὶ ἀποτεμὼν αὐτῆς τὴν κεφαλὴν ἐτέλεσεν αὐτὴν ὡς ἐδιδάχθη, καὶ ἐβάσταζε, καταπλήττων πάντας καὶ ἀναιρῶν τοὺς ὁρῶντας· ἥν τινα κεφαλὴν ἐκάλεσε Γοργόνην, διὰ τὴν ὀξύτητα τῆς ἐνεργείας. ἐκεῖθεν δὲ ἐλθὼν εἰς χώραν βασιλευομένην ὑπὸ Κηφέως εὗρεν ἐν τῷ ἱερῷ παρθένον κόρην, τὴν λεγομένην Ἀνδρομέδαν, ἣν ἔγημε· καὶ κτίζει πόλιν εἰς κώμην, λεγομένην Ἄμανδραν, στήσας καὶ στήλην βαστάζουσαν τὴν Γοργόνην. αὕτη μετεκλήθη Ἰκόνιον, διὰ τὸ ἀπεικό‐ νισμα τῆς Γοργόνης. ἐπολέμησε δὲ καὶ Ἰσαύροις καὶ Κίλιξι καὶ κτίζει πόλιν, ἣν ἐκάλεσε Ταρσόν, τοπρὶν λεγομένην Ἀνδρασόν. χρηματισθεὶς δέ, ὅτι μετὰ τὴν νίκην ἐν ᾧ τόπῳ ἀποβὰς ἀπὸ τοῦ ἵππου τὸν ταρ‐ σὸν τοῦ ποδὸς ἀπόθηται, ἐκεῖ ὑπὲρ τῶν νικητηρίων κτίσαι πόλιν, ταύτην οὖν ἐκάλεσε Ταρσόν. νικήσας δὲ καὶ τοὺς Μήδους ἤμειψε τὸ ὄνομα τῆς χώρας καὶ ἐκάλεσεν αὐτὴν Περσίδα. ἐδίδαξε δὲ καὶ τὴν μυσαρὰν τελετὴν τὴν ἐπὶ τῇ Γοργόνῃ τινὰς τῶν Περσῶν, οὓς ἐκάλεσε μάγους. καθ’ οὓς χρόνους καὶ σφαῖρα πυρὸς κατηνέχθη ἐκ τοῦ οὐρα‐ νοῦ, ἐξ ἧς ἔλαβε πῦρ ὁ Περσεὺς καὶ παρέδωκε τοῖς τοῦ ἔθνους φυ‐ λάττειν καὶ τιμᾶν, ὡς ἐκ τοῦ οὐρανοῦ κατενεχθέν. συμβαλὼν δὲ πό‐ λεμον τῷ Κηφεῖ, τοῦ δὲ διὰ τὸ γῆρας μὴ βλέποντος καὶ τῆς κεφαλῆς μὴ ἐνεργούσης, δοκῶν αὐτὴν ἀνωφελῆ εἶναι, ἐπιστρέψας πρὸς ἑαυτὸν ὁ Περσεὺς καὶ ταύτην θεασάμενος ἀποθνήσκει. ταύτην ὕστερον ἔκαυσεν ὁ υἱὸς αὐτοῦ Μέρρος. |
| μ 407 | Μέδων: βασιλεύς. |
| μ 408 | Μεδοίατο: φροντίζει. |
| μ 409 | Μέζεα: τὰ αἰδοῖα. |
| μ 410 | Μεθαρμοζόμενος: μετερχόμενος. |
| μ 411 | Μεθάρμοσον: ἐπανόρθωσον. ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοισι διδούς, εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον. |
| μ 412 | Μεθέμεν: συγχωρῆσαι. |
| μ 413 | Μεθέξειν· γενικῇ. |
| μ 414 | Μέθεξις: μετοχή, κοινωνία. |
| μ 415 | Μεθέσθαι: καταλιπεῖν. Σοφοκλῆς· καὶ δὸς ἀνδράσιν φίλοις γνώμησι φατῆσαι, τάσδε φροντίδας μεθέσθαι. |
| μ 416 | Μεθείθη: ἀντὶ τοῦ ἐστάλη. ὁ δὲ μεθείθη εἰς Παρθυαίους. |
| μ 417 | Μεθεῖναι: ἀφεῖναι, ἀμελῆσαι. |
| μ 418 | Μεθείω: ἀφῶ, ἐάσω. καὶ Μεθείθη ἐξ αὐτοῦ. |
| μ 419 | Μεθείς: ἐῶν, ἀφίων. |
| μ 420 | Μέθη· τὸ παλαιὸν οὐκ ἦν ἔθος οὔτ’ οἶνον ἐπὶ πλεῖον οὔτ’ ἄλλην ἡδυπάθειαν προσφέρεσθαι, μὴ θεῶν ἕνεκα τοῦτο δρῶντας. διὸ καὶ θοίνας καὶ θαλίας καὶ μέθας ὠνόμαζον· τὰς μὲν ὅτι διὰ θεοὺς οἰνοῦσθαι ἐνόμιζον· τὰς δὲ ὅτι θεῶν χάριν ἡλίζοντο καὶ συνίεσαν. τοῦτο γάρ ἐστι τὸ δαῖτα θάλειαν. τὸ δὲ μεθύειν, τὸ μετὰ τὸ θύειν αὐτῷ χρῆσθαι. καὶ Ὅμηρος, ὅτε λέγει τέλος χαριέστατον, τὴν θυσίαν φησί. |
| μ 421 | Μεθ’ ἡμέραν: ἀντὶ τοῦ ἐν ἡμέρᾳ· Ἀττικῶς. Ἀριστοφάνης Πλούτῳ· οἴμοι τάλας, ἀποδύομαι μεθ’ ἡμέραν. οὕτως Ἀττικῶς φασιν, οὐκ ἐν ἡμέρᾳ. |
| μ 422 | Μεθημοσύνη: ἀμέλεια, ῥᾳθυμία. |
| μ 423 | Μεθήμων: ἀμελής. |
| μ 424 | Μεθήσειν: ἀμελήσειν. |
| μ 425 | Μεθιεμένους: ἐῶντας, προδιδόντας, |
| μ 426 | Μεθίετο: προΐετο, ἠφίετο. καὶ Μεθιέμενα, ἀντὶ τοῦ βαλ‐ λόμενα, πεμπόμενα. |
| μ 427 | Μεθίει: ἀμελεῖ, ἀφίει. καὶ Μεθιείς, ἀντὶ τοῦ καταλαμ‐ βάνων. οὐδὲ τὸν πόλεμον μεθιείς, τῷ μιαιφόνος τις καὶ παλαμναῖος εἶναι. |
| μ 428 | Μεθοδεύει: μετέρχεται, τεχνάζεται, ἀπατᾷ. |
| μ 429 | Μεθοδείας: τέχνας, ἢ δόλους. |
| μ 430 | Μεθόδιον: μέθοδος, τέχνη. ὁ δὲ τὸ κατ’ ἀλήθειαν ὑπάρχον αὐτῷ μεθόδιον οὕτω πως ἐκεχειρίκει. |
| μ 431 | Μεθοδικῶς: τουτέστι κατὰ μέθοδον. Πολύβιος· ὁ δὲ τρόπος τῶν κλιμάκων τῶν ἐν τοῖς τείχεσι προσαγομένων εὐχερὴς καὶ ἀδιάπτω‐ τος, ἐὰν λαμβάνηται μεθοδικῶς. κατὰ μέθοδον. καὶ αὖθις· πάντα δὲ τὰ λεγόμενα μεθοδικῶς περὶ τῶν τάξεων ἐπωπτευκώς, εἰ καί τις ἕτερος τῶν καθ’ ἡμᾶς. |
| μ 432 | Μεθόδιος, Ὀλύμπου Λυκίας ἤτοι Πατάρων, καὶ μετὰ ταῦτα Τύρου ἐπίσκοπος, λαμπροῦ καὶ συγκειμένου λόγου κατὰ Πορφυρίου συνέταξε τεύχη· καὶ Συμπόσιον δέκα παρθένων, καὶ περὶ Ἀναστάσεως λόγον ἄριστον κατὰ Ὠριγένους, καὶ ἕτερον κατὰ τοῦ αὐτοῦ περὶ Πυθονίσσης, καὶ περὶ αὐτεξουσίου. ἔγραψε δὲ καὶ εἰς τὴν Γένεσιν καὶ εἰς τὰ ᾌσματα τῶν ᾀσμάτων ὑπομνήματα· καὶ ἕτερα πολλὰ χύδην ἀναγινωσκόμενα. ὃς περὶ τὰ τελευταῖα τοῦ διωγμοῦ ἐπὶ Δεκίου καὶ Βαλεριανοῦ ἐν Χαλκίδι τῆς ἀνατολῆς μαρτυρίῳ ἐστέφθη. |
| μ 433 | Μεθωναῖος: ὁ ἀπὸ τῆς Μεθώνης πόλεως. |
| μ 434 | Μεθώνη: ἡ πόλις. μία τῶν Ἀλκυονίδων. Δημοσθένης ἐν Φι‐ λιππικοῖς λέγοι ἂν τὴν ἐν Θρᾴκῃ· ἣν πολιορκῶν Φίλιππος ἐξεκόπη τὸν δεξιὸν ὀφθαλμόν. τέσσαρας δὲ εἶναί φησι Μεθώνας Δημήτριος ὁ Μάγνης. |
| μ 435 | Μεθόριον: μεταξὺ τῶν ὅρων. |
| μ 436 | Μεθορμιζόμενος: μετερχόμενος. |
| μ 437 | Μέθυ: οἶνος. εὐῶδες δ’ ἀπὸ γῆς ἡδὺ χέοιτο μέθυ, ὄφρα κέ τοι σποδιή τε καὶ ὀστέα τέρψιν ἄρηται. καὶ Ὅμηρος· δῶκεν Ἰησο‐ νίδης ἀγέμεν μέθυ χίλια μέτρα. |
| μ 438 | Μεθύση κύων: θηλυκόν. ὅτι Αἴσωπον ἀπὸ δείπνου βαδίζονθ’ ἑσπέρας, θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων. κἄπειτ’ ἐκεῖνος εἶπεν, ὦ κύον, κύον, εἰ νὴ Δί’ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκῇς. |
| μ 439 | Μεθυμναῖος: ἀπὸ τόπου. |
| μ 440 | Μεθύουσαν: δίυγρον οὖσαν, πεπληρωμένην. ἐν Ἐπιγράμμασι· καὶ κώπην ἅλμης τὴν μεθύουσαν ἔτι. καὶ Μεθύω· αἰτιατικῇ. |
| μ 441 | Μεθυσοκότταβοι: λάταξ, χαλκῆ φιάλη· ἣν μεταξὺ τοῦ δείπνου ἐτίθεσαν οἴνου πεπληρωμένην, εἶτα εἰς μικρὰ ποτήρια ἐμβαλόντες οἶνον, εἰς ταύτην ἀπὸ ὕψους ἐρρίπτουν ἐπὶ τῷ ψόφον ἐκτελέσαι, ὃς ἐκαλεῖτο κότταβος. ἐπῃνεῖτο δὲ ὁ μείζονα ψόφον ποιῶν. ἐκ τούτου οὖν με‐ θυσοκότταβος. |
| μ 442 | Μέϊς, μέϊδος. |
| μ 443 | Μελαγρία: εἶδος βοτάνης φυομένης ἐν ἐρήμῳ. |
| μ 444 | Μελαγχαίτης: ὁ μέλαιναν χαίτην ἔχων. |
| μ 445 | Μέλαθρα: οἶκον. Ἀριστοφάνης· μέλαθρα μὲν ἂν καταιθα‐ λώσω. παρὰ τὸ μελαίνεσθαι ὑπὸ τοῦ καπνοῦ. |
| μ 446 | Μελαμβαφές. |
| μ 447 | Μελάμβωλος: μελανόγειος. Αἰγύπτου μεδέουσα μελάμβωλε λινόπεπλε δαῖμον. |
| μ 448 | Μελάμπους: μαντικῆς εἰδήμων. ὁ δὲ σύμβολος Μελάμποδος ἢ Πόλλητος ἐδέετο. οὗτοι δὲ ἦσαν ἄριστοι κρίνειν τὰ μέλλοντα. |
| μ 449 | Μελαμπύγου τύχοις: Μελάμπυγοι ἐγένοντο πέρπεροι, Λίμνης υἱοί. ἀκολασταινόντων αὐτῶν πολλά, ἡ μήτηρ ἔλεγε φυλάσσεσθαι μήποτε ἐμπέσωσιν εἰς δασύπρωκτον. ἐμπεσόντες οὖν εἰς Ἡρακλέα ἐν ἀνωφόρῳ ἐδέθησαν. εἶτα ὁρῶν αὐτοὺς γελῶντας καὶ κατακύπτοντας ἐπυνθάνετο τὴν αἰτίαν. οἱ δὲ ἔλεγον, ὅτι λόγιον ἦν τὸ τῆς μητρός, ἐμπεσεῖσθαι ἡμᾶς εἰς δασύπρωκτον· καὶ γελάσαντα τὸν Ἡρακλέα ἀφεῖναι αὐτοὺς τῶν δεσμῶν. ὅτι τοὺς λευκοπύγους ὡς γυναικώδεις ἐκωμῴδουν. |
| μ 450 | Μελαναιγὶς Διόνυσος. καὶ ζήτει ἐν τῷ Ἀπατούρια. |
| μ 451 | Μέλαν: τὸ ἀντιδιαιρούμενον τῷ λευκῷ χρώματι· καὶ ἰδίως, ᾧ γράφομεν. μέλαν δέ ἐστι χρῶμα συγκριτικὸν ὄψεως, λευκὸν δὲ χρῶμα διακριτικὸν ὄψεως. καὶ Μελαναιγίδα Διόνυσον ἱδρύσαντο ἐκ τοιαύτης αἰτίας. αἱ τοῦ Ἐλευθῆρος θυγατέρες θεασάμεναι φάσμα τοῦ Διονύσου ἔχον μελάνην αἰγίδα ἐμέμψαντο· ὁ δὲ ὀργισθεὶς ἐξέμηνεν αὐτάς. μετὰ ταῦτα ὁ Ἐλευθὴρ ἔλαβε χρησμὸν ἐπὶ παύσει τῆς μανίας τιμῆσαι Μελαναιγίδα Διόνυσον. |
| μ 452 | Μελανείμονος: τοῦ μέλανα ἱμάτια φοροῦντος. |
| μ 453 | Μελανίωνος σωφρονέστερος· Ἀριστοφάνης Λυσιστράτῃ· οὗτος φεύγων γάμον ἀφίκετ’ ἐς ἐρημίαν κἀν τοῖς ὄρεσιν ᾤκει, καὶ κύνα τιν’ εἶχε, κᾆτ’ ἐλαγοθήρει, κοὐκ ἔτ’ ἦλθεν οἴκαδ’ ὑπὸ μίσους. οὕτω τὰς γυναῖκας ἐβδελύχθη ἐκεῖνος· ἡμεῖς δ’ οὐδὲν ἧττον τοῦ Με‐ λανίωνος σωφρονέστεροι. |
| μ 454 | Μελανιππίδης, θυγατριδοῦς τοῦ πρεσβυτέρου, παῖς δὲ Κρί‐ τωνος, λυρικοῦ καὶ αὐτοῦ· ὃς ἐν τῇ τῶν διθυράμβων μελοποιΐᾳ ἐκαι‐ νοτόμησε πλεῖστα καὶ διατρίψας παρὰ Περδίκκᾳ τῷ βασιλεῖ ἐκεῖ τὸν βίον κατέστρεψεν. ἔγραψε καὶ αὐτὸς ᾄσματα λυρικὰ καὶ διθυράμβους. |
| μ 455 | Μελανιππίδης, Κρίτωνος, γεγονὼς κατὰ τὴν ξεʹ Ὀλυμπιάδα, Μήλιος. ἔγραψε δὲ διθυράμβων βιβλία πλεῖστα καὶ ποιήματα ἐπικὰ καὶ ἐπιγράμματα καὶ ἐλέγους καὶ ἄλλα πλεῖστα. |
| μ 456 | Μελανίππειον: Μελανίππου τοῦ Θησέως ἡρῷόν ἐστι. |
| μ 457 | Μελάνθιος καὶ Μόρσιμος· λέγει Ἀριστοφάνης περὶ αὐτῶν οὕτως· ἄμφω Γοργόνες ὀψοφάγοι, βατιδοσκόποι, ἅρπυιαι, γραοσόβαι, μιαροί, τραγομάσχαλοι, ἰχθυολῦμαι· ὧν καταχρεμψαμένη μέγα καὶ πλατὺ μοῦσα καὶ θεὰ μετ’ ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν. Γοργόνες, φοβεροὶ ἐς γαστριμαργίαν· βατὶς δὲ εἶδος ἰχθύος· ἅρπυιαι δὲ ἅρπαγες τῶν ἰχθύων· Ἅρπυιαι γὰρ ἁρπακτικοὶ δαίμονες· ἀπὸ τῶν ἰχθύων ἀποσο‐ βοῦντες τὰς γραΐδας, ὡς μὴ ἀγοράζειν· ἢ γραΐσι συγκοιμώμενοι· σο‐ βάδες γὰρ αἱ πόρναι· καταχρεμψαμένη δὲ καταπτύσασα. |
| μ 458 | Μέλανθος, Ἀθηναῖος· ὃς ἐμονομάχησε μετὰ Ξανθίου Βοιωτοῦ καὶ ἀπ‐ έκτεινεν αὐτόν. καὶ ζήτει ἐν τῷ Ἀπατούρια. |
| μ 459 | Μελανοσυρμαῖον λεών: μέλαινα, καὶ συρμαϊζόμενον· συρμαία δὲ κρίθινόν ἐστι πόμα. λέγει δὲ τοὺς Αἰγυπτίους. |
| μ 460 | Μελανοχροιής: ὁ μέλαιναν χροιὰν ἔχων. |
| μ 461 | Μελάνοψ: ὄνομα κύριον. |
| μ 462 | Μελάνωπος: οὗτος κηδεστὴς ἦν Διοφάντου τοῦ ῥήτορος. |
| μ 463 | Μελαντιάς, κώμη τῆς Θρᾴκης ἡ νῦν παρὰ πολλοῖς λεγομένη Μελιτιάς, βʹ καὶ ρʹ σταδίους διεστῶσα τοῦ Βυζαντίου. παραρρεῖ δὲ αὐτὴν Ἀθύρας ποταμός, ὃς ὀλίγον τι προελθὼν καὶ ἐπὶ ἄνεμον Και‐ κίαν ὀλίγον τι ἠρέμα ἐκκλίνας ἐς Προποντίδα τὸν ῥοῦν ἀπερεύγεται· ὅθεν καὶ τὸ πρὸς ἀκτῇ ἐπίνειον τὴν ἀπ’ αὐτοῦ φέρεται προσηγορίαν. |
| μ 464 | Μελάνυδρος: βαθεῖα, κυρίως δὲ καθαροῦ ὕδατος. |
| μ 465 | Μελαίνῃ: βαθείᾳ. Μέλαιναι δὲ φρένες, αἱ ἐν βάθει κεί‐ μεναι· τὸ γὰρ βαθὺ μέλαν. |
| μ 466 | Μελαίνω. αἰτιατικῇ. |
| μ 467 | Μελεάγρια· ῥίζαις αὐτοὺς μελεαγρίων καὶ καρδίαις καλάμων ἐδεξιοῦτο. λέγονται δὲ καὶ μελέαγρα. |
| μ 468 | Μελεαγρίδες: ὄρνεα, ἅπερ ἐνέμοντο ἐν τῇ ἀκροπόλει. λέγουσι δὲ οἱ μὲν τὰς ἀδελφὰς τοῦ Μελεάγρου μεταβαλεῖν εἰς τὰς μελεαγρίδας ὄρνιθας, οἱ δὲ τὰς συνήθεις Ἰοκάλλιδος τῆς ἐν Λέρνῃ παρθένου, ἣν τιμῶσι δαιμονίως. |
| μ 469 | Μελέαγρος: ὄνομα κύριον. |
| μ 470 | Μελδόμενος: καιόμενος. |
| μ 471 | Μέλδοντες: τήκοντες, ἕψοντες. γέντα βοῶν μέλδοντες, τουτ‐ έστιν ἕψοντες. καί, κνίση μελδόμενος. ἀντὶ τοῦ μέλδων τὰ κνίση. |
| μ 472 | Μελεδαίνειν: ἐπιμελεῖσθαι. Ἡρόδοτος· τοὺς νοσέοντας κατέ‐ λιπεν ἐν τῇσι πόλισι μελεδαίνειν τε καὶ τρέφειν. |
| μ 473 | Μελεδήματα: μεριμνήματα. καὶ Μελεδήμων, μελεδή‐ μονος. ἐν Ἐπιγράμμασι· πολυσπαθέων μελεδήμονα κερκίδα πέπλων. |
| μ 474 | Μελεδωνός: φροντιστής, ἐπιμελητής. Αἰλιανός· ὁ δὲ τὸν ἴδιον ἀδελφὸν κατέλιπε τοῦ υἱοῦ ἐπίτροπον καὶ τῶν χρημάτων μελε‐ δωνόν. ὁ δὲ ἀνόσιος ὢν τὰ τοῦ παιδὸς σφετερίσασθαι ἐγλίχετο. καὶ Εὐνάπιος· τῶν αὐτῶν ἐθῶν γυναῖκά τινα στείλας ἐσθῆτι λευκῇ καὶ στέμμασιν, ὡς δὴ μελεδωνὸν οὖσαν τῆς Συρίας οὕτω δὴ καλουμένης θεοῦ. τουτέστιν ἱέρειαν. καὶ Αἰλιανός· ὃς ἦν Νέρωνος ἀπελεύθε‐ ρος, ἀπολειφθεὶς μελεδωνὸς τῶν ἐν Ῥώμῃ καὶ ἔφορος, ὅτε Νέρων ἐς Ἀχαΐαν ἐξωρμήθη. |
| μ 475 | Μελεδωνοί: ἐπίτροποι· φροντισταὶ παρ’ Ἡροδότῳ, προεστη‐ κότες. ὥσπερ οἱ τοῦ ἀμπελῶνος τοῦ παρὰ τῷ Εὐαγγελίῳ. |
| μ 476 | Μελεϊστί: κατὰ μέλος. |
| μ 477 | Μέλεος: μάταιος, ἄθλιος, ταλαίπωρος, δυστυχής. ὁ μὲν ποιητὴς ἐπὶ τοῦ ματαίου ἐκδέχεται τὸ μέλεος, οἱ δὲ τραγικοὶ ἐπὶ τοῦ οἰκτροῦ. |
| μ 478 | Μελέτη: ἄσκησις, ἐπιμέλεια. καὶ οὐκ ἂν ἁμάρτοι τις εἰπὼν τὰς μὲν μελέτας τῶν Ῥωμαίων χωρὶς αἵματος παρατάξεις, τὰς δὲ παρατάξεις μεθ’ αἵματος μελέτας. |
| μ 479 | Μελετώμενοι: διδασκόμενοι, ἐκμανθάνοντες. ὥσπερ νέοι τῶν ἀετῶν ἁπαλῷ μὲν τῷ πτερῷ παραπέτονται τοῖς γειναμένοις αὐτοὺς μελετώμενοι ὑπ’ αὐτῶν τὴν πτῆσιν, ἐπειδὰν δὲ αἴρεσθαι δύνωνται, ὑπερπέτονται τοὺς γονέας, ἄλλως τε κἂν λίχνους αἴσθωνται καὶ κνίσης ἕνεκα πρὸς τῇ γῇ πετομένους. |
| μ 480 | Μελέτωρ: ὁ ἐπιμελούμενος, ὁ τιμωρὸς τοῦ πατρός. ἐφάνη γὰρ μελέτωρ ἀμφὶ τὸν ἐν πένθει. |
| μ 481 | Μέλει: ἔοικεν. οὕτω τέθειται παρ’ Ὁμήρῳ. καὶ παροιμία· μέλει μοι τῶν τοιούτων οὐδὲν ἧττον ἢ τῶν ἐν τοῖς τέλμασι βα‐ τράχων. |
| μ 482 | Μέλει· φροντίζει· μέλλει δὲ τὸ βραδύνει. καὶ μέλλω, τὸ ὀφείλω. |
| μ 483 | Μελείρηνες: τῶν παίδων οἱ πρεσβύτεροι. |
| μ 484 | Μέλη: τὰ τοῦ σώματος. |
| μ 485 | Μεληδόν: κατὰ μέλος. |
| μ 486 | Μέλημα: φρόντισμα. |
| μ 487 | Μέλης, Μέλητος: ὁ τοῦ Ὁμήρου πατήρ. |
| μ 488 | Μελλήσας: ὑπερθέμενος, βραδύνας. καὶ ἐπὶ τοῦ σπουδάσας. |
| μ 489 | Μελήσερμος, Ἀθηναῖος, σοφιστής. ἔγραψεν Ἐπιστολῶν ἑταιρι‐ κῶν βιβλία ιδʹ, καὶ ἀγροικικῶν αʹ, Μαγειρικῶν ἐπιστολῶν βιβλίον αʹ, Στρατηγικῶν βιβλίον αʹ, Συμποσιακῶν βιβλίον αʹ. |
| μ 490 | Μελησία: ὄνομα κύριον. ὁ δὲ ὁρᾷ τὴν Μελησίαν καὶ ἐρᾷ αὐτῆς. |
| μ 491 | Μέλλησις: ὑπέρθεσις. |
| μ 492 | Μελησμός: ἡ βραδυτής. |
| μ 493 | Μελήσω: σπουδάσω, φροντίσω. |
| μ 494 | Μελληταί: ὑπερθετικοί. |
| μ 495 | Μέλητος: τραγῳδίας ποιητὴς ὑπόψυχρος. καὶ Ἀριστοφάνης· σκολιὰ Μελήτου, Καρικῶν αὐλημάτων. οὗτός ἐστιν ὁ Σωκράτην γραψάμενος. κωμῳδεῖται δὲ ὡς ψυχρὸς ἐν τῇ ποιήσει καὶ ὡς πονη‐ ρὸς τὸν τρόπον. τὰ δὲ Καρικὰ αὐλήματα καὶ μέλη θρηνώδη ἦσαν. |
| μ 496 | Μέλητος, Λάρου, Ἀθηναῖος, ῥήτωρ. οὗτος ἐγράψατο Σωκρά‐ την μετὰ Ἀνύτου. πεποίηνται δὲ αὐτῷ καὶ τραγῳδίαι. κατελιθώθη δὲ ὑπὸ τῶν Ἀθηναίων. καὶ ἦν ἐπὶ τῶν Ζήνωνος τοῦ Ἐλεάτου καὶ Ἐμπεδοκλέους χρόνων. οὗτος ἔγραψε περὶ τοῦ ὄντος. καὶ ἀντεπολι‐ τεύσατο δὲ Περικλεῖ· καὶ ὑπὲρ Σαμίων στρατηγήσας ἐναυμάχησε πρὸς Σοφοκλῆν τὸν τραγικόν, ὀλυμπιάδι πδʹ. |
| μ 497 | Μέλητος· οὗτος ἐρᾷ νεανίου Ἀθήνησι τῶν εὖ γεγονότων καὶ πλουσίων, μειρακίου καὶ ἐκείνου τὸ γένος διαπρεποῦς καὶ τὴν ὥραν ἀμάχου. καὶ τῷ μὲν ἐραστῇ Μέλητος ὄνομα ἦν, τῷ καλῷ δὲ Τιμα‐ γόρας, ὥς φασιν. ἦν δὲ ἄτεγκτός τε καὶ ἀμείλικτος ὅδε ὁ παῖς, καί οἱ πολλὰ προσέταττε καὶ ἐπίπονα καὶ κινδύνων ἐχόμενα τῶν ἐσχάτων καὶ ὁμοῦ τὰ τῷ ὀλέθρῳ ἐλαύνοντα. καὶ ἦν τὰ πράγματα κύνας τε ἀγαθὰς καὶ θηρατικὰς ἐκ τῆς ἀλλοδαπῆς ἄγειν καὶ ἵππον αὖ τῶν πολεμίων ἀπαγαγεῖν ὅτου δὴ γενναῖόν τε καὶ θυμικόν, καὶ ἄλλου χλαμύδα ὡραίαν, καὶ τοιαῦτα ἕτερα. καὶ τελευτῶν ὄρνιθάς οἱ προσέταξε κο‐ μίσαι ὅτου δὴ τροφίμους καὶ οἰκέτας γένος θαυμαστούς. ἐπεὶ δὲ καὶ τοῦτο κατεπράξατο ὁ ἔνθεος φίλος ἐκεῖνος καὶ ἐδωρεῖτό γε τῷ καλῷ τὸ μέγα τίμιον κτῆμα τοὺς προειρημένους, ὁ δὲ ἀτεράμων ὢν καὶ ἐς τοσοῦτον ἀπεώσατο ἄρα τὸ δῶρον. ὁ τοίνυν Μέλητος φλεγόμενος τῷ ἔρωτι καὶ οἰστρούμενος καὶ ἐπὶ τούτοις ἀσχάλλων τῇ ἀτιμίᾳ καὶ ἀπαυδήσας ἐπὶ τοῖς ἀνηνύτοις τε μόχθοις ἅμα καὶ ἀπείροις, ᾗ ποδῶν εἶχεν ἀνέθορέ τε ἐς τὴν ἀκρόπολιν καὶ ἑαυτὸν ἔωσε κατὰ τῶν πετρῶν. οὐ μὴν ἡ τιμωρὸς δίκη τὸν ὑβριστὴν παῖδα καὶ ὑπερόπτην εἴασεν ἐπεγχανεῖν τῷ τοῦ Μελήτου θανάτῳ. τοὺς ὄρνιθας γοῦν ἀναλαβὼν καὶ ταῖς ἀγκάλαις ἐνθείς, εἶτα μέντοι κατ’ ἴχνια τὰ ἐκείνου θέων, ὥσπερ οὖν ἑλκόμενος βίᾳ, ἑαυτὸν σὺν τῷ δυστυχεῖ χωρῶν ἐπὶ τῷ Με‐ λήτῳ ἔρριψε φέρων, βραδὺν καὶ δυστυχῆ τὸν ἔρωτα ἀντερασθεὶς τοῦτον. καὶ ἕστηκεν εἴδωλον τοῦ πάθους κατὰ τὸν τόπον παῖς ὡραῖος καὶ γυμνὸς ἀλεκτρυόνας βʹ μάλα εὐγενεῖς φέρων ἐν ταῖς ἀγκάλαις καὶ ὠθῶν ἑαυτὸν ἐπὶ κεφαλήν. |
| μ 498 | Μέλητοι καὶ Ἄνυτοι. |
| μ 499 | Μέλι: τοῦτο γλυκὺ μέν ἐστι τὴν αἴσθησιν, πικρὸν δὲ τὴν ἀνά‐ δοσιν· χολῆς γὰρ αὐτό φασι ποιητικὸν εἶναι καὶ τρέπειν τοὺς χυμοὺς εἰς τοὐναντίον τῆς γεύσεως· ὃ δὴ καὶ μᾶλλον τῆς ἐκ φύσεως αὐτοῦ πικρότητος κατηγορεῖ τὴν γένεσιν. |
| μ 500 | Μελία: εἶδος δένδρου. Ἀριστοφάνης Ὄρνισιν· ἱζόμενος με‐ λίας ἐπὶ φυλλοκόμου. |
| μ 501 | Μελίβοιαν: τὴν Ὀλιζῶνα πόλιν. |
| μ 502 | Μελίβοιος: γεωργὸς ὁ τὸν Οἰδίπουν ἀναθρεψάμενος. καὶ ζήτει ἐν τῷ Οἰδίπους. |
| μ 503 | Μελίδειον κηρίον. |
| μ 504 | Μελίαι: βέλη. δόρατα. μελίαι δ’ ἦσαν αὐταῖς αἱ κερκίδες· φησὶν ὁ θεολόγος Γρηγόριος. καὶ ἐν Ἐπιγράμμασι· οὕτω τοι, μελία ταναά, ποτὶ κίονα μακρὸν ἧσο, πανομφαίῳ Ζηνὶ μένους’ ἱερά. |
| μ 505 | Μελιηδής: ὁ γλυκύτατος. καὶ Ὅμηρος· μελιηδέα θυμὸν ἀπηύρα. |
| μ 506 | Μελίνη: εἶδος ὀσπρίου. ἦν δὲ καὶ σῖτος ἀπὸ μελίνης, τοῦτο γὰρ ἦν ἐν τῇ χώρᾳ πλεῖστον. καὶ αὖθις· ἐφέροντο ἀδεῶς οἶνον, ὄσπρια, μελίνας, σῦκα. πάντα γὰρ ἀγαθὰ εἶχεν ἡ χώρα πλὴν ἐλαίου. |
| μ 507 | Μελίνη· Δημοσθένης ἐν Φιλιππικῷ. ὄσπριόν ἐστιν· ὅπερ καὶ ἀρσενικῶς λέγεται· Σοφοκλῆς μὲν γὰρ καὶ Ἡρόδοτος καὶ Ξενοφῶν θηλυκῶς εἶπον μελίνην. Ξενοφῶν δὲ ὁ αὐτὸς ἐν Ἀναβάσει καὶ μέλινον καὶ μελίνους εἶπεν. ἔνιοι δὲ εἶδός τι κεγχρίου νομίζουσι τὴν μελίνην, ὅπερ τινὰς καλεῖν ἔλυμον. Θεόφραστος δὲ ἐν ζʹ Περὶ φυτῶν ὡς δια‐ φέροντα ταῦτα ἀναγράφει κέγχρον ἢ μελίνην ἢ ἔλυμον. |
| μ 508 | Μελίπηκτα: εἶδος πλακοῦντος. |
| μ 509 | Μελιπνόους: ἡδυπνόους. |
| μ 510 | Μελίρρυτον. |
| μ 511 | Μέλισσα: ὄνομα πόλεως. καὶ ζωΰφιον, ὅπερ ἐργάζεται τὸ μέλι. |
| μ 512 | Μελισσείου κηρίου. |
| μ 513 | Μελισμός: τῶν μελῶν ἡ διαίρεσις. ἐκ τοῦ μελίζω. |
| μ 514 | Μελισσοκόμος: ὁ τῶν μελισσῶν ἐπιμελούμενος. |
| μ 515 | Μέλισσος: ὄνομα κύριον. ζήτει ἐν τῷ γεννητική. |
| μ 516 | Μελισσῷα. |
| μ 517 | Μελιστί: κατὰ μέλος. |
| μ 518 | Μέλιττα: ἡ μέλισσα. |
| μ 519 | Μελιταῖον κυνίδιον. τῶν γὰρ κυνῶν οἱ μὲν ἰχνευταί, οἱ δὲ ὁμόσε τοῖς θηρίοις χωροῦσιν, οἱ δὲ ἐπὶ φυλακῇ τῶν κτημάτων οἰκουροί, οἱ δὲ ἐπὶ τέρψει, ὡς τὰ Μελιταῖα κυνίδια. καὶ Μελιτηροὶ κύνες, οἱ ἐπὶ τέρψει τρεφόμενοι. |
| μ 520 | Μελιταιεύς. |
| μ 521 | Μελίτη· Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. δῆμος δ’ ἐστι τῆς Κεκροπίδος, ὀνομασθεὶς ἀπὸ Μελίτης, κατὰ μὲν Ἡσίοδον θυγατρὸς Μύρμηκος, κατὰ δὲ Μουσαῖον Δίου τοῦ Ἀπόλλωνος. |
| μ 522 | Μελιτηνή: ὄνομα πόλεως. καὶ Μελιτηνός, ὁ πολίτης. |
| μ 523 | Μελιτιανός. ὅτι Βουταλίων καὶ Κόροιβος καὶ Μελιτίδης ἐπὶ μωρίᾳ διεβέβληντο. Ἀριστοφάνης. ζήτει ἐν τῷ γελοῖος. |
| μ 524 | Μελιττοπηχεῖν: τὸ κρούοντας ψόφον ποιεῖν, ἵνα μὴ αἱ μέ‐ λισσαι προσπέτωνται. |
| μ 525 | Μέλιτος μυελός: ἐπὶ τῶν ἄγαν ἡδέων. |
| μ 526 | Μελιτοῦττα: μάζα μέλιτι δεδευμένη, ἣν ἔφερον, ὡς ἐδόκουν, τοῖς ὄφεσι τοῖς ἐς Τροφωνίου μαντευομένοις. ἐν Λεβαδείᾳ ἐστίν. ἡ μελιτοῦττα ἐπίθετον τῶν ναστῶν. ἰστέον, ὅτι ἡ μελιτοῦττα ἐδίδοτο τοῖς νεκροῖς, ὡς εἰς τὸν Κέρβερον· καὶ ὀβολὸς μισθὸς τῷ πορθμεῖ, καὶ στέφανος, ὡς τὸν βίον διηγωνισμένος. |
| μ 527 | Μελιτωδῶν ἐδεσμάτων. |
| μ 528 | Μελίτωνος. |
| μ 529 | Μελιτρός. |
| μ 530 | Μελίφρων: ἡδύς, γλυκαίνων τὰς φρένας. |
| μ 531 | Μελίχλωρος: ὁ χλωρός. |
| μ 532 | Μελόμενοι· καὶ ἐπίστευον εἶναι θεοφιλεῖς, τῷ δαίμονι τούτῳ μελόμενοι. |
| μ 533 | Μέλον: διὰ φροντίδος ὄν. Ἀριστοφάνης· οὐδὲν ἄρ’ ἐμοῦ μέλον, ὅσον δὲ μόνον εἰδέναι σκωμμάτιον, εἴποτέ τι θλιβόμενος ἐκβάλω. ὅτι δὴ βασιλεὺς ὢν καὶ Πέρσης, ἐθνῶν τε τοσούτων καὶ πράξεων μέλον αὐτῷ, ὁ δὲ ἐφίετο γοῦν ὅμως ἁμηγέπη ἀπογεύεσθαι λόγων καὶ τῆς περὶ ταῦτα γάνυσθαι δόξης. |
| μ 534 | Μελλονικιᾶν: τὸ βραδύνειν καὶ ἀναβάλλεσθαι. Ἀριστοφάνης· οὐδὲ νυστάζειν ὥρ’ ἐστὶν ἡμῖν, οὐδὲ μελλονικιᾶν. Νικίας γὰρ υἱὸς Ἀλκιβιάδου, ὃς ἀνεβάλετο ἀπελθεῖν εἰς Σικελίαν. βραδὺς γὰρ ἦν περὶ τὰς ἐξόδους, καὶ ὡς οἱ διαβάλλοντες οὐ προνοητικός, ἀλλὰ μελ‐ λητής. ἀλλ’ ὡς τάχιστα δεῖ τι δρᾶν. |
| μ 535 | Μελόντων: ἐπιμελείσθωσαν. |
| μ 536 | Μέλος τι μελλοδειπνικόν ὑπανακίνει Κρητικὼ τὼ πόδε. Ἀριστοφάνης· τάχα γὰρ ἔπεισι λοπαδοτεμαχοσελαχογαλεοκρά. |
| μ 537 | Μέλου: ἐπιμελοῦ. καὶ τὰ λοιπά μου μέλου δικαίως, ὥσπερ ἐς τόδ’ ἡμέρας. |
| μ 538 | Μέλλω: ἐπὶ τοῦ βραδύνω. καὶ ἐπὶ τοῦ ἐσομένου χρόνου παρὰ Θουκυδίδῃ. καὶ Σοφοκλῆς· μέλλων γὰρ ἀεὶ δρᾶν τι τὰς οὔσας τέ μου καὶ τὰς ἀπούσας ἐλπίδας διέφθειρα. καὶ Ἀριστοφάνης· μὴ δῆθ’ ἱκετεύω, πλὴν ὅταν μέλλω ’ξεμεῖν. τουτέστιν εἰ ὅλως λέγεις, τότε εἰπέ, ὅτε μέλλω ἐξεμεῖν· ἵνα ἅπαξ ἐμέσω καὶ μὴ καὶ τότε καὶ ὅτε λέγεις· ἢ οὕτως· τότε, φησί, λέγε, ἐὰν θέλῃς, ἐπιτηρήσας, ὅτε μέλλω ἐξεμεῖν· ῥᾷστα γὰρ ἂν μᾶλλον ἐξεμέσαιμι, ἐὰν εἴπῃς. |
| μ 539 | Μέλλω: τὸ βραδύνω διὰ βʹ λλ· μέλω δὲ τὸ φροντίζω δι’ ἑνὸς λ· δοτικῇ. |
| μ 540 | Μέλω: ἐν ἐπιμελείᾳ εἰμί. |
| μ 541 | Μέλπηθρα: παίγνια, σπαράγματα. |
| μ 542 | Μέλποντες: ᾄδοντες, ἀνυμνοῦντες. |
| μ 543 | Μελύδριον Ἰωνικόν: ἀντὶ τοῦ τρυφηλόν· τοιοῦτοι γὰρ Ἴωνες. Ἀριστοφάνης· δεῦρ’ ἴτ’ ἐπὶ τοὐμὸν στέμμα μελύδριον εὑροῦσαί τι τῶν Ἰωνικῶν. |
| μ 544 | Μελχισεδέκ, ἱερεὺς τοῦ θεοῦ καὶ βασιλεὺς τῶν Χαναναίων. οὗτος κτίσας πόλιν ἐν τῷ ὄρει τῷ λεγομένῳ Σιὼν ἐπωνόμασεν αὐτὴν Σαλήμ, ὅ ἐστιν εἰρήνης πόλις· ἐν ᾗ βασιλεύσας ἔτη ριγʹ ἐτελεύτησε δίκαιος καὶ παρθένος. ἀγενεαλόγητος δὲ εἴρηται παρὰ τὸ μὴ ὑπάρ‐ χειν ἐκ τοῦ σπέρματος Ἀβραὰμ ὅλως μηδὲ γενεαλογεῖσθαι τὸ παράπαν, εἶναι δὲ Χαναναῖον τὸ γένος καὶ ἐκ τῆς ἐπαράτου σπορᾶς ὁρμώμενος, ὅθεν οὐδὲ γενεαλογίας ἠξίωτο. οὐ γὰρ πρεπωδέστατον ἦν τὸν τῆς ἄκρας δικαιοσύνης ἐπειλημμένον συμπλέκειν τῷ τῆς ἄκρας ἀδικίας γένει· διὸ καὶ ἀπάτορα καὶ ἀμήτορα τοῦτον εἶναί φασιν. ὅτι δὲ Χα‐ ναναῖος ἦν τὸ γένος εὔδηλον καὶ ἀφ’ ὧν ἐκράτει καὶ ἐβασίλευε κλι‐ μάτων τῶν Χαναναίων καὶ οἷς ἐπλησίαζε πονηροτάτοις Σοδόμοις. καὶ μέντοι καὶ ἡ Σαλήμ, ἧς ὑπῆρχε βασιλεύς, ἡ πολυθρύλλητος Ἱερουσα‐ λήμ ἐστιν, οὐδέπω τὸ ὅλον ὄνομα φέρουσα τῆς Ἱερουσαλήμ, ἐκ προσ‐ θήκης δὲ τῆς ἱεροῦ μετὰ τὴν Σαλὴμ προσλαμβάνουσα συλλαβὴν καὶ κατὰ συνάφειαν ὀνομασθεῖσα Ἱερουσαλήμ· διὰ δὲ τὸ ἀγενεαλόγητον λέγεται ἀπάτωρ καὶ ἀμήτωρ. ὅταν δὲ ἀκούσῃς παρὰ τῶν Μελχισεδε‐ κιτῶν, ὅτι θεὸς ὀνομάζεται, μνήσθητι τοῦ Ἀποστολικοῦ, ὅτι ἑτέρας γενεᾶς ἐστι· τουτέστιν Χαναναίων. |
| μ 545 | Μελχισεδέκ· οὗτος βασιλεὺς ὢν τῶν Χαναναίων καὶ ἱερεὺς τοῦ ὑψίστου θεοῦ ὑποστρέφοντι τῷ Ἀβραὰμ ἐκ τοῦ πολέμου ἀπαν‐ τήσας ἐξήγαγεν αὐτῷ ἄρτους καὶ οἶνον καὶ εἶπε πρὸς Ἀβραάμ· εὐλογημένος Ἀβραὰμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ εὐλογημένος ὁ θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχ‐ θρούς σου ὑποχειρίους σοι. καὶ ἔδωκεν αὐτῷ Ἀβραὰμ δεκάτην ἀπὸ πάντων. ἑρμηνεύεται δὲ Μελχισεδὲκ βασιλεὺς εἰρήνης. |
| μ 546 | Μελχισεδέκ, ἱερεὺς οὐκ Ἰουδαίων μόνον, ἀλλὰ καὶ ἐθνῶν. οὕτω καὶ ὁ Χριστὸς οὐχ ὑπὲρ Ἰουδαίων μόνον ἀλλὰ καὶ ὑπὲρ πάν‐ των ἀνθρώπων ἑαυτὸν προσενήνοχε τῷ θεῷ. ἄρχεται δὲ τῆς ἱερω‐ σύνης ἐν τῇ νυκτί, μεθ’ ἣν τὸ πάθος ὑπέμεινεν, ἡνίκα λαβὼν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε· λάβετε, φάγετε, καὶ τὰ ἑξῆς. οὗτος ὁ Μελχισεδὲκ ἐπὶ Ἀβραὰμ ἤκμαζεν, ἀνὴρ θεοσεβής, ἐθνικός, καταγόμενος ἐκ τοῦ γένους Σίδου, υἱοῦ Αἰγύπτου, βασιλέως τῆς Λι‐ βύης. ὅστις γινόμενος ἱερεὺς καὶ βασιλεὺς τῶν Χαναναίων ἔκτισε πόλιν ἐν τῷ ὄρει τῷ λεγομένῳ Σιὼν καὶ ἐκάλεσεν αὐτὴν Ἰερουσαλήμ, ὅπερ ἐστὶν εἰρήνης πόλις· καὶ ἐβασίλευσεν ἐν αὐτῇ ριγʹ ἔτη. |
| μ 547 | Μελχὸμ προσοχθίσματι: εἴδωλον καὶ τοῦτο· προσοχθίσματα γὰρ καὶ βδελύγματα τὰ εἴδωλα προσαγορεύειν εἴωθεν ἡ Γραφή· ὅπερ δηλοῖ τὸ μῖσος καὶ ἀπόβλητον. |
| μ 548 | Μεμαγμένη μᾶζα: ἐπὶ τῶν ἑτοίμων ἀγαθῶν. |
| μ 549 | Μεμαγμένην: παρεσκευασμένην, καὶ ἐν ἑτοίμῳ γενομένην. ἔνθεν καὶ παροιμία· μᾶζαν μεμαχὼς τὴν ὑπ’ ἐμοῦ μεμαγμένην. |
| μ 550 | Μεμακκοακότα: τὰ Μακκοῦς φρονοῦντα, ἀνοηταίνοντα· Μακκὼ γὰρ καὶ Λαμὼ ἐγένοντο ἐνεαί. τουτέστι βαρέως νοοῦσαι. Ἀριστο‐ φάνης· ὁ δὲ ὡς ὁρᾷ μεμακκοακότα τὸν δεσπότην, τέχνην πεποίηται. |
| μ 551 | Μεμακυῖα: προθυμουμένη. |
| μ 552 | Μεμαώς: προθυμούμενος. |
| μ 553 | Μεμαστιλημένος: κατειργασμένος, τουτέστι μεμασημένος. |
| μ 554 | Μεμαυῖα: προθυμουμένη, γλιχομένη. οὐδὲ γὰρ ἐν θνητοῖσιν ἠδύνατο καὶ μεμαυῖα εὑρέμεναι Κλωθὼ τῷδ’ ἕτερον φονέα. |
| μ 555 | Μεμβλώκατον: ἀντὶ τοῦ παραμένουσι. καὶ Μέμβλετό μοι, ἀντὶ τοῦ μετ’ ἐπιμελείας ἐγένετο. |
| μ 556 | Μέμβλωκε: παραμένει. καὶ Μεμβλωκός, παραγενόμενον, μετ’ ἐπιμελείας κατασκευασθέν. |
| μ 557 | Μεμβράς: εἶδος ἀφύας. καὶ ζήτει ἐν τῷ ἀφύα. |
| μ 558 | Μεμελημένος: πεπονημένος. |
| μ 559 | Μεμένηται: μένει. |
| μ 560 | Μεμετρέαται: μεμέτρηνται. |
| μ 561 | Μέμηλα: ἐφρόντισα. καὶ Μέμηλε, μέλλει. |
| μ 562 | Μεμηλώς: ἐπιμελούμενος. |
| μ 563 | Μέμηνε: μαίνεται. |
| μ 564 | Μεμιλτωμένον· Ἀριστοφάνης· τὸ σχοινίον φεύγουσι τὸ με‐ μιλτωμένον. ἐπεὶ ὀκνηρῶς εἶχον οἱ Ἀθηναῖοι πρὸς τὰς συνόδους, εἰώθασιν ὑπηρέται βʹ μεμιλτωμένον σχοινίον ἐκτείνοντες διὰ τῆς ἀγορᾶς διώκειν τὸν ὄχλον εἰς τὴν ἐκκλησίαν, ὥς φησι Πλάτων ὁ κωμικός. ὅσοι δὲ ἐχρίοντο, ἐξέτινον ζημίαν. |
| μ 565 | Μέμμιος· ὕπατος ἦν Ῥωμαίων. ζήτει ἐν τῷ Ἀχαΐα. |
| μ 566 | Μεμισθαρνηκώς: ὁ μισθῷ καμών. |
| μ 567 | Μέμνῃ: βʹ προσώπου. |
| μ 568 | Μέμνημαι· γενικῇ. |
| μ 569 | Μεμνῇτο: μιμνήσκοιτο. οὕτω προπερισπωμένως, ὡς Ἡρωδιανὸς ἐν τῇ Ὁμηρικῇ προσῳδίᾳ. Ἀριστοφάνης Πλούτῳ· ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου. |
| μ 570 | Μέμνων, ὁ ἐς Ἴλιον στρατεύσας, ἡγεῖτο μὲν Αἰθιόπων, οὐκ ἦν δὲ Αἰθίοψ, ἀλλὰ ἀπὸ Σούσων τῶν Περσικῶν καὶ τοῦ Χοάσπου πο‐ ταμοῦ, τὰ ἐκείνῃ ἔθνη ὑποχείρια ἔχων. |
| μ 571 | Μέμονα: προθυμοῦμαι. |
| μ 572 | Μέμορται: μεμοίραται. |
| μ 573 | Μεμωκημένος: καταπεφρονημένος. |
| μ 574 | Μέμωνος: ὄνομα κύριον. |
| μ 575 | Μεμπτέος: μέμψεως ἄξιος. |
| μ 576 | Μεμοιραμένων: λαχόντων, κληρωσαμένων. |
| μ 577 | Μεμοίραται: μετέχει, εἴληφε. |
| μ 578 | Μεμυαλωμένα: εὐτραφῆ καὶ πίονα. οὕτω γὰρ καὶ ὁ νόμος ἐκέλευσε. καὶ Μαλαχίας δὲ ὁ προφήτης ἐκέλευσεν ἄμωμά τε καὶ ἄρτια· ἐπαρᾶται δὲ τοῖς τοιαῦτα μὲν ἔχουσιν, ἀνάπηρα δὲ προσφέ‐ ρουσι. |
| μ 579 | Μεμύημαι: πεπείραμαι. |
| μ 580 | Μεμυκότα: κρύψαντα, καμμύσαντα· ἢ κεκολλημένα. καὶ Ὅμηρος· σὺν δ’ ἕλκεα πάντα μέμυκεν. ἐκ παρατηρήσεως Ὅμηρός φησι τῶν ἐν πολέμῳ τρωθέντων τὰ τραύματα μὴ μύειν, μόνου δὲ τοῦ Ἕκτορος κατὰ θείαν πρόνοιαν. καὶ ἐν Ἐπιγράμμασι· τὸν πάρος Ὀρβηλοῖ μεμυκότα δειράσι ταῦρον. ἀντὶ τοῦ μυκηθμῷ χρώμενον, μυκώμενον. |
| μ 581 | Μεμύρωμαι· Ἀριστοφάνης· μακαριωτάτη ἐγώ, ἥτις μεμύρωμαι τὴν κεφαλὴν μυρώμασιν ἀγαθοῖς· πολὺ δ’ ὑπερπέπαικεν αὐτῶν τὰ Θάσια ἀμφορείδια. ἀμφορείδια τὰ κεράμια· ἀπανθήσαντα δὲ ξηρανθέντα. |
| μ 582 | Μεμυστιλημένοι: εὐωχημένοι, ζωμὸν ἀρυσάμενοι ἄρτοις κοίλοις καὶ μυστρία μιμουμένοις. ὅθεν καὶ τὸ ὄνομα τοῖς μυστρίοις, οἷον μυστίλιόν τι ὄν. ἐν ταύτῃ δὲ τῇ ἑορτῇ πάντες προῖκα ἤσθιον καὶ τὴν ἀθάραν καὶ ἄλλα τινά. μυστίλη δὲ καλεῖται κοῖλος ἄρτος, ἤγουν ἀθάρα· ἐν γὰρ τοῖς Θησείοις ἀθάραν ἤσθιον. ὁ δὲ νοῦς· ὦ πολλὰ ταλαιπωρήσαντες καὶ εἰς οὐδὲν ἑστιαθέντες, νῦν δὲ εὐτυχή‐ σαντες. ὀλιγίστοις δὲ ἄρτοις ἤγουν ἀλφίτοις λέγει· τοῖς κοίλοις γὰρ ἄρτοις τοὺς ζωμοὺς ἀρυόμενοι ταχέως ἐκορέννυντο δι’ ἔνδειαν ἄρτου. πεποίηται δὲ ἡ λέξις, λέγω δὴ ἡ μυστίλη, παρὰ τὴν μάσησιν. ἢ διὰ τὸ πλῆθος τῶν ὄψων ὀλίγον ἄρτον ἤσθιον. ἢ τῷ ζωμῷ σχολάζοντες ὑπὸ τούτου ἐκορέννυντο. |
| μ 583 | Μέμφις: ὄνομα κύριον· Μέμφεως· ἡ δοτικὴ Μέμφει· καὶ θη‐ λυκὸν ἡ Μέμφις. Ἄπις, θεὸς Αἰγύπτου· τοῦτον Αἰγύπτιοι σελήνῃ τιμῶσι. καὶ ἱερὸς ἦν ὅδε ὁ βοῦς τῆς σελήνης, ὥσπερ ὁ Μέμφις τοῦ ἡλίου. |
| μ 584 | Μεμφίτης: ἀπὸ τῆς Μέμφεως. |
| μ 585 | Μέμφομαι· αἰτιατικῇ. |
| μ 586 | Μεμφωλή: μέμψις. |
| μ 587 | Μεμψιβολεῖν: μέμφεσθαι. |
| μ 588 | Μεμψίμοιρος: φιλεγκλήμων. |
| μ 589 | Μένανδρος, Ἀθηναῖος, κωμικὸς ἀρχαῖος. καὶ Μένανδρος ἕτε‐ ρος, Ἀθηναῖος, ὁ Διοπείθους καὶ Ἡγεστράτης· περὶ οὗ πολὺς παρὰ πᾶσιν ὁ λόγος· κωμικὸς τῆς νέας κωμῳδίας, στραβὸς τὰς ὄψεις, ὀξὺς δὲ τὸν νοῦν καὶ περὶ γυναῖκας ἐκμανέστατος. γέγραφε κωμῳδίας ρηʹ καὶ ἐπιστολὰς πρὸς Πτολεμαῖον τὸν βασιλέα, καὶ λόγους ἑτέρους πλείστους καταλογάδην. |
| μ 590 | Μένανδρος, Λαοδικεὺς τῆς παρὰ τῷ Λύκῳ τῷ ποταμῷ, σο‐ φιστής. ἔγραψεν ὑπόμνημα εἰς τὴν Ἑρμογένους τέχνην καὶ Μινου‐ κιανοῦ Προγυμνάσματα· καὶ ἄλλα. |
| μ 591 | Μένανδρος, προτίκτωρ, ἱστορικός· ὃς λέγει περὶ ἑαυτοῦ· ἐμοὶ πατὴρ Εὐφρατᾶς ἐκ Βυζαντίου ὁρμώμενος ἦν· οὗτος δὴ οὖν ἥκιστα τῆς τῶν λόγων μετειλήχει παιδείας. Ἡρόδοτος μὲν οὖν ὁμόγνιος δέ μοι τῆς πρὸς τὸν νόμον ἀπογευσάμενος παιδείας εἶτα ἀφηνίασε τῆς περὶ ταῦτα σπουδῆς· ἀλλ’ ἔγωγε οὔτι χρῆναι ᾠόμην μὴ καὶ νόμοις ὁμιλῆσαι καὶ ἐς τέλος ἱκέσθαι τῶν πόνων· καὶ δὴ ἀφικόμην, ὥς μοι ὑπῆρχε δυνατόν. ἥκιστα δὲ ἐχρησάμην τῇ ἐπαγγελίᾳ τοῦ ἐπιτηδεύ‐ ματος· οὐ γάρ μοι θυμῆρες ἦν ἀγωνίζεσθαι δίκας οὔτε μὴν ἐν τῇ βασιλείῳ στοᾷ θαμίζειν καὶ δεινότητι λόγων τὰς τῶν ἐντυγχανόντων οἰκειοῦσθαι φροντίδας. καὶ τὰ σπουδαῖα τοιγαροῦν παρεὶς καὶ τὰ χείριστα ἑλόμενος, κεχηνὼς περιενόστουν. καί μοι καταθύμιοι ἦσαν οἵ τε θόρυβοι τῶν χρωμάτων καὶ οἱ ἁμιλλητήριοι τῶν ἵππων ἀγῶνες, ἔτι γε μὴν καὶ ἡ παντόμιμος ὄρχησις. οὐ μὴν ἀλλὰ καὶ παλαίστραις ἐναπεδυόμην καὶ ἐς τοσοῦτον ἐξώκειλα ἀφροσύνης, ὡς καὶ τὸν φαινό‐ λην ἀποδύσασθαι, συναποδύσασθαι δὲ αὐτῷ καὶ τὸ νουνεχές, καὶ ἄλλο ὅ τι ἐς βίου ἀγλάϊσμα. ἐπεὶ δὲ Μαυρίκιος τὸ βασίλειον διεδήσατο κράτος, τοῦτο μὲν προμηθέστατα ἔχων ἐς τοὺς ὑπηκόους, τοῦτο δὲ καὶ μουσῶν ἐραστὴς ποιημάτων τε καὶ ἱστορίας ἥδιστα ἐπαΐων, ὡς καὶ τὸ πολὺ τῆς νυκτὸς μέρος καταναλίσκειν περὶ τὰς τοιαύτας φροντίδας καὶ παρορμᾶν ἐντεῦθεν καὶ ὀξύνειν τοῖς χρήμασι τοὺς ἀμβλυτέρους τὸν λογισμόν, ἀγαπητῶς ἐν τῷ τότε ἔγωγε ἀλύων καὶ δυσανασχετῶν τῷ μὴ τὰ δέοντα ἔχειν, ἀναλογιζόμενος ἦν, ὡς οὐ χρεὼν ἀνόνητά με περινοστεῖν, ὥς τ’ ἂν οὖν μὴ διαπαντὸς κενεμβατοίην, ὡρμήθην ἐπὶ τήνδε τὴν συγγραφὴν ἄρξασθαι μετὰ τὴν ἀποβίωσιν Ἀγαθίου καὶ τῆς ἱστορίας ποιήσασθαι τὴν ἀρχήν. |
| μ 592 | Μενδαῖος: ὁ ἀπὸ τῆς Μένδης. |
| μ 593 | Μένδη· πόλις μία τῶν ἐν Πελλήνῃ Μένδα, ὑπὸ Ἐρετριέων ᾠκισμένη. |
| μ 594 | Μένδην: οὕτω καλοῦσι τὸν Πᾶνα Αἰγύπτιοι ὡς τραγοπρόσωπον, τῷ καὶ τὸν τράγον τῇ αὐτῶν διαλέκτῳ οὕτω καλεῖν· καὶ τιμῶσιν αὐτὸν ὡς ἀνακείμενον τῇ γονίμῳ δυνάμει· καὶ τιμῶσιν αὐτόν, ὥστε μὴ ἐσθίειν τράγους· ὀχευτικὸν γὰρ τὸ ζῷον. ἦν δὲ καὶ ἱερὸν τοῦ Μενδησίου παρ’ Αἰγυπτίοις, ἐν ᾧ ἄγαλμα τραγοσκελὲς ἦν, ὀρθὸν ἔχον τὸ αἰδοῖον. |
| μ 595 | Μενδήσιον κέρας: τὸ τοῦ Νείλου στόμα. |
| μ 596 | Μένεα πνείων: μεγάλα δυνάμενος. |
| μ 597 | Μενεδάϊος ἵππος: ὁ πολεμιστήριος. σᾶμα τόδε φθιμένου μενεδαΐου εἵσατο Δᾶμις ἵππου, ἐπεὶ στέρνον τοῦδε δαφοινὸν Ἄρης τύψε. Μενεδάϊος, καὶ κατὰ τροπὴν Μενεδήϊος. |
| μ 598 | Μενέδημος. |
| μ 599 | Μενεαινέμεν: προθυμεῖσθαι. |
| μ 600 | Μενεκλείδης. |
| μ 601 | Μενεκράτης, κωμικός. δράματα αὐτοῦ Μανέκτωρ ἢ Ἑρμιονεύς. |
| μ 602 | Μενεκράτης, Συρακούσιος, ἰατρός. οὗτος δὲ μισθὸν μὲν οὐδένα ἐκομίζετο τῆς θεραπείας· ἐθεράπευε γὰρ τὴν ἱερὰν νόσον, δούλους δὲ αὑτοῦ ὁμολογεῖν τοὺς θεραπευομένους ἀπῄτει καὶ Δία ἑαυτὸν ἐκάλει, θεοὺς δὲ τοὺς ἰαθέντας ὑπ’ αὐτοῦ, τιθεὶς ἑκάστῳ προσηγορίαν, τῷ μὲν Ἑρμοῦ, τῷ δὲ Ἀπόλλωνος. |
| μ 603 | Μενέλαος: Δημοσθένης ἐν Φιλιππικοῖς. ἀδελφὸς Φιλίππου ὁμοπάτριος. |
| μ 604 | Μενέλαος, Αἰγαῖος, ἐποποιός. ἔγραψε Θηβαΐδα ἐν βιβλίοις ιαʹ, καὶ ἄλλα. |
| μ 605 | Μενέμαχοι: καρτερικοί, μένοντες ἐν τῇ μάχῃ· οὓς Ὅμηρος μενεχάρμας καλεῖ. |
| μ 606 | Μενεσθεύς: ὄνομα κύριον. |
| μ 607 | Μενετοὶ θεοὶ καὶ μὴ ἀποδιδῶσι μισητίᾳ: ἀντὶ τοῦ ἀνεξί‐ κακοι καὶ οὐκ εὐθέως τιμωρούμενοι, ἐπίμονοι καὶ βέβαιοι καὶ οὐκ εὐεξαπάτητοι. μισητία δὲ ἡ εἰς τὰ ἀφροδίσια ἀκρασία. μήποτε μέντοι γενικώτερόν ἐστιν ἡ ἀπληστία, ἡ αἰσχροκέρδεια. |
| μ 608 | Μενεχάρμης: ὁ ὑπομονητικὸς ἐν μάχαις. |
| μ 609 | Μένεχμος: ὄνομα κύριον. |
| μ 610 | Μενζίτιον: ὄνομα τόπου. |
| μ 611 | Μενθῆρες: αἱ φροντίδες. |
| μ 612 | Μένιππος, ὁ Κυνικός. ζήτει ἐν τῷ φαιός. |
| μ 613 | Μένιππος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστι Κέρκωπες καὶ ἄλλα. |
| μ 614 | Μενοεικής: ὁ αὐτάρκης. καὶ Μενοεικέα. |
| μ 615 | Μένος: δύναμις, ὁρμή. διαφέρει δὲ τὸ μένος τοῦ θάρσους· τὸ μὲν γὰρ μένος ἐστὶ τοῦ σώματος, τὸ δὲ θάρσος τῆς ψυχῆς. |
| μ 616 | Μενοῦνγε: ἐκ συνδέσμων τριῶν. τὸ ἀληθές. |
| μ 617 | Μένω· γενικῇ. ἡ δὲ Ὀλυμπιὰς ἐπὶ τῶν ἑαυτῆς λογισμῶν ἔμενε. |
| μ 618 | Μένων, Ἀθηναῖος. οὗτος δῆλος ἦν ἐπιθυμῶν πλούτου ἰσχυρῶς, ἐπιθυμῶν δὲ ἄρχειν, ὅπως πλείω λαμβάνοι, ἐπιθυμῶν δὲ τιμᾶσθαι, ἵνα πλείω κερδαίνοι· φίλος τε ἐβούλετο εἶναι τοῖς μέγιστον δυναμένοις ἵν’ ἀδικῶν μὴ δοίη δίκην. ἐπὶ δὲ τὸ κατεργάζεσθαι ὧν ἐπιθυμοίη συντομωτάτην ᾤετο ὁδὸν εἶναι διὰ τοῦ ἐπιορκεῖν τε καὶ ψεύδεσθαι καὶ ἐξαπατᾶν, τὸ δὲ ἁπλοῦν καὶ τὸ ἀληθὲς ἐνομίζετο αὐτῷ ἠλίθιον εἶναι. στέργων δὲ φανερὸς μὲν ἦν οὐδένα· ὅτῳ δὲ φαίη φίλος εἶναι, τούτῳ ἔνδηλος ἐγίνετο ἐπιβουλεύων. καὶ πολεμίου μὲν οὐδενὸς κατε‐ γέλα, τῶν δὲ συνόντων πάντων ὡς καταγελῶν ἀεὶ διελέγετο. καὶ τοῖς μὲν τῶν πολεμίων κτήμασιν οὐκ ἐπεβούλευε· χαλεπὸν γὰρ ᾤετο εἶναι τὰ τῶν φυλαττομένων λαμβάνειν· ἀλλὰ τὰ τῶν φίλων μόνος ᾤετο εἰδέναι ὅτι ῥᾷστον ἀφύλακτα λαμβάνειν. καὶ ὅσους μὲν αἰσθά‐ νοιτο ἐπιόρκους καὶ ἀδίκους, ὡς εὖ ὡπλισμένους ἐφοβεῖτο, τοῖς δὲ ὁσίοις καὶ ἀλήθειαν ἀσκοῦσιν ὡς ἀνάνδροις ἐπειρᾶτο χρῆσθαι. ὥσπερ δέ τις ἀγάλλεται ἐπὶ θεοσεβείᾳ καὶ ἀληθείᾳ καὶ δικαιότητι, οὕτω Μέ‐ νων ἠγάλλετο τῷ ἐξαπατᾶν δύνασθαι, τῷ πλάσαι ψευδῆ, τῷ φίλους διαγελᾶν· τὸν δὲ μὴ πανοῦργον ἀπαίδευτον ἐνόμιζεν εἶναι. καὶ παρ’ οἷς μὲν ἐπεχείρει πρωτεύειν, διαβάλλων φιλίαν, τοὺς πρώτους τούτῳ ᾤετο δεῖν κτήσασθαι. τὸ δὲ πειθομένους στρατιώτας παρέχεσθαι ἐκ τοῦ συναδικεῖν αὐτοῖς ἐμηχανᾶτο. τιμᾶσθαι δὲ καὶ θεραπεύεσθαι ἠξίου ἐπιδεικνύων μέν, ὅτι πλεῖστα δύναιτο καὶ ἐθέλοι ἂν ἀδικεῖν. εὐεργε‐ σίαν δὲ κατέλεγεν, ὁπότε τις αὐτοῦ ἀφίσταιτο, ὅτι χρώμενος αὐτῷ οὐκ ἀπώλεσεν αὐτόν. |
| μ 619 | Μεντίδιος: ὄνομα κύριον. |
| μ 620 | Μέντορος: ὄνομα κύριον. |
| μ 621 | Μέντοι: τὸ δὲ σὺν τῷ γέ παρ’ οὐδενὶ τῶν Ἑλλήνων. |
| μ 622 | Μενοικεύς. |
| μ 623 | Μενοινή: ἡ προθυμία. |
| μ 624 | Μενοινῷος. |
| μ 625 | Μενοίτιος: ὄνομα κύριον. |
| μ 626 | Μεραρχίαι: αἱ δύο χιλιαρχίαι ἀνδρῶν ͵βμηʹ. οἱ δὲ καὶ τέλος ὀνομάζουσι· καὶ τὸν ἡγούμενον μεράρχην καὶ τελετάρχην. |
| μ 627 | Μεριδαρχίας: μεριτίας. κατὰ δεκαρχίας. |
| μ 628 | Μερίζω· αἰτιατικῇ. |
| μ 629 | Μερίς: ἡ κληρονομία. |
| μ 630 | Μερὶς οὐ πνίξ: τῶν δυνατωτέρων ἁρπαζόντων τὰς τροφὰς τῶν ἀσθενεστέρων καὶ ἐπὶ τούτῳ ἐκείνων πνιγομένων, ἐπεὶ ἄρα αὑτοῖς βοηθεῖν οὐκ ἠδύναντο, ἐπενοήθη ὁ διαμερισμός· καὶ ἕκαστος ἑκάστῳ τὸ ἴσον λαμβάνων ἐπεφώνει, μερὶς οὐ πνίξ. ἢ οὕτως γράφε, μερὶς οὐ πνίγει. ὅτε οὖν οἱ δυνατοὶ ἥρπαζον, ἦν πνίξ· ὅτε δὲ ἐπενοήθη ἡ μερίς, ἔλεγον οἱ πένητες, μερὶς οὐ πνίξ. |
| μ 631 | Μερίτην: συμμεριστήν. Πολύβιος· καὶ πολλὰ περιελασάμενοι σώματα καὶ θρέμματα τούτων οὐδενὸς μερίτην ἐποιήσαντο τῶν ἁλόντων. |
| μ 632 | Μερίτης: ὁ τινὸς πράγματος μεταλαγχάνων. Πολύβιος· ὁ δὲ φύλαξ εὐθὺς ἀνοίγει, ἐλπίζων καὶ πρὸς αὑτόν τι διατείνειν τὴν εὐαγρίαν διὰ τὸ μερίτην ἀεὶ γίνεσθαι τῶν εἰσφερομένων. |
| μ 633 | Μερκηδῖνον: τόπος τις. |
| μ 634 | Μερμαίρω: φροντίζω, ἢ χολῶ. |
| μ 635 | Μέρμερα: μερίμνης ἄξια, χαλεπά. |
| μ 636 | Μερμηρίζω: μεριμνῶ. |
| μ 637 | Μερμερόης: ὄνομα κύριον. τὸν Μερμερόην ἡμῖν σημᾶναι, ὡς οὐκ ἔστιν ἀξιόλογος ἡ χώρα, οὐδὲ μὴν περιμάχητος, οὐδὲ βασι‐ λικῆς ἔργον ἐκστρατιᾶς, ἀλλ’ ἓν ὑπάρχει τῶν ἐθνῶν τῶν περὶ τὸν Καύκασον. |
| μ 638 | Μέρμις: τὸ σχοινίον. |
| μ 639 | Μερόη: νῆσος κατὰ τὸν ὠκεανόν. εἰ καὶ τηλοτέρω Μερόης τεὸν ἴχνος ἐρείσεις. |
| μ 640 | Μερόλας: ὄνομα κύριον. |
| μ 641 | Μέσαβον: τὸ μέσον τῶν βοῶν ξύλον. |
| μ 642 | Μεσάγκυλος: μεσαιπόλιος, ὠμογέρων. |
| μ 643 | Μέροπες, οἱ ἄνθρωποι. παρὰ τὸ μεμερισμένην ἔχειν τὴν ὄπα, ἤτοι τὴν φωνήν. ἡ εὐθεῖα ὁ Μέροψ. |
| μ 644 | Μερόπη: ὄνομα κύριον. καὶ Μεροπίς, ἡ Κῶς νῆσος. |
| μ 645 | Μεσσαπίων· ὅτι ἄρτος ὁ ψωμός. ἔστι δὲ καὶ ὄνομα τυράννου Μεσσαπίων, καὶ πρόξενον Ἀθηναίους φησὶ ποιήσασθαι Πολέμων. |
| μ 646 | Μεσάτμῳ: τῷ κανόνι, τῷ μέσῳ καλάμῳ τοῦ ἱστοῦ. |
| μ 647 | Μεσαύλιον: κυρίως μὲν ἡ μέση θύρα· κεῖται δὲ ἀντὶ τοῦ μεσ‐ αύλιον. ἢ Μεσαύλιον, ὁ μέσος τόπος τῆς αὐλῆς. |
| μ 648 | Μεσαιπόλιος: ὁ μιξοπόλιος. |
| μ 649 | Μεσαίτατος: ὁ μέσος. καὶ Μεσαίτατον, τὸ ὑψηλόν. |
| μ 650 | Μεσεγγύημα· μεσεγγύημά ἐστιν, ὅταν οἱ συντιθέμενοι πρὸς ἀλλήλους περὶ πραγμάτων τῶν οὐ κατὰ τρόπον οὐδὲ δικαίως ἔσεσθαι μελλόντων, ἢ περὶ ὧν τις βλάβη γενήσεται τῷ κοινῷ τῆς πόλεως, ὑπὲρ τοῦ πραχθῆναι τὰ κατὰ τὰς συνθήκας, μισθόν τινα ὁρίσαντες παρακατατιθῶνται κοινῷ φίλῳ τὸ ἀργύριον, ὅπως ἂν ἀμφοτέροις τοῖς μέρεσι δοκῇ, ἂν ἄρα ἐκπραξάμενοι τὰ στοιχηθέντα βεβαιώσωσι. |
| μ 651 | Μεσεγγύημα: τὸ ὁμολογηθὲν ἀργύριον παρ’ ἀνδρὶ μέσῳ γινο‐ μένῳ ἐγγυητῇ ἀποδόσεως. καὶ μεσεγγυήσασθαι τὸ ποιῆσαι τοῦτο λέγεται. |
| μ 652 | Μέσερ: ἡ Αἴγυπτος. καὶ ζήτει ἐν τῷ Μεσρέμ. |
| μ 653 | Μεσέγγυος: μεσίτης, ἐγγυητής, μέσος δύο μερῶν. |
| μ 654 | Μεσεγγυοῦνται: ἐγγυηταὶ γίνονται, ἢ ἐγγυητὰς ποιοῦνται. ὡς καὶ Ἰσοκράτης ἐν τῷ Κατὰ τῶν σοφιστῶν. |
| μ 655 | Μεσηγύς: μεταξύ. |
| μ 656 | Μεσῆϊς πηγή· καὶ Μεσήϊδος γῆς. |
| μ 657 | Μεσῆλιξ: ὁ μέσος τῇ ἡλικίᾳ. |
| μ 658 | Μεσημβρίζω. καὶ Μεσημβρινός. |
| μ 659 | Μεσήνη: ὄνομα πόλεως. καὶ Μεσήνιος, ὁ ἀπὸ τῆς Μεσήνης. |
| μ 660 | Μεσιτεύειν: ἀναμέσον κεῖσθαι. τὰ δὲ χρήματα μεσιτεύειν ἐν Κύπρῳ συνετάξαντο, παρ’ οἷς ἂν αὐτὸς εὐδοκηθῇ. |
| μ 661 | Μεσίτης: ὁ εἰρηνοποιός. |
| μ 662 | Μέσμα: ὄνομα πόλεως. |
| μ 663 | Μεσσόα: τόπος. |
| μ 664 | Μεσοβασιλεύς· μετὰ θάνατον Ῥωμύλου, ἀναρχίας οὔσης ἐν τῇ Ῥώμῃ, ἐνιαυτὸν ὅλον ἡ σύγκλητος τὸ κῦρος τῶν κοινῶν εἶχε πραγμάτων πενθήμερον ἀρχὴν τοῖς ἐπιφανεστέροις τῶν βουλευτῶν ἐκ διαδοχῆς κατανέμουσα· οὓς μεσοβασιλεῖς ὠνόμασεν. |
| μ 665 | Μεσόγεων: αἰτιατική. Μεσόγειος δὲ ἀντὶ τοῦ μέσος κατὰ γῆν. |
| μ 666 | Μεσόδμη: τὸ μέσον. |
| μ 667 | Μεσολαβηθείς· τὸν δὲ υἱὸν ἔπεισεν, εἰ τύχοι μεσολαβηθεὶς αὐτὸς ὑπὸ τῆς πεπρωμένης, ἐξενεγκεῖν τὸν κατὰ Ῥωμαίων πόλεμον. τουτέστιν ἐν τῷ μεταξὺ συσχεθείς. |
| μ 668 | Μεσομήδης, Κρής, λυρικός, γεγονὼς ἐπὶ τῶν Ἀδριανοῦ χρό‐ νων, ἀπελεύθερος αὐτοῦ καὶ ἐν τοῖς μάλιστα φίλος. γράφει οὖν εἰς Ἀντίνοον ἔπαινον, ὃς ἦν Ἀδριανοῦ παιδικά· καὶ ἄλλα διάφορα μέλη. ὅτι Ἀντωνῖνος τὸ τοῦ Σύλλου μνημεῖον ἀναζητήσας ἐπεσκεύασε, τῷ τε Μεσομήδει τῷ τοὺς κιθαρῳδικοὺς νόμους γράψαντι κενοτάφιον ἔχωσε· τῷ μὲν ὅτι καὶ κιθαρῳδεῖν ἐμάνθανεν· ἐκείνῳ δὲ ὅτι τὴν ὠμό‐ τητα αὐτοῦ ἐζήλου. |
| μ 669 | Μέσον: τὸ μετέχον τοῦ ἴσου. ἐπὶ γὰρ τῶν ἠθικῶν ἀρετῶν αἱ μὲν ὑπερβολαὶ καὶ ἔνδειαι, ἐναντίαι οὖσαι ἀλλήλαις, ὑπὸ τὴν κακίαν εἰσίν, αἱ δὲ ἀρεταὶ μέσαι αὐτῶν οὖσαι ὑπ’ ἄλλο γένος εἰσίν, ὑπὸ γὰρ τὴν ἀρετήν. ἢ ὅτι συμβέβηκε ταύταις οὐ μόνον μέσαις εἶναι, ἀλλὰ καὶ ἐναντίαις ἑκατέρων τῶν ἄκρων· ἐκ γὰρ τοῦ μεγάλου καὶ μικροῦ, ὄντος τοῦ μὲν ἐν ὑπερβολῇ, τοῦ δὲ ἐν ἐνδείᾳ, καὶ τὸ μεταξὺ αὐτῶν, τὸ ἴσον, ὑπὸ ταὐτὸν γένος. ἔστιν οὖν κυρίως μέσον τὸ κατὰ μίξιν τῶν ἄκρων τοιοῦτον ὄν· καὶ ἀναγκαῖον ὑπὸ ταὐτόν ἐστι γένος τοῖς ἄκροις. ἡ δὲ ἀρετὴ οὐχ οὕτω τῶν κακῶν μέση· ὁμωνύμως γὰρ τὸ μέσον λέγεται· λέγεται γὰρ καὶ ἐν κύκλῳ μέσον τὸ κέντρον· ἀλλὰ καὶ ἐν ὅροις μέσος ὁ τῷ μὲν ὑποκείμενος, τοῦ δὲ κατηγορούμενος, ἢ ὅλως ὁ δὶς λαμβανόμενος ἐν ταῖς τῶν προτάσεων συμπλοκαῖς. καὶ τοῖς τοιούτοις λέγεται μέσον, ὅταν ἀμφοῖν μετέχῃ τῶν ἄκρων· τὴν θέσει γὰρ καὶ μίξει καὶ κράσει τῆς σχέσεως αἰτίαν ἐν ἅπασιν ὁ μέσος ἔχει. Ὅμηρος· εἰς μέσον ἀμφοτέροισι δικάσατε. οὐκ ἔστιν εἰς τὸ μέσον παρελθόντες, ἀλλὰ μέσως δικάσατε, μήτε τούτῳ προσχαριζόμενοι μήτε ἐμοί. διὸ καὶ ἐπιφέρει, μηδ’ ἐπ’ ἀρωγῇ. ἐγὼ δ’ ἔχομαι μέσος. ἀντὶ τοῦ ἥττημαι. ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν τῶν τὰ μέσα ληφ‐ θέντων. ὅτι μεσότης καὶ μέτρον οὐ δύνανται μᾶλλον καὶ ἧττον γενέσθαι· ἡ δὲ ὑπερβολὴ καὶ ἡ ἔλλειψις, ἐπειδὴ ἐπ’ ἄπειρον προχωρεῖ, διὰ τοῦτο ἀόριστον αὐτὴν ἔλεγον δυάδα. |
| μ 670 | Μεσορῶν: μέσην ὁδεύων. |
| μ 671 | Μεσότης: ἀληθές. ὅτι μεσότητές εἰσιν οὐκ ἀκρότητες αἱ τῶν ἠθῶν ἀρεταί, μάλιστα ἡ δικαιοσύνη. |
| μ 672 | Μεσουρανήσαντος ἡλίου. |
| μ 673 | Μεσῶ: τρίτης συζυγίας τῶν περισπωμένων. Εὐριπίδης Μηδείᾳ· ζηλῶ ς’· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ. |
| μ 674 | Μεσρέμ· ὄνομα κύριον. ὁ ἐκ τοῦ Χάμ; ἐξ οὗ καὶ Μεσρέμ, ἡ Αἴγυπτος, ἡ νυνὶ Μέσερ ὀνομαζομένη. καὶ Χὰμ σκηνώματα, ἡ Αἴγυπτος. καὶ ζήτει ἐν τῷ Αἴγυπτος. |
| μ 675 | Μεστοῦται: πληροῦται. |
| μ 676 | Μέσφ’ ὅτε: ἕως οὗ. |
| μ 677 | Μέτα: μέτεστιν. ὦ κακὴ κεφαλή· οὔ σοι τούτων μέτα. ὅ ἐστι μέτεστι. |
| μ 678 | Μετά: ὁ τοῦ Ἀρχιβίου Ἀπολλώνιος πέντε δηλοῦν φησιν· ἐνθάδε καὶ μετὰ πᾶσιν. ἐπί· ἐς Τεμέσην μετὰ χαλκόν. οὐ· μετόπισθεν νεὼς κυανοπρώροιο. ὑπό· χαῖται δ’ ἐρρώσαντο μετὰ πνοιῆς ἀνέμοιο. εἰς· μετὰ ἔθνος ἑταίρων. σύν· σὺν δ’ ἂν ἐγὼ μετὰ τοῖσι. πρός· σφαῖραν ἔπειτ’ ἔρριψε μετ’ ἀμύμονα βασίλειαν. ὁ δὲ ἔκλεισε τὴν ῥάβδον πυθμένι καὶ πώματι, καὶ μετὰ χεῖρας εἶχεν ἀεὶ οὔτε μεθ’ ἡμέραν κα‐ τατιθέμενος καὶ νύκτωρ ὑπὸ τὴν κεφαλὴν ὑποτιθέμενος. καὶ αὖθις· ἐμοὶ δ’ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα. ἀντὶ τοῦ μέτεστιν, ὅσον περ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρω τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα. |
| μ 679 | Μεταβαλών: στραφείς. |
| μ 680 | Μεταβαίνω· γενικῇ. |
| μ 681 | Μεταβολή: κατὰ δʹ τρόπους γίνεται· φθορᾶς, ἀλλοιώσεως, φθίσεως, αὐξήσεως. καὶ ἐν τέσσαρσι θεωρεῖται κατηγορίαις· ἐν οὐσίᾳ μὲν ὡς γένεσις καὶ φθορά· ἐν ποσῷ δὲ αὔξησις καὶ μείωσις· ἐν ποιῷ δὲ ὡς ἀλλοίωσις, οἷον λεύκανσις, μέλανσις· ἐν δὲ τῷ ποῦ, οἷον ἄνω, κάτω, ἐν Λυκείῳ, ἐν ἀγορᾷ. ἐπὶ πλέον δὲ τῆς κινήσεως ἡ μεταβολή· τὸ γὰρ κινούμενον δεῖ εἶναι, ἵνα καὶ κινῆται, τὸ δὲ γινόμενον ἢ φθει‐ ρόμενον οὐ μένει ὅπερ ἦν. καὶ ὅτι τὸ κινούμενον περὶ τὸ αὐτὸ ὑπο‐ κείμενον ἴσχει μεταβολήν, μηδὲν τῆς κινήσεως εἰς τὴν οὐσίαν τοῦ ὑποκειμένου συντελούσης. τὸ μέντοι γινόμενον καὶ φθειρόμενον οὐκ ἐν ὑποκειμένῳ γίνεται, ἀλλ’ οἷον ἐξ ὕλης εἰς εἶδος μεταβάλλει τὸ γινόμενον, καὶ τὸ φθειρόμενον ἔμπαλιν. Μεταβολή ἐστιν ἡ δὶς ἐπὶ τὸ αὐτὸ γινομένη κλίσις κατὰ νώτου τὰς τῶν ὁπλιτῶν ὄψεις με‐ τατιθεῖσα· ἢ δύο διαφοραί, ἡ μὲν ἀπὸ τῶν πολεμίων, ἣν καὶ ἐπ’ οὐρὰν ἐπονομάζουσιν, ἡ δὲ ἐπὶ τοὺς πολεμίους. ἔνιοι δὲ καὶ αὐτὴν οὕτως ὑπογράφουσι· μεταβολή ἐστι μετάληψις τῆς προϋπαρχούσης ἐπιφανείας εἰς τὴν κατ’ οὐρὰν ἐπιφάνειαν, ἢ ἀπὸ ταύτης ἐπὶ τὴν ἐναντίαν. καὶ ἡ μὲν ἀπὸ τῶν πολεμίων μεταβολὴ δὶς ἐπὶ δόρυ κλι‐ νάντων γίνεται, ἡ δ’ ἐπὶ τοὺς πολεμίους δὶς ἐπ’ ἀσπίδα. |
| μ 682 | Μετάβολοι: πραγματευταί, μεταπράται. |
| μ 683 | Μέταβος: ὄνομα κύριον. |
| μ 684 | Μετὰ βραχύ. |
| μ 685 | Μετὰ γὰρ νοσούντων μαίνεσθαι καλόν: ὅτι χρὴ συνεξο‐ μοιοῦσθαι τοῖς παροῦσιν. ὅμοιον τῷ, ὁ μαινομένοις μὴ συμμαινόμενος, οὗτος μαίνεται. |
| μ 686 | Μεταγένης: ὄνομα κύριον. |
| μ 687 | Μεταγενής: μεταγενέστερος. |
| μ 688 | Μεταγένης, Ἀθηναῖος, Δύλου παῖς, κωμικός. τῶν δὲ αὐτοῦ δραμάτων ἐστὶ ταῦτα· Αὖραι, Μαμμάκυθος, Θουριοπέρσαι, Φιλοθύτης, Ὅμηρος ἢ Ἀσκηταί. |
| μ 689 | Μεταγειτνιών: δεύτερος μὴν παρ’ Ἀθηναίοις. ἐν δὲ τούτῳ Ἀπόλλωνι Μεταγειτνίῳ θύουσι. |
| μ 690 | Μεταδιδάξαι: τὸ τὴν προτέραν ἀφεῖναι βουλὴν καὶ ἐλθεῖν ἐπ’ ἄλλην. καὶ οὔτε μεταδιδάσκοντος ἐπείθοντο τοῦ ἡγεμόνος οὔτε ὀλοφυρομένου καὶ ἱκετεύοντος ἔπασχόν τι πρὸς τὰς δεήσεις. |
| μ 691 | Μεταδίδωμι· δοτικῇ. γενικῇ δέ· ὑμεῖς δέ, ὦ Ἀθηναῖοι, πάσης τῆς πόλεως μεταδόντες αὐτῷ. |
| μ 692 | Μεταδιῶξαι: ἐπιζητῆσαι, ἐφευρεῖν. μετὰ τῶν ἐπιτηδείων ὑπεξελ‐ θόντα ἑτέρων μεταδιῶξαι χώραν. |
| μ 693 | Μεταδόρπια: ἐπίδειπνα. |
| μ 694 | Μετάδος ἐνδεεῖ ἄρτων. |
| μ 695 | Μετακαλοῦντες: ἀναπείθοντες. τοὺς μὲν ἀπειλῇ ἀναστέλλοντες, τοὺς δὲ καὶ βίᾳ μετακαλοῦντες. |
| μ 696 | Μετακλείδης· ζήτει ἐν τῷ Ἀθηναίας. |
| μ 697 | Μετακόσμιον: τοῦ κόσμου κρείττονα. |
| μ 698 | Μεταλαμβάνω καὶ Μεταλαγχάνω· γενικῇ. |
| μ 699 | Μεταλαγχάνει: μετῄει, ἀφυστερεῖ ἢ ἀποτυγχάνει κλήρου. |
| μ 700 | Μεταλλάσσω· αἰτιατικῇ. |
| μ 701 | Μετὰ Λέσβιον ᾠδόν: παροιμία λεγομένη ἐπὶ τῶν τὰ δεύτερα φερομένων· οἱ γὰρ Λακεδαιμόνιοι τοὺς Λεσβίους κιθαρῳδοὺς πρώτους προσεκαλοῦντο· ἀκαταστατούσης γὰρ τῆς πόλεως αὐτῶν χρησμὸς ἐγένετο τὸν Λέσβιον ᾠδὸν μεταπέμπεσθαι· οἱ δ’ ἐξ Ἀντίσσης Τέρπαν‐ δρον ἐφ’ αἵματι φεύγοντα μεταπεμψάμενοι ἤκουον αὐτοῦ ἐν τοῖς συσ‐ σιτίοις καὶ κατεστάλησαν. ὅτι οἱ Λακεδαιμόνιοι στασιάζοντες μετε‐ πέμψαντο ἐκ Λέσβου τὸν μουσικὸν Τέρπανδρον, ὃς ἥρμοσεν αὐτῶν τὰς ψυχὰς καὶ τὴν στάσιν ἔπαυσεν. εἴποτε οὖν μετὰ ταῦτα μουσικοῦ τινος ἤκουον οἱ Λακεδαιμόνιοι, ἔλεγον μετὰ Λέσβιον ᾠδόν. |
| μ 702 | Μεταλλεύει: μεταφέρει. καὶ ἀντὶ τοῦ ἐρευνᾷς, πολυπραγ‐ μονεῖς. ἐν Ἐπιγράμμασι· τῶν τί μεταλλεύεις τοῦτον μυχόν, ὦ φιλό‐ λιχνε; |
| μ 703 | Μεταλλεία: ἡ ἔρευνα τοῦ χρυσοῦ. |
| μ 704 | Μεταλλεῖς: οἱ τὰ μέταλλα ἐργαζόμενοι οὕτως ὀνομάζονται. ὅτι Φαῦνος υἱὸς Πίκου τοῦ καὶ Διός, ὃν Ἑρμῆν ἐκάλεσαν εἰς ὄνομα τοῦ πλανή‐ του ἀστέρος, μέταλλα ἐφεῦρε χρυσοῦ καὶ ἀργύρου καὶ σιδήρου καὶ τὴν τούτων ἐργασίαν παρέδωκε τοῖς δυτικοῖς, ὡς καὶ πλουτοδότην αὐτὸν ὑπὸ τῶν ἐγχωρίων καλεῖσθαι. |
| μ 705 | Μεταλήξαντι: παυσαμένῳ. |
| μ 706 | Μεταλῆσαι: πολυπραγμονῆσαι. |
| μ 707 | Μεταμαθεῖν: μεταγνῶναι. παύσασθαι. Ἀγαθίας· ὑμεῖς δὲ ὀμωμοκότες ἀνέδην παρεσπονδήσατε. ἀλλ’ εἴγε καὶ νῦν ἐθελήσοιτε μεταμαθεῖν τὸ συνοῖσον, οὐδέν τι ἔλαττον ἕξετε. κυρίως δὲ μετα‐ μαθεῖν ἔλεγον τὸ μετὰ ταῦτα ἕτερόν τι μαθεῖν, ἀφέμενον τοῦ πρώτου. Ἀριστοφάνης Πλούτῳ· οὐδ’ ἂν μεταμάθοις; οὐδ’ ἄν μοι δοίης γε τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον. καὶ μετέμαθεν Ἑβραῖος ὢν τὴν τῶν Ἀσσυρίων δυσσέβειαν. ἀντὶ τοῦ ἠλλάξατο. |
| μ 708 | Μεταμέλει: μετανοεῖ, μετάμελος γίνεται. εἰ δὲ ἤδη μεταμέλει τούτων Ἀντωνίῳ καὶ ξυνομολογεῖ οὐκ ἀπὸ θυμοῦ εἶναι φιλίαν καὶ συμμαχίαν Ῥωμαίοις ποιήσασθαι. |
| μ 709 | Μεταμέλεια: πάθος ἀνθρώπινον. τὸ δὲ θεῖον μεταμελείας ἀμύητον. μεταβολαῖς δὲ συγχωρεῖ περιπίπτειν ὥσπερ οἰκονομικῶς, ὡς τῶν Ἰουδαίων τὴν ἱερωσύνην κατέπαυσε καὶ τὴν βασιλείαν Ἀσσυρίων καὶ Βαβυλωνίων καὶ Μακεδόνων. |
| μ 710 | Μεταμείβων: μεταλλάσσων. |
| μ 711 | Μετὰ μουσῶν: ἐπὶ τοῦ πεπαιδευμένου· ἢ κοινῇ ἐπὶ τοῦ συν‐ όντος ἀπαιδεύτου τοῖς πεπαιδευμένοις. καθ’ ὑπόκρισιν δὲ ἀναγνω‐ στέον. |
| μ 712 | Μεταμώνιος: μάταιος, πρὸς οὐδὲν χρήσιμος. Ἀριστοφάνης· ἐς κόρακας βαδιῇ μεταμώνιος. |
| μ 713 | Μεταναστεύου: φεῦγε, μετοίκει. |
| μ 714 | Μετανάστης: μέτοικος, φυγάς. |
| μ 715 | Μετανάστρια: ἡ πέρδιξ. οὐκέτι μου, τλῆμον σκοπέλων μετα‐ νάστρια πέρδιξ, πλεκτὸς λεπταλέοις οἶκος ἔχει σε λύγοις. |
| μ 716 | Μετανεγνώσθη: μετεπείσθη, καὶ πέπαυται τοῦ θυμοῦ. εὖτε γ’ ὦν ἐξ ἀέλπτων Αἴας μετανεγνώσθη θυμὸν Ἀτρείδαις. |
| μ 717 | Μετανίσταμαι· γενικῇ. |
| μ 718 | Μετάνοια. |
| μ 719 | Μεταξύ: ἀναμέσον. Τραϊανὸς δὲ τῇ κοινωνίᾳ τῶν ἔργων ἐκούφιζε τοῦ πλήθους τὸν κάματον καὶ μεταξὺ πορευόμενος ἄλλοτε ἄλλως ἔταττε. |
| μ 720 | Μεταξύ: ἔτι, οὐ πρὸ πολλοῦ. ὁ δὲ Ἀλέξανδρος μεταξὺ πίνων καὶ ἀναφλεχθεὶς ὑπὸ τῆς μέθης πρὸς ἔριν ἦλθε πρὸς Κλεῖτον καὶ λόγχην ἁρπάσας παρά του τῶν δορυφόρων διήλασε τοῦ Κλείτου τὴν λόγχην, ὥσπερ οἰστρηθείς. καὶ αὖθις· ἐξάπτεται δὲ αὐτῷ μεταξὺ πίνοντι ὀργὴ πρός τινα συμπότην μὲν τότε, κοινωνὸν δὲ τῶν φόνων. |
| μ 721 | Μεταξυλογία: τὸ πρὸς βραχὺ παραλιπόντα τὴν παροῦσαν ὑπόθεσιν, περὶ ἑτέρας κινῆσαι τὸν λόγον. πρὸς βραχὺ ὁ λόγος ἐπέπαυτο αὐτῷ περὶ τῆς χώρας, καὶ αὖθις ὥσπερ ἐν μεταξυλογίᾳ τινι περὶ Ἄμβρου τοῦ Σαρακηνοῦ διελεγέσθην ἄμφω. |
| μ 722 | Μεταπέμπομαι· αἰτιατικῇ. |
| μ 723 | Μετάπεμπτος: προσκληθείς. |
| μ 724 | Μεταπήδα: διάβαινε, μετέρχου. Ἀριστοφάνης· ταχὺς δ’, ὅταν εἰς ἄπορον ἐμπέσῃς, ἐπ’ ἄλλο πήδα νόημα φρενός. οὗ πόρον οὐκ ἔστιν εὑρεῖν. φησὶν ὅτι ἐὰν ἡ διάνοια εἰς ζήτημα ἄπορον ἐμπέσῃ, μετάβηθι ἐπ’ ἄλλο. σκώπτειν διὰ τούτων βούλεται τὸν Σωκράτην ὡς χλευαζόμενον ἐν ταῖς συζητήσεσι καὶ μεθιστάμενον ὑπὸ στενοχωρίας. διδάσκει αὐτόν, ὅτι ἐὰν ἀπορήσῃς εἴς τι, ταχέως ἐπ’ ἄλλο πήδα νόημα. ὁ δὲ ὑποτιθέμενος ἄλλῳ, δηλονότι αὐτὸς ἐν πείρᾳ γενόμενος τῶν ὅσα λέγεται, ὑποτίθεται. |
| μ 725 | Μεταπόντιος: ὄνομα κύριον. καὶ θηλυκῶς ὄνομα πόλεως. |
| μ 726 | Μεταποιεῖσθαι: ἀντὶ τοῦ ποιεῖσθαι. Πλάτων Πολιτικοῖς· ἥκιστα βασιλικῆς μεταποιουμένους τέχνης. ἀντιποιουμένους. Θουκυδίδης ἐν τῇ λοιμικῇ καταστάσει· καὶ μάλισθ’ οἱ ἀρετῆς μεταποιούμενοι. σημαίνει ἀντιποιούμενοι. |
| μ 727 | Μεταποίνιον· τὴν δίκην, τὴν ἔφορον τῶν ὅλων, μεταποίνιον. |
| μ 728 | Μεταποιοῦμαι· γενικῇ. φροντίζω, προνοοῦμαι. Μεταποιῶ δὲ τὸ μεταβάλλω· αἰτιατικῇ. ἐπειδή, φησί, μεταποιήσει τοὺς νόμους, κατα‐ λευσθήτω ὁ Στέφανος. |
| μ 729 | Μεταπύργιον: ἐν μέσῳ οἰκοδόμημα τῶν ἐπὶ τοῦ τείχους πύρ‐ γων. οὕτως καὶ Θουκυδίδης καὶ Λυσίας. |
| μ 730 | Μετάρσιος: μετέωρος, ὑψηλός. |
| μ 731 | Μεταρρυθμίζεται. |
| μ 732 | Μέτασσαι: τὰ ὕπαρνα πρόβατα. |
| μ 733 | Μετασοβῶν: ἀποδιώκων. |
| μ 734 | Μετασπώμενος: ἐπακολουθήσας, μεταδιώξας. |
| μ 735 | Μεταστοιχειοῦσα: μετασχηματίζουσα. μεταπλάττουσα· ὡς ἀνα‐ στοιχειοῖ, μεταπλάττει. |
| μ 736 | Μετασχεῖν: ἐπιλαβεῖν. |
| μ 737 | Μετατάξασθαι: ἀντὶ τοῦ μετελθεῖν. |
| μ 738 | Μετὰ ταῦτα. |
| μ 739 | Μετὰ τὴν ἐν Μαραθῶνι μάχην καὶ μετὰ τὸν πόλεμον ἡ συμμαχία: ἐπὶ τῶν ἐπὶ ὑποθέσει τινὶ καθυστερησάντων. |
| μ 740 | Μετάτροπος αὔρα: ἀντὶ τοῦ ἡ μεταβληθεῖσα. |
| μ 741 | Μέταυλος: ἡ ῥυπαρὰ λεγομένη αὐλή, οὗ ὄρνιθες ἦσαν. |
| μ 742 | Μετάφερε σαυτόν. ὅτι προσήκει ἑαυτοὺς μεταφέρειν καὶ μεταχειρίζεσθαι τὰ πράγματα. |
| μ 743 | Μεταφρένων: μεταξὺ τῶν ὤμων. |
| μ 744 | Μεταφῦναι: μεταπλασθῆναι. |
| μ 745 | Μεταχειρίζειν: ἀντὶ τοῦ μεταχειρίζεσθαι. Θουκυδίδης δʹ. |
| μ 746 | Μεταχειρίζομαι· αἰτιατικῇ. |
| μ 747 | Μεταχειρίσαι: τουτέστιν ἐναλλάξαι, ἤγουν ἀπὸ πεντηκοντήρων ποιεῖν τριήρεις. |
| μ 748 | Μεταχρονία: ἡ εἰς ὕψος φερομένη. τίς γὰρ ἐμοὶ σέο μισθὸς ἐπάξιος, ἤν σε διδάξω ὑψοῦ ὑπὲρ πόντοιο μεταχρονίην ποτέεσθαι; |
| μ 749 | Μεταχρωννύντες: μετασχηματίζοντες. |
| μ 750 | Μεταίτιον· Ἡρόδοτος· τῶν δὲ πᾶν γὰρ ἦν τὸ πλῆθος μεταίτιον, οὐκ ἐδέκοντο τοὺς λόγους. |
| μ 751 | Μέταιτος: ἐπαίτης, προσαίτης. οὕτω τε μέταιτος ἐτελεύτησε καὶ χρημάτων ἄπορος, ὡς κοινοῖς ταφῆναι χρήμασι. |
| μ 752 | Μεταίχμιον: μεταξὺ δύο φαλάγγων τοῦ πολέμου. |
| μ 753 | Μετεβάλετο: ηὐτομόλησεν. ὁ δὲ ἅμα τῷ εἰς ὄψιν ἐλθεῖν μετε‐ βάλετο πρὸς τοὺς πολεμίους. |
| μ 754 | Μετέθετο: ηὐτομόλησεν. ὁ δὲ ὢν τὰ πάντα νεώτερος καὶ τὸ πλέον μετεωρισθεὶς ἀρχῆς μετέθετο ἑκουσίως πρὸς τὸν βάρβαρον. |
| μ 755 | Μετεκίαθον: μετῆλθον. |
| μ 756 | Μετελεύσομαι: ἐπελεύσομαι. |
| μ 757 | Μετελθών: ἐπελθών. |
| μ 758 | Μετ’ ἐμέ: πρός με. |
| μ 759 | Μετεμελήθη. Μεταμέλεια ἐπὶ θεοῦ οὐκ ἔστιν, ἀλλὰ τῆς παιδείας φησὶ τὴν παῦλαν μεταμέλειαν. |
| μ 760 | Μετεμόσχευσε: μετεφύτευσε. |
| μ 761 | Μετ’ ἐναργείας: μετ’ ἀληθείας. |
| μ 762 | Μετένεγκε· μετενέγκαι δέ. |
| μ 763 | Μετεξέτεροι: παρ’ Ἡροδότῳ ἀντὶ τοῦ ἔνιοι. οἱ δὲ μετ‐ εξέτεροι αὐτῶν οἱ μὲν πρὸς κύβους, οἱ δὲ πρὸς ὕπνον ἐτρέποντο. |
| μ 764 | Μετέωρα: ὑψηλά. Ἀγαθίας· τὰ δὲ τῆς Ἰταλίας πολίσματα με‐ τέωρα ἦν ἅπαντα καὶ δεδονημένα. ἀντὶ τοῦ ἕτοιμα πρὸς ἐπιχείρησιν. |
| μ 765 | Μετεωρίσαντες. |
| μ 766 | Μετεωρισθέντων: ἐπαρθέντων. μετεωρισθέντων δὲ τῶν Βοιω‐ τῶν διὰ τὴν εὐημερίαν, τούτους Χαβρίας ἐταπείνωσε. |
| μ 767 | Μετεωρισμός: ἡ ὑπερηφανία. |
| μ 768 | Μετεωροκοπεῖς: μετέωρα πέτῃ καὶ μάτην καὶ ὡς ἔτυχε κάμνεις. μετεωροκοπεῖν δέ ἐστι κυρίως τὸ τῷ πλάτει τῆς κώπης ματαίως τὴν θάλασσαν τύπτειν. καὶ μετεωρολέσχους τοὺς φιλοσόφους ἐν Νεφέλαις, ὅτι τὰ οὐράνια περισκοποῦσι. μετενήνεκται δὲ ἡ λέξις τὸ μετεωροκοπεῖν παρὰ τὸ τί θαλαττοκοπεῖς. ἐπὶ γὰρ τοῦ σφοδροῦ τὸ κόπτειν παραλαμβάνεται. καὶ ἀλλαχοῦ· θαλαττοκοπεῖς καὶ πτερυγίζεις. |
| μ 769 | Μετεωρολέσχαι: περὶ οὐρανοῦ φλυαροῦντες. |
| μ 770 | Μετέωρον: ἐφ’ ὕψους. οἱ γὰρ δορυφόροι μετέωρον ἀράμενοι τὸν Σύφακα εἰς τὸν Τριακοντόποδα καλούμενον ἐκόμισαν, ῥίψαντες κάτω. Ἰώσηπος· ἄμεινον δ’ εἶναι μετέωρον ἐν φόβῳ τὸν αἴτιον καταλείπειν. |
| μ 771 | Μετεωροπολῶν: τὰ οὐράνια σκοπῶν. καὶ Μετεωροπορῶν. |
| μ 772 | Μετέωρος: ὁ ἤδη πρὸς πρᾶξίν τινα ηὐτρεπισμένος. μετῆλθε τὰς πόλεις μετεώρους πρὸς ἀπόστασιν οὔσας. καὶ αὖθις· πάλαι με‐ τέωρος ὢν πρὸς τὴν τῆς Ὀλυμπίας θέαν ὥρμησε. καὶ Ἰώσηπος· μετεώρους ὄντας ἐπὶ τῷ μέλλοντι πολέμῳ τοὺς πολλοὺς ἐσπάρασσεν. ἦσαν δὲ μετέωροι ταῖς ψυχαῖς καὶ πρὸς τὸ μέλλον ἔτι σαλεύοντες. καὶ αὖθις· ὁ δὲ μετέωρος ἦν πρὸς πᾶσαν καινοτομίαν· διὸ καὶ προ‐ θύμως ὑπήκουσε τοῖς παρακαλουμένοις. μετέωρος ἦν ἡ Ἑλλάς. παρὰ Θουκυδίδῃ. ἀντὶ τοῦ ἐκεκίνηντο καὶ οὐχ ἡσύχαζον. |
| μ 773 | Μετεώρους νῆας: παρὰ Θουκυδίδῃ ἀντὶ τοῦ πελαγίους καὶ μὴ ἐπ’ ἀγκυρῶν ἱσταμένας, ἀλλ’ ἀπεχούσας τῆς γῆς. ἐκ μεταφορᾶς τῶν ἀπεχόντων τῆς γῆς καὶ ἐν ὄρει ὄντων. ἢ παρὰ τὸ ἀφεῖναι τὴν γῆν καὶ περὶ τὸν ἀέρα λοιπὸν εἶναι. |
| μ 774 | Μετέωροι· ἦσαν δὲ μετέωροι ταῖς ψυχαῖς καὶ πρὸς τὸ μέλλον ἔτι σαλεύοντες. |
| μ 775 | Μετεωροφένακας: οὕτω καλεῖ τοὺς διὰ τῶν μετεώρων ἀπα‐ τῶντας Ἀριστοφάνης· φενακίζειν γὰρ τὸ ἐξαπατᾶν. |
| μ 776 | Μετερρυθμίζετο. |
| μ 777 | Μετέρχομαι· αἰτιατικῇ. |
| μ 778 | Μετέσχε· γενικῇ. |
| μ 779 | Μετέχω· γενικῇ. |
| μ 780 | Μετειλήχει· γενικῇ. μετέσχεν. |
| μ 781 | Μετειληχότα: μεταλαβόντα. |
| μ 782 | Μέτειμι: ἐξετάζω, ἀνακρίνω. μετέρχομαι. |
| μ 783 | Μετεῖναι: μετιέναι, ἐπεξελθεῖν. Ἡρόδοτος· πρῶτον μὲν τοὺς μάγους, οἳ μετεῖναι τὸν Κῦρον ἀνέπεισαν, ἀνεσκολόπισε. |
| μ 784 | Μέτεισιν· αἰτιατικῇ. ἀμύνεται, ἐπεξέρχεται. μέτεισι τοὺς Ἀθη‐ ναίους ὑπὲρ τῶν ἀθέσμων φόνων ἡ δίκη, καὶ ἀφορίαις συνείχοντο. |
| μ 785 | Μετῇ: ἐξῇ. μέτεισι. |
| μ 786 | Μετῄει: ἀφυστερεῖ ἢ ἀποτυγχάνει κλήρου. |
| μ 787 | Μετῆλθε τὴν ἄλοχον: ἀντὶ τοῦ προσωμίλησεν αὐτῇ. |
| μ 788 | Μετήορος: ὑψηλός. |
| μ 789 | Μετῄεσαν: μετήρχοντο, ἐδίωκον. καὶ ὡς κατειργάσατο τὸ κάλ‐ λιστον ἔργον, ἔφευγεν ὤκιστα εὐθὺ τοῦ ἐραστοῦ. μετῄεσαν δὲ αὐτὸν οἱ δορυφόροι, καὶ διέφυγεν ἂν ἐκεῖνος, εἰ μὴ προβάτοις συνεζευγμένοις περιπεσὼν καὶ συμπλακεὶς ὡς πέδῃ κᾆτα ἀνετράπη. |
| μ 790 | Μετίημι· αἰτιατικῇ. |
| μ 791 | Μετ’ ἴχνια: κατὰ ἴχνη πορεύεσθαι. |
| μ 792 | Μετοκλάζει: μετακαθίζει. |
| μ 793 | Μετ’ ὀλίγον χρόνον· αἰτιατικῇ. |
| μ 794 | Μετόν: ἐξόν. Ἀριστοφάνης· οὐδ’ ἂν κλέπτης οὐδεὶς ἔσται. πῶς γὰρ κλέψαι; μετὸν αὐτῷ. ἀντὶ τοῦ μέτεστι. |
| μ 795 | Μετόπισθεν: ἐν ὑστέρῳ, μετὰ ταῦτα. |
| μ 796 | Μετόπωρον: τὸ φθινόπωρον, ὁ μετὰ τὴν ὀπώραν καιρός. |
| μ 797 | Μετόρχιον: τὸ μεταξὺ τῶν φυτῶν· ἢ τὸ μεταξὺ τῶν χωρίων, ὅπερ λέγεται ὄρχος. μεταστήσειε, φησί, τὰ φυτὰ ἀπὸ τῶν ἀρουρῶν τῶν σπειρομένων. ἢ μετόρχιόν ἐστι τὸ μεταξὺ τῶν συμφύτων πεδίον, ἐν ᾧ ἢ σῖτος ἢ ἄλλο τι ἔσπαρται. |
| μ 798 | Μετουσία: κοινωνία. |
| μ 799 | Μετοχετεύειν: μετακομίζειν. |
| μ 800 | Μετοχή: ὁ περίβολος. Δαβίδ· ἧς ἡ μετοχὴ αὐτῆς ἐπιτοαυτό. |
| μ 801 | Μέτων: ὁ μαθηματικός. καὶ Μέτωνος ἐνιαυτός. οὗτος ὁ Μέτων ἄριστος ἐγένετο ἰατρὸς καὶ ἀστρονόμος. τούτου ἐστὶν ὁ λεγό‐ μενος Μέτωνος ἐνιαυτός. Καλλίστρατος δέ φησιν εἶναι αὐτοῦ ἐν Κο‐ λωνῷ ἀνάθημά τι ἀστρονομικόν, Εὐφρόνιος δέ, ὅτι τῶν δήμων ἦν ἐκ Κολωνοῦ. πρὸ Πυθοδώρου δὲ ἡλιοτρόπιον ἦν ἐν τῇ νῦν οὔσῃ ἐκκλησίᾳ πρὸς τῷ τείχει τῷ ἐν Πνυκί. ἢ ὅτι ἐν Κολωνῷ κρήνην τινὰ κατ‐ εσκευάσατο· φησὶν ὁ Φρύνιχος Μονοτρόπῳ· τίς δ’ ἐστὶν ὁ μετὰ ταῦτα φροντίζων; Μέτων ὁ Λυκονοιεύς. οἶδα, ὁ τὰς κρήνας ἄγων. ἢ ἴσως, ὅτι ἐν τῷ Κολονῷ κρήνην τινὰ κατεμηχανήσατο, ἢ ἄγαλμα ἢ ἀνάθημα ἀστρονομικὸν κατεσκευάσατο. |
| μ 802 | Μετωνυμικῶς: μετωνομασμένως. |
| μ 803 | Μέτωπον· καὶ Μετωπίδιον, τὸ ἐπὶ τοῦ μετώπου. |
| μ 804 | Μέτωπον τῆς νεὼς ἡ πρώρα ἐστί. καὶ Μετωπηδόν, τουτέστι τὰ πρόσωπα τῶν νηῶν παρεῖχον τοῖς ἐναντίοις. |
| μ 805 | Μετῴχετο: ἐπορεύετο. |
| μ 806 | Μετρεῖν· αἰτιατικῇ. |
| μ 807 | Μετρείτω: παρεχέτω. Ἀριστοφάνης· πυροὺς πεινῶσι μετρείτω. |
| μ 808 | Μετρήσαντες: διελθόντες. |
| μ 809 | Μέτρησον: δάνεισον. καὶ Ἡσίοδος· εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δ’ ἀποδοῦναι. καὶ Θεόπομπος Καπήλοις· μετάδος ἢ μέ‐ τρησον ἢ τιμὴν λάβε. |
| μ 810 | Μετριάζει: ταπεινοφρονεῖ. |
| μ 811 | Μετριοπαθεῖν: ἐκ μέρους τὰ πάθη καταδέχεσθαι, συγγινώ‐ σκειν. Ἀππιανός· Κλαύδιος Μάρκελλος πόλιν τῶν ἐναντίων παρ‐ εστήσατο καὶ συγγνώμην ἔδωκε ἀργυρίου τάλαντα λαβών. Νεργόβριγες δ’ αὐτοῦ περὶ τῆσδε τῆς μετριοπαθείας πυθόμενοι ἐθαύμαζον. καὶ αὖθις· τοῖς Μήδοις ἀναζωπυροῦται τὸ φιλοπόλεμον μετριοφρονεῖν ἐπὶ τοῖς ἔναγχος οὐ χωρήσαντες ἐπιτεύγμασιν. Ἀριστοτέλης λέγει τὸν σοφὸν μετριοπαθῆ μὲν εἶναι, ἀπαθῆ δὲ μὴ εἶναι. |
| μ 812 | Μέτριος: ὁ μεμετρημένην ἔχων οὐσίαν· ἢ τὸ ἦθος ἐπιεικής. ἔνιοι δὲ τῶν μετρίων ἀνδρῶν διηπόρουν ἐπὶ τοῖς προσπίπτουσι. καὶ Μαρκελλῖνος· Τιμολέοντα δὲ ὁ Τίμαιος ὁ Ταυρομενείτης ὑπερ‐ επῄνεσε τοῦ μετρίου. |
| μ 813 | Μετρίως ὠργιασμένως: ἀντὶ τοῦ μεμαλαγμένως ἢ δεδευ‐ μένως. |
