On the Alphabetical Meanings of WordsΠερὶ
Philon of Byblos On the Alphabetical Meanings of Words PDF
On the Alphabetical Meanings of Words is a lost lexicographical treatise attributed to the grammarian and historian Philon of Byblos, who was active during the Roman Imperial period in the early second century CE. The work is known only through a single reference in the tenth-century Byzantine encyclopedia, the Suda, which describes it as comprising 102 sections. Judging from its title, it was likely a glossary or a series of entries explaining the definitions, nuances, and etymologies of Greek words, organized in alphabetical order. This type of technical grammatical work reflects the scholarly preoccupations of the Second Sophistic, a period marked by a renewed focus on the precision, history, and cultural heritage of the Greek language. As a grammarian, Philon would have composed such a treatise for an audience of advanced students or educated elites engaged in the close study of classical texts. No fragments or direct quotations from the work survive, leaving its precise content and methodological approach entirely dependent on the brief testimony preserved in the Suda.
| t 1 | ΕΡΑΝΙΟΥ ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΣΗΜΑΣΙΑΣ ΚΑΤ’ ΑΛΦΑΒΗΤΟΝ 〈Ἀρχὴ τοῦ Α〉 ἆθλον ἐπάθλου διαφέρει. |
| alpha 1 | ἆθλον μὲν γὰρ καλεῖται ὁ ἀγών, ἔπαθλον δὲ τὸ διδόμενον τῷ νικήσαντι δῶρον. ἄστρον ἀστέρος διαφέρει. |
| alpha 2 | ἄστρον μὲν γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων συνιστάμενον σχῆμα, ἀστὴρ δὲ ὁ μονομερής. ἀστρολογία ἀστρονομίας διαφέρει. |
| alpha 3 | ἀστρονομία μέν ἐστιν ἡ κατάληψις τῶν ἄστρων, ἀστρολογία δὲ ἡ τὰ ἐκ τῶν κινήσεων τῶν ἀστέρων ἀποτελέσματα δηλοῦσα ἐπιστήμη. ἀράχνη καὶ ἀράχνης διαφέρει. |
| alpha 4 | ἀράχνη μὲν γάρ ἐστι τὸ λεπτότατον ὕφασμα τοῦ ζῴου· ἀράχνης δέ ἐστιν αὐτὸ τὸ ζῷον, ἀρσενικῶς ἐκφωνούμενον. ἀνὴρ ἀνθρώπου διαφέρει. |
| alpha 5 | ἀνὴρ μὲν γάρ ἐστι κυρίως ὁ ἐπ’ ἀρετῇ διαπρέπων, ἄνθρωπος δὲ ὁ ἐπὶ μηδενὶ διαπρέπων. ἄγροικος βαρυτόνως καὶ ἀγροῖκος προπερισπωμένως διαφέρει. |
| alpha 6 | ἄγροικος μὲν γὰρ ὁ γνώσεως ἄμοιρος ἢ ὁ ἐν τῷ ἀγρῷ οἰκῶν· ἀγροῖκος δὲ προπερισπωμένως ὁ μὴ ἥμερος, ἴσος τῷ ἄγριος. ἀποκήρυκτος καὶ ἐκποίητος διαφέρει. |
| alpha 7 | ἀποκήρυκτος μὲν γάρ ἐστιν ὁ ἐπ’ ἀδικήμασί τισι τῆς οἰκίας ἐκβληθείς, ἐκποίητος δὲ ὁ δοτὸς εἰς ποιητά. ἀπεκήρυξε καὶ ἐπικήρυξε διαφέρει. |
| alpha 8 [5] | κηρύξαι μὲν γὰρ καὶ ἀποκηρύξαι λέγεται ἐπὶ τῷ ὑπὸ κήρυκι ἀποδεδόσθαι τι. Μένανδρος (fr. 658 Koerte—Thierfelder 2 ): «ἀπεκήρυξεν αὐτὴν Ἀγαμέμνων», οἷον ὑπὸ κήρυκι ἐπώλησεν. ἐπικηρύξαι δὲ τὸ ὑποσχέσθαι χρήματα. ἀρνειοὶ καὶ ἄρνες διαφέρουσιν. |
| alpha 9 | ἀρνειοὶ μὲν γὰρ οἱ τέλειοι, ἄρνες δὲ οἱ νέοι. ἀπαράσκευος καὶ ἀπαρασκεύαστος διαφέρει. |
| alpha 10 | ὁ μὲν γὰρ δι’ ἑαυτοῦ τὴν χορηγίαν ἔχων ἀπαράσκευος ἂν λέγοιτο, ὁ δὲ ἐξ ἑτέρου ἀπαρασκεύαστος. ἁλίπαστον ἁλισπάρτου διαφέρει. |
| alpha 11 | τὸ μὲν γὰρ ἁλσὶ πεπασμένον κρέας ἁλίπαστον λέγεται, ἁλίσπαρτος δὲ ἡ ἁλσὶ κατεσπαρμένη χώρα, ὥς τινες τῶν παλαιῶν πεποιήκασιν. δυσμενῶς γὰρ πρὸς τοὺς Ἕλληνας διακείμενοι, τὰς χώρας αὐτῶν ἁλσὶ κατέσπειρον εἰς τὸ μηκέτι δύνασθαι φέρειν καρπούς. ἄγειν καὶ φέρειν διαφέρει. |
| alpha 12 | ἄγεται μὲν γὰρ τὰ ἔμψυχα· φέρεται δὲ τὰ ἄψυχα. ἄρρωστος ἀρρωστοῦντος διαφέρει. |
| alpha 13 | ἄρρωστος μὲν γάρ ἐστιν ὁ ἀδυνατῶν ἐπιτελεῖν τι κατὰ τὰς ὀρέξεις, ἀρρωστεῖ δὲ ὁ νοσῶν· οὕτως Ἀριστοτέλει δοκεῖ (fr. om. Rose). αὖθις καὶ αὖθις χωρὶς τοῦ ς διαφέρει. |
| alpha 14 | αὖθις μὲν γὰρ τὸ πάλιν ἢ μετὰ ταῦτα, αὖθι δὲ τὸ αὐτόθι. ἀρρωδεῖν καὶ ὀρρωδεῖν διαφέρει. |
| alpha 15 [5] | τὸ μὲν γὰρ ὀρρωδεῖν σημαίνει τὸ εὐλαβεῖσθαι, καθὰ Εὐριπίδης τὸν Περσέα εἰσάγει λέγοντα (Andromed. fr. 130 Nauck 2 )· «τὰς συμφορὰς γὰρ τῶν κακῶς πεπραγότων οὐπώποθ’ ὕβρις’, αὐτὸς ὀρρωδῶν παθεῖν». τὸ δὲ ἀρρωδεῖν τὸ ἐναντίον, τοῦτ’ ἔστιν οὐκ εὐλαβεῖσθαι, ἀλλὰ θαρρεῖν καὶ καταφρονεῖν. ἀπόνοια ἀνοίας διαφέρει. |
| alpha 16 | ἀπόνοια μὲν γὰρ μανία τίς ἐστι καὶ ὑπερηφανία μισουμένη· ἡ δὲ ἄνοια στέρησις φρενῶν οὖσα ἐλεεῖται μᾶλλον ἢ μισεῖται. ἀμύνεσθαι καὶ ἀμύνειν διαφέρει. |
| alpha 17 | ἀμύνεσθαι γάρ ἐστι τὸ κολάζειν τοὺς ἀδικήσαντας, ἀμύνειν δὲ τὸ βοηθεῖν. ἀτελὲς καὶ ἀτέλεστον διαφέρει. |
| alpha 18 | ἀτελὲς μὲν γάρ ἐστι τὸ μήπω τετελεσμένον, ἀτέλεστον δὲ τὸ μὴ δυνάμενον τελεσθῆναι. αἰτῶ καὶ αἰτοῦμαι διαφέρει. |
| alpha 19 [5] | τὸ μὲν γὰρ αἰτῶ ἐπὶ τοῦ λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δὲ αἰτοῦμαι ἐπὶ τοῦ χρῆσθαι εἰς ἀπόδοσιν, ὡς καὶ Μένανδρος (fr. 410 Koerte—Thierfelder 2 ) διαστέλλει τὴν διαφοράν· «οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενος». οἱ οὖν ἐναλλάσσοντες ταῦτα ἀκυρολογοῦσιν. αἰδὼς καὶ αἰσχύνη διαφέρει. |
| alpha 20 | αἰδὼς μὲν γάρ ἐστιν ἡ ἐντροπὴ πρὸς ἕκαστον οὕτω σεβασμίως ἔχειν, αἰσχύνη δὲ ἐφ’ οἷς ἕκαστος ἁμαρτάνων αἰσχύνεται, ὡς τὸ «αἰδεῖται μὲν τὸν πατέρα, αἰσχύνεται δὲ μεθύσκεσθαι». ἄμητος καὶ ἀμητὸς διαφέρει. |
| alpha 21 | ἄμητος γὰρ ὁ καιρὸς τοῦ θέρου, ἀμητὸς δὲ ὁ θερισμός. ἀπολείπει καὶ ἐκβάλλει διαφέρει. |
| alpha 22 | ἀπολείπει μὲν ἡ γυνὴ τὸν ἄνδρα, ἐκβάλλει δὲ ὁ ἀνὴρ τὴν γυναῖκα. ἀντικρὺ μὲν τὸ ἐπ’ εὐθείας, ὀξυτόνως· ἄντικρυς δὲ τὸ διαρρήδην καὶ φανερῶς. |
| alpha 24 | ἀμφὶ μὲν σημαίνει τὸ περί, ἀμφὶς δὲ τὸ χωρίς, ἀμφοτέρωθεν. ἀκταὶ μὲν οἱ πετρώδεις τόποι ἐν τῇ θαλάσσῃ, θῖνες δὲ οἱ αἰγιαλοί. |
| alpha 26 | ἀποφορὰ καὶ εἰσφορὰ διαφέρει. ἀποφορὰ γάρ ἐστι τὸ ὑποτεταγμένων δούλων τελούμενον τοῖς δεσπόταις, τὸ δὲ ὑπὸ τῶν πολιτῶν δημοσίᾳ διδόμενον τέλος εἰσφορά. ἁρπαγὴ καὶ ἁρπάγη διαφέρει. |
| alpha 27 | ἁρπαγὴ μὲν γὰρ ἡ αἰφνίδιος ἁρπαγὴ καὶ ἀφαίρεσις μετὰ βίας, ἁρπάγη δὲ ὡς ἀνάγκη 〈...〉. ἀσφόδελος τὸ φυτόν, ἀσφοδελὸς δὲ τόπος, ἐν ᾧ ὁ ἀσφόδελος γίνεται. |
| alpha 29 | ἀνδραγαθία ἀνδρείας διαφέρει. ἀνδρεία μὲν γάρ ἐστι δύναμις σώματος ἐπαινουμένη· ἀνδραγαθία 〈δὲ〉 τῆς κατὰ ψυχὴν ἀρετῆς μαρτυρία. ἅμα καὶ ὁμοῦ διαφέρει. |
| alpha 30 | ἅμα μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν. ἅμα μὲν οὖν ἐγένοντο Σκύθαι, εἴπερ κατὰ τὸν αὐτὸν χρόνον ἤκμασαν, ὁμοῦ μέντοι οὐκέτι· οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ἐγεννήθησαν, ἀλλ’ οἱ μὲν Ἕλληνες Ἀθήνησιν, οἱ δὲ ἐν Σκυθίᾳ. αἶνος καὶ παροιμία διαφέρει. |
| alpha 31 | ὁ μὲν γὰρ αἶνος, ὃς καὶ παραίνεσις λέγεται, ἔστι λόγος μυθικὸς ἐκφερόμενος ἀπὸ ἀλόγων ζῴων ἢ φυτῶν πρὸς ἀνθρώπων παραίνεσιν· παροιμία δὲ τὴν ἀπὸ τοῦ κεφαλαίου ἐπὶ τὸ χεῖρον ἀναφορὰν ἔχει ἐνδεούσαν τοῦ αἴνου. ἄρτι καὶ ἀρτίως διαφέρει. |
| alpha 32 | ἄρτι μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, τὸ δὲ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου καὶ τελείου. ἄρα καὶ ἆρα διαφέρει. |
| alpha 33 | ὁ μὲν γὰρ μετὰ περισπωμένης λεγόμενος σύνδεσμος ἀπορηματικός ἐστιν, ὅταν διαποροῦντες λέγομεν· «ἆρα πῶς ἕξει τὸ πρᾶγμα;». ὁ δὲ κατὰ συστολὴν ἐπὶ παρῳχηκότος χρόνου, ὡς τό· «ἀλλ’ ἃ μὲν ἄρα κράτιστε βασιλεῦ 〈...〉». αἴθε καὶ ὤφελον διαφέρει. |
| alpha 34 | τὸ μὲν γάρ ἐστιν ἀπαρέμφατον πρόσωπον· τὸ δὲ ὤφελον ἐμφαίνει πρόσωπον. ἄλλως τε τὸ μὲν αἴθε ἐστιν ἐπίρρημα, τὸ δὲ ὤφελον ῥῆμα καὶ ἐπίρρημα. ἆθλος ἀρσενικῶς καὶ ἆθλον οὐδετέρως διαφέρει. |
| alpha 35 | ἀρσενικῶς μὲν γὰρ τὸν ἀγῶνα δηλοῖ, οὐδετέρως δὲ τὸ ἔπαθλον. Ἀρχὴ τοῦ Β βασιλεὺς καὶ κοίρανος καὶ ἡγεμὼν διαφέρει. |
| beta 36 | βασιλεὺς μὲν γάρ ἐστιν ὁ πατρόθεν ἢ ἐκ γένους τὴν ἀρχὴν παραλαβών, κοίρανος δὲ ὁ πρὸς καιρὸν τὸ τοῦ βασιλέως ἔργον ἐπιτελῶν, ἡγεμὼν δὲ ὁ τάξεως στρατιωτικῆς ἡγούμενος. βίος μὲν λέγεται ἡ λογικὴ ζωή, ζωὴ δὲ ἡ χρῆσις τῆς ψυχῆς· καὶ βιοῦν ἐπὶ ἀνθρώπων μόνον λέγεται, ζῆν δὲ καὶ ἐπὶ ἀνθρώπων καὶ ἐπὶ ζῴων. |
| beta 38 | βλέφαρα μὲν αὐτὰ τὰ ἐπικλειόμενα δέρματα, βλεφαρίδες δὲ αἱ ἐπὶ τῶν βλεφάρων τρίχες. βοῦς μὲν ὁ τέλειος, μόσχος δὲ ὁ νεογνός, ἀφ’ οὗ καὶ μοσχεία ἡ νέα. |
| gamma t | Ἀρχὴ τοῦ Γ γαμήλιον καὶ ἐπιθαλάμιον διαφέρει. |
| gamma 40 | ἐπιθαλάμιον μὲν γάρ ἐστι τὸ ἐπὶ θαλάμῳ τῆς γαμουμένης γραφὲν ποίημα· γαμήλιον δὲ ὃ οὐ περιώρισται χρόνῳ. γαμήλια καὶ γαμηλία διαφέρει. |
| gamma 41 | γαμήλια μὲν γὰρ τὰ τελούμενα ἐντῇ ἡμέρᾳ, ἐν ᾗ ὁ γάμος τελεῖται· γαμηλία δὲ ἡ εἰς τὸν χαρτοφύλακα διδομένη ἐγγραφή. γέρων καὶ πρεσβύτης καὶ προβεβηκὼς διαφέρει. |
| gamma 42 [5] | λεκτέον δὲ περὶ ἀνθρώπου γενέσεως καὶ αὐξήσεως μέχρι γήρως· βρέφος μὲν γὰρ τὸ γεννηθὲν ἀρτίως, παιδίον δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ, παιδάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ τῆς λέξεως ἐχόμενον, παιδίσκος δὲ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ, παῖς δὲ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι· μετὰ ταῦτα ἡλικιώτης, εἶτα ἔφηβος. ὁ δὲ μετὰ ταῦτα μειράκιον ἢ μεῖραξ, εἶτα νεανίσκος καὶ νεανίας· ὁ δὲ τριακονταέτης ἀνήρ, εἶτα προβεβηκώς, ὃν καὶ ὠμογέροντα καλοῦσιν, εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατόγηρως. Ἀρχὴ τοῦ Δ δοῦλοι , οἰκέται καὶ θεράποντες διαφέρουσιν. |
| delta 43 | δοῦλοι μὲν γὰρ καὶ τῶν ἡδονῶν λέγονται καὶ πάντες οἱ ὑποτεταγμένοι τῷ βασιλεῖ, οἰκέται δὲ οἱ ἀργυρώνητοι, θεράποντες δὲ οἱ ὑποτεταγμένοι φίλοι, ὑφ’ ὧν θεραπεύονται οἱ προσήκοντες, ὡς Ἀχιλλεὺς καὶ Πάτροκλος. διαβόητος καὶ ἐπιβόητος διαφέρει. |
| delta 44 | διαβόητος μὲν γὰρ ὁ ἐπ’ ἀρετῇ βοώμενος, ἐπιβόητος δὲ ὁ μοχθηρὰν ἔχων φήμην. διπλοῦν καὶ διπλάσιον διαφέρει. |
| delta 45 | διπλοῦν μὲν γὰρ κατὰ τὸ μέγεθος, διπλάσιον δὲ κατὰ τὸν ἀριθμόν. Ἀρχὴ τοῦ Ε ἔνδοξος καὶ ἐπίδοξος διαφέρει. |
| epsilon 46 | ὁ μὲν γάρ ἐστιν ἐπίσημος, ἐπίδοξος δὲ ὁ προσδοκώμενος. ἑταῖρος καὶ φίλος καὶ ξένος διαφέρει. |
| epsilon 47 | ἑταῖρος μὲν γὰρ ὁ συνεργὸς καὶ ἐν παντὶ συναιρόμενος, φίλος δὲ ὁ ἀπὸ συμποσίου γεγονώς, ξένος δὲ ὁ ἀπὸ ξενιτείας φίλος. ἔκγονος καὶ ἀπόγονος διαφέρει. |
| epsilon 48 | ἔκγονος μὲν γὰρ ὁ υἱός, ἀπόγονος δὲ ὁ τοῦ υἱοῦ υἱός. ἐπίκουροι καὶ βοηθοὶ διαφέρουσιν. |
| epsilon 49 | ἐπίκουροι μὲν γάρ εἰσιν οἱ τοῖς πολεμουμένοις ἐπικουροῦντες, ὡς τοῖς Τρωσίν· βοηθοὶ δὲ οἱ σύμμαχοι τῶν πολεμούντων, ὡς τῶν Ἑλλήνων. ἕρκος καὶ ἑρκίον διαφέρει. |
| epsilon 50 | ἕρκος ἐπὶ πόλεων, ἑρκίον ἐπὶ ἐπαύλεων. ἐοικότα εἰκότων διαφέρει. |
| epsilon 51 | τὰ μὲν γὰρ πίστεως ἐχόμενα εἰκότα, τὰ δὲ ἐμφερῆ ἐοικότα. ἐχθρὸς πολεμίου καὶ δυσμενοῦς διαφέρει. |
| epsilon 52 | ἐχθρὸς μὲν γάρ ἐστιν ὁ πρότερον φίλος, πολέμιος δὲ ὁ δι’ ὅπλων χωρῶν πρὸς τοὺς πέλας, δυσμενὴς δὲ ὁ χρόνιον πρὸς τούς ποτε φίλους ἔχθραν διατηρῶν. ἐρωτᾶν καὶ πυνθάνεσθαι διαφέρει. |
| epsilon 53 | πυνθάνεσθαι μὲν γάρ ἐστι τὸ κατὰ ἀκοὴν διεξοδικῶς ἀκούειν τὰ ὑπό τινος λεγόμενα, αὐτὸν οὐδὲν ἐρωτῶντα· ἐρωτᾶν δὲ τὸ θέλειν κεφαλαιώδη τινὰ λαβεῖν ἀπόφασιν. ἐρώτησις πεύσεως καὶ ἀνακρίσεως διαφέρει. |
| epsilon 54 | ἐρώτησις μὲν γάρ ἐστι ζήτησις ἀποκρίσεως συντόμως, πεῦσις δὲ μακρᾶς πράξεως ἀπαγγελία, ἀνάκρισις δὲ δευτέρα ἐξέτασις. ἔσται τοῦ γενήσεται διαφέρει. |
| epsilon 55 | ἔσται μὲν γὰρ τὰ νῦν ὄντα, γενήσεται δὲ τὰ γεννήσεως τευξόμενα. ἐρᾶν τοῦ ποθεῖν διαφέρει. |
| epsilon 56 | ἐρᾶν μὲν γάρ ἐστι τὰ ἐν ὄψει, ποθεῖν δὲ τὰ ἀπόντα. εὔμορφος εὐειδοῦς διαφέρει. |
| epsilon 57 | εὔμορφος μὲν γάρ ἐστιν ὁ εὐπρόσωπος, εὐειδὴς δὲ ὁ τὸ εἶδος καλὸν ἔχων, οἷον ἅπαν τὸ σῶμα. ἔνδον πρὸς τὸ ἔσω διαφέρει. |
| epsilon 58 | ἔνδον μὲν γάρ, λέγομεν, ἔστιν ὁ παῖς, ἔσω δὲ εἰσέρχομαι. ἐνταυθοῖ καὶ ἐνταῦθα καὶ ἐνθάδε διαφέρει. |
| epsilon 59 [10] | ἐνταυθοῖ μὲν γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ, ἐνταῦθα δὲ καὶ τὴν εἰς τόπον καὶ ἐν τόπῳ· ὁμοίως καὶ τὸ ἐνθάδε. τὸ δὲ ἔνθα καὶ τὴν εἰς τόπον καὶ ἐν τόπῳ καὶ ἀντὶ χρονικοῦ ἐπιρρήματος· σημαίνει δὲ καὶ τὸ τότε, ὡς τό· «ἔνθ’ ἄλλοι μὲν πάντες 〈... οἴκοι ἔσαν〉» (α 11 sq.), καὶ τὸ ὅπου, ὡς τό· «ἔνθα μὲν Αἴας κεῖται» (γ 109), καὶ τό· «ἔνθα κατεπλέομεν» (ι 142). ἐξόσου καὶ ἐξότου διαφέρει. |
| epsilon 60 | ἐξόσου μὲν χρόνου, ἐξότου δὲ ἐξ οὕτινος. εὐθὺς καὶ εὐθὺ διαφέρει. |
| epsilon 61 | εὐθὺς μὲν γὰρ ἀντὶ τοῦ εὐθέως, εὐθὺ δὲ ἀντὶ τοῦ κατ’ εὐθεῖαν. Ἀρχὴ τοῦ Ζ ζῆλος καὶ ζηλοτυπία διαφέρει. |
| zeta 62 | ζηλοτυπία γάρ ἐστι τὸ ἐν μίσει ὑπάρχον, ζῆλος δὲ ἡ μίμησις τοῦ καλοῦ. ζώνη ζωνίου διαφέρει. |
| zeta 63 | ζώνη μὲν ἡ τοῦ ἀνδρός, ζώνιον δὲ τῆς γυναικός. Ἀρχὴ τοῦ Η ἡσυχάζειν καὶ σιγᾶν διαφέρει. |
| eta 64 | ἡσυχάζειν μὲν τὸ ἀτρεμεῖν δι’ ὅλου, τὸ δὲ σιγᾶν ἐπὶ γλώττης μόνον. ἠγγύα καὶ ἠγγυᾶτο διαφέρει. |
| eta 65 | ἠγγύα μὲν γὰρ ἤγουν ὡμολόγει δώσειν, ἠγγυᾶτο δὲ ὁ λαμβάνων. ἡμέρα ἠοῦς διαφέρει. |
| eta 66 | ἡμέρα μὲν γάρ ἐστι τὸ ἀσώματον, ἠὼς δὲ «ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει» (Hes. Theog. 372). ἦ ἀντὶ τοῦ ἔφη φησὶν Ὅμηρος. |
| eta 67 | διαφέρει δὲ ὅτι τὸ μὲν ἦ ἐπὶ μόνου τρίτου τάσσεται προσώπου, τὸ δὲ ἔφην, ἔφης, ἔφη ἐπὶ πάντων. Ἀρχὴ τοῦ Θ θεωρὸς καὶ θεατὴς διαφέρει. |
| theta 68 [5] | θεωρὸς μὲν γὰρ ὁ εἰς θεοὺς πεμπόμενος, θεατὴς 〈δὲ〉 τοῦ ἀγῶνος καὶ τῶν θεάτρων, ὡς καὶ Εὐριπίδης ἐν Ἴωνι (v. 301)· «πότερον θεατὴς ἢ χάριν μαντευμάτων;» ἁμαρτάνουσι γοῦν οἱ ἐναλλάσσοντες ταῦτα. θή , λάτρις καὶ ἀμφίπολος διαφέρει. |
| theta 69 | θὴς μὲν γὰρ ὁ μισθωτός, λάτρις δὲ ὁ κατὰ πολεμικὴν περίστασιν ἁλοὺς καὶ δουλεύων, ἀμφίπολος δὲ ἐπὶ θηλείας ἡ ταῖς κοίταις ὑποτεταγμένη. Ἀρχὴ τοῦ Ι ἰσθμὸς καὶ πορθμὸς διαφέρει. |
| iota 70 | ἰσθμὸς μὲν γὰρ ἡ μέσον δύο θαλασσῶν γῆ, πορθμὸς δὲ ἡ μέσον δύο γαιῶν θάλασσα. ἱκέσθαι καὶ ἀφικέσθαι διαφέρει. |
| iota 71 | ἱκέσθαι μὲν γάρ ἐστι τὸ ἐλθεῖν, ἀφικέσθαι δὲ τὸ ἐπανελθεῖν. Ἰουδαῖοι καὶ Ἰδουμαῖοι διαφέρουσιν. |
| iota 72 | Ἰουδαῖοι μὲν γὰρ οἱ ἐξ Ἰούδα τοῦ τετάρτου παιδὸς Ἰακὼβ κληθέντες, Ἰδουμαῖοι δὲ οἱ ἐξ Ἰσαῦ τοῦ ἀδελφοῦ Ἰακώβ. 〈Ἀρχὴ τοῦ Κ〉 κύριος καὶ δεσπότης διαφέρει. |
| kappa 73 | κύριος μὲν γὰρ τῆς γυναικὸς ὁ ἀνὴρ καὶ 〈τῶν〉 υἱῶν ὁ πατήρ, δεσπότης δὲ ὁ ἀργυρωνήτων. κωφὸς καὶ ἐννεὸς ὁ αὐτὸς παρὰ τοῖς ἀρχαίοις ἐλέγετο, ἤγουν ὁ μὴ φθεγγόμενος, ὡς Ὅμηρος (Ξ 16) «κύματι κωφῷ» ἦ ἀψόφῳ. |
| kappa 74 [5] | καὶ ἡ Πυθία «καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω» Ἀρχὴ τοῦ Λ λῆμμα μὲν διὰ δύο μμ τὸ κέρδος, λῆμα δὲ δι’ ἑνὸς μ ἡ ἀνδρεία. |
| lambda 76 | λέχος καὶ εὐνὴ διαφέρει. λέχος μὲν γάρ ἐστιν ἡ κλίνη, εὐνὴ δὲ ἡ ἐπ’ αὐτῆς στρωμνή. λαβεῖν καὶ δέξασθαι διαφέρει. |
| lambda 77 | λαβεῖν μὲν γάρ ἐστι τὸ ἀνελέσθαι μηδενὸς διδόντος, δέξασθαι δὲ τὸ παρά τινος προτεινόμενον. Ἀρχὴ τοῦ Μ μάχη καὶ πόλεμος διαφέρει. |
| mu 78 | μάχη μὲν γὰρ ἡ ἐν πολέμοις ἐστὶν ἐνέργεια, πόλεμος δὲ ὁ χρόνος καὶ ἡ πρὸς τὴν μάχην παρασκευή. μηρία καὶ μηρὸς διαφέρει. |
| mu 79 | μηρία μὲν γὰρ τὰ ἐναγιζόμενα τοῖς θεοῖς, μηρὸς δὲ τὰ μὴ οὕτως ἔχοντα. μνᾶται καὶ μνηστεύεται διαφέρει. |
| mu 80 | μνᾶται μὲν γὰρ ὁ ἀνὴρ γυναῖκα, μνηστεύεται δὲ ἡ γυνὴ ἄνδρα. Ἀρχὴ τοῦ Ν νῆες τῶν πλοίων διαφέρουσιν. |
| nu 81 | νῆες μὲν αἱ φορτηγοί, αἳ καὶ μέγισταί εἰσιν· πλοῖα δὲ τὰ προμήκη καὶ στρατιωτικά. νῦν καὶ νυνὶ διαφέρει. |
| nu 82 | τὸ μὲν γὰρ νυνὶ ἐπὶ μόνου τοῦ ἐνεστῶτος, τὸ δὲ νῦν ἐπὶ τῶν τριῶν χρόνων, ὡς τό· «νῦν ἔσται ὁ ἀγών, νῦν ἡ μάχη πέπαυται». 〈Ἀρχὴ τοῦ Ο〉 οὗτος καὶ οὑτοσὶ διαφέρει. |
| omicron 83 | οὑτοσὶ μὲν γὰρ μετὰ τοῦ ι δεικτικὸν μόνον, οὗτος δὲ δεικτικὸν καὶ ἀναφορικόν. οὐδὲν διὰ τοῦ δ καὶ οὐθὲν μετὰ τοῦ θ μακρῷ διαφέρει. |
| omicron 84 | τὸ μὲν γὰρ οὐδὲν δῆλον, 〈τὸ δὲ οὐθὲν〉 ἐκ τοῦ οὔτε καὶ τοῦ ἓν σύγκειται, ἤγουν οὔτε ἓν οὔτε δύο. ὀλίγον καὶ μικρὸν διαφέρει. |
| omicron 85 | τὸ μὲν γὰρ ὀλίγον ἐπὶ ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ μεγέθους τέτακται. ὁ ὄρθρος καὶ πρωῒ διαφέρει. |
| omicron 86 | ὄρθρος μὲν γὰρ ἡ πρὸ ἀνατολῆς ὥρα, πρωῒ δὲ τὸ ἐκ τῆς ἡλίου περιωπῆς φῶς, ὡς καὶ τὸ ὀψὲ καὶ ἑσπέρα. οὕνεκα καὶ εἵνεκα διαφέρει. |
| omicron 87 | τὸ μὲν γὰρ οὕνεκα σημαίνει τὸ ὅτι, τὸ δὲ εἵνεκα ἀντὶ τοῦ χάριν. ὅτι καὶ διότι διαφέρει. |
| omicron 88 | τὸ μὲν γὰρ διότι αἰτίαν, τὸ δὲ ὅτι ποτὲ μὲν αἰτίαν, ποτὲ δὲ βεβαίωσιν· αὐτίκα ὅτι μὲν ἐκλείπει ἡ σηλήνη ἴσμεν, διότι δὲ οὐκέτι. οἴκαδε τοῦ εἰς οἶκον διαφέρει. |
| omicron 89 | τὸ μὲν γὰρ εἰς τὴν οἰκίαν βαδίζειν οἴκαδέ φαμεν, τὸ δὲ εἰς ἑτέραν εἰς οἶκον. Ἀρχὴ τοῦ Π πρεσβεύεσθαι τοῦ πρεσβεύειν διαφέρει. |
| pi 90 | πρεσβεύεσθαι μὲν τὸ πέμπειν πρέσβεις, πρεσβεύειν δὲ τὸ πέμπεσθαι πρεσβευτὴν οἱ Ἀττικοὶ λέγουσιν. πόλις καὶ ἄστυ διαφέρει. |
