The Beta section of the Suda contains 598 entries spanning common Greek vocabulary, proper nouns, and borrowed or obscure terms. It opens with Βαάλ, the Semitic deity, then moves through colloquial and onomatopoeic forms such as Βαβαί (an exclamation of wonder) and Βαβάκτης (one given to anger), before treating everyday objects like Βαβάκινος, a type of cooking pot.
The middle entries include verb forms and derivatives such as Βιοτεύω and Βιοῦται, the latter glossed with a citation from Herodotus, illustrating the lexicon's habit of anchoring definitions in classical prose usage. Later entries such as Βυσσοδομοῦντες (plotting from the depths) carry poetic citations, including fishing-net imagery from an unidentified hexameter source.
This letter is useful for studying Byzantine lexicographical method, the reception of Herodotus, and the range of semantic fields — religious terminology, emotional vocabulary, material culture, and poetic diction — that the Suda's compilers drew on when assembling entries under a single initial letter.
| β 1 | Βαάλ. |
| β 2 | Βαβακατρεῦ: βάρβαρός ἐστι φωνή· συγκατατίθεται δὲ ὁ βάρβα‐ ρος θεός. αἱ γὰρ ἄσημοι φωναὶ ἀντὶ συγκαταθέσεώς εἰσιν. |
| β 3 | Βαβάκινος: εἶδος χύτρας. |
| β 4 | Βαβάκτης: ὁ ὀργιστής. |
| β 5 | Βαβαί: θαυμαστικὴ φωνή. |
| β 6 | Βαβαὶ Μύξος: ἐπὶ τῶν κομπαζόντων καὶ μεγαλαυχούντων. Μύξος γὰρ ἐγένετο τῆς Ἀρτέμιδος ἱερεὺς, ἀστεῖός τις καὶ μεγάλαυχος. |
| β 7 | Βαβρίας ἢ Βάβριος· Μύθους ἤτοι Μυθιάμβους. εἰσὶ γὰρ διὰ χωλιάμβων ἐν βιβλίοις ιʹ. οὗτος ἐκ τῶν Αἰσωπείων μύθων μετέβαλεν ἀπὸ τῆς αὐτῶν λογοποιΐας εἰς ἔμμετρα, ἤγουν τοὺς χωλιάμβους. |
| β 8 | Βαβοῦς: ὄνομα κύριον. |
| β 9 | Βαβύλας: πηλός. βάθρον. βῆμα. |
| β 10 | Βαβύλας, ἐπίσκοπος Ἀντιοχείας. οὗτος, φασὶ, Νουμεριανῷ, οἱ δὲ Δεκίῳ, κατὰ δή τινα δαίμονα εἰσελθεῖν εἰς πληθύουσαν τὴν ἐκκλη‐ σίαν προθυμουμένῳ· στὰς γὰρ πρὸ τῶν θυρῶν ἀντισχεῖν φάσκων, εἰς δύναμιν μὴ περιόψεσθαι λύκον τῷ ποιμνίῳ ἐπεισερχόμενον. τὸν δὲ παραυτίκα μὲν ἀνακρουσθῆναι τῆς εἰσόδου, εἴτε στάσιν τοῦ ὄχλου ὑπειδόμενον, εἴτε καὶ ἄλλως αὐτῷ μεταβουλευθέν. ἐν χαλεπῷ μέντοι τὴν ἀντίστασιν τοῦ ἐπισκόπου ποιησάμενον, ἐπειδὴ ὡς ἑαυτὸν ἐπὶ τὰ βασίλεια ἀπηλλάγη, παραστήσασθαί τε αὐτὸν καὶ πρῶτα μὲν τὴν αἰτίαν τῆς κωλύσεως ἐγκαλεῖν, ἔπειτα μέντοι κελεύειν αὐτὸν τοῖς δαίμοσι θύειν, εἰ βούλοιτό γε τὴν ἐπὶ τῷ ἐγκλήματι δίκην διαφυγεῖν. τὸν δὲ πρὸς τὴν ἐπέγκλησιν ἀπολογήσασθαι καὶ τὴν πρόκλησιν διακρούσασθαι τὴν μὲν, φήσαντα ποιμένι ὄντι ἑαυτῷ πάντα προσήκειν ὑπὲρ τοῦ ποιμνίου προθυμεῖσθαι, τὴν δὲ, μὴ ἂν ἑλέσθαι τοῦ ὄντως ἀπο‐ στάντα θεοῦ ψευδωνύμοις ὀλετῆρσι δαίμοσι θύειν. εἶθ’ ὁ μὲν ὡς ἑώρα μὴ πειθόμενον προσέταξεν αὐτὸν ἁλύσεσι καὶ πέδαις ἐνδησα‐ μένους τὴν ἐπὶ θανάτῳ ἄγειν τῆς κεφαλῆς ἀφαιρήσοντας. ὁ δὲ, ἐπειδὴ ἤγετο τεθνηξόμενος, ταύτας ἀναλαβὼν ᾖδε τὰς τοῦ ψαλ‐ μοῦ ῥήσεις· ἐπίστρεψον ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐεργέτησέ σε. φασὶ δὲ καὶ τρεῖς παῖδας ἀδελφοὺς τὸ γένος κομιδῆ νέους ὑπ’ αὐτῷ ἀνατρεφομένους ἁρπαγῆναί τε αὐτοὺς ὑπὸ τοῦ βασιλέως, καὶ ὡς οὐδ’ αὐτοὶ θύειν ἤθελον, καίτοι παντοίας ἀνάγκης αὐτοῖς προσαγομένης, καὶ αὐτοὺς ἐκέλευσε τῶν κεφαλῶν ἀφαιρεῖν. οὓς, ἐπειδὴ ἧκον εἰς τὸ προκείμενον χωρίον, ὁ Βαβύλας ἑαυτοῦ προστησάμενος, προτέρους προσῆγε τῷ ξίφει, τοῦ μή τινα τρέσαντα αὐτῶν ἀναδῦναι τὸν θάνατον. καὶ ἀποτεμνομένων ταύτην ἀνειπὼν τὴν φωνήν· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός, ἔπειτα αὐτὸς προὔτεινε τὸν αὐχένα τῷ ξίφει, ἐντειλάμενος τοῖς τὸ σῶμα αὐτοῦ συλλεξομένοις τὰς ἁλύσεις καὶ τὰς πέδας αὐτῷ συνθάψαι. ἵν’ ᾖ μοι ταῦτα, φησὶ, κειμένῳ κόσμος. καὶ νῦν μετ’ αὐτοῦ, ὥς φασι, ταῦτα τυγχάνει κείμενα. |
| β 11 | Βαβυλωνία κάμινος· καὶ Βαβυλώνιοι παῖδες. |
| β 12 | Βαγαῖος: ὄνομα κύριον. παλλομένων δὲ, λαγχάνει ἐκ πάν‐ των Βαγαῖος. |
| β 13 | Βαγεύει: πλανητεύει. |
| β 14 | Βάγιον: μέγα. |
| β 15 | Βαγώας: ὄνομα κύριον· ὃς ἦν εὐνοῦχος. |
| β 16 | Βάδην: περιπάτῳ ἐρχόμενος. τοὺς μὲν προαπέστειλεν, αὐτὸς δὲ ἐν πλινθίῳ τὴν στρατιὰν ἐπαγόμενος ἐχώρει βάδην. καὶ αὖθις· βάδην καὶ σχολαίως ἀκολουθῶν. Ἀριστοφάνης· Μεγαρεῖς, ὅτ’ ἐπεί‐ νων βάδην, Λακεδαιμονίων ἐδέοντο. ἀντὶ τοῦ ἐλίμωττον, ὑπὸ λιμοῦ διε‐ φθείροντο. βάδην ἀντὶ τοῦ κατὰ βραχὺ αὐξανομένου τοῦ λιμοῦ καὶ ἐπίδοσιν λαμβάνοντος, προϊόντος ἐπὶ τὸ μεῖζον. |
| β 17 | Βαδδίν: στολὴ ἱερά. Δανιήλ· ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἦν ἀνὴρ ἐνδεδυμένος βαδδίν. |
| β 18 | Βάδιζε. καὶ Βαδίζου, ἀντὶ τοῦ βάδιζε. Κρατῖνος. |
| β 19 | Βαδιστέα: ἀντὶ τοῦ πορευτέον. ἐμοὶ δὲ βαδιστέα, οἷ σοφία καὶ δαίμων με ἄγει. |
| β 20 | Βαδιστικοῦ: ὀξύποδος. Ἀριστοφάνης. ὡς ὄντος γε μὴ βα‐ διστικοῦ. |
| β 21 | Βάδιλλος. |
| β 22 | Βάδιος: υἱός. σημαίνει δὲ καὶ ἵππου χροιάν. |
| β 23 | Βάδος: ἡ βάδισις. Ἀριστοφάνης Ὄρνισι· διὰ ταῦτα τόνδε τὸν βάδον βαδίζομεν. ἐν παιδιᾷ παρεσχημάτισται. ὡς γὰρ ἀπὸ τοῦ πα‐ τεῖν πάτος· Ὅμηρος· πάτον ἀνθρώπων ἀλεείνων· οὕτως ἀπὸ τοῦ βα‐ δίζειν βάδος. |
| β 24 | Βαήλ. |
| β 25 | Βαθάλη: ὄνομα κύριον. |
| β 26 | Βαθεῖα κόμη: ἡ δασεῖα. ἀπεκείρατο τὴν κόμην· ἦν δὲ πολλὴ καὶ ξανθὴ καὶ βαθεῖα. βαθείᾳ τῇ τριχὶ κομῶντα, καὶ γηραιὸν πολιᾷ. πλοῦτον εἶναι τὴν Λαφρίαν Ἄρτεμιν. |
| β 27 | Βαθεῖαν αὔλακα: ὅπερ ἐστὶ στίχος γῆς ὑπὸ ἀρότρου. μετα‐ φορικῶς ἀπὸ τοῦ βαθείας φρένας καὶ κεκρυμμένας σημαίνει. |
| β 28 | Βάθος· βάθος ἐστὶ φάλαγγος τὸ μετὰ τὸ μέτωπον ἅπαν. καὶ ὁ ἀπὸ λοχαγοῦ ἐπὶ οὐραγὸν στίχος κατὰ βάθος λέγεται. ζήτει περὶ τοιούτων ἐν τῷ τέλει τοῦ δευτέρου βιβλίου. |
| β 29 | Βαθμίδος. |
| β 30 | Βάθρα· χθὲς μὲν καὶ πρώην δεδρακότες τοῦ καπηλείου καὶ τού‐ του βάθρα καλλύνων καὶ τοὔδαφος κορεῖν, ἄρτι δὲ χλαμύδας τὰς εὐ‐ παρύφους ἐνδεδυκότες καὶ περόναις χρυσαῖς διαπεπερονημένοι καὶ σφραγῖσι χρυσοδέτοις διεσφιγμένοι. καὶ Βάθρον, θεμέλιον. καὶ Βάθρα, ἀγάλματα. ἀπολυομένου δὲ αὐτοῦ τοὺς βλαυτίους καὶ πρὸς βάθρον προσηρεικότος τὸν ἕτερον πόδα, προσδραμών τις τῶν στρατιωτῶν μετ’ ἐγχειριδίου τοῦτον ἀπέτεμε. καὶ Σοφοκλῆς· Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου. τουτέστι τὸ θεμέλιον, τὸ ἕδρασμα, δι’ ὃν ἵσταται ἡ Σαλα‐ μίς. Βάθρον καὶ ἐφ’ οὗ κάθηνται ἐν τοῖς συλλόγοις. |
| β 31 | Βαθυγνώμων ἄνθρωπος καὶ κρυψίνους. Ῥουφῖνος καὶ Γλίχων ἐπίτροποι Θεοδοσίου τοῦ βασιλέως. |
| β 32 | Βαθύγλωσσοι: ἐλλόγιμοι, εὔγλωττοι. |
| β 33 | Βαθυδίνης: ἐν βάθει ἔχων τὰ ῥεύματα. |
| β 34 | Βαθυκαμπῆ: ἐπιπολὺ καμπτομένην. καὶ βαθυκαμπῆ κλεῖδα συῶν. |
| β 35 | Βαθυλήϊον: σιτοφόρον πεδίον. |
| β 36 | Βαθυπέπλων: μεγάλων, ἐκ τοῦ παρακολουθοῦντος. |
| β 37 | Βαθύπλουτος: πολὺν πλοῦτον ἔχουσα. εὐδαίμονα καὶ βαθύ‐ πλουτον εἶναι τὴν Λαφρίαν Ἄρτεμιν. |
| β 38 | Βαθυρρείτης: ὁ βαθέα ῥεύματα ἔχων. |
| β 39 | Βαθύς: ἀντὶ τοῦ πονηρός. οὕτως Μένανδρος. |
| β 40 | Βαθύστρωτος κοίτη. τὸν δὲ τῆς βαθυστρώτου καταβᾶσα κοίτης ἐπεδίωκεν ἡ νύμφη. ἀντὶ τοῦ πολυτελοῦς. |
| β 41 | Βαθύσχοινον: ὑψηλὰς σχοίνους φέροντα. |
| β 42 | Βαθύτατα: παχέα. Αἰλιανός· αἰθρίας γὰρ οὔσης καὶ πανηλίῳ ἡμέρᾳ ἄφνω καὶ ἀδοκήτως νέφη συνδραμεῖν οἷα δή που βαθύτατα καὶ καταρρῆξαι πάμπολυν ὑετόν. |
| β 43 | Βακάντης: ὁ σχετλιαστής. |
| β 44 | Βακάντιβος: σχολαστὴς, μὴ παραμένων τῷ πράγματι αὐτοῦ. |
| β 45 | Βακκαῖοι: ὥσπερ Ἐσσαῖοι. ἔστι δὲ ἔθνος Ἰβηρικόν. |
| β 46 | Βάκηλος: μέγας μὲν, ἀνόητος δὲ καὶ γυναικώδης. Βάκηλος, εὐνοῦχος, ἀπόκοπος. καὶ παροιμία· Βάκηλος εἶ, κατὰ τῶν ἐκλύ‐ των καὶ ἀνάνδρων. τοιοῦτοι γὰρ οἱ ἀπόκοποι. |
| β 47 | Βάκις: ἐπίθετον Πεισιστράτου. ἦν δὲ χρησμολόγος. Φιλήτας δὲ ὁ Ἐφέσιός φησι τρεῖς Βάκιδας· ὁ μὲν ἐξ Ἐλεῶνος τῆς Βοιωτίας, ὁ δὲ Ἀθηναῖος, ὁ δὲ Ἀρκὰς ἐκ πόλεως Καφύης, ὃς καὶ Κύδας ἐκα‐ λεῖτο καὶ Ἀλήτης. Θεόπομπος δὲ ἐν τῇ θʹ τῶν Φιλιππικῶν ἄλλα τε πολλὰ περὶ τούτου τοῦ Βάκιδος ἱστορεῖ παράδοξα, καὶ ὅτι ποτὲ τῶν Λακεδαιμονίων τὰς γυναῖκας μανείσας ἐκάθηρεν, Ἀπόλλωνος τούτοις τοῦτον καθαρτὴν δόντος. |
| β 48 | Βακτηρεύειν: στηρίζεσθαι. |
| β 49 | Βακτηρία καὶ σύμβολον· οἱ λαχόντες δικάζειν ἐλάμβανον παρὰ τῶν δημοσίων ὑπηρετῶν σύμβολον καὶ βακτηρίαν, καὶ οὕτως ἐδίκαζον. τὴν χρόαν ὁμοίαν εἶχε τῇ βακτηρίᾳ τὸ δικαστήριον. τὸ μέντοι σύμ‐ βολον 〈μετὰ〉 τὴν κρίσιν ἀποδιδοῦντες ἐκομίζοντο τριώβολον· ὅπερ καὶ δικαστικὸν γέγονεν. |
| β 50 | Βάκτρον: ῥάβδος. γηραλέον νῦν ἀντὶ πανοπλίης βάκτρον ἀμειψάμενος. λέγεται καὶ σκηπάνιον. ἀντὶ δὲ πλήκτρου, σκηπανίῳ τρομερὰς χεῖρας ἐρεισάμεθα. |
| β 51 | Βάκχαι καὶ Σάτυροι καὶ Πᾶνες καὶ Σιληνοί, ὀπαδοὶ Διονύσου. |
| β 52 | Βακχέβακχον ᾆσαι: ἀντὶ τοῦ εὐφημῆσαι τὸν Διόνυσον. Βάκχαν γὰρ ὁ Διόνυσος. |
| β 53 | Βακχευούσας σὺν τῷ μέλει τῷ βακχείῳ τε καὶ ἐνθέῳ. |
| β 54 | Βακχεύων: μαινόμενος. καὶ Κατεβακχεύοντο, τουτέστιν ἐνεθουσίων ἐπιπνοίας τινὸς πληρωθέντες. ἐπ’ αὐτήν που τὴν τελε‐ σιουργὸν κατεβακχεύοντο πρᾶξιν χωρεῖν σώφρονι μανίᾳ ἐς συμπλο‐ κὴν ἐξοιστρούμενοι. |
| β 55 | Βακχεία ποιμαντική· καὶ Βακχεῖος. |
| β 56 | Βάκχης τρόπον: ἐπὶ τῶν ἀεὶ στυγνῶν καὶ σιωπηλῶν· παρόσον αἱ Βάκχαι σιγῶσιν. |
| β 57 | Βάκχος: οὕτως οὐ μόνον τὸν Διόνυσον ἐκάλει, ἀλλὰ καὶ πάν‐ τας τοὺς τελοῦντας τὰ ὄργια· οὐ μὴν καὶ τοὺς κλάδους οἱ μύσται φέρουσιν. ἔστι δὲ καὶ στεφάνου εἶδος. Βάκχοισιν κεφαλὰς πολυαν‐ θέσιν ἐστέψαντο. καὶ Πισίδης· πολλοὺς δὲ Βάκχους ἦν ὁρᾶν ἀκου‐ σίως τὴν ἐσχάτην ὄρχησιν ἐξορχουμένους. |
| β 58 | Βακχίδης: ὁ τοῦ Διονύσου υἱός. |
| β 59 | Βακχυλίδης, Κεῖος, ἀπὸ Κέω τῆς νήσου, πόλεως δὲ Ἰουλίδος (ἔχει γὰρ πόλεις δʹ, Ἰουλίδα, Καρθαίαν, Κορεσσίαν, Ποιήεσσαν), Μέδω‐ νος υἱὸς, τοῦ Βακχυλίδου τοῦ ἀθλητοῦ παιδός· συγγενὴς Σιμωνίδου τοῦ λυρικοῦ, καὶ αὐτὸς λυρικός. |
| β 60 | Βάκχυρις: ἐπὶ τῶν δικαιοτάτων. τοιοῦτος γὰρ οὗτος, βασιλεὺς Αἰγύπτου. |
| β 61 | Βαλανάγρα: ἡ κλείς, παρὰ τὸ ἀγρεύειν τὴν βάλανον. βάλανος δέ ἐστι τὸ εἰς τὸν μοχλὸν σιδήριον, ὃ καλοῦμεν μάγγανον. καὶ βάλανοι, τὰ μάγγανα τῆς κλειδώσεως. καὶ βεβαλάνωται, ἀντὶ τοῦ κεκλείδωται. |
| β 62 | Βαλανεώτης. |
| β 63 | Βαλανεύς: ἐπὶ τοῦ πολυπράγμονος καὶ περιέργου. |
| β 64 | Βαλανειομφάλους: τὰς φιάλας οἱ κωμικοὶ καλοῦσι. Βα‐ λανεῖον δὲ ἐκλήθη, διότι τὰς βαλάνους ἐσθίοντες τὰ κελύφη ἔκαιον. λέγουσι δὲ ὅτι οἱ πολλοὶ ἐλαττοῦσι τὸν ἀέρα τῷ λουτρῷ, εἰς ἑαυτοὺς αὐτὸν ἕλκοντες. καὶ Βαλανείτης, ὁ παρὰ τοῖς πολλοῖς καλού‐ μενος περιχύτης. ἔστι δὲ τὸ βαλανεῖον ὁδὸς ἐπὶ τρυφήν. ὅτι τὸ καταρχὰς, μὴ ὄντων βαλανείων, ἐν ταῖς σκάφαις καὶ πυέλοις οἱ ἀρχαῖοι ἐλούοντο. |
| β 65 | Βαλανίς: ἡ τοῦ βαλανέως γυνή. |
| β 66 | Βάλανος: τὸ αἰδοῖον καὶ τὸ ψέλιον. καὶ Βάλανοι φοινί‐ κων. οἶνον ἔπινον ἀπὸ τῆς βαλάνου τῆς ἀπὸ τοῦ φοίνικος. καὶ αὖθις· αἱ δὲ βάλανοι τῶν φοινίκων, οἵας μὲν ἐν τοῖς Ἕλλησιν ἔστιν ἰδεῖν, τοῖς οἰκέταις ἀπέκειντο, αἱ δὲ τοῖς δεσπόταις ἀποκείμεναι ἦσαν ἀπόλεκτοι. |
| β 67 | Βαλάντιον: μάρσιπος. Εὐνάπιος· εἴτε φιλοχρήματος εἴη καὶ δοῦλος τῶν βαλαντίων. καὶ ταῦτα σαφῶς ἐκπυνθανόμενοι πρὸς ταῦτα διεστρατήγουν τὸν πόλεμον. |
| β 68 | Βαλαντιοτόμος: κλέπτης. καὶ Βαλαντιοτόμοι. χρημά‐ των τε μεγάλων ἐωνημένοι ἤγοντο μοιχοὶ, πόρνοι, τοιχωρύχοι, βαλαντιο‐ τόμοι, ἀνδραποδισταὶ καὶ τὰ τοιαῦτα ἔθνη. Βαλαντιοτόμοι δὲ οἱ τὰ βαλάντια κλέπτοντες. |
| β 69 | Βαλβίς· Βαλβῖδος. βάσις ταπεινὴ, ἡ ἀφετηρία, καὶ ὁ καμ‐ πτός. ὥσπερ ἐκ βαλβῖδός τινος οἱ τὰ τέθριππα ἀφιέντες, ἀναπετα‐ σθείσης τῆς πύλης. καὶ Βαλβῖσιν, ἀντὶ τοῦ ταῖς ἀρχαῖς. εἴρηται δὲ ἀπὸ τῶν δρομέων. ἡ γὰρ ὑπὸ τὴν ὕσπληγα γινομένη γραμμὴ, διὰ τὸ ἐπ’ αὐτῆς βεβηκέναι τοὺς δρομέας, βαλβὶς καλεῖται. ἀπὸ τοῦ ἅλλομαι ἁλμὶς, ἁλβὶς, ὑπερβιβασμῷ βαλβίς. ἢ ἀπὸ τοῦ βαίνω. |
| β 70 | Βάλε, βάλε, τὸ τρίτον εἴη: ἀντὶ τοῦ εἴθε μοι. |
| β 71 | Βάλλ’ ἐς κόρακας: τουτέστιν ἄπιθι εἰς ἀπώλειαν καὶ φθόρον. ἀπὸ ἱστορίας ἐν ταῖς παροιμίαις κειμένης. |
| β 72 | Βαλεντινιανός, βασιλεὺς Ῥωμαίων. οἱ δὲ Οὐαλεντινιανός. καὶ ζήτει ἐν τῷ Σαλούστιος. |
| β 73 | Βαλεριανός, βασιλεὺς Ῥωμαίων. |
| β 74 | Βάλλ’ ἐς Μακαρίαν: ἐπὶ τῶν ἑαυτοὺς εἰς κίνδυνον κατ’ ἀρετὴν διδόντων. |
| β 75 | Βάλλ’ ἐς Μακαρίαν: οἷον εἰς ᾅδου. Μακαρία γὰρ ἡ Ἡρα‐ κλέους, ὁπηνίκα ἐπεστράτευσεν ὁ Εὐρυσθεὺς ταῖς Ἀθήναις, ἑαυτὴν ἐπέδωκε σφάγιον ὑπὲρ τῆς τῶν λοιπῶν σωτηρίας. τὸ δ’ αὐτὸ τοῦτο καὶ οὕτως λέγουσιν, ἐς Μακαρίαν, καὶ εἰς Μακαρίαν. |
| β 76 | Βάλλεται: πλήττεται, πυρπολεῖται. βάλλεται δὲ ἡ ναῦς σκηπτῷ, καὶ ἦν δέος ἐξαφθῆναί τε καὶ καταδῦναι τὸ σκάφος. |
| β 77 | Βαλεῖν: τὸ πόρρωθεν πέμψαι. οὐτάσαι δὲ καὶ νύξαι καὶ τύψαι, τὸ ἐκ χειρὸς τρῶσαι. Βάλλειν παρ’ Ὁμήρῳ καὶ ἐπὶ τοῦ τυγχά‐ νειν. βάλεν ἄγρια πάντα. |
| β 78 | Βάλλειν μήλοις: ἐπὶ τῶν τυγχανόντων ὧν ἐρῶσιν. καὶ Βάλλω· αἰτιατικῇ. τοὺς πόρρωθεν βάλλων τοξεύμασι τοῖς ἐκ μέλανος. καὶ τόνδ’ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα. |
| β 79 | Βάλλ’ εἰς ἔχοντα τὴν ἐπιστήμην: ἐπὶ τῶν λοιδορούντων τοὺς ὁμοτέχνους. |
| β 80 | Βάλλ’ εἰς ὕδωρ: ὅτι καταπόντισον. |
| β 81 | Βακτηρία καὶ σχῆμα καὶ τριβώνιον, ἢ τριώβολον: τοῦτο ἐπὶ τῶν σκωπτόντων δικαστὰς τοὺς Ἀθήνησιν. |