| μ 814 | Μέτριοι: εὐγνώμονες. ξυνομολογήσαντος ἄμφω ταῦτα ἑαυτοῦ καὶ ἄλλο ὅτι περ τῶν μετρίων ἐπαγγέλλοι Ἀντώνιος. ὁ δὲ οὔτε τῆς παρασκευῆς τὸν πόλεμον ἀνῆκεν. |
| μ 815 | Μέτριοι· Ἀθήνηθεν ἀποπλεύσας Ἀσκληπιόδοτος καὶ εἰς Σελεύ‐ κειαν τῆς Συρίας ἀφικόμενος διεσκοπεῖτο τὰ ἤθη τῶν ἀνθρώπων· καὶ ἐν τῇ περιόδῳ ὅλῃ τρισὶ μόνοις ἔφη ἐντετυχηκέναι μετρίως ἔχουσιν ἀνθρώποις, Ἱλαπίῳ τε τῷ φιλοσόφῳ κατ’ Ἀντιόχειαν· ἐν δὲ Λαοδικείᾳ τῇ ἐχομένῃ πόλει τῶν Σύρων Μάρᾳ τῷ δικαιοτάτῳ τῶν καθ’ ἡμᾶς ἀνθρώπων καὶ τὴν Ἀριστείδου ἐπωνυμίαν ἀπενεγκαμένῳ, Δομνίνῳ τε τῷ φιλοσόφῳ. |
| μ 816 | Μέτρον· ζήτει ἐν τῷ στάδιον. |
| μ 817 | Μετρονόμοι· ἀρχή τις Ἀθήνησιν ἡ τῶν μετρονόμων. ἦσαν δὲ τὸν ἀριθμὸν ιεʹ μὲν εἰς Πειραιᾶ, θʹ δὲ εἰς ἄστυ. εἶχον δὲ τὴν ἐπιμέ‐ λειαν ὅπως δίκαια ᾖ τὰ μέτρα τῶν πωλούντων. |
| μ 818 | Μέτρῳ ὕδωρ πίνοντες, ἀμετρίαν δὲ μᾶζον ἔδοντες: οὗτος ὁ στίχος εἰς παροιμίαν περιέστη ἔκ τινος χρησμοῦ, ὃν ἀνεῖλεν ὁ θεὸς Συβαρίταις· ὑβρισταὶ γὰρ ὄντες καὶ ἀμετροπόται ἀπώλοντο ὑπὸ Κροτωνιατῶν. τοῖς οὖν διαφυγοῦσιν αὐτῶν οὕτως ἐχρήσθη. |
| μ 819 | Μετοίκιον· μέτοικος μέν ἐστιν ὁ ἐξ ἑτέρας πόλεως μετοικῶν ἐν ἑτέρᾳ καὶ μὴ πρὸς ὀλίγον ἐπιδημῶν, ὡς ξένος. ἐδίδοντο δὲ ὑπ’ αὐτῶν καθ’ ἕκαστον ἔτος δραχμαὶ ιβʹ, ὅπερ ὠνόμασται μετοίκιον. Ἰσαῖος δὲ ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους ὑποσημαίνει, ὅτι ὁ μὲν ἀνὴρ ιβʹ δραχμὰς ἐτέλει μετοίκιον, ἡ δὲ γυνὴ ϛʹ· καὶ ὅτι τοῦ υἱοῦ τελοῦντος ἡ μήτηρ οὐκ ἐτέλει, μὴ τελοῦντος δὲ αὐτὴ ἐτέλει. οἱ δοῦλοι δὲ ἀφεθέντες ὑπὸ τῶν δεσποτῶν ἐτέλουν τὸ μετοίκιον. Μένανδρος δέ φησι πρὸς ταῖς ιβʹ δραχμαῖς καὶ τριώβολον τούτους τελεῖν, ἴσως τῷ τελώνῃ. οἱ μέντοι μετοίκιον μὴ τιθέντες μέτοικοι ἀπήγοντο πρὸς τοὺς πολίτας, καὶ εἰ ἑάλωντο, ἐπιπράσκοντο. ἐνεβίβαζον δὲ καὶ εἰς τὰς ναῦς τοὺς μετοίκους, ὡς Δημοσθένης ἐν Φιλιππικοῖς δηλοῖ. ἐκάλουν δὲ οἱ κωμικοὶ σκαφέας τοὺς μετοίκους, ἐπεὶ ἐν ταῖς πομπαῖς τὰς σκά‐ φας ἐκόμιζον οὗτοι. |
| μ 820 | Μέτοικοι: μέρος ἐστὶ τῶν πολιτῶν οἱ μέτοικοι εὐτελές, ὡς τὰ ἄχυρα τῶν κριθῶν. Ἀριστοφάνης· τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω. Μέτοικοι δὲ οἱ ἀφ’ ἑτέρας πόλεως μεταστάντες καὶ εἰς ἑτέραν οἰκοῦντες. εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου, ᾤου δυνατὸς εἶναι λέγειν. παρὰ Σοφοκλεῖ δὲ μέτοικος ἀντὶ τοῦ ἔνοικος· εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις εἶναι. ἀντὶ τοῦ ἔνοικος. οὐ γὰρ αὐτὸ τοῦτο τὸ ἔνοικος, ὡς ἡμεῖς φαμεν, εἴρηται. μετοίκους δὲ καλοῦμεν τοὺς ἀπὸ ἑτέρας χώρας οἰκοῦντας, πρὸς δὲ τοὺς μετοικισθέντας ποθέν. τοῦτο δὲ σημαίνει ἔνοικον. Αἰσχύλος τοὺς οἰωνοὺς τῶν ὑψηλῶν τόπων, ἀντὶ τοῦ ἐνοίκους. καὶ αὖθις· Ζωβίαν ὑποδεξαμένην Ἀριστογείτονα φυγόντα καὶ ἀξιοῦσαν εὖ παθεῖν, ὅτε ἴσχυεν, ἐπὶ τὸ τοῦ μετοικίου πωλητήριον ἤγαγε καὶ τὴν ἀδελφὴν ἐπ’ ἐξαγωγῇ πέπρακε. καὶ αὖθις· τοῦτον δὲ ἐπίπρασκον, τὸ μετοίκιον ἀτονοῦντα θεῖναι. |
| μ 821 | Μετοιωνίσασθαι: ἀντὶ τοῦ μεταθέσθαι τὸν φαῦλον οἰωνόν. |
| μ 822 | Μετοίχεσθαι: μετελθεῖν, μεταβαίνειν. |
| μ 823 | Μετοιχήσονται: μεταπορεύσονται, μετέλθωσι. |
| μ 824 | Μέχρι· γενικῇ. |
| μ 825 | Μέχρι αἰδοῦς: μέχρι αἰδοίων. |
| μ 826 | Μέχρι τῶν ἀμφωτίδων: ἐπὶ τῶν ἄγαν πεπληρωμένων. τὸ δὲ ἀμφωτίδων, μέχρι τῶν ὤτων. |
| μ 827 | Μειαγωγεῖν: τὸ ἔλαττον φέρειν. καὶ Μειαγωγεῖον. |
| μ 828 | Μειαγωγήσουσι τὴν τραγῳδίαν: ἐάν τις εἰσήγαγεν εἰς τοὺς φράτορας υἱὸν ἐνήλικα γενόμενον, ἱερεῖον παρίστατο αὐτῷ ἐν ὡρισμένῳ σταθμῷ, πρὸς ὃ ἔδει προσάγειν, καὶ οὐκ ἐξῆν μεῖον παρα‐ σχεῖν. ὅτε δὲ ἐντεθείη τὸ ἱερεῖον εἰς τὸν ζυγόν, περιεστῶτες ἐβόων μεῖον, μεῖον. τοῦτο δηλονότι ἔλασσόν ἐστι. παρὰ τοῦτο οὖν λέγει, μειαγωγήσουσι τὴν τραγῳδίαν. πρὸς τὸν ζυγὸν προσάξουσι καὶ στή‐ σουσι. καὶ ὁ τὸ πρόβατον εἰσάγων, μειαγωγὸς ἐκαλεῖτο κουρεῖον. ἔδει δὲ αὐτὸ ἔλαττον ἴσχειν σταθμοῦ τινος, διὰ τοὺς φιλοδοξοῦντας. |
| μ 829 | Μειαγωγία. καὶ Μειαγωγός, ὁ εἰσάγων. Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν· ὅτι οἱ φράτορες, ἵνα μείζους νέμωνται μερίδας, ἐπεφώνουν ἑστῶτες, κτανεῖν δεῖ· ὃς μεῖον γάρ ἐστι. μειαγωγῆσαι δέ ἐστι τὸ ἐπιδοῦναι τοῖς φράτορσι τὸ μεῖον. |
| μ 830 | Μείδας, Μείδαντος: ὄνομα κύριον. |
| μ 831 | Μειδίαμα: ὁ γέλως. |
| μ 832 | Μειδίας: ὄνομα κύριον. |
| μ 833 | Μείδω: τὸ γελῶ. καὶ Μειδιῶ ὁμοίως. |
| μ 834 | Μείδωνος: ὄνομα κύριον. |
| μ 835 | Μειδύλος: ὄνομα κύριον. |
| μ 836 | Μείζονα βοᾷ δάφνης χλωρᾶς καιομένης: ἐπὶ τῶν μεγάλα βοώντων. |
| μ 837 | Μείλανι: τῷ μέλανι. |
| μ 838 | Μείλαξ: ὁ λειμών, ὁ παράδεισος. καὶ Λείμακες, τὸ πληθυντικόν. |
| μ 839 | Μειλικτήριον. |
| μ 840 | Μείλια: τὰ προικία. |
| μ 841 | Μειλίγμασιν: ἀπατήμασιν. ἐξιλεώμασιν, ἡδύσμασι. καὶ τὸν τρόπον τῆς μειλίξεως οὐδ’ αὐτὸν ἀπεκρύψατο. |
| μ 842 | Μειλικτηρίοις: προσηνέσιν, ἡδέσι, πραέσι. |
| μ 843 | Μείλινον δόρυ. |
| μ 844 | Μειλίξασθαι: πραῧναι. |
| μ 845 | Μειλισιουργίς. |
| μ 846 | Μειλισσόμενος: παρακαλῶν, πραΰνων. |
| μ 847 | Μειλιχία. καὶ Μειλίχιος, πρᾶος, χρηστός. |
| μ 848 | Μείλιχον: πρᾶον, χρηστόν. |
| μ 849 | Μεῖον. καὶ Μειαγωγός. Ἰσαῖος ἐν τῷ πρὸς Στρατοκλέα φησί· παρέστη μεῖον. θῦμα δέ ἐστιν, ὃ τοῖς φράτορσι παρεῖχον οἱ τοὺς παῖδας εἰσάγοντες εἰς τούτους. ὅθεν τὰ μὲν ἱερεῖα μεῖον προσηγορεύθη. |
| μ 850 | Μεῖον: ἔλαττον, μικρότερον. ὁ δὲ εἰς αὔξησιν τῆς ἀρετῆς καὶ μείωσιν τῆς κακίας ὅλην ἐξεκέχυτο τὴν ψυχήν. οὐδέν τι μεῖον ἢ ὁ Σωκράτης εἰς τὴν ζήτησιν τοῦ ἀληθοῦς. ἐπεὶ καὶ ἐκεῖνος ὑπὸ τῶν λʹ μὴ διαλέγεσθαι προσταχθεὶς οὐχ οἷός τε ἦν πείθεσθαι τῷ προσ‐ τάγματι. καὶ αὖθις· οἱ δὲ ἐν μάχαις πολλαῖς ἔφερον τὸ μεῖον. |
| μ 851 | Μεῖον: τὸ ὑπὲρ τῶν ἐγγραφομένων παίδων εἰς τοὺς φράτορας θυόμενον ἱερεῖον, οὐ μείζονος ἀποδεδειγμένου τινος σταθμοῦ· ᾧ ἐπ‐ εφθέγγοντο οἱ φράτορες, εἰ καὶ μεῖζον εἴη, ὅτι μεῖον· καὶ μειαγωγὸς ὁ τοῦτο παρέχων. |
| μ 852 | Μειονεκτεῖ: τὸ ἧττον φέρει, ἐλαττοῖ. |
| μ 853 | Μειονέκτημα. καὶ Μειονεκτῶ· γενικῇ· τὸ ἔλαττόν σου ἔχω. καὶ Μειονεκτούμενοι, ἐλαττούμενοι. |
| μ 854 | Μειονεξία. |
| μ 855 | Μείου: ἐλάττονα τίθει. Ξενοφῶν· Κῦρος ἔφη πρὸς Ἀράσπαν τὸν κατάσκοπον, μηδὲν ἐλάσσου τἀληθοῦς μηδὲ μείου τὰ τῶν πολεμίων· κρεῖσσον γὰρ μείζω οἰηθέντας μείονα ἰδεῖν, ἢ μείω ἀκούσαντας ἰσχυ‐ ρότερα εὑρίσκειν. |
| μ 856 | Μειοῦται. |
| μ 857 | Μείων: ὁ ἐλάσσων. |
| μ 858 | Μειρακιεύεσθαι: ὡς μειράκιον ἀθύρειν· μείραξ γὰρ τὸ μει‐ ράκιον. καὶ Μειρακύλλιον. |
| μ 859 | Μείρεται: βουλεύεται. |
| μ 860 | Μείρω: μερίζω. |
| μ 861 | Μείς: μὴν Αἰολικῶς. |
| μ 862 | Μεῖστον: τὸ ἐλάχιστον. |
| μ 863 | Μή: τὸ ἀπαγορευτικόν. ἀντὶ τοῦ οὐ κεῖται παρὰ Καλλιμάχῳ. ἠρνεόμην θανάτοιο πάλαι καλέοντος ἀκοῦσαι, μὴ μετὰ δήν. τουτέστιν οὐκ ἀπέθανον πρὸ τούτου, ἵνα οὐ μετὰ δὴν καὶ ἐπὶ σοὶ θρηνήσω ἀπο‐ θανόντος. καὶ παρὰ Ἀριστοφάνει τὸ μὴ ἀντὶ τοῦ οὐ τάττεται. |
| μ 864 | Μὴ ἀποσκορακίσῃς με: μὴ ἐκδιώξῃς με. μὴ ἐς κόρακας ἐκβάλῃς. |
| μ 865 | Μηδ’ ἄκανθα ἀμύξῃ τοὺς ἀγαθούς. |
| μ 866 | Μήδαμα: ὄνομα τόπου παρὰ Ἰωσήπῳ. |
| μ 867 | Μηδ’ ἀμελῶ: ἐπὶ τῶν καταφρονουμένων. |
| μ 868 | Μηδαμῇ καὶ Μηδαμοῦ καὶ Μηδαμῶς. |
| μ 869 | Μηδαμινός: ὁ εὐτελής. |
| μ 870 | Μηδ’ αὖ πλαδίῃ: ἀντὶ τοῦ μηδὲ πλησίον γένοιτό μοι τοῦτο, ὅπερ λέγεις. |
| μ 871 | Μήδεα: τὸ αἰδοῖον καὶ τὰ βουλεύματα. |
| μ 872 | Μηδὲ κάρφος κινεῖν: ἐπὶ τοῦ ἡσύχου. |
| μ 873 | Μηδὲ μέλι μηδὲ μελίσσας: ἐπὶ τῶν μὴ βουλομένων παθεῖν τι φαῦλον μετ’ ἀγαθοῦ. |
| μ 874 | Μηδὲν μακρὰν ἀπέλθῃς: παρὰ Ἀριστοφάνει. τὸ δεν παρέλκει κατ’ Ἀττικούς. |
| μ 875 | Μηδέν ποτ’ εἴην ἄλλο, πλὴν θεῷ φίλος: ἐς ὅσον ὑπὸ τὴν αὐτοῦ λῆξιν καὶ τὸ αὐτοῦ κράτος ἀριθμοῦμαι. Λῆξις δὲ λέγεται παῦσις. |
| μ 876 | Μηδέποτε δουλεύσασα γυνὴ δέσποινα γένηται. |
| μ 877 | Μηδέποτ’ εὖ ἔρδειν γυναῖκα μηδὲ γείτονος κύνα μηδὲ κυβερνήτην φίλυπνον μὴ λάλον κωπηλάτην: παραινεῖ μὴ εἰς ἄχρηστα ἀναλίσκειν. |
| μ 878 | Μήδεια, Κολχίς, ἡ Αἰήτου θυγάτηρ, φαρμακιστάτη γυναικῶν· ἥτις ἀσινῶς ἐποίησε τὸν Ἰάσονα ζεύξαντα τοὺς πυριπνόους ταύρους ἀρόσαι τὴν γῆν. καὶ λαβὼν τὸ χρυσόμαλλον δέρας ἠγάγετο τὴν Μή‐ δειαν. ὅτι οἱ Ἕλληνες τὴν νάφθαν καλοῦσι Μηδείας ἔλαιον. |
| μ 879 | Μὴ δείσαντες: μὴ φοβηθέντες. |
| μ 880 | Μήδη: ὄνομα κύριον· Μηδία δὲ χώρα· Μίδεια, πόλις. |
| μ 881 | Μηδίας: ὁ ῥήτωρ. |
| μ 882 | Μηδίζω: τὰ τῶν Μήδων φρονῶ. καὶ Μηδίσαντες. |
| μ 883 | Μηδικὴ πόα: ἡ τρίφυλλος λεγομένη. ἐκ τῶν Μηδικῶν τὸν λεγόμενον παπῷον ἔρανον. ἐγένετο ἐπὶ τῶν Μηδικῶν ψήφισμα, ὥστε ἕκαστον κατὰ δύναμιν συμβάλλεσθαι εἰς τὰ κοινὰ χρήματα. ταῦτα δὲ ἔταξεν Ἀριστείδης δοῦναι τοῖς συμμάχοις, εἰ τοῖς βαρβάροις πολε‐ μοῖεν. ζήτει περὶ Μηδικῆς ἀρχῆς ἐν τῷ Ἀσσύριοι. |
| μ 884 | Μηδικὸς ὄρνις: ὁ ταῶν. |
| μ 885 | Μήδιος: ὄνομα κύριον. |
| μ 886 | Μηδισμὸς ὁ Παυσανίου: ἁλόντος γὰρ ἐπὶ μηδισμῷ, συναιτι‐ ῶνται Θεμιστοκλέα. |
| μ 887 | Μηδόλως: ἐπίρρημα. |
| μ 888 | Μήδομαι: βουλεύομαι. |
| μ 889 | Μῆδος: ὁ Περσῶν βασιλεύς. καὶ τὸ βούλευμα. |
| μ 890 | Μηδοσύνη: βουλή. |
| μ 891 | Μῆδοι: ὄνομα ἔθνους. |
| μ 892 | Μὴ δῶτε τὰ ἅγια τοῖς κυσί. |
| μ 893 | Μὴ ἐλλίποις. |
| μ 894 | Μὴ ἐμβήῃ. |
| μ 895 | Μὴ ἐπιχειρεῖτε. |
| μ 896 | Μηθώνη: ὄνομα πόλεως. |
| μ 897 | Μήθ’ οἷς ἐχθαίρεις ὑπεράχθοιο μήτ’ ἐπιλάθου. χρόνος γὰρ εὐμαρὴς θεός: τουτέστι μήτε ὑπὲρ τὸ δέον ἔχθαιρε μήτ’ ἐπι‐ λανθάνου τῆς ἔχθρας. ὁ γὰρ χρόνος εὐμαρῶς παρέρχεται. ὁ χορός φησι πρὸς Ἠλέκτραν. |
| μ 898 | Μηθυμναῖος: ὁ ἀπὸ Μηθύμνης πόλεως. |
| μ 899 | Μήθ’ ὑπὸ νεότητος θρασύνεσθαι μήθ’ ὑπὸ γήρως ἀμβλύνεσθαι. |
| μ 900 | Μηϊόσι. |
| μ 901 | Μηκάδες: ἐπιθετικῶς αἱ αἶγες. ἀπὸ τοῦ ἰδιώματος τῆς φωνῆς. |
| μ 902 | Μὴ καταπραΰνῃς: μὴ μακροθυμήσῃς, μὴ ἠρεμήσῃς. Δαβίδ· μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς ὁ θεός. |
| μ 903 | Μηκέτι. |
| μ 904 | Μὴ κίνει Καμάριναν: λίμνην φησὶ τῇ Καμαρίνῃ πόλει παρα‐ κειμένην, ὁμώνυμον αὐτῇ, ἣν βουλομένοις τοῖς Καμαριναίοις μετοχετεῦ‐ σαι ἔχρησεν ὁ θεός· μὴ κίνει Καμάριναν. οἱ δὲ τοῦ θεοῦ παρακού‐ σαντες ἐβλάβησαν. ὅθεν ἡ παροιμία εἴρηται ἐπὶ τῶν καθ’ ἑαυτῶν βλαβερῶς τι ποιεῖν μελλόντων. τινὲς δέ φασι φυτὸν δυσῶδες εἶναι τὴν καμάρην, οὗ τοὺς κλάδους διασειομένους ἀηδέστερον ὄζειν. |
| μ 905 | Μὴ κινεῖν ἀκίνητα, μηδ’ ἄκρῳ δακτύλῳ. |
| μ 906 | Μὴ κινεῖν κακὸν εὖ κείμενον: ἐπὶ τῶν ἑαυτοῖς ἐξ ἀγνοίας πράγματα ἐγειρόντων. |
| μ 907 | Μηκιστεύς: ὄνομα κύριον. |
| μ 908 | Μηκιστηιάδης. |
| μ 909 | Μήκοθεν. |
| μ 910 | Μῆκος φάλαγγος: τὸ πρῶτον ἐκ τῶν λοχαγῶν σύνταγμα, ὃ ὑπὸ μίαν εὐθεῖαν τάσσεται, ἀπὸ κέρατος εἰς κέρας διατεῖνον. καλεῖται δὲ τοῦτο καὶ πρόσωπον καὶ μέτωπον καὶ στόμα καὶ παράταξις καὶ πρωτολοχία καὶ πρωτοστάται. ὁ δὲ κατόπιν τούτου στίχος παράλληλος κείμενος δεύτερον ζυγὸν καλεῖται, καὶ ὁ τρίτος τρίτον ζυγόν· καὶ ἑξῆς ὁμοίως. |
| μ 911 | Μηκώμενος. |
| μ 912 | Μήκων: μέρος τι τῶν ἐντοσθίων τοῦ πολύποδος τοῦ ἰχθύος· ὃς κεῖται ἐπάνω τῆς κοιλίας, οἱονεὶ κύστις, ἐν ἑαυτῇ ἔχουσα τὸν θολὸν, ὥς φησιν Αἰλιανὸς ἐν τῷ Περὶ ζῴων. σημαίνει δὲ καὶ εἶδος σπέρ‐ ματος, καὶ ὄνομα κύριον. |
| μ 913 | Μηκώνη: ὄνομα πόλεως. |
| μ 914 | Μηκωνοειδές. |
| μ 915 | Μηκύβερνα· πόλις ἐστὶν ἐν Θρᾴκῃ σταδίους κʹ ἀπέχουσα τῆς Ὀλύνθου ἡ Μηκύβερνα. |
| μ 916 | Μῆλα: πάντα τὰ τετράποδα. ὅθεν καὶ πᾶσα βύρσα μηλωτὴ καλεῖται. |
| μ 917 | Μῆλα: παρὰ τὸ μέλω, τὸ φροντίζω, μέλα καὶ μῆλα, τὰ ἐπιμε‐ λείας ἄξια. Ὅμηρος· καλλίτριχα μῆλα νομεύων. ἀντὶ τοῦ νομεύσας. Μῆλα καὶ οἱ μασθοί· ὁ γοῦν Μενέλαος τῆς Ἑλένης τὰ μῆλά που γυμνῆς παρευιδὼν ἐξέβαλ’, οἰῶ, τὸ ξίφος. |
| μ 918 | Μηλάνθη: εἶδος ζῴου μικροῦ. |
| μ 919 | Μηλέα: τὸ δένδρον. |
| μ 920 | Μήλειος Ἡρακλῆς: ἐπὶ τῶν εὐτελῶν· τοῦ γὰρ βοὸς ἐκφυ‐ γόντος ποτέ, ὃν ἔμελλον τῷ Ἡρακλεῖ προσάξειν, μῆλον λαβόντες καὶ κλάδους ὑποθέντες δʹ ἔθυσαν. |
| μ 921 | Μήλειος βληχή: ἡ τῶν προβάτων. καὶ Μήλειος καρπός, ὁ τῆς μηλέας. |
| μ 922 | Μήλη: ἡ ἰατρική. ὅτι μήλης ἐντεθείσης τῷ ὀφθαλμῷ, οὐκ ἀντιλαμβανόμεθα τῶν αἰσθητῶν καὶ οὐδὲ τοῦ μεταξὺ ὡς ἔτυχεν ἀέρος ἔχοντος, ἀλλὰ πεφωτισμένου. καὶ αὕτη ἡ αἰτία τοῦ μὴ τὰς αἰσθήσεις τῶν ἰδίων αἰσθητηρίων ἀντιλαμβάνεσθαι. |
| μ 923 | Μηλιακὸν πλοῖον: ἐπὶ τῶν παλαιῶν καὶ ἄγαν ἐκρεόντων πλοίων· Ἱππότην γὰρ εἰς ἀποικίαν στελλόμενον τοῖς μὴ βουληθεῖσιν αὐτῷ συμπλεῖν καταράσασθαι, μήτε πλοῖα στεγανὰ αὐτοῖς γενέσθαι ποτε καὶ γυναικοκρατεῖσθαι. |
| μ 924 | Μηλιέας: ὄνομα κύριον. |
| μ 925 | Μηλιέων πολιτεία. |
| μ 926 | Μηλιῶς: ἐπὶ γενικῆς ὄνομα τόπου. |
| μ 927 | Μηλιεύς· καὶ Μήλιοι. |
| μ 928 | Μηλόβιος: εἷς τῶν λʹ τῶν παρὰ Ἀθηναίοις τυραννησάντων· οὗ Ὑπερίδης ἐν τῷ κατ’ Αὐτοκλέους μέμνηται. |
| μ 929 | Μηλοβοτέα: γῆν εὐτραφῆ, ἀνειμένην εἰς νομὴν προβάτοις. |
| μ 930 | Μηλοβοτήρ: ὁ τῶν προβάτων ποιμήν. καὶ Μηλονόμος, ὁ αὐτός. |
| μ 931 | Μηλόβοτος χώρα: ὑπὸ πολεμίων ἐξερημωθεῖσα, ἣν κατανέμεται τὰ τετράποδα. κεῖται δὲ τοὔνομα καὶ παρὰ τῷ Λυκούργῳ ἐν τῷ κατ’ Αὐτοκλέους· ἀλλὰ καὶ μηλόβοτον τὴν Ἀττικὴν ἀνῆκε. βουλευομένου δὲ ὅπως τῇ πόλει χρήσηται Ἀθηναῖοι μὲν μηλόβοτον ἀνεῖναι συνεβού‐ λευον, Φωκεῖς δὲ ἀντεῖπον σῶσαι. |
| μ 932 | Μὴ λόγους ἀντ’ ἀλφίτων: ἐπὶ τῶν ἔργα ἀλλὰ μὴ λόγους ἀξιούντων λαβεῖν. |
| μ 933 | Μηλολόνθη: ζωΰφιον, ᾧ χρῶνται εἰς παιδιὰν οἱ παῖδες· ὃ τοῖς ἄνθεσιν ἐπικαθέζεται. οἱ δὲ παῖδες λίνον τοῦ ποδὸς ἐξαρτῶντες, καὶ ξυλίφιον ὃ οὐκ ἐξισχύουσιν ἀνακουφίσαι, εἰς τὸν ἀέρα ἀφιᾶσιν, ἔχοντες ἐξουσίαν πάλιν αὐτὰς κυνηγετῆσαι. Ἀριστοφάνης· ἀλλ’ ἀπο‐ χάλα τὴν φροντίδ’ εἰς τὸν ἀέρα, λινόδετον ὥσπερ μηλολόνθαν. ση‐ μαίνει δὲ καὶ εἶδος ἄνθους. |
| μ 934 | Μῆλον: τὸ πρόβατον. καὶ ἡ ὀπώρα. ἐν Ἐπιγράμμασι· μῆλον ἐγὼ στρούθιον ἀπὸ προτέρης ἔτι ποίης ὥριον ἐν νεαρῷ χρωτὶ φυ‐ λασσόμενον, ἄσπιλον, ἀρυτίδωτον, ἰσόχνοον, ἀκμὴν ἐν πετάλοις ἐμφυὲς ἀκρέμοσι. |
| μ 935 | Μῆλος: καὶ ἡ πόλις, καὶ ἡ νῆσος. |
| μ 936 | Μηλοσφαγίαις: θυσίαις προβάτοις. |
| μ 937 | Μηλοῦν: τὸ ψηλαφᾶν. |
| μ 938 | Μήλῳ βληθῆναι: ἐπὶ τῶν εἰς ἔρωτά τινα ἐπαγομένων. μὴ δ’ εἰς ὀρχηστρίδος εἰσᾴττειν (τουτέστιν εἰσελθεῖν), ἵνα μὴ πρὸς ταῦτα κεχηνώς, μήλῳ βληθεὶς ὑπὸ πορνιδίου τῆς εὐκλείας ἀποθραυσθῇς. τουτέστιν ἐκπέσῃς. |
| μ 939 | Μήλωθρον: τὸ βάμμα. |
| μ 940 | Μηλῶσαι: τὸ καθεῖναί τι εἰς βάθος. καὶ τὴν φάρυγγα μηλῶσαι, τὸ διαχρῖσαι τῷ δακτύλῳ. Ἀριστοφάνης· τὴν φάρυγγα μηλῶσαι, δύο δραχμὰς ἕξει μόνας. καὶ Μήλη, ἐργαλεῖον, δι’ οὗ χρίεταί τι καὶ ὑπαλείφεται. |
| μ 941 | Μηλωτή: ζώνη ἐκ δέρματος. |
| μ 942 | Μήλοις βάλλειν: ἐπὶ τῶν εἰς ἔρωτας ἐπαγομένων. |
| μ 943 | Μή με παρόψει. |
| μ 944 | Μὴ μή μ’, ἄναξ: τὸ πλῆρες, μὴ μή μοι. Σοφοκλῆς· μὴ μή μ’, ἄναξ, κακὰν φάτιν ἄρῃ. |
| μ 945 | Μή μοί ποτ’ ἔλθῃς, ὅτ’ ἐγὼ πράττω κακῶς: παροιμία ἐπὶ τῶν μὴ συνερχομένων τοῖς φίλοις ἐν κινδύνοις. παίζει δὲ Ἀριστο‐ φάνης· εἰς τὸ ἐναντίον γὰρ ἡ παροιμία, μή μοί ποτ’ ἔλθῃς, ὅτ’ ἐγὼ πράττω καλῶς. |
| μ 946 | Μήν, μηνὸς κλίνεται. |
| μ 947 | Μηναγύρτης: ἀπὸ μηνὸς συνάγων. |
| μ 948 | Μηναγύρτης: ὁ τῆς Ῥέας ἱερεύς, ὁ κατὰ μῆνα ἀγείρων καὶ συναθροίζων. |
| μ 949 | Μηνᾶς· ὅτι ἐν τῷ ναῷ τοῦ ἁγίου Μηνᾶ ὄρυγμα εὑρέθη μέγα, ὅτε ἐκαθαίρετο, καὶ ὀστᾶ ἀνθρώπων γιγάντων εἰς πλῆθος· ἅτινα θεασά‐ μενος Ἀναστάσιος ὁ βασιλεὺς καὶ ἐκπλαγεὶς εἰς τὸ παλάτιον κατέθετο εἰς θαῦμα ἐξαίσιον. |
| μ 950 | Μήνη: σελήνη. |
| μ 951 | Μηνία: ὀργίζου. καὶ Μηνιάω, μηνιῶ· δοτικῇ. |
| μ 952 | Μῆνιγξ: ὑμὴν τὸν ἐγκέφαλον σκέπων. τοῦ δὲ καλουμένου μη‐ νιγγοφύλακος ἐπιτεθέντος τῇ μήνιγγι, ἀναίσθητον τὸ ζῷον γίνεται καὶ ἀκίνητον. ὅτι αἱ αἰσθήσεις ἀπὸ τοῦ ἐγκεφάλου ἀρχόμεναι διὰ τῶν νεύρων ἄχρι τῶν αἰσθητηρίων προΐασι. πρόεισιν οὖν καὶ ἡ ἀκουστικὴ δύναμις μέχρι τῆς ῥίζης τῶν ὤτων, ἃς καλοῦσι μήνιγγας. ἔστι δὲ νεῦρον ἀπὸ τοῦ ἐγκεφάλου προϊὸν πεποροποιημένον· ἐν ᾧ πόρῳ ἐστὶ τὸ ὀπτικὸν πνεῦμα. ἔστιν οὖν ἀπειλημμένος τις ἀὴρ ἐν τῷ κοιλώματι τῆς ἀκοῆς, συμφυὴς ὢν τῇ μήνιγγι καὶ τῷ ὑμένι. οὗτος οὖν ὁ ἀὴρ δεχόμενος ἐκ τοῦ ἔξωθεν ἀέρος τοὺς ψόφους, ἔχων καὶ αὐτὸς τὴν διηχῆ δύναμιν δι’ ἑαυτοῦ εἰς τὴν μήνιγγα διαπορθμεύει τοὺς ψόφους. πρόεισι δ’ ἀπὸ πλατυτέρου πόρου τῆς μήνιγγος. οὐ δεῖ δὲ νομίζειν τοῦτο μόνον ἀέρα, εἰ καὶ συμφυής ἐστιν, ἤδη καὶ ἄφθαρτον εἶναι, ὡς ἀεὶ ἕνα καὶ τὸν αὐτὸν τῷ ἀριθμῷ ὄντα· ἀλλ’ ἔστι κατὰ μέρη φθαρτὸς καὶ γεννητὸς ὥσπερ καὶ τὸ ἄλλο τοῦ ἀνθρώπου σῶμα. ἀμέσως δὲ δέχεται τὰς τοῦ ἔξωθεν ἀέρος προσβολάς. διὸ καὶ ὑπὸ τῶν μεγάλων ψόφων πάσχει ἡ ἀκοή, τοῦ ἔξωθεν ἀέρος σφοδρῶς ὠθουμένου καὶ τῇ βίᾳ ὠθοῦντος τὸν ἐν τοῖς ὠσὶ συμφυᾶ τοῦτον ἀέρα καὶ πολλάκις δια‐ σκεδαννύντος αὐτόν. καὶ διὰ τὰς περιστατικὰς ἐνεργείας, ἤτοι τὰς ἐν τοῖς ὕδασι καταδύσεις, ἐγκατῳκοδόμηται οὗτος ὁ ἀὴρ εἰς φυλακὴν τοῦ αἰσθητηρίου. διὰ τοῦτο καὶ ἑλικοειδεῖς ἐποίησεν ἡ φύσις τοὺς πόρους τῶν ὤτων, ἵνα μὴ ῥᾳδίως εἰσέρχηταί τι καὶ πλήξῃ τὴν μήνιγγα. |
| μ 953 | Μηνιθμόν: τὴν ὀργήν. |
| μ 954 | Μήνιμα: ἡ μανία. |
| μ 955 | Μηνιόντων: ὀργιζομένων. |
| μ 956 | Μηνίω, μηνίσω. βαρύτονον. ὀργίζομαι. ὥσπερ κυλίω, κυλίσω. κονίω, κονίσω. μήνυμα δέ, μηνῦσαι. |
| μ 957 | Μῆνις: ὀργὴ ἔμμονος. |
| μ 958 | Μηνίσκος: παράταξις πολεμική. |
| μ 959 | Μηνίσκους: ὑμένας, πέταλα, περιτραχήλια κόσμια. ἢ ἃ ἐπι‐ τιθέασι τοῖς ἀγάλμασι, διὰ τὸ μὴ ἐφιζάνοντα τὰ ὄρνεα ἀποπατεῖν. χαλκεύεσθαι μηνίσκους φορεῖν ὥσπερ ἀνδριάντες, ἐὰν μὴ ἡμᾶς κρίνητε νικᾶν. φησὶν οὖν, ὅτι μέλλομεν ὑμῶν καταπατεῖν. |
| μ 960 | Μηνοειδής: σεληνοειδής. στρογγύλος. |
| μ 961 | Μὴ νόμισον: ἀντὶ τοῦ μὴ νομίσῃς. οὕτως Θαγενίδης. |
| μ 962 | Μήνυμα. |
| μ 963 | Μή νυν: παροξυτόνως, ἀντὶ τοῦ μὴ δή. |
| μ 964 | Μηνύω σοι χαράν· δοτικῇ. |
| μ 965 | Μηνῦσαι. |
| μ 966 | Μῄονος: ἐθνικόν. |
| μ 967 | Μὴ οὐχί· Σοφοκλῆς· κόμπος πάρεστι, κοὐκ ἀπαρνοῦμαι τὸ μή. τὸ μὴ οὐχὶ βάψαι τὸ ξίφος ἐν τῷ στρατῷ. |
| μ 968 | Μὴ πάντα κατὰ βοὸς ἕξεις: παραινεῖ μὴ πάντα ἐπ’ εὐχαῖς ποιεῖσθαι καὶ ταῖς παρὰ θεῶν ἐλπίσιν, ἀλλὰ πράττειν καὶ δι’ ἑαυτῶν. |
| μ 969 | Μὴ παραζήλου: μὴ ὁμοιωθῇς. |
| μ 970 | Μὴ παρόψει. |
| μ 971 | Μὴ παιδὶ μάχαιραν: ἐπὶ τῶν εἰκῆ ἐγχειριζόντων. καὶ Εὔπολις Δήμοις· μὴ παιδὶ τὰ κοινά. |
| μ 972 | Μὴ πολλάκις πρὸς τὸν αὐτὸν λίθον παίειν, ἔχοντα καιρὸν ὁμολογούμενον. |
| μ 973 | Μήποτ’ εὖ ἔρδειν γέροντα μηδὲ παῖδα μηδὲ γυναῖκα μηδὲ γείτονος κύνα μήτε κυβερνήτην φίλυπνον, μὴ λάλον κωπηλάτην: παραινεῖ εἰς ἄχρηστα μὴ ἀναλίσκειν. |
| μ 974 | Μήπω γε, μήπω: ἐπαναδίπλωσις καλεῖται τὸ τοιοῦτο σχῆμα τοῦ λόγου, τὸ δὶς τοῖς αὐτοῖς ὀνόμασι χρῆσθαι. ἐμφαντικὸν δὲ καὶ λίαν ἐνεργητικὸν ἀπεργάζεται τὸν λόγον· δεδιττόμενος γὰρ δεῖται ὑπερ‐ θέσεως. |
| μ 975 | Μὴ προδοὺς ἡμᾶς γένῃ· σύνταξις. οἴμ’, ὡς ἀθυμῶ· καὶ σὲ πρὸς τοῦ σοῦ τέκνου καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ. |