| pi 91 | πόλις μὲν τὸ οἰκοδόμημα, ἄστυ δὲ ἡ κατασκευὴ τῆς πόλεως. πάγετος μὲν τὸ κρύος, παγετὸς δὲ ὁ χειμών. |
| pi 93 | πλούσιος ἀφνειοῦ καὶ ὀλβίου διαφέρει. πλούσιος μὲν γὰρ ὁ πολλὴν περιουσίαν ἔχων, ἀφνειὸς δὲ ὁ ἀπ’ ἐνιαυτοῦ τὴν οὐσίαν συλλέγων, ὄλβιος δέ ἐστιν ὁ τελείαν εὐδαιμονίαν ἔχων. πένης καὶ πτωχὸς διαφέρει. |
| pi 94 | πένης μὲν γὰρ ἀπὸ τοῦ ἐργάζεσθαί τι καὶ πονεῖν περὶ τὸν βίον, πτωχὸς δὲ ὁ ἐπαίτης. πολεμικὸς καὶ αἰχμητὴς διαφέρει. |
| pi 95 | πολεμικὸς μὲν γὰρ ὁ ἔμπειρος τῶν πολέμων, αἰχμητὴς δὲ ὁ ἐμπείρως τοῖς κατὰ πόλεμον ὅπλοις χρώμενος. Ἀρχὴ τοῦ Ρ ῥέφανον καὶ ῥάφανον διαφέρει. |
| rho 96 | ῥέφανον μὲν γὰρ τὸ παρ’ ἡμῖν λεγόμενον, ῥάφανον δὲ ἡ κράμβη. ῥεῖθρον ῥεύματος διαφέρει. |
| rho 97 | ῥεῖθρον μὲν γάρ ἐστιν ὁ τόπος δι’ οὗ φέρεται, ῥεῦμα δὲ τὸ ὕδωρ. Ἀρχὴ τοῦ Σ σημεῖον τέρατος διαφέρει. |
| sigma 98 | σημεῖον μὲν γάρ ἐστι τὸ ἐπὶ τοῦ ἀέρος γινόμενον, τέρας δὲ τὸ ἐν γῇ. σημεῖον καὶ τεκμήριον διαφέρει. |
| sigma 99 | «τὰ μὲν παρῳχημένα σημείοις πιστοῦσθαι, τὰ δὲ μέλλοντα τεκμηρίοις» (Antiphontis fr. 72 Blass = Artium Scriptores b x fr. 8 Radermacher). Ἀρχὴ τοῦ Τ τεῖχος καὶ τειχίον διαφέρει. |
| tau 100 | τεῖχος μὲν γὰρ ἐπὶ πόλεων, τειχίον δὲ ἐπὶ ἐπαύλεων. τιμωρεῖν καὶ τιμωρεῖσθαι διαφέρει. |
| tau 101 | τιμωρεῖν μὲν γὰρ τὸ τοῖς ἀδικουμένοις βοηθεῖν, τιμωρεῖσθαι δὲ τὸν ἀδικήσαντα· τιμωρὸς Πατρόκλου Ἀχιλλεύς, τιμωρεῖται δὲ Ἕκτορα. τοὔνεκα καὶ οὕνεκα διαφέρει. |
| tau 102 | τὸ μὲν γάρ ἐστι τούτου ἕνεκα, τὸ δὲ οὕνεκα διότι. τήθη καὶ τηθὶς διαφέρει. |
| tau 103 | τήθη μὲν γάρ ἐστιν ἡ μάμμη, τηθὶς 〈δὲ〉 ἡ τοῦ πατρὸς ἢ τῆς μητρὸς ἀδελφή. τύραννοι καὶ βασιλεῖς διαφέρουσιν. |
| tau 104 | τύραννοι μὲν γὰρ οἱ ἐξ ὠμότητος ἢ ἁρπαγῆς τὴν βασιλείαν δεξάμενοι, βασιλεῖς δὲ οἱ πατροπαράδοτον τὴν βασιλείαν ἔχοντες. Ἀρχὴ τοῦ Υ ὑποψία ὑφοράσεως διαφέρει. |
| upsilon 105 | ὑποψία μὲν γάρ ἐστι κακοῦ τινος ὑπόνοια, ὑφόρασις δὲ δόξα ἐπὶ τὸ χεῖρον ταχθεῖσα. ὑπόσχεσις ἐπαγγελίας διαφέρει. |
| upsilon 106 | ὑπισχνεῖται μὲν ὁ τὸ ἀξιωθὲν διδόναι μέλλων· ἐπαγγέλλεται δὲ ὁ δίχα παρακλήσεως παρέχειν τι δυνάμενος ἢ βουλόμενος. 〈Ἀρχὴ τοῦ Φ〉 φλαῦρον καὶ φαῦλον διαφέρει. |
| phi 107 | φλαῦρον μὲν γάρ ἐστι τὸ μικρὸν καὶ κοῦφον κακόν, φαῦλον δὲ τὸ μέγα, ὡς καὶ ἐν ἄλλοις παρεδηλώσαμεν. |