| β 82 | Βαλίαν: τὴν ἔλαφον τὴν κατάστικτον. καὶ Βαλίων ἀνέ‐ μων· λήγετε πνοιαὶ βαλίων ἀνέμων. τουτέστι σφοδρῶς πνεόντων. παρὰ Συνεσίῳ τῷ Κυρηναίῳ. καὶ αὖθις· θηρεύων βαλίους συνομή‐ λικας ἐν νομῷ ὕλης· ᾤχεο γὰρ πυμάτ’ εἰς Ἀχέροντος ὁδόν. |
| β 83 | Βαλιαρίδων νήσων σφενδονῆται εὔστοχοι. |
| β 84 | Βαλίος: ἵππος. |
| β 85 | Βαλμός: στῆθος. |
| β 86 | Βάλλων Σωκράτη καὶ Ζήνωνα τοῖς ἐκ Διονυσίων σκώμμασι, καὶ τοὺς ὑπ’ αὐτῶν ἀξιῶν πάσης ἐλαύνεσθαι γῆς καὶ θαλάττης, ὡς ὄντας κῆρας πόλεών τε καὶ πολιτείας· νῦν δὲ στεφανῶν αὐτοὺς καὶ παρά‐ δειγμα τιθέμενος βίου γενναίου καὶ σώφρονος. |
| β 87 | Βαλὼν φεύξεσθ’ οἴει; πρὸς τοὺς κακόν τι δράσαντας καὶ οἰομένους ἐκφεύγειν. |
| β 88 | Βαλτάσαρ: οὕτως ἐπεκλήθη ὁ Δανιὴλ εἰς τιμὴν τῆς τῶν ἀπορ‐ ρήτων σαφηνείας. |
| β 89 | Βάμμα Κυζικηνόν: τὴν ἀκάθαρτον ἀσχημοσύνην Ἀττικοὶ λέ‐ γουσι. καὶ ἑτέρα παροιμία· Βάμμα Σαρδιανικόν, ἀντὶ τοῦ μή σε ἐρυθρὸν ποιήσω· οἷον ἵνα μή σε φοινίξω. νῆσος γάρ ἐστι μεγίστη ἡ Σαρδὼ πρὸς τῇ Ἰταλίᾳ, ἐν ᾗ γίνονται πορφύραι διάφοροι καὶ ὀξύ‐ ταται. βούλεται οὖν δηλοῦν, ἵνα μή σε πληγὰς ἐντρίψω. ζήτει ἐν τῷ ἄγχουσα περὶ ἐρυθήματος γυναικῶν. |
| β 90 | Βάμβαξ, ἢ πάμβαξ καὶ παμβακίς: τὸ παρὰ πολλοῖς λεγόμενον βαμ‐ βάκιον. ἐν Ἐπιγράμμασι· καὶ τὴν τρυτοδόκην κοιτίδα παμβακίδων. |
| β 91 | Βαμβαίνει: διστάζει, τρέμει τοῖς ποσὶ καὶ τῇ γλώττῃ ἀσήμως φθέγγεται. |
| β 92 | Βάναυσος: πᾶς τεχνίτης διὰ πυρὸς ἐργαζόμενος. βαῦνος γὰρ ἡ κάμινος. καί, τοῖς ἐκ τῆς ἀγορᾶς βαναύσοις φέρειν προσέταξε βέλη καὶ παραβάλλειν ἔξω παρὰ τὸν θεμέλιον τοῦ τείχους. |
| β 93 | Βάναυσος· ἐπὶ τούτοις σεμνύνεται κατὰ τὴν πολιτείαν, ἐφ’ οἷς ἂν καὶ τελώνης σεμνυνθείη βάναυσος. ἐπὶ γὰρ τῷ πολλὰ καὶ λυσιτε‐ λῶς πωλεῖσθαι κατὰ τὴν πόλιν καὶ δαψιλῆ τὰ πρὸς βίον ὑπάρχειν πᾶσιν, ἐπὶ τούτοις μεγαλαυχεῖ. |
| β 94 | Βάνδον: οὕτω καλοῦσι Ῥωμαῖοι τὸ σημεῖον τὸ ἐν πολέμῳ. |
| β 95 | Βάξιν: φήμην. Σοφοκλῆς· εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς ταῖς νῦν νομίζεις πρός γ’ ἐμοῦ πεπονθέναι λόγοισιν εἴτ’ ἔργοισιν εἰς βλάβην φέρον, οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος φέροντι τήνδε βάξιν. ἀντὶ τοῦ οὐ βούλομαι ζῆν ἐπὶ ταύτῃ τῇ φήμῃ. |
| β 96 | Βαπτά: βαπτὰ ἱμάτια ἐφόρουν οἱ νυμφίοι πρὸς τὸ φαίνεσθαι τεκμήριον τῆς φθορᾶς. Ἀριστοφάνης Πλούτῳ· οὔθ’ ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων. ἀντὶ τοῦ ἑτεροχρόων. |
| β 97 | Βαπτίζω· αἰτιατικῇ. |
| β 98 | Βάπτουσι: πλύνουσιν. Ἀριστοφάνης· πρῶτα μήτ’ ἄρια βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον. ἀντὶ τοῦ οὐδὲν καινοτομοῦσιν. |
| β 99 | Βάραθρον: χάσμα τι φρεατῶδες καὶ σκοτεινὸν ἐν τῇ Ἀττικῇ, ἐν ᾧ τοὺς κακούργους ἔβαλλον· ἐν δὲ τῷ χάσματι τούτῳ ὑπῆρχον ὄγκινοι, οἱ μὲν ἄνω οἱ δὲ κάτω. ἐνταῦθα τὸν Φρύγα τὸν τῆς μη‐ τρὸς τῶν θεῶν ἐνέβαλον ὡς μεμηνότα, ἐπειδὴ προέλεγεν, ὅτι ἔρχεται ἡ μήτηρ εἰς ἐπιζήτησιν τῆς κόρης. ἡ δὲ θεὸς ὀργισθεῖσα ἀκαρπίαν ἔπεμψε τῇ χώρᾳ· καὶ γνόντες τὴν αἰτίαν διὰ χρησμοῦ τὸ μὲν χάσμα κατέχωσαν, τὴν δὲ θεὸν θυσίαις ἵλαον ἐποίησαν. |
| β 100 | Βάραθρον: τόπος βαθὺς, ὅπου οἱ κακοῦργοι ἐμβάλλονται Ἀθή‐ νησι καὶ οἱ ἐπὶ θανάτῳ· ὥσπερ εἰς τὸν Κεάδαν οἱ Λακεδαιμόνιοι. |
| β 101 | Βάραθρον: ὄρυγμά ἐστιν, εἰς ὃ ὁ τῆς Ἱπποθοωντίδος δῆμος τοὺς ἐπὶ θανάτῳ κατακρίτους ἐνέβαλλον. ἐν δὲ Φιλιππικοῖς ὁ Δη‐ μοσθένης τὴν λέξιν οὐ κυρίως εἶπεν, ἀλλ’ ἐκ μεταφορᾶς, οἷον ἐν τῷ ὀλέθρῳ. |
| β 102 | Βαρακηνίς: ἡ ἄκανθα. |
| β 103 | Βαράμης. |
| β 104 | Βαρβαρίζει: ἀντὶ τοῦ τὰ τῶν βαρβάρων φρονεῖ. οὕτως Πλά‐ των. ἔστι δὲ βαρβαρισμὸς ἐκ τῶν κακιῶν λέξις παρὰ τὸ ἔθος τῶν εὐδαιμονούντων Ἑλλήνων· σολοικισμὸς δέ ἐστι λόγος ἀκαταλλήλως συντεταγμένος· ὡς τὸ ἐγὼ περιπατῶν ὁ τοῖχος ἔπεσεν. |
| β 105 | Βαρβάρους: ἀντὶ τοῦ ἀφώνους ἢ ἀνηκόους ἀνθρώπων καὶ μὴ εἰδότας αὐτῶν τὴν φωνήν. Ἀριστοφάνης Ὄρνισιν· ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας προτοῦ, ἐδίδαξα τὴν φωνὴν συνὼν πολὺν χρόνον. περὶ τῶν ὀρνέων λέγει ὁ ἔποψ. |
| β 106 | Βαρδίσαγνος: ὁ τὰς γυναῖκας βιαζόμενος. |
| β 107 | Βάρβιτος: εἶδος ὀργάνου μουσικοῦ. |
| β 108 | Βάρδιστοι: βραδύτατοι. |
| β 109 | Βάρβιος, Φιλιππικός· οὗτος ἐπὶ τῶν τριῶν τυράννων ἦρχε. θέραψ δὲ ἦν τὸν τρόπον καὶ κολακικὸς, καὶ μέντοι καὶ τῷ περὶ τὸν Ἀντώνιον θιάσῳ κατείλεκτο· καὶ ταύτην γε τὴν ἀρχὴν ἦρχε τὴν ἐκείνου χάριν. τοῦτόν τε οὖν τὸν τότε σοβαρὸν καὶ πορφυροῦν τῇ τιμῇ καὶ ἐν ἀγορᾷ τῇ Ῥωμαίων ὑψηλὸν διάγοντα καὶ δικάζοντα ὁ δεσπότης ἀνέγνω ἐλθὼν πρότερον μὲν ἀποδράντα, ἐν ἐκείνῳ δ’ οὖν τοῦ καιροῦ πομπεύοντα ἁβρὸν καὶ κυδρούμενον καὶ σὺν τῇ ἀρχῇ θρυπτόμενον. καὶ προσελ‐ θὼν ἡσυχῇ κατόπιν θοιματίου λαβόμενος, χαῖρε, εἶπε, τὸ ὄνομα προσ‐ θεὶς τὸ ἀρχαῖόν τε καὶ δοῦλον. καὶ ἐκεῖνος ἐκπλήττεται ῥᾳδίως τὸν δεσπότην γνωρίσας καὶ δεῖται σιωπᾶν καὶ ἐς τὰ οἰκεῖα ἄγει, καὶ κατα‐ βαλὼν πάμπλειστα, εἶτα μέντοι ἑαυτὸν ἐλύσατο. καὶ αἰδοῖ Ἀντωνίου τῇ κηλῖδι τῇδε σιγὴ κατεχύθη ἀργυρώνητος. ἔκρινα δὴ καὶ ταύτην τῆς τύχης μὴ σιγῆσαι τὴν παιδιάν. |
| β 110 | Βάρβιτον: ψαλτήριον, κιθάρα. εἶδος ὀργάνου μουσικοῦ. ὦ τὸ φίλον στέρξας, φίλε, βάρβιτον. περὶ Ἀνακρέοντος ὁ λόγος. παροι‐ μία ἐπὶ τῶν ἀνομοίων. Ἀριστοφάνης· τίς ἡ στολή; τίς ἡ τάραξις τοῦ βίου; τί βάρβιτος λαλεῖ κροκωτῷ; τί δὲ λύρα κεκρυφάλῳ; τί λήκυθος καὶ στρόφιον; ὡς ἀξύμφορον. τίς δὲ κατόπτρου καὶ ξίφους κοινωνία; |
| β 111 | Βαργαδώθ: υἱὸς λύπης. |
| β 112 | Βαρέως. βασταγμάτων. |
| β 113 | Βαρεῖα χείρ: ἡ δυνατή. συνέστη δὲ πλῆθος ἱκανὸν, καὶ βαρεῖα χεὶρ καὶ παράδοξος. |
| β 114 | Βάρεις: πλοῖα, τείχη, στοαὶ, αὐλαὶ, πύργοι, σφαῖραι. ὁ δὲ ἐπεμέλλετο βαρῶν. τουτέστι τειχῶν. δέξαι μ’, εἰ καὶ σοὶ μέγα βρίθεται ὀκρυόεσσα βάρις, ἀποφθίμενον τὸν κύνα Διογένη. |
| β 115 | Βάρεις ἐλεφάντιναι: αἱ πανταχοῦ τῆς γῆς ἐκκλησίαι, μία δὲ τῇ πίστει, ἐν αἷς γεραίρεται ὁ θεός. καὶ Βάρεων, ἡ γενικὴ τῶν πληθυντικῶν. Βάρις δὲ στοὰ καὶ πόλις. |
| β 116 | Βαρθολομαῖος: ὄνομα κύριον. |
| β 117 | Βαρκαίοις: Λιβυκοῖς. Βάρκη γὰρ πόλις Λιβύης, ἡ νῦν Πτολε‐ μαῒς καλουμένη. |
| β 118 | Βάρνη: υἱὸς ἁλλόμενος. |
| β 119 | Βαρόεις. |
| β 120 | Βάρος: ἐπὶ τῶν μεγίστων πόλεων. ἡ δὲ Καπύη μεταθεμένη πρὸς τοὺς Καρχηδονίους τῷ βάρει συνεπεσπάσατο καὶ τὰς ἄλλας πόλεις. |
| β 121 | Βάρος· περὶ Πολέμωνος· ἦν δὲ καὶ τὸ βάρος οἱονεὶ Δώριός τις οἰκονομία. προορώμενος δὲ καὶ κατορρωδῶν τὸ βάρος καὶ τὸ φιλόνεικον τῶν ἀνθρώπων. ἀντὶ τοῦ τὸ πλῆθος, τὴν ἰσχύν. Πολύ‐ βιός φησι. καὶ αὖθις· ἐπισημηνάμενος δὲ τοῦ Σικυῶνος τὴν ὀχυρό‐ τητα καὶ τὸ βάρος τῆς τῶν Ἀργείων πόλεως ἦλθεν εἰς Ἐπίδαυρον. καὶ αὖθις· ἐπολυπραγμόνησαν ἀκριβῶς τῆς πόλεως τὴν θέσιν καὶ τὸ βάρος. βάρος γὰρ ἡμᾶς οὐδὲν ἐκ τούτων ἔχει. οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομεν λαμπρὸν ποιεῖσθαι μᾶλλον, ἢ τοῖς δρωμένοις. |
| β 122 | Βάρος: ὄνομα κύριον. ἦν δὲ ἱερεύς. καὶ ζήτει τὴν περὶ τούτου ἱστορίαν ἐν τῷ ἔμβαρός εἰμι. |
| β 123 | Βάρρων, ἱστορικός. ἐπιτομὴν τῶν κατ’ Ἀλέξανδρον τὸν Μα‐ κεδόνα. |
| β 124 | Βαρῶ· αἰτιατικῇ. |
| β 125 | Βαρῶν: τειχῶν. |
| β 126 | Βαρσύμης Πέτρος· ζήτει ἐν τῷ δέξιος. |
| β 127 | Βαρύβρομος: βαρύηχος. καὶ πόντον βαρύβρομον. διὰ τὸν τῶν κυμάτων ψόφον. |
| β 128 | Βαρυδαίμων: ἀτυχής. ὁ δὲ Κρὴς ὑπάρχων καὶ φύσει ποι‐ κίλος, πᾶν ἐβάσταζε πρᾶγμα καὶ πᾶσαν ἐπίνοιαν ἐψηλάφα. ἀντὶ τοῦ διεσκέπτετο. |
| β 129 | Βαρυηχέος: τοῦ μέγα ἠχοῦντος. οἱ γὰρ βαρεῖς ποταμοὶ ῥέοντες μέγαν ἦχον ἀπεργάζονται. Ἀριστοφάνης Νεφέλαις· ἀπ’ Ὠκεανοῦ βαρυηχέος. |
| β 130 | Βαρύμηνις: μνησίκακος. |
| β 131 | Βαρυνόμενος: καταπονούμενος. Πολύβιος· ὁ δὲ ἐξαναστὰς προῆγε, τὰ μὲν ὑπὸ τῆς ἀρρωστίας, τὰ δὲ ὑπὸ τῆς ἡλικίας βαρυνό‐ μενος. εἶχε γὰρ οʹ ἔτος. |
| β 132 | Βαρύνω· αἰτιατικῇ. καὶ Βαριῶ· αἰτιατικῇ. |
| β 133 | Βαρυπήμων: ἄθλιος, βεβαρημένος, κακός. |
| β 134 | Βαρυπρεπής: πολυτελής. καὶ τὸ μέσον τῆς ἡμέρας εὐωχία περιεκέχυτο βαρυπρεπὴς τῷ Λέοντι καὶ πρὸς ἑαυτὴν ἐκάλει. |
| β 135 | Βαρυσυμφορώτατος: δυστυχής. νομίζων ἑαυτὸν βαρυσυμ‐ φορώτατον γεγονέναι πάντων ἀνθρώπων. |
| β 136 | Βασάν: αἰσχύνη. εἶπε Κύριος, ἐκ Βασὰν ἐπιστρέψω. ὁ Δαβίδ φησι. |
| β 137 | Βασανίζειν: οὐ τὸ αἰκίζεσθαι καὶ τιμωρεῖσθαι καὶ μαστιγοῦν σημαίνει παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ χωρὶς πληγῶν ἀνακρίνειν καὶ ἐλέγχειν τἀληθὲς διὰ λόγων· ἀπὸ τῆς βασάνου τῆς χρυσοχοϊκῆς λίθου μεταφορικῶς. καὶ Πολύβιος· τότε νομίσας τὴν ἐκ πυρὸς ἔχειν βάσανον ἀπελύθη τῆς ὑποψίας. καὶ Βασανίσας· αἰτιατικῇ. ἀντὶ τοῦ δοκιμάσας κέχρηνται ἅπαντες οἱ ἀξιόλογοι. ὁ δὲ Ἀριστοφάνης οὕτως· βασάνιζε τουτονὶ λαβών, κἄν ποτέ μ’ ἕλῃς ἀδικοῦντ’, ἀπό‐ κτεινόν μ’ ἄγων. καὶ πῶς βασανίζω; πάντα τρόπον. ἐν πίνακι δήσας, κρεμάσας, ὑστριχίδι μαστιγῶν, δαίρων, στρεβλῶν· ἔτι δ’ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων, πλίνθους ἐπιτιθεὶς, πάντα τἄλλα, πλὴν πράσῳ μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ. ἐπειδὴ οἱ ἐλεύθεροι πρὸ τούτου ἐδαίροντο πράσοις καὶ σκορόδοις. βασάνιζε αὐτὸν πανταχῶς, μὴ ἐν παιδιᾷ, μηδὲ ὡς τοὺς ἐλευθέρους παῖδας τῷ ἐκκαυλήματι τοῦ πράσου ἢ τοῦ γητείου, τουτέστιν ἀμπελοπράσου, ἢ ὥς τινες, πράσου φύλλῳ. |
| β 138 | Βασανῖτις: χώρα. |
| β 139 | Βάσανος: λίθος ἐστὶν ἡ τὸ χρυσίον παρατριβόμενον δοκιμάζουσα. οὕτως Ἀντιφῶν καὶ Πίνδαρος καὶ Σοφοκλῆς. Ὑπερίδης δὲ τὰ ἐν ταῖς βασάνοις εἰρημένα ὑπὸ τῶν βασανιζομένων καὶ ἀναγραφομένων βασάνους ὠνόμασε. καὶ παροιμία· Βάσανος λίθος, ἐπὶ τῶν ἐξετα‐ ζόντων ἐν λόγοις ἢ ἔργοις· παρόσον ἡ Λυδία λίθος τὸν χρυσὸν δοκι‐ μάζει. ὅτι οἱ ἔξω φασίν· ἡ ἀμφισβήτησις κρίσει ἀναρτάσθω, ἡ δὲ κρίσις τοὺς ἐλέγχους βασανιζέτω, ἡ δὲ βάσανος τὸ δέον ὁριζέτω, ὁ δὲ ὅρος γεγράφθω, τὰ δὲ γεγραμμένα κυρούσθω, τὰ δὲ κυρωθέντα βεβαιούσθω τοῖς ἔργοις, καὶ πᾶσα ἁψι‐ μαχία οἰχέσθω, καὶ πάλιν φιλία χορευέτω. καὶ οὐ δεῖ ἀπερισκέπτως ποιεῖσθαι τὰς κρίσεις. |
| β 140 | Βασσαρικά ἤτοι Διονυσιακὰ ἔγραψε Σωτήριχος, γεγονὼς ἐπὶ Διοκλητιανοῦ. καὶ Βασσαρικοῦ. ἐν Ἐπιγράμμασι· στρεπτὸν Βασ‐ σαρικοῦ ῥόμβον θιάσοιο μύωπα. τουτέστι πορνικοῦ. |
| β 141 | Βασσαρίς: ἑταῖρα, πόρνη. ἐν Ἐπιγράμμασι· Βασσαρὶς Εὐρυ‐ νόμη σκοπελοδρόμος, ἡ ποτὲ ταύρων πολλὰ τανυκραίρων στέρνα χαρα‐ ξαμένη. |
| β 142 | Βάσσαρος: ἀλώπηξ κατὰ Ἡρόδοτον. |
| β 143 | Βασιλεύω· ὅταν σημαίνῃ τὸ ἐξουσιάζω καὶ ἄρχω, μετὰ γενικῆς συντάσσεται· ὅταν δὲ σημαίνῃ τὸ ποιῶ βασιλέα, αἰτιατικῇ. καὶ τοῦτον μόνον τῶν ἁπάντων οὐ καλῶς ἐφιλανθρωπεύσατο, καὶ σῶσαι καὶ βασιλεῦσαι τὸν κακῶς καὶ σωθέντα καὶ βασιλεύσαντα. |
| β 144 | Βασιλεὺς μέγας: ὁ τῶν Περσῶν. τοὺς δὲ ἄλλους προσετίθε‐ σαν καὶ τῶν ἀρχομένων τὰ ὀνόματα· οἷον Λακεδαιμονίων, Μακεδόνων. διαφέρει δὲ βασιλεὺς τυράννου. βασιλεὺς μὲν γὰρ ἀπὸ προγόνων κατὰ διαδοχὴν τὴν ἀρχὴν ἐπὶ ῥητοῖς λαβὼν πέρασι, τύραννος δὲ, ὃς βιαίως τὴν ἀρχὴν σφετερίζεται. χρῶνται δὲ ἀδιαφόρως ἑκατέροις ὀνόμασιν. Ἱέρωνα γὰρ βασιλέα Πίνδαρος καλεῖ, τύραννον ὄντα, καὶ Διονύσιον· καὶ Εὔπολις Πεισίστρατον βασιλέα καλεῖ. καὶ τοὺς βασι‐ λεῖς τυράννους. |
| β 145 | Βασιλέως ἐγκέφαλος· ζήτει ἐν τῷ Διὸς ἐγκέφαλος. λύσις ὀνείρου· ἄνακτι προσλαλῶν τις ἄπρακτος μένει. |
| β 146 | Βασιλεία: τὸ ἀξίωμα. καὶ τὸ ἔθνος τὸ βασιλευόμενον· οἷον Περσῶν, Ἰνδῶν, Ἀράβων. |
| β 147 | Βασιλεία ἐστὶν ἀνυπεύθυνος ἀρχή. οὐ μόνον δὲ ἐλευθέρους εἶναι τοὺς σπουδαίους, ἀλλὰ καὶ βασιλέας. ἡ γὰρ βασιλεία ἀρχὴ ἀνυπεύθυνος, ἥτις περὶ μόνους ἂν τοὺς σοφοὺς συσταίη. Βασιλεία. οὔτε φύσις οὔτε τὸ δίκαιον ἀποδιδοῦσι τοῖς ἀνθρώποις τὰς βασιλείας, ἀλλὰ τοῖς δυνα‐ μένοις ἡγεῖσθαι στρατοπέδου καὶ χειρίζειν πράγματα νουνεχῶς· οἷος ἦν Φίλιππος καὶ οἱ διάδοχοι Ἀλεξάνδρου. τὸν γὰρ υἱὸν κατὰ φύσιν οὐδὲν ὠφέλησεν ἡ συγγένεια διὰ τὴν τῆς ψυχῆς ἀδυναμίαν. τοὺς δὲ μηδὲν προσήκοντας βασιλεῖς γενέσθαι σχεδὸν ἁπάσης τῆς οἰκουμένης. |
| β 148 | Βασιλεία· ὅτι ἡ βασιλεία κτῆμα τῶν κοινῶν, ἀλλ’ οὐ τὰ δημό‐ σια τῆς βασιλείας κτήματα. διὸ τὰς ἐξ ἀνάγκης καὶ μεθ’ ὕβρεως εἰσ‐ πράξεις ὥσπερ τυραννικὰς ἀκολασίας μισεῖν δεῖ, τὰς δὲ σὺν λόγῳ καὶ φιλανθρωπίᾳ τῶν εἰσφορῶν ἀπαιτήσεις ὥσπερ κηδεμονίαν τιμᾶν. |
| β 149 | Βασιλείδης: ὁ τοῦ βασιλέως. |
| β 150 | Βασίλειος, Καισαρείας τῆς Καππαδοκῶν ἐπίσκοπος (ἥτις πρῴην Μάζακα ἐκαλεῖτο), ἑταῖρος Γρηγορίου τοῦ Ναδιανδῶν ἐπισκόπου. γέ‐ γονε δὲ γονέων περιφανῶν, Βασιλείου τε καὶ Ἐμμελείας, ὧν ἄνωθεν ἡ συγγένεια· ἀνὴρ ἐλλογιμώτατος καὶ πάσης παιδείας εἰς ἄκρον ἐλη‐ λακώς. οὗτος ἔγραψε πλεῖστα, ἐν οἷς θαυμάζεται τὰ εἰς τὴν Ἑξαή‐ μερον. καὶ κατ’ Εὐνομίου δὲ ἐξαιρέτους συνέταξε λόγους, καὶ περὶ τοῦ ἁγίου πνεύματος τεῦχος, καὶ τὰς εἰς τὴν Ἑξαήμερον ὁμιλίας θʹ· ἕτερον τεῦχος ἀσκητικόν, περὶ παρθενίας ἄλλο· Ἔπαινον εἰς τοὺς μʹ Μάρτυρας, ἕτερον εἰς Γόρδιον, ἄλλον εἰς Βαρλαάμ, ἕτερον εἰς Ἰουλίτ‐ ταν. εἰς διαφόρους ψαλμοὺς Ἠθικοὶ λόγοι διάφοροι· ἐπιστολαὶ, ὧν οὐδὲν ἄμεινον, πρός τε τὸν σοφιστὴν Λιβάνιον καὶ πρὸς τὸν φίλον Γρηγόριον καὶ εἰς ἄλλους πλείονας. τοῦδέ γε Βασιλείου καὶ Φιλο‐ στόργιος μνήμην πεποίηται ἐν τῇ κατ’ αὐτὸν ἱστορίᾳ γράφων οὕτως· Βασίλειος γὰρ ἤκμαζε κατ’ ἐκείνους τοὺς χρόνους ἐν Καισαρείᾳ τῆς Καππαδοκίας καὶ Γρηγόριος ἐν τῇ Ναδιανδῷ (σταθμὸς δὲ οὗτος ὁ τόπος Καππαδοκίας) καὶ Ἀπολινάριος ἐν τῇ Λαοδικείᾳ τῆς Συρίας. τρεῖς δὴ οὗτοι ἄνδρες τότε τοῦ ὁμοουσίου προὐμάχουν κατὰ τοῦ ἑτε‐ ροουσίου, μακρῷ πάντας παρενεγκόντες τοὺς πρότερον καὶ ὕστερον ἄχρις ἐμοῦ τῆς αὐτῆς αἱρέσεως προστάντας, ὡς παῖδα παρ’ αὐτοῖς κριθῆναι τὸν Ἀθανάσιον. τῆς τε γὰρ ἔξωθεν καλουμένης παιδεύσεως ἐπὶ πλεῖστον οὗτοι προεληλύθεσαν, καὶ τῶν ἱερῶν γραφῶν, ὁπόσα εἰς ἀνάγνωσιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον τὴν ἐμπει‐ ρίαν, καὶ μάλιστά γε αὐτῶν ὁ Βασίλειος. καὶ μὴν καὶ συγγράφειν ἕκαστος αὐτῶν ἐς τὸν ἑαυτοῦ τρόπον ἦν ἱκανώτατος. τῷ μέν γε Βασιλείῳ τὸ πανηγυρικὸν εἶδος τοῦ λόγου μακρῷ ἄριστα εἶχεν· ἦν γὰρ πανηγυρίσαι λαμπρότατος· ὁ δέ γε Ἀπολινάριος ἐν τῷ ὑπομνη‐ ματικῷ εἴδει τῆς λέξεως καὶ αὐτὸς ἄριστα εἶχε· τῷ δέ γε Γρηγορίῳ καὶ παρ’ ἀμφοτέροις ἐξεταζομένῳ μείζω βάσιν εἰς συγγραφὴν εἶχεν ὁ λόγος. τοσαῦτα περὶ αὐτῶν ὡς ἐν παραδρομῇ Φιλοστόργιος ὁ Ἀρειανὸς ἔγραψε. τελευτᾷ δὲ Βασίλειος Γρατιανοῦ τὰ Ῥωμαίων σκῆπτρα διέποντος. ὅτι ὁ μέγας Βασίλειος ἀδελφοὺς εἶχε δʹ, τόν τε Γρηγόριον τὸν Νύσσης ἐπίσκοπον, καὶ Πέτρον καὶ αὐτὸν ἐπίσκοπον, καὶ ἑτέρους δύο μονάσαντας. |
| β 151 | Βασίλειος, Ἀγκυρανὸς, ἐπίσκοπος τῆς αὐτῆς πόλεως, ἰατρὸς τὴν τέχνην. οὗτος ἔγραψε κατὰ Μαρκέλλου, καὶ περὶ παρθενίας, καὶ ἕτερα οὐκ ὀλίγα ἄλλα. βασιλεύοντος Κωνσταντίνου Μακεδονιανῆς θρησκείας ἅμα Εὐσταθίῳ Σεβαστιανῷ ἦρξεν. |
| β 152 | Βασίλειος ἕτερος, ἐπίσκοπος Εἰρηνουπόλεως τῆς Κιλικίας, ἐπὶ Ἀναστασίου βασιλέως, τὴν φρένα καὶ τὴν ἄσκησιν τῷ ὁμωνύμῳ Βασι‐ λείῳ Καισαρείας ἐοικώς. ἔγραψε κατὰ Ἀρχελάου πρεσβύτου Κολωνείας. |
| β 153 | Βασίλειος· τὰ διὰ τοῦ ιος ὀνοματικὰ διὰ τοῦ ι γράφονται, πλὴν δʹ, Ἄρειος, Ἡράκλειος, Βασίλειος. καὶ Βασίλειος στοά· δύο εἰσὶ στοαὶ παρ’ ἀλλήλας, ἥ τε τοῦ Ἐλευθερίου Διὸς καὶ ἡ Βασί‐ λειος. ἔστι δὲ καὶ γʹ, ἣ πάλαι μὲν Παανάκτιος ἐκαλεῖτο, νῦν δὲ μετω‐ νομάσθη Ποικίλη. |
| β 154 | Βασίλειοι παῖδες ἑξακισχίλιοι· οἵτινες κατὰ πρόσταξιν Ἀλεξάν‐ δρου τοῦ Μακεδόνος τὰ πολέμια ἐξήσκουν ἐν Αἰγύπτῳ. |
| β 155 | Βασιλειῶντα κτείνει: ἐπιθυμοῦντα βασιλεῦσαι. |
| β 156 | Βασιλήϊος. |
| β 157 | Βασιλική· ὅτι ἐν τῇ βασιλικῇ ὀπίσω τοῦ μιλίου ἵστατο ἀνδρεί‐ κελον ἄγαλμα χρυσέμβαφον, ἔνθα ἦν καὶ τὸ ἔξαμμον ἕως Ἡρακλείου τοῦ βασιλέως, γονυκλινὲς Ἰουστίνου τοῦ τυράννου. ἐκεῖ ὁ Τέρβελις ἐδημηγόρησεν· ἐν οἷς ἐλέφας ἵστατο παμμεγέθης, ὑπὸ Σευήρου κατε‐ σκευασμένος. ἔνθα ἦν καὶ σχολὴ φυλαττόντων πολλή· ἔμενε δὲ ἐκεῖσε ἀργυροκόπος ἐν πλαστοῖς ζυγοῖς τὴν πράσιν ποιούμενος. καὶ τοῦ οἰκήματος αὐτοῦ πορθουμένου ἠπείλει τῷ τὸν ἐλέφαντα φυλάττοντι θάνατον, εἰ μὴ τοῦτον κρατήσειεν. ὁ δὲ θηροκόμος οὐκ ἐνεδίδου· ὃν φονεύσας ὁ ζυγοπλάστης δέδωκε βορὰν τῷ ἐλέφαντι. τὸ δὲ θηρίον ἀτίθασσον ὂν καὶ αὐτὸν ἀνεῖλε. καὶ ὁ Σευῆρος ἀκούσας τῷ θηρίῳ θυσίαν ἤνεγκεν. ἐν αὐτῷ δὲ τῷ τόπῳ παρευθὺ ἀνετυπώθησαν τό τε θηρίον καὶ ὁ θηροκόμος. ἔνθα καὶ Ἡρακλῆς ἐλατρεύθη πολλὰς θυσίας δεξάμενος, ὃς ἐν τῷ ἱπποδρομίῳ μετετέθη. ἐπὶ δὲ Ἰουλιανοῦ ὑπατι‐ κοῦ ἀπὸ Ῥώμης ἦλθεν εἰς τὸ Βυζάντιον καὶ εἰσήχθη ἐν ἀπήνῃ καὶ νηὶ καὶ στῆλαι δέκα. |
| β 158 | Βασιλικὴ διαδρομή: ἡ γενομένη τοῦ βασιλέως παρόντος δια‐ δρομή. ἔστι δὲ οὗτος εἷς τῶν Ἀθήνησιν θʹ ἀρχόντων· ὃς βασιλικὴ διαδρομὴ καλεῖται. |
| β 159 | Βασιλικός, σοφιστής. Περὶ τῶν διὰ τῶν λέξεων σχημάτων, Περὶ ῥητορικῆς παρασκευῆς ἤτοι περὶ ἀσκήσεως, Περὶ μεταποιήσεως· καὶ ἄλλα τινά. |
| β 160 | Βασιλίνδα: τὴν βασιλείαν. |
| β 161 | Βασιλίνδα: εἶδος παιδιᾶς. |
| β 162 | Βασιλίς: ἡ τοῦ βασιλέως γυνή· ὡς καὶ βαλανίς, ἡ τοῦ βαλανέως. |
| β 163 | Βασιλίσκος, Βηρίνης ἀδελφὸς τῆς βασιλίδος, ἐπὶ Λέοντος τοῦ βασιλέως ἀντὶ Ῥουστικίου στρατοπεδάρχου ᾑρέθη, εὐεπίτευκτος μὲν ὢν ἐν μάχαις, βραδύνους δὲ καὶ φενακίζουσιν ὑπαγόμενος ῥᾳδίως. |
| β 164 | Βασιλίσκος· ὅτι Βασιλίσκος, ὁ Ῥωμαίων τῶν ἑῴων βασιλεὺς, τῶν ἐκκλησιῶν τοὺς ἐπισκόπους εἰσέπραττε χρήματα καὶ Ἀκάκιον τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον μικροῦ δεῖν ἀπώσατο, εἰ μὴ τῷ πλήθει τῶν λεγομένων μοναχῶν ἀπεκρούσθη. πολύς τε ἦν πρὸς ἐπιθυμίαν χρημάτων, ὡς μηδὲ αὐτῶν τῶν τὰς εὐτελεῖς καὶ βαναύσους μετιόντων ἐπιστήμας ἀπέχεσθαι. καὶ ἦν ἅπαντα μεστὰ δακρύων τῇ τῶν τοιού‐ των εἰσφορῶν εἰσπράξει. καὶ ζήτει ἐν τῷ Ἁρμάτος. |
| β 165 | Βάσιμος: πορευτική. εὐεπίβατος. καὶ Βάσιμοι τόποι, οἱ πορεύσιμοι. |
| β 166 | Βάσις: βάδισις. κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις. |
| β 167 | Βασκανία καὶ Βάσκανος. ὅτι τὸ βάσκανος ἁπλῶς ἐπὶ λοιδορίας τιθέασιν. οὐ ψεύδει καίπερ σφόδρα βάσκανος οὖσα. |
| β 168 | Βασκαίνει· δοτικῇ. ἀντὶ τοῦ αἰτιᾶται καὶ μέμφεται καὶ συκο‐ φαντεῖ. οὕτως Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. καὶ ἐν τοῖς ἑξῆς, βάσκανον δὲ καὶ πικρὸν καὶ κακόηθες οὐδέν ἐστι πολίτευμα ἐμὸν, φησίν. ἀντὶ τοῦ φιλαίτιον καὶ συκοφαντικόν. |
| β 169 | Βασκαίνω σοι ἀεί· ὁ δὲ Λιβάνιος αἰτιατικῇ· τὸν προσήκοντα βασκαίνουσι. |
| β 170 | Βασμοί: βαθμοί. |
| β 171 | Βάσσος Κορίνθιος· Ἀπολλώνιος πρὸς τοῦτον διηνέχθη. πα‐ τραλοίας μὲν γὰρ οὗτος ἐδόκει καὶ ἐπεπίστευτο, σοφίαν δὲ ἑαυτοῦ κατεψεύδετο, καὶ χαλινὸς οὐκ ἦν ἐπὶ τῇ γλώττῃ. λοιδορούμενον δὲ αὐτὸν ἐπέσχεν ὁ Ἀπολλώνιος, οἷς τε ἐπέστειλεν οἷς τε διελέχθη κατ’ αὐτοῦ. πᾶν γὰρ ὅπερ ὡς ἐς πατραλοίαν ἔλεγεν, ἀληθὲς ἐδόκει· μὴ γὰρ ἄν ποτε τοιόνδε ἄνδρα ἐς λοιδορίαν ἐκπεσεῖν μηδὲ ἀνειπεῖν τὸ μὴ ὄν. |
| β 172 | Βαστάζω· αἰτιατικῇ. |
| β 173 | Βαστάσας: ἀντὶ τοῦ δοκιμάσας. Εὔπολις· ἄγε δὴ, πότερα βού‐ λεσθε τὴν διάθεσιν ᾠδῆς ἀκούειν ἢ τὸν ἀρχαῖον τρόπον; ἀμφότερ’ ἐρεῖς. ἐγὼ δ’ ἀκούσας τὸν τρόπον, ὃν ἂν δοκῇ μοι βαστάσας, αἱρή‐ σομαι. πᾶν τὸ συμβησόμενον ἐπὶ λόγον ἄγων καὶ βαστάζων. ἀντὶ τοῦ δοκιμάζων. καὶ Βάσταγμα· δῆλον ἐπένετο διότι μέγα τὸ βάσταγμα τῆς πόλεως ἦν. πλεῖον γὰρ κʹ μυριάδων ὅπλα παρέδωκαν Ῥωμαίοις καὶ καταπέλτας ͵βʹ. καὶ Βαστάσαι οὐ τὸ ἆραι δηλοῖ παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ ψηλαφῆσαι καὶ διασηκῶσαι καὶ διασκέψα‐ σθαι τῇ χειρὶ τὴν ὁλκήν. |
| β 174 | Βασταχθείη: ἀρθείη, κλαπείη. ὁ δὲ Λακύδης σφραγισάμενος διὰ τῆς ὀπῆς τὸν δακτύλιον ἐρρίπτει, ὡς μηδέποτε αὐτοῦ περιαιρεθείη καί τι βασταχθείη τῶν ἀποκειμένων. |
| β 175 | Βάτα Κάρας: ἐπὶ τῶν παχέων καὶ δυνατῶν. κατὰ διαστολὴν δὲ ἀναγνωστέον. |
| β 176 | Βατά: βάσιμα. Ἀρριανός· πάντα δὲ τῷ Ἀλεξάνδρῳ βατά τε καὶ ἐξαιρετέα εἶναι ἐδόκει. |
| β 177 | Βάταλος: βδελυρὸς, αἰσχρός. |
| β 178 | Βάταλος: οὕτως ἐκλήθη ὁ Δημοσθένης νέος ὢν, ὡς γυναικώ‐ δης· γηράσας δὲ ἀργὰς, ἀπὸ ὄφεως οὕτω καλουμένου. |
| β 179 | Βαταναία: χώρα. |
| β 180 | Βατταρισμοί: φλυαρίαι. |
| β 181 | Βατήρ: ἡ ἀρχὴ τοῦ τῶν πεντάθλου σκάμματος. αὐτὸν κέκρου‐ κας τὸν βατῆρα τοῦ λόγου, φησί τις. οἷον τὸ ἐπικαιρότατον καὶ τὸ πρῶτον. |
| β 182 | Βατίς: εἶδος ἰχθύος. καὶ Βατιδοσκόποι, οἱ ὀψοφάγοι. |
| β 183 | Βαττολογία: ἡ πολυλογία. ἀπὸ Βάττου τινὸς, μακροὺς καὶ πολυστίχους ὕμνους ποιήσαντος, ταυτολογίας ἔχοντας. |
| β 184 | Βατός: ὁ βάσιμος τόπος. |
| β 185 | Βάττος: ὄνομα κύριον. ἰσχνόφωνος καὶ τραυλός. πόλις ἦν Κρητικὴ Ὀαξός, ἐν τῇ Ἐτέαρχος βασιλεὺς, ὃς ἐπὶ θυγατρὶ ἀμήτορι, τῇ οὔνομα ἦν Φρονίμη· παρέχουσά τε κακὰ καὶ πᾶν ἐπ’ αὐτῇ μηχα‐ νωμένη, καὶ τέλος μαχλοσύνην ἐπενεγκοῦσά οἱ πείθει τὸν ἄνδρα ταῦτα ἔχειν οὕτως. ὁ δὲ ἀναγνωσθεὶς ὑπὸ τῆς γυναικὸς ἔργον οὐχ ὅσιον ἐμηχανᾶτο ἐπὶ τῇ θυγατρί. ἦν γὰρ δὴ Θεμίσων ἀνὴρ Θηραῖος ἔμπο‐ ρος ἐν τῇ Ὀαξῷ· τοῦτον ὁ Ἐτέαρχος παραλαβὼν ἐπὶ ξεινίᾳ ἐξορκοῖ ἦ μέν οἱ διηκονήσειν ὅ τι ἂν δεηθείη. ἐπεί τε δὴ ἐξώρκωσεν, ἀγαγών οἱ παραδιδοῖ τὴν ἑαυτοῦ θυγατέρα καὶ ταύτην ἐκέλευε καταποντῶσαι ἀπαγαγόντα. ὁ δὲ Θεμίσων περιεμέκτησεν ἐν τῷ πελάγει, καὶ ἀφο‐ σιούμενος τὴν ἐξόρκωσιν τοῦ Ἐτεάρχου σχοινίοις αὐτὴν διαδήσας καθ‐ ῆκεν ἐς τὸ πέλαγος, ἀνασπάσας δὲ ἀφίκετο ἐς τὴν Θήραν. ἐντεῦθεν δὲ τὴν Φρονίμην παραλαβὼν Πολύμνηστος, ἐὼν τῶν Θηραίων ἀνὴρ δόκιμος, ἐπαλλακεύετο. χρόνου δὲ περιιόντος ἐξεγένετό οἱ παῖς ἰσχνόφωνος καὶ τραυλὸς, τῷ οὔνομα ἐτέθη Βάττος. |
| β 186 | Βάττου σίλφιον: ἐπὶ τῶν σπανίους τιμὰς λαμβανόντων. οἱ γὰρ Κυρηναῖοι ἑνὶ τῶν Βάττων ἐξαίρετον ἔδοσαν τὸ σίλφιον, καὶ τοῦ νομίσματος ἐπὶ μὲν θατέρου Ἄμμωνα, ἐπὶ δὲ θατέρου σίλφιον ἐτύ‐ πωσαν. οἱ δὲ ἐπὶ Λιβύης Ἀμπελιῶται εἰς Δελφοὺς ἀνέθεσαν καυλὸν σιλφίου. |
| β 187 | Βάττου σίλφιον· Ἀριστοφάνης Πλούτῳ· οὐδ’ ἂν δοίης γέ μοι καὶ τὸ Βάττου σίλφιον. τὸ ἐν τῇ Λιβύῃ, ὃ θεραπεύει πολλά· ἡδύοσ‐ μόν ἐστι καὶ πολύτιμον. Βάττος γὰρ τὴν Κυρήνην κτίζει. |
| β 188 | Βάτων, κωμικός· δράματα αὐτοῦ Συνεξαπατῶν, Ἀνδροφόνος, Εὐεργέται. |
| β 189 | Βατράχειον: εἶδος χρώματος. ἀπὸ τούτου καὶ βατραχὶς ἱμά‐ τιον. ἐχρίοντο δὲ τῷ βατραχείῳ τὰ πρόσωπα πρὶν ἐπινοηθῆναι τὰ προσωπεῖα. καὶ Βατραχίς, εἶδος ἐσθῆτος ἀνθίνης, ὅμοιον τῷ ὀνόματι ἐχούσης τὸ χρῶμα. καὶ Βατράχειος μοῖρα. |
| β 190 | Βάτραχος ἐκ Σερίφου: ἐπὶ τῶν ἀφώνων. παρόσον οἱ ἐν Σερίφῳ βάτραχοι κομισθέντες εἰς Σκῦρον οὐκ ἐφθέγγοντο. |
| β 191 | Βατράχῳ ὕδωρ: ὡς γαλῇ στέαρ. ἐπὶ τῶν ταῦτα διδόντων, οἷς χαίρουσιν οἱ λαμβάνοντες. καὶ Βατράχοις οἰνοχοεῖς, ἐπὶ τῶν ταῦτα παρεχόντων, ὧν οὐ χρῄζουσιν οἱ λαμβάνοντες. |
| β 192 | Βαΰζων: ὑλακτῶν. Ἀριστοφάνης· βαΰζων καὶ γὰρ ἐγὼ τοιοῦ‐ τος ἦν. ἀντὶ τοῦ ἤμην. |
| β 193 | Βαυκαλᾶν: τιθηνεῖσθαι μετ’ ᾠδῆς τὰ παιδία. |
| β 194 | Βαῦνος: κάμινος. ἐξ οὗ καὶ βάναυσοι. οἱ διὰ πυρὸς ἐργαζόμε‐ νοι, οἱ τεχνῖται. |
| β 195 | Βαυὼ καὶ Δημώ: ὀνόματα σοφῶν γυναικῶν. ἐξένισεν ἡ Βαυὼ τὴν Δημώ. |
| β 196 | Βάψας τὴν κώπην ἔπλευσας, ἐλθὼν πρὸς τοὺς ναυτοδίκας, οἳ τὰς τῆς ξενίας ἐδίκαζον. ἢ ἀπὸ τῶν φαρμακοποιούντων. λέγουσι γὰρ τὸ βάψας ποιήσω μέλαν. |
| β 197 | Βδέλλα· ὁ Σολομών φησι· τῇ βδέλλῃ ἦσαν γʹ θυγατέρες ἀγα‐ πήσει ἀγαπώμεναι· καὶ αἱ γʹ αὗται οὐκ ἐνεπίμπλαντο, καὶ ἡ δʹ οὐκ ἠρκέσθη εἰπεῖν ἱκανή. βδέλλα ἡ ἁμαρτία. θυγάτηρ αὐτῆς πορνεία, φθόνος, εἰδωλολατρία, αἳ οὐκ ἐμπίπλανται διὰ τῶν ἀτόπων πράξεων. ἡ δʹ ἡ πονηρὰ ἐπιθυμία. |
| β 198 | Βδέλλεται: ἀμέλγει. Πλάτων εἰς τὸν Θεαίτητον βδάλλεται λέγει. |
| β 199 | Βδέλυγμα: πᾶν εἴδωλον καὶ πᾶν ἐκτύπωμα ἀνθρώπου οὕτως ἐκαλεῖτο παρὰ Ἰουδαίοις. |
| β 200 | Βδέλυγμα ἐρημώσεως: τὸν Ἀδριανοῦ τοῦ βασιλέως ἀνδρι‐ άντα. ὁ γὰρ Ἀδριανὸς καθεῖλε τὴν πόλιν ἄρδην. μετὰ γὰρ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου γενομένην ἐρήμωσιν ἐπὶ Ἀδριανοῦ συστάντες οἱ Ἰουδαῖοι ἐσπούδαζον ἐπὶ τὴν προτέραν ἐπανελθεῖν πολιτείαν. στα‐ σιάσαντες οὖν εἰς παντελῆ ἐρήμωσιν ἑαυτοὺς κατέστησαν· καὶ τὸ ἑαυ‐ τοῦ ὄνομα ἐπέθηκε τοῖς λειψάνοις τῆς πόλεως Αἰλίαν αὐτὴν προσαγο‐ ρεύσας· Αἴλιος γὰρ Ἀδριανὸς ἐκαλεῖτο. |
| β 201 | Βδέλυγμα ἐρημώσεως: σημεῖον τῆς ἐρημώσεως. ἦσαν δὲ εἰκόνες τινὲς ἀπηγορευμέναι τῷ νόμῳ, εἰς τοῦτον εἰσκομιζόμεναι. ὃ δὴ Πιλᾶτος πεποίηκε νύκτωρ ἐς τὸν ναὸν τοῦ βασιλέως εἰκόνα εἰσ‐ αγαγών. |
| β 202 | Βδέλυγμα ἐρημώσεως· ὅτι Ἀντίοχος ὁ Ἐπιφανὴς, υἱὸς Σελεύ‐ κου τοῦ Φιλοπάτορος, ἀνὴρ ὑπάρχων δεινὸς καὶ πλεονέκτης· ὃς παραλαβὼν τὴν πόλιν δορυάλωτον ἀνεῖλε μυριάδας ιηʹ. κατατολμή‐ σας οὖν καὶ εἰς τὸ ἁγίασμα εἰσελθὼν ἐν ὑπερηφανίᾳ πολλῇ καὶ στήσας βωμὸν καὶ εἴδωλον βδέλυγμα ἐρημώσεως καὶ τὸν ναὸν μιάνας δι’ ἀκα‐ θάρτων θυσιῶν ἱερὸν Διὸς Ὀλυμπίου προσηγόρευσεν· καὶ τοὺς μὴ ἀπογευομένους τῶν χοιρείων κρεῶν ἀνῄρει. ἐφ’ οὗ καὶ οἱ ἅγιοι Μακκαβαῖοι ἀνῃρέθησαν. οἱ δὲ λέγουσιν Ἀδριανὸν στῆσαι τὸν ἀνδριάντα. ζήτει τὴν κατασκευὴν τοῦ τοιούτου ἀγάλματος ἐν τῷ Ἀντίοχος. |
| β 203 | Βδελυγμία· ὁ Χρυσόστομος ἐχρήσατο τῇ λέξει ταύτῃ ἐν τῇ κατὰ Ἰωάννην ἑρμηνείᾳ τοῦ εὐαγγελίου. |
| β 204 | Βδελυρός: αἰσχροποιός. Αἰλιανός· καὶ ἥ γε πασῶν βδελυ‐ ρωτέρα καὶ τὸν παναγέστατον παρθενῶνα τῶν ἑαυτῆς ἐνέπλησε κα‐ κῶν. καὶ Βδελυρία, ἡ ἀκολασία. |
| β 205 | Βδελύσσω· αἰτιατικῇ. |
| β 206 | Βδελύττεσθαι· αἰτιατικῇ. μυσάττεσθαι, ναυτιᾶν, ἀποστρέφεσθαι. Ἀπολλόδωρος Κυρηναῖος, μισεῖν. ἀπὸ τούτου καὶ ἡ βδελυγμία ἀπὸ τοῦ μίσους· καὶ ἡ βδελυρία. καὶ βδελυττόμενον τὸν Λέπρεον ἀπὸ Μελανθίου. οὗτος εἶχε λέπραν. ἐκωμῳδεῖτο δὲ καὶ εἰς μαλακίαν. ἦν δὲ καὶ κακοπράγμων καὶ ὀψοφάγος καὶ λάλος. νὴ τοὺς θεοὺς, ὃς οὐκ ἰδὼν βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου. |
| β 207 | Βδέννυσθαι: ἐκκενοῦσθαι τὴν κοιλίαν σημαίνει, οὐ τὸ πέρδε‐ σθαι. ὃ καὶ ἐπιχωριάζει μέχρι τοῦ νῦν· βδέει γὰρ λέγομεν. |
| β 208 | Βδύλλετε: εὐτελίζετε, φοβεῖσθε, καὶ τρέμετε. Ἀριστοφάνης· τί βδύλλεσθ’ ἡμᾶς; οὔτι που πολλαὶ δοκοῦμεν εἶναι; καὶ μὴν μέρος γ’ ἡμῶν οὔπω τὸ μυριοστόν. |
| β 209 | Βδύλλει: καταπέπληγε, βδελύττεται, μισεῖ. ὅ τε πένης βδύλ‐ λει λεώς. |
| β 210 | Βαιαί: μικραί. καὶ Βαιός, ἰδίως ἀντὶ τοῦ εἷς. Σοφοκλῆς· πότερον ἐχώρει βαιὸς ἢ πολλοὺς ἔχων λοχίτας ἄνδρας; καὶ ἐν Αἰχμα‐ λωτίσιν· ἔσπεισα βαιᾶς κύλικος ὥστε δεύτερα. καὶ αὖθις· ὁ δ’ εἶπε πρός με βαιὰ, ἀεὶ δ’ ὑμνούμενα· γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. κἀγὼ μαθοῦς’ ἔληξ’· ὁ δ’ ἐσσύθη μόνος. |
| β 211 | Βαιθήλ: θεῖος ναός. |
| β 212 | Βαίτη: διφθέρα. Βαίτη δὲ κἂν θέρει καὶ ἐν χειμῶνι ἀγαθόν, ἐπὶ τοῦ κατὰ τὴν χρείαν προσφόρου. |
| β 213 | Βαιτική: ἡ ἤπειρος. |
| β 214 | Βεβαλανωμένον: ἀντὶ τοῦ κατεχόμενον ὑπὸ τῆς κόπρου. Ἀριστοφάνης· μή με περιΐδης διαρραγέντα, μηδὲ βεβαλανωμένον. |
| β 215 | Βεβαιῶ· αἰτιατικῇ. |
| β 216 | Βεβαιώσεως: δίκης ἐστὶν ὄνομα, ἣν δικάζοντες οἱ ὠνησά‐ μενοί τι. |
| β 217 | Βέβηκεν: ἕστηκεν, ἐπέπηκτο. |
| β 218 | Βέβηλος τόπος: ὁ βατὸς πᾶσι καὶ ἀκάθαρτος. καὶ βέβηλος ἀνήρ, ὁ ἀμύητος καὶ μιαρός. Εὐριπίδης· οὐ θέμις βεβήλοις ἅπτε‐ σθαι δόμων. καὶ, ἀείδω ξυνετοῖσι, θύρας δ’ ἐπίθεσθε βέβηλοι. καὶ Βεβηλοῦνται, μιαίνονται. |
| β 219 | Βεβηκός: ἀσφαλές. |
| β 220 | Βέβιος Κρίσπος· ζήτει περὶ δείπνου ἐν τῷ Βιτέλλιος. |
| β 221 | Βέβριθε: βαρύνεται. |
| β 222 | Βεβριθυῖα: βαρεῖα, ἰσχυρά. |
| β 223 | Βέβρυχεν: ἠχεῖ. |
| β 224 | Βεβυσμένα: λαθραῖα, ἢ πεπρωμένα. καὶ Βεβυσμένον, πεπληρωμένον. κεκαλυμμένον. Ἀριστοφάνης· δός μοι χυτρίδιον σπογγίῳ βεβυσμένον. ἢ ὅτι χύτραν ἔφερον, ἐν ᾗ ἦν σπόγγος πεπληρω‐ μένος μέλιτος, ἣν ἐτίθεσαν ἐν τῷ στόματι τῶν παίδων, διὰ τὸ ἐκμυ‐ ζᾶν· ἢ ὅτι οἱ πένητες τὰ τρήματα τῆς χύτρας σφηνοῦσι σπόγγοις. ἢ τετρημένα πανταχοῦ. |
| β 225 | Βέβυστο: ἐπεπλήρωτο. βέβυστο δὲ πᾶσα χόλοιο. |
| β 226 | Βεελφεγώρ: Βέελ, ὁ Κρόνος· Φεγώρ, ὁ τόπος, ἐν ᾧ ἐτιμᾶτο. ἐτελέσθησαν οὖν τῷ Βεελφεγώρ. ἀντὶ τοῦ ἐν τῷ τόπῳ τοῦ Φεγὼρ εἰδώλου. |
| β 227 | Βεζέκ: ἀστραπή. Ἱεζεκιήλ· ἀνέκαμπτον δὲ ὡς εἶδος τοῦ Βεζέκ. ὅ ἐστι τῆς ἀστραπῆς. |
| β 228 | Βεκεσέληνε: ἤτοι ἀπόπληκτε καὶ σεληνόπληκτε· ἢ τὰ βʹ σύγ‐ κειται ὡς ἓν, τὸ βέκος καὶ ἡ σελήνη· ἀρχαῖα δὲ ἀμφότερα. ἢ ὅτι οἱ Λυδοὶ τὸν ἄρτον βέκος ἐκάλουν ἢ Φρύγες. διεβάλλοντο δὲ ὡς ἀνόητοι. ἀπὸ τῆς οὖν διαλέκτου σκώπτει αὐτούς. ἡ δὲ περὶ τοῦ βέκε ἱστορία, ἥ ἐστι φωνὴ Φρυγῶν σημαίνουσα τὸν ἄρτον, παρὰ Ἡρο‐ δότῳ φανερά ἐστιν ἐν βʹ. |
| β 229 | Βεκεσέληνε: ἀρχαῖε, τουτέστιν ἀνοητότατε. παρῆκται δὲ ἀπὸ τοῦ προσέληνε. τοὺς γὰρ Ἀρκάδας ἀρχαιοτάτους καὶ πρὸ τῆς σελή‐ νης φάσκοντας γεγονέναι προσελήνους ἐκάλουν. βεκεσέληνε οὖν ὡς προσέληνε. ἔχεται δὲ καὶ αὐτὸ καθ’ αὑτὸ τὸ βεκεσέληνε ἱστορίας τοιαύτης. Ψαμμήτιχος Αἰγυπτίων βασιλεύσας ἠθέλησε γνῶναι, τίνες πάντων ἀνθρώπων πρεσβύτεροι καὶ πρῶτοι γένοιντο. ὡς δὲ πάνυ πολυπραγμονῶν οὐχ οἷός τε ἦν ἀνευρεῖν τὸ ἀκριβὲς διὰ τὸ πολλοὺς περὶ τούτου φιλονεικεῖν, μηχανᾶταί τι τοιοῦτο. λαβὼν ἀρτίτοκα δύο παιδία εἰς οἴκημα κατέκλεισεν ἀνακεχωρηκὸς παντάπασι. καὶ οἱ μὲν λέγουσιν, ὡς αἶγας ὑπέπεμπεν αὐτοῖς, ἃς θηλάζοντα ἐτρέφετο τὰ παιδία· οἱ δὲ, ὡς τροφοὺς παρέστησε τὰς γλώσσας αὐτῶν ἐκτεμὼν ὥστε τῆς φωνῆς αὐτῶν μὴ ἀκούειν τὰ παιδία. ταῦτα δὲ ὁ Ψαμ‐ μήτιχος ἐποίει βουλόμενος εἰδέναι, τίνα ποτὲ τὰ παιδία πρώτην προ‐ ήσουσι φωνὴν, ἀπαλλαγέντα τῶν ἀσήμων κνυζημάτων. ὡς οὖν τριετὴς αὐτοῖς διεγεγόνει χρόνος· τῆς τοιαύτης τροφῆς, εἰσέπεμψεν εἰς τὸν οἶκόν τινα τῶν φιλτάτων ἐντειλάμενος σιωπῇ παρελθεῖν. τοῦ δὲ ἀνεῴξαντος τὰς θύρας, ὀρέγοντα τὰς χεῖρας τὰ παιδία βέκος ἐκάλουν. Φρύγας δὲ τὸν ἄρτον οὕτως καλεῖν. καὶ οὕτω μὲν Ψαμμήτιχον εὑρεῖν τε καὶ πιστεῦσαι γεγονέναι πρώτους Φρύγας. εἰ δὲ ὁ πρῶτος λόγος ἀληθὴς, ὅτι ἐξέθρεψαν τὰ παιδία αἱ αἶγες καὶ οὐ γυνὴ, θαυ‐ μαστὸν οὐδὲν, κατακούοντα τῆς αἰγὸς μιμήσασθαι τὴν ἐκείνης φωνὴν, συμπεσεῖν δὲ καὶ παρὰ Φρυξὶ τὸ τοιοῦτον ῥῆμα. οὕτως οὖν καὶ τὸ βεκεσέληνε τὸ ἀρχαῖον δηλοῖ, συγκειμένης τῆς λέξεως ἐκ τοῦ βέκους, διὰ τὴν εἰρημένην ἱστορίαν· καὶ τοῦ προσέληνε, διὰ τὸ τοὺς Ἀρκάδας προσελήνους καλεῖσθαι. |
| β 230 | Βέλεμνα: βέλη. |
| β 231 | Βελλεροφόντης· ὃν ὁ Προῖτος ἐβούλετο διὰ γραμμάτων αὐτοῦ τῶν πρὸς Ἰοβάτην ἀνελεῖν. |
| β 232 | Βελεστίχη. |
| β 233 | Βελισάριος, ὁ στρατηγὸς, ἦν μὲν τὸ σῶμα καλός τε καὶ μέγας καὶ εὐπρόσωπος πάντων μάλιστα. οὕτω δὲ πρᾶόν τε καὶ εὐπρόσοδον παρεῖχεν αὑτὸν τοῖς ἐντυγχάνουσιν ὥστε ἀνθρώπῳ πένητί τε λίαν καὶ ἀδόξῳ ἐμφερῆ εἶναι. ἔρως δὲ αὐτοῦ τῆς ἀρχῆς πρός τε στρα‐ τιωτῶν ἀεὶ καὶ ἀγροίκων ἄμαχός τις ἐγίνετο, ὅτι δὲ ἐς μὲν στρατιώτας φιλοδωρότατος ἐγεγόνει ἀνθρώπων ἁπάντων· τῶν τε γὰρ ἐν ξυμβολῇ ἠτυχηκότων χρήμασι μεγάλοις παρεμυθεῖτο τὰ τραύματα καὶ τοῖς εὐδοκιμήσασι ψέλιά τε καὶ στρεπτοὺς ἆθλα παρείχετο, ἵππου δὲ ἢ τόξου ἢ ἄλλου ὁτουοῦν στρατιώτου ἐν τῇ μάχῃ ἀπολωλότος ἕτερον ἀντ’ αὐτοῦ πρὸς Βελισαρίου αὐτίκα ὑπῆρχεν· ἐς δὲ τοὺς ἀγροίκους, ὅτι δὴ τοσαύτῃ φειδοῖ τε καὶ προνοίᾳ ἐχρῆτο ὥστε βιασθῆναι μὲν αὐτοῖς οὐδὲν πώποτε στρατηγοῦντος Βελισαρίου τετύχηκεν. ἀπεδί‐ δοντο γὰρ αὐτοῖς κατὰ γνώμην τὰ ὤνια πάντα, καὶ ἡνίκα ἀκμάζοι τὰ λήϊα, εἰς τὸ ἀκριβὲς διεφύλασσε, μή τινι παριοῦσα ἡ ἵππος λυμήνηται, τῶν δὲ ὡραίων ἐν τοῖς δένδροις ὄντων ἅψασθαι αὐτῶν οὐδενὶ το‐ παράπαν ἐξῆν. ἦν δὲ καὶ σώφρων καὶ λίαν ἐνάρετος. |
| β 234 | Βέλος: καὶ τὸ τραῦμα ὁμωνύμως τῷ τιτρώσκοντι παρ’ Ὁμήρῳ. |
| β 235 | Βελονοπώλης: οὗτος παράσιτος ἦν, ὥς φησιν Ἀριστοφάνης. |
| β 236 | Βέμβηξ: ὁ ξύλινος στρόμβος. οἱ δ’ ἄρ’ ὑπὸ πληγῇσι θοὰς βέμβηκας ἔχοντες ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ. Ἀριστο‐ φάνης· βέμβηκος οὐδὲν διαφέρειν δεῖ. ἀντὶ τοῦ εὐκίνητον καὶ εὔστρο‐ φον εἶναι δεῖ. ἔστι δὲ βέμβηξ ἐργαλεῖον, ὃ μάστιγι στρέφουσιν οἱ παῖδες. ἢ παίγνιον τῶν παίδων, ὡς τροχὸς, ὃς μάστιγι δακόμενος στρέφεται. καὶ Βεμβηκιᾶν, τὸ περιστρέφεσθαι. καὶ Βεμβη‐ κίζωσιν. Ἀριστοφάνης· ἵν’ ἐφ’ ἡσυχίας ἡμῶν πρόσθεν βεμβηκίζωσιν ἑαυτούς. Βέμβηξιν. |
| β 237 | Βενεβεντός: ὄνομα πόλεως Καλαβρίας, ἣν κτίζει Διομήδης. εἰς γὰρ τὸν ἀπόπλουν καταχθεὶς εἰς τὰ ἴδια οὐκ ἐδέχθη, ἀλλὰ δι‐ ωχθεὶς ἀπῆλθεν εἰς Καλαβρίαν καὶ κτίζει πόλιν, ἣν ἐκάλεσεν Ἀργυ‐ ρίππην, τὴν μετονομασθεῖσαν Βενεβεντόν. |
| β 238 | Βενεβεντὸν λέγουσι πνευμάτων βίαν. |
| β 239 | Βενετιανός: ὄνομα κύριον. |
| β 240 | Βενιαμίν· ἐπὶ Σαμψῶ κρίνοντος τὸν Ἰσραὴλ διὰ τὴν παρά‐ νομον μίξιν τοῦ Βενιαμὶν πʹ καὶ ζʹ κατηναλώθησαν χιλιάδες. ζήτει ἐν τῷ Σαμψῶν. |
| β 241 | Βέρεδον. |
| β 242 | Βέρεθρον: βάθος. νῦν πλέον ἢ τὸ πάροιθε πύλας κρατεροῖο βερέθρου ὄμμασιν ἀγρύπνοις τρισσὲ, φύλασσε, κύον. |
| β 243 | Βερεκύντῃ· ὁ δὲ ἐν Βερεκύντῃ ἐχειμέριζεν. ἀντὶ τοῦ ἐχείμαζεν. |
| β 244 | Βερέσχεθοι: οἱ ἀνόητοι. πέπλασται δὲ ἡ λέξις παρὰ Ἀρι‐ στοφάνει. |
| β 245 | Βεροιαίοις. |
| β 246 | Βεσπασιανός, βασιλεὺς Ῥωμαίων. οὗτος ἦν ἤπιος καὶ προσ‐ ηνὴς ὡς μηδὲ τὰς εἰς αὐτόν τε καὶ τὴν βασιλείαν γινομένας ἁμαρτίας πέρα τιμωρεῖσθαι φυγῆς· τάς τε γὰρ ἀπεχθείας καὶ τὰ προσκρούματα τῆς διανοίας ταχέως ἀπεσείετο καὶ σκώμματα ῥητόρων, ὑφ’ ὧν ἠφίετο, καὶ δήμων ἐς αὐτὸν ἀπορριπτούμενα κούφως τε καὶ γαληνῶς ἔφερεν· ἔς τε τὰς ἐντεύξεις κοινὸς καὶ δημοτικὸς ὢν ἀπεσκήνου μὲν ἐς τὰ πολλὰ τῶν βασιλείων. οὗτος τοῖς ἀρίστοις τῶν πώποτε βασιλέων παραβάλλεσθαι ἄξιος ἦν· ὅς γε καὶ τὸν ἰδιώτην ἑαυτοῦ βίον ἐπίδοξον πολλοῖς τε καὶ μεγάλοις ἀπετέλεσε κατορθώμασι. Κλαυδίῳ γὰρ τῷ βασιλεῖ στρατηγῶν ἐπὶ Γερμανοὺς καὶ Βρεττανοὺς λʹ καρτερὰς μάχας πρὸς τοὺς πολεμίους ἀντιπαρεστήσατο. ἐς δὲ τὴν ἡγεμονίαν παρ‐ ελθὼν μετρίως τε καὶ σωφρόνως τὴν ἀρχὴν διῴκητο, ἐπιθυμητικῶς μὲν δοκῶν ἔχειν χρημάτων· οὐ μὴν ὥστε παρὰ δίκην ἀφαιρεῖσθαί τινα τῶν οἰκείων. καὶ τὸν πλοῦτον οὐκ ἐς τὰς ἡδονάς, ἀλλ’ ἐς τὰς δημοσίας χρείας ἐποιεῖτο. οὔκουν εὕροι τις ἂν ἕτερον πρὸ τοῦδε βασιλέα οὔτε δαψιλέστερον, οὔτε πρὸς τὸ ἴσον τε καὶ δίκαιον ἐξ‐ ητασμένον τὴν πρὸς τὰς δωρεὰς ἐλευθεριότητα. |
| β 247 | Βεστιάριον: παρὰ Ῥωμαίοις τόπος, ἔνθα ἡ ἀναγκαία ἀπό‐ κειται ἐσθής. |
| β 248 | Βείδιος: ὁ ἔνδοξος. |
| β 249 | Βειέλοπες: οἱ λῶροι. |
| β 250 | Βή τὸ μιμητικὸν τῆς τῶν προβάτων φωνῆς, οὐχὶ βαὶ λέγουσιν Ἀττικοί. Κρατῖνος Διονυσαλεξάνδρῳ· ὁ δὴ λοίσθιος ὥσπερ πρόβατον βὴ βὴ λέγων βαδίζει. |
| β 251 | Βῆ: ἔβη, ἐπορεύθη. καὶ Βῆ δὲ, ἐπορεύθη. |
| β 252 | Βηθανία: πόλις Παλαιστίνης· ὃ δὲ λέγει ὁ εὐαγγελιστὴς Ἰω‐ άννης, ὅτι ταῦτα ἐν Βηθανίᾳ ἐγένετο, ἐσφαλμένως γέγραπται. ἡ γὰρ Βηθανία ἔνθεν ἐστὶ τοῦ Ἰορδάνου· ἡ δὲ Βηθαβαρὰ, ὅπου ἦν Ἰωάννης βαπτίζων, πέραν ἐστὶ τοῦ Ἰορδάνου. γραπτέον οὖν ὀρθῶς οὕτως· ὅτι ταῦτα ἐν Βηθαβαρᾷ ἐγένετο· ἀλλ’ οὐκ ἐν Βηθανίᾳ. |
| β 253 | Βηθσαϊδᾶ. |
| β 254 | Βηθσφαγή. |
| β 255 | Βηθύλος: εἶδος ὀρνέου. |
| β 256 | Βηλός: βαθμὸς θύρας· ἢ οὐρανός. |
| β 257 | Βῆμα: ὁ λίθος τοῦ δικαστηρίου. Ἀριστοφάνης· τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται; τοὺς κρατῆρας καταθήσω καὶ τὰς ὑδρίας. |
| β 258 | Βῆμα: δικαστικὴ τράπεζα. οὐ μακρὰν δὲ τῶν πυλῶν τὸ δικαστικὸν βῆμα προσέταξε δοθῆναι. |
| β 259 | Βημάρχιος, Καισαρεὺς ἐκ Καππαδοκίας, σοφιστής. οὗτος ἔγραψε τὰς Κωνσταντίνου τοῦ βασιλέως πράξεις ἐν βιβλίοις δέκα, μελέτας τε καὶ λόγους διαφόρους. |
| β 260 | Βήνη: ὄνομα πόλεως Κρήτης. |
| β 261 | Βὴξ ἀντὶ πορδῆς: ἐπὶ τῶν ἐν ἀπορίᾳ προσποιουμένων τι πράττειν. παρ’ ὅσον οἱ πέρδοντες λανθάνειν πειρώμενοι προσποι‐ οῦνται βήττειν. καὶ νέα παροιμία· Ἀπορία ψάλτου βήξ. |
| β 262 | Βηρία: πόλις. |
| β 263 | Βηρίνη. Βηρίνης, τῆς γυναικὸς τοῦ μεγάλου Λέοντος, δύο στῆλαι ἦσαν, μία μὲν βορειοτάτη τοῦ ἁγίου Ἀγαθονίκου μετὰ τὴν ἄνοδον τῶν ἀναβαθμῶν, ἑτέρα δὲ κατὰ τὸ μέρος τῆς ἁγίας Βαρβάρας. καὶ ἡ μὲν τοῦ ἁγίου Ἀγαθονίκου γέγονεν ἔτι ζῶντος τοῦ Λέοντος, ἡ δὲ ἄλλη μετὰ τὴν τελευτὴν αὐτοῦ, ἡνίκα Βασιλίσκον τὸν ἀδελφὸν αὐτῆς ἔστεψε, φυγόντος Ζήνωνος τοῦ γαμβροῦ αὐτῆς. |
| β 264 | Βῆρος: στρατηγὸς Ῥωμαίων. οὗτος οὐκ ἦν κατεσπουδασμένος, ἀλλὰ μέθης νόσῳ ἀνειμένος ἐκ τοῦ ἐπὶ πλεῖστον, καὶ ἀπ’ αὐτοῦ θράσει ἀπερισκέπτῳ ἐσαεὶ εἴχετο. |
| β 265 | Βηρούνιον: ὄνομα πόλεως. Νωρικοὶ γὰρ ἔθνος, ἔνθα συὸς χρῆμα θεόπεμπτον τὴν χώραν ἐλυμαίνετο, καὶ αὐτῷ πάντες ἐπιχει‐ ροῦντες οὐδὲν ἤνυον, μέχρι τις ἀνὴρ τὸν σῦν περιτρέψας ἐπὶ τοὺς ὤμους ἀνέθετο, οἷόν τι καὶ περὶ Καλυδόνος μυθεύεται. οἱ δὲ Νωρικοὶ ἐπεβόησαν εἷς ἀνὴρ τῇ ἰδίᾳ φωνῇ, τουτέστι βηρούνους. ὅθεν ἡ πόλις Βηρούνιον ἐκλήθη. |
| β 266 | Βησᾶς ἕστηκεν οἷον ἀχανής· οὗτος ἕστηκεν ἀχανὴς καὶ παταγώδης καὶ ὑπόμωρος. |
| β 267 | Βησσηΐς: δῆμός ἐστι τῆς Ἀντιοχίδος Βῆσσα. |
| β 268 | Βία: ἡ ὁρμὴ, ἡ ῥύμη. ὁ δὲ τῇ βίᾳ τοῦ σώματος ἐξωθεῖ τὰς πύλας ἐς τὸ ἔσω. |
| β 269 | Βιάζω· αἰτιατικῇ. |
| β 270 | Βίαντος Πριηνέως δίκη: οὗτος εἷς τῶν ἑπτὰ σοφῶν. λέγεται δὲ εἰς τὰς δίκας δεινότατος γεγονέναι εἰπεῖν· ἐπ’ ἀγαθῷ μέντοι τῇ τῶν λόγων ἰσχύϊ ἐχρῆτο. Ἱππώναξ· δικάζεσθαι Βίαντος τοῦ Πριηνέως κρείσσων. |
| β 271 | Βιαρκέος: τῆς εἰς τὸ ζῆν ἐπαρκούσης. ἐν Ἐπιγράμμασι· βιαρ‐ κέος ἄλλος ἀπ’ ἄλλης αὔθαιμοι τρισσοὶ δῶρα λινοστασίης. |
| β 272 | Βιβάζει: συζεύει, ὀχεύει. |
| β 273 | Βιβλιαφόρος: γραμματοφόρος. ὁ δὲ πέμπει βιβλιαφόρον μὴ θορυβεῖσθαι παρακελευόμενος. καὶ πᾶσα γραφὴ βιβλιαφόρος λέγεται. |
| β 274 | Βίβλινος οἶνος: ἀπὸ χωρίου οὕτως ἐκλήθη. |
| β 275 | Βιβλίον: ἡ ἐπιστολή. |
| β 276 | Βίβλοι θεοῦ: ἡ γνῶσις αὐτὴ καὶ ἡ ἄληστος μνήμη. Δαβίδ· καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται. |
| β 277 | Βιδίνη: πόλις Σκυθίας. |
| β 278 | Βιαιότερον: ἐπικρατέστερον. τῆς τῶν ἰατρῶν ἐπιστήμης βιαι‐ ότερον ἦν τὸ νόσημα. |
| β 279 | Βίαιοι οὗτοι ἐγίνοντο· Φάλαρις, Ἔχετος, Διονύσιος καὶ ὁ Κασ‐ σανδρέων τύραννος, ὑπερβαλὼν παρανομίᾳ· καὶ Λίγγις, ἀδελφὸς Ἴλλου νόθος, καὶ οὗτος βίαιος. |
| β 280 | Βιαίων: ὄνομα δίκης ἐστὶ κατὰ τῶν βίᾳ πραττόντων ὁτιοῦν· ὁ δὲ ἁλοὺς ἀποτίνει εἰς τὸ δημόσιον ἴσον τῷ ἑλόντι. Δημοσθένης κατὰ Μειδίου. εἰσὶ δὲ καὶ ἐν τοῖς Λυσιακοῖς φερόμενοι λόγοι βίαιοι. καὶ δῆλον ὅτι οὐκ ἐπὶ φθορᾷ παρθένων οὔτε τὸ ὄνομα οὔτε ἡ δίκη ἐλέγετο, ἀλλὰ καὶ ἐπ’ ἄλλων. |
| β 281 | Βιζακίων: μικρῶν λίθων. |
| β 282 | Βιζύη: πόλις Θρᾳκική. |
| β 283 | Βιθίας: ὄνομα κύριον. καὶ ἡ μὲν κατὰ τὸν Βιθίαν ἐλπὶς τούτῳ τῷ τρόπῳ διέπεσεν. |
| β 284 | Βικάριος: παρὰ Ῥωμαίοις διάδοχος. |
| β 285 | Βίκος: τὸ ἀγγεῖον. καὶ Βικίδιον διὰ τοῦ ι ἡ παράδοσις. Ξενοφῶν· Κῦρος γὰρ ἔπεμπε βίκους ἡμιδεεῖς οἴνου. καὶ Βίκος, τὸ σπέρμα. |
| β 286 | Βίκτορα. |
| β 287 | Βινεῖν: τὸ συνουσιάζειν· ἢ τὸ πιπίζειν. ἐν Ἐπιγράμμασι· ἁδὺ τὸ βινεῖν ἐστι· τίς οὐ λέγει; ἀλλ’ ὅταν αἰτῇ χαλκὸν, πικρότερον γίνεται ἑλλεβόρου. |
| β 288 | Βινεῖν: περαίνειν. καὶ βινεῖν με διαλελημμένον. καὶ Βινή‐ σομεν. Ἀριστοφάνης· εἶτα βινήσας ἐκεῖθεν αὖθις αὖ κατέπτατο. ὥστ’ εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχὺ, οὐκ ἔσθ’ ὅπως μὴ Κλεισθένη βινή‐ σομεν. οὗτος ἐπὶ θηλύτητι ἐκωμῳδεῖτο. καὶ αὖθις Ἀριστοφάνης· ἔπαυσα τοὺς βινουμένους τὸν γρύπον ἐξαλείψας. |
| β 289 | Βῖνος: ὄνομα θεᾶς. |
| β 290 | Βιοδώρα: ἡ γῆ. |
| β 291 | Βίολα: πέδιλα, ὑποδήματα. |
| β 292 | Βίος: σημαίνει δʹ παροξυτόνως. Βιὸς δὲ τοῦ τόξου ἡ νευρά. |
| β 293 | Βίος: ποτὲ μὲν ἡ οὐσία τῶν κτημάτων, ποτὲ δὲ αὐτὸ τὸ ζῆν. καὶ παροιμία· Βίον μεμαγμένον, ἐπὶ τῶν εὐδαιμονιζόντων ἐπὶ πολυτελεῖ καὶ ἡδεῖ βίῳ. καὶ παροιμία· Βίον ἀληλεσμένον, ἐπὶ τῶν ἐν ἀφθονίᾳ τῶν ἐπιτηδείων ὄντων. |
| β 294 | Βίος· ἐκ τῶν Φίλωνος. ὅτι ἡ τοῦ Χριστοῦ ἐκκλησία δύο βίους νομοθετεῖ καὶ τρόπους, τὸν μὲν ὑπερφυῆ καὶ τῆς κοινῆς καὶ τῆς ἀνθρωπίνης πολιτείας ἐπέκεινα, οὐ γάμους, οὐ παιδοποιΐας, οὐ περι‐ ουσίας ὕπαρξιν παραδεχόμενος, ἀλλ’ ὅλον διόλου τῆς κοινῆς συνήθους τῶν βιωτικῶν ἀνθρώπων ἀγωγῆς παρηλλαγμένος. καὶ μετ’ ὀλίγα· ὁ δὲ δεύτερος καὶ ὑποβεβηκὼς ἀνθρωπινώτερος καὶ τοῦ πρώτου λίαν ἀσύγκριτος, ὃς καὶ γάμοις συγκατιέναι σώφροσι καὶ παιδοποιΐαις, οἰκο‐ νομίας τε τῆς κατὰ τὸ δίκαιον ἐπιμελεῖσθαι καὶ στρατευομένοις τὰ πρακτέα ὑποτίθεσθαι, ἀγρῶν τε καὶ ἐμπορίας καὶ τῆς ἄλλης πολιτι‐ κωτάτης ἀγωγῆς μετὰ τοῦ θεοσεβοῦς φροντίζειν, οἷς καὶ ἀσκήσεων και‐ ροὶ μαθητείας τε καὶ τῶν θείων λογίων ἀκροάσεως ἀφωρίσθησαν, καὶ δεύτερος εὐσεβείας ἀπενεμήθη βαθμὸς, κατάλληλον τῷ τοιῷδε βίῳ παρέχων τὴν ὠφέλειαν. τοῦ ἁγίου Ἀθανασίου. δύο εἰσὶν ὁδοὶ ἐν τῷ βίῳ καὶ δύο πολιτεῖαι, ἡ μὲν μετριωτέρα καὶ βιωτικὴ φέρουσα καρπὸν ἐν λʹ, ἡ δὲ ἀγγελικὴ καὶ ἀποκόσμιος φέρουσα καρπὸν τὸν τέλειον ἐν ρʹ. ὡσαύτως καὶ ὁ παλαιὸς βίος εἰς δύο διῃρεῖτο, εἰς τὸν Φαρισαϊκὸν καὶ ὑψηλὸν καὶ εἰς τὸν ὑποδεέστερον τὸν κοσμικόν. κατὰ δὲ φιλοσόφους βίων αἱρέσεις τρεῖς ἠθικαί· [Start of a diagram][Start of a diagram section]θεωρητική[End of a diagram section] [Start of a diagram section]πρακτική[End of a diagram section] [Start of a diagram section]λογική.[End of a diagram section][End of a diagram] |
| β 295 | Βίος ἀκανθώδης: ὁ τραχὺς καὶ σκληρὸς, ὁ παλαιός. καὶ Βίος ἀληλεσμένος, ὁ εὐχερὴς καὶ ἡδύς. ἐπὶ τῶν ἐν ἀφθονίᾳ τῶν ἐπιτηδείων ὄντων. καὶ Βίος ἐξηυλημένος, ἐπὶ τῶν ἀχρήστων. ἐκ μεταφορᾶς τῶν ἀχρείων αὐλῶν. καὶ Βίος μεμαγμένος, ἐπὶ τῶν ἐξ ἑτοίμου καὶ ἀπόνως τρεφομένων. |
| β 296 | Βιοστερῆ: ἐνδεᾶ. κἀπὶ προσπόλου μιᾶς βιοστερῆ χωροῦντα. |
| β 297 | Βιοτὴ καὶ Βίοτος: ζωὴ, καὶ τὰ πρὸς τὸ ζῆν· καὶ ἡ οὐσία. ἐν Ἐπιγράμμασιν· Ἑλλήνων βιοτῇ δεύτερον ἠέλιον. |
| β 298 | Βιοτεύω, Βιοτεία καὶ Συμβιοτεύω. |
| β 299 | Βιοῦται: ἀντὶ τοῦ ζῇ ἢ ζήσεται. οὕτως Ἡρόδοτος. |
| β 300 | Βιῶναι: ζῆσαι. |
| β 301 | Βιώνης: ὁ τὰ δημόσια ἀγοράζων. |
| β 302 | Βιῶνται: μετὰ βίας εἰσελεύσονται. προδήλου δ’ οὔσης τοῖς Καρχηδονίοις τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς, ὅτι βιῶνται διὰ τοῦ πτώ‐ ματος τοῦ τείχους, παρεσκευάζοντο πρὸς τὴν χρείαν. |
| β 303 | Βιώσιμος: ἐλπίδα ἔχων τοῦ ζῆσαι. ὁ δὲ ἀνέβλεψέ τε καὶ ἔφη, ὅτι βιώσιμος εἴη. |
| β 304 | Βιώσιμος: ὁ ζῆσαι ἐν βίῳ δυνάμενος. |
| β 305 | Βιώτω: ζησάτω. |
| β 306 | Βίρρον: ἱμάτιον Ῥωμαϊκόν. |
| β 307 | Βιστάκια: τὰ παρ’ ἡμῖν πιστάκια λεγόμενα. |
| β 308 | Βιστονία: ἐπίθετον τῆς γεράνου. ἁρπάκτειραν ἐρύκων σπέρ‐ ματος ὑψιπετῆ Βιστονίαν γέρανον. |
| β 309 | Βιτέλλιος, βασιλεὺς Ῥωμαίων, ὁ Γάλβαν διαδεξάμενος, πᾶν αἶσχος ἀναδεδεγμένος ἔν τε τοῖς ἄλλοις τοῖς κατὰ τὸν βίον καὶ οὐχ ἥκιστα τῷ κατὰ γαστρὸς ἀκρατῶς τε καὶ ἀκορέστως ἔχειν. πολλάκις γὰρ οὐ μόνον τῆς ἡμέρας, ἀλλὰ καὶ τῆς νυκτὸς σῖτον ᾑρεῖτο καὶ παρὰ τὰς δείπνων παρασκευὰς τὸ πολὺ τῶν δημοσίων ἀπετρύετο. δέκα γὰρ δὴ μυριάδας ἀργυρίου ἐπὶ δισχιλίαις καὶ φʹ ἐς τὰ δεῖπνα δεδαπανηκέναι ἱστόρηται, συνεχῶς μὲν καὶ ἀπλήστως ἐμφορούμενος, συνεχῶς δὲ ἅπαντα ἀπερευγόμενός τε καὶ ἐξεμῶν. ᾧ δὴ καὶ μόνῳ διεγένετο, ἐπεὶ οἵ γε σύσσιτοι αὐτοῦ καὶ πάνυ κακῶς εἶχον. Βέβιος γοῦν Κρίσπος διὰ νόσον χρόνου τινὸς ἀπολειφθεὶς τοῦ συμποσίου μάλα στωμύλως ἔφη· εἰ μὴ ἐνενοσήκειν, ἀπολόμην ἄν. ἐς τόδε γοῦν καὶ τὸ παρὰ τῷ ἀδελφῷ δεῖπνον τοῦ Βιτελλίου ἐπίσημον γεγονὸς δια‐ μνημονεύεται· καθ’ ὅ φασι δίχα τῆς λοιπῆς πολυτελείας δισχιλίους μὲν ἰχθῦς, ἑπτακισχιλίους δὲ ὄρνις ἐπὶ τὴν θοίνην παρενεχθῆναι. ἐπῄνει δὲ καὶ τὰ Νέρωνος καὶ τὸν νεκρὸν τοῦ Νέρωνος ἐς κοῖλόν τινα καὶ ἀφανῆ τάφον κατακείμενον ἀπεσέμνυνε. πρὸς δὲ τῶν στρατηγῶν Οὐεσπασιανοῦ, μεταποιουμένου τῆς βασιλείας ἤδη, κατακτείνεται. |
| β 310 | Βίτιννα· σάνδαλα μὲν τὰ ποδῶν θαλπτήρια ταῦτα Βίτιννα, εὐτέχνων ἐρατῶν σκυτοτόμων καμάτων. |
| β 311 | Βιττίον· τῆς πέζης τὰ μὲν ἄκρα τὰ δεξιὰ Βιττίον εἰργάσατο. πέζα γὰρ ὕφασμα. |
| β 312 | Βιοῖο: τῆς τοῦ τόξου νευρᾶς. |
| β 313 | Βλάβη· καὶ Βλάβος, οὐδετέρως. τὸ ἁμάρτημα. Ἀριστο‐ φάνης Βατράχοις. |
| β 314 | Βλάξ: μαλακὸς, χαῦνος· ἐκλελυμένος· ἢ μωρός. |
| β 315 | Βλάκα· αἰτιατική. τὸν εὐήθη καὶ ἀνόητον. εἴρηται δὲ ἀπὸ ἰχθύος τινὸς, ὁμοίου σιλούρῳ, ἀχρήστου δὲ οὕτως ὡς μηδὲ κύνα αὐτῷ χρῆσθαι. Πολιτείας δʹ· βλακικόν τε ἡμῶν τὸ πάθος. ὡς εἰ λέγοι τις πνευμονίαν ἀπὸ τοῦ θαλαττίου ζῴου ὄντος ἀναισθήτου. οἱ δ’ ἀπὸ τοῦ πρὸς τῇ Κύμῃ χωρίου τῆς Βλακείας, οὗ μνημονεύει καὶ Ἀριστοτέλης. καὶ ἐν Ἀλεξανδρείᾳ δὲ τέλος τι βλακεννόμιον, ὃ οἱ ἀστρολόγοι τελοῦσι, διὰ τὸ τοὺς μωροὺς εἰσιέναι πρὸς αὐτούς. ἐλι‐ νύοντα καὶ βλακεύοντα κλάειν ἐῶσι. καὶ ἡ αἰτιατικὴ τῶν πληθυν‐ τικῶν βλάκας. ἔστι δὲ μωρός τις μὴ εἰδὼς τὰ πράγματα διακρῖναι. |
| β 316 | Βλακεύεται καὶ Βλακεύει: μαλακίζεται. Δαμάσκιος· καὶ παροξύνων τῷ λόγῳ τοὺς ἐν ἔργῳ βλακεύοντας. οὐδεμιᾶς γοῦν ἐτίθετο κακίας ἐλάττω τὴν ῥᾳθυμίαν, ἁπασῶν δὲ σχεδὸν τὴν μεγί‐ στην. καὶ Ξενοφῶν· εἴ τις αὐτῷ δοκοίη τῶν πρὸς τοῦτο τεταγ‐ μένων βλακεύειν, ἐκλεγόμενος τὸν ἐπιτήδειον ἔπαιεν ἂν τῇ βακτηρίᾳ. |
| β 317 | Βλακεία: ὑπεροψία, μωρία. οἱ στράτορες τριώβολον ἐλάμ‐ βανον βλακείας χάριν. |
| β 318 | Βλακεία: ῥᾳστώνη, ἔκλυσις, χαυνότης. οὐ γὰρ στρατηγῶν βλακείαις ἢ φιλοψυχίαις τὰ πράγματα ἐπέτρεψεν, ἀλλ’ αὐτὸς ἐπὶ τὸν πόλεμον ἑαυτὸν ἀναδείξας στρατηγὸν ἐξώρμησεν. |
| β 319 | Βλακικῶς: ἀντὶ τοῦ βραδέως. ὡς βλακικῶς διακονεῖς. |
| β 320 | Βλάνων: ὄνομα κύριον. μόλις δὲ τῶν Καρχηδονίων ἀπὸ τῆς καταπλήξεως ἀναλεξαμένων, μόνος ὁ Βλάνων καλούμενος οἰκείαν τῆς περιστάσεως φωνὴν προέ‐ μενος εἶπεν. |
| β 321 | Βλάπτω· αἰτιατικῇ. |
| β 322 | Βλάστη: βλάστημα. καὶ ἡ αἰτιατικὴ τὴν βλάστην. |
| β 323 | Βλάσφημος: ὁ εἰς θεὸν ἐξυβρίζων. Βλασφημῶ αἰτιατικῇ συντάσσεται. Ἀππιανός· οἱ δὲ ἐβλασφήμουν αὐτὸν ὡς κακῶς ἐπὶ τρισὶν ἀνδράσι τὰ πάντα θέμενον. |
| β 324 | Βλαύτη: εἶδος ὑποδήματος. Σοφοκλῆς· σπεύδειν ἀπὸ ῥυτῆρος. τουτέστιν ἀπὸ βλαύτης· ὡς ἕκαστος ἔχει σχήματος. καὶ αὖθις· ὁ σκήπων καὶ ταῦτα τὰ βλαυτία, πότνια Κύπρι, ἄγκειται κυνικοῦ σκῦλα Ποσωχάρεος. |
| β 325 | Βλαυτίοις: σανδαλίοις. Ἀριστοφάνης· ὅπερ πίνων ἀνὴρ πέπονθ’, ὅταν χεσείῃ, τοῖς τρόποισι τοῖς σοῖσιν ὥσπερ βλαυτίοις χρήσομαι. ἐπειδὴ εἰώθασιν οἱ πίνοντες τοῖς τῶν ἄλλων ὑποδήμασι χρῆσθαι, εἰ ἐπείγοιντο πρὸς λάσανον. λάσανα δὲ οἱ χυτρόποδες, τὰ μαγειρεῖα, ἔνθα τῇ βουλῇ σκευάζεται μετὰ τὰς θυσίας κρέα. |
| β 326 | Βλαῖσος: ὄνομα κύριον. ὑπάτω δὲ ἤστην Ἰούνιος Βλαῖσος καὶ Λεύκιος. καὶ ζήτει ἐν τῷ Ἀπίκιος Μάρκος. |
| β 327 | Βλαισός: παραλυτικός. διαφέρει βλαισὸς καὶ ῥαιβός, ὁ μὲν ἀπὸ τῶν γονάτων διεστραμμένος τοὺς πόδας, ὁ δὲ αὐτὰς τὰς κνή‐ μας. πολλάκις ἐν θυμέλῃσι καὶ ἐν σκηνῇσι τεθηλὼς βλαισὸς Ἀχαρνεί‐ της κισσὸς ἔρεψε κόμην. καὶ Βλαισοπόδης, βάτραχος. |
| β 328 | Βλεπεδαίμων: ὁ διεστραμμένος τὰς ὄψεις καὶ οἷον ὑπὸ δαί‐ μονος πεπληγώς. |
| β 329 | Βλέπειν γὰρ ἄντικρυς δόξεις μ’ Ἄρη: ἐπὶ τῶν ὑπισχνου‐ μένων παντὶ σθένει πράττειν καὶ συνάρασθαι πρὸς βοήθειαν. δόξεις με, φησίν, Ἄρεα ὁρᾶν κατορθωτικὸν καὶ πρακτικόν. |
| β 330 | Βλέποντες: ἀντὶ τοῦ ζῶντες. οὕτως Σοφοκλῆς· οἱ δ’ αὖ γε‐ λώντων κἀπιχαιρόντων κακοῖς τοῖς τοῦδ’. ἴσως τοι, κεἰ βλέποντα μὴ ’πόθουν, θανόντ’ ἂν οἰμώξειαν ἐν χρείᾳ δορός. |
| β 331 | Βλέπος· Ἀριστοφάνης Νεφέλαις· ἐπὶ τοῦ προσώπου ’στιν Ἀττικὴ βλέπος. ἀντὶ τοῦ κακοῦργον βλέμμα καὶ δραστικόν. οἱ γὰρ Ἀττικοὶ ἐπὶ ἀναιδείᾳ διεβάλλοντο. |
| β 332 | Βλέποι: ἀντὶ τοῦ βλέμμα. οὕτως Ἀριστοφάνης. |
| β 333 | Βλεῖο: εὐκτικῶς. καὶ ζήτει τὸν κανόνα ἐν τῷ ἐμπλείμην. |
| β 334 | Βλήδας: ὄνομα Σκύθου. |
| β 335 | Βλήτυρι: οὕτω λέγουσι καὶ σκινδαψόν. εἰσὶ δὲ παραπλήρωμα λόγων μὴ ἔχοντα λόγον. Ἰόβας δὲ τὸν σκινδαψὸν ὄργανον μουσικὸν ἀποδίδωσι, τὸ δὲ βλίτυρι χορδῆς μίμημα. |
| β 336 | Βληχὴ καὶ Βληχήματα: φωναὶ προβάτων. καὶ Βληχώ‐ μενοι παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ· τουτέστι ποιᾷ φωνῇ χρώμενοι. βληχᾶσθαι γὰρ τὸ τὰ προβάτια ποιᾷ κεχρῆσθαι φωνῇ. καὶ αὖθις· βληχὴ τὰ τέκνα καὶ οὐδαμῶς τοῦ τρόπου. |
| β 337 | Βληχώδης: πρόβασι τὸν νοῦν ὅμοιος. μωρὸς δὲ ποιμὴν καὶ τὰ πάντα βληχώδης πέμπειν ἔμελλεν. |
| β 338 | Βλήχων: ἡ γλήχων. οὕτως λέγεται παρὰ Ἀττικοῖς. ἔστι δὲ εἶδος βοτάνης. καὶ τὸ ἐφήβαιον Ἀριστοφάνης οὕτως ὀνομάζει. |
| β 339 | Βληχωνία· Ἀριστοφάνης· ἆρ’ οὖν βλαβῆναι διὰ χρόνου τί σοι δοκῶ, ὦ δέσποθ’ Ἑρμῆ, τῆς Ὀπώρας κατελάσας; οὔκ· εἴγε κυκεῶνος ἐπιπίοις βληχωνίαν. σχόλιον· καὶ γὰρ οἱ διὰ χρόνου ἐσθίοντες ὀπώ‐ ραν πολλὴν βλάπτονται καὶ οἱ συνουσιάζοντες συνεχῶς. ἐπεὶ οὖν ἐδόκει ἡ Ὀπώρα καὶ πόρνη, πρὸς ἀμφότερα ἔπαιζε. διὰ τοῦ β βλη‐ χωνίαν. οἱ δὲ πολλὴν ὀπώραν ἐσθίοντες, ἐὰν βληχωνίαν πίνωσιν, οὐ βλάπτονται, διὰ τὸ ὑπὸ τοῦ ὀποῦ κατεσθίεσθαι τὴν καρδίαν. ἵνα οὖν ἡ δριμύτης ἀποστυφῇ, βλήχωνος ἐλάμβανον. καὶ Βληχωνίας, κυκεών. |
| β 340 | Βληχρόν: ἀσθενὲς παρὰ Ὁμήρῳ καὶ Ἀλκαίῳ· Πίνδαρος δὲ ἀντὶ τοῦ ἰσχυροῦ αὐτὸ λέγει. |
| β 341 | Βλιμάζειν: κυρίως τὸ τοῦ ὑπογαστρίου καὶ τοῦ στήθους ἅπτε‐ σθαι· ὅπερ ἐποίουν οἱ τὰς ὄρνιθας ὠνούμενοι· οἱονεὶ θλιμάζειν. οἱ δὲ βλιμάζοντες, ἀντὶ τοῦ κακοῦντες. ἀποτίλλουσι γὰρ καὶ κατ‐ εσθίουσι. Βλιμάζειν, τὸ ταῖς χερσὶ διαθλίβειν. καὶ τὸ τὰ κηρία θλίψαι βλίσαι λέγεται. καὶ Βλιμάζων, ἀποστάζων τὸ μέλι τοῦ κηρίου. καὶ Βλιμάττομεν, ψηλαφῶμεν, ἐπιθυμοῦμεν. |
| β 342 | Βλιτάδας οἱ παλαιοὶ τὰς εὐτελεῖς γυναῖκας. |
| β 343 | Βλίττειν: ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων. πειράζειν. καὶ τὸ ψηλαφᾶν. καὶ τὸ ἐκπιέζειν τὰ κηρία τῶν μελισσῶν. θλίβειν. ἀλλὰ καθείρξας αὐτὸν βλίττεις. οὕτως Ἀριστοφάνης. |
| β 344 | Βλιττομάμμας· καί σε καλοῦμεν βλιττομάμμαν. τουτέστι μωρόν. καὶ γὰρ τὸ βλίττον μωρόν ἐστι λάχανον. |
| β 345 | Βλίτος: εἶδος βοτάνης. |
| β 346 | Βλίτυρι: χορδῆς μίμημα. |
| β 347 | Βλοσυρός: ἀξιωματικὸς, καταπληκτικὸς, φοβερὸς, σεμνός. |
| β 348 | Βλωθρή: χλωρὰ, ἁπαλὴ, εὐαξής. οὐκέτι συρίγγων νόμιον μέλος ἀγχόθι ταύτας ἁρμόσῃ βλωθρᾶς, Θηρίμαχε, πλατάνου. |
| β 349 | Βλύζει· αἰτιατικῇ. |
| β 350 | Βοανεργές: υἱοὶ βροντῆς. |
| β 351 | Λύσις ὀνείρου Νικηφόρου πατριάρχου ἰαμβικοί. Βόας θεωρεῖν εἰς κα‐ κὴν πρᾶξιν φέρει. Νεκροὶ βόες δηλοῦσι τοὺς λιμοῦ χρόνους. |
| β 352 | Βοάσομαι τὴν ὑπέρτατον βοάν· Ἀριστοφάνης. εἰ οὕτω, φησὶ Στρεψιάδης, ὁ παῖς ἐκπεπαίδευται, μέγιστον ὑπὸ τῆς χαρᾶς βοήσομαι. |
| β 353 | Βόεια: μεγάλα. ῥήματ’ ἂν βόεια δώδεκ’ εἶπεν· Ἀριστοφάνης Βατράχοις. |
| β 354 | Βοείας: βύρσας. |
| β 355 | Βοαδρόμος: ὁ βοηθός. ὧδ’ ὑπὲρ Ἀμβρακίας ὁ βοαδρόμος ἀσπίδ’ ἀείρας τεθνάμεν ἢ φεύγειν ἤθελεν. |
| β 356 | Βοηδρομεῖν: μετὰ σπουδῆς παραγίνεσθαι· Κᾶρες δὲ ἀντὶ τοῦ βοηθεῖν. καὶ βοηδρομούντων ἐπὶ τοῦτο τῶν δημοτῶν, ἄλλος τις παρὼν βάρβαρος ἔτρωσε τὸν ἕτερον ἐπιόντα, καὶ διεκέκριτο οὐδέν. |
| β 357 | Βοηδρομία· βοηδρομεῖν μὲν τὸ βοηθεῖν ὠνομάζετο, τουτέστιν ἐπὶ μάχην δραμεῖν. ἔστι δὲ ἡ Βοηδρομία ἑορτή τις Ἀθήνησι καλου‐ μένη, καθ’ ἣν ἡμέραν ἐβοήθησεν ὁ Ξούθου σπουδῇ πολλῇ πολεμου‐ μένοις Ἀθηναίοις ὑπὸ Εὐμόλπου τοῦ Ποσειδῶνος. Ἐρεχθεὺς δὲ τότε Ἀθηναίων ἐβασίλευεν. |
| β 358 | Βοήθοον: ἀντὶ τοῦ ἐν μάχῃ ἔτρεχον. ἀλλ’ οὐχὶ τὸ ἐβοήθουν, τουτέστι συνεμάχουν. καὶ Βοηθεῖ· δοτικῇ. ἀντὶ τοῦ μάχεται. ἐσμὸς γυναικῶν οὑτοσὶ θύρασι βοηθεῖ. |
| β 359 | Βοηθῶ· δοτικῇ. καὶ Βοηθοίης, εὐκτικόν. |
| β 360 | Βόθυνος: εἶδος ἀστέρος. ζήτει ἐν τῷ κομήτης. |
| β 361 | Βολβός· Ἀριστοφάνης· καταφαγὼν βολβῶν χύτραν. ἐπὶ τῶν λαγνιστάτων. ἐπιτήδειοι γὰρ εἰς συνουσίαν οἱ βολβοί. ἔστι δὲ εἶδος ὀσπρίου, ἢ καὶ κρομμύου. |
| β 362 | Βολεῶνας: οὕτως οἱ Ἀττικοὶ καλοῦσιν, οὗ ἡ κόπρος τῶν βοῶν καὶ τῶν ὑποζυγίων καὶ τῶν προβάτων βάλλεται. |
| β 363 | Βοήν: μάχην, καὶ μεγάλην φωνήν. |
| β 364 | Βόθυνος: τόπος τις ἰδίως οὕτω καλούμενος ἐν τῇ ἱερᾷ ὁδῷ, οὗ μνήμην Ἰσαῖος καὶ Καλλισθένης ποιεῖται. |
| β 365 | Βολίς: βέλος, ἀκόντιον, λογχάριον. καὶ Βόλος, τὸ βαλλό‐ μενον εἰς ἄγραν ἰχθύων. ἐν Ἐπιγράμμασι· Πίγρης μὲν πτανοῖσιν ἐφεὶς βόλον, ἐν δ’ ἁλίοισι Κλείτωρος, ἐν θηρσὶν Δᾶμις ἐρημονόμοις. καὶ αὖθις· εὐστιβὲς αἰθυίαις ἰχθυβόλοισι λέπας. καὶ Βόλος, ἐν Ἐπι‐ γράμμασι· καὶ φελλὸν κρυφίων σῆμα λαχόντα βόλων. |
| β 366 | Βόλιτος: Ἀττικοὶ οὕτω λέγουσι χωρὶς τοῦ β, ὅπερ ἡμεῖς βόλ‐ βιτον. Ἀριστοφάνης· ἐτρεφέτην ἐν πᾶσι βολίτοις. τουτέστιν ἐν πάσῃ τρυφῇ καὶ πᾶσιν ἀγαθοῖς. βολίτοις δέ, ὅτι περὶ βοῶν ὁ λόγος. οὕτω δὲ λέγονται οἱ σπέλεθοι τῶν βοῶν. |
| β 367 | Βολίτου δίκην: πρὸς τοὺς ἐπὶ μικροῖς δίκας ὑπέχοντας. ὁ γὰρ Σόλωνος νόμος καὶ τοὺς βόλιτον ὑφελομένους κολάζει. |
| β 368 | Βόλος: ἡ δρόσος. |
| β 369 | Βόλος ὁ κυβευτικὸς ἀγύρτης λέγεται. ζήτει ἐν τῷ ἀγύρτης. |
| β 370 | Βομβάζειν: φθέγμα ἐπὶ τῷ διασύρειν καὶ τωθάζειν λεγόμενον. |
| β 371 | Βομβάλβιοι: ἀντὶ τοῦ αὐληταί. τὸ δὲ βομβύλιος ἐν προσθέσει τοῦ α εἶπε βομβαύλιος, παίζων παρὰ τὸν αὐλόν. |
| β 372 | Βομβεῖ καὶ Περιβομβεῖ. Σιμοκάτης· ὡς δὲ τὸ Περσικὸν περιεβόμβει τρανέστερον, παρεδριμύττετο τὸ πολέμιον. Βόμβος δὲ ὁ ἦχος τῶν μελισσῶν. βόμβος, ψόφος τις. |
| β 373 | Βόμβησεν: ἐψόφησέ πως. |
| β 374 | Βομβοῦσιν αἱ μέλισσαι, ὅταν τις προσίῃ μύρου ὄζων. Πολι‐ τείας θʹ. καὶ οἱ περὶ τὴν Διονυσίου βομβοῦντες τράπεζαν καὶ περὶ τὴν Ἀλεξάνδρου μεμηνότες δαῖτα καὶ χεῖρα, καὶ ἄλλοι δὲ καὶ ἄλλοι ὧν εἶπον, Ὀρέστης, Μαρψίας, Καλλίου τοῦ Ἀθηναίου κόλακες σὺν ἑτέροις, καὶ ὅδε παρὰ Ῥωμαίοις Ἄλβιος ὄνομα. |
| β 375 | Βομβυλιός: ζῷον, ἢ τὸ βησίον λεγόμενον. καὶ εἶδος μελίσσης, παρὰ τὸ βομβεῖν. ἐκ πηλοῦ τὰ κηρία πλαττούσης. Βομβυλιός ζῷόν ἐστι παραπλήσιον μελίττῃ, ὠνομασμένον ἀπὸ τοῦ βόμβου, ὃν ἐκεῖνο βομβεῖ. |
| β 376 | Βομβυλιός: εἶδος μελίσσης. καὶ εἴρηται παρὰ τὸ βομβεῖν. καὶ παροιμία· Βομβυλιὸς ἄνθρωπος, ἐπὶ τοῦ ἀκάρπου, παρόσον καὶ βομβυλιός ἐστι μελίσσης εἶδος, ἐκ πηλοῦ πλαττούσης τὰ κηρία. |
| β 377 | Βομβύλον: σκεῦος στρογγυλοειδές. |
| β 378 | Βόμβυξ: βοοβοσκός. |
| β 379 | Βονιφάτιος. |
| β 380 | Βοοθύτης: ὁ τοὺς βόας βάλλων πελέκει. |
| β 381 | Βοὸς κέρας· Ὅμηρος· ἥτε κατ’ ἀγραύλοιο βοὸς κέρας ἐμβεβα‐ υῖα. κατεσκεύαζον γὰρ σύριγγα ἐκ κέρατος βοείου, ἣν περιετίθεσαν τῇ ὁρμιᾷ, ἵνα μὴ οἱ ἰχθύες ἀποτρώγωσι τὸ λίνον. |
| β 382 | Βοοσφόριον. |
| β 383 | Βοῶμεν· δοτικῇ. ὀμόσωμεν. καὶ Βοώμενον, ἐπικαλούμενον. |
| β 384 | Βοώνης: οὗτος παρὰ τῆς πόλεως ᾑρεῖτο, ἵνα βοῦς αὐτῇ πρίηται πρὸς τὰς θυσίας. ἦν δὲ λαμπρὸν τὸ βοώνην γενέσθαι, ἐπειδὴ στρατη‐ γούς φασι βοώνας μάλιστα χειροτονεῖσθαι. |
| β 385 | Βοῶπις: μεγαλόφθαλμος. εὐόφθαλμος. |
| β 386 | Βοώτης: ἄστρον πλησίον τῶν Ἄρκτων. ὁ δ’ αὐτὸς καὶ Ἀρκτο‐ φύλαξ καλεῖται. ζήτει ἐν τῷ ἄρκτος. |
| β 387 | Βοώτης· αἱ μέγισται ἀρχαὶ παρὰ Ἀθηναίοις ἀπὸ τούτων ἐχει‐ ροτονοῦντο. |
| β 388 | Βοωτίαις· καί τινων βοωτίαις ἐφεστώτων, τῶν δὲ ἄλλων τῶν περὶ βασιλέα τοῖς ἐρύμασι νενεμημένων. Κρίτων ἐν τοῖς Γετικοῖς. |
| β 389 | Βοπόρους: παρὰ Ἡροδότῳ ὀβελοὺς μεγάλους. |
| β 390 | Βορᾶς: βρώσεως ἢ τροφῆς. Βορρᾶς δὲ ὁ ἄνεμος, καὶ κλίνε‐ ται Βορρᾶ· ἡ εὐθεῖα τῶν πληθυντικῶν Βορραῖ. σκληροὶ Βορραῖ ἐπιπνεύσαντες. καὶ Βορέας, Βορέου. καὶ Βορραίῃ. λαίλαπι Βορραίῃ κλασθὲν ἐπέλεκε. ὅτι τὸν Βορέαν Ἀθηναίων σύμμαχον εἶναι νομί‐ ζουσι· καὶ ζήτει τὸν τόπον, ἔνθα ὁ στόλος Ξέρξου ἐδυστύχησεν, ἐν τῷ ἀφέται. |
| β 391 | Βορβόροπιν: κῆπον. σημαίνει δὲ καὶ τὸ μόριον. |
| β 392 | Βορβοροτάραξι: Ἀριστοφάνης. ἀντὶ τοῦ ταραχωδέστατε· ταράττων ἡμῶν τὴν πόλιν καὶ θορυβῶν ὥσπερ βόρβορον· θορύβου πληρώσας τὴν πόλιν καὶ βορβόρου. καὶ παροιμία· Βορβόρῳ ὕδωρ λαμπρὸν μιαίνων οὔποθ’ εὑρήσεις ποτόν· ἐπὶ τῶν τὰ κάλ‐ λιστα μιγνύντων αἰσχίστοις. λύσις ὀνείρων· ἔκδηλός ἐστι βόρβορος ψυχῆς ῥύπος. ἰλὺν πεπλευκὼς τοῦ νοὸς νόει βλάβην. |
| β 393 | Βορβορυγμός: ὁ ἦχος τοῦ ὕδατος ἐπιφερόμενος. ἡ φάρυγξ ἐκελάρυζε, καὶ πολὺς ἐν τῷ στόματι ἦν βορβορυγμός. |
| β 394 | Βορβορυγμός: ἦχος ἐκ τοῦ στόματος. σύνθημα δέ ἐστι ταῖς καμήλοις τὸ καθέζεσθαι ὁ τοιοῦτος ἦχος. |
| β 395 | Βορραῖ· ζήτει ὀπίσω ἐν τῷ Βορρᾶς. |
| β 396 | Βορίανθος: ὅτι βάρβαροί τινες κτείνουσι Βορίανθον τυραννή‐ σαντα, ταύτῃ προσάγεσθαι τὸν τῶν Ῥωμαίων στρατηγὸν ἡγούμενοι ἐς εὔνοιαν. καὶ δὴ ἀφικόμενοι τῶν τοῦ Βοριάνθου αὐθεντῶν τινες ἆθλα τῶν περὶ τὸν ἄνδρα πεπραγμένων ἠξίουν παρὰ Σκιπίωνος κομίζεσθαι. ὁ δὲ Σκιπίων ἀποκρίνεται, μηδαμῶς εἶναι Ῥωμαίοις ἔννομον ἐν ἐπαίνῳ ποιεῖσθαι τὰς κατὰ τῶν στρατηγῶν τοῖς ἀρχομένοις ἐπιχει‐ ρουμένας ἐπιβουλάς. |
| β 397 | Βορόν: βρωτικόν. ὀξυτόνως. Ἀριστοφάνης· μιαρὸν τὸ χρῆμα, κάκοσμον καὶ βορόν. καὶ ὕδωρ βορόν, ἀγρυπνίη βορόν· ζήτει ἐν τῷ ὕδωρ βορόν. |
| β 398 | Βόσιν: τροφήν. |
| β 399 | Βοσκήσομεν: θρέψομεν. καὶ Βόσκουσαν, τρέφουσαν. Σο‐ φοκλῆς περὶ Οἰδίποδος· ἀλλ’ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθ’ ἔτι γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα αἰδεῖσθ’ ἄνακτος ἡλίου, τοιόνδ’ ἄγος ἀκάλυπτον οὕτω δείκνυται, τὸ μήτε γῆ μήτ’ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται. |
| β 400 | Βοσόρ: τὸ ἱμάτιον τὸ ἀπὸ κόκκου βεβαμμένον κατὰ Ἑβραΐδα διάλεκτον. |
| β 401 | Βόσπορος, πόλις περὶ τὸν Ἑλλήσποντον, ἣν Βωχάνος ὁ Τοῦρ‐ κος ἐπὶ Ἰουστινιανοῦ βασιλέως ἐπόρθησε. |
| β 402 | Βόσποροι βʹ· ὁ μὲν κατὰ τὴν Προποντίδα, ὁ δὲ Θρᾳκικός, ὥς φησι Φιλέας. |
| β 403 | Βόστρυχος: πλέγμα τριχῶν γυναικείων. ἐν Ἐπιγράμμασιν· εἰπὲ τίνι πλέξεις ἔτι βόστρυχον; Ἀριστοφάνης· πάνυ γάρ τις ἔρως με δονεῖ τῶνδε βοστρύχων. ἐναλείφειν τὰς τρίχας καὶ διατιθέναι κατὰ βοστρύχους, εὐθὺς ἅπασι πρόχειρον, ὅτι ἄνθρωπος οὗτος τῇ Χίων θεῷ καὶ τοῖς Ἰθυφάλλοις ὠργίακεν. |
| β 404 | Βοτά: βοσκήματα. καὶ Βοτάνη, ὁ χόρτος. Καδμείων τινὲς ἱπποβοσκοὶ περὶ βοτάνης πρός τινας τῶν Μινύων ἤριζον. τοὺς πλησίον ὑπερβάλλοντες λόφους μεστὸν εὑρήσουσι τὸ πεδίον παντοίων βοτῶν. |
| β 405 | Βοτηρικὰ κύπελλα· ἐν Ἐπιγράμμασι. καὶ Βοτῆρες, ποιμένες. |
| β 406 | Βοτὴρ καὶ Δοτήρ, Δώτωρ δὲ καὶ Βώτωρ. |
| β 407 | Βοτός: τροφὴ, ἢ βοσκή. καὶ Βροτός, ὁ ἄνθρωπος. |
| β 408 | Βοτρυδόν: ἐπαλλήλας· ἡ ἑτέρα τῆς ἑτέρας ἐχομένη, ὡς ῥᾶγες τῶν βοτρύων. |
| β 409 | Βότρυν: τὴν ὀπώραν· οὐχὶ τὴν σταφυλὴν μόνην. καὶ μήποτε τὴν βοτρυΐαν ὀπώραν. λύσις ὀνείρου· βότρυς κατέσθειν ὀμβρικὴν δηλοῖ λύσιν. |
| β 410 | Βοτρυόδωρος· ἡ εἰρήνη. ἐπεὶ αἱ ἄμπελοι ἐν εἰρήνῃ φύονται. Ἀριστοφάνης· ὦ πότνια βοτρυόδωρε. καὶ παροιμία· Βότρυς πρὸς βότρυν πεπαίνεται, ἐπὶ τῶν ἐξισοῦσθαι φιλονεικούντων. |
| β 411 | Βοτρυοσταγῆ ἔρνη. ὑπερβεβηκέναι δὲ τοῖς ἐπιτηδεύμασι τὰ Βότρυος ὑπομνήματα καὶ τὰ Φιλαινίδος καὶ τῶν ἄλλων ἀναισχυν‐ τότερα γράφων. |
| β 412 | Βούβοτον Ὀρβηλοῖο παρὰ σφυρόν. καὶ Βούβοτος, ἡ πολλὴν τροφὴν ἔχουσα. |
| β 413 | Βουβωνιῶ: φλεγμαίνω τοὺς βουβῶνας. ἐγὼ μὲν οὖν εἰς τὸ βαλανεῖον βούλομαι· λείπει ἀπελθεῖν· βουβωνιῶ γὰρ τὼ νεφρὼ ὑπὸ τῶν κόπων. |
| β 414 | Βουγάϊος· τὸ βου κατ’ ἐπίτασιν· ὡς ἐν τῷ βουπείνα, ἡ μεγάλη πείνα, καὶ βούγλωσσοι. |
| β 415 | Βουδόρῳ νόμῳ: ἐπὶ τῶν ἀξίων οὕτως δέρεσθαι ὡς οἱ βόες. |
| β 416 | Βουζύγης: ὁ Ἡρακλῆς. |
| β 417 | Βοῦθος περιφοιτᾷ: ἐπὶ τῶν ἀσυνέτων καὶ παχυφρόνων εἴρη‐ ται. καὶ Βουθοίνας, ὁ Ἡρακλῆς. Ὕλλου γὰρ τοῦ υἱοῦ αὐτοῦ πεινάσαντος, ἕνα τῶν ἀροτήρων βοῶν Θεοδάμαντος θοινήσας ἔφαγεν. |
| β 418 | Βουθυτεῖ· δοτικῇ. Ἀριστοφάνης Πλούτῳ. ὁ δεσπότης ἔνδον βουθυτεῖ. καταχρηστικῶς εἴρηται ἡ βουθυσία, δηλοῦσα τόν τε ὄγκον τοῦ μεγέθους καὶ τὸ ἐντελὲς τῆς θυσίας, ἣν ἑκατόμβην καλοῦσι καὶ τριττύν. |
| β 419 | Ὅτι Βουκελλάριοι Ἑλληνογαλάται ὀνομάζονται καὶ ἡ τῶν Βουκελλαρίων χώρα Γαλογραικία. |
| β 420 | Βουκολήσας: ἀπατήσας. καὶ Βουκόλημα, τὸ θέλγητρον. ὅπως ἔχῃ τι βουκόλημα τῆς λύπης, ἐνέθηκε τοῖς τοίχοις ποικίλας γραφὰς ζῴων. |
| β 421 | Βουκάρας: ποταμός. Πολύβιος· κατὰ τὴν εἰς θάλασσαν ἐκβολὴν τοῦ Βου‐ κάρα ποταμοῦ. |
| β 422 | Βουκόρυζαν: τὴν μεγάλην κόρυζαν. καὶ Κορυζᾶν, τὸν ἰσχυ‐ ρῶς κορύζοντα. Μένανδρος. |
| β 423 | Βούλγαροι· ὅτι οἱ Βούλγαροι ἠρέσθησαν εἰς τὴν στολὴν τῶν Ἀβάρων καὶ μετημφιάσαντο αὐτὴν καὶ ἕως νῦν περιβέβληνται. ὅτι ἐπὶ Ἰουστινιανοῦ τοῦ Ῥινοτμήτου ἤκμαζεν ὁ Τέρβελις, ὁ τῶν Βουλ‐ γάρων ἀρχηγός· καὶ ὁ αὐτὸς Ἰουστινιανὸς καὶ Κωνσταντῖνος, ὁ Ἡρα‐ κλείου υἱὸς, ὑπόφοροι τούτῳ ἦσαν. τὴν γὰρ ἀσπίδα, ἣν εἶχεν ἐν πολέμῳ, ὑπτίαν ἔθηκε καὶ τὴν ἑαυτοῦ μάστιγα, ᾗ ἐχρῆτο ἐπὶ τοῦ ἵππου, καὶ ἕως οὗ ἐσκέπασεν ἀμφότερα, χρήματα ἐνετίθει. καὶ τὸ δόρυ ἐν τῇ γῇ παρεκτείνας μέχρι τῶν περάτων καὶ ἐς ὕψος πολὺ σηρικὴν ἐσθῆτα ἐτίθει, καὶ κιβώτια πλήσας χρυσοῦ καὶ ἀργύρου τοῖς στρατιώταις ἐδίδου, τὴν μὲν δεξιὰν χρυσίου πληρῶν, τὴν δὲ λαιὰν ἀργυρίου. ὅτι τοὺς Ἀβάρις κατακράτος ἄρδην ἠφάνισαν οἱ αὐτοὶ Βούλγαροι. ἠρώτησε δὲ Κρὲμ τοὺς τῶν Ἀβάρων αἰχμαλώτους· πόθεν συνίετε ὅτι ἀπώλετο ὁ ἄρχων ὑμῶν καὶ τὸ ἔθνος ὅλον; καὶ ἀπε‐ κρίθησαν, ὅτι ἐπλήθυναν αἱ κατ’ ἀλλήλων κατηγορίαι καὶ ἀπώλεσαν τοὺς ἀνδρειοτέρους καὶ φρονιμωτέρους, εἶτα οἱ ἄδικοι καὶ οἱ κλέπται κοινωνοὶ τοῖς κριταῖς ἐγένοντο, εἶτα ἡ μέθη· πληθυνθέντος γὰρ τοῦ οἴνου πάντες ἐγένοντο μέθυσοι· εἶτα ἡ δωροδοκία, εἶτα ἡ πραγμα‐ τεία· πάντες γὰρ ἐγένοντο ἔμποροι καὶ ἀλλήλους δολιούμενοι. καὶ ἡ ἀπώλεια ἡμῶν ἦλθεν ἐκ τούτων. ὁ δὲ ταῦτα ἀκούσας συνεκαλέ‐ σατο τοὺς Βουλγάρους πάντας καὶ διετάξατο νομοθετῶν· ἐάν τις κατηγορήσῃ τινός, μὴ ἀκουέσθω πρότερον, ἢ δεθεὶς ἐξετασθῇ· καὶ εἴγε συκοφαντῶν εὑρεθήσεται καὶ ψευδόμενος, ἀναιρείσθω. μηδὲ ἐξέστω τινὶ κλέπτοντι μεταδοῦναι τροφῆς· ἢ τάχα τοῦτο τολμῶν τις δημευέσθω. καὶ τοῦ κλέπτου μὲν συγκλᾶν τὰ σκέλη, τοὺς δὲ ἀμ‐ πελῶνας πάντας ἐκριζῶσαι ἐκέλευσε· τῷ δὲ αἰτοῦντι παντὶ μὴ ἁπλῶς διδόναι, ἀλλὰ τὴν αὐτάρκειαν αὐτοῦ, ὡς μὴ καὶ αὖθις αὐτὸν δέεσθαι· ἢ τάχα δημευέσθω ὁ μὴ οὕτω ποιῶν. τοὺς δὲ Ἀβάρις πάντας, ὡς λέλεκται, ἄρδην ἠφάνισαν. |
| β 424 | Βουλαία· Δείναρχος· μαρτύρομαι τὴν Ἑστίαν τὴν Βουλαίαν. οἷον τὴν ἐν τῇ βουλῇ ἱδρυμένην. |
| β 425 | Βούλευμα· τὸ ἴδιον. Βούλημα δὲ τὸ δημόσιον. Ἀριστοφά‐ νης Πλούτῳ· τοῦτ’ οὖν ἡμεῖς ἐπιθυμοῦντες, μόλις εὕρομεν ὥστε γενέσθαι βούλημα καλὸν καὶ γενναῖον καὶ χρήσιμον εἰς ἅπαν ἔργον. |
| β 426 | Βουλεύομαί σοι τάδε. |
| β 427 | Βουλεύοντι: ἀντὶ τοῦ συμβουλεύοντι. Θουκυδίδης. |
| β 428 | Βουλεύσας ἀντὶ τοῦ βουληθείς. βουλεύσας δὲ, ὅπως τὴν βασιλέως διάνοιαν πολλῷ ἔτι μᾶλλον ἐξελεῖν δύνηται. |
| β 429 | Βουλεύσεως: ἐγκλήματός ἐστιν ὄνομα, ἐπὶ δυοῖν πραγμάτοιν ταττόμενον. τὸ μὲν γάρ ἐστιν, ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατα‐ σκευάσῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθεὶς ἐάν τε καὶ μή· τὸ δὲ ἕτερον, ὅταν τις ἐγγεγραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ δικάζη‐ ταί τινι ὡς οὐ δικαίως αὐτὸν γεγραφότι. καὶ Ἰσαῖος μὲν ἐπὶ Παλ‐ λαδίῳ λέγει εἰσάγεσθαι τῶν δύο τὸ πρῶτον ἔγκλημα· ὡσαύτως καὶ Ἀριστοτέλης, Δείναρχος δὲ ἐν Ἀρείῳ πάγῳ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος πρώτῳ λέγει. ὁ μέντοι Ὑπερίδης ἰδίως τὸ τῆς βουλεύσεως ὄνομα ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς χρήματα λαμβάνει. |
| β 430 | Βουλευτικός: τόπος οὗτος τοῦ θεάτρου ἀνειμένος τοῖς βουλευ‐ ταῖς, ὡς καὶ τοῖς ἐφήβοις ἐφηβικός. Ἀρριανός· οἱ γράψαντες οὐ μόνον τὰ ἔργα Τραϊανοῦ, ἀλλὰ καὶ τὰ βουλεύματα. καὶ αὖθις· τοῦτο δὲ γέγονε βουλήσει κρείττονι καὶ ἀνθρωπίνῃ γνώμῃ οὐδαμῶς συμβλητῇ. |
| β 431 | Βουλεία: τὸ χρηματίζοντά τινα τῆς βουλῆς πράττειν, ἃ τοῖς βουλευταῖς προσήκει. οὕτω Δείναρχος καὶ Ἀριστοφάνης. Βου‐ λείαν τὸ βουλεύειν καὶ οἱ δικανικοὶ καλοῦσι συνήθως καὶ Ἀριστοφά‐ νης· φησὶ γάρ· τίς βουλευτής ἐστι, παραδοὺς ἑτέρῳ τὴν βουλείαν; τὸ βουλεῦσαι βουλείαν ἔλεγον οἱ παλαιοί. |
| β 432 | Βούλει διαμάχεσθαι Γηρυόνι τετραπτίλῳ: τουτέστι τρικεφάλῳ. τρεῖς γὰρ λόφους εἶχεν ἐν τῇ περικεφαλαίᾳ καὶ πολὺν ἀγῶνα παρέσχε τῷ Ἡρακλεῖ. |
| β 433 | Βουλή: τάξις παρὰ Ῥωμαίοις. Ἀντώνιος Σατορνῖνος ἐπίρ‐ ρητος καὶ βδελυρὸς παρὰ Οὐεσπεσιανοῦ ἐς τὴν βουλὴν ἐνεγράφη, Οὐεσπεσιανοῦ σοφισαμένου γελοιότατα τοῦτο· ἀξιώσει γὰρ αὐτὸν περιέβαλε κακίᾳ δοὺς ἀκερδὲς μὲν, σεμνὸν δὲ ὅμως τόδε ἆθλον. |
| β 434 | Βουλὴ ἁγίων: τῶν ἁγίων ὁ σύλλογος. |
| β 435 | Βουλής, βουλῆντος κλίνεται παρὰ Θουκυδίδῃ. σημαίνει δὲ τὸν βουλευτήν. |
| β 436 | Βουλήσεται κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς: ὡς ἐπὶ κατάρας· ἐπεὶ ὡς λῃστευομένη διεβάλλετο ἡ Αἴγυπτος. ἢ βούλεται ὅτι πορρωτάτω εἶναι, ὅπου αὐτὸν οὐδὲν βλά‐ ψει ὑετός· ἐπεὶ ἐν Αἰγύπτῳ δοκεῖ μὴ ὕειν. ὡς Ἡρόδοτος· ὕσθησαν γὰρ τότε Θῆβαι, οὐδαμὰ πρότερον ὑσθεῖσαι. |
| β 437 | Βούλησις· ὅτι πρακτικαὶ δυνάμεις εἰσὶ τῆς ψυχῆς βούλησις καὶ προαίρεσις. καὶ ἡ μὲν βούλησις αὐτῆς καθ’ ἑαυτήν ἐστι τῆς λογικῆς ψυχῆς, ἡ δὲ προαίρεσις τῆς συμπεπλεγμένης τῇ ἀλογίᾳ. ὅτε μὲν γάρ ἐστιν ἔξω τῆς γενέσεως ἡ ψυχὴ, κατὰ βούλησιν μόνην ἐνεργεῖ· ἐν μόνῳ γάρ ἐστι τῷ ἀγαθῷ· ὅταν δὲ γένηται ἐν τῇ γενέσει, ἐπειδὴ συμπλέκονται αὐτῇ αἱ ἄλογοι δυνάμεις, τότε τῇ ἐπιπλοκῇ τῆς ἀλόγου ἴσχει τὴν προαίρεσιν, διότι ποτὲ μὲν πρὸ τῆς ἀλογίας, ποτὲ δὲ πρὸ τοῦ λόγου γίνεται, καὶ αἱρεῖται τόδε πρὸ τοῦδε. αὗται ἄλογοι τῆς ψυχῆς δυνάμεις. |
| β 438 | Βουληφόρος: πρόβουλος, ἀρχίβουλος. |
| β 439 | Βουλιμιᾷ: λιμώττει, πεινῇ λίαν. ἀπὸ τοῦ βου ἐπιρρήματος, ὅπερ ἐπιτάσεώς ἐστι δηλωτικόν· ὡς καὶ ἐν τῷ βούπεινα, ἡ μεγάλη πεῖνα· καὶ βουγάϊος καὶ βούγλωσσοι. τινὲς δὲ εἶδος νόσου φασὶν, ἐν ᾗ πολλὰ ἐσθίοντες οὐ πληροῦνται. |
| β 440 | Βουλιμιᾶν: τὸ παρ’ ἡμῖν. Ξενοφῶν δὲ βουλιμιᾶν λέγει τὸ τὸν στόμαχον ἐπιδάκνεσθαι ὑπὸ λιμοῦ. ὁ δὲ παριὼν ἐπὶ τὰ ὑποζύγια, εἴ τί που ὁρῴη βρωτὸν, ἐδίδου τοῖς βουλιμιῶσι. συμπίπτει τε τῆς βουλιμιάσεως πάθος, χιόνος οὔσης, πονοῦσι καὶ κτήνεσι καὶ ἀνθρώποις, εἴτε τοῦ θερμοῦ διὰ περίψυξιν καὶ πύκνωσιν, ὅταν ἐντὸς ἅπαν καθειρχθῇ, τὴν τροφὴν ἀθρόως ἀνα‐ λίσκοντος, εἴτε δριμεῖα καὶ λεπτὴ τῆς χιόνος διαδυομένης ἰοῦσα πνοὴ τέμνει τὸ σῶμα καὶ διαφθείρει τὸ θερμὸν ἔξω αὖθις διαδιδόμενον. |
| β 441 | Βούλιμος· ἀρσενικῶς. ἡ ἐπιτεταμένη λιμός. ἐπὶ δὲ τῆς ὁδοῦ πολλοὶ ἔπεσον ὑπὸ τοῦ βουλίμου καὶ χεῖρας καὶ πόδας ἀπε‐ καύθησαν. |
| β 442 | Βοῦλις καὶ Σπέρχις, Ἀθηναῖοι, οἳ αὐθαίρετοι ἐς Πέρσας ἀνῆλθον δώσοντες δίκας ὑπὲρ τῶν κηρύκων Ξέρξου. |
| β 443 | Βουλομένῳ: γλιχομένῳ, ἐπιθυμοῦντι. ὁ δὲ ἔφη θαυμάζων, ἐθελήσεις τί μοι μαντεύσασθαι; πάνυ γε, ἔφην, εἴ σοι βουλομένῳ ἐστίν. Ἀριστοφάνης· βούλομαι δ’, ἄναξ, καλῶς δρῶν ἐξαμαρτεῖν μᾶλλον ἢ νικᾶν κακῶς. |
| β 444 | Βουλυτός: ἡ δειλινὴ ὀψία, ὅτε οἱ βόες ἀπολύονται τῶν ἔρ‐ γων. Ἀρριανός· γίνεται μάχη καρτερὰ ἔστε ἐπὶ βουλυτὸν ἀγχώ‐ μαλος. καὶ αὖθις Αἰλιανός· καὶ ὁ μὲν ἔδρασε τὸ προσταχθέν· ὁ δὲ ὄρνις πρὸ βουλυτοῦ ἐπ’ ἀμφοῖν βαδίζων καὶ τὼ πτέρυγε κρούων καὶ βαίνων μακρὰ καὶ αἴρων τὸν τράχηλον καὶ τὸν λόφον ἐπισείων, οἷον ὁπλίτης γαῦρος, τὴν ἐς τὰ ἄλογα προμήθειαν ἀπεδείκνυτο. |
| β 445 | Βουμολγός: ὁ τὰς βοῦς ἀμέλγων. κέρας βουμολγὸς ταύρου κλάσεν ἀτιμαγέλου. |
| β 446 | Βοῦν ἐν γνάθοις φέρει: ἐπὶ τῶν πολυφάγων. |
| β 447 | Βουνιτῇσι: τοῖς βουκόλοις, τοῖς βοηλάταις. |
| β 448 | Βούνομοι ἐπιστροφαί: ὑπὸ βοῶν ... ἤγουν κατανεμόμεναι. |
| β 449 | Βουνόμον: τὴν βοῶν θρεπτικήν. βουνόμον ἔχων ἀκτάν. |
| β 450 | Βουνός· λύσις ὀνείρου. ὄρει προσέρπειν πραγμάτων δηλοῖ βίαν. |
| β 451 | Βουολοῦσκοι· ὅτι Βουολοῦσκοι πόλεμον κατὰ Ῥωμαίων ἐξή‐ γειραν καὶ πολλοῖς ζημιοῦνται σώμασι καὶ πόλεις ἐπιφανεστάτας τοῦ σφετέρου γένους ἀποβάλλουσι, Μαρκίου νέου παρὰ Ῥωμαίοις ἐπιφα‐ νοῦς ὠσαμένου ἐς μέσους τοὺς πολεμίους, συνεισπεσόντος δὲ πυλῶν ἐντὸς τοῖς φεύγουσι καὶ ἀναπετάσαντος τοῖς οἰκείοις τὴν εἴσοδον. ἐφ’ οἷς πολλοῖς μὲν χρήμασι, πολλοῖς δὲ σώμασιν αἰχμαλώτοις πρὸς τοῦ μονάρχου τιμώμενος τὰ μὲν ἄλλα διωθήσατο, ἠρκέσθη δὲ στεφάνῳ τε ἀριστείῳ καὶ ἵππῳ πολεμιστηρίῳ· καὶ τῶν αἰχμαλώτων ἕνα τὸν αὑτοῦ φίλον αἰτήσας ἀφῆκεν ἐλεύθερον. |
| β 452 | Βούπαλος: ὄνος. Ἀριστοφάνης· εἰ νὴ Δία τις τὰς γνάθους τούτων δὶς ἢ τρὶς ἔκοψεν ὥσπερ βουπάλου, φωνὴν ἂν οὐκ εἶχον. παρὰ τῷ Ἱππώνακτι· λάβετέ μου θοιμάτιον, κόψω βουπάλου τὸν ὀφθαλμόν. |
| β 453 | Βούπαις: ὁ νέος, ἐφῆλιξ, βουκόλος. καὶ αἱ μέλισσαι, ὅτι βοηγενεῖς εἰσιν. αἰεί τοι βούπαισι περιστάσοιτο μελίσσαις τύμβος, Ὑμηττείῳ λειβόμενος μέλιτι. ἵπποι γὰρ σφηκῶν γένεσις, ταῦροι δὲ μελισσῶν. |
| β 454 | Βούπεινα: ἡ μεγάλη πείνα. |
| β 455 | Βουπλήξ: πέλεκυς, μάστιξ, βούκεντρον. καὶ αὖθις· καὶ κέντρ’ ὀπισθονυγῆ καὶ βούστροφα δεσμὰ τενόντων. |
| β 456 | Βουργαών: ὄρος περὶ τὴν ἑσπέραν, ἔνθα Βελισάριος διαφόρους πολέμους διήνεγκεν. |
| β 457 | Βοῦς ἕβδομος: ἐπὶ τῶν ἀναισθήτων. οἱ γὰρ πένητες ἔμψυχον μὴ ἔχοντες θῦσαι ἔπλαττον ἐξ ἀλεύρου. θυομένων δὲ τῶν ϛʹ ἐμψύ‐ χων, προβάτου, ὑὸς, αἰγὸς, βοὸς, ὄρνιθος, χηνὸς, ἐθύετο ἕβδομος ὁ ἐξ ἀλεύρου· καὶ διὰ τὸ εἶναι αὐτὸν ἄψυχον, ἐξεδόθη εἰς παροιμίαν. ἐπίγραμμα εἰς βοῦν καὶ τράγον ἐπὶ πίνακος ἀργυροῦ ἐγκεκολαμμένους· πῶς βοῦς ὑπάρχων, αὔλακας γῆς οὐ τέμνεις, ἀλλ’ ὡς πάροινος ἀγρότης ἀνεκλίθης; πῶς οὐχὶ καὶ σὺ πρὸς νομὰς ἀποτρέχεις, ἀλλ’ ἀργυροῦν εἴδωλον ἕστηκας, τράγε; ἕστηκα τὴν σὴν ἐξελέγχων ἀργίαν. |
| β 458 | Βοῦς ἕβδομος: πέμματα κέρατα ἔχοντα κατὰ μίμησιν τῆς πρω‐ τοφαοῦς σελήνης. ἐκάλουν δὲ αὐτὸ βοῦν προστιθέντες καὶ τὸ ἕβδο‐ μον, ὅτι ἐπὶ ἓξ ταῖς σελήναις ἐπεθύετο οὗτος ἕβδομος, ὡς Εὐθυκλῆς ἐν Ἀταλάντῃ. ὁμοίως δὲ καὶ αἱ σελῆναι πέμματα πλατέα κυκλοτερῆ, ἃ καὶ οὕτως ἐκάλουν. ἔστι δὲ παρὰ Εὐριπίδῃ ἐν Ἐρεχθεῖ καὶ παρ’ Ἀχαιῷ ἐν Ἴριδι. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἄγαν ἀναισθήτων. καὶ Βοῦς ἐνάλιος, ἐπὶ τῶν μηδὲν χρησιμευόντων. |
| β 459 | Βοῦς ἐν αὐλίῳ κάθῃ: παροιμία ἐπὶ τῶν ἀχρήστων. |
| β 460 | Βοῦς ἐπὶ γλώττης: ἐπὶ τῶν μὴ δυναμένων παρρησιάζεσθαι· ἢ διὰ τὴν ἰσχὺν τοῦ ζῴου. ἢ διὰ τὸ τῶν Ἀθηναίων νόμισμα βοῦν ἔχειν ἐγκεχαραγμένον, ὅπερ ἐκτίνειν ἔδει τοὺς παρρησιαζομένους. |
| β 461 | Βοῦς ἐπὶ σωρῷ: ἐπὶ τῶν ἡδυπαθούντων. ἢ ἐπὶ τῶν ἀλοούν‐ των καὶ διὰ φιμοῦ ἐσθίειν κωλυομένων. καὶ Βοῦς εἰς ἀμητόν, ἐπὶ τῶν μετὰ ὠφελείας καμνόντων. |
| β 462 | Βοῦς Κύπριος: ἐπὶ τοῦ χυδαίου καὶ ἀναισθήτου. φασὶ γὰρ τοὺς Κυπρίους βόας κοπροφαγεῖν. |
| β 463 | Βοῦς ὁ Μολοττῶν: ἐπὶ τῶν εἰς πολλὰ διαιρουμένων καὶ κατακοπτομένων πράγματα. οἱ γὰρ Μολοττοὶ ἐν τοῖς ὁρκωμοσίοις κατακόπτοντες εἰς μικρὰ τὰς βοῦς τὰς συνθήκας ἐποιοῦντο. |
| β 464 | Βοῦς ὑπὸ ζυγόν: ἐπὶ τῶν ἀεὶ μοχθούντων. |
| β 465 | Βούσταθμον καὶ Βουστάδιον: τὸ βοοστάσιον. |
| β 466 | Βουτάδης: δῆμός ἐστι τῆς Οἰνηΐδος Βουτία· ἀφ’ ἧς Βουτάδαι οἱ δημόται. |
| β 467 | Βούτης: οὗτος τὴν ἱερωσύνην ἔσχε, καὶ οἱ ἀπ’ αὐτοῦ Βουτάδαι ἐκλήθησαν. καλοῦνται δὲ Ἐτεοβουτάδαι οἱ ἀπόγονοι τοῦ Βούτου· τὸ γὰρ ἐτεὸν ἀληθὲς δηλοῖ. |
| β 468 | Βουταλίων καὶ Κόροιβος καὶ Μελιτίδης ἐπὶ μωρίᾳ διεβέβληντο. Ἀριστοφάνης· τέως δ’ ἀβελτερώτατοι κεχηνότες Μαμμάκυθοι, Μελιτί‐ δαι κάθηνται. |
| β 469 | Βούτας: βοονόμος. αὐτὰρ ὁ βούτεω ἀντίος ἐκ πλαγίων ἵεθ’· ὁ δὲ ῥοπάλῳ γυρὸν ἀπεκράνιζε βοὸς κέρας. |
| β 470 | Βούτομον: φυτάριον παραπλήσιον καλάμῳ, ὅπερ ἐσθίουσιν οἱ βόες. |
| β 471 | Βουτόροις: τοῖς πλήττουσι τοὺς βόας. Μαυρούσιοι ἔχουσι δόρατα βουτόροις ὀβελοῖς ἴσα. |
| β 472 | Βουτύπος: βοοθύτης, ὁ τοὺς βόας βάλλων πέλυκι. |
| β 473 | Βουφάγος· ὑετὸν ἄρτι κόμης ἀπεμόρξατο, τοῦ δὲ κατ’ ἴχνος βουφάγος εἰς κοίλην ἀτραπὸν ἷκτο λέων. |
| β 474 | Βουφόνια: ἑορτὴ παρὰ Ἀθηναίοις πάνυ ἀρχαία. ἐν γὰρ τοῖς Διϊπολείοις φασὶ τὸν βοῦν τὸ πόπανον φαγεῖν τὸ παρεσκευασμένον εἰς τὴν θυσίαν, Θαύλωνα δέ τινα, ὡς εἶχε, τῷ πελέκει ἀποκτεῖναι τὸν βοῦν, ὡς καὶ Ἀνδροτίων φησί. |
| β 475 | Βουφόνια: ἑορτὴ παλαιὰ, ἥν φασιν ἄγεσθαι μετὰ τὰ μυστήρια· ὅτε καὶ τὸν βοῦν ἔθυον εἰς ὑπόμνησιν τοῦ πρώτου φονευθέντος ἐν ἀκροπόλει βοὸς, ἁψαμένου τοῦ πελάνου ἐν τῇ θυσίᾳ τῶν Διϊπολίων. |
| β 476 | Βουφόρτων: πολυφόρτων. μέγα πλευρὸν ἀνῆψαν δαίμοσι βουφόρτων κοίρανοι εἰκοσόρων. |
| β 477 | Βουχανδής: βοῦν χωρῶν. ἐν Ἐπιγράμμασι· βουχανδὴς ὁ λέβης· ὁ δὲ θεὶς Ἐραππίδαυλος Κεύβοτος. |
| β 478 | Βούχετα: πόλις ἐστὶ τῆς Ἠπείρου, οὐδετέρως καὶ πληθυντικῶς λεγομένη· ἥν φησι Φιλόχορος ὠνομάσθαι διὰ τὸ τὴν Θέμιν ἐπὶ βοὸς ὀχουμένην ἐλθεῖν ἐκεῖ κατὰ τὸν Δευκαλίωνος κατακλυσμόν. |
| β 479 | Βουχίλου: ὄνομα τόπου· ἡ εὐθεῖα Βούχιλον. Πᾶνες βουχίλου κράντορες Ἀρκαδίης. τουτέστιν εὐτρόφου. |
| β 480 | Βῶλις: ὄνομα κύριον. Πολύβιος· ὁ δὲ Ἀχαιὸς προσδεξάμενος ἐκτενῶς καὶ φιλανθρώπως τὸν Βῶλιν ἀνέκρινε διὰ πλειόνων ὑπὲρ ἑκάστου τῶν κατὰ μέρος. |
| β 481 | Βῶλος, Δημόκριτος, φιλόσοφος. Ἱστορίαν καὶ Τέχνην ἰατρικήν. ἔχει δὲ ἰάσεις φυσικὰς ἀπό τινων βοηθημάτων τῆς φύσεως. |
| β 482 | Βῶλος, Μενδήσιος, Πυθαγόρειος. Περὶ τῶν ἐκ τῆς ἀναγνώσεως τῶν ἱστοριῶν εἰς ἐπίστασιν ἡμᾶς ἀγόντων, Περὶ θαυμασίων, Φυσικὰ δυναμερά· ἔχει δὲ περὶ συμπαθειῶν καὶ ἀντιπαθειῶν λίθων κατὰ στοιχεῖον· Περὶ σημείων τῶν ἐξ ἡλίου καὶ σελήνης καὶ ἄρκτου καὶ λύχνου καὶ ἴριδος. |
| β 483 | Βῶλος ἄρουρα: ἐπὶ τῶν τοῖς μεγάλοις τὰ μικρὰ προσφιλο‐ τιμουμένων. ὁμοίως τῷ, θαλάττῃ ἐκ χαράδρας ὕδωρ. Βόλος δὲ ἡ δρόσος. |
| β 484 | Βωμακεύματα. |
| β 485 | Βώμαξ: βωμολόχος. ὁ ἀπὸ τῶν βωμῶν πρὶν καρπωθῆναι αἴρων. τάσσεται δὲ καὶ ἐπὶ τῶν μαλακιζομένων. |
| β 486 | Βωμολοχεύεσθαι· βωμολόχοι κυρίως ἐλέγοντο οἱ ἐπὶ τῶν θυσιῶν ὑπὸ τοὺς βωμοὺς καθίζοντες καὶ μετὰ κολακείας προσαιτοῦντες, ἔτι δὲ καὶ οἱ παραλαμβανόμενοι ταῖς θυσίαις αὐληταὶ καὶ μάντεις. ἐκ μεταφορᾶς δὲ τούτων ἐλέγοντο βωμολόχοι καί τινες εὔκολοι καὶ ταπεινοὶ ἄνθρωποι καὶ πᾶν ὁτιοῦν ὑπομένοντες ἐπὶ κέρδει διὰ τοῦ παίζειν τε καὶ σκώπτειν. ὥστε τοὔνομα τρία σημαίνει. |
| β 487 | Βωμολοχεύμασι: πανουργεύμασι. |
| β 488 | Βωμολοχεύσαιτο: ἀντὶ τοῦ ἀγοραῖόν τι εἴποι ἢ εὐτελές. Ἀρι‐ στοφάνης Νεφέλαις περὶ διαφθορᾶς ἁρμονικῶν· ἐντειναμένους τὴν ἁρμονίαν, ἣν οἱ πατέρες παρέδωκαν. εἰ δέ τις αὐτῶν βωμολοχεύσοιτ’ ἢ κάμψειέ τινα καμπήν· οἱονεὶ κεκλασμένῃ τῇ φωνῇ τὴν ᾠδὴν προενέγκοιτο· οἵας οἱ νῦν τὰς κατὰ Φρύνιν, ταύτας τὰς δυσκολοκάμπους, ἐπιτριβέσθω τυπτόμενος πολλὰς, ὡς τὰς Μούσας ἀφανίζων. καὶ αὖθις· πολλὰ μὲν οὖν καὶ ἄλλα τῆς τούτου βωμολοχίας τε καὶ αἱμυλίας μαρτύρια διαρρεῖ, ἐν δὴ τοῖς ἄρα καὶ ἐκεῖνοι. |
| β 489 | Βωμολόχος: ὁ περὶ τοὺς βωμοὺς λοχῶν, ὑπὲρ τοῦ λαβεῖν τι παρὰ τῶν θυόντων. μεταφορικῶς δὲ καὶ ὁ παραπλησίως τούτῳ ὠφελείας ἕνεκά τινας κολακεύων. καὶ βωμακεύματα καὶ βωμολοχεύ‐ ματα. Ἀπολλόδωρος Κυρηναῖος, ὁ εὐτράπελος καὶ γελωτοποιός. τινὲς τὸν μετά τινος εὐτραπελίας κόλακα. καὶ τὸν πανοῦργον δὲ καὶ συκο‐ φάντην. |
| β 490 | Βωμολόχος: ὁ κακοῦργος, ἀσεβής. παρὰ τοὺς λοχῶντας τὰ ἐν τοῖς βωμοῖς ἐπιτιθέμενα θύματα, ἢ τοὺς θύοντας, ἵνα αἰτήσαντες λάβωσί τι. καὶ Βωμολόχοις ἔπεσι, τοῖς πρὸς χάριν καὶ ἀπὸ κολακείας. ἀπὸ δὲ τῶν λοχώντων περὶ τοὺς βωμοὺς καὶ βουλομένων τι λαβεῖν μετήνεκται ἡ λέξις. οὗτοι γὰρ ἐπὶ τῶν βωμῶν πολλὰ ἐλι‐ πάρουν κολακεύοντες λαβεῖν τι τῶν θυόντων. Ἀγαθίας· οὐ γὰρ σύνηθες, ὁ Ναρσῆς, ἔμοιγε, ἔφη, βωμολοχίαις τε καὶ γλισχραῖς ἐλπίσιν ἐγκαλλωπίζεσθαι. καὶ περὶ Ἰσιδώρου Δαμάσκιος· ὁ δὲ ἐπίχαρις ἦν, εὐτραπελίας μὲν καὶ βωμολοχίας ὅτι πορρωτάτω. |
| β 491 | Βωμόν: σταπίδα Λάκωνες. |
| β 492 | Βωμός: τέμενος. καὶ τόπος ἀνάβασιν ἔχων πρὸς τὸ λέγειν ἐπήκοα· ἐφ’ ὃν Κράτης ἀναβὰς, Κράτης ἀπολύει τὰ Κράτητος, εἴρηκε. καὶ Ἀριστοφάνης· ὁ γὰρ βωμὸς θύρασι καὶ δή. ἀντὶ τοῦ ἐξ ἑτοίμου ἐστὶ παρεσκευασμένος. |
| β 493 | Βωμοί: οὕτως λέγονται αἱ βάσεις, στιβάδες. |
| β 494 | Βῶν: ἀσπίδα Ἀργεῖοι. ἀντὶ τοῦ βοῦν, ἤτοι βύρσαν. |
| β 495 | Βῶνος, στρατηγὸς τῆς Μυσίας, τῆς παρὰ τῷ Ἴστρῳ ποταμῷ παρατεταμένης, ἀνὴρ συνέσεως ἐς ἄκρον ἥκων καὶ λίαν ἀγαθὸς τά τε πολιτικὰ καὶ πολέμια. ἦν ἐπὶ Ἰουστινιανοῦ. |
| β 496 | Βώνυσοι: ἄποικοι, βουκόλοι. |
| β 497 | Βῶξ. |
| β 498 | Βῶρος: ὄνομα κύριον. |
| β 499 | Βῶροι: ὀφθαλμοί. |
| β 500 | Βῶς: βύρσα, ἀσπίς. |
| β 501 | Βωσόμεθα: καλέσομεν, μαρτυρούμεθα. |
| β 502 | Βῶσον: βοήθησον. Κρατῖνος. |
| β 503 | Βωστρεῖν: καλεῖν, βοᾶν. Ἀριστοφάνης· ποιήσω τοὺς δημότας βωστρεῖν ς’ ἐγὼ πεκτούμενον. |
| β 504 | Βώτιον: τόπος. |
| β 505 | Βωτεῖν: ἀροῦν. Λάκωνες. |
| β 506 | Βωτιάνειρα: ἡ βόσκουσα τοὺς ἄνδρας. |
| β 507 | Βώτορες: βοήτορες, νομεῖς. καὶ δώτορες. ἐν Ἐπιγράμ‐ μασι· τὸν νομίην καὶ ἔπαυλα βοῶν καὶ βώτορας ἄνδρας σινόμενον κλαγγάν τ’ οὐχὶ τρέσαντα κυνῶν πέφνε καὶ ἐκ ταύτας ἐκρέμασε πίτυος. |
| β 508 | Βώχανος: ὄνομα κύριον. ἦν δὲ Τούρκων ἀρχηγός· ὃς ἐπὶ Ἰουστινιανοῦ τὸν Βόσπορον ἐπόρθησεν. ζήτει ἐν τῷ Βόσπορος. |
| β 509 | Βραβεύει· δοτικῇ. ἐπιψηφίζεται, διανέμει. καλῶς δέ σφισι τοῦ δαιμονίου βραβεύσαντος τὰ κατὰ τὸν πλοῦν. |
| β 510 | Βραβευτής: διοικητὴς, κριτὴς, ὁριστής. καὶ Βραβεῖον, ἐπινίκιος ἀμοιβή. |
| β 511 | Βραβεῖς: οἱ ἐν τοῖς ἀγῶσι κήρυκες. Σοφοκλῆς· ὅσον γὰρ εἰσεκήρυξαν βραβεῖς δρόμων διαύλων πένταθλ’, ἃ νομίζεται. |
| β 512 | Βραβεῖον· βρέβιον δέ. |
| β 513 | Βράβηλα: τὰ καλούμενα Δαμασκηνά. Θεόκριτος· ὄρπακες βραβήλοισι κατα‐ βρίθοντες ἔραζε. Ἀθηναῖος δὲ ἐν τῷ βʹ τῶν Δειπνοσοφιστῶν φησι Σέλευκον ὀνομάζειν κοκκύμηλα καὶ βράβηλα καὶ βάδρυα. εἴρηται δὲ βοράβηλά τινα ὄντα, τὰ τὴν βορὰν ἐκβάλλοντα· ἔστι γὰρ μαλακτικὰ τῆς γαστρός. εἴρηται δὲ καὶ μάδρυα, οἱονεὶ μαλόδρυά τινα ὄντα. Δαμασκηνὰ δὲ λέγεται κατ’ ἐξοχὴν, διὰ τὸ ἐν Δαμασκῷ τῇ πόλει γεωργούμενα εὐθαλέστερα καὶ καλλίονα εἶναι. |
| β 514 | Βραγχίδαι· ὅτι οἱ ἐν Δινδύμοις τῆς Μιλησίας οἰκοῦντες Ξέρξῃ χαριζόμενοι τὸν νεὼν τοῦ ἐπιχωρίου Ἀπόλλωνος τοῖς βαρβάροις προὔδοσαν· καὶ ἐσυλήθη τὰ ἀναθήματα πάμπλειστα ὄντα. δεδιότες οὖν οἱ προδόται τὴν ἐκ τῶν νόμων καὶ τῶν ἐν ἄστει τιμωρίαν δέονται Ξέρξου μισθὸν λαβεῖν τῆς κακίστης ἐκείνης προδοσίας, μετοικισθῆναι ἐν χώρῳ τινὶ Ἀσιανῷ. ὁ δὲ πείθεται, καὶ ἀνθ’ ὧν εἶχε κακῶς καὶ ἀσεβῶς, ἔδωκεν αὐτοῖς οἰκεῖν ἔνθεν οὐκ ἔμελλον ἐπιβήσεσθαι τῆς Ἑλ‐ λάδος ἔτι, ἀλλ’ ἔξω τοῦ δέους ἔσεσθαι τοῦ κατειληφότος αὐτοί τε καὶ τὸ ἐκείνων γένος. κᾆτα λαχόντες δὴ τὸν χῶρον ἐν οἰωνοῖς οὐδαμῆ χρηστοῖς πόλιν ἐγείρουσι καὶ τίθενται Βραγχίδας ὄνομα αὐτῇ καὶ ᾤοντο μὴ μόνους ἀποδρᾶναι Μιλησίους, ἀλλὰ καὶ τὴν δίκην αὐτήν. οὐ μὴν ἐκάθευδεν ἡ τοῦ θεοῦ πρόνοια· Ἀλέξανδρος γὰρ, ὅτε τὸν Δαρεῖον νικήσας τῆς Περσῶν ἀρχῆς ἐγκρατὴς ἐγένετο, ἀκούσας τὰ τολμηθέντα καὶ μισήσας αὐτῶν τὴν τοῦ γένους διαδοχὴν ἀπέκτεινε πάντας, κακοὺς εἶναι κρίνων τοὺς τῶν κακῶν ἐκγόνους, καὶ τὴν ψευδώνυμον πόλιν κατέσκαψε, καὶ ἠφανίσθησαν. |
| β 515 | Βράγχη: πάθος περὶ τὰς ὗς γινόμενον. καὶ ζήτει ἐν τῷ διάρροια. |
| β 516 | Βραδύς: ὁ μὴ ἀγχίνους. κἀπιλήσμων καὶ βραδύς. Ἀριστο‐ φάνης Νεφέλαις. οὐ γὰρ ἐπὶ τῆς τοῦ σώματος κινήσεως παρείληπται νῦν, ἀλλὰ τὸ μὴ ἀγχίνουν καὶ νωθὲς τῆς διανοίας θέλει δηλοῦν. |
| β 517 | Βράκανα: ἄγρια καὶ δύσπλυτα λάχανα. |
| β 518 | Βράσσει: ζέει, ἀναβάλλει. |
| β 519 | Βρασίδας, ὁ Τέλλιδος, Λακεδαιμονίων στρατηγὸς, Μεθώνην ἀπο‐ στᾶσαν πρὸς Ἀθηναίους πολεμήσας ἀνεκαλέσατο. ἠρίστευσε δὲ καὶ περὶ Πύλον στρατηγῶν, πρῶτος τῆς νηὸς ἐκπηδήσας· οὗ καὶ ἐτρώθη καὶ τὴν ἀσπίδα ἀπώλεσεν· ἐπὶ τούτοις σπονδαὶ ἐγένοντο ἐνιαύσιοι, ἃς Ἀθηναῖοι λύειν ἤρξαντο. περὶ δὲ Ἀμφίπολιν καὶ Θρᾴκην εὐδοκιμοῦντα αὐτὸν οἰκιστὴν ἀντὶ Ἅγνωνος ἐπεγράψαντο. ὁ δὲ πόλεμος ὁ μέχρι τῆς Βρασίδα καὶ Κλέωνος τελευτῆς ἔτη ἐπέσχε δέκα, ἐκλήθη δὲ Ἀρ‐ χιδάμιος. αἰτίας δὲ περὶ αὐτοῦ προστιθέντες, ὡς φρονεῖ τὰ Βρασίδα. ἀντὶ τοῦ τῶν Λακεδαιμονίων. |
| β 520 | Βρασμὸς γῆς: ὅταν καχλάζῃ μετὰ κινήματος, ἐκτιναγμὸς δὲ ὅταν ἀναρριπτῆται. |
| β 521 | Βραυρών: τόπος τῆς Ἀττικῆς, ἐν ᾧ τὰ Διονύσια ἤγοντο καὶ μεθύοντες πολλὰς πόρνας ἥρπαζον. καὶ Ἀριστοφάνης· ὦ δέσποτα, ὅσην ἔχει τὴν πρωκτοετηρίδα. εἴρηται δὲ διὰ τὸ διὰ πενταετηροῦς χρόνου ἄγεσθαι τὰς θεωρίας τῶν Διονυσίων. ζήτει ἐν τῷ ἄρκτος. |
| β 522 | Ὅτι τὰ παρ’ ἡμῖν βραχιόλια χλιδόνες καλοῦνται. |
| β 523 | Βραχίων: τροπικῶς ἡ δύναμις, ἐπειδὴ δι’ αὐτοῦ ἐργάζεσθαι πεφύκασιν οἱ ἄνθρωποι. Δαβίδ· ὅτι βραχίονες ἁμαρτωλῶν συντριβή‐ σονται. |
| β 524 | Βραχμάν: βασιλεὺς, ὁ καὶ τῇ χώρᾳ δοὺς τὴν προσηγορίαν. ἔγραψε νόμους Βραχμάνων καὶ πολιτείαν τοῦ αὐτοῦ ἔθνους ἰδίᾳ διαλέκτῳ. ὅτι οἱ Βραχμᾶνες ἔθνος ἐστὶν εὐσεβέστατον καὶ βίον ἀκτήμονα σφόδρα κεκτημένον, ἐς νῆσον τοῦ ὠκεανοῦ κατοικοῦν, καὶ τὸν κλῆρον τοῦτον ἐκ τῶν τοῦ θεοῦ κριμάτων κληρωσάμενον. ἐν ᾧ τόπῳ παραγενόμενος Ἀλέξανδρος ὁ Μακεδὼν καὶ στήσας στήλην ἐπέγραψεν· ἐγὼ μέγας Ἀλέξανδρος βασιλεὺς ἔφθασα μέχρι τούτου. ἐν ᾗ νήσῳ κατοικοῦσιν οἱ Μακρόβιοι. ζῶσι γὰρ ρνʹ ἔτη διὰ τὴν πολ‐ λὴν καθαρότητα καὶ εὐκρασίαν τοῦ ἀέρος· παρ’ οἷς οὐδὲν τετράποδόν ἐστιν, οὐ γεώργιον, οὐ σίδηρος, οὐκ οἰκοδομὴ, οὐ πῦρ, οὐ χρυσὸς, οὐκ ἄργυρος, οὐκ ἄρτος, οὐκ οἶνος, οὐ κρεωφαγία· ἀλλὰ τὸν ὑγρὸν καὶ γλυκὺν καὶ εὔκρατον ἀέρα καὶ πάσης ἀρρωστίας καὶ φθορᾶς ἀπηλλαγ‐ μένον, καὶ μικρᾶς ὀπώρας καὶ διειδεστάτου ὕδατος ἀπολαύοντες σέβονται γνησίως τὸν θεὸν καὶ ἀδιαλείπτως προσεύχονται. καὶ οἱ μὲν ἄνδρες πρὸς τὸ μέρος τοῦ ὠκεανοῦ προσπαροικοῦσιν, αἱ δὲ γυναῖκες ἐντεῦθέν εἰσι τοῦ Γάγγου, παραρρέοντος εἰς τὸν ὠκεανὸν ἐπὶ τὸ μέρος τῆς Ἰνδίας. οἱ οὖν ἄνδρες περῶσι πρὸς τὰς γυναῖκας Ἰουλίῳ καὶ Αὐγούστῳ μηνί, παρ’ οἷς ὑπάρχουσι ψυχρότεροι, τοῦ ἡλίου πρὸς ἡμᾶς καὶ βορρᾶν ὑψωθέντος, οἵγε καὶ εὐκαρπότεροι γινόμενοι πρὸς οἶστρον αὐτοὺς κινεῖν λέγουσιν ὅπερ δὴ καὶ τὸν Νεῖλόν φασιν οὐ κατὰ ταὐτὸν τοῖς ἄλλοις ποταμοῖς πλημμυρεῖν, ἀλλὰ μεσοῦντος τοῦ θέρους ἐπικλύζειν τὴν Αἴγυπτον, ὡς τοῦ γε παντὸς ἡλίου τὴν βο‐ ρειοτέραν διαθέοντος ζώνην καὶ τοῖς ἄλλοις μὲν παρενοχλοῦντος ποταμοῖς καὶ συγκρύβοντος, τούτου δὲ πλεῖστον ἀπέχοντος. καὶ ποιήσαντες μετὰ τῶν γυναικῶν αὐτῶν ἡμέρας μʹ πάλιν ἀντιπερῶσι. τῆς δὲ γυναικὸς δύο παῖδας γεννησάσης οὐκέτι ὁ ἀνὴρ ἀντιπερᾷ πρὸς αὐτήν, οὔτε μὴν ἐκείνη πλησιάζει ἄλλῳ διὰ πολλὴν εὐλάβειαν. εἰ δὲ συμβῇ στεῖραν ἐν αὐταῖς εὑρεθῆναι, μέχρι πενταετοῦς δια‐ περῶν ὁ ἀνὴρ αὐτῆς καὶ συγγινόμενος αὐτῇ, ἐὰν οὐ τέκῃ, οὐκέτι πλησιάζει αὐτῇ. διὰ τοῦτο οὐδὲ πολυάνθρωπός ἐστιν αὐτῶν ἡ χώρα διὰ τὴν ὀλιγοδεΐαν. καὶ τὸ πληθυντικὸν Βραχμᾶνες, καὶ Βραχμᾶσι. |
| β 525 | Βραχυμυθίας: βραχυλογίας. καὶ Βραχέσιν, ἀντὶ τοῦ εὐτελέσι. |
| β 526 | Βραχυτελῆ: σύντομον, μικρόν. |
| β 527 | Βραχυφεγγίτης: ὁ ὀλιγοφαής. καὶ βραχυφεγγίτου λύχνου σέλας. |
| β 528 | Βρέβιον. Βραβεῖον δέ. |
| β 529 | Βρέγμα καὶ Βρεγμόν: τὸ ὑπερμετώπιον μέρος. πλήξας αἰγανέᾳ βρέγμα κυναγέτιδι. ἐν Ἐπιγράμμασι. |
| β 530 | Βρεκεκὲξ κοὰξ κοάξ: ἐφύμνιον παρὰ Ἀριστοφάνει ἐν Βατρά‐ χοις. μίμημα φωνῆς βατράχων. |
| β 531 | Βρέμει: ταράσσει, ἠχεῖν ποιεῖ. |
| β 532 | Βρενθύεσθαι· αἰτιατικῇ. διὰ θυμὸν μετεωρίζεσθαι ἢ προσποιεῖ‐ σθαι ὀργίζεσθαι. ὁ δὲ σοβαρευόμενος πολλῷ μᾶλλον κατεβρεν‐ θύετο. καὶ Βρενθύεται, ἐπαίρεται. βρένθος δὲ εἶδος μύρου, ᾧ χριόμεναι αἱ γυναῖκες μέγα φρονοῦσι. καὶ Βρενθύῃ, σεμνύνῃ καὶ μέγα φρονεῖς ἐφ’ αὑτῷ. οἱ γὰρ ἀποδεδωκότες ἑαυτοῖς σοβαρῶς τε βαδίζουσιν. ὡς τοῦ μὲν Προδίκου ὄντος σοφοῦ, τοῦ δὲ Σωκράτους κενὴν ἡμῖν ἐπὶ σοφίᾳ δόξαν καρπουμένου. Ἀριστοφάνης Νεφέλαις· βρενθύῃ ἐν ταῖσιν ὁδοῖσιν, καὶ τὼ ’φθαλμὼ παραβάλλῃ. ἀποσεμνύνεις σεαυτὸν τῷ σχήματι καὶ ταυρηδὸν ὁρᾷς ἢ ἀλαζονικῶς. ἡ μεταφορὰ ἀπὸ βρενθείου μύρου. καὶ Βρενθυόμενος, ἐπαιρόμενος, μέγα φρονῶν. Ἀγαθίας· οἱ δὲ μειζόνως, εἴπερ ἐχρῆν ἐπὶ τοῖς φθάσασι βρενθυόμενοι τῶν ἐν ποσὶ κατωλιγώρουν. καὶ αὖθις· ὁ δὲ ἐς τὴν βασιλίδα ἐπορεύετο ἐξωγκωμένος καὶ μάλα βρενθυόμενος. |
| β 533 | Βρεντήσιον: χώρα τῆς Ἰταλίας· εἴρηται δὲ οὕτως, ὅτι λιμένας ἔχει κέρασιν ἐλάφου παραπλησίους. βρένδον δὲ καλοῦσι τὴν ἔλαφον Μεσάππιοι |
| β 534 | Βρέτας: εἴδωλον, ἄγαλμα. παρὰ τὸ βροτῷ ἐοικέναι. προσ‐ πεσεῖν ποι πρὸς βρέτας. πρὸς τέμενος, ἢ πρὸς ἕδος, ἢ πρὸς ἄγαλμα θεῶν ἱκέτας γενέσθαι. |
| β 535 | Βρέχειν: ἐπὶ τοῦ πίνειν λέγεται. καὶ Ὑποβεβρεγμένος, ὁ μεμεθυσμένος. |
| β 536 | Βρῆννον· ὡς οὖν μετὰ τὴν ἅλωσιν τῆς Ῥώμης ἐπανῆλθεν ὁ Κάμιλλος καὶ τοὺς περὶ τὸν Βρῆννον βαρβάρους ἀνεῖλεν, εἰς κρίσιν ἀγαγὼν τὴν ὑπόθεσιν ἀπέ‐ δειξε πάντων γεγονέναι τῶν πεπραγμένων αἴτιον τὸν Φεβρουάριον. |
| β 537 | Βριάρεω. |
| β 538 | Βριαροί: βαρεῖς, ἄγριοι, στερεοὶ, φοβεροί. |
| β 539 | Βριθομένη: βαρυνομένη διὰ πλῆθος ὧν ἔφερεν. ἐν Ἐπι‐ γράμμασι· γήραϊ νουσοφόρῳ βριθομένης παλάμης. |
| β 540 | Βρῖθος: βάρος. τοὺς πύργους ἀμήχανον ἑλεῖν, μήτε ἀνα‐ τραπῆναι ῥᾳδίως διὰ τὸ βρῖθος, μήτ’ ἐμπρησθῆναι διὰ τὸν σίδηρον. καὶ αὖθις· σιδηροβριθές τ’ ἔλαβε δεξιᾷ ξύλον. |
| β 541 | Βρῖθον: ἀντὶ τοῦ ἔβριθον. τεῖχος ἀνδρῶν τε καὶ ὅπλων βρῖθον. |
| β 542 | Βρίθων· γενικῇ καὶ δοτικῇ. εὐθηνῶν, ἢ βαρῶν. |
| β 543 | Βριμάζων: τῇ τοῦ λέοντος χρώμενος φωνῇ. |
| β 544 | Βριμήσαιο: ὀργισθείης. ὥστ’ εἰ σὺ βριμήσαιο, ὀστρακίνδα νύ‐ κτωρ κατασπάσαντες ἂν τὰς ἀσπίδας τὰς εἰσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν. ἀντὶ τοῦ εἰ βουληθείης αὐτὸν ἐξορίσαι, τὰ σιτοφυλακεῖα κατάσχοιεν. |
| β 545 | Βριμούμενος: ὀργιζόμενος. οὐ μὴν ἐθέλγετο ὁ ὕπατος, τοῖς ὑπηρέταις σὺν ὀργῇ βριμούμενος. καὶ Βριμοῦται, ἀπειλεῖ. καὶ Βριμωμέναις, ἦχον ἀποτελούσαις. μύλη γάρ τις ἦν αὐτόθι. ὁπότε οὖν οἱ ἄνω στρατιῶται τὸ αὐτὸ ποιεῖν ἤρχοντο, τότε κἀκεῖνοι ἔσειον τὴν μύλην· ὑπὸ γὰρ ταῖς πολλαῖς μύλαις βριμωμέναις ὁ τῆς μιᾶς ψόφος ῥᾳδίως ἐλάνθανεν. |
| β 546 | Βρόγχος: καταπότης, ὁ λάρυγξ. |
| β 547 | Βρόμιος: ὁ Διόνυσος, ὁ γενεσιουργὸς τῶν καρπῶν· παρὰ τὸ βορὰ βόριμος, καὶ ὑπερθέσει βρόμιος. |
| β 548 | Βρόμος: ἦχος πυρὸς κυρίως. καὶ κούφοιο βαρὺν τυμπάνου βρόμον. ἐν Ἐπιγράμμασι. καὶ αὖθις· οὐκέτι κοιμίσεις ἀνέμων βρόμον, οὐχὶ χάλαζαν. |
| β 549 | Βροντή: νεφῶν ψόφος ἐκ παρατρίψεως ἢ ῥήξεως. ἔστι δὲ καὶ μηχάνημά τι, ὃ ἐκαλεῖτο βροντεῖον. ὑπὸ τὴν σκηνὴν δὲ ἦν ἀμφι‐ φορεὺς ψηφῖδας ἔχων θαλαττίας· ἦν δὲ λέβης χαλκοῦς, εἰς ὃν αἱ ψῆφοι κατήγοντο καὶ κυλιόμεναι ἦχον ἀπετέλουν ἐοικότα βροντῇ. |
| β 550 | Βρονταὶ καθ’ ὕπνους ἀγγέλων εἰσὶν λόγοι. Βροντάς· ζήτει ἐν τῷ χθονίας βροντάς. ζήτει ἐν τῷ ψόφος. |
| β 551 | Βροτόεντα: ᾑμαγμένα. |
| β 552 | Βροτοειδέσιν: ἀνθρωπίναις. |
| β 553 | Βροτολοιγός: ὁ ὀλέθριος, ὁ τοὺς βροτοὺς ὀλοθρεύων. ἐν Ἐπιγράμμασι· Ἄρες βροτολοιγὲ, σκῦλα φέρειν δῴης πᾶσιν ἀπ’ ἀντι‐ πάλων. |
| β 554 | Βροτολοιγός: ὁ τοὺς βροτοὺς διαφθείρων. ὥσπερ οἱ ποιη‐ ταὶ λέγουσι, βροτολοιγὼ ἤστην. |
| β 555 | Βροτός: φθαρτὸς ἄνθρωπος. Βρότος δὲ τὸ μετὰ κονιορτοῦ αἷμα. |
| β 556 | Βρουμάλια· ταῦτα ἐπενόησε Ῥῶμος, ἐπειδὴ αὐτὸς καὶ ὁ ἀδελ‐ φὸς αὐτοῦ Ῥῆμος ἐκ πορνείας γενόμενοι ἐξερρίφησαν καὶ παρὰ γυναικὸς ἀνετράφησαν. ὄνειδος δὲ ἦν Ῥωμαίοις τὸ ἐξ ἀλλοτρίων ἐσθίειν. ἕκαστος ἐν τοῖς συμποσίοις τὸ ἴδιον βρῶμα καὶ πόμα ἐκόμιζε, πρὸς τὸ μὴ ἀκούειν ἀλλοτριοφάγοι. οὗ δὴ χάριν ἐπενόησε Ῥῶμος τὰ Βρουμάλια, εἰρηκὼς ἀναγκαῖον εἶναι τρέφειν τὸν βασιλέα τὴν ἑαυτοῦ σύγκλητον ἐν τῷ χειμῶνι, ὅτε ἠρεμοῦσιν ἐκ τοῦ πολέμου, ἀρξάμενος ἀπὸ τοῦ αʹ ἕως τοῦ ωʹ, κελεύσας καὶ τὴν σύγκλητον καλεῖν τοὺς στρατιώτας. καὶ μέλλοντες οἱ στρατιῶται ἀπιέναι, ηὔλουν ἀφ’ ἑσπέρας πρὸς τὸ γνῶναι ὅπου τραφήσονται. καὶ τοῦτο ἐπενόησε πρὸς τὸ ἀπαλλαγῆναι τῆς ὕβρεως ἑαυτοῦ ὁ Ῥῶμος καλέσας τὸ ὄνομα τοῦ ἀρίστου Βρουμαλιούμ, ὅ ἐστι Ῥωμαϊστὶ ἐκ τῶν ἀλλοτρίων τραφῆναι. |
| β 557 | Βροχή· ζήτει περὶ ὄμβρου τοῦ ἐπὶ προρρήσει Ἀναξαγόρα γενομένου ἐν τῷ Ἀναξαγόρας. |
| β 558 | Βρόχος· τὸ τῆς ἀγχόνης σχοινίον. ὁ δὲ ἤδη μεμηχανημένος ἀγχόνην, τὸν βρόχον ἐνδεδυμένος. καὶ αὖθις· ἡ δὲ ὑπὲρ τῆς ἀσε‐ βοῦς μίξεως ἀλλαξαμένη βρόχον. |
| β 559 | Βρόχοις: σχοινίοις. οἱ μὲν οὖν βρόχοις τισὶν ἐνάψαντες νύ‐ κτωρ ἀπὸ τοῦ περιβόλου καθῆκαν. καὶ αὖθις· διὰ τῶν βρόχων ἐς τὰς ἐπάλξεις ἀνέβαινον. καὶ Βρόχον ἁψάμενος αἰτιατικῇ, εἰ καὶ τὸ ἅπτομαι γενικῇ συντάσσεται. |
| β 560 | Βρούτιδες: γυναῖκες οὕτω καλούμεναι, οἱονεὶ Σίβυλλαι καὶ προφήτιδες. πάσας δὲ τὰς ἐνθουσιώσας Σιβύλλας ἐκάλουν. |
| β 561 | Βροῦτος, στρατηγὸς Ῥωμαίων, ἔγραψεν Ἐπιστολὰς καὶ τῶν Πολυβίου τοῦ ἱστορικοῦ βίβλων ἐπιτομήν. θαυμάζεται δὲ εἰς τὴν τῶν ἐπιστολῶν ἰδέαν, ἤγουν χαρακτῆρα. ζήτει ἐν τῷ δήμαρχοι. |
| β 562 | Βροῦχος. ἡ κάμπη. |
| β 563 | Βρωμᾶσθαι: τὸ ὀγκᾶσθαι πεινῶντα ὄνον. καὶ Βρῶμα, ἡ φωνή. καὶ Βρωματίζω· αἰτιατικῇ. |
| β 564 | Βρώμης: βρώσεως, τροφῆς. |
| β 565 | Βρωτόν: βρῶσιν, τροφήν. Ξενοφῶν· ὁ δὲ παριὼν ἐπὶ τὰ ὑποζύγια, εἴ τί που ὁρῴη βρωτὸν, ἐδίδου τοῖς βουλιμιῶσιν. |
| β 566 | Βροῖσις: ὄνομα πόλεως. |
| β 567 | Βρυάζει: πάλλει, τρυφερῶς διάκειται, θάλλει, εὐφραίνεται. |
| β 568 | Βρυγμός: τρισμὸς ὀδόντων, ἢ μυλῶν ἀκόνησις. |
| β 569 | Βρύει: ἀνθεῖ. τέθηλεν. ὁ δὲ εὐθὺ Λιβάνου τοῦ ὄρους ἀνέδραμε καὶ τὸ ὑποκείμενον πεδίον στάχυσι βρύον τοξεύει πυρί, καὶ τὸ λήϊον πᾶν τέφραν ᾤετο γεγονέναι. |
| β 570 | Βρύει· δοτικῇ. δέδοικα μὴ βρύων ἕλκεσιν εἰσάγεις τὸ ἀνιάτρευτον. καὶ μετὰ γενικῆς· βρύει φυτῶν καὶ ἀνθέων. |
| β 571 | Βρύκοντα: τρώγοντα, κατεσθίοντα. ἄρτι καταβρύκοντα τὸν εὐθηλήμονα μόσχον. |
| β 572 | Βρύκουσα: τοὺς ὀδόντας τρίζουσα. εἶπεν ὀδόντα ὀξὺν ἐπι‐ βρύκους’, οἷα Λάκαινα γυνή. |
| β 573 | Βρύκουσα: ἐσθίουσα, δάκνουσα. παρὰ τὴν βορὰν, οἱονεὶ βορύ‐ κουσα. βρύκους’ ἀπέδεσθαί μού φησι τοὺς δακτύλους. Ἀριστοφάνης Ὄρνισι. καὶ ἀλλαχοῦ· βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερ’ ἐξαλμήσω. |
| β 574 | Βρύλλων: ὑποπίνων· ἀπὸ τοῦ τοῖς παιδίοις λεγομένου. Ἀρι‐ στοφάνης· βρύλλων τὸ καθ’ ἡμέραν. κλέπτοντά τε βούλομαι τρέφειν ἕνα προστάτην. τοῦτον δ’ ὅταν ᾖ πλέως, ταπεινώσας ἐπάταξα. ἀντὶ τοῦ ὅταν γένηται φαεινὸς, τουτέστι πλήρης· ὅταν ηὐξῆσθαι δοκῇ καὶ μέγας εἶναι, τοῦτον ταπεινὸν ἐποίησα. τουτέστιν, ἐάσας πλουτῆσαι δημεύσω. |
| β 575 | Βρυώδης: δυσώδης. |
| β 576 | Βρύσις. λύσις ὀνείρου· πηγὴ διαυγὴς τὰς νοὸς λύει λύπας. |
| β 577 | Βρύτια: τὰ τῆς σταφυλῆς πιέσματα, ἅ τινες στέμφυλα λέγουσιν. |
| β 578 | Βρυτίδαι: ὄνομα γένους Ἀττικοῦ. |
| β 579 | Βρύχιος: βυθιζόμενος ὕδατι. καὶ Ἐμβρύοικος, ἡ ἄγκυρα ἡ τὸν βυθὸν οἰκοῦσα. καὶ Ἔμβρυον, τὸ ἐγγάστριον βρέφος. ἐν Ἐπιγράμμασι· ἄγκυρον ἐμβρύοικον ἐρυσινηΐδα. ἐπὶ Ἡρακλείου βασι‐ λέως σʹ χιλιάδες ἀνδρῶν διεφθάρησαν ἐν τῷ πρὸς Ἰσαύρους πολέμῳ. ὁ δὲ βασιλεὺς Ἡράκλειος χρήματα πλεῖστα καὶ χρυσὸν καὶ ἄργυρον καὶ λίθους πολυτελεῖς πέμπει, ἅπερ βρύχια γέγονεν ἐπὶ Σεργίου πατριάρχου. |
| β 580 | Βρύχων τοὺς ὀδόντας ὁ λέων. |
| β 581 | Βοίδιον: βοΐδιον. βοίδιον δὲ καλεύμαν τότε ἐγώ· νῦν δὲ Χάρητος εὐνέτις. ζήτει ποῦ τὸ Βοίβη καὶ Βοιβηῒς λίμνη. |
| β 582 | Βοιωτία. καὶ Βοιώτιος νόμος, ἐπὶ τῶν τὰς ἀρχὰς μὲν ἠρεμαίως ἐχόντων, αὖθις δὲ σφοδρῶς ἐπιγινομένων. |
| β 583 | Βοιωτία ὗς: ἐπὶ τῶν ἀναισθητούντων καὶ ἀπαιδεύτων. |
| β 584 | Βοῖπις: ἡ βουνώδης γῆ. |
| β 585 | Βύας: εἶδος ὀρνέου νυκτερινοῦ. καὶ Βύας ὤφθη· καὶ Βύαι ὤφθησαν. Δίων ἐν Ῥωμαϊκοῖς ἐν τέρατος λόγῳ τοῖς Ῥωμαίοις ταῦτα ἐπιφαίνεσθαι πολλάκις λέγει. σημαίνει δὲ συμφοράς. |
| β 586 | Βύβλις: ὄνομα κύριον. ἀδελφὴ Κάννου· ἀμφότεροι δυστυχή‐ σαντες. |
| β 587 | Βύβλον: πάπυρον. Αἰλιανός· κελεύει τὸν μὲν ἀποδόσθαι τῷ Νικάνορι φάκελλον βύβλου τετρακοσίων χρυσῶν· ἐὰν δὲ μὴ ἐθέλῃ, ἀεὶ προσεπιτιμᾶν καὶ ἐπαιτεῖν τοῦ χρυσίου προστιθέντα, ἕως ἂν ἀπειπὼν δῷ ὅσον ἂν αἰτηθεὶς τύχῃ τῇ ἐπὶ πάσαις φωνῇ. καὶ παροιμία· Βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν μέγαν, ἐπὶ τῶν οὐ δυναμέ‐ νων τοῖς ἰδίοις χρῆσθαι καλοῖς, παρόσον ἀσθενὴς οὖσα ἡ βύβλος οὐ δύναται μέγαν φέρειν καρπόν. |
| β 588 | Βυζάντιον· ὅτι τὸ Βυζάντιον ἐπὶ Σεβήρου βασιλέως Ῥωμαίων τετείχιστο γενναίῳ τείχει πεποιημένῳ μυλίτῃ λίθῳ, ἐς τετράγωνον εἰργασμένῳ. ζʹ μὲν γὰρ ἦσαν ἀπὸ τῶν Θρᾳκίων πυλῶν πύργοι πρὸς τὴν θάλασσαν καθήκοντες. τούτων δὲ ἤν τις τῷ πρώτῳ ἐνεβόησέ τι ἢ λίθον ἔρρηξεν, αὐτός τε ἤχει καὶ ἐλάλει καὶ τῷ δευτέρῳ τοῦτο ποιεῖν παρεδίδου, καὶ οὕτως διὰ πάντων ἐχώρει. ζήτει ἐν τῷ Σεβῆ‐ ρος περὶ Βυζαντίου πλατύτερον. |
| β 589 | Βύζην: ἀθρόως, πυκνῶς, ἐπαλλήλως, πεπυκνωμένως. Ἀρρια‐ νός· κατὰ τὸ στόμα τοῦ λιμένος, ᾗ στενότατον ἦν, βύζην τὰς τριήρεις ὁρμίζοντες. ὁ δὲ τὰ φρέατα φορυτοῦ καὶ τῇ ἐπιτυχούσῃ ὕλῃ βύζην ἐνέπλησεν. |
| β 590 | Βυθίζω· αἰτιατικῇ. |
| β 591 | Βυκάνη: ὄργανον μουσικόν. καὶ βυκάνην ἐξ ἀργύρου εὗρε Μωϋσῆς. ἐγένοντο βʹ, καὶ τῇ μὲν πρὸς παρακέλευσιν καὶ συλλογὴν ἐχρῶντο, τῇ δὲ συνελθεῖν ἀρχάς. |
| β 592 | Βύουσι: φράττουσι, καλύπτουσιν. ἔνθεν καὶ ἀκρόβυστος, ὁ τὸ ἄκρον βεβυσμένον ἔχων. Πισίδης· ἐρῶ δέ σοι νῦν, εἴπερ οὐ βύειν θέλεις. |
| β 593 | Βυρσαίετος: ὁ Κλέων. συντέθειται δὲ ἡ λέξις ἀπὸ τῆς βύρσης καὶ τοῦ αἰετοῦ. ἅμα μὲν ὡς βυρσοδέψην κωμῳδῶν τὸν Κλέωνα καὶ ὡς κλέπτην καὶ ἅρπαγα τῶν κοινῶν. ἁρπακτικὸν γὰρ τὸ ζῷον ὁ ἀετός. Σκυτοδέψης Ἀττικόν, Βυρσοδέψης δὲ Ἀσιανόν. ἢ Παφλαγὼν βυρσεύς. σημαίνει δὲ τὸ ἐκ τοῦ ἐμβρέχειν τὰ δέρματα καὶ πλείοσιν ἡμέραις ἐᾶν αὐτὰ εἰς τὸ φάρμακον, ἵνα διαλάβοιεν, ἀπὸ τῆς ὀσμῆς τοῦ ὕδατος καὶ τῶν δερμάτων μολυνομένων ἄχαρι ὀδω‐ δέναι. διαβάλλει οὖν ὡς δύσοσμον, ἄλλως τε καὶ τὴν εὐτέλειαν ἀντιδεικνὺς Κλέωνος, ἀφ’ οἵας τύχης ὁρμώμενος πρωτεύει τῶν Ἀθη‐ ναίων. ἡ Καρχηδὼν ἡ καὶ Ἀφρικὴ Βύρσα λέγεται· καὶ ζήτει ἐν τῷ Ἀφρικανός. |
| β 594 | Βυρσοδέψης: σκυτοτόμος, ὁ τὰς βύρσας θεραπεύων. |
| β 595 | Βυσαύχην: ὁ τοὺς ὤμους συνέλκων ἐπὶ τὸν τράχηλον. |
| β 596 | Βύσσινον: βύσσῳ βεβαμμένον. δέξαι βύσσινον εἷμα, τό τοι μετὰ παιδὸς ἀγαυᾶς ὕφανε. |
| β 597 | Βυσσοδομοῦντες: ἐκ βάθους σκεπτόμενοι. καὶ Βύσ‐ σωμα. θύννων εὐκλώστοιο λίνου βυσσώμασι ῥόμβον φράξαντες γλαυκαῖς ἐν παρόδοις πελάγευς. |
| β 598 | Βυσσόν: βάθος, ὀξυτόνως. βαρυτόνως δὲ σημαίνει βαφὴν ἐκ πορφύρας. καὶ Βυσσός, βυθὸς, παρὰ Ἡροδότῳ. |
Also published as PDF.