| μ 976 | Μὴ πρὸς ἐμὲ τὰ ποικίλα: ἀντὶ τοῦ τὰς τέχνας. |
| μ 977 | Μὴ πρὸς λέοντα δορκὰς ἅψομαι μάχης: ἐπὶ τῶν τὴν ἰσχὺν ἀνίσων. |
| μ 978 | Μήρινθος: σπάρτος, ἤτοι σχοινίον, δεσμός, βρόχος. αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν. ἐπὶ τῶν ἐπιχειρούντων καὶ ἀποτυγχανόν‐ των. οὐ μὴν οὐδὲ ἡ μήρινθος ἔσπασέ τι ἀγαθὸν αὐτοῖς· οὐ γάρ τοι μετὰ μακρὸν νέφη ἀκρίδων ἐπιρρεύσαντα τοὺς καρποὺς κατέφαγεν αὐτοῖς. |
| μ 979 | Μηριόνης: ὄνομα κύριον. |
| μ 980 | Μηρός: τὸ μέλος. |
| μ 981 | Μήρυμα: σπείραμα, κάταγμα, νῆμα. |
| μ 982 | Μηρυομένη: ἕλκουσα, ἐκτεινομένη. Μηρύω γὰρ τὰ ἱστία συνάγω. |
| μ 983 | Μήσατο: ἐμηχανήσατο. |
| μ 984 | Μή ς’ ὁ θυμὸς ἁρπάσας ἐκτὸς οἴσει τῶν ἐλαιῶν: ἐμ‐ φαίνει ὁ λόγος ὡρισμένον τι λέγειν, καὶ μάλιστα, ὡς ἐπ’ ἄκρου ἱπ‐ ποδρόμου ἐλαῖαι ἦσαν, καθ’ ὃ ἐξεφέροντο οἱ ὑποπεπτωκότες κατὰ τὸν δρόμον. θέλει δὲ εἰπεῖν, ἐκτὸς τοῦ προκειμένου μὴ λέγε. |
| μ 985 | Μηστάρνη: κώμη Κιλίκων. |
| μ 986 | Μήστωρ, Μήστορος: ὄνομα κύριον. καὶ Μήστωρ δέ, μήστωρος, βουλευτικός, ἔμπειρος, ἐπιστήμων. |
| μ 987 | Μὴ σύ γε μελαμπύγου τύχῃς: μή τινος ἀνδρείου καὶ ἰσχυροῦ τύχῃς. ἐπὶ τῶν παράνομα δρώντων· ὡς μή τινος ἰσχυροῦ τυχόντος δίκην δώσει. |
| μ 988 | Μὴ τέγγεσθε: μὴ μελήσετε. |
| μ 989 | Μήτε νεῖν μήτε γράμματα ἐπίστασθαι: ἐπὶ τῶν παντά‐ πασιν ἀμαθῶν· παρὰ γὰρ Ἀθηναίοις εὐθὺς ἐκ παιδὸς κολυμβᾶν καὶ γράμματα ἐδιδάσκετο. |
| μ 990 | Μήτε πλαστὰν μήτε μιμηλάν: ἀντὶ τοῦ μήτε πλαστὴν εἰκόνα μήτε γραπτήν. |
| μ 991 | Μὴ τεῖνε: μὴ βράδυνε, μὴ διάτριβε, μὴ χρόνιζε. |
| μ 992 | Μὴ τὴν τέφραν φεύγων εἰς τὴν ἀνθρακιὰν πέσῃς. |
| μ 993 | Μήτηρ, μητέρος, καὶ ἐν συγκοπῇ μητρός. καὶ ταῖς μητράσι τὸ πληθυντικόν. |
| μ 994 | Μή τι: μηδαμῶς. οὔπω δὲ ἐπείθετο τῷ προστάγματι ὁ Ἰσί‐ δωρος, ἀλλὰ τὸ τοῦ Ἰβύκου ἔπος αὐτὸν ἐπῄει, μή τι παρὰ θεοῖς ἀμ‐ πλακὼν τιμὰν πρὸς ἀνθρώπων ἀμείψῃ. |
| μ 995 | Μήτι: τῇ βουλῇ. ἡ εὐθεῖα ἡ Μῆτις, βουλή, γνώμη, σύνεσις. |
| μ 996 | Μή τι γε: πόσῳ γε μᾶλλον. |
| μ 997 | Μητιέτα. καὶ Μητιέτης, ὁ βουλευτικός. οὗ ἡ κλητικὴ μητιέτα καὶ κατὰ μεταπλασμὸν ἡ εὐθεῖα. μητιέτα Ζεῦ. καὶ ἐν συνθέσει πολύ‐ μητις. Μῆτιν δὲ ἐλαφροί, οἱ ἄφρονες, οἱ μὴ στερρῶς μηδὲ βεβαίως φρονοῦντες. |
| μ 998 | Μητιόωσι. |
| μ 999 | Μητίσομαι: βουλεύσομαι, ἐρήσομαι. |
| μ 1000 | Μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχεις γὰρ οἰκίαν: παρὰ τὸ ἐν Ἀνδρομάχῃ Εὐριπίδου. ἢ οὕτως· μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἐγὼ γὰρ ἀρκέσω. |
| μ 1001 | Μὴ τοῦ λέγοντος ἴσθι: μὴ πείθου τοῖς διαβάλλουσι. |
| μ 1002 | Μήτρα: ἡ τῆς γυναικός. |
| μ 1003 | Μητραγύρτης: ἐλθών τις εἰς τὴν Ἀττικὴν ἐμύει τὰς γυναῖκας τῇ μητρὶ τῶν θεῶν, ὡς ἐκεῖνοί φασιν. οἱ δὲ Ἀθηναῖοι ἀπέκτειναν αὐτὸν ἐμβαλόντες εἰς βάραθρον ἐπὶ κεφαλήν. λοιμοῦ δὲ γενομένου, ἔλαβον χρησμὸν ἱλάσασθαι τὸν πεφονευμένον. καὶ διὰ τοῦτο ᾠκο‐ δόμησαν βουλευτήριον, ἐν ᾧ ἀνεῖλον τὸν μητραγύρτην, καὶ περιφράτ‐ τοντες αὐτὸ καθιέρωσαν τῇ μητρὶ τῶν θεῶν, ἀναστήσαντες καὶ ἀν‐ δριάντα τοῦ μητραγύρτου. ἐχρῶντο δὲ τῷ Μητρῴῳ ἀρχείῳ καὶ νομο‐ φυλακείῳ, καταχώσαντες καὶ τὸ βάραθρον. |
| μ 1004 | Μητραλοίας: ὁ τὴν μητέρα τύπτων. καὶ Μητρολῴας, ὁ αὐτός. λύσις ὀνείρου· μητρὶ πλακῆναι καλὸν εἰς ὄναρ τόδε. |
| μ 1005 | Μητροδάτης: ὄνομα κύριον. |
| μ 1006 | Μητροπάτωρ: κατὰ μητέρα πάππος. |
| μ 1007 | Μητρορραίστης: ὁ φθείρων τὴν μητέρα. |
| μ 1008 | Μητροπόλεις: ὅσαι πόλεις ἀποικίας ἔστειλαν. |
| μ 1009 | Μητροφάνης, Εὐκαρπίας τῆς Φρυγίας, σοφιστής. ἔγραψε περὶ τῆς Φρυγίας αὐτῆς βιβλία βʹ, Περὶ ἰδεῶν λόγου, Περὶ στάσεων, εἰς τὴν Ἑρμογένους τέχνην ὑπόμνημα, εἰς Ἀριστείδην ὑπόμνημα. |
| μ 1010 | Μητροφάνης, Κορνηλιανοῦ ῥήτορος, Λεβαδεύς (πόλις δὲ Βοιωτίας ἡ Λεβάδεια), σοφιστής. Περὶ τῶν χαρακτήρων Πλάτωνος, Ξενοφῶντος, Νικοστράτου, Φιλοστράτου, μελέτας, λόγους πανηγυρικούς. |
| μ 1011 | Μητροφάνης, ἔκγονος Λαχάρου. ὢν δὲ ἐν παισὶν ἔτι νήπιος ἀνεφθέγξατο βοῶν· ἐγώ εἰμι, ἔφη, Ἀριστοφάνης ὁ φαλακρός, οὔπω τι τῶν τοιούτων ἀκηκοώς. ἐπεὶ δὲ οἱ ἀκούσαντες ἀνέκρινον ὅ τι εἴποι, μηδὲν εἰδέναι τῶν εἰρημένων διϊσχυρίζετο. κατὰ τούτου τοῦ Μητρο‐ φάνους ἔγραψε λόγον Σουπηριανὸς ὁ σοφιστής. |
| μ 1012 | Μητρῳακαί: ἡμέραι τινὲς ἱεραί. τὰς δὲ Μητρῳακὰς παρὰ Ῥωμαίοις ἢ καὶ πρότερον παρὰ Φρυξὶ σπουδασθείσας καστείας ἑκάστου μηνὸς ἥγνευε. |
| μ 1013 | Μητρῷον· Λυκοῦργος ἐν τῷ κατὰ Ἀριστογείτονος. τοὺς νόμους ἔθεντο ἀναγράψαι ἐν τῷ Μητρῴῳ. |
| μ 1014 | Μήτρως: ὁ θεῖος. καὶ κλίνεται μήτρω Ἀττικῶς. |
| μ 1015 | Μητρυά. |
| μ 1016 | Μὴ ὑπερόψῃ. |
| μ 1017 | Μηχανή: βουλή. |
| μ 1018 | Μηχάνημα: στρατήγημα. ἀλλ’ ἔστι τοῦτ’, ὦ δῆμε, μηχάνημα. |
| μ 1019 | Μηχανορράφος: ἐπινοητὴς κακῶν, κατασκευαστής. τὰ φαῦλα μηχανώμενος. ὑφεὶς μάγον τοιόνδε μηχανορράφον. Σοφοκλῆς φησι. καὶ αὖθις· ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντ’ ἀεὶ φάσκοιμ’ ἂν ἀν‐ θρώποισι μηχανᾶν θεούς. |
| μ 1020 | Μηχανῶμαι· αἰτιατικῇ. |
| μ 1021 | Μήχει: τῷ μηχανήματι. |
| μ 1022 | Μῆχος: μηχάνημα, ἐπινόημα. αὐτῆμαρ τοῖον μῆχος ἐπεφρά‐ σατο· τρητὸν γὰρ θεμένη χερὶ κόσκινον, εὖ διὰ πυκνῶν σχοίνων ἠελίους πλείονας ηὐγάσατο. |
| μ 1023 | Μία λόχμη· παροιμία· οὐ τρέφει μία λόχμη δύο ἐριθάκους. ἐπὶ τῶν ἐκ μικροῦ τινος κερδαίνειν σπουδαζόντων. ἐρίθακος δέ ἐστιν ὄρνεον μονῆρες καὶ μονότροπον. |
| μ 1024 | Μία μάστιξ πάντας ἐλαύνει: ἐπὶ τοῦ ῥᾳδίου. |
| μ 1025 | Μιαρὰ κεφαλή: ὥσπερ φίλη κεφαλή. ἐκ τοῦ ἡγεμονικοῦ μέρους τοῦ σώματος δηλοῖ τὸν ἄνδρα, παραπλησίως Ὁμήρῳ· Τεῦκρε, φίλη κεφαλή. καί, τοίην γὰρ κεφαλήν. καὶ παρὰ Δημοσθένει· καὶ ταῦτ’, ὦ μιαρὰ κεφαλή. καὶ αὖθις· ὦ μιαρὲ καὶ πατραλοία καὶ τοιχωρύχε. ὁ δέ φησιν· αὖθις μετὰ ταῦτα καὶ πλείω λέγε. ἆρ’ οἶσθ’ ὅτι χαίρω πόλλ’ ἀκούων κακά; Αἰλιανός· παρὰ δὲ μιαροῦ δῶρα οὔτε ἄνδρα ἀγαθὸν οὔτε θεὸν ἔστι ποτὲ τό γε ὀρθὸν δέχεσθαι. μάτην οὖν περὶ θεῶν ὁ πολύς ἐστι πόνος τοῖς ἀνοσίοις, τοῖς δὲ ὁσίοις εὐκαιρότατος. Πλάτων φησί. |
| μ 1026 | Μιαρία: ἡ ἀκαθαρσία. τὴν μιαρίαν τοῦ καπνοῦ καὶ τὴν ὄχλησιν τῆς κόπρου. |
| μ 1027 | Μιαροί: ἀηδεῖς, βδελυκτοί. ὁ δὲ δράκων προελθὼν ἄρα τοῦ ἀδύτου τό τε αἷμα αὐτῶν ἐξελιχμήσατο καὶ ἐκάθηρε τὰς πληγάς, ἵνα μήποτ’ ἄρα ἐκ τοῦ λύθρου μιαροὶ βλέπωνται. καὶ Ἀριστοφάνης· ὦ μιαρὲ καὶ τολμηρὲ κἀναίσχυντε σὺ καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώ‐ τατε, πῶς δεῦρ’ ἀνῆλθες, ὦ μιαρῶν μιαρώτατε; τί σοί ποτ’ ἔστ’ ὄνομ’, οὐκ ἐρεῖς· μιαρώτατος. ποδαπὸς γένος εἶ; φράζε μοι μιαρώτατος. οὔ τοι, μὰ τὴν γῆν, ἔσθ’ ὅπως οὐκ ἀποθανῇ, εἰ μὴ κατερεῖς μοι τοὔνομ’, ὅ τι πότ’ ἐστί σοι. μιαρώτατε. Τρυγαῖος, Ἀθμονεύς, ἀμπε‐ λουργὸς δεξιός, οὐ συκοφάντης οὐδ’ ἐραστὴς πραγμάτων. ἥκεις δὲ κατὰ τί; τὰ κρέα ταυτί σοι φέρων. ὦ δειλὰ κρονίων· ὦ γλίσχρων, ὡς οὐκ ἔτ’ εἶναί σοι δοκῶ μιαρώτατος. |
| μ 1028 | Μίασμα: βαφή. |
| μ 1029 | Μιάστορα: λυμεῶνα, φονέα. |
| μ 1030 | Μία χελιδών· παροιμιῶδες τοῦτο, ὅτι μία χελιδὼν ἔαρ οὐ ποιεῖ. βούλεται δέ τι εἰπεῖν, μία ἡμέρα οὐ ποιεῖ τὸν σοφὸν εἰς τελείωσιν ἐμβαλεῖν, καὶ δυσημερία μία τὸν σοφὸν εἰς ἀμαθίαν. |
| μ 1031 | Μιγάδες: τὸ ἐκ πολλῶν ἄθροισμα. |
| μ 1032 | Μίγδα καὶ μίγδην: μεμιγμένως. |
| μ 1033 | Μίγμα τῶν ζωγράφων: ὃ καλεῖται χρωμάτων κρίσις. |
| μ 1034 | Μίγνυται· δοτικῇ. |
| μ 1035 | Μιδάειον: χωρίον. |
| μ 1036 | Μίδας: ὄνομα κύριον. ὁ φιλόχρυσος. ὁ κτίσας πόλιν τὴν νῦν Ἄγκυραν. καὶ Μίδας, κύβου ὄνομα εὐβολωτάτου. καὶ παροιμία· Μίδας ὁ ἐν κύβοις εὐβολώτατος· ὁ γὰρ Μίδας βόλου ἐστὶν ὄνομα. καὶ ἑτέρα παροιμία· Μίδας ὦτα ὄνου ἔχων. Μίδας, ὁ Φρυγῶν βασιλεύς· ἤτοι ὅτι πολλοὺς ὠτακουστὰς εἶχεν, ἢ ὅτι κώμην Φρυγιακὴν κατέσχεν, ἥτις Ὦτα ὄνου ἐλέγετο. λέγεται δὲ τούτῳ τὸν Πακτωλὸν ποταμὸν χρυσὸν ῥεῦσαι· καὶ ὅτι αὐτὸν εὔξασθαι, ὥστε πάντα ὧν ἅψαιτο χρυσὸν γενέσθαι. ἢ ὅτι ὁ ὄνος μᾶλλον τῶν ἄλλων ζῴων ἀκούει, πλὴν μυός. καὶ ὁ Μίδας πολλοὺς ὠτακουστὰς εἶχεν. οἱ δέ φασιν, ὅτι ψέξας ποτὲ τὸν Διόνυσον ὁ Μίδας μετεβλήθη εἰς ὄνον· ἢ ὅτι τοὺς τοῦ Διονύσου παριόντας ἠδίκησεν, ὁ δὲ ὀργισθεὶς ὦτα ὄνου ἔχειν αὐτῷ περιῆψεν. ἢ ὅτι μεγάλα ὦτα εἶχε. λέγεται οὖν ἡ παροιμία ἐπὶ τῶν μηδὲν λανθανόντων. κλίνεται δὲ Μίδας, Μίδου. ἐπίγραμμα· αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ ἀγγελέω παριοῦσι, Μίδας ὅτι τῇδε τέθαπται. |
| μ 1037 | Μιαιγαμίαι· οἱ τοῦ Σὴθ καὶ Ἐνὼς καὶ Ἐνὼχ παῖδες υἱοὶ θεοῦ νοείσθωσαν· οἵτινες ἁλόντες ἀκολασίᾳ πρὸς τὰς θυγατέρας Κάϊν εἰσῆλθον· ἐξ ὧν οἱ τῆς καταλλήλου μιαιγαμίας γίνονται γίγαντες, διὰ μὲν τὸν δίκαιον ἰσχυροὶ καὶ μέγιστοι, διὰ δὲ τὸν ἄδικον καὶ βέβηλον πονηροὶ καὶ κάκιστοι. |
| μ 1038 | Μιαίνεται: μολύνεται. καὶ Μιαίνω· αἰτιατικῇ. |
| μ 1039 | Μιαιφονία: ὁ φόνος. |
| μ 1040 | Μιαιφόνος: ὁ φονεύς. |
| μ 1041 | Μίθαικος, γραμματικός. ἔγραψεν Ὀψαρτυτικά, Κυνηγετικὰ καὶ ἄλλα. |
| μ 1042 | Μίθαικος: ὁ ταχύς. |
| μ 1043 | Μίθικος: ὄνομα κύριον. |
| μ 1044 | Μιθριδάτης: ὄνομα κύριον. ζήτει περὶ αὐτοῦ ἐν τῷ φύσει καὶ ἐν τῷ αὐθέντης. |
| μ 1045 | Μίθρου· Μίθραν νομίζουσιν εἶναι οἱ Πέρσαι τὸν ἥλιον καὶ τούτῳ θύουσι πολλὰς θυσίας. οὐκ ἂν οὖν εἰς αὐτὸν δυνήσαιτό τις τελεσθῆναι, εἰ μὴ διά τινων βαθμῶν παρελθὼν τῶν κολάσεων δείξει ἑαυτὸν ὅσιον καὶ ἀπαθῆ. |
| μ 1046 | Μικίψας: βασιλεὺς Ἰλλυρίων. |
| μ 1047 | Μίκκος: ὁ μικρός. |
| μ 1048 | Μικρολόγος: σκνιπός, φειδωλός. καὶ Εὐνάπιος· μικροῦ τὰ πράγματα μετακινήσαντος Ὁρμίσδου τοῦ Πέρσου. |
| μ 1049 | Μικρὸν κακόν, μέγα ἀγαθόν: ἐνίοτε γὰρ τὸ μικρὸν κακὸν μεγάλων αἴτιον γίνεται ἀγαθῶν, ὥσπερ καὶ τὸ ἀνάπαλιν. |
| μ 1050 | Μικρὸν τοῦ ὀβολοῦ: τίμιον. λέγεται δὲ ἐπὶ τῶν πονηρῶν. Εὔπολις Μαρικᾷ· τῶν γὰρ πονηρῶν μικρὸν ἐπὶ τοῦ ὀβολοῦ. |
| μ 1051 | Μικροπρεπείας ῥήματα· Ἀθηναίων ἅπας τις εἰσιὼν ἐκέ‐ κραγε πρὸς τοὺς οἰκέτας, ποῦ ’στιν ἡ χύτρα; τίς τὴν κεφαλὴν ἀπ‐ εδήδοκε τῆς μαινίδος; τὸ τρυβλίον τὸ περυσινὸν τέθνηκεν (ἀντὶ τοῦ κέκλασται). ποῦ τὸ σκόροδον τὸ χθεσινόν; τίς τὰς ἐλάας παρέτραγε; μέχρι γὰρ καὶ τῶν εὐτελῶν ἐρωτῶσι. |
| μ 1052 | Μικρός γε μῆκος οὗτος, ἀλλὰ πᾶν κακόν. τὸν Νίκαρχόν φησιν Ἀριστοφάνης· καὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν. ἀντὶ τοῦ κατηγορήσων· συκοφάντης γὰρ ἦν. |
| μ 1053 | Μικρός, ἡλίκος Μόλων: ἐπὶ τῶν πάνυ βραχέων. δύο δὲ ἐγένοντο Μόλωνες, εἷς ὑποκριτής, καὶ λωποδύτης. |
| μ 1054 | Μικρὸς ὁ σὸς ἀεὶ πῶλος: ἐπὶ τῶν διὰ βραχύτητα ἡλικίας νεάζειν λεγόντων. |
| μ 1055 | Μικροῦ δέω: παρὰ μικρὸν λείπω. |
| μ 1056 | Μικροῦ δεῖν: παρὰ μικρόν. καὶ χωρὶς τοῦ δεῖν· μικροῦ τὰ πράγματα μετακινήσαντος. ἀντὶ τοῦ παρ’ ὀλίγον, παρὰ μικρόν. |
| μ 1057 | Μίκυλλος: ὄνομα κύριον. |
| μ 1058 | Μίλαξ: εἶδος βοτάνης. καὶ κλίνεται μίλακος. Ἀριστοφάνης· μίλακος καὶ ἀπραγμοσύνης. ἀντὶ τοῦ πάσης εὐωδίας ὄζων καὶ ἀσφαλείας. |
| μ 1059 | Μίλην μιλῶσαι· ζήτει ἐν τῷ κατὰ μίλην μιλῶσαι. |
| μ 1060 | Μιλήσιον. καὶ Μιλήσιος, ὁ ἀπὸ τῆς πόλεως. |
| μ 1061 | Μιλητοπολίτης: ὁ ἀπὸ τῆς Μιλητουπόλεως. |
| μ 1062 | Μιλιαρήσιον. τὸ τοῦ νομίσματος δέκατον. |
| μ 1063 | Μίλινον χρῶμα. |
| μ 1064 | Μίλιον: μέτρον γῆς. στάδιον· ὅτι τὰ ιʹ μίλια ἔχουσι στάδια πʹ. ἄλλως. ὅτι τὸ στάδιον ἔχει πόδας χʹ, τὸ δὲ μίλιον πόδας ͵δσʹ. |
| μ 1065 | Μίλιον· ὅτι ἐν τῇ καμάρᾳ τοῦ Μιλίου στῆλαι ἵστανται Κων‐ σταντίνου καὶ Ἑλένης· ἔνθα καὶ σταυρὸς καὶ ἡ Τύχη τῆς πόλεως. καὶ ἐν τῷ αὐτῷ Μιλίῳ Σοφίας τῆς γυναικὸς Ἰουστινιανοῦ καὶ Ἀραβίας τῆς θυγατρὸς αὐτῆς καὶ Ἑλένης ἀνεψιᾶς αὐτῆς· Ἀρκαδίου τε καὶ Θεοδοσίου τοῦ υἱοῦ αὐτοῦ, πλησίον Θεοδοσίου τῆς στήλης, ἔφιπποι ἀμφότεροι. ὅτι ἐν τῷ Μιλίῳ ἐν τέτρασιν ἵπποις πυρίνοις ἅρμα ἱπτά‐ μενον παρὰ δύο στηλῶν ἐκ παλαιῶν τῶν χρόνων ὑπῆρχεν. ἔνθα εὐφημήθη Κωνσταντῖνος μετὰ τὸ νικῆσαι Ἀζώτιον· ἐπειδὴ καὶ Βύζας ἐκεῖσε εὐφημήθη. κατενεχθὲν δὲ τὸ ἅρμα ἐν τῷ ἱπποδρόμῳ δορυ‐ φορούμενον στηλίδιον καινὸν παρὰ Κωνσταντίνου κατασκευασθὲν ὑπὸ ἡλίου φερόμενον, Τύχη πόλεως, εἰς τὸ στόμα εἰσῄει καὶ στεφανωθὲν ἐξῄει. ἐτίθετο δὲ ἐν τῷ σενάτῳ ἕως τῶν ἐπιόντων γενεθλίων τῆς πόλεως. διότι δὲ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ σταυρὸν ἐχάραξε Κωνσταν‐ τῖνος, Ἰουλιανὸς αὐτὸ βοθύνῳ κατέχωσε. στῆλαι ἐν τῷ Μιλίῳ· ζήτει ἄγαλμα ἕτερον ἐν τῷ βασιλική. |
| μ 1066 | Μίλων, Κροτωνιάτης, ἐνίκησε παλαίων ἓξ ὀλύμπια ἐφεξῆς. ἐν δὲ τῇ ζʹ οὐκ ἴσχυσε καταπαλαῖσαι τὸν Μασίθεον, συμπολίτην αὐτοῦ, ἡλικίᾳ καὶ νέον ὄντα καὶ οὐκ ἐθέλοντα ἐγγὺς ἵστασθαι. ἱστάμενος δὲ ἐπὶ ἀληλιμμένῳ τῷ δίσκῳ γέλωτα ἐποιεῖτο τοὺς ἐμπίπτοντάς τε καὶ ὠθουμένους ἀπὸ τοῦ δίσκου. περιεδεῖτο δὲ τῷ μετώπῳ χορδὴν καθάπερ ταινίαν ἢ στέφανον· κατέχων δὲ ἐντὸς χειλέων τὸ ἆσθμα καὶ ἐμπιπλὰς αἵματος τὰς ἐν τῇ κεφαλῇ φλέβας διερρήγνυεν ἀπὸ ἰσχύος τῶν φλε‐ βῶν τὴν χορδὴν καθάπερ πάπυρον. καὶ τῆς δεξιᾶς χειρὸς τὸ μὲν εἰς τὸν ἀγκῶνα ἐκ τοῦ ὤμου παρ’ αὐτὴν καθίει τὴν πλευράν, τὸ δὲ ἀπὸ τοῦ ἀγκῶνος ἔτεινεν ἐς εὐθὺ τῶν δακτύλων, τὸν μὲν ἀντίχειρα ἀντι‐ στρέφων ἐς τὸ ἄνω, τῶν λοιπῶν δὲ ἀλλήλοις ἐπικειμένων κατὰ στοῖχον· τὸν ἐλάχιστον οὖν τῶν δακτύλων κάτω γινόμενον οὐκ ἀπεκίνησεν ἄν τις βιαζόμενος. ἀπέθανε δὲ οὗτος ἐπιτυχὼν ξύλῳ ξηρῷ σφῆνας ἔχοντι τοὺς διιστῶντας αὐτό· ὁ δὲ ὑπὸ φρονήματος καθίησι τὰς χεῖρας ὡς διαρρήξων· ὀλισθαίνουσί τε δὴ οἱ σφῆνες, κἀκεῖνος ἐχόμενος ὑπὸ τοῦ ξύλου λύκων ἐγένετο εὕρημα· μάλιστα γὰρ τὸ θηρίον τοῦτο πολὺ καὶ ἄφθονον ἐν τῇ Κροτωνίᾳ χώρᾳ νέμεται. |
| μ 1067 | Μιλτιάδης, ὁ Κίμωνος, ἥκων ἐκ τῆς Χερρονήσου καὶ ἐκπεφευ‐ γὼς διπλόον θάνατον ἐστρατήγεεν Ἀθηναίων. ἅμα μὲν γὰρ οἱ Φοίνικες αὐτὸν οἱ ἐπιδιώξαντες μέχρι Ἴμβρου περὶ πολλοῦ ἐποιεῦντο λαβεῖν τε καὶ ἀναγαγεῖν παρὰ βασιλέα· ἅμα δὲ ἐκφυγόντα τε τούτους καὶ ἀφικόμενον ἐς τὴν ἑωυτοῦ δοκέοντά τε εἶναι ἐν σωτηρίῃ ἤδη, τὸ ἐνθεῦτέν μιν οἱ ἐχθροὶ ὑποδεξάμενοι, ὑπὸ δικαστήριον αὐτὸν ἀγαγόντες ἐδίωξαν τυραννίδος τῆς ἐν Χερρονήσου. ἀποφυγὼν δὲ καὶ τούτους στρατηγὸς οὕτως Ἀθηναίων ἀπεδείχθη, αἱρεθεὶς ὑπὸ τοῦ δήμου. ὁ αὐτὸς Μιλτιάδης ἐπικομπῶν ἔφη, ὡς Τισσαφέρνης εἶπεν, ἦ μὴν ἕως ἄν τι τῶν ἑαυτοῦ λείπηται, ἢν Ἀθηναίοις πιστεύῃ, μὴ ἀποστερήσειν αὐτοὺς τροφῆς καὶ τὰς τῶν Φοινίκων ναῦς κομιεῖν Ἀθηναίοις καὶ οὐ Πελοποννησίοις· πιστεῦσαι δ’ ἂν μόνοις Ἀθηναίοις, εἰ αὐτὸς κατελθὼν αὐτῷ ἀναδέξαιτο. οἱ δὲ ἀκούοντες ταῦτα καὶ ἄλλα πολλὰ στρατηγὸν αὐτὸν εἵλοντο καὶ τὰ πράγματα πάντα ἀνετίθεσαν. |
| μ 1068 | Μιλτιάδῃ καὶ Ἀριστείδῃ ἐῴκει: ἀμφότεροι οὗτοι ἄριστοι ἐγένοντο. ὁ γὰρ Ἀριστείδης δίκαιος ἐκλήθη, ὁ δὲ Μιλτιάδης στρατηγός· ὃς ἐν Μαραθῶνι ἐστρατήγησε. τοῦ δὲ ἐν Μαραθῶνι τροπαίου μέμνηται ὁ ποιητής, διότι τὰ μὲν ἄλλα κατορθώματα κοινῇ πᾶσα ἡ Ἑλλὰς πε‐ ποίηκε κατὰ τῶν βαρβάρων, τὸ δὲ ἐν Μαραθῶνι μόνοι Ἀθηναῖοι κατ‐ ώρθωσαν. |
| μ 1069 | Μίλτιον βάμμα. |
| μ 1070 | Μιλτοπάρῃαι νῆες: βεβαμμένας ἔχουσαι τὰς πρώρας. |
| μ 1071 | Μίλτος: χρώματος εἶδος ἐρυθροῦ. καὶ Ὅμηρος· νῆες μιλτο‐ πάρῃοι. καὶ ἐν Ἐπιγράμμασι· μιλτοφυῆ τε σχοῖνον ὑπ’ ἀκρονύχῳ ψαλλομένην κανόνι. καὶ αὖθις· σχοινίον τε ἐφείλιξαν μίλτῳ καὶ ἔπαιον τὸ ἄγαλμα Ἀλεξανδρίτην καλοῦντες. καὶ δῆτα πολὺν ἡ μίλτος γέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ. κατὰ γὰρ τὴν ἀγορὰν ἐσόβουν εἰς ἐκκλησίαν τοὺς Ἀθηναίους μεμιλτωμένῳ σχοινίῳ, ἣν ἔβαλλον κύκλῳ. |
| μ 1072 | Μιμαλλόνας: τὰς Βάκχας τοῦ Διονύσου· ἀπὸ τῆς μιμήσεως, πρότερον Κλώδονας καλουμένας. |
| μ 1073 | Μιμάρης: κυρίως ἡ λαγῴα χορδὴ ἡ ἐκ τῶν ἐντέρων. χρῶνται δὲ καὶ ἐπὶ χοίρου. ἢ σκευασία τις τῆς κοιλίας, ἢ τῶν ἐντέρων. οἱ δὲ τὴν ἐκ τοῦ λαγῴου αἵματος καὶ τῶν ἐντοσθίων σκευαζομένην καρύκην. |
| μ 1074 | Μίμας: ὄρος Θρᾴκης. καὶ κλίνεται Μίμαντος. |
| μ 1075 | Μιμηλά: μιμητική. καὶ παροιμία· Μήτε πλαστὰν μήτε μιμηλάν. τουτέστι μήτε πλαστὴν εἰκόνα μήτε γραπτήν. καὶ Μιμηλότατα. |
| μ 1076 | Μίμησις. |
| μ 1077 | Μίμνερμος, Λιγυρτυάδου, Κολοφώνιος ἢ Σμυρναῖος ἢ Ἀστυ‐ παλαιεύς, ἐλεγειοποιός. γέγονε δ’ ἐπὶ τῆς λζʹ ὀλυμπιάδος, ὡς προ‐ τερεύειν τῶν ζʹ σοφῶν· τινὲς δὲ αὐτοῖς καὶ συγχρονεῖν λέγουσιν. ἐκαλεῖτο δὲ καὶ Λιγυαστάδης διὰ τὸ ἐμμελὲς καὶ λιγύ. ἔγραψε βιβλία ταῦτα πολλά. |
| μ 1078 | Μιμνήσκω· γενικῇ. |
| μ 1079 | Μῖμος. καὶ Μιμοῦμαι· αἰτιατικῇ. |
| μ 1080 | Μίν: ἀντωνυμία τρίτου προσώπου, καὶ σημαίνει τὰ τρία γένη παρ’ Ὁμήρῳ, ἀρσενικόν, θηλυκὸν καὶ οὐδέτερον. ἡ δὲ παραγωγὴ οὕτως· ἐγώ, σύ, τὸ τρίτον ἴ· τὸ ν ἐφελκυστικόν ἐστιν ἐν τοῖς τρίτοις προσώποις· καὶ πλεονασμῷ τοῦ μ μίν. |
| μ 1081 | Μινδυρίδης: ὄνομα κύριον. ζήτει ἐν τῷ Συβαριτικαῖς. |
| μ 1082 | Μίνθα: τὸ παρ’ ἡμῖν ἡδύοσμον· οἱ δὲ τὸν θύμον. |
| μ 1083 | Μίνθη: καλαμίνθη, ἡδύοσμος, βοτάνη εὐώδης. |
| μ 1084 | Μινθῶσαι: διοσφρᾶναι, δυσοσμίας ἀναπληρῶσαι, ῥυπῶσαι. |
| μ 1085 | Μινθώσομεν: κοπρώσομεν· μίνθος γὰρ ἄνθος ἐν τῇ κόπρῳ γινόμενον, ᾧ χαίρουσιν οἱ τράγοι. ἢ ἡ ἀνθρωπίνη κόπρος μίνθος, ᾗ χρῶνται παρατρίβοντες οἱ ποιμένες τῷ δυσεργήτῳ τῶν τράγων πταρμῷ. ἢ ἡ κόπρος τῶν αἰγῶν λέγεται. ἐπειδὰν δὲ οἱ τράγοι ψυγμῷ περι‐ πέσωσιν, εἰώθασιν οἱ αἰπόλοι λαμβάνειν τὴν κόπρον αὐτῶν καὶ χρίειν αὐτῶν τοὺς μυκτῆρας καὶ οὕτω τῇ δυσωδίᾳ πταρμὸν κινεῖν· τούτῳ δὲ τῷ τρόπῳ λύειν τὸ πάθος· ὁ γὰρ πταρμὸς θεραπεύει τὸ πάθος. ἐκ τούτου οὖν φησιν, ὅτι ἀηδίσομέν σε· ἐπεὶ καὶ αἱ αἶγες ἐκ τῆς κόπρου ἀηδίζονται. |
| μ 1086 | Μινίκιος: ὄνομα κύριον. |
| μ 1087 | Μινουκιανός, Νικαγόρου τοῦ σοφιστοῦ, Ἀθηναῖος, σοφιστής, γεγονὼς ἐπὶ Γαλιηνοῦ. τέχνην ῥητορικὴν καὶ προγυμνάσματα καὶ λό‐ γους διαφόρους. |
| μ 1088 | Μινούκιος: ὄνομα κύριον. |
| μ 1089 | Μινῴα: πόλις περὶ Σικελίαν, ἥτις Ἡράκλεια πρὶν ἐλέγετο. |
| μ 1090 | Μινῴδης: τοῦ Μίνωος. |
| μ 1091 | Μίνως: ὄνομα κύριον. Μινῷος δὲ ὁ ἀπὸ τοῦ Μίνω. |
| μ 1092 | Μίνως· οὗτος ἐθαλαττοκράτει καὶ πανταχόσε ἔπλει ξενίας τε πολλοῖς ἐπήγγελεν. ἀφικόμενος δὲ ἐς τὴν Ἀσίαν καὶ ἀκούων κλέος μέγα ἐν Φρυγίᾳ τοῦ τε Τρωὸς τῆς Τροίας βασιλέως καὶ τῶν παίδων αὐτοῦ ἦλθεν ἐς πόλιν Δάρδανον, ἐν ᾗ ᾤκει ὁ Τρώς. ἦσαν δ’ αὐτῷ τρεῖς παῖδες, Ἶλος, Ἀσσάρακος, Γανυμήδης· οὗ δὴ μέγιστον ἦν ὄνομα κάλλους πέρι. ξενιζόμενος οὖν παρὰ τὸν Τρῶα ὁ Μίνως καὶ δῶρα διδούς τε καὶ δεχόμενος ἐκέλευσε τῷ Τρωῒ καλεῖν τοὺς παῖδας, ἵν’ αὐτοὺς ἴδοι τε καὶ δῶρα δοίη. ὁ δὲ ἔφη ἐς κυνηγέσιον ἐστάλθαι. ὁ δὲ καὶ αὐτὸς ἤθελε ξυγκυνηγεῖν αὐτοῖς. πρῶτον θεραπόντων ξυν‐ έπεμψέ τινα ἐς τὸν χῶρον, ἵνα οἱ παῖδες ἐκυνήγουν, περὶ τὸν Γρανικὸν ποταμόν· ὁ δὲ Μίνως τὰ πλοῖα προεκπέμψας ἐς τὸν ποτα‐ μὸν ὀλίγον ὕστερον ἦλθε πρὸς τοὺς παῖδας καὶ τὸν Γανυμήδην θεα‐ σάμενος ἔρωτι αὐτοῦ ἔσχετο· ἐγκελευσάμενος δὲ τοῖς Κρησίν, ἁρπάσας τὸν παῖδα ἐνέθετο εἰς τὴν ναῦν καὶ ἀπέπλει. ὁ δὲ τόπος ἐκλήθη Ἁρπαγία· ὁ δὲ Μίνως ἔχων τὸν παῖδα ἦλθεν ἐς Κρήτην. ὁ δὲ παῖς κατ’ εὐπέτειαν ὑπὸ λύπης ἑαυτὸν ξίφει διειργάσατο, καὶ αὐτὸν ὁ Μίνως ἐν τῷ ναῷ ἔθαψεν. ἐξ οὗ δὴ καὶ λέγεται Γανυμήδην μετὰ Διὸς ὑπ‐ άρχειν. |
| μ 1093 | Μινώταυρος: ὄνομα κύριον. |
| μ 1094 | Μινύα: ὄνομα πόλεως. |
| μ 1095 | Μινύας: ὄνομα κύριον. καὶ τὸ πληθυντικὸν Μινυῶν. |
| μ 1096 | Μινύαι: οἱ Ἀργοναῦται. ἐν Ἐπιγράμμασι· σοὶ γέρας, Ἀλ‐ κείδα Μινυαμάχε, τοῦτο Φίλιππος δέρμα ταναιμύκου λευρὸν ἔθηκε βοός. |
| μ 1097 | Μινύειον: ὄνομα τόπου. Μινυήϊον δὲ καὶ αὐτὸ ὄνομα τόπου. |
| μ 1098 | Μινύθει: ἐλαττοῦται. ὅτι τὴν ἄσην μινύθοντες ἐλούοντο, ὅ ἐστι τὴν ῥυπαρίαν μειοῦντες. |
| μ 1099 | Μίνυνθα: ἐπ’ ὀλίγον. |
| μ 1100 | Μινυνθάδιον: ὀλιγοχρόνιον. |
| μ 1101 | Μινύωρον: ἐπ’ ὀλίγον. |
| μ 1102 | Μινύρεται: ᾄδει. κλαίει, θρηνεῖ, εὐφώνως λέγει. Σοφο‐ κλῆς· ἔνθα λίγεια μινύρεται θαμίζουσα μάλιστ’ ἀηδὼν χλωραῖς ὑπὸ βήσσαις. |
| μ 1103 | Μινυρίζω: θρηνῶ· ἢ τὸ ἠρέμα ᾄδω. παρὰ τὸ μεῖον. Πλάτων ἐν τρίτῳ Πολιτείας· μινυρίζων τε καὶ γεγανωμένος ὑπὸ τῆς ᾠδῆς. ἀντὶ τοῦ οἰκτρᾷ φωνῇ χρώμενος καὶ θρηνῶν. ἢ ὀλίγῃ φωνῇ χρώ‐ μενος. Ἀριστοφάνης· μινυρίζοντες μέλη ἀρχαιομελισιδωνοφρυνι‐ χήρατα. |
| μ 1104 | Μιξανάρρους· ἴσως λαβὼν ἴλιγγας ἀντισυστρόφους, ὁ μιξ‐ ανάρρους τῶν Σευήρου σκεμμάτων, πρὸς τὰς ἀπ’ ἀρχῆς ἀντανέλθοι φροντίδας. |
| μ 1105 | Μιξίας: ὁ μιγνύων. |
| μ 1106 | Μιξιονίδης, Μιξιονίδου. Μιξωνίδης δέ. λύσις ὀνείρου· πᾶσαί τε μίξεις πρόξενοι μακρῶν πόθων. |
| μ 1107 | Μίξις· ἁμαρτάνει ὁ λέγων μίξεως τὴν κρᾶσιν γένος· τὸ γένος γὰρ ὑποτίθησι τῷ εἴδει· ἐπὶ πλέον γάρ τι ἡ μίξις τῆς κράσεως. εἰ μὲν γάρ τι κέκραται, καὶ μέμικται· οὐ μὴν πᾶν μεμιγμένον κέκραται. ἡ μὲν γὰρ τῶν ξηρῶν μίξις οὐκ ἔστι κρᾶσις. ἔστι δὲ ἡ μίξις διάφορος τῆς κράσεως. |
| μ 1108 | Μιρράνης: ὄνομα κύριον. |
| μ 1109 | Μιρός: ποταμὸς Φρυγίας. |
| μ 1110 | Μισγάγκεια: τόπος κοῖλος, εἰς ὃν τὰ καταφερόμενα μίσγεται ἀπὸ πλειόνων ὀρῶν ὕδατα. ξυνάγκεια δὲ λέγεται ὡσαύτως ὁ κοῖ‐ λος τόπος. |
| μ 1111 | Μισγόλας· οὗτος ἦν τοῦ Λεωδάμαντος ἐρώμενος. |
| μ 1112 | Μισήτη· τὴν καταφερῆ μισήτην ἔλεγον, οὐ παρὰ τὸ μῖσος, ἀλλὰ παρὰ τὸ μίσγεσθαι· τὸ γὰρ μῖσος ἄποθέν ἐστι τοῦ μιαίνεσθαι· ὃ γὰρ μισεῖται, μεμόνωται καὶ ἀμιγές ἐστιν· ἀλλ’ οἱονεὶ μισγήτην τινὰ οὖσαν. ὃ καὶ βέλτιον. καὶ τὸ ἐν παροιμίας δὲ μέρει λεγόμενον, παρὰ σφυρὸν παχεῖα μισήτη γυνή, κατὰ τοῦτο εἰρῆσθαι δοκεῖ. καὶ ὁ Κρατῖνός που τοῦτο ἔφη· μισῆται δὲ γυναῖκες ὀλίσβωσι χρήσονται. τὸν δὲ ἁπλῶς μισητὸν τὸν ἀνίκανον λέγει. μεταφορικῶς δὲ καὶ ἐπὶ τῆς ἀπλήστου κατὰ τροπὴν τίθεται ἡ λέξις. |
| μ 1113 | Μισητία: ἡ πορνεία παρὰ Ἀριστοφάνει· οὐχ ἕνεκα μισητίας. καὶ μισητίαν, τὸν εἰς τὰς συνουσίας ἐπίφορον. οὐχ ἕνεκα, φησί, τοῦ ὑπηρετεῖν μου τῇ ἀσελγείᾳ. |
| μ 1114 | Μισσιανή· ὁ δὲ δι’ ἄλλης ὁδοῦ παρεγένετο τῇ Μισσιανῇ χαί‐ ρειν εἰπών. |
| μ 1115 | Μίσις, Μίσιδος. |
| μ 1116 | Μισθαρνεῖν: ῥῆμα. Ἀγαθίας· ὅσους δὲ αὐτῶν ἤρεσκε μισθαρνεῖν τοῖς ἐναντίοις ἐπὶ τῇ τῶν οἰκείων προδοσίᾳ, ἐξάγειν τὰ ἀπόρρητα, οὗτοι τὸ ἀτρεκὲς οὐκ ἐγίνωσκον. |
| μ 1117 | Μισθαρνής: μισθὸν ἀντικαταλλάττων. καὶ Μισθαρνῶ· αἰτιατικῇ. |
| μ 1118 | Μισθαρχίδης: ἐν τῇ ἀρχῇ μισθὸν λαμβάνων· ὠψωνιάζοντο γὰρ καὶ οἱ ἄρχοντες. |
| μ 1119 | Μισθαρνία: ἡ ἐπὶ μισθῷ γινομένη ἐργασία. |
| μ 1120 | Μισθοῦμαι· αἰτιατικῇ. |
| μ 1121 | Μισθοφορά: ἰδίως τὸν μισθὸν τῶν στρατευομένων οἱ παλαιοὶ μισθοφορὰν ἐκάλουν. Ἀριστοφάνης· οἵων ἀγαθῶν αὐτῶν τῇ μισθοφορᾷ παρεκόπτου. ἀντὶ τοῦ παρῄρου, ἐλυμαίνου. ἀπὸ μεταφορᾶς τῶν παρακοπτομένων τὰ πτερὰ ὀρνέων. |
| μ 1122 | Μισθοφόρος: ἐπὶ μισθῷ ἐργαζόμενος. καὶ Μισθοφόροι τριήρεις, αἱ ἐπὶ μισθῷ τοὺς στρατευομένους ἄγουσαι. καὶ Μισθο‐ φορῶ· δοτικῇ. |
| μ 1123 | Μίσθωμα: ὁ μισθὸς ὁ ἑταιρικός. Αἰλιανός· ἡ δὲ οὐ προσεῖτο φάσκουσα εἶναι μίσθωμα τὸ ἑαυτὴν παραβαλεῖν ἀνδρὶ ἀγνῶτι. |
| μ 1124 | Μισθοδοτῶ· δοτικῇ. μισθὸν δίδωμι. |
| μ 1125 | Μισόδημε, καὶ μοναρχίας ἐραστὰ καὶ ξυνὼν Βρασίδᾳ καὶ φορῶν κράσπεδα στεμμάτων τήν θ’ ὑπήνην ἄκουρον τρέφων. |
| μ 1126 | Μισολάμαχος ἡμέρα: μισοπόλεμος· ὁ γὰρ Λάμαχος πολεμι‐ κώτατος ἦν καὶ φιλοπόλεμος στρατηγὸς ὤν. Ἀριστοφάνης· ἡμέρα γὰρ ἐξέλαμψεν ἡ μισολάμαχος. |
| μ 1127 | Μισοπράγμων: ὁ ἡσύχιος καὶ ἤρεμον βίον ᾑρημένος. πεφύκασιν οἱ ἄνθρωποι τῇ μισοπράγμονι ζωῇ τὴν ἀρετὴν ἐπιφημίζειν, οὐχ οὕτως ἔχον, κατά γε τὴν ἐμήν· ἡ γὰρ ἐν μέσῃ τῇ πολιτείᾳ διὰ τῶν πολιτικῶν ἔργων τε καὶ λόγων ἀναστρεφομένη ἀρετὴ γυμνάζει τε τὴν ψυχὴν πρὸς τὸ ἐρρωμενέστερον καὶ βεβαιοῦται μᾶλλον ἐπὶ τῆς πείρας, ὅσον αὐτῆς ὑγιές τε καὶ ὁλόκληρον· ὅσον δὲ κίβδηλον καὶ ἐπίπλαστον ἐμφωλεύει ταῖς ἀνθρωπίναις ζωαῖς, τοῦτο πᾶν διελέγχεται καὶ ἑτοιμότατον καθίσταται πρὸς διόρθωσιν. |
| μ 1128 | Μισοπορπακιστάτη: μισοπολεμωτάτη, τουτέστιν εἰρηνική. παρὰ τὸν πόρπακα. πόρπαξ δὲ κατά τινας μὲν ὁ ἀναφορεὺς τῆς ἀσπίδος· ὡς δέ τινες, τὸ διῆκον μέσον τῆς ἀσπίδος σιδήριον, ᾧ κρατεῖ τὴν ἀσπίδα ὁ στρατιώτης. |
| μ 1129 | Μῖσος. |
| μ 1130 | Μισῶ· αἰτιατικῇ. μισῶ τὴν ἀφελῆ, μισῶ τὴν σώφρονα λίαν. ἐπὶ τῆς ἀπονήρου καὶ δοσιπύγου. ζήτει ἐν τῷ ἀφελές. |
| μ 1131 | Μίστυλλον: εἰς μικρὰ διέκοψαν. |
| μ 1132 | Μίσχος. |
| μ 1133 | Μιτάτωρ: ὁ προαποστελλόμενος ἄγγελος πρὸ τοῦ ἄρχοντος. |
| μ 1134 | Μίτιος: ὄνομα πόλεως. |
| μ 1135 | Μίτος: τὸ λεπτότατον σχοινίον. καὶ παροιμία· Ἀπὸ λεπ‐ τοῦ μίτου τὸ ζῆν ἠρτῆσθαι. σημαίνει δὲ καὶ ὄνομα πόλεως. εὕρηται ἀεὶ διὰ βραχέος τοῦ ι. ὥς με πόνων ῥύσαιο παναγρύπνοιο μερίμνης, ἀκρὶ μιτωσαμένη φθόγγον ἐρωτοπλάνον. καὶ αὖθις· ἀραχναίοιο μίτου πολυδίνεα λάτριν, ἄτρακτον, δολιχᾶς οὐκ ἄτερ ἀλακάτας. καὶ αὖθις· κερκίδα τ’ εὐποίητον, ἀηδόνα τὰν ἐν ἐρίθοις, Βακχυλὶς εὐκρέκτους εὖ διέκρινε μίτους. |
| μ 1136 | Μίτρα: διάδημα, ἢ ζώνη. αἱ μίτραι τό θ’ ἁλουργὲς ὑπ‐ ένδυμα τοί τε Λάκωνες πέπλοι. πάνθ’ ἅμα Νικονόη συνεπέκπιε. |
| μ 1137 | Μιτράνης. |
| μ 1138 | Μιτυληναία: τὸ μι βραχύ. τὰν Μιτυληναίαν ἔννεπ’ ἀοιδο‐ πόλον. |
| μ 1139 | Μιτυλήνη: ὄνομα νήσου. καὶ Μιτυληναῖος, ὁ ἀπὸ τῆς αὐτῆς νήσου. |
| μ 1140 | Μιχαήλ, βασιλεὺς Ῥωμαίων, ὁ μετὰ τὸν Ἀρμένιον Λέοντα βασιλεύσας· ὃς μικρόν τι τῆς προκατασχούσης κακίας ὑπενδούς, ὅσον τοὺς ἐν εἱρκταῖς καὶ πόνοις καὶ ἐξορίαις ἐλευθερίαν τε καὶ ἄνεσιν ὀνειρώδη φαντάζεσθαι, τὸ τοῦ προηγησαμένου δυσωνύμου καὶ δυσσε‐ βοῦς ὑπέθαλπε θεοστυγὲς φρόνημα, καὶ ὁμοίως τῷ αὐτῷ ἀμφιβλήστρῳ περιπαρεὶς τῆς δεινῆς αἱρέσεως ἰχθύος δίκην τοῖς τῶν δογμάτων σαθροῖς καὶ ἀσεβέσιν ἐναπέθανεν ἐξ ἀκροτάτης ἀβελτηρίας τε καὶ ἀλο‐ γίας. ἀμύητος γὰρ σφόδρα καὶ ἀπαίδευτος ἐτύγχανεν· ἀμαθίαν γὰρ ἐκ πατρῴας ἀλογίας καὶ ἀπειροκαλίας ὥσπερ ἱκανὴν οὐσίαν ἐκληρώσατο. |
| μ 1141 | Μιχαήλ, σύγκελλος Ἱεροσολύμων, ὁ γράψας ἐγκώμιον εἰς τὸν μέγαν Διο‐ νύσιον. καὶ ζήτει ἐν τῷ Διονύσιος. |
| μ 1142 | Μιχαίας: ὄνομα κύριον. |
| μ 1143 | Μιχθῆναι ἢ μιγῆναι: ἀπαντῆσαι, συμμίξαι, ὁμιλῆσαι. |
| μ 1144 | Μνᾶ: ἑκατὸν δραχμαὶ ποιοῦσι μνᾶν μίαν. καὶ ζήτει ἐν τῷ τάλαντον. |
| μ 1145 | Μνααῖος. οἱ τῶν Βαλιαρίδων νήσων σφενδονῆται μνααίους λίθους ἔβαλλον. καὶ αὖθις· μνααῖον διδοῦσι τοῦ κεραμίου ὑδρεύεσθαι τοῖς ἐθέλουσι. |
| μ 1146 | Μναρόν: ἡδύ, μαλακόν. |
| μ 1147 | Μνασέας, Βηρύτιος. ἔγραψε τέχνην ῥητορικὴν καὶ περὶ Ἀττι‐ κῶν ὀνομάτων. |
| μ 1148 | Μνάσωνος: ὄνομα κύριον. |
| μ 1149 | Μνᾶται: μνηστεύεται. |
| μ 1150 | Μναιαῖον καὶ Δεκαμναιαῖον. |
| μ 1151 | Μναίκιος: ὄνομα κύριον. |
| μ 1152 | Μνεῦις: ὄνομα κύριον Αἰγυπτίου θεοῦ. |
| μ 1153 | Μνείαν: τὴν μνήμην. Σοφοκλῆς. |
| μ 1154 | Μνημεῖον: ὁ τάφος. ἐχρήσαντο δὲ τῷ ὀνόματι οἱ ῥήτορες καὶ ἐπὶ τάφου καὶ τοῦ ἔργου καὶ πράγματος οὗ μνημονεύοιτο ἄν τις. Αἰλιανός φησι· φυλάττεσθαί τε ἔτι μνημεῖον τῆς τιμωρίας τῆς ἐκείνου, καθάπερ οὖν κακοῦ διαδοχήν. |
| μ 1155 | Μνήμη· ὅτι ἐν τῇ ψυχῇ τοῦ μὲν προσδοκωμένου ἐστὶν ἐλπίς, τοῦ δὲ παρόντος αἴσθησις, τοῦ δὲ ἀπόντος μνήμη. περὶ μνήμης. ὅτι οὐδὲν ἕξει ἡ ψυχὴ ἅπερ ἐκ τῆς συμπλοκῆς τοῦ σώματος αὐτῇ προσεγένετο, ὥσπερ τὸ διανοεῖσθαι· ὥστε οὐδὲ μνημονεύει. καὶ γὰρ ἐνταῦθα μὲν παραρρέουσά ἐστιν ἡ γνῶσις αὐτῆς καὶ δεῖται μνήμης εἰς κατοχὴν τῶν ἐγνωσμένων, τότε δὲ οὐκ ἔχει τὸ πρότερον καὶ τὸ ὕστερον ἡ γνῶσις, εἰ μὴ κατὰ τὴν προχείρησιν τῶν θεωρημάτων, ἀλλ’ ἀεὶ ἕστηκε καὶ ἐν τῷ νῦν ἐξετάζεται, καὶ μετὰ τὸ σῶμα ἅτε ἑστῶσα τὴν γνῶσιν καὶ αὐτοῖς προσβάλλουσα τοῖς πράγμασι μνήμης οὐ δεῖται· μνήμη γάρ ἐστιν ἡ τῶν πάλαι ἐγνωσμένων κατοχή. μνήμη δ’ ἐστὶν ἕξις καθεκτικὴ ὑπολήψεως. ὁ δὲ Ἀριστοτέλης τόπους τινὰς καὶ ἐν τῷ Περὶ μνήμης καὶ ὕπνου καὶ τῆς καθ’ ὕπνον μαντικῆς παρέθετο, δι’ ὧν ἀναμιμνήσκεσθαι καὶ ἀπὸ ἐναντίων καὶ ἀπὸ τῶν ὁμοίων καὶ ἀπ’ ἄλλων τινῶν. οἱ γὰρ τόποι οὗτοι αἴτιοι τοῦ ἀναμιμνήσκεσθαι ἡμῖν γίνονται. δι’ ἐναντίων γὰρ φέρε εἰπεῖν εὐθὺς εἰς τὸ εἰρημένον τῶν ἐναντίων μεταβάντες ἀναμιμνησκόμεθα τούτου, ἀπὸ πικροῦ γλυκέος, ἀπὸ λευκοῦ μέλανος, ἀπὸ ψύχους καύματος. ὅτι τρία μέρη εὐμαθείας ἀγχίνοια, μνήμη, ὀξύτης. καὶ μνήμη μέν ἐστι τήρησις ὧν ἔμαθέ τις, ὀξύτης δὲ ἡ ταχύτης τῆς διανοίας, ἀγχίνοια δὲ τὸ ἐξ ὧν ἔμαθε θηρεύειν καὶ ἃ μὴ ἔμαθε. |
| μ 1156 | Μνημήϊα: μνημόσυνα. |
| μ 1157 | Μνημονεύω· γενικῇ. Διαμνημονεύω δὲ αἰτιατικῇ. |
| μ 1158 | Μνήμονος: μνημονικοῦ. |
| μ 1159 | Μνημοσύνη: μνήμη. καὶ Μνημόσυνον. |
| μ 1160 | Μνήσαρχος: ὄνομα κύριον. |
| μ 1161 | Μνησάσκετο: ἐμέμνητο. |
| μ 1162 | Μνησιθείδης: ὄνομα κύριον. |
| μ 1163 | Μνησικακεῖν· δοτικῇ. Πολύβιος· τοῦ μνησικακεῖν ἐπὶ τοῖς γεγονόσιν οὐδ’ ἡντιναοῦν ἔμφασιν ἐποίουν οἱ Ῥωμαῖοι. |
| μ 1164 | Μνησίμαχος, ποιητὴς τῆς μέσης κωμῳδίας. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἱπποτρόφος, Βούσιρις, Φίλιππος, ὡς Ἀθήναιος ἐν Δειπνο‐ σοφισταῖς. |
| μ 1165 | Μνησιστράτιος: ὄνομα κύριον. Μνησιστράτειος δὲ λόγος. |
| μ 1166 | Μνησθῶ· γενικῇ. |
| μ 1167 | Μνηστή: ἡ κατὰ μνηστείαν γαμηθεῖσα ἢ ἐκ παρθενίας μένουσα μνηστή, ὅ ἐστιν ἀπείρανδρος. καὶ Μνηστεία. |
| μ 1168 | Μνηστῆρας· τοὺς μὲν τῆς ἀρχῆς τῆς ὑπάτου μνηστῆρας παρ’ οὐδὲν ἐποιήσαντο· αἱροῦνται δὲ αὐτοὶ πολέμων εὖ εἰδότα πάλαι καὶ γενναίων καὶ περιβλέπτων ἔργων ἀγωνιστήν. |
| μ 1169 | Μνῆστις: μνήμη. ἀλλ’ ἴσχε κἀμοῦ μνῆστιν. ἀνδρί τοι χρεὼν μνήμην προσεῖναι, τερπνὸν εἴ τι που πάθοι. ὅτου δ’ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος, οὔπως γένοιτ’ ἂν οὗτος εὐγενὴς ἀνήρ. καὶ αὖθις· μήτηρ υἷα λιπόντα μάχην μετὰ πότμον ἑταίρων ἔκτανεν ὠδίνων μνῆστιν ἀνηναμένη. |
| μ 1170 | Μνήστορα: ἐπιστήμονα. ὁ δὲ τῶν μηχανημάτων φέρει τὸν μνήστορα. |
| μ 1171 | Μνία: τὰ τῆς θαλάσσης ἐξανθήματα, ἢ βρύα. |
| μ 1172 | Μνιαρόν. ἀλλὰ δέχευ μνιαροῖο βαθυρραίνοιο τάπητος ἔν‐ δυτον, εὐανθεῖ πορφύρῃ εἰδόμενον. |
| μ 1173 | Μνίει: ἐσθίει. |
| μ 1174 | Μνόωντο: ἐμνηστεύοντο. |
| μ 1175 | Μνοῦς: ἡ ἁπαλὴ θρίξ. ἐν Ἐπιγράμμασι· καὶ μνοῦ χρῶτα τερεινοτέρη. |
| μ 1176 | Μνῶ: μνήσκω. τὸ μνῶ οὐκ ἔστιν περισπώμενον, οὐδὲ γὰρ ἐντέλειαν ἔχει, ἀλλ’ ἐπεὶ μονοσύλλαβόν ἐστιν, ἐξ ἀνάγκης περιεσπάσθη. |
| μ 1177 | Μνωμένη: μνηστευομένη. ὅτι Κῦρος Τώμυριν μνώμενος, ὥς οἱ δόλῳ οὐ προεχώρεεν, ἐκ τοῦ ἐμφανοῦς ἤλασε τὴν στρατιάν. |
| μ 1178 | Μογερῶν: μοχθηρῶν. |
| μ 1179 | Μογήσας: καμών, κακοπαθήσας. δύο κακοῖς μογῶν, ἀγρυπνίᾳ τε ἀναλισκόμενος καὶ δέει τειρόμενος. |
| μ 1180 | Μογγιλάλος: μόγις λαλῶν. |
| μ 1181 | Μόγις: |
| μ 1182 | Μογοστόκος: περὶ τοὺς τόκους κακοπαθοῦσα. ἔνιοι δὲ ἡ μόγους ταῖς τικτούσαις ἐπιφέρουσα. |
| μ 1183 | Μόγῳ: κακοπαθείᾳ. |
| μ 1184 | Μόδιον: μέτρον τι. |
| μ 1185 | Μόδιος· καὶ ζήτει ἐν τῷ Μαναΐμ. |
| μ 1186 | Μόθος: μάχη, πόλεμος, τάραχος, φόβος, σπᾶσις, θόρυβος. |
| μ 1187 | Μόθων: ὁ φορτικὸς καὶ ἄτιμος. καὶ εἶδος αἰσχρᾶς καὶ δουλο‐ πρεποῦς ὀρχήσεως, καὶ φορτικῆς. |
| μ 1188 | Μόθωνες: παρὰ Ἀριστοφάνει οἱ εὐτελεῖς· μόθωνας γὰρ ἐκά‐ λουν τοὺς παρεπομένους τοῖς ἐλευθέροις παῖδας οἱ Λάκωνες. ἔστι δὲ καὶ γένος ὀρχήσεως. |
| μ 1189 | Μοθώνη: ὄνομα πόλεως. καὶ Μοθωναῖος, ὁ πολίτης. |
| μ 1190 | Μοθωνία: ἡ ἀλαζονεία. παρὰ τὸ μόθος. ἔστι δὲ καὶ χώρα. |
| μ 1191 | Μολγός: ὁ βραδύς· ἢ ὁ τυφλός. οὕτω δὲ ἔλεγον τοὺς ἐξα‐ μέλγοντας καὶ κλέπτοντας τὰ κοινά. ἢ ὁ πένης, παρὰ τὸ ἀμέλγεσθαι καὶ ζημιοῦσθαι. Ἀριστοφάνης· μολγόν σε ποιήσω. παρὰ δὲ τοῖς κωμι‐ κοῖς μολγός, ὁ μοχθηρός. λέγεται δὲ καὶ ἀμολγὸς ὁ αὐτός. ἀμολγὸς γοῦν ὁ ἀμέλγων τὰ κοινά. |
| μ 1192 | Μολεῖν: ἐλθεῖν. |
| μ 1193 | Μόλις. |
| μ 1194 | Μόλιβος· μόλυβδος δέ. |
| μ 1195 | Μολοβρίς· καὶ Μολοβρός, ὁ πτωχός. |
| μ 1196 | Μολοθρός. |
| μ 1197 | Μόλος: ὄνομα κύριον. |
| μ 1198 | Μολοσσὸς καὶ Μολοττὸς κύων: ὁ ποιμενικός, καὶ μέγας. |
| μ 1199 | Μολοττός· ὅτι οἱ Μολοττοὶ ἐν τοῖς ὁρκωμοσίοις κατακόπτοντες εἰς μικρὰ τὰς βοῦς τὰς συνθήκας ἐποιοῦντο. καὶ ζήτει ἐν τῷ βοῦς ὁ Μολοττῶν. |
| μ 1200 | Μολοῦσα: παραγενομένη, πορευθεῖσα. |
| μ 1201 | Μολόχ: εἴδωλον τῶν Μωαβιτῶν. |
| μ 1202 | Μολών: ἐλθών, ἐληλυθώς. |
| μ 1203 | Μόλων: ὄνομα κύριον. Ἀριστοφάνης· μικρός, ἡλίκος Μόλων. ἐπὶ τῶν βραχυσωμάτων ἀνθρώπων. πόσος πόθος; μικρός, ἡλίκος Μόλων. Μόλωνες δὲ δύο, ὑποκριταὶ καὶ λωποδύται. |
| μ 1204 | Μολπαγόρας· οὗτος ἦν παρὰ τοῖς Κείοις καὶ λέγειν καὶ πράττειν ἱκανός, κατὰ δὲ τὴν αἵρεσιν πλεονέκτης. ὃς πρὸς χάριν ὁμιλῶν τῷ πλήθει καὶ τοὺς εὐκαιροῦντας τοῖς βίοις ὑποβάλλων τοῖς ὄχλοις καί τινας ἐς τέλος ἀναιρῶν, τινὰς δὲ φυγαδεύων καὶ τὰς οὐ‐ σίας τούτων δημεύων καὶ διαδιδοὺς τοῖς πολλοῖς ταχέως τῷ τοιούτῳ τρόπῳ περιεποιήσατο μοναρχικὴν ἐξουσίαν. |
| μ 1205 | Μολπή: ᾠδή. παρὰ Ὁμήρῳ δὲ τὸ παίγνιον. μολπῇ τ’ ὀρχηθμῷ τε· τὰ γάρ τ’ ἀναθήματα δαιτός. καὶ αὖθις· μολπῆς δ’ οὐ λῆγε μελιτερπέος. |
| μ 1206 | Μόλπις: μετὰ τοὺς λʹ δέκα ἄνδρες ἦρχον ἐν τῷ Πειραιεῖ, ὧν εἷς ἦν ὁ Μόλπις. |
| μ 1207 | Μολύβδαινα: μολυβδίδα. |
| μ 1208 | Μολυβδίνη: ὄνομα πόλεως. |
| μ 1209 | Μόλυβδος· εἰς ἐλασμοὺς μολύβδων γράφοντες. |
| μ 1210 | Μολύνω· αἰτιατικῇ. |
| μ 1211 | Μολυρίς, Μολυρίδος. μολυρίδας τὰς ἀκρίδας φασί. |
| μ 1212 | Μομβρώ: ἡ μορμώ, καὶ τὸ φόβητρον. |
| μ 1213 | Μονανδρεῖ. οὐκ ᾔδεισαν Αἰγυπτίων αἱ γυναῖκες τὸ παλαιὸν μονανδρεῖν. |
| μ 1214 | Μοναρχία: μονοκρατία. Πολύβιος· ἡ τῶν μονάρχων ἀσφά‐ λεια τοπαράπαν ἐν τῇ τῶν ξένων εὐνοίᾳ κεῖται καὶ δυνάμει. καὶ Μοναρχῶ· γενικῇ. |
| μ 1215 | Μοναχῇ: ἐπίρρημα, ἀντὶ τοῦ μοναχῶς. Ξενοφῶν· ὡς ἐπὶ τῇ ὑπερβολῇ τοῦ ὄρους, ᾗπερ μοναχῇ εἴη πορεία, ἐπιθησόμενοι τοῖς Ἕλλησι. |
| μ 1216 | Μοναχός· φησὶ Διονύσιος· ἡ δὲ τῶν τελουμένων ἁπασῶν ὑψηλοτέρα τάξις ἡ τῶν μοναχῶν ἐστιν ἱερὰ διακόσμησις, πᾶσαν μὲν ἀποκεκαθαρμένη κάθαρσιν ὁλικῇ δυνάμει καὶ παντελεῖ τῶν οἰκείων ἐνεργειῶν ἁγνότητι, πάσης δὲ οὔσης θεμιτὸν θεωρεῖν αὐτῇ ἱερουργίας, ἐν νοερᾷ θεωρίᾳ καὶ κοινωνίᾳ γεγενημένη καὶ ταῖς τῶν ἱεραρχῶν τελειωτικαῖς δυνάμεσιν ἐγχειριζομένη καὶ ταῖς ἐνθέοις αὐτῶν ἐλλάμψεσι καὶ ἱεραρχικαῖς παραδόσεσιν ἐκδιδασκομένη καὶ τὰς ἐποπτευθείσας τῶν κατ’ αὐτὴν ἱερῶν τελετῶν ἱερουργίας καὶ πρὸς τῆς ἱερᾶς αὐτῶν ἐπι‐ στήμης ἀναλόγως εἰς τελειοτάτην ἀγομένη τελείωσιν. ἔνθεν οἱ θεῖοι καθηγεμόνες ἡμῶν ἐπωνυμιῶν αὐτοὺς ἱερῶν ἠξίωσαν, καὶ οἱ μὲν θερα‐ πευτάς, οἱ δὲ μοναχοὺς ὀνομάσαντες, ἐκ τῆς τοῦ θεοῦ καθαρᾶς ὑπ‐ ηρεσίας καὶ θεραπείας καὶ τῆς ἀμερίστου καὶ ἑνιαίας ζωῆς ὡς ἑνο‐ ποιούσης αὐτοὺς ἐν ταῖς τῶν διαιρετῶν ἱεραῖς συμπτύξεσιν εἰς θεοειδῆ μονάδα καὶ φιλόθεον τελείωσιν. διὸ καὶ τελεστικὴν αὐτὴν ἡ ἱερὰ θεσμοθεσία χάριν ἐκάλεσε· καί τινος αὐτοὺς ἠξίωσεν ἀφιερωτικῆς ἐπι‐ κλήσεως, οὐχ ἱερατικῆς (ἐκείνη γὰρ ἐπὶ μόναις γίνεται ταῖς ἱερατικαῖς τάξεσιν), ἀλλ’ ἱεραρχικῆς ὑπὸ τῶν ὁσίων ἱερέων τῇ ἱεραρχικῇ τελει‐ ουργίᾳ δευτέρως ἱερουργουμένη. περὶ μοναχῶν· ἐκεῖσε δὴ φροντι‐ στήριον ἦν ἀνδρῶν φιλοσόφων τὸν βίον· μοναχοὶ δὲ οὗτοι κατονομά‐ ζονται, οἷς ἔργον προεκδημεῖν τοῦ σώματος καὶ ζῶντας τεθνάναι καὶ σώφρονι μανίᾳ τινι μεταφοιτᾶν πρὸς τὰ κρείττονα. |
| μ 1217 | Μόναισος: ὄνομα κύριον. |
| μ 1218 | Μονειφορῶ: ἓν ἱμάτιον φορῶ. |
| μ 1219 | Μονήρης βίος. τοῖς τὸν μονήρη ἐπανῃρημένοις βίον οὕτω διάγειν ὡς μονήρη, καὶ τὸν ἱερᾶσθαι λαχόντα ὁσίως ἱερατεύειν, καὶ ἕκαστον ἃ ἤσκηται μετιέναι. |
| μ 1220 | Μονήτα: ἡ Ἥρα παρὰ Ῥωμαίοις ἐξ αἰτίας τοιᾶσδε. Ῥωμαῖοι δεηθέντες χρημάτων ἐν τῷ πρὸς Πύρρον καὶ Ταραντίνους πολέμῳ ηὔξαντο τῇ Ἥρᾳ· τὴν δὲ χρῆσαι αὐτοῖς, εἰ τῶν ὅπλων ἀνθέξονται μετὰ δικαιοσύνης, χρήματα αὐτοῖς μὴ ἐπιλείψειν. τύχοντες οὖν οἱ Ῥωμαῖοι τῆς αἰτήσεως ἐτίμησαν Ἥραν Μονήταν, τουτέστι σύμβουλον, τὸ νόμισμα ἐν τῷ ἱερῷ αὐτῆς ὁρίσαντες χαράττεσθαι. |
| μ 1221 | Μονιός: ἄγριος ὗς. ὁ μεμονωμένος· ἢ ὁ μονόλυκος. |
| μ 1222 | Μονίπποις: τοῖς ἐπὶ ἑνὸς ἵππου ἀγωνιζομένοις δρόμον. |
| μ 1223 | Μονιτάριοι: οἱ περὶ τὸ νόμισμα τεχνῖται· οἳ ἐπὶ Αὐρηλιανοῦ διέφθειραν τὸ νόμισμα καὶ τὸν ἴδιον ἄρχοντα Φηλικήσιμον ἀνελόντες ἐμφύλιον ἐγείρουσι πόλεμον· οὓς μόλις Αὐρηλιανὸς χειρωσάμενος ὑπερ‐ βαλλούσῃ κολάσεων ὠμότητι κατειργάσατο. |
| μ 1224 | Μονογενῆ: τὴν μονότητα. Δαβίδ· καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. |
| μ 1225 | Μονόζωνοι: ἔφοδοι βάρβαροι· ἢ ἀπελάται μάχιμοι. Σοφο‐ κλῆς· εἰ δ’ ἄνδρ’ ἕν’ οἰόζωνον αὐδήσει, σαφῶς τοῦτ’ ἐστὶν ἤδη τοὖργον εἰς ἐμὲ ῥέπον. |
| μ 1226 | Μονόζωνοι: οἱ τίμιοι τῶν στρατιωτῶν, οἱ μὴ τὸν αὐτὸν τοῖς ἄλλοις ζωστῆρα φοροῦντες· οἱ ἀσύντακτοι καὶ ὡσανεὶ λῃσταί. |
| μ 1227 | Μονοείμονα: μονοχίτωνα. |
| μ 1228 | Μονόκερως: ζῷον, ὃ παρὰ τῆς φύσεως ἓν κέρας ἔλαβεν. οὕτω καὶ οἱ τῆς εὐσεβείας τρόφιμοι μίαν προσκυνοῦσι θεότητα. Δαβίδ· καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου. |
| μ 1229 | Μονοκρήπιδι: τῷ Ἑρμῇ. φασὶ γὰρ τὸν θεὸν τοῦτον Περσεῖ ἐπὶ τὴν τῆς Γοργοῦς τομὴν ἀπιόντι τὸ ἕτερον τῶν ὑποδημάτων δόντα, τὸ ἕτερον ἔχειν μόνον. |
| μ 1230 | Μονόλοπα: μονόδερμα, μονόφυλλα. |
| μ 1231 | Μονομαχοτροφεῖον. |
| μ 1232 | Μόνον καὶ ἓν διαφέρει: μονὰς ἡ ἐν τοῖς νοητοῖς οὖσα, ἓν δὲ τὸ ἐν τοῖς αἰσθητοῖς ἀριθμοῖς. καὶ ἡ μὲν μονὰς κατὰ τὴν ἰσό‐ τητα καὶ μέτρον λαμβάνεται, ἡ δὲ δυὰς καθ’ ὑπερβολὴν καὶ ἔλλειψιν. |
| μ 1233 | Μονονοῦ: ἀντὶ τοῦ μονονουχί. |
| μ 1234 | Μονονουχί: σχεδόν, ἐγγύς. ἀντὶ τοῦ κυρίως εἰπεῖν ἢ παρ’ ὀλίγον εἰπεῖν. μονονουχὶ τὸ τῆς τραγῳδίας ἐπιφθεγγόμενον· ἐχθρῶν ἄδωρα δῶρα. |
| μ 1235 | Μόνος θεῶν θάνατος οὐ δώρων ἐρᾷ· Αἰσχύλος φησί. |
| μ 1236 | Μονοστόλῳ: μίαν στολὴν ἔχοντι. |
| μ 1237 | Μονότροπος: μόνος τραφείς, ἀγαθός, ἀγύναιος. |
| μ 1238 | Μονοτρόπους: τοὺς ἕνα σκοπὸν ἔχοντας καὶ τῆς ἀρετῆς μόνης ἐπιμελουμένους καὶ μὴ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα προ‐ αιρουμένους. |
| μ 1239 | Μονουχία: ὁ μόνος βίος, χωρὶς γάμων. |
| μ 1240 | Μονουχιῶνος. ὄνομα μηνός. |
| μ 1241 | Μονοχίτωνος. |
| μ 1242 | Μονῳδεῖν: τὸ θρηνεῖν· ἐπιεικῶς γὰρ πᾶσαι αἱ ἀπὸ σκηνῆς ᾠδαὶ ἐν τῇ τραγῳδίᾳ θρῆνοί εἰσιν. Ἀριστοφάνης· εἶτ’ ἀνέτρεφον μονῳδίαις Κιφησοφῶντα μιγνύς. οὗτος ὁ Κιφησοφῶν δοῦλος ἦν συμ‐ πονῶν αὐτῷ μάλιστα τὰ μέλη. ἐκωμῴδει συνεῖναι τῇ γυναικί. |
| μ 1243 | Μονῳδεῖν ἐκ Μηδείας· ὀλόμαν, ὀλόμαν, ἀποχειρωθεὶς τὰς ἐν τεύτλοισι λοχευομένας. περὶ Μελανθίου λέγει τοῦ ὀψοφάγου, ὅτι ἀφικόμενος ἐν τῇ ἀγορᾷ ὀψωνῆσαι ἐγχέλεις καὶ μὴ εὑρὼν σχετλιάσοι· παρόσον οἱ μάγειροι μετὰ τεύτλων ἕψουσι τὰς ἐγχέλεις. |
| μ 1244 | Μονῳδία: ἡ ἀπὸ σκηνῆς ᾠδὴ ἐν τοῖς δράμασι. καὶ μονῳδεῖν τὸ θρηνεῖν. Μονῳδία λέγεται, ὅταν εἷς μόνος λέγῃ τὴν ᾠδὴν καὶ οὐχ ὁμοῦ ὁ χορός. Μονῳδία ἐστὶ θρῆνος ᾠδῆς μήτε προσωποποιΐαν ἔχων μήτ’ ἠθοποιΐαν. καὶ τὸ μεῖζον, οἱ μὲν ἄλλοι τοὺς ἐκπεπτω‐ κότας σοφίας θρηνοῦσι, σὺ δὲ ὡς ἀλιτηρίους καὶ μηδέποτε γευσαμένους αὐτῆς τεθρήνηκας. |
| μ 1245 | Μόξος, Λυδός· ὃς πολλὰ καὶ καλὰ ἐργασάμενος καὶ τὸν Μήλην τῆς τυραννίδος καθελὼν τοῖς Λυδοῖς παρεκελεύσατο τὴν δεκάτην ἀποδοῦναι, καθ’ ὃ ηὔξατο, τοῖς θεοῖς. οἱ δὲ ἐπείθοντο καὶ ἀπαριθ‐ μοῦντες τὰ κτήματα ἐξῄρουν δεκάτην ἁπάντων καὶ κατέθυον. ἐκ τού‐ του μέγιστος αὐχμὸς καταλαμβάνει Λυδίαν. καὶ πολλὰς στρατιὰς λέγεται πεποιῆσθαι. καὶ ἦν αὐτοῦ κλέος μέγιστον ἐν Λυδοῖς ἐπί τε ἀνδρείᾳ καὶ δικαιοσύνῃ. ταῦτα πράξας ἐπὶ τὴν Κράβον ἐστάλη καὶ ταύτην εἷλε καὶ ἐπόρθησε, τοὺς δὲ ἀνθρώπους εἰς τὴν πλησίον λίμνην ἀγαγὼν κατεπόντωσε. |
| μ 1246 | Μόρα: τὰ συκάμινα. |
| μ 1247 | Μοργούς· ὅτι οὕτω καλοῦσι τοὺς ἀμοργοὺς τὸ α ἀφαιροῦντες, ὥσπερ καὶ ἐπ’ ἄλλων· μαῦρον γὰρ τὸ ἀμαυρὸν καὶ σφόδελον τὸν ἀσφόδελον καλοῦσι. |
| μ 1248 | Μορίαι: ἐλαῖαι ἱεραὶ τῆς Ἀθηνᾶς, ἐξ ὧν τὸ ἔλαιον ἔπαθλον ἐδίδοτο τοῖς νικῶσι τὰ Παναθήναια. ἦσαν δὲ πρῶται ιβʹ τὸν ἀριθμόν, αἱ μεταφυτευθεῖσαι ἐκ τῆς ἀκροπόλεως εἰς Ἀκαδημίαν. ἤτοι ἀπὸ τοῦ μόρου καὶ τοῦ φόνου τοῦ Ἁλιρροθίου ὀνομασθεῖσαι, οὕτως ἢ ὅτι ἐνέ‐ μοντο καὶ ἐμερίζοντο τὸ ἔλαιον τὸ ἐξ αὐτῶν Ἀθηναῖοι ἅπαντες. τῆς δὲ μορίας τοῦ στελέχου σηκὸς καλεῖται. Λυσίας· ἄρχοντος σηκὸν ὑπ’ ἐμοῦ ἐκκεκόφθαι. ἐπεφύτευτο δὲ ἐν τῷ γυμνασίῳ δένδρη. ἔθος δὲ τοῖς ἀσκουμένοις ἀλειψαμένοις ἐν τῷ ἡλίῳ τρέχειν. Ἀριστο‐ φάνης· ἀλλ’ εἰς Ἀκαδήμιαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξεις. |
| μ 1249 | Μόριον: τὸ αἰδοῖον μέρος τοῦ σώματος. |
| μ 1250 | Μορμολύκεια: τὰ τῶν τραγῳδῶν προσωπεῖα. τὰ τῶν ὑπο‐ κριτῶν προσωπεῖα, ἃ Δωριεῖς γόργια καλοῦσιν. ἔνθεν καὶ τὸ ἐκφοβῆσαι μορμολύξασθαι. δόκησις ἦν τὸ ἀντίμαχον, μορμολυκεῖον ὄψεως καὶ διανοίας κατάπληξις. |
| μ 1251 | Μορμολύττεται· αἰτιατικῇ. φοβεῖ. Ἀσκίῳ μορμολύτ‐ τεις, ἐπὶ τῶν τὰ κενὰ δεδοικότων· ἐπεὶ κενὸς ὁ ἀσκός. ἐμορμο‐ λύξαντο σφᾶς, ὡς ἀνύποιστόν τι πλῆθος ἔπεισι κατ’ αὐτῶν. τουτέστιν ἐξεφόβησαν, εἰς πτοίαν καὶ ὀρρωδίαν ἤγαγον. |
| μ 1252 | Μορμώ: λέγεται καὶ Μορμώ, Μορμοῦς, ὡς Σαπφώ. καὶ Μορμών, Μορμόνος. Ἀριστοφάνης· ἀντιβολῶ ς’, ἀπένεγκέ μου τὴν Μορμόνα. ἄπο τὰ φοβερά· φοβερὰ γὰρ ὑπῆρχεν ἡ Μορμώ. καὶ αὖθις Ἀριστο‐ φάνης· Μορμὼ τοῦ θράσους. μορμολύκειον, ἣν λέγουσι Λαμίαν· ἔλεγον δὲ οὕτω καὶ τὰ φοβερά. λείπει δὲ τὸ ὡς, ὡς Μορμώ, ἢ ἐπιρρηματι‐ κῶς ἐξενήνεκται, ὡς εἰ ἔλεγε, φεῦ τοῦ θράσους. |
| μ 1253 | Μορμυρίζει: καταταράττει, ἠχεῖ, ὡς ἐπὶ ὑδάτων. |
| μ 1254 | Μορμύρων: ποταμὸς ῥεύματα ἔχων. |
| μ 1255 | Μορμυρωπός· ἥλιος ἀμαυρὸς ἢ ὕφαιμος ἢ μορμυρωπὸς πᾶσιν ὁρώμενος κατ’ ὄναρ πονηρός. |
| μ 1256 | Μορόεις, καὶ οὐδετέρως μορόεντα, τὰ μετὰ κόπου καμνόμενα. |
| μ 1257 | Μόρος: ὀδύνη, πόνος, θάνατος. |
| μ 1258 | Μόρσιμον: εἱμαρμένον, μεμοιραμένον. ἀμφὶ δ’ Ἐριννὺς φοίνιος ἐκ στομάτων μόρσιμον ἧκεν ὄπα. |
| μ 1259 | Μορῶν· Δημοσθένης ἐν Φιλιππικοῖς. συντάγματά τινα Λακω‐ νικὰ οὕτω καλεῖται. φησὶ δὲ Ἀριστοτέλης, ὥς εἰσι μοῖραι ἓξ ὠνομασ‐ μέναι, καὶ διῄρηνται εἰς τὰς μοίρας Λακεδαιμόνιοι πάντες. Ξενοφῶν δέ φησιν ἐν τῇ Λακώνων πολιτείᾳ· ἑκάστη δὲ τῶν πολιτικῶν μορῶν ἔχει πολέμαρχον ἕνα, λοχαγοὺς δʹ, πεντηκοστύας ηʹ, ἐννομοτάρχας ἑκ‐ καίδεκα. |
| μ 1260 | Μόρσιμον καὶ Μελάνθιον: ἄμφω διαβάλλει Ἀριστοφάνης λέγων οὕτως· Γοργόνες ὀψοφάγοι, βατιδοσκόποι Ἅρπυιαι, γραιοσόβαι μιαροί, τραγομάσχαλοι ἰχθυολῦμαι· ὧν καταχρεμψαμένη μέγα καὶ πλατύ, Μοῦσα θεά, μετ’ ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν. |
| μ 1261 | Μόρσιμος καὶ Μελάνθιος, ποιηταὶ τραγικοί. Μόρσιμος δὲ Φιλοκλέους τοῦ τραγικοῦ υἱός, ποιητὴς ψυχρός· ἦν δὲ καὶ ἰατρός. Ἀριστοφάνης· διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίαν. τουτέστιν ἐκλαβοίμην καὶ συριττοίμην, ὡς ἐκεῖνος· πονηρῶν γὰρ ὄντων αὐτοῦ τῶν ποιημάτων, ἐν ἀρᾶς ἔθηκε μέρει. Μελάνθιος δὲ ἐκωμῳδεῖτο εἰς ὀψοφαγίαν· καὶ πολὺ μᾶλλον ἐν τοῖς Κόλαξιν. ἦν δὲ καὶ κίναιδος. |
| μ 1262 | Μόρσιμος, τραγῳδίας ποιητής, ὀφθαλμῶν ἰατρός, μικρός, ὑπό‐ ψυχρος. Μόρσιμος· τοῦτο ἔφη Ἀπολλώνιος ὁ Τυανεὺς πρὸς Δο‐ μετιανὸν βασιλέα δεσμευθεὶς ὑπ’ αὐτοῦ· οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι. καὶ τοῦτο εἰπὼν ἄδηλος ᾤχετο. |
| μ 1263 | Μορυχίδης: ὄνομα κύριον. |
| μ 1264 | Μόρυχος: ὄνομα κύριον. ὃς ἐπὶ ὀψοφαγίᾳ ἐκωμῳδεῖτο· ἦν δὲ καὶ τῶν ἡδέως βιούντων· τραγῳδίας ποιητής. καὶ Ἀριστοφάνης· ὦ φιλτάτη σὺ καὶ πάλαι ποθουμένη, φίλη Μορύχῳ. |
| μ 1265 | Μόρυχος, Τελέα, Γλαυκέτης: ὀνόματα κύρια. οὗτοι ἐπὶ μαγγανείᾳ διεβέβληντο. |
| μ 1266 | Μόρυχος· ὅπερ ἔοικε Μορύχου γένος καὶ σάγμα. σάγμα δὲ ἡ θήκη τοῦ ὅπλου. καὶ παροιμία· Μορύχου εὐηθέστερος· ἐπὶ τῶν εὔηθές τι διαπραττομένων. ἐπίθετον δέ ἐστι τοῦ Διονύσου, ἀπὸ τοῦ μορύξαι, ὅ ἐστι μολῦναι, ἐπειδὰν τρυγῶσι, τῶν βοτρύων τῷ γλεύκει καὶ τοῖς χλωροῖς σύκοις. |
| μ 1267 | Μορφή: εἶδος, ἰδέα, πρόσοψις. Μορφὴ καὶ εἶδος ταὐτόν ἐστι. καὶ μορφὴ μὲν ἐπὶ ἐμψύχων, σχῆμα δὲ ἐπὶ ἀψύχων. τὶ δια‐ φέρει μορφὴ σχήματος· ὁ δὲ Ἀπόστολος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. |
| μ 1268 | Μορφνόν: σκοτεινόν. |
| μ 1269 | Μορφνός: εἶδος ἀετοῦ. οἱονεὶ μορόφονός τις ὤν, ὁ ἀεὶ περὶ φόνου μεμορημένος· μόνοι γὰρ οὗτοι τῶν ἀετῶν οὐ κυνηγοῦσιν, ἀλλὰ νεκροῖς σώμασι τρέφονται. |
| μ 1270 | Μόρφωσιν: σχηματισμόν, εἰκόνα. |
| μ 1271 | Μορφοῦμαι· δοτικῇ. |
| μ 1272 | Μόσσυνες: ἐπάλξεις, πύργοι. |
| μ 1273 | Μοσχεύματα: ἁπαλὰ φυτὰ δένδρων καὶ λαχάνων. |
| μ 1274 | Μοσχεύων: μεταφυτεύων. Εὐνάπιος· οὗτοι μὲν ὧδε μένοντες ὑπεμόσχευον τὸν πόλεμον. ἀντὶ τοῦ ὑπέστρεφον, ὑπεφύτευον. |
| μ 1275 | Μόσχια: ἁπαλὰ φυτά. |
| μ 1276 | Μοσχίδια σύκων: οὕτω καλοῦνται αἱ νέαι συκαῖ. μοσχίδια δὲ τὰ νέα βλαστήματα. καὶ ἡ ἁπαλὴ καὶ νέα λύγος μόσχος. Ὅμηρος· μόσχοισι λύγοισι. |
| μ 1277 | Μόσχον: ἁπαλόν. |
| μ 1278 | Μόσχος, Συρακούσιος, γραμματικός, Ἀριστάρχου γνώριμος. οὗτός ἐστιν ὁ δεύτερος ποιητὴς μετὰ Θεόκριτον, τὸν τῶν βουκολικῶν δρα‐ μάτων ποιητήν. ἔγραψε καὶ αὐτός. |
| μ 1279 | Μόσχος ᾄδων Βοιώτιον: Μόσχος φαῦλος κιθαρῳδὸς πολλὰ ἀπνευστὶ ᾄδων. τὸ δὲ Βοιώτιον οὕτω καλούμενον εὗρε Τέρπανδρος, ὥσπερ καὶ ὁ Φρύγιος. |
| μ 1280 | Μόσχος Λιβάνου: ὃν ἐν Χωρὴβ ἐθεοποίησαν· ὃν Μωϋσῆς συνέτριψε καὶ ἐλέπτυνε. |
| μ 1281 | Μοτάριον: ᾧ χρῶνται ἰατροὶ ἐν ταῖς πληγαῖς, πρὸς τὸ μὴ συντόμως ἐμφράττεσθαι αὐτάς. |
| μ 1282 | Μοτώσει: ἰάσεται δι’ ὀθονίων. |
| μ 1283 | Μοτοφαγία: θυσία τις ἐν Σαλαμῖνι τῆς Κύπρου ἐπιτελουμένη. |
| μ 1284 | Μοτοῖ: τιτρώσκει, ταράσσει. |
| μ 1285 | Μουκιανός, ὁ Ῥωμαῖος. ζήτει ἐν τῷ ἀγήλειεν. |
| μ 1286 | Μουνὰξ μάχη: ἡ μονομαχία. |
| μ 1287 | Μουνυχιών: ὁ ιʹ μὴν παρ’ Ἀθηναίοις. ἐν δὲ τούτῳ Ἀρτέμιδι ἔθυον Μουνυχίᾳ. |
| μ 1288 | Μουνυχία: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τόπος παρα‐ θαλάσσιος ἐν τῇ Ἀττικῇ. Ἑλλάνικος δὲ ἐν δευτέρῳ Ἀτθίδος ὠνομάσθαι φησὶν ἀπὸ Μουνύχου τινὸς βασιλέως, τοῦ Παντακλέους. |
| μ 1289 | Μούνυχος: ὄνομα κύριον· ὃς Μουνυχίας Ἀρτέμιδος ἱερὸν ἱδρύσατο. |
| μ 1290 | Μουρήνας: ὄνομα κύριον. |
| μ 1291 | Μοῦσα: ἡ γνῶσις. ἀπὸ τοῦ μῶ, τὸ ζητῶ· ἐπειδὴ ἁπάσης παιδείας αὕτη τυγχάνει αἰτία. εἰκότως οὖν οἱ ἀρχαῖοι Μοῦσαν αὐτὴν ἐκάλεσαν. εἰσὶ δὲ πᾶσαι ἐννέα· Κλειώ, Εὐτέρπη, Θάλεια, Μελπομένη, Τερψιχόρη, Ἐρατώ, Πολύμνια, Οὐρανία, Καλλιόπη. πολλὰς δὲ τὰς Μούσας ὑπὸ τῶν θεολόγων παραδεδόσθαι, διότι πολὺ τὸ ποικίλον ἔχει τὰ μαθήματα καὶ παιδεύματα, καὶ πρὸς πᾶσαν χρῆσιν οἰκεῖον. |
| μ 1292 | Μοῦσα τραγική· ὅσα ἐπράττετο, καὶ μοῦσά τις ἂν ὀκνήσειεν εἰπεῖν τραγική. οὐ γὰρ βούλεται ταῦτα γίνεσθαι καὶ τὸ λέγειν ἀπη‐ γόρευσε. |
| μ 1293 | Μοῦσαι καλαὶ κ’ Ἄπολλον, οἷς ἐγὼ σπένδω: σύνταξις κατ’ ἐπικράτειαν τοῦ ἄρρενος, ὥσπερ καὶ παρὰ Σοφοκλεῖ· λύγδην ἔκλαιον πάντες. δύο θηλειῶν οὐσῶν καὶ ἑνὸς ἄρρενος, Οἰδίποδος καὶ τῶν δύο ἀδελφῶν. αἱ Μοῦσαι δὲ πτερῷ Σειρήνων ἐστεφανοῦντο. |
| μ 1294 | Μουσαῖος, Ἐλευσίνιος ἐξ Ἀθηνῶν, υἱὸς Ἀντιφήμου, τοῦ Εὐφή‐ μου, τοῦ Ἐκφάντου, τοῦ Κερκυῶνος, ὃν κατεπολέμησεν ὁ Θησεύς, καὶ Ἑλένης γυναικός· ἐποποιός, μαθητὴς Ὀρφέως, μᾶλλον δὲ πρεσβύτερος· ἤκμαζε γὰρ κατὰ τὸν δεύτερον Κέκροπα καὶ ἔγραψεν Ὑποθήκας Εὐμόλπῳ τῷ υἱῷ ἔπη ͵δʹ. καὶ ἄλλα πλεῖστα. |
| μ 1295 | Μουσαῖος, Θηβαῖος, Θαμύρα υἱός, τοῦ Φιλάμμωνος, μελοποιός, γεγονὼς πολλῷ πρὸ τῶν Τρωϊκῶν. ἔγραψε μέλη καὶ ᾄσματα. |
| μ 1296 | Μουσαῖος, Ἐφέσιος, ἐποποιός, τῶν εἰς τοὺς Περγαμηνοὺς καὶ αὐτὸς κύκλους. ἔγραψε Περσηΐδος βιβλία ιʹ· καὶ εἰς Εὐμένη καὶ Ἄτταλον. |
| μ 1297 | Μουσαῖος: παρ’ Ἕλλησι φιλόσοφος. Λυσίας πρὸς τὴν Μιξι‐ δήμου γραφήν, 〈εἰ〉 γνήσιος· καὶ δύο παῖδας αὐτῷ ἀκολούθους εἶναι, ὧν οὗτος τὸν μὲν Μουσαῖον καλεῖ, τὸν δὲ Ἡσίοδον. ὅτι ὁ μὲν κρι‐ νόμενος ἐπετήδευε τοὺς οἰκέτας τοῦτο καλεῖν δῆλον. περὶ δὲ Μουσαίου οἱ μὲν ἐκ Θρᾴκης εἰρήκασι τὸν ἄνδρα εἶναι, οἱ δὲ αὐτόχθονα ἐξ Ἐλευσῖνος. |
| μ 1298 | Μουσεῖον. |
| μ 1299 | Μουσικά: τερπνά. τὰ δι’ αὐλῶν καὶ κινύρας καὶ τὰ ὅμοια. ὅτι μουσικῆς παλαιᾶς εὑρετὴς Ἀμφίων. καὶ ζήτει περὶ αὐτοῦ ἐν τῷ Ἀμφίων. |
| μ 1300 | Μουσομανία· τὰ δὲ παρῳδημένα καὶ ἡ περὶ ταῦτα μουσομανία τῶν ἄστρων ἀπέψαυε. |
| μ 1301 | Μουσόμαντις: κομπώδης. τοιοῦτοι γὰρ οἱ μάντεις καὶ οἱ ποιηταί· παρὰ τὸ ἐξ Ἠδωνῶν Αἰσχύλος· τίς ποτ’ ἔσται ὁ μουσόμαντις ἄλαλος, Ἀβρατεύς. |
| μ 1302 | Μουσουργῶ· αἰτιατικῇ. |
| μ 1303 | Μουσουργοί· ψάλτριαι. αἱ δὲ μουσουργοὶ βάρβαροι ἦσαν γυ‐ ναῖκες· ὄνομα αὐταῖς ἐπιχώριον βάρζα. καὶ τούτων αἱ μὲν αὐλοῦσιν, αἱ δὲ ψάλλουσι πενταχόρδῳ, αἱ δὲ ἑπταχόρδῳ ψαλτηρίῳ· αἱ αὐταὶ δὲ καὶ προσᾴδουσι τῷ ψαλμῷ. ὁ ψαλμὸς δὲ οὐ πρὸς τὴν ᾠδὴν ἔχει πεποιημένον τὸ μέλος καθάπερ παρ’ Ἕλλησιν, ἀλλ’ ἔστιν οἷος ἐνδόσιμος εἶναι τῇ ᾠδῇ. καὶ λήγοντι μὲν οὖν τοῦ πότου βασιλεῖ καὶ ἡ ᾠδὴ ξυνεπαύετο· ὁπότε δὲ ἐγχέαι κελεύσειεν, αὖθις ἤρχοντο ᾄδειν καὶ ψάλλειν. ὁ δὲ Ἀρβαζάκιος μουσουργοῖς συνέζη τοσαύταις, ὅσας οὔτ’ ἐκεῖνος ἀριθμεῖν εἶχεν οὔτε οἱ προσήκοντες λογισταί. τῶν γὰρ στρατιωτῶν ᾔδεσαν τὸ πλῆθος· τῶν ἑταιρῶν δὲ καὶ τὸν ἀριθμὸν τὸν ἐκ τῶν χειρῶν διέφυγεν. ὥσπερ οὖν Ὀρόντην τὸν Πέρσην φασὶν εἰπεῖν, ὅτι τῶν δακτύλων ὁ μικρότατος καὶ μυρία σημαίνει καὶ ἕνα ἀριθμόν, οὕτω κἀκεῖνοι τὰς ἑταίρας κατὰ μονάδα καὶ μυριάδα ἠρίθμουν. |
| μ 1304 | Μουσωθῆναι: παρὰ μουσῶν διδαχθῆναι. μήτε γὰρ εἶναι ποι‐ ητικὸς μήτε μὴν μουσωθῆναι παιάνων καὶ ὕμνων ἐπιστήμονα σοφίαν. καὶ Μεμούσωμαι: πεπαίδευμαι. ἐγὼ γυνὴ μέν εἰμι, μοῦσα δ’ ἔνεστί μοι, αὐτὴ δ’ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω· τοὺς δ’ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους πολλοὺς ἀκούσας’ οὐ μεμούσωμαι κακῶς. ἀντὶ τοῦ πεπαίδευμαι, ἤσκημαι. Λυσιστράτη φησί. |
| μ 1305 | Μουσώνιος, Καπίτωνος, Τυρρηνός, πόλεως Βουλσινίου, δια‐ λεκτικὸς φιλόσοφος καὶ Στωϊκός, γεγονὼς ἐπὶ Νέρωνος, γνώριμος δ’ Ἀπολλωνίου τοῦ Τυανέως καὶ ἄλλων πολλῶν· πρὸς ὃν καὶ ἐπιστολαὶ φέρονται Ἀπολλωνίου κἀκείνου πρὸς Ἀπολλώνιον. διὰ γοῦν τὴν παρ‐ ρησίαν καὶ τὸ ἐλεγκτικὸν καὶ τὸ ὑπερβάλλον τῆς ἐλευθερίας ὑπὸ Νέ‐ ρωνος ἀναιρεῖται. φέρονται αὐτοῦ λόγοι διάφοροι φιλοσοφίας ἐχόμενοι, καὶ ἐπιστολαί. περὶ τούτου τοῦ Μουσωνίου λέγει ὁ Παραβάτης ἐν ἐπιστολῇ· τὴν παροινίαν, ἣν εἰς ὑμᾶς ὁ τῆς Ἑλλάδος ἡγεμὼν πεπαρ‐ ῴνηκεν, οὕτω βαθέως ἤνεγκας, οὐδὲν ἡγούμενος τούτων εἰς σὲ γε‐ γονέναι· τό γε μὴν τῇ πόλει βοηθεῖν ἐκείνῃ βούλεσθαι καὶ προθυμεῖσθαι, περὶ ἣν ἐποιήσω τὰς διατριβάς, φιλοσόφου ψυχῆς ἐστι τεκμήριον, ὥστε μοι δοκεῖ τὸ μὲν πρότερον Σωκράτει προσήκειν, τὸ δεύτερον δέ, οἶμαι, Μουσωνίῳ· ἐκεῖνος μὲν γὰρ ἔφη, ὅτι μὴ θεμιτὸν ἄνδρα σπουδαῖον πρός του τῶν χειρόνων καὶ φαύλων βλαβῆναι· ὁ δὲ ἐπεμέλετο βαρῶν, ὁπηνίκα φεύγειν αὐτὸν ἐπέταττε Νέρων. τουτέστι τειχῶν· βάρεις γὰρ τὰ τείχη. |
| μ 1306 | Μουσώνιος· ἐπὶ Ἰοβιανοῦ ἦν βασιλέως. πάντα ὅσα ἦν ἄριστα, μικρὰ ἐφαίνετο πρὸς τὸν ὄγκον Μουσωνίου καὶ τὴν σὺν τῷ δραστηρίῳ τῆς γνώμης βαθύτητα· δι’ ἃ κατὰ λόγον εὐδοκιμῶν τήν τε ἁλιτενῆ χώραν τῆς Ἀσίας ἐπῆλθε καὶ ὁ τὴν ἀνθύπατον καὶ μείζονα ἔχων ἀρχὴν πρὸς τὰς ἐπιδημίας ἐξίστατο, κἀκεῖνος ἅπαντα ἐπιὼν ἐν ὀλίγαις ἡμέραις τὴν θάλασσαν ἐπλήρωσε τῶν ἀπὸ τῆς Ἀσίας εἰσφορῶν. ἐπ‐ εκάλει δὲ οὐδεὶς ἄδικον οὐδὲν τοῖς γινομένοις· ἀλλὰ παιδιά τις ἦν ἅπασι τοῖς καταβάλλουσι τὰ εἰσφερόμενα. Εὐνάπιος γὰρ ὁ ἐκ Φρυγίας ῥήτωρ ἐπεστάτει τοῖς πραττομένοις. |
| μ 1307 | Μοχθεῖ: κακοπαθεῖ. οἱ δὲ Κελτοὶ πολλὰ μοχθήσαντες κατὰ τὴν ὁδὸν διὰ τὴν δυσχωρίαν. λέγεται δὲ καὶ Μοχθίζω. |
| μ 1308 | Μοχθηρία: ἡ τοῦ ἀργυρίου ἐπιθυμία· ἢ ἡ αἴτησις τοῦ ἀργυρίου. Ἀριστοφάνης· ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν. καί, μοχθηροῦ βοὸς δέρμα. ἀντὶ τοῦ ἰσχνοῦ καὶ λεπτοῦ καὶ κακοῦ καὶ λεπτοβύρσου, ἢ θανασίμου, ἢ ἀσθενοῦς. Ἀριστοφάνης· ὅστις ὑποτεμὼν ἐπώλεις δέρμα μοχθηροῦ βοός. |
| μ 1309 | Μοχθηρία: ἡ κακία. ὡς Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος· οὐ γὰρ ὅσιον τοὺς γεγραμμένους νόμους, δι’ ὧν ἡ δημοκρατία σῴζεται, παραβαίνοντα, ἑτέρων δὲ μοχθηρῶν ἐξηγητὴν ἐθῶν καὶ νομοθέτην γενόμενον ἀτιμώρητον ἀφεῖναι. |
| μ 1310 | Μοχθηρός· καὶ μόχθηρος προπαροξυτόνως. ἐπίπονος, ἢ πονηρός. παρὰ ῥήτορσιν ὁ κακὸς ὑπείληπται. καὶ Μοχθηρία ἐπὶ τῆς κακίας τέτακται. οὕτως Δείναρχος. Ἀντιφῶν δὲ ὁ παλαιότατος τῶν ῥητόρων τῷ μὲν μοχθηρῷ ἐχρήσατο οὐκ ἐπὶ τοῦ κακοῦ ἀνδρὸς καὶ εἰσαγομένου εἰς δικαστήριον ἵνα κατηγορηθῇ ἀλλ’ ἐπὶ πατρὸς δίκην λαχόντος ὑπὲρ ἀπεσφαγμένου παιδὸς τὸν μοχθηρὸν ἔταξε. καὶ φησὶν οὕτως ἐν προοιμίοις καὶ ἐπιλόγοις· κἀγὼ μὲν ὁ μοχθηρός, ὅντινα ἐχρῆν τεθνηκέναι, ζῶ τοῖς ἐχθροῖς κατάγελως. |
| μ 1311 | Μόχθος: κόπος. Πισίδης· οὐκ εἶχε μόχθον εἰς τὸν Εὐφρά‐ την πόρον. |
| μ 1312 | Μοχλός. |
| μ 1313 | Μωάβ: ὄνομα κύριον. καὶ Μωαβίτης, ὁ ἀπὸ τῆς τοῦ Μωὰβ φυλῆς. |
| μ 1314 | Μωάω. |
| μ 1315 | Μωδεείμ: ὄνομα πόλεως παρὰ Ἰωσήπῳ. |
| μ 1316 | Μωκίζω: ἐμπαίζω. |
| μ 1317 | Μωκία. καὶ Μωκισία κινστέρνα, ἣν ἔκτισεν Ἀναστάσιος ὁ Δίκορος. |
| μ 1318 | Μώκιος: ὄνομα κύριον. |
| μ 1319 | Μῶκος: χλευαστής, μωρός, σκώπτης· καὶ μωκωμένης· χλευαζο‐ μένης. |
| μ 1320 | Μωκώμενος: κατατρώγων. |
| μ 1321 | Μωκῶ σε· αἰτιατικῇ. |
| μ 1322 | Μωλόχιον: λαχανηρὸν γένος. |
| μ 1323 | Μῶλος: ἡ μάχη. διὰ τὸ μολύνεσθαι αἵματι· ἢ ἀπὸ τοῦ μολύνεσθαι τῶν ἀποθνησκόντων τὰ σώματα ἐν πολέμῳ· ἢ παρὰ τὸ μόλις ἐκφυγεῖν· ἢ ὅτι μειοῖ, ὅ ἐστιν ἐλαττοῖ, τοὺς ὄχλους· ἢ ὅτι εἰς αὐτὸν εἴλεκται τὰ πλήθη. |
| μ 1324 | Μῶλος: ἡ πολυχρόνιος μάχη· παρὰ τὸ μὴ λύεσθαι· ἢ παρὰ τὸ μολεῖν. δεῖ γὰρ ἐν αὐτῷ σπεύδειν. σημαίνει δὲ καὶ ὄνομα πόλεως. |
| μ 1325 | Μώλωψ: ἔναιμον ἄλγος. |
| μ 1326 | Μῶλυ: ἀντιπάθιον· ἢ βοτάνη ἀλεξιφάρμακος, ἤτοι πήγανον ἄγριον. |
| μ 1327 | Μωμᾷ: ψέγεις, ἀνιχνεύεις. ἀπὸ τοῦ μωμῶ. καὶ Μωμᾶται, ψέγει. καὶ Μωμητά, ψεκτά. |
| μ 1328 | Μῶμαρ: ὁ μῶμος. ἢ Μῶμαρ, ὁ μωρός, καὶ ἡ μάχη. |
| μ 1329 | Μωμαστής. |
| μ 1330 | Μωμεύειν. |
| μ 1331 | Μῶμος: σκώπτης. τὰ δὲ πρὸς ἀρετὴν εὖ ἠσκημένος, ὥστε μηδ’ ἂν τὸν Μῶμον αὐτὸν ἐπιμωμήσασθαι μηδ’ αὖ τὸν φθόνον μισῆσαι. τοσαύτη πραότης ἐνῆν τῷ ἀνδρὶ καὶ τοιαύτη δικαιοσύνη. |
| μ 1332 | Μῶν: ἆρα. σημαίνει σύνδεσμον ἐπιζητητικόν. τὸ γὰρ μῶσθαι ζητεῖν. |
| μ 1333 | Μῶν· Ἀριστοφάνης· μῶν ἐκ καλῶν εἶ κἀγαθῶν; μὰ τοὺς θεούς. καὶ αὖθις· Μῶν ἐστιν· ἆρά ἐστι; μῶν ὑστερόπους βοηθῶ; μὴ ὕστερον τοῦ καιροῦ ἦλθον εἰς τὸ βοηθῆσαι; |
| μ 1334 | Μώνυχα ζῷα: ἵππος, ὄνος, ὀρεύς, καὶ εἴ τι ἄλλο. τούτοις συμβέβηκε μὴ νεῖν καὶ λοφύροις κεκλῆσθαι. |
| μ 1335 | Μῶνυξ: ὁ μονώνυξ. καὶ Μονώνυχες ἵπποι. |
| μ 1336 | Μωπεύειν: μέμφεσθαι. |
| μ 1337 | Μῶρα: ἀνόητα, παράλογα. λόγος τέ τοι τίς ἐστι τῶν γεραιτέρων, ὅς’ ἀνόητ’ ἄχη μῶρα βουλευσόμεθα, ἅπαντ’ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμ‐ φέρειν. λέγεται ὅτι Ποσειδῶν καὶ Ἀθηνᾶ ἐφιλονείκησαν περὶ τῆς Ἀτ‐ τικῆς, νικῆσαι δὲ τὴν Ἀθηνᾶν· καὶ ἡττηθέντα τὸν Ποσειδῶνα καὶ λυπηθέντα καταράσασθαι τῇ πόλει καὶ λέγειν αὐτόν, ὅτι γένοιτο τοὺς Ἀθηναίους ἀεὶ κακῶς βουλεύεσθαι· ἀκούσασαν δὲ τὴν Ἀθηνᾶν τῆς καταρᾶς προσθεῖναι, ὅτι κακῶς βουλεύεσθαι, καὶ ἐπιτυγχάνειν. |
| μ 1338 | Μῶρά μοι δοκεῖς φρονεῖν: ἀντὶ τοῦ εὐήθης εἶ, νῦν βουλό‐ μενος μαλάσσειν, ἐξακμάσαντος τοῦ καιροῦ. ὁ Αἴας φησὶ πρὸς Τέκμησ‐ σαν. καὶ αὖθις· ἆρ’ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου, ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα θηρᾶν, ὃ πλήθει χρήμασίν θ’ ἁλίσκεται; καὶ αὖθις· ὦ μῶρε, μῶρε, μὴ θεῶν κίνει φρένας δεινάς, ὅπως μή σου γένος πανώλεθρον Διὸς μακέλλῃ πᾶν ἀναστρέψῃ δίκη. ἐπὶ τῶν βλασφήμων εἴρηται. |
| μ 1339 | Μωρία διὰ Χριστόν: ὅταν τοὺς οἰκείους λογισμοὺς λυττῶντας ἀκαίρως καταστέλλωμεν, ὅταν ἔρημον καὶ κενὴν τὴν ἡμετέραν διάνοιαν τῆς ἔξωθεν ποιῶμεν παιδεύσεως, ἵν’ ὅταν δέῃ τὰ τοῦ Χριστοῦ δέχεσθαι, σχολάζουσαν καὶ σεσαρωμένην αὐτὴν πρὸς ὑποδοχὴν τῶν θείων λόγων παρέχωμεν. |
| μ 1340 | Μωροκακοήθη· ἦν δὲ κακοῦργός τε καὶ εὐπαράγωγος, ὃν δὴ μωροκακοήθη καλοῦσι. |
| μ 1341 | Μωρός: ὁ ἄνους. |
| μ 1342 | Μῶρος: παρὰ Ἀττικοῖς προπερισπᾶται. ὦ μῶροι, οὐκ ἴστε τὸν σοφώτατον τῆς τραγῳδίας εἰπόντα, ἡ γλῶττ’ ὀμώμοκεν, ἡ δὲ φρὴν ἀνώμοτος. |
| μ 1343 | Μωρότερος Μωρύχου: Πολέμων λέγεσθαι ταύτην παρὰ Σι‐ κελιώταις οὕτως· μωρότερος εἶ Μωρύχου, ὃς τἄνδον ἀφεὶς ἔξω τῆς οἰκίας κάθηται. Μώρυχος δὲ παρ’ αὐτοῖς ὁ Διόνυσος κατ’ ἐπίθετον, διὰ τὸ μολύνεσθαι αὐτοῦ τὸ πρόσωπον ἐν τῇ τρύγῃ γλεύκει τε καὶ σύκοις. μορύξαι δὲ τὸ μολῦναι. Ὅμηρος γοῦν τὸ μεμολυμμένος με‐ μορυχημένος φησίν. εὐήθειαν δὲ τούτου καταγνωσθῆναι, παρόσον ἔξω τοῦ νεὼ ἐν ὑπαίθρῳ αὐτοῦ τὸ ἄγαλμα καθίδρυται παρὰ τῇ εἰσόδῳ. τάττεται δὲ ἐπὶ τῶν εὔηθές τι διαπραττομένων. |
| μ 1344 | Μωροὶ καὶ ἀβέλτεροι καὶ κεχηνότες Μαμμάκυθος: Μελιτίδης, Βουταλίων, Κόροιβος. |
| μ 1345 | Μωρούς: τοὺς τοῦ κόσμου σοφοὺς καλεῖ μωρούς. |
| μ 1346 | Μῶσθαι· τὸ λανθάνον μῶσθαι, καὶ πολυπραγμονεῖν. ἀντὶ τοῦ ζητεῖν παρὰ Λάκωσι. |
| μ 1347 | Μῶϋ: τὸ ὕδωρ παρ’ Αἰγυπτίοις. ἐξ οὗ καὶ Μωϋσῆς. |
| μ 1348 | Μωϋσῆς: ὁ προφήτης καὶ νομοθέτης. ἐν τῷ πʹ τούτου ἔτει ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου, ἐν ᾗ παρῴκησαν ἔτη σιεʹ. πῶς οὖν φησιν ὁ θεὸς πρὸς τὸν Ἀβραάμ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἔτη υʹ. ἀλλὰ δῆλον ὅτι ἀπὸ τῆς ἀναβάσεως Ἀβραὰμ ἐκ Χαρὰν δεῖ τὴν τοῦ λαοῦ παροικίαν ἀριθμεῖν. οὐ γὰρ ἐν Αἰγύπτῳ μόνῃ γέγονεν ἡ παροίκησις, ἀλλὰ καὶ ἐν γῇ Χαναάν. Μωϋσῆς γὰρ λέγει· ἡ δὲ παροίκησις τῶν υἱῶν Ἰσραὴλ ἐν γῇ Χαναὰν καὶ ἐν Αἰγύπτῳ ἔτη υλʹ. καὶ τοῦ μὲν Ἀβραὰμ ἀπὸ τῆς ἐκ Χαρὰν ἀναβάσεως μέχρι τῆς Ἰσαὰκ γεννήσεως ἔτη κεʹ, ἀπὸ δὲ Ἰσαὰκ μέχρι Ἰακὼβ ξʹ, ἀπὸ δὲ Ἰακὼβ μέχρι τοῦ Λευῒ πζʹ, ἀπὸ Λευὶ μέχρι Καὰθ μεʹ, ἀπὸ Καὰθ μέχρι Ἄβραμ ξγʹ· ἀπὸ Μωσέως μέχρι τῆς ἐξόδου πʹ. καὶ οὕτως ἐξῆλθεν Ἰσραὴλ ἐκ τῆς Αἰγύπτου. τοῦ Μωσέως γεννηθέντος οἱ τεκόντες δεδιότες τοὺς Αἰγυπτίους μηχανῶνται πλέγμα βύβλινον, ἐμφερὲς τῇ κατασκευῇ κίστιδι, μεγέθους ποιήσαντες αὔταρκες εἰς τὸ μετ’ εὐρυχωρίας ἐναποκεῖσθαι βρέφος· ἔπειτα χρίσαντες ἀσφάλτῳ κατὰ τοῦ ποταμοῦ βάλλουσι. Θερμοῦθις δὲ ἡ θυγάτηρ τοῦ βασιλέως τοῦτον ἀνείλετο. τριετεῖ δὲ γενομένῳ θαυμαστὸν ὁ θεὸς τὸ τῆς ἡλικίας ἐξῆρεν ἀνά‐ στημα. ὅτι Μωϋσῆς πʹ ἡμέρας ἐνήστευσε, μʹ τὰς προτέρας καὶ μʹ μετὰ τὸ συντρῖψαι τὰς πλάκας σαπφείρῳ λίθῳ δακτύλῳ θεοῦ γρα‐ φείσας. ὅτι οὐδεὶς ἦν ἀφιλότιμος οὕτως, ὡς Μωϋσῆν θεασάμενος μὴ ἐκ‐ πλαγείη τῆς εὐμορφίας. |
| μ 1349 | Μωσώ, γυνὴ Ἑβραία, ἧς ἐστι σύγγραμμα ὁ παρ’ Ἑβραίοις νόμος· ὥς φησιν Ἀλέξανδρος ὁ Μιλήσιος, ὁ Πολυίστωρ. |
| μ 1350 | Μοῖρα: μερίς, τὸ καθῆκον· καὶ ἡ εἱμαρμένη. Ἰώσηπος· με‐ γίστη γὰρ ἦν μοῖρα τοῦ πολέμου ληφθεὶς ὁ Ἰώσηπος. |
| μ 1351 | Μοιρηγενές: ἀγαθῇ μοίρᾳ γεγεννημένε. |
| μ 1352 | Μοίριχος: ὄνομα κύριον. |
| μ 1353 | Μοιροδοκῆσαι: ἀντὶ τοῦ μέρους μεταλαβεῖν. Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Καλλίου ἔνδειξιν ἀπολογίᾳ. |
| μ 1354 | Μοιχάγρια: τὰ ἀντὶ τῆς μοιχείας ἀγρεύματα, ἐπὶ τῷ ληφθῆναι μοιχὸν ἀποτινόμενα. |
| μ 1355 | Μοιχάζω. ἀκολάστων γυναικῶν ἐμοίχασε. |
| μ 1356 | Μοιχαλίς: ἡ πόρνη, ἡ μοιχευομένη. |
| μ 1357 | Μοιχεία· μοιχεία καὶ φαρμακεία ταυτόν ἐστιν. καὶ γὰρ ἀμ‐ φότερα λάθρα γίνεται. λέγονται δὲ καὶ ἐπιβουλαί· καὶ οὔτε ἡ μοι‐ χευομένη οὔτε ἡ φαρμακεύουσα φιλεῖ τὸν ἄνδρα. |
| μ 1358 | Μοιχίδιον: τὸν ἐκ μοιχοῦ γεγεννημένον. οὐχ ὅτι Ἑκαταῖος, ἀλλὰ καὶ Ὑπερίδης. |
| μ 1359 | Μοιχός: ὁ πόρνος. ἐκ τοῦ μὴ καὶ τοῦ οἴχομαι. ὁ ἐπιτηρῶν μὴ οἴχεται ὁ ἀνὴρ τῆς γυναικός, ἵνα εἰσέλθῃ. Μυχὸς δὲ ὁ σκοτεινὸς τόπος, παρὰ τὸ νύξ, νυκτός, καὶ τροπῇ μυχός. |
| μ 1360 | Μοιχός: εἶδος κουρᾶς κιναιδώδους. Ἀριστοφάνης· Κρατῖνος ἀεὶ κεκαρμένος μοιχὸν μιᾷ μαχαίρᾳ. ἀπρεπὴς κουρὰ καὶ κιναιδώδης. καὶ κῆπος ἄλλο εἶδος, καὶ σκάφη ἕτερον. καὶ παροιμία· Ἕλκει μοιχὸς ἐς μυχόν. ῥηθεῖσα ἡ παροιμία τῷ Καλλίᾳ. ἐπὶ τοῖς μοιχοῖς οἱ νόμοι τοὺς δημίους ὁπλίζουσιν· οἱ δὲ κηπουροὶ τὰς ῥαφανίδας φυτεύουσιν, αἷς εὐθύς, ἐὰν ἁλῷ τις, τιμωρεῖται. καὶ τὸ ῥῆμα Μοιχῶ. καὶ Μοιχώμενος, ἡ μετοχή. |
| μ 1361 | Μυῖα, Θεσπιακή, λυρική. μέλη πρὸς λύραν ἁρμόζοντα. |
| μ 1362 | Μυῖα, Σπαρτιάτις, ποιήτρια. ὕμνους εἰς Ἀπόλλωνα καὶ Ἄρτεμιν. |
| μ 1363 | Μυῖα, Πυθαγόρου τοῦ μεγάλου καὶ Θεανοῦς, Σαμία. |
| μ 1364 | Μυίαγρος: ὁ μυιοθήρας. |
| μ 1365 | Μυίας δάκρυον: διὰ τὴν Θηβαίων παρανομίαν εἰς τὸ ἐν Δωδώνῃ μαντεῖον· ἀφ’ οὗ εἴρηται καὶ τό, παρὰ Βοιωτοῖς μαντεύσαιο. ἠσέβησαν γὰρ καὶ οὗτοι εἰς τὴν ἱέρειαν ἐμβαλόντες αὐτὴν εἰς τὸν ἐν Δωδώνῃ λέβητα, ἐρωτικῶς διατεθεῖσαν εἰς ἕνα τῶν θεωρῶν. |
| μ 1366 | Μυᾶται: σκαρδαμύττεται. |
| μ 1367 | Μυᾶτε: μυᾶν ἐστι τὸ τὰ χείλη πρὸς ἄλληλα συνάγειν. τὸ δὲ αὐτὸ καὶ μύλλειν λέγεται. τινὲς δέ, τοὺς ὀφθαλμοὺς συνάγετε δυσ‐ αρεστοῦσαι. ἢ ὥσπερ μύες καταδύεσθε καὶ σκαρδαμύσσεσθε. ἢ μύλλετε ἢ μυκτηρίζετε. Ἀριστοφάνης· τί μοι μυᾶτε κἀνανεύετε; τί χρὼς τέ‐ τραπται; τί δάκρυον κατείβεται; |
| μ 1368 | Μυγαλῆ: εἶδος ζῴου. |
| μ 1369 | Μύγης: γέροντος ἀδυναμία. |
| μ 1370 | Μυγδόνιος. |
| μ 1371 | Μύγματα: καταξέσματα. |
| μ 1372 | Μυγμός: ὁ στεναγμός. καὶ ὁ τοῦ μ ἦχος. |
| μ 1373 | Μυδαλέας: διαβρόχους. μυδαλέα δάκρυσι. καὶ Μυδα‐ λέον, δίυγρον παρὰ Ἀρχιλόχῳ, διάβροχον. λέγει δὲ τὸ ἐπίδακρυ καὶ κάθυγρον αἷμα, τὸ ἐννότερον, ῥυπαρόν. καὶ Μυδαλέος ὁμοίως. |
| μ 1374 | Μυδᾶν: νοτιᾶν· δίυγρον εἶναι καὶ σήπεσθαι. δευτέρας συ‐ ζυγίας τῶν περισπωμένων. σημαίνει δὲ τὸ οἰδαίνειν καὶ φυσᾶσθαι καὶ ὀγκοῦσθαι. οἰδαίνουσι τοίνυν οἱ τάφοι τοῖς νεκροῖς κατὰ τὰ ἔνδον. |
| μ 1375 | Μυδόωσαν: ὄζουσαν. |
| μ 1376 | Μύδωνος καὶ Μυδῶνος: ὀνόματα κύρια. |
| μ 1377 | Μυδῶντες: βρέχοντες, διυγραμμένοι, σαπέντες. καὶ ἐν Ἐπι‐ γράμμασι· ἧς παρὰ Κύπριδι ταῦτα μύροις ἔτι πάντα μυδῶντα κεῖνται, παρθενίων ὑγρὰ λάφυρα πόθων. |
| μ 1378 | Μύδρος: σίδηρος ἀργός, πεπυρακτωμένος. ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν, καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξα‐ γόρας. οὗτος ὁ φιλόσοφος τὸν ἥλιον μύδρον ἔλεγεν εἶναι διάπυρον καὶ μείζω τῆς Πελοποννήσου. |
| μ 1379 | Μυελόεντα: τροφὴν ἔχοντα. |
| μ 1380 | Μύες. |
| μ 1381 | Μυζεῖ καὶ Μύζει: θηλάζει, λείχει. Ξενοφῶν· ἔδει δέ, εἴ τις διψῴη, λαβόντα εἰς τὸ στόμα μυζεῖν τοὺς καλάμους· καὶ πάνυ ἄκρατος ἦν ὁ οἶνος, μή τις ὕδωρ ἐπιχέοι. |
| μ 1382 | Μυζήσας· ὁ δὲ Δημοσθένης φάρμακον ἔχων ὑπὸ τῇ σφραγῖδι, μυζήσας ἀπέθανε. |
| μ 1383 | Μῦ, μῦ: ἀπὸ τοῦ μῦ παρῆκται τὸ μύζειν, πολλοῖς ἄλλοις ὁμοίως. μύζειν δέ ἐστι τὸ τοῖς μυκτῆρσι ποιὸν ἦχον ἀποτελεῖν. Ἀριστοφάνης· τί μύζεις; πάντα πεποίηται καλῶς. |
| μ 1384 | Μυζῶντες: ἐκπιέζοντες. |
| μ 1385 | Μυηθῆναι: ἐδόκουν οἱ μυούμενοι εἰς τοὺς εὐσεβεῖς τάττεσθαι. καὶ Ἀριστοφάνης· δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι. |
| μ 1386 | Μύησις: μάθησις, κατήχησις, ἐπιστήμη. εἴρηται δὲ παρὰ τὸ μυστήρια καὶ ἀπόρρητα τελεῖσθαι, ἢ διὰ τὸ μύοντας τὰς αἰσθήσεις καὶ ἐπέκεινα σωματικῆς φαντασίας γενομένους τὰς θείας εἰσδέχεσθαι ἐλ‐ λάμψεις. |
| μ 1387 | Μυθέαι: λέγεις. |
| μ 1388 | Μυθήσας: εἰπών. |
| μ 1389 | Μῦθος: λόγος ψευδής, εἰκονίζων τὴν ἀλήθειαν. διαφέρει δὲ αἶνος μύθου τῷ τὸν αἶνον μὴ πρὸς παῖδας, ἀλλὰ πρὸς ἄνδρας πεποιῆσθαι, καὶ μὴ πρὸς ψυχαγωγίαν μόνον, ἀλλὰ καὶ παραίνεσιν ἔχειν τινά· βούλεται γὰρ ἐπι‐ κρυπτόμενος παραινεῖν τι καὶ διδάσκειν· ὅπερ Ἡσίοδος φαίνεται πεποιηκώς. |
| μ 1390 | Μυκάλη καὶ Μυκαλησός, ὄνομα πόλεως. παρὰ τὸ ἐκεῖ μυκᾶσθαι τὰς Γοργόνας. |
| μ 1391 | Μύκη: ἡ θήκη. |
| μ 1392 | Μυκηθμός: ἡ τῶν βοῶν φωνή. |
| μ 1393 | Μυκήνη: πόλις. |
| μ 1394 | Μυκήσαντος: ἠχήσαντος. Ὅμηρος· αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον Ὧραι. καὶ ἐν Ἐπιγράμμασι· οὗ βαρὺ μυκήσαντος, ὁ θαρσαλεώτερος ἄλλων τετραπόδων ἐλάφων ἔδραμεν ὀξύτερον. |
| μ 1395 | Μύκητα· καὶ Μύκητες, ἀναστήματά τινα σπογγοειδῆ περὶ τὴν θρυαλλίδα. καὶ οἱ ἀμανῖται. καὶ ἡ λαβὴ τοῦ ξίφους. ἐν Ἐπιγράμμασι· μήποτε λύχνε μύκητα φέροις μηδ’ ὄμβρον ἐγείροις. |
| μ 1396 | Μυκητίας σεισμός: ὁ ἠχοποιός. |
| μ 1397 | Μύκλος: ὁ τράχηλος. |
| μ 1398 | Μυκόνιον: τόπος. |
| μ 1399 | Μυκωμένου: βοῶντος. |
| μ 1400 | Μυκώνιος γείτων: αὕτη τάττεται κατὰ τῶν διαβεβλημένων ἐπὶ γλισχρότητι καὶ σμικροπρεπείᾳ, παρὰ τὴν σμικρότητα τῆς νήσου τῆς Μύκωνος καὶ εὐτέλειαν. καὶ ἑτέρα παροιμία· Μυκωνίων δίκην ἐπεισπέπαικεν εἰς τὰ συμπόσια. διὰ γὰρ τὸ πένεσθαι διεβέβληντο ἐπὶ γλισχρότητι. εἴρηται δὲ ἐπὶ τῶν ἀκλήτως εἰσιόντων εἰς τὰ συμπόσια. |
| μ 1401 | Μυκτηρίζει: ἐξουθενεῖ. χλευάζει. |
| μ 1402 | Μύλακες: μυλώδεις λίθοι. ἡ εὐθεῖα Μύλαξ. μύλην δὲ χρυσῆν εἶχεν ὁ βασιλεύς, ἀφ’ ἧς ἐσιτεῖτο. |
| μ 1403 | Μυλλάς: ἡ πόρνη. |
| μ 1404 | Μύλας λεόντων. ὀδόντας λεόντων. |
| μ 1405 | Μυλασέων. |
| μ 1406 | Μύλαι: οἱ ἔνδον ὀδόντες· οἷς λεπτύνειν εἰώθασιν ἄνθρωποι τὴν τροφήν. |
| μ 1407 | Μυλαῖος: ὁ ἀπὸ τόπου. καὶ ὁ Μολυσμός. |
| μ 1408 | Μύλη: τὸ κάτω τοῦ μύλου· ὁ γὰρ ἄνω ὄνος λέγεται. Προ‐ κόπιος· τῶν δὲ ὀχετῶν γῆς Ῥωμαίων διαιρεθέντων, οὐκέτι τὸ ὕδωρ τὰς μύλας ἐνήργει. |
| μ 1409 | Μυλήφατος. |
| μ 1410 | Μυλιόωντες: θρηνοῦντες. |
| μ 1411 | Μυλωθρικόν. |
| μ 1412 | Μυλωθρός: ὁ μύλωνα κεκτημένος, καὶ ἐργαζόμενος. |
| μ 1413 | Μύλωνος: ὄνομα κύριον. |
| μ 1414 | Μύλλος πάντα ἀκούει: ἐπὶ τῶν κωφότητα προσποιουμένων καὶ πάντα ἀκουόντων. |
| μ 1415 | Μύλοι: οἱ ὀδόντες, οὓς γομφίους καλοῦσι. |
| μ 1416 | Μὺ μῦ, μὺ μῦ, μὺ μῦ, μὺ μῦ, μὺ μῦ, μὺ μῦ: τοῦτο ὡς θρηνοῦντές φασιν. ἔστι δὲ ἴαμβος, ἔχων τὸ μὲν πρῶτον υ βραχύ, τὸ δὲ δεύτερον μακρόν. |
| μ 1417 | Μύνη: ἡ πρόφασις. |
| μ 1418 | Μύξα: τὸ περίττωμα τῆς κεφαλῆς. ἔνθεν καὶ Μυξωτήρ, τὸ μέρος τοῦ σώματος. λέγεται μύξα καὶ τὸ τοῦ λύχνου. ἐν Ἐπιγράμ‐ μασι· τῷ με Κανωπίτᾳ Καλλίστιον εἴκοσι μύξαις πλούσιον, ἡ Κριτίου, λύχνιον ἔθηκε θεῷ· ἐς δ’ ἐμὰ φέγγη ἀθρήσας, φήσεις, Ἕσπερε, πῶς ἔπεσες; |
| μ 1419 | Μύξος: ὁ λαγώγηρως παρ’ ἡμῖν. ἐπῳδή. ἀλέκτωρ πίνει καὶ οὐκ οὐρεῖ, μύξος οὐ πίνει καὶ οὐρεῖ. λέγεται δὲ εἰς δυσουρίαν ὄνου. καὶ παροιμία· Βαβαὶ μύξος· ἐπὶ τῶν κομπαζόντων καὶ μεγαλαυχούντων· Μύξος γὰρ ἐγένετο τῆς Ἀρτέμιδος ἱερεύς, ἀστεῖός τις καὶ μεγάλαυχος. |
| μ 1420 | Μυοπάρωνος: εἶδος πλοίου. |
| μ 1421 | Μυοῦμαι· αἰτιατικῇ. |
| μ 1422 | Μυούμενος: τελούμενος, μυσταγωγούμενος. |
| μ 1423 | Μυοῦντα: πόλις. |
| μ 1424 | Μυόχοδον: οὐδενὸς ἄξιον. Μένανδρος Ῥαπιζομένῃ· ὁ μυόχοδος γέρων λεληθέναι σφόδρα οἰόμενος. |
| μ 1425 | Μύω: τὸ καμμύω· αἰτιατικῇ. |
| μ 1426 | Μυώνων: τῶν νευρωδῶν τόπων. Προκόπιος· Γότθων δέ τις ἀκοντίῳ βαλών, μυώνων δὲ οἳ ὄπισθέν εἰσι τῶν κνημῶν ἑκατέρων, ἐπιτυχών, ἐρχόμενος τὸν νεκρὸν εἷλκε. |
| μ 1427 | Μυωξία: ὑβριστικὸς λόγος. σημαίνει δὲ τοὺς τῶν μυῶν χηραμούς. |
| μ 1428 | Μυωπάζω: τὸ φυλάττω. |
| μ 1429 | Μυωπιζόμενος: μυωπάζων, παρακαμμύων, ἄκροις τοῖς ὀφ‐ θαλμοῖς προσέχων. Μυωπίζω καὶ τὸ τύπτω. |
| μ 1430 | Μύωψ: ὁ οἶστρος. μυῖά τις ἐρεθίζουσα τὰς βοῦς. λέγεται παρὰ Καλλιμάχῳ ἐν Ἑκάλῃ, βοῦς σῶος μύωψ· τοὺς βοῦς σοβῶν καὶ διώκων μύωψ. λέγεται Μύωψ καὶ ἡ μάστιξ τοῦ ἵππου, τὸ σιδήριον, ὃ ἐπὶ τοῦ ποδὸς φοροῦσι κεντοῦντες τοὺς ἵππους. Πολύβιος· ὁ δὲ προσθεὶς τοὺς μύωπας ἐξ ἀμφοτέροιν τοῖν μεροῖν ἤλαυνε κατα‐ κράτος. καὶ ἐν Ἐπιγράμμασι· Λυσιδίκη σοι, Κύπρι, τὸν ἱππαστῆρα μύωπα, χρύσεον εὐκνήμου κέντρον ἔθηκε ποδός. καὶ αὖθις· βουστρό‐ φον ἀκροσίδαρον ἀπειλητῆρα μύωπα. καὶ αὖθις· κέντρα τ’ ἐναιμόεντα διωξίπποιο μύωπος. |
| μ 1431 | Μύρα: τόπος τῆς Λυκίων ἐπαρχίας. καὶ Μυρέων ἀνθρώ‐ πων, τῶν ἀπὸ Μύρων τῶν Λυκίων. |
| μ 1432 | Μύραινα: καταφερής. ἀπὸ τοῦ ζῴου. ὦ προδότι καὶ παρ‐ άγωγε καὶ μύραινα σύ. |
| μ 1433 | Μυρεύς: ὁ τῶν Μύρων, ὡς Πατρεὺς ὁ Πατρῶν· καὶ ἡ δοτικὴ Πατρεῖ καὶ Μυρεῖ. |
| μ 1434 | Μυρία: πολλά, ἀναρίθμητα. Μύρια δὲ ὁ ἀριθμός. |
| μ 1435 | Μυριάμφορον: μυρίων ἀμφορέων ἄξιον. Ἀριστοφάνης· πόθεν ἀναλάβοιμι ῥῆμα μυριάμφορον, ὅτῳ προσείπω ς’; οὐ γὰρ εἶχον οἴκοθεν. |
| μ 1436 | Μυριέλικτος: ὁ πολλαῖς ἑλίξεσι συστρεφόμενος. Εὐνάπιος· ὁ βαρὺς ἐκεῖνος καὶ μυριέλικτος ὄφις (ὁ πολυέλικτος), καθάπερ ὑπὸ τῆς Μηδείας ὑποψιθυριζόμενος καὶ βαρυνόμενος τὴν ψυχὴν, κεκαρω‐ μένος παρέδωκεν ἑαυτόν. |
| μ 1437 | Μυρίκη: εἶδος φυτοῦ. πεδίον ἦν ἀχανές, ἐν ᾧ μυρῖκαί τε ἐπεπήγεσαν. |
| μ 1438 | Μυρρίνη: εἶδος φυτοῦ. καὶ Μυρρινῶν, ἀρχῆς ἐπιθυμῶν. μυρρίναις γὰρ στεφανοῦνται οἱ ἄρχοντες. τὸ δὲ δένδρον Μυρίκη. μυρρίνην λαβόντα, τῶν Αἰσχύλου λέξαι τι. οἱ γὰρ παῖδες ἐν τοῖς συμποσίοις κλῶνα δάφνης ἢ μυρρίνης λαβόντες ᾖδον. |
| μ 1439 | Μυριοπραγότερον καὶ Μυριοπρατότερον. |
| μ 1440 | Μύριοι ἐν Μεγαλοπόλει: Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. συνέδριόν ἐστι κοινὸν Ἀρκάδων ἁπάντων, οὗ πολλάκις μνημονεύουσιν οἱ ἱστορικοί. |
| μ 1441 | Μύρις: ὄνομα κύριον. καὶ Μυρίτης οἶνος. |
| μ 1442 | Μυρλεανός: ὄνομα πόλεως Βιθυνίας, ἡ νῦν Ἀπάμεια καλουμένη. |
| μ 1443 | Μυρμηκανθρώποις Φερεκράτης γράφει. |
| μ 1444 | Μυρμηκίδην ἀντιπραττόμενον τῇ Φειδίου τέχνῃ. |
| μ 1445 | Μύρμηξ· μυρμήκων ἀτραποὺς ἤ τί διαμινυρίζεται. περὶ Ἀγά‐ θωνός φησι τοῦ ποιητοῦ, ὡς λεπτὰ καὶ ἀγκύλα ἀνακρουομένου μέλη· τοιαῦται γὰρ αἱ τῶν μυρμήκων ὁδοί. ὁ δὲ Ἀγάθων ὑποκριτικὰ μέλη ἐποίει καὶ αὐτὸς ὑποκρίνεται. διὸ καὶ χορικὰ λέγεται. |
| μ 1446 | Μυρμιδόνες: ὄνομα ἔθνους. |
| μ 1447 | Μυροκλῆς: Σαλαμίνιος τὸ γένος, τῶν παρ’ Ἀθηναίων οὐκ ἄπο πολιτευσαμένων. |
| μ 1448 | Μυρομένη: ὀδυρομένη, θρηνοῦσα. |
| μ 1449 | Μύρον διατριπτικόν: παρὰ τὸ διατρίβειν καὶ ἀναβάλλεσθαι. οἷον τὸ διατριβῆς γέμον καὶ βραδυτῆτος· ἢ ἐπεὶ τριβόμενα ἔνια τῶν μύρων ἡδίω γίνεται· ἅμα δὲ καὶ πρὸς τὴν διατριβήν. |
| μ 1450 | Μύρον ἐπὶ κεφαλῆς: τὸ ἀρχιερατικὸν ἔλαιον ἐξ ἡδυσμάτων συνέκειτο. ἀλλ’ οὐδὲν ἐκεῖνο αὐτὸ καθ’ ἑαυτὸ τοσαύτην εὐοσμίαν ἠφίει· ἡ δὲ πάντων μίξις καὶ κρᾶσις πλείστην ὅσην τὴν εὐωδίαν εἰρ‐ γάζετο. τούτῳ τὴν ἀδελφικὴν εἰκότως συμφωνίαν ἀπείκασεν· ἡ γὰρ τῶν πλειόνων κατορθωμάτων συνεισφορὰ τῆς τελείας ἀρετῆς τὴν εὐ‐ κοσμίαν ἐργάζεται. |
| μ 1451 | Μυρόπη: ὄνομα κύριον. |
| μ 1452 | Μυροπώλιον. |
| μ 1453 | Μύρωνος. καὶ Μυρωνίδης, ὁ τοῦ Μύρωνος. |
| μ 1454 | Μυρσίνη: ὄνομα τόπου. |
| μ 1455 | Μυρσινῶνος. |
| μ 1456 | Μύρσωνος. |
| μ 1457 | Μύρτα: ὁ καρπὸς τῆς μυρρίκης. |
| μ 1458 | Μύρτης· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος καταλέγων τοὺς προδεδωκότας ἑκάστην πόλιν φησιν, Ἀργείους. |
| μ 1459 | Μύρτης, Τελέδαμος, Μνασέας. Θεόπομπος δὲ Πασαίαν καὶ Ἀμυρταῖον ὀνομάζει τῶν Ἀργείων τοὺς Μακεδονίζοντας. ἰδεῖν οὖν, εἰ γραφικά ἐστιν ἁμαρτήματα. |
| μ 1460 | Μυρτίλος, Ἀθηναῖος, κωμικός, υἱὸς μὲν Λύσιδος, ἀδελφὸς δὲ τοῦ κωμικοῦ Ἑρμίππου. δράματα αὐτοῦ Τιτανόπανες, Ἔρωτες. |
| μ 1461 | Μύρτον: τὸ γυναικεῖον αἰδοῖον. Ἀριστοφάνης· οὐδὲ τῶ μύρτω θιγεῖν ἐῶντι πρὶν ἐξ ἑνὸς λόγου σπονδὰς ποιησόμεθα ποττὰν Ἑλλάδα. |
| μ 1462 | Μύρτον: τὸ σχῆμα τοῦ γυναικείου αἰδοίου, οὗ τὸ μεταξὺ κλειτορίς. ἀφ’ οὗ τὸ ἀκολάστως ἕπεσθαι κλειτορίζεσθαι. τὸ δὲ χεῖλος ὑποδορίς, τὸ δὲ σύμπτωμα μυρτοχείλη. |
| μ 1463 | Μυρτώνιον· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. φρούριον ἦν ἐν Θρᾴκῃ. |
| μ 1464 | Μυρώ, Βυζαντία, ποιήτρια ἐπῶν καὶ ἐλεγείων καὶ μελῶν, Ὁμήρου τοῦ τραγικοῦ θυγάτηρ, γυνὴ δὲ Ἀνδρομάχου τοῦ ἐπικληθέντος φιλολόγου. |
| μ 1465 | Μυρώ, Ῥοδία, φιλόσοφος. χρείας γυναικῶν βασιλίδων καὶ μύθους. |
| μ 1466 | Μῦς: ὄνομα κύριον πύκτου. σημαίνει δὲ καὶ εἶδος ζωϋφίου. |
| μ 1467 | Μύσαντος: καμμύσαντος. καὶ Ἔμυσας, ἀντὶ τοῦ ἐκάμμυσας. ἀκμαίη πρὸς ἔρωτα καὶ ἡδέα Κύπριδος ἔργα, Πατροφίλα, κανθοὺς τοὺς γλυκεροὺς ἔμυσας. |
| μ 1468 | Μῦς ἄρτι πίττης γευόμενος: ἐπὶ τῶν πρῴην μὲν τολμηρῶν καὶ ἀναιδῶν, ἀθρόον δὲ δειλῶν ἀναφανέντων. λύσις ὀνείρου· Μῦς δ’ αὖ φανεὶς ἔνδολος ἐν τρόποις πέλει. |
| μ 1469 | Μυσάττομαι: ἀποστρέφομαι. |
| μ 1470 | Μυσάχνη: ἡ πόρνη παρὰ Ἀρχιλόχῳ· καὶ ἐργάτις καὶ δῆμος καὶ παχεῖα. Ἱππῶναξ δὲ βορβορόπιν καὶ ἀκάθαρτον ταύτην φησίν, ἀπὸ τοῦ βορβόρου. καὶ ἀνασυρτόπολιν ἀπὸ τοῦ ἀνασύρεσθαι· Ἀνακρέων δὲ πανδοσίαν καὶ λεωφόρον καὶ μανιόκηπον· κῆπος γὰρ τὸ μόριον· Εὔπολις εἱλίποδας ἀπὸ τῆς εἱλήσεως τῶν ποδῶν τῆς κατὰ μίξιν. |
| μ 1471 | Μυσὶ κανθαρίς: ἐπὶ τῶν μηδενὸς ἀξίων. |
| μ 1472 | Μυσίων: Θρᾳκικῶν· μέρη γὰρ τῆς Θρᾴκης πολλὰ περὶ τὴν Μυσίαν. Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ κρημνῶν. τουτέστι χωρίων. |
| μ 1473 | Μύσκελλος· οὗτος χρησμοῦ δοθέντος, τὴν ὑγείαν τοῦ πλούτου προκρίνει. ὁ δὲ χρησμὸς οὗτος· χώρης καὶ πόλεως οἰκήτορα λαὸν ἔχοντες, ἤλθετ’ ἐρησόμενοι Φοῖβον, τίνα γαῖαν ἵκησθε· ἀλλ’ ἄγε δὴ φράζεσθ’, ἀγαθῶν πότερόν κεν ἕλοισθε, πλοῦτον ἔχειν κτεάνων ἢ τερπνοτάτην ὑγίειαν. καὶ ἀκούσαντες ὁ μὲν Ἀρχίας πλοῦτον αἱρεῖται· πλούσιοι γοῦν οἱ Συρακούσιοι· ὁ δὲ Μύσκελλος ὑγείαν· καί εἰσιν ἐρρωμένοι οἱ Κροτωνιᾶται. |
| μ 1474 | Μύσκελλος: ὄνομα κύριον. καὶ χρησμὸς ἐχρῆν αἰθρίας οὔσης ὕειν αὐτόν. ὅπου ἂν αὐτὸν ἐξ αἰθρίας ὑετὸς λάβῃ. ὁ δὲ ᾤετο οὐκ ἄν ποτε ὑφ’ ἑαυτοῦ κτισθήσεσθαι πόλιν, διὰ τὸ ἀδύνατον τοῦ χρησμοῦ. γενομένῳ δὲ αὐτῷ κατὰ τὴν Ἰταλίαν καὶ ἀμηχανοῦντι τὴν κτίσιν παρα‐ καθίσασαν τὴν παλλακίδα δακρύειν, ὀδυρομένην τὰς πλάνας, καί πως ἐνεχθῆναι τὰ δάκρυα τῆς αἰθρίας. τοῦτο γὰρ ὠνομάζετο κατὰ τοὺς Μυσκέλλου χρησμούς. τὸν δὲ συμβαλλόμενον τέλος εἰληφέναι τὸν χρησμὸν ἐκεῖσε κτίσαι πόλιν. |
| μ 1475 | Μῦς λευκός: οἱ κατοικίδιοι μύες ἄγαν πρὸς τὴν ὀχείαν κε‐ κίνηνται, καὶ μάλιστα οἱ λευκοί. οὗτοι δέ εἰσι θήλεις. ἐπὶ τῶν ἀκρα‐ τῶν περὶ τὰ ἀφροδίσια ἡ παροιμία εἴρηται. |
| μ 1476 | Μύσος: μίασμα. |
| μ 1477 | Μῦς πίσσης γεύεται: ἐπὶ τῶν νεωστὶ ἀπαλλασσόντων μετὰ κόπου. καὶ Ὅσα μῦς ἐν πίσσῃ, ἀπὸ Μυὸς τοῦ Ταραντίνου, κακῶς Ὀλυμπίασιν ἀπαλλάξαντος. |
| μ 1478 | Μυσῶν λεία: παροιμία τίς ἐστι λαβοῦσα τὴν ἀρχὴν ἀπὸ τῶν καταδρομῶν τῶν ἀστυγειτόνων τε καὶ λῃστῶν τῆς Μυσίας, κατὰ τὴν Τηλέφου τοῦ Βασιλέως ἀποδημίαν. |
| μ 1479 | Μυσῶν λεία: ἐπὶ τῶν κακῶς διαρπαζομένων· οἱ γὰρ περίοικοι κατ’ ἐκεῖνον τὸν χρόνον τοὺς Μυσοὺς ἐληΐζοντο. |
| μ 1480 | Μύσωνα τὸν Χηνέα. |
| μ 1481 | Μυσταγωγεῖ· αἰτιατικῇ. μυστήρια ἐπιτελεῖ· ὡς μυστήρια ἄγει, ἢ ἐκδιδάσκει. |
| μ 1482 | Μυσταγωγός: ἱερεύς. |
| μ 1483 | Μύστακα: τὸ χεῖλος. Ἰωάννην τὸν Μυστάκωνα παρεστήσατο, καὶ χειροτονεῖ τὸν Λογγίβαρδον. ζήτει ἐν τῷ ἀπόνοια. |
| μ 1484 | Μυστήρ. |
| μ 1485 | Μυστήρια: τελεταί. Μυστήρια ἐκλήθη παρὰ τὸ τοὺς ἀκούοντας μύειν τὸ στόμα καὶ μηδενὶ ταῦτα ἐξηγεῖσθαι. μύειν δέ ἐστι τὸ κλείειν τὸ στόμα. |
| μ 1486 | Μύστης: ὁ τὰ μυστήρια ἐπιστάμενος, ἢ διδάσκων. |
| μ 1487 | Μυστιλᾶται: κατατρώγει. ἰδίως δὲ μυστίλη λέγεται ὁ ἄρτος ὁ τοῖς κυσὶ βαλλόμενος. καὶ Μεμυστιλημένας, ἀντὶ τοῦ κατ‐ ειργασμένας ἤδη καὶ ἑτοίμους, τουτέστι μεμασημένας. |
| μ 1488 | Μυστίλην: ψωμόν. κοῖλον ἄρτον, ὃν ἐποίουν, ἵνα ζωμὸν ἐν αὐτῷ ῥοφῶσι. |
| μ 1489 | Μυστιπόλος: ὁ περὶ τὰ μυστήρια ἀναστρεφόμενος. |
| μ 1490 | Μυτιληναῖος: ὁ ἀπὸ Μυτιλήνης. |
| μ 1491 | Μύττις, μύττεως, τὰς μύττεις. |
| μ 1492 | Μυττωτόν: ὑπότριμμά τι διὰ σκορόδου. κατασκευάζεται δὲ ἀπὸ τυροῦ καὶ σκορόδου καὶ ᾠοῦ. ἀπὸ τοῦ παντὸς οὖν τοῦ κατα‐ σκευάσματος τὸ μέρος ἐδήλωσε, τουτέστι τὰ σκόροδα. οἴμοι τάλας, μυττωτὸν ὅσον ἀπώλεσα. |
| μ 1493 | Μυχαίτατον: ἐσώτατον. καὶ Μυχοίτατον. καὶ Μυχία, ἡ Ἀφροδίτη. |
| μ 1494 | Μυχθίζεις: χλευάζεις, μυκτηρίζεις. ἐν Ἐπιγράμμασι· καὶ σιμὰ σεσηρὼς μυχθίζεις· τάχα που σαρδάνιον γελάσεις. |
| μ 1495 | Μύχιος σήραγξ. |
| μ 1496 | Μυχός: ὁ ἐνδότατος τόπος. ὥς σφιν γένηται γηροβοσκὸς μέχρις εἰσαεὶ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ. |
| μ 1497 | Μυχοί: παρὰ Ἡροδότῳ καταδύσεις, τὰ ἔνδον. |
Also published as PDF.