Σοῦδα Φίλων Βύβλιος· γραμματικός. οὗτος γέγονεν ἐπὶ τῶν χρόνων τῶν ἐγγὺς Νέρωνος, καὶ παρέτεινεν εἰς μακρόν· ὕπατον γοῦν Σεβῆρον τὸν Ἐρέννιον χρηματίσαντα αὐτὸς εἶναί φησιν, ὅταν ἦγεν η καὶ ο ἔτος, ὀλυμπιάδι δὲ κ καὶ διακοσιοστῆι. γέγραπται δὲ αὐτῶι Περὶ κτήσεως καὶ ἐκλογῆς βιβλίων βιβλία ιβ· Περὶ πόλεων καὶ οὓς ἑκάστη αὐτῶν ἐνδόξους ἤνεγκε βιβλία λ· Περὶ τῆς βασιλείας Ἀδριανοῦ ἐφʼ οὗ καὶ ἦν ὁ Φίλων· καὶ ἄλλα.
Σοῦδα Ἕρμιππος Βηρύτιος· ἀπὸ κώμης μεσογαίου· μαθητὴς Φίλωνος τοῦ Βυβλίου, ὑφʼ οὗ ὠικειώθη Ἐρεννίωι Σευήρωι ἐπὶ Ἀδριανοῦ τοῦ βασιλέως, ἔκδουλος ὢν γένος, λόγιος σφόδρα. καὶ ἔγραψε πολλά. ἔγραψε καὶ Περὶ ὀνείρων.
Σοῦδα Παῦλος Τύριος· ῥήτωρ, γεγονὼς κατὰ Φίλωνα τὸν Βύβλιον· ὃς ἐπὶ Ἀδριανοῦ τοῦ βασιλέως πρεσβεύσας μητρόπολιν τὴν Τύρον ἐποίησεν.
Σοῦδα Ἡρωδιανὸς Ἀλεξανδρεύς· γραμματικός, υἱὸς Ἀπολλωνίου ... τοῦ ἐπικληθέντος Δυσκόλου. γέγονε κατὰ τὸν Καίσαρα Ἀντωνῖνον τὸν καὶ Μάρκον, ὡς νεώτερον εἶναι καὶ Διονυσίου τοῦ τὴν Μουσικὴν ἱστορίαν γράψαντος καὶ Φίλωνος τοῦ Βυβλίου.
Πορφύριος ἡ Φοινικικὴ ἱστορία ... ἣν Σαγχουνιάθων μὲν τῆι Φοινίκων γλώττηι συνέγραψεν, Φίλων δὲ ὁ Βύβλιος εἰς τὴν Ἑλλάδα γλῶσσαν διʼ ὀκτὼ βιβλίων ἡρμήνευσεν.
Σοῦδα Σερῆνος· ὁ καὶ Ἀθηναῖος, ὁ Αἴλιος χρηματίσας· γραμματικός. Ἐπιτομὴν τῆς Φίλωνος πραγματείας Περὶ πόλεων καὶ τίνες ἐφʼ ἑκάστης ἔνδοξοι, βιβλία γ.