eul_wid: wus-ac
DOI 10.5281/zenodo.20335422

Suda Lexicon, Letter Γ in Greek

The gamma section of the Suda (Σοῦδα, Στοιχεῖον Γ) spans 511 entries covering proper names, geographical designations, mythological figures, and common vocabulary. Early entries treat biblical and Roman names — Γαβριήλ, Γαβίνιος — alongside place-names such as Γαβαώ and Γάγγρα, and the medical term γάγγραινα (gangrene). The mythological entry for Γηρυόνης draws on Aristophanes and interprets the giant's epithet τετράπτιλος as an allusion to the triple-crested helmet of Lamachus.

Later entries illuminate Homeric diction — γυρός is glossed with an Odyssey passage describing Odysseus — and include epigram citations for γυρόν and γυρῶν. The proverbial phrase Γύργαθον φυσᾷς, meaning to labour in vain, illustrates the Suda's interest in preserving idiomatic Greek alongside lexical definitions.

The letter is useful for researchers tracing the Suda's source texts in comedy, epic, and medical writing, and for those studying Byzantine transmission of classical and biblical nomenclature.

γ 1 Γαβαώ: πόλις. καὶ Γαβαωνῖται, οἱ ἀπὸ τῆς χώρας.
γ 2 Γαβίνιος: ὄνομα κύριον Ῥωμαϊκόν.
γ 3 Γαβριήλ: ὄνομα κύριον. καὶ Γαβριηλᾶς, ὄνομα κύριον.
γ 4 Γάγγης, βασιλεὺς Αἰθιόπων, ὃν ἀπέκτεινεν Ἀλέξανδρος, δεκάπηχυς τὸ μῆκος, τὴν δὲ ὥραν οἷος οὔπω τις ἀνθρώπων, ποταμοῦ δὲ Γάγγου παῖς. τὸν δὲ πατέρα τὸν ἑαυτοῦ, τὴν Ἰνδικὴν ἐπικλύζοντα, αὐτὸς ἐς τὴν ἐρυθρὰν ἔτρεψε καὶ διήλλαξεν αὐτὸν τῇ γῇ, ὅθεν ἡ γῆ ζῶντι μὲν ἄφθονα ἔφερεν, ἀποθανόντι δὲ ἐτιμώρει. ἐπεὶ δὲ τὸν Ἀχιλλέα Ὅμηρος ἄγει μὲν ὑπὲρ Ἑλένης ἐς Τροίαν, φησὶ δὲ αὐτὸν ιβʹ μὲν πόλεις ἐκ θαλάττης ᾑρηκέναι, πεζῇ δὲ ιαʹ, γυναῖκα δὲ ὑπὸ τοῦ βασι‐ λέως ἀφαιρεθέντα εἰς μῆνιν ἀπενεχθῆναι, ὅτε δὲ ἀτεράμονα καὶ ὠμὸν δόξαι· σκεψώμεθα τὸν Ἰνδὸν πρὸς ταῦτα. πόλεων μὲν τοίνυν ξʹ οἰκιστὴς ἐγένετο, αἵπερ εἰσὶ δοκιμώταται τῶν τῇδε· τὸ δὲ πορθεῖν πόλεις ὅστις εὐκλεέστερον ἡγεῖται τοῦ ἀνοικίζειν πόλιν, οὐκ ἔστιν. Σκύθας δὲ τοὺς ὑπὲρ Καύκασον στρατεύσαντάς ποτε ἐπὶ τήνδε τὴν γῆν ἀπώσατο· τὸ δὲ ἐλευθεροῦντα τὴν ἑαυτοῦ γῆν ἄνδρα ἀγαθὸν φαίνεσθαι, πολλῷ βέλτιον τοῦ δουλείαν ἐπάγειν τῇ πόλει.
γ 5 Γάγγρα: πόλις.
γ 6 Γάγγραινα: εἶδος πάθους.
γ 7 Γάδειρα: τόπος κατὰ τὴν ἑσπερίαν μοῖραν, ἀποτελεύτησις τῆς θαλάσσης καὶ οἷον ἐκροὴ ἀπὸ τῆς πρὸς ἡμᾶς καὶ τὴν Ἀτλαντίδα θάλασσαν, τὸν ὠκεανὸν, ἣν διεκπλεῦσαι οὐκ ἐνῆν βραχώδη καὶ σκοτο‐ ειδῆ τυγχάνουσαν. Γάδειρα δὲ παρὰ τὴν γῆν καὶ τὴν δειρὴν, ὅ ἐστι τράχηλος. μέχρι τοῦτον ἐλθὼν ὁ Ἡρακλῆς καὶ μὴ δυνάμενος διελθεῖν στήλας παρὰ τῶν ἐγχωρίων λαβὼν ἱδρύσατο, δηλῶν δι’ αὐτῶν ἄχρι τῶν τῇδε βατὴν εἶναι τὴν γῆν καὶ τὴν θάλασσαν. Γαδαρηνός, ἀπὸ τόπου.
γ 8 Γάζα. καὶ Γαζοφυλάκιον, θησαυροφυλάκιον. γάζα γὰρ θη‐ σαυρός. πολλὴν δὲ εὗρεν ἀφθονίαν τροφῆς καὶ γάζαν βαρβαρικήν, ἀργυρίου δὲ τάλαντα γʹ. ὁ δὲ Πτολεμαῖος τὰ βασίλεια περιάγων ἐπεδείκνυτο καὶ τὴν ἄλλην τὴν βασιλικὴν γάζαν. Διόδωρός φησι.
γ 9 Γαϊανός, Ἀράβιος, σοφιστὴς, μαθητὴς Ἀψίνου τοῦ Γαδαρέως. ἦν δὲ ἐπί τε Μαξίμου καὶ Γορδιανοῦ. Περὶ συντάξεως βιβλία εʹ, Τέχνην ῥητορικὴν, Μελέτας. ἐσοφίστευσεν ἐν Βηρυτῷ.
γ 10 Γάϊος Ἰούλιος Καῖσαρ, ὁ πρῶτος μοναρχήσας. οὗτος ἔγραψε μετάφρασιν τῶν Ἀράτου Φαινομένων καὶ τέχνην γραμματικὴν Ῥωμαϊκῶς καὶ περὶ τοῦ ἰδίου βίου.
γ 11 Γάϊος Καῖσαρ, ὃς ἐπεκλήθη Καλλιγόλας. Ῥητορικὴν τέχνην Ῥωμαϊκῶς.
γ 12 Γάϊος, Ῥωμαίων βασιλεὺς, τὸ μὲν πρῶτον μεγαλοφρόνως διεῖπε τῆς βασιλείας τὰ πράγματα καὶ πᾶσι τοῖς ὑπηκόοις καθηκόντως ἐχρῆτο, μετὰ δὲ δύο χρόνους ἐκστὰς τῆς ἀνθρωπίνης φύσεως κατὰ μίμησιν τοῦ πατρὸς ἑαυτὸν ἀπεθέωσε καὶ ἀνδριάντα ἑαυτοῦ κατὰ πόλιν ἐν τοῖς ναοῖς ἀπέστειλε καθιδρύσασθαι καὶ εἰς τὸν τῶν Ἱεροσολύμων ναὸν θεσπίσας νέου Γαΐου ἱερὸν προσέταξεν ὀνομάζεσθαι. καὶ δουλο‐ κρατίαν νομοθετήσας ἐπέτρεψε κατηγορεῖν τῶν δεσποτῶν, εἴ τι ἂν εἰδοῖεν αὐτοῖς πλημμέλημα. κἀντεῦθεν δεινὴ συμφορὰ κατειλήφει τὴν οἰκουμένην πᾶσαν, τῶν οἰκετῶν μεγάλαις τιμωρίαις ὑποβαλλόντων τοὺς δεσπότας. ἕκαστος γὰρ ἀμύνεσθαι ἐβούλετο τὸν ἴδιον δεσπότην ὑπὲρ ὧν παρ’ αὐτοῦ βασάνων προέπασχεν. οὐ μὴν δὲ ἀλλὰ καὶ εἰς μανίαν τραπεὶς ἄθεσμον στολὰς γυναικείας ἠμφιέννυτο καὶ τὴν κόμην πλοκάμοις καὶ πλοκῇ τινι περιστέλλων καὶ γυναικιζόμενος καὶ πᾶσαν αἰσχρουργίαν διαπραττόμενος τελετὰς ἐπενόει καὶ ξένα μυστήρια ἐπετέλει. καὶ δὴ λαβών ποτε τὴν ἰδίαν θυγατέρα καὶ εἰς τοὺς κόλπους τοῦ ἀγάλματος αὐτὴν θέμενος ἔφη, σὺ ταύτην γεγέννηκας καὶ πατὴρ αὐτῆς ἔννομος ὑπάρχεις. οὗτος μιαρώτατός τε καὶ ἀνοσιώτατος ἐγένετο καὶ τοσοῦτον ὁρμαθὸν κακῶν συνειληφὼς ἐπεκάλυψε τὰ τοῦ Τιβερίου μειονεκτήματα. ὅσα γὰρ τῷ Αὐγούστῳ ἐν πολλῷ χρόνῳ περιεποιήθη, οὗτος ἐν μιᾷ ἡμέρᾳ ἀπεκτήσατο. μοιχικώτατός τε ἀν‐ θρώπων γενόμενος καὶ γυναῖκας ἡρμοσμένας καὶ γεγαμημένας ἐλάμ‐ βανε. τήν τε ἑαυτοῦ τιθήνην ἐπιτιμήσας ἀνοίας ἐς ἀνάγκην ἑκουσίου θανάτου κατέστησεν. ἐχρῆτο δὲ καὶ ταῖς ἀδελφαῖς καὶ παρανόμων ἐκοινώνει μίξεων, ὡς καὶ πατὴρ ἀνοσίας καταστῆναι γονῆς ἐκ μιᾶς αὐτῶν τῶν ἀδελφῶν ἀπογεννηθείσης. ναούς τε καὶ θυσίας ὡς ἡμιθέῳ γίνεσθαι παρεσκεύαζε. τοιούτῳ αὐτοκράτορι οἱ Ῥωμαῖοι παρεδόθησαν, ὥστε τὰ τοῦ Τιβερίου ἔργα καίπερ χαλεπώτατα δόξαντα γεγονέναι τοσοῦτον τὰ Γαΐου, ὅσον τὰ τοῦ Αὐγούστου παρ’ ἐκείνῳ παρήνεγ‐ καν. οὗτος μετὰ Τιβέριον ἐβασίλευσε Καλλιγόλας ὀνομαζόμενος.
γ 13 Γάϊος Λαυτώριος, Μάρκος ἐπίκλησιν. ἐκ τούτου δείκνυται τὸ μισοπόνηρον τῶν Ῥωμαίων καὶ τὸ πρὸς τοὺς παραβαίνοντας τὰ κοινὰ καὶ νόμιμα τῆς ἀνθρωπίνης φύσεως ἀμείλικτον. οὗτος γὰρ χιλίαρχος ἀποδειχθεὶς ἐν τῷ Σαυιτικῷ πολέμῳ νεανίαν τινὰ τῶν ὁμοσκήνων διαφέροντα τὴν ὄψιν ἑτέρων μέχρι μέν τινος ἔπειθεν ἑαυτῷ χαρίσασθαι τὴν τοῦ σώματος ὥραν ἑκόντα, ὡς δ’ οὔτε δωρεαῖς οὔτ’ ἄλλῃ φιλαν‐ θρωπίᾳ τὸ μειράκιον ἡλίσκετο, κατέχειν τὴν ἐπιθυμίαν ἀδύνατος ὢν βίαν προσφέρειν ἐπεβάλετο. περιβοήτου δὲ τῆς ἀκοσμίας τοῦ ἀνδρὸς ἅπασι τοῖς ἐπὶ στρατοπέδου γενομένης, κοινὸν ἀδίκημα τῆς πόλεως εἶναι νομίσαντες οἱ δήμαρχοι γραφὴν ἀποφέρουσι κατ’ αὐτοῦ δημοσίᾳ, καὶ ὁ δῆμος ἁπάσαις ταῖς ψήφοις τοῦ ἀνδρὸς κατέγνω τίμημα δίκης ὁρίσας θάνατον, οὐκ ἀξιῶν εἰς ἐλεύθερα σώματα καὶ προπολεμοῦντα τῆς τῶν ἄλλων ἐλευθερίας τοὺς ἐν ταῖς ἄλλαις ὄντας ἀρχαῖς ὑβρίζειν τὰς ἀνηκέστους καὶ παρὰ φύσιν τοῖς ἄρρεσιν ὕβρεις. ἄλλο θαυμασιώτατον, καίτοι περὶ δοῦλον σῶμα γενομένης τῆς ὕβρεως. ἑνὸς γὰρ τῶν παραδόντων Σαυνίταις τὸ στρατόπεδον χιλιάρχων καὶ ὑπὸ ζυγὸν ὑπελθόντων Ποπλίου υἱὸς ὢν, ἐν πολλῇ καταλειφθεὶς πενίᾳ, δάνειον ἠναγκάσθη λαβεῖν, ὡς ἐρανισθησόμενος ὑπὸ τῶν συγγενῶν. δια‐ ψευσθεὶς δὲ τῆς ἐλπίδος ἀπήχθη πρὸς τὸ χρέος τῆς προθεσμίας διελ‐ θούσης, κομιδῇ νέος ὢν καὶ τῇ ὄψει ὡραῖος. οὗτος τὰ μὲν ἄλλα ὑπηρετῶν, ὅσα δούλους δεσπόταις νόμος ἦν, ἠνείχετο· τὴν δὲ τοῦ σώματος ὥραν χαρίσασθαι κελευόμενος ἠγανάκτει καὶ μέχρι παντὸς ἀπεμάχετο. πολλὰς δὲ διὰ τοῦτο μαστίγων λαβὼν πληγὰς ἐξέδραμεν ἐς τὴν ἀγορὰν καὶ στὰς ἐπὶ μετεώρου τινὸς τήν τε ἀκολασίαν τοῦ δανειστοῦ διηγήσατο καὶ τῶν μαστίγων τοὺς μώλωπας ὑπέδειξεν. ἀγανακτήσαντος δὲ τοῦ δήμου καὶ δημοσίας ὀργῆς ἄξιον ἡγησαμένου τὸ πρᾶγμα, κατηγορούντων τὴν εἰσαγγελίαν τῶν δημάρχων, ὦφλε θανάτου δίκην. καὶ δι’ ἐκεῖνο τὸ πάθος ἅπαντες οἱ δουλωθέντες πρὸς τὰ χρέα Ῥωμαῖοι νόμῳ κυρωθέντι ἀρχαίαν ἐλευθερίαν ἐκομίσαντο.
γ 14 Γαλααδίτις: χώρα.
γ 15 Γαλαθηνός: ὁ ὑποτίτθιος, ἤγουν ὁ ὑπομάζιος.
γ 16 Γαλακτίων: ὄνομα κύριον.
γ 17 Γαλακτοπότης: ὁ γάλα πίνων.
γ 18 Γαλαξίας: τὸ ἐν τῷ οὐρανῷ φῶς· ὅπερ ἐστὶν ἀνάκλασις φωτὸς ἡλιακοῦ, μὴ καταλαμπομένων τῶν ἀστέρων.
γ 19 Γάλα ὀρνίθων: ἐπὶ τῶν λίαν εὐδαιμονούντων καὶ πάντα κεκτη‐ μένων. ἢ ἐπὶ τῶν σπανίων. τὰ σπάνιά φησι καὶ δυσεύρετα τῶν ἀγαθῶν παρέξομεν· ὥστε παρέσται κοπιᾶν ὑμῖν ὑπὸ τῶν ἀγαθῶν. τουτέστιν ἐν πλησμονῇ γενόμενοι τῶν ἀγαθῶν ἀπειρηκέναι μέλλετε· οὕτω πλουτήσετε πάντες. Ἀριστοφάνης Ὄρνισι· δώσομεν ὑμῖν πλουθ‐ υγίειαν, εὐδαιμονίαν, εἰρήνην, νεότητα, γέλωτα, χοροὺς, θαλείας γάλα τ’ ὀρνίθων, ὥστε παρέσται ὑμῖν κοπιᾶν ὑπὸ τῶν ἀγαθῶν.
γ 20 Γάλα σκεδάζει δυσμενῶν συμβουλίας. Γάλα γαληνῶν πρόξενον πέλει τρόπων.
γ 21 Γαλάται· ὅτι ἐπὶ Σκηπίωνος τοῦ Ῥωμαίων στρατηγοῦ καὶ Ἀννί‐ βου τοῦ Καρχηδόνος Ῥωμαῖοι Γαλάτας τοὺς ἐν τῇ Ἀσίᾳ κατεστρέψαντο. οὗτοι δ’ ἦσαν τῶν ἑσπερίων Γαλατῶν μοῖρα. ἀναστάντες γάρ ποτε τῆς οἰκείας οἱ Γαλάται ἅμα Βρέννῳ στρατηγῷ προῆλθον εἰς λʹ μυριά‐ δας ἀριθμούμενοι. ἐντεῦθεν διακριθέντες οἱ μὲν ἐπὶ τὴν εἴσω πυλῶν Ἑλλάδα, οἱ δὲ ἐπὶ Θρᾴκην καὶ τὴν Ἀσίαν ἐτράποντο, ἀμφὶ τὰς δύο μάλιστά που καὶ αὐτοὶ μυριάδας ὄντες. καὶ κρατήσαντες τῷ πολέμῳ πάντων μικροῦ τῶν ἐπὶ τάδε τοῦ Ταύρου Ἀσιανῶν γενῶν τοὺς μὲν ἄλλους ὑποτελεῖς ἐποιήσαντο φόρου, αὐτοὶ δὲ τὰ περὶ τὸν Ἅλυν ποταμὸν χωρία κατασχόντες ἐνέμοντο τὰ μεταξὺ Βιθυνῶν τε καὶ Καπ‐ παδοκῶν κείμενα. ἐφ’ οὓς ἐστρατεύσαντο Ῥωμαῖοι κοινωνήσαντες Ἀντιόχῳ τῆς ἐπὶ τῷ Σιπύλῳ μάχης καὶ συμπεσόντες αὐτοῖς περὶ πόλιν Ἄγκυραν, Μαλίου σφῶν ἡγουμένου, μυρίους μὲν τῆς μαχίμου ἡλικίας καταβάλλουσι, τοὺς δὲ λοιποὺς ὑποκύψαι σφίσιν, ἀποστάντας ὧν ἦρχον ἐθνῶν, ἠνάγκασαν.
γ 22 Γαλάτεια: ὄνομα θεᾶς. Γαλατία δὲ χώρα. καὶ Γαλατίας, ὄνομα κύριον.
γ 23 Γαλλαίῳ: τῷ τῶν Γάλλων. Γαλλαίῳ Κυβέλης ὀλολύγματι πολ‐ λάκι δοῦσα τὸν βαρὺν εἰς ἀκοὰς ἦχον ἀπὸ στομάτων, τάσδε θεῇ χαίτας περὶ δικλίδι θῆκεν ὀρείᾳ, θερμὸν ἐπεὶ λύσσης ὧδ’ ἀνέπαυσε πόδα.
γ 24 Γαλέα: ὁ ἰχθύς. καὶ Γαλεὸς ὁμοίως.
γ 25 Γαλεάγρα: ὄργανον τιμωρητικόν. καὶ τελευτῶντες εἰς γαλε‐ άγραν ἐμβαλόντες περόναις σιδηραῖς διειργμένην πᾶσαν ἐν δυσχωρίαις ἐκύλιον. καὶ αὖθις· ὁ δὲ ἐν γαλεάγρᾳ σιδηρᾷ βαλὼν ἀπέκτεινεν.
γ 26 Γαλεώδης: ὄνομα κύριον.
γ 27 Γαλεώτης καὶ ἀσκαλαβώτης, ἑκατέρως. ζήτει ἐν τῷ ἀσκα‐ λαβώτης.
γ 28 Γαλερόν: φαιδρόν.
γ 29 Γαλῆ: τὸ ζῷον. καλεῖται δὲ πρός τινων κερδὼ καὶ ἱλαρία. ἔστι δὲ τὸ ὄνομα ἰσόψηφον δίκη γαλῆ, ἄλγη· ἀπὸ γὰρ τῶν αὐτῶν σύγκειται γραμμάτων. καὶ Γαλῆ Ταρτησσία· ἡ Ταρτησσὸς πόλις ἔξω τῶν Ἡρακλείων στηλῶν πρὸς τῷ ὠκεανῷ, ἔνθα μέγισται γίνον‐ ται γαλαῖ.
γ 30 Γαληνῶ ἢ γαληνιῶ.
γ 31 Γαληνιᾶν: γάννυσθαι, χαίρειν, διαχεῖσθαι.
γ 32 Γαληνός, ὁ διασημότατος ἰατρὸς, Περγαμηνὸς, γεγονὼς ἐπὶ Μάρκου καὶ Κομόδου καὶ Περτίνακος τῶν Καισάρων ἐν Ῥώμῃ, υἱὸς Νίκωνος γεωμέτρου καὶ ἀρχιτέκτονος, πολλὰ συντεταχὼς ἰατρικά τε καὶ φιλόσοφα, ἔτι τε γραμματικὰ καὶ ῥητορικά· ἅτινα διὰ τὸ πᾶσιν εἶναι γνώριμα καταλέγειν ἄκαιρον ἡγησάμην ἐν τῷ παρόντι. ἐβίω ἔτη οʹ. σημαίνει δὲ καὶ τὸν ἥσυχον.
γ 33 Γαλήσιον: ὄνομα τόπου.
γ 34 Γαλῇ χιτών: αὕτη ἐπὶ τῶν ἀδίκων τάσσεται καὶ μηδὲν ἀνιέντων. ὁμοία ἐστὶ τῇ, οὐ πρέπει γαλῇ κροκωτός.
γ 35 Γαλῇ τὸν κροκωτόν· ζήτει ἐν τῷ κροκωτός.
γ 36 Γαλιλαία: κατακυλιστὴ τῇ Ἑλλάδι γλώσσῃ. διὸ καὶ γελγὲλ ὁ τροχὸς ὀνομάζεται.
γ 37 Γαλιλαῖοι· ζήτει ποτὲ μετωνομάσθησαν Χριστιανοὶ ἐν τῷ Ναζιραῖοι.
γ 38 Γαλιψός: ὄνομα κύριον. ἔστι δὲ καὶ πόλις τῆς Θρᾴκης. ὠνο‐ μάσθη δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης.
γ 39 Γαλλογραικία: ἡ τῶν Βουκελλαρίων χώρα. οἱ αὐτοὶ καὶ Ἑλληνογαλάται ὀνομάζονται.
γ 40 Γάλλος: ὄνομα ποταμοῦ.
γ 41 Γάλλος: ἀπόκοπος. ἐν Ἐπιγράμμασι· γάλλος ὁ χαιτήεις, ὁ νεήτομος, ὅς ποτε Τμῶ Λυδιὸς ὀρχηστὸς μάκρας ὀλολυζόμενος. καὶ Γάλλοι, οἱ ἀπόκοποι. Γναῖος, ὁ ὕπατος Ῥωμαίων, διερχόμενος ἐγεφύρωσε τὸν Σαγγάριον ποταμὸν, τελέως κοῖλον ὄντα καὶ δύσβατον· καὶ παρ’ αὐτὸν τὸν ποταμὸν στρατοπεδευσάμενος παραγίνονται Γάλλοι παρὰ Ἄττιδος καὶ Βαττάκου τῶν ἐκ Πεσσινοῦντος ἱερέων τῆς μητρὸς τῶν θεῶν ἔχοντες πρὸς τῇ ἰδέᾳ καὶ τύπους, φάσκοντες προσαγγέλλειν τὴν θεὸν νίκην καὶ κράτος· οὓς ὁ Γναῖος φιλανθρώπως ὑπεδέξατο. καὶ αὖθις· ἀπέστειλε νεανίσκους διασκευάσας εἰς Γάλλους, μετ’ αὐλη‐ τῶν ἐν γυναικείαις στολαῖς ἔχοντας τύμπανα καὶ τύπους, ἐπὶ τοὺς προκαθημένους τῆς χώρας. ὅτι Γάλλοι μὲν γίνονται ἐξ ἀνδρῶν, ἐκ δὲ Γάλλων ἄνδρες οὐ γίνονται.
γ 42 Γάλλους τί τεμεῖν· Γάλλοι δὲ οἱ ἀπόκοποι· ἐπὶ τῶν ...
γ 43 Γαλόῳ: γάλως, γάλῳ, καὶ πλεονασμῷ τοῦ ο γαλόῳ, ἀνδρα‐ δέλφῳ. καὶ Γαλοώνη ὁμοίως, ἡ ἀνδράδελφος.
γ 44 Γάμβρειος στολή.
γ 45 Γάμβορος: ὁ ἀμέτοχος.
γ 46 Γαμβρὸς Ἐρεχθῆος: ὁ Βορρᾶς. τὴν γὰρ Ὠρείθυιαν θυγατέρα αὐτοῦ ἔγημεν, ἐξ ἧς τίκτεται Ζήτης καὶ Κάλαϊς.
γ 47 Γαμέτης: ὁ ἀνὴρ, ὁ σύζυγος. ὁ δὲ σὺν τῷ κουριδίῳ γαμέτῃ ἐς Ἔφεσον ἦλθεν.
γ 48 Γαμηλία: ἡ διδομένη τοῖς φράτορσιν ἐπὶ γάμοις. ἢ τῶν γυναι‐ κῶν ἡ εἰς τοὺς φράτορας εἰσαγωγή. οὕτως Δίδυμος ὁ γραμματικός. καὶ παροιμία. Γαμηλίαν εἰσενεγκεῖν. ὅταν τις ἠγάγετο γυναῖκα, πρὶν γενέσθαι παῖδα, οὗτος μαρτυρόμενος περὶ τοῦ γάμου κατὰ τοὺς γάμους ἀπεδίδου τι τοῖς φράτορσιν εἰς λόγον εὐωχίας. καὶ τοῦτό ἐστι γαμηλία εἰσενεγκεῖν. μέμνηται τοῦ λόγου Δημοσθένης ἐν τῷ πρὸς Εὐβουλίδην λόγῳ· καὶ γὰρ ὅτι ὁ πατήρ μου κατὰ τοὺς νόμους ἔγημε καὶ γαμηλίαν τοῖς φράτορσιν εἰσενήνοχε, μεμαρτύρηται.
γ 49 Γαμηλιῶνος: τοῦ μηνός.
γ 50 Γαμησείειν Ἀττικοί φασι.
γ 51 Γαμφηλή: ἡ σιαγών.
γ 52 Γαμψωλή: ἡ ἐπίκαμψις.
γ 53 Γαμψώνυχος: ἐπικαμπεῖς ἔχοντος τοὺς ὄνυχας. καὶ Γαμψώ‐ νυχα ζῷα, ὅσα τῶν πτερωτῶν τὴν ἐπιρυγχίδα γεγάμψωκεν ὑπὸ τὴν γένυν, οἷός ἐστιν ἀετὸς, ἱέραξ, κεγχρηῒς ἄλλα τε τὰ μὴ πίνοντα.
γ 54 Γαμψόν: ἐπικαμπές. καὶ γαμψὸν χαίτῃσιν ἐφ’ ἱππείῃσι πεδη‐ θὲν ἄγκιστρον, κρυφίην εἰναλίοισι πάγην. ἐν Ἐπιγράμμασι· γαμψόν τε δρέπανον, σταχυητόμον ὅπλον ἀρούρης. καὶ αὖθις· γαμψὰς πυρο‐ λόγους δρεπάνας.
γ 55 Γαμψούς: τὰς καμπτούσας καὶ πλαγίους νεφέλας, ἢ τὰς ὀρνίθων ὄψεσιν εἰκασμένας. γαμψοὺς γὰρ ἐκάλουν τὰς ὄρνιθας. Ἀριστοφάνης Νεφέλαις.
γ 56 Γάνδειρον: ὄνομα τόπου.
γ 57 Γάνιος.
γ 58 Γανόων: λελαμπρυσμένος.
γ 59 Γάνος: ὁ οἶνος. Πὰν ἀγέλην· Νύμφαι πίδακα· Βάκχε γάνος. καί, γάνος ἀμπέλου, ὁ οἶνος, βότρυος ἕλικα παυσίπονον. Γάνος δὲ θηλυκῶς, τὸ πρὸς τῇ Θρᾴκῃ ὄρος ἡ Γάνος. Γάνος καὶ Γανι‐ άδα χωρία ἐστὶ Θρᾳκικά.
γ 60 Γαννυμένη: χαίρουσα. Γάννυμι γὰρ ὁ ἐνεστώς. καὶ Γάννυσθαι, φαιδρύνεσθαι, χαίρειν καὶ διαχεῖσθαι.
γ 61 Γαργηττός: ὄνομα κύριον. τόπου.
γ 62 Γαργαλισμός.
γ 63 Γαργαλίζει· δοτικῇ. κινεῖ, ὑποσημαίνει, προτρέπει, ἐρεθίζει. ὥστ’ ἐμοῦ γ’ ἀκροωμένου τοῦ μέλους ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος. Ἀριστοφάνης. Γαργαρίζει δὲ, ἐρεθίζει ἀπὸ τοῦ στό‐ ματος ὥστε ἐμέσαι.
γ 64 Γάργαρε· ζήτει ἐν τῷ ψαμμοκοσιογάργαρα.
γ 65 Γάρμος: ὄνομα κύριον. ὁ δὲ ἕτερος ταῦρος ἐμυκήσατο κακὸν φώνημα Γάρμῳ.
γ 66 Γάρος: ἀρσενικῶς λέγεται. ἔστι δὲ οὐδὲν ἄλλο ὁ γάρος ἢ σηπεδών.
γ 67 Γαριζείν: ὄρος.
γ 68 Γαστήρ: ἡ κοιλία. Ὅμηρος διαπαντὸς γαστέρας καλεῖ οὐ κοι‐ λίας. καὶ παροιμία· γαστέρα μοι προφέρεις, κάλλιστον ὄνειδος ἁπάντων, ἡ πλήρης μὲν ἐλαφροτέρη, κενεὰ δὲ βαρεῖα· ἐπὶ τῶν γαστριμαργούντων. Γαστέρα δὲ ὁ Δαβὶδ τὸ τῶν λογισμῶν ταμεῖον ἐκάλεσεν. ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου καὶ ἡ γαστήρ μου.
γ 69 Γαστρίζεσθαι: λαμπρότερον τρέφεσθαι.
γ 70 Γαστρίζομαι: τύπτομαι εἰς τὴν γαστέρα. Ἀριστοφάνης· ὦ πόλις, ὑφ’ οἵων θηρίων γαστρίζομαι.
γ 71 Γαστριμαργία, καὶ Γαστρίμαργος, ὁ ἄπληστος. καὶ Γαστρι‐ μάργως, ἀπλήστως. ζήτει ἐν τῷ δαιτρός.
γ 72 Γάστρις: ὁ περὶ γαστέρα ἀκρατής. καλοῦσι δ’ οὕτω καὶ τὸν ἕλμινθας ἔχοντα.
γ 73 Γαῦλος: ὁ ἐξ ἀλλοτρίων ζῶν ἢ ὁ εὐαπάτητος. ἢ πλοῖόν τι φορτ‐ ηγὸν Φοινικικὸν, ἢ ἄκατος. Γαυλὸς δὲ ὀξυτόνως, τὸ ποιμενικὸν ἀγγεῖον, ὃ δέχεται τὸ γάλα. Ἡρόδοτος· γαύλους τε ἐνταῦθα κατα‐ δύσας. ἢ Γαυλός, ὁ τοῦ φρέατος ἀντλητήρ. ἢ οἰνηρὸν ἀγγεῖον, ἐκ ξύλων κατεσκευασμένον, ἣν Ἰταλοὶ μαγγάναν ὀνομάζουσιν. ἐπὶ δὲ τῶν γαλακτοδόχων ἀγγείων· γαυλούς τε γλαγοπῆγας. ἐν Ἐπι‐ γράμμασι.
γ 74 Γαυνάκας ἀμπεχόμενον.
γ 75 Γαυριᾷ· δοτικῇ. ἀγάλλεται, ἐπαίρεται, θρασύνεται.
γ 76 Γαυροειδής: ὁ ὑπερήφανος.
γ 77 Γαῦρον: στερρὸν, μέγα, ἀκλινὲς, ἀκατάπληκτον. Ἀριστοφάνης Βατράχοις· οὐδὲν γὰρ οὕτω γαῦρον ἔσθ’ ὡς Ἡρακλῆς. Ἀγαθίας· ὁ δὲ Βελισάριος τὴν ἐγχείρησιν μείζονα ἔδειξε καὶ γαυροτέραν, καὶ περι‐ χαρής γε τὴν νίκην. καὶ αὖθις· ὁ δὲ γαῦρος ὡσπερεὶ κινούμενος.
γ 78 Γαῦρος· ὁ δὲ γαῦρός τε ὢν ἀνὴρ καὶ ἀγέρωχος καὶ στρατείαις ὡμιληκὼς καὶ τοῦτο πρῶτον ἀγαθὸν ἡγούμενος, τὸ ἐν ἀνθρώποις τιμὴν καὶ δόξαν καὶ πλοῦτον ἐπικλύζοντα καὶ τὸ ἔχειν ἑαυτῷ ὅτι βούλοιτο κεχρῆσθαι καὶ ἀδεῶς διὰ μέθην νύκτα καὶ ἡμέραν οὐκ εἰδέ‐ ναι οὔτε ἀνατέλλοντα καὶ δυόμενον ἥλιον, ἴσα καὶ οὐρανοῦ εἶναι νομίσας τὴν μετάκλησιν, ἐκ τῶν ἀλύπων καὶ διακεχυμένων εἰς ὀλιγω‐ ρίαν διατριβῶν ἀπορρήξας ἑαυτὸν καὶ κατατείνας τὴν ψυχὴν εἰς φιλοδοξίαν βαρὺς ἀναστὰς ἐκ Παμφυλίας ἀνέστρεφε. Τιμάσιος· οὗτος ἦν, ὃν Εὐτρόπιος ἤγαγεν.
γ 79 Γαῖα χάνοι: καταπίοι αὐτὸν ἡ γῆ.
γ 80 Γεζίτης: τοπικόν.
γ 81 Γαίειος: ὄνομα κύριον. ὁ τῆς γῆς υἱός.
γ 82 Γαιήϊος: ὁ γήϊνος.
γ 83 Γαιήοχος: ὁ Ποσειδῶν. Γεοῦχος δέ.
γ 84 Γαιοδότης: ὁ ἀπεμπολῶν γῆν.
γ 85 Γαιών: ὄνομα τόπου. Γαιὼν καὶ Φεισών, ὀνόματα ποτα‐ μῶν. καὶ Γαιῶν, γηΐνων πραγμάτων.
γ 86 Γαιοῦχος: ὁ τὴν γῆν ὀχῶν.
γ 87 Γαῖσα. καὶ Γαισός, κοντὸς, εἶδος ἀμυντηρίου, οἷον δόρατος.
γ 88 Γεγανωμένος: λελαμπρυσμένος. ἐσκεπασμένος. τὸ περιέ‐ χον τῷ κονιορτῷ γεγανωμένον ἐν χώρῳ βοτανώδει. τουτέστι λελευ‐ κασμένον.
γ 89 Γεγαννυμένος: ἐπαγαλλόμενος. πῶς δὲ ἀνὴρ βασιλείῳ τύφῳ ἐκ παίδων καὶ κολακείᾳ πολλῇ γεγαννυμένος δίαιτάν τε λαχὼν βαρ‐ βαρωτάτην οὕτω διατεθῆναι.
γ 90 Γέγειαι βόες: αἱ ἀρχαῖαι. καὶ ἀρσενικῶς Γέγειος.
γ 91 Γέγηθε: χαίρει.
γ 92 Γεγηροτροφηκώς: ἐν γήρει θρέψας.
γ 93 Γέγονεν ἐν καλῷ: καλλίστως ἔσχεν.
γ 94 Γεγράψομαι: δεήσομαι. ὥστ’ οὐ Κρέοντος προστάτου γεγρά‐ ψομαι. Σοφοκλῆς φησι.
γ 95 Γεγωνέναι. καὶ Γεγωνεῖν, ἐξάκουστον βοῆσαι.
γ 96 Γεγωνοκῶμαι: γυναῖκες, αἱ τὰς κώμας ἐμπιπλῶσαι βοήσεων.
γ 97 Γεγωνόν: ἐξάκουστον· λαμπρὸν φθέγμα. καὶ Γεγωνίσκειν, τὸ φθέγγεσθαι ἐξάκουστον. καὶ Γεγωνότερον, τρανότερον. καὶ Γεγωνώς, βοήσας. Γεγώς τις.
γ 98 Γεδεών, στρατηγὸς τῶν Ἑβραίων. Μαδιηνίταις σὺν τοῖς Ἄραψι καὶ Ἀμαληκίταις μέλλοντος πολεμεῖν, ὁ θεὸς συνεβούλευεν ἐπιστὰς περὶ μέσην ἡμέραν ἐν ἀκμῇ τοῦ καύματος ὄντος ἀγαγεῖν τὸν στρατὸν εἰς τὸν ποταμὸν καὶ τοὺς μὲν κατακλιθέντας καὶ οὕτω πίνοντας εὐψύχους εἶναι ὑπολαμβάνειν, ὅσοι δ’ ἂν ἐσπευσμένως καὶ μετὰ θορύ‐ βου πίνοιεν, τούτους δὴ νομίζειν ὑπὸ δειλίας τοῦτο πάσχειν, κατα‐ πεπληγότας τοὺς πολεμίους. καὶ εὑρέθησαν τʹ ταῖς χερσὶ τεταραγ‐ μένοι πίνοντες.
γ 99 Γεδεών, κριτὴς τοῦ Ἰσραὴλ, ἐπάταξε τὸν Μαδιὰμ μετὰ τῶν λαμ‐ ψάντων ἐν τῷ πίνειν καὶ τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμωνὰν τοὺς ἄρχοντας αὐτῶν· τόν τε πύργον τοῦ Φανουὴλ κατέστρεψε καὶ τοὺς ἄρχοντας αὐτῶν ἠλόησεν ἐν ταῖς ἀκάνθαις θλίψαντας τὸν Ἰσραὴλ ἔτη ζʹ.
γ 100 Γέεννα: ἡ καταδίκη.
γ 101 Γεηρόν: τὸ γήϊνον.
γ 102 Γεθσημανή.
γ 103 Γελγέλ: ὁ τροχὸς ὀνομάζεται. καθάπερ οὖν ἐξ ὄρους ὑψηλοῦ τοῦ σωτηρίου στόματος προενεχθέντα ταῦτα τὰ ῥήματα δίκην τροχοῦ κατὰ τὴν οἰκουμένην ἐκυλίσθη καὶ πᾶσαν ἐπέδραμε· καὶ ἐβαπτίσθησαν πάντες κατὰ ἔθνη καὶ πόλεις. διὸ καὶ Γαλιλαία κατακυλιστὴ λέγεται τῇ Ἑλλάδι γλώσσῃ.
γ 104 Γελάδας: ἀγαλματοποιὸς, διδάσκαλος Φειδίου.
γ 105 Γέλα καὶ Καμάρινα, πόλεις Σικελίας.
γ 106 Γελασείοντα: γελαστικῶς ἔχοντα, γελάσαι θέλοντα.
γ 107 Γελασείω: ἐπιθυμητικῶς ἔχω τοῦ γελᾶν. Δαμάσκιος· νῦν δὲ καὶ τῷ μὴ πάνυ γελασείοντι γέλωτα παρέξει γενναῖον ἡ τοῦ ἔργου διέξοδος.
γ 108 Γελασίνοις: γραμμαῖς ταῖς ἐκ τοῦ γελᾶν γινομέναις. ἐν Ἐπι‐ γράμμασι· καὶ ῥ’ ἡ μὲν τροχαλοῖς σφραγιζομένη γελασίνοις λευκὴ ἀπὸ γλουτῶν ἤνθεεν εὐαφίην. ὅτι ὁ Δημόκριτος ὁ Ἀβδηρίτης ἐπεκλήθη Γελα‐ σῖνος διὰ τὸ γελᾶν πρὸς τὸ κενόσπουδον τῶν ἀνθρώπων.
γ 109 Γελαστής: ὁ ἐπεγγελῶν. οὔθ’ ὡς γελαστὴς, Οἰδίπους, ἐλήλυθα, οὔθ’ ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν. ὁ Κρέων φησί.
γ 110 Γέλγιθες: σκορόδων κεφαλαί. καὶ πότιμοι γέλγιθες ἠδέ τε ὄγχναι, δαψιλῆ οἰνοπόταις γαστρὸς ἐπεισόδια.
γ 111 Γελίμερις: ὄνομα κύριον.
γ 112 Γελλοῦς παιδοφιλωτέρα· αὕτη ἄωρος ἐτελεύτησε, καὶ τὸ φάντασμα αὐτῆς ἐδόκουν ἐπὶ τὰ παιδία καὶ τοὺς ἀώρους θανάτους ἰέναι.
γ 113 Γέλων: ὄνομα κύριον. Γέλων δὲ τὸν γέλωτα. καὶ Γελῶ σε. λύσις ὀνείρου· γελῶν καθ’ ὕπνους δυσφόρους ἕξεις τρόπους.
γ 114 Γελῷος: ἐθνικόν. καὶ Γελῴων, ἐθνῶν. καὶ Γέλως, ἡ χαρμονή.
γ 115 Γέλως Μεγαρικός: ἤκμασε γὰρ ἡ Μεγαρικὴ κωμῳδία ἀώρως, ἣν Ἀθηναῖοι καταμωκώμενοι ἐγέλων.
γ 116 Γέλως πλατύς· ὁ δὲ Πέρσης ἐς τοσοῦτον ἐληλάκει φρυάγ‐ ματος ὡς γέλωτα τῶν ἀγγελλόντων καταχέειν πλατύν. Σιμοκάτης φησί.
γ 117 Γέλως συγκροτούσιος: ὁ ἄτακτος καὶ ἄσεμνος· ἐκ μεταφορᾶς τοῦ μετὰ κρότου χειρῶν καὶ ποδῶν γενομένου γέλωτος.
γ 118 Γέλοιος: ὁ καταγελαστότατος, προπαροξυτόνως. Γελοῖος δὲ ὁ γελωτοποιός. καὶ παροιμία· γελοιότερον ἀπεργάζῃ τῶν τὰς κέγ‐ χρους ἀποτορεύειν ἐπιχειρούντων ἢ καθάπερ τὸν Μυρμηκίδην ἀντι‐ πραττόμενον τῇ Φειδίου τέχνῃ. καὶ ἑτέρα παροιμία· Γελοιότε‐ ρον Μελιτίδου, ἐπὶ τῶν ἐπὶ μωρίᾳ διαβεβλημένων. Μελιτίδης γὰρ ἀνὴρ κωμῳδούμενος ὑπὸ τῶν ποιητῶν ἐπὶ μωρίᾳ κατὰ ταυτὰ τῷ Ἀμφιστείδῃ. τοῦτον δέ φασιν ἀριθμῆσαι μὲν πολλὰ παθόντα μέχρι τῶν εʹ καὶ πέρα μηκέτι δύνασθαι, γήμαντα δὲ τῆς νύμφης μὴ ἅψασθαι· φοβεῖσθαι γὰρ μὴ αὐτὸν ἡ παῖς τῇ μητρὶ διαβάλλῃ. ὁ δὲ Ἀμφιστείδης ἠγνόει ἐξ ὁποτέρου γονέων ἐτέχθη.
γ 119 Γελοῖον: γέλωτος ἄξιον.
γ 120 Γεμίζω· γενικῇ. ἔστι δὲ καὶ αἰτιατικῇ. τὸ ἀντλῶ.
γ 121 Γεμίνιος: ὄνομα κύριον.
γ 122 Γέμω· γενικῇ. τὸ πλήθω. ὁ δὲ Σκηπίων πυνθανόμενος τὸν ἀδελφιδοῦν γέμειν ἀργίας καὶ στάσεως καὶ τρυφῆς, ἔφη μὴ κρατήσειν πολεμίων πρὶν κατασχεῖν τῶν ἰδίων ἐγκρατῶς.
γ 123 Γεννάδας: γενναῖος, εὐγενέστατος.
γ 124 Γεννάδιος, πατριάρχης Κωνσταντινουπόλεως, νύκτωρ εἰσελθὼν εἰς τὸ ἅγιον θυσιαστήριον προσεύξασθαι εἶδέ τι φάσμα δαιμόνιον καὶ ἤκουσε κράζοντος, ὡς αὐτοῦ μὲν ζῶντος ἐνδίδωσιν, ὕστερον δὲ κρα‐ τήσει πάντως τῆς ἐκκλησίας.
γ 125 Γενάρχου: πατρός.
γ 126 Γενναῖος: ὁ εὖ γεγονώς. καὶ Γενναῖος εἶ ἐκ βαλαν‐ τίου, ἐπὶ τῶν διὰ πλοῦτον εὐγενῶν εἶναι δοκούντων. ὅτι χρημά‐ των κρείττων ὁ γενναῖος ἀνήρ.
γ 127 Γενναιότατος. ὤμοι τάλαινα, ὡς κακῶς διάκεισαι, γενναιό‐ τατος περὶ ἐμὲ γενόμενος καὶ θανάτου με ῥυσάμενος.
γ 128 Γενεά: κατ’ ἐνίους μὲν ἔτη ζʹ, ὅθεν καὶ λέγουσιν οἱ ἰατρικοὶ τῶν δύο γενεῶν μὴ δεῖν φλεβοτομεῖν, τὸν τεσσαρεσκαιδέκατον λέγον‐ τες ὡς ἔτι προσδεομένου αἵματος καὶ οὐδέπω ἔχοντος περισσὸν αἷμα· κατ’ ἐνίους δὲ λʹ, ὅθεν καὶ τὸν Νέστορα βούλονται Ϟʹ ἔτη γεγονέ‐ ναι. καὶ τριγέρων, ὁ τρεῖς γενεὰς βιούς, τουτέστιν ἐνενηκοντούτης. Νέστωρ ἐν Πύλῳ ἠγαθέῃ τύμβον ἔχει τριτογέρων.
γ 129 Γενεαῖς γενεῶν: τουτέστιν ἀπείροις τισὶ γενεαῖς.
γ 130 Γένεθλα: γεννήματα.
γ 131 Γενέθλια: ἡ δι’ ἐνιαυτοῦ ἐπιφοιτῶσα τοῦ τεχθέντος ἑορτή. καὶ Γενεθλιαλογία, μαντεία περὶ τῆς γεννήσεως.
γ 132 Γενέθλιος, Γενεθλίου, Παλαιστῖνος, ἐκ Πετρῶν, σοφιστὴς, μαθη‐ τὴς Μινουκιανοῦ καὶ Ἀγαπητοῦ, ἀντιπαιδεύσας κατὰ τὰς Ἀθήνας Καλλινίκῳ τῷ διασήμῳ, δεξιὸς τὴν φύσιν καὶ ὅλην μελέτην ἀπομνη‐ μονεύσας ἐν ἀκροάσει. τελευτᾷ δὲ νέος ἐτῶν ηʹ καὶ κʹ. ἔγραψε δὲ Λαλιὰς ἤτοι Διαλέξεις καὶ Μελέτας, ὧν ἐστιν, ὁ ἄπολιν ἑαυτὸν ἀποκηρύττων μετὰ τὴν τῶν Θηβῶν κατασκαφήν· Προπεμπτικὸν πρὸς τοὺς ἑαυτοῦ ἑταίρους Δᾳδοῦχον καὶ Ἀσκληπιάδην, Πανηγυρικούς.
γ 133 Γενέσια: ἡ δι’ ἐνιαυτοῦ ἐπιφοιτῶσα τοῦ τεχθέντος μνήμη.
γ 134 Γένεσις: ὁ κόσμος. περὶ τὴν γένεσίν τε πλανᾶται λήθῃ βαρούμενος καὶ κακίᾳ.
γ 135 Γένεσις: ἡ τοῦ παντὸς διακόσμησις. ὁ δὲ Ἰσίδωρος διαπτύων τὴν γένεσιν ἀεὶ πρὸς θεὸν ἐτέτατο τὴν ψυχήν. καὶ οὐδὲν ἦν ἰδεῖν ἢ ἀκοῦσαι φθεγγόμενον ἢ τὰ αὐτὰ περὶ τῶν αὐτῶν, ἢ περὶ ἀρετῆς καὶ κακίας.
γ 136 Γένεσις: γένεσις λέγεται καὶ ἡ εἱμαρμένη. ἔστι δὲ πρεσβύ‐ τερον τῆς γενέσεως ἔννοια καὶ αὐτεξουσιότης. Γένεσις καὶ ἡ ἀρχή. Αἰλιανός· ἔνθεν οἱ καὶ τὸ ἀρρώστημα ἦν τὴν γένεσιν λαβόν.
γ 137 Γενέτειραν: μητέρα. ποιητικῶς.
γ 138 Γενετή: πάτρια ἢ γενέσια.
γ 139 Γενέτης: ὁ πατήρ.
γ 140 Γενετικόν: ἡ γέννησις.
γ 141 Γενετυλλίς: δαίμων περὶ τὴν Ἀφροδίτην, γενέσεως αἴτιος, ἀπὸ τῆς γενέσεως τῶν παίδων ὠνομασμένος. πεποίηται δὲ τὸ ὄνομα παρὰ τὴν γένεσιν. οἱ δὲ περὶ τὴν Ἄρτεμίν φασι τῶν τοκετῶν ἐφό‐ ρους, καὶ πάλιν παρὰ τὴν γένεσιν. Ἀριστοφάνης· ἡδὺ τὸ μέλος, ὦ πότνιαι Γενετυλλίδες, καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον καὶ μανδαλωτόν.
γ 142 Γενειάς: αἱ τρίχες. Γένειον, ὁ τόπος, τὸ μέρος τοῦ σώμα‐ τος. ἐκ δὲ δασκίου γενειάδος κρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ. ζήτει ἐν τῷ ἀπόνοια. ὅτι ἡ τοῦ ἄνω χείλους τρίχωσις λέγεται μύσταξ, τὸ δὲ κάτω πάππος.
γ 143 Γεννητική. ὅτι κρείττων πασῶν καὶ τιμιωτέρα τῶν τῆς ψυχῆς φυσικῶν δυνάμεων ἡ γεννητική, δεύτερον δὲ ἡ αὐξητική, καὶ τρίτον ἡ θρεπτική. τῆς μὲν γὰρ θρεπτικῆς ἔργον ἐστὶ τὸ σῴζειν τὸ εἶδος· μέχρι γὰρ τοσούτου σῳζόμεθα, ἕως ἂν τρεφώμεθα· τῆς δὲ αὐξητικῆς τὸ εἰς τέλειον καὶ κατὰ φύσιν μέτρον ἀγαγεῖν, εἰς ὃ γενό‐ μενα τά τε ζῷα καὶ τὰ φυτὰ ἐπὶ τὸ σκοπιμώτατον τῆς φύσεως τέλος, λέγω δὴ τὴν γεννητικὴν δύναμιν, παραγίνεται. οὕτω γὰρ τῆς φύσεως ὁ τελικώτατος σκοπὸς διὰ τὴν ἔφεσιν τῆς ἀϊδιότητος, τοῖς θνητοῖς ζῴοις ἐπισκευαστῆς τῇ διαδοχῇ γινομένης. ὥστε ἡ μὲν αὐξητικὴ ὕλης ἐπέχει λόγον πρὸς τὴν γεννητικήν, πρὸς δὲ τὴν αὐξητικὴν ἡ θρε‐ πτική. ὅτι Μέλισσος ᾤετο τὸ μὴ γενόμενον οὐκ ἔχειν ἀρχήν· ψεῦδος δέ ἐστι· πολλὰ γὰρ ἀγέννητα ὄντα ἀρχὰς ἔχει.
γ 144 Γενησαρέτ: ὄνομα τόπου.
γ 145 Γέννησιν: τὴν τῶν Ἀφροδισίων μίξιν.
γ 146 Γεννηταί: οὐχ οἱ ἐκ γένους καὶ ἀφ’ αἵματος προσήκοντες, ἀλλὰ οἱ ἐκ τῶν γενῶν τῶν συννενεμημένων εἰς τὰς φρατρίας. οὗτοι δέ εἰσι καθάπερ οἱ δημόται καὶ φράτορες, νόμῳ τινὶ ἔχοντες κοινω‐ νίαν. τὸ δὲ γένος ἔχει ἄνδρας λʹ. αἱ δὲ φρατρίαι ἐκαλοῦντο τριτ‐ τῦς, ὅτι τεσσάρων φυλῶν οὐσῶν εἰς τρία ἑκάστην διεῖλον μέρη, τὰς μὲν φυλὰς τέσσαρας ποιήσαντες, ἀπομιμησάμενοι τὰς τοῦ ἐνιαυτοῦ ὥρας, τὰς δὲ φρατρίας καὶ τριττῦς ιβʹ, καθάπερ οἱ μῆνες, τὰ δὲ γένη λʹ ἐν ἑκάστῃ φρατρίᾳ, καθάπερ αἱ ἡμέραι τξεʹ.
γ 147 Γεννῆται: οἱ τοῦ αὐτοῦ γένους κοινωνοῦντες. καὶ γὰρ διῄ‐ ρηντο κατὰ μέρη οἱ τῶν Ἀθηναίων πολῖται, καὶ τὰ μὲν μέγιστα μέρη φυλαὶ ὠνομάζοντο, ἑκάστη δὲ φυλὴ πάλιν εἰς τρία διῄρητο, ὧν ἕκα‐ στον μέρος τριττὺς καὶ φρατρία ὠνομάζετο. πάλιν δὲ τῶν φρατριῶν ἑκάστη εἰς γένη διῄρητο λʹ, ἐξ ὧν αἱ ἱερωσύναι ἑκάστοις προσήκουσαι ἐκληροῦντο. καὶ γεννῆται, οἱ ἐκ τοῦ αὐτοῦ καὶ πρώτου γένους τῶν λʹ γενῶν, οὓς καὶ πρότερόν φησι Φιλόχορος ὁμογάλακτας καλεῖσθαι. Ἰσαῖος μέντοι τοὺς γεννήτας ἁπλῶς τοὺς ἐξ αἵματος συγγενεῖς ὀνομάζει.
γ 148 Γενικαὶ ἀρεταὶ δʹ· φρόνησις, ἀνδρεία, σωφροσύνη καὶ δικαιοσύνη. καὶ ζήτει τὰς ἀντικειμένας αὐταῖς ἐν τῷ ὑπερήφανος.
γ 149 Γενικός· ὅτι Ἀρτέμιος, ὁ καὶ Ἀναστάσιος, βασιλεὺς Ῥωμαίων, αἰσθόμενος στόλον Σαρακηνῶν ἔρχεσθαι κατὰ τῆς πόλεως Ἰωάννην ἐφίστησιν ἡγεμόνα τοῦ πολέμου, διάκονον τῆς μεγάλης ἐκκλησίας καὶ λογιστὴν τῶν φόρων, ὃν Γενικὸν καλοῦσιν· ὃς πρὸς τῇ Ῥόδῳ γενόμενος, καταστασιασθεὶς ὑπὸ τοῦ πλήθους ἀναιρεῖται.
γ 150 Γεννικῶς: γενναίως. ἰσχυρῶς.
γ 151 Γενόμενα καὶ γινόμενα διαφέρει. τὰ μὲν γὰρ γενόμενα πάντως ἀπέβη, τὰ δὲ γινόμενα ἤτοι ἀποβαίνει ἢ οὔ.
γ 152 Γενόμενος ἐξ ὀφθαλμῶν: φυγὼν, ἀποδράσας. ὁ δὲ γενό‐ μενος ἐξ ὀφθαλμῶν αὐτὸς εἶχε τἀπίχειρα τῆς ἀγνοίας. Γεννώ‐ μενος δὲ διὰ δύο νν, ὁ τικτόμενος.
γ 153 Γεννούστης: οἷον γεννήτης, ἢ συγγενὴς, ἢ ἔγγονος· τὸ τελευ‐ ταῖον ἐκδέχεσθαι ἄμεινον.
γ 154 Γένωμαι· γενικῇ. αὐθυπότακτον. Γεννῶ δὲ αἰτιατικῇ.
γ 155 Γέντα: τὰ μέλη· γέντα βοὸς μέλδοντες. Καλλίμαχος.
γ 156 Γένυς: τὰ γένεια.
γ 157 Γένυς: εἶδος πελέκεως· ὅτε σοι παγχάλκων ἀνταία γενύων ἁρμόθη πλαγά. καὶ τὸ γένειον.
γ 158 Γένυσι: σιαγόσιν. ἐν Ἐπιγράμμασι· χὠ μὲν ἐνέκλεισεν φονίαν γένυν, ἐκ δὲ τενόντων ἔνθους ῥομβητὴν ἐστροφάλιζε φόβην.
γ 159 Γεοῦχος: ὁ Ποσειδῶν. ὁ τὴν γῆν ἔχων. Γαιήοχος δέ.
γ 160 Γεωγραφία: ἡ περιήγησις.
γ 161 Γεώδης: ὁ ἐκ τῆς γῆς.
γ 162 Γεώλοφον: ὀρεινὸν, ὄρος, ὕψωμα γῆς· καλοῦσι δ’ οὕτως καὶ τὸν παχὺν καὶ ἀναίσθητον ἄνθρωπον. πέπατο γὰρ οὐ μέγα τοῦτο κλη‐ ρίον ἐν λυπρῇ τῇδε γεωλοφίῃ.
γ 163 Γεωμέτρης: ὁ τὴν γῆν μετρῶν.
γ 164 Γεωμετρία. γεωμετρία ἐστὶν ἐπιστήμη ἐπιστητοῦ ἢ ὑποληπτοῦ. ἐπιστητὰ γὰρ καὶ ὑποληπτὰ καὶ τὰ ὧν ἐστιν ἡ γεωμετρία ἐπιστήμη. ταύτην δὲ τὴν ἐπιστήμην ἐφεῦρον Αἰγύπτιοι, ἐκ τοῦ ἀπλέτου τῆς γῆς καὶ τῆς διαιρέσεως τῶν χώρων προδιδαχθέντες, εἶτα καὶ συγγράψαντες.
γ 165 Γεωμόριον: γεώργιον. ἐν Ἐπιγράμμασι· ἐφ’ αἷς πολὺν ἔβρασεν ἄντλον Κριθῶν καὶ λιπαρὰν εἶδε γεωμορίην.
γ 166 Γεωμόρος: ὁ περὶ τὴν γῆν κοπιῶν.
γ 167 Γεωπεῖναι: οἱ μικρὰν καὶ λυπρὰν ἔχοντες γῆν. παρὰ δὲ Ἡρο‐ δότῳ οἱ γῆς πεινῶντες καὶ ἀπορούμενοι.
γ 168 Γεωπείνης καὶ Γεωπόνος καὶ Γεηπόνος, ὁ τὴν γῆν πονῶν καὶ ἐργαζόμενος.
γ 169 Γεωπός: ὁ γεωργός.
γ 170 Γεώργιος, διάκονος τῆς μεγάλης ἐκκλησίας καὶ χαρτοφύλαξ, τὸ ἐπίκλην Πισίδης. Ἑξαήμερον δι’ ἰάμβων εἰς ἔπη τρισχίλια, Εἰς Ἡράκλειον τὸν βασιλέα καὶ Εἰς τὸν κατὰ Περσῶν πόλεμον, ἔτι τε Ἀβαρικὰ καὶ κατα‐ λογάδην Ἐγκώμιον εἰς τὸν μάρτυρα Ἀναστάσιον.
γ 171 Γεώργιος ἄλλος, ὁ ἀλλόκοτα δογματίσας· καὶ ζήτει ἐν τῷ Ἀπολινάριος.
γ 172 Γεωργῶ· αἰτιατικῇ.
γ 173 Γεῶρες: οἱ γεωφύλακες.
γ 174 Γεωφάνιον: χωρίον ἐν ᾧ μέταλλον.
γ 175 Γεράνεια: πόλις.
γ 176 Γέρα: οὐδετέρως· τιμαί. ἐπειδὴ κεκάθαρτο τῷ βασιλεῖ ὁ στρατὸς καὶ τὰ γέρα ξὺν δίκῃ νενέμητο ἑκάστοις, τηνικαῦτα ἔγνω ἐξελαύνειν ἐπὶ πόλεμον.
γ 177 Γέρρα: παρὰ Σικελοῖς τὰ γυναικεῖα καὶ ἀνδρεῖα αἰδοῖα.
γ 178 Γέρρα: Περσικὰ μέν ἐστιν ὅπλα κυρίως τὰ γέρρα· καταχρηστικῶς δὲ καὶ ἅπαν σκέπασμα, εἴτε δερμάτινον εἴτε ἄλλης τινὸς ὕλης, γέρρον ἐλέγετο. διὸ καὶ Δημοσθένης τὰ τῶν σκηνῶν σκεπάσματα καὶ παρακα‐ λύμματα ἐν τῷ ὑπὲρ Κτησιφῶντος γέρρα καλῶν ἐμπίπρασθαι λέγει. λέ‐ γοιτ’ ἂν ὁμοίως γέρρα καὶ τὰ τῶν σκηνῶν περιφράγματα.
γ 179 Γερράδια: στρωτηρίδια.
γ 180 Γεράνδρυον μεταφυτευόμενον: ἐπὶ τοῦ ἀδυνάτου παρεγ‐ γυᾷ, ὅτι μὴ δεῖν τοὺς παρηβηκότας προσάγειν εἰς τὰ τῶν ἀκμαζόν‐ των ἔργα.
γ 181 Γεράνεια: πόλις· καὶ Βιστονία, ἐπίθετον τῆς γεράνου· καὶ ζήτει ἐν τῷ Βι‐ στονία.
γ 182 Γερανία: ὄρος τῆς Μεγαρίδος.
γ 183 Γέρανος: τὸ ὄρνεον, ἐπίκοινον τῷ γένει. Βάβριος· Λίβυσσα γέρανος ἠδὲ ταὼς εὐπήληξ χλωρὴν ἀεὶ βόσκοντο χείματος ποίην.
γ 184 Γέρανοι λίθους καταπεπωκυῖαι: ἐπὶ τῶν προνοητικῶς τι ποιούντων· αἱ γὰρ γέρανοι διὰ τὸ ἐν ὕψει πέτεσθαι καὶ τῇ εἰς εὐθὺ ὁρμῇ τὴν ἐπὶ τὰ κάτω θέαν ἐμποδίζεσθαι λίθους βαστάζουσιν, ὅπως κάμνουσαι τῇ πτήσει ῥίπτοιεν καὶ αἴσθοιντο πότερον ἐπὶ γῆς ἢ θαλάττης φέρονται. καὶ εἰ μὲν ἐπὶ θάλατταν ἥκοι ὁ λίθος, ἀνύουσι τὴν ὁδόν· εἰ δὲ ἐπὶ γῆς, ἀναπαύονται. τοῦτό φησιν Ἀριστοφάνης· γέρανοι λίθους καταπεπω‐ κυῖαι. ὅτι αἱ γέρανοι πετόμεναι ἐν τοῖς στόμασιν ψήφους φέρουσι στηρίγματος ἕνεκα πρὸς τὸ μὴ παραφέρεσθαι ἀνέμοις.
γ 185 Γεραρόν: ἔντιμον ἢ πρεσβύτερον.
γ 186 Γέρας: ἀμοιβαὶ, τιμαὶ, ἀνταποδόσεις.
γ 187 Γεργέριμον: τὴν ἐν τῷ δένδρῳ πεπανθεῖσαν ἐλαίαν. 〈γερ‐ γέριμον〉 πίτυρίν τε, καὶ ἣν ἀπεθήκατο λευκήν. τουτέστι τὴν συνθλα‐ σθεῖσαν καὶ οὕτως ἀποτεθεῖσαν ἐλάαν. εἰν ἁλὶ δὲ νήχεσθαι φθινοπω‐ ρίδα· τὴν κολυμβάδα λέγει.
γ 188 Γεργεσαῖος: ἀπὸ τόπου. καὶ Γεργεσηνός.
γ 189 Γέργηθες: ὄνομα πόλεως. ἢ ἡ τύρβη, καὶ οἱ χειρώνακτες οὕτω καλοῦνται παρὰ τοῖς Μιλησίοις τοῖς ἐν περιβολῇ, τουτέστι τοῖς πλουσίοις.
γ 190 Γέρδιος: ὑφάντης. καὶ παρ’ ἡμῖν ἡ γερδία.
γ 191 Γεραιά: ἡ γραῦς. καὶ Γεραιαί, αἱ τῷ Διονύσῳ ἱερώμεναι γυναῖκες.
γ 192 Γεραιός: ἔντιμος. καὶ ὁ ῥυτίδων ἀνάπλεως. ἐν Ἐπι‐ γράμμασι· ῥοιὴν ξανθοχίτωνα γεραιόφλοιά τε σῦκα. καὶ αὖθις· ἧς ὁ γεραιὸς λαρότερον μαλακῶν ἔπνεεν ἐκ στομάτων.
γ 193 Γεραίρειν: τιμᾶν, δοξάζειν. καὶ Γέραιρε, δόξαζε, τίμα. καὶ παροιμία· Γέραιρε σαυτόν, ἀντὶ τοῦ εὔφραινε σαυτὸν μεγα‐ λορρημονῶν.
γ 194 Γεραιστός: ὄνομα λιμένος.
γ 195 Γεραίτερος: παλαιότερος. λόγος τέ τοί τίς ἐστι τῶν γεραι‐ τέρων, ὅς’ ἀνόητα χ’ ἡ μῶρα βουλευσώμεθα, ἅπαντ’ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν. Ποσειδῶν γὰρ καὶ Ἀθηνᾶ ἐφιλονείκησαν περὶ τῆς Ἀττικῆς, καὶ νικῆσαι τὴν Ἀθηνᾶν. ἡττηθέντα δὲ τὸν Ποσειδῶνα καὶ λυπηθέντα καταράσασθαι τῇ πόλει καὶ λέγειν αὐτὸν, ὅτι γένοιτο τοὺς Ἀθηναίους ἀεὶ κακῶς βουλεύεσθαι. ἀκούσασαν δὲ τὴν Ἀθηνᾶν τῆς κατάρας προσθεῖναι, ὅτι κακῶς βουλεύεσθαι καὶ ἐπιτυγχάνειν.
γ 196 Γερήνιος: ἔντιμος γέρων. ἢ ἐν τῇ Γερήνῃ.
γ 197 Γέρης: ὄνομα πένητος καὶ φαλακροῦ, ἔθνους Χαόνων. διεβά‐ λετο δὲ εἰς μαλακίαν. καὶ Ἀριστοφάνης· σοὶ δὲ φίλος τίς ἐστιν ἄλλος ἢ Γέρης; οὐκ ἔστι δὲ παρὰ τὸ γῆρας.
γ 198 Γερμανικός: ὁ Φράγγος. ὅτι οἱ Γερμανοὶ Κελτοὶ λέγονται, οἳ ἀμφὶ τὸν Ῥῆνον ποταμόν εἰσι.
γ 199 Γέρρον: ὅπλον. Ξενοφῶν· γέρρον ἐς τὴν ἀριστερὰν, κοπὶς ἢ σάγαρις ἐς τὴν δεξιάν. καὶ αὖθις· οἱ δὲ γέρρα ἔλαβον δασέων βοῶν ὠμοβόϊνα ἀμφὶ τὰ κʹ.
γ 200 Γέροντα σαυτὸν εἰ βλέπεις, ἕξεις γέρας.
γ 201 Γέρων, γέροντος. ἡ κλητικὴ, ὦ γέρον. καὶ παροιμία· Γέροντι μηδὲν μή ποτε χρηστὸν ποίει. παρεγγυᾷ μὴ ἀκρίτως εὐεργετεῖν.
γ 202 Γέρων ἀλώπηξ οὐχ ἁλίσκεται πάγῃ: ἐπὶ τῶν διὰ χρόνου πλῆθος ἐμπείρων καὶ δυσαλώτων. καὶ Γέρων βοῦς ἀπένθητος δόμοισιν, ἐπὶ τῶν καθ’ ὥραν τελευτησάντων.
γ 203 Γέρων πίθηκος οὐχ ἁλίσκεται πάγῃ, ἁλίσκεται μὲν, μετὰ χρόνον δ’ ἁλίσκεται: ἐπὶ τῶν ἅπαξ δυστυχησάντων.
γ 204 Γερούσιον: ἔντιμον.
γ 205 Γέρροιν: ἀπὸ σταυροῦ φησιν Εὔπολις. καὶ Δημοσθένης· τὰ γέρρα ἐνεπίμπρασαν. καὶ οἱ τόποι οἱ περιπεφραγμένοι· καὶ ἀσπίδες Περσικαὶ ἐκ λύγων. καὶ Γέρρα τὰ σκεπάσματα πάντα Ἀττικοί. τινὰ δὲ δερμάτινα σκεπάσματα καὶ Περσικὰ, οἷς ἀντ’ ἀσπίδων ἐχρῶντο. σημαίνει δὲ καὶ πᾶν αἰδοῖον. καὶ αὖθις Ἡρόδοτος· Κῦρος περιελὼν τὰ πολλὰ τῶν πολεμικῶν κατέλιπε μόνον τὸ συνὸν τοῖς στρατιώταις μαχαίρᾳ καὶ γέρρῳ καὶ θώρακι μάχεσθαι. καὶ γερροφόροι ὁπλῖται ἐχόμενοι τούτων σὺν ποδήρεσι καὶ ξυλίναις ἀσπίσιν. Αἰγύπτιοι δὲ οὗτοι ἐλέγοντο.
γ 206 Γεσάται: ἐθνικόν.
γ 207 Γέσιος· ἐπὶ Ζήνωνος ἦν λαμπρυνόμενος ἐπὶ τέχνῃ ἰατρικῇ, Πετραῖος τὸ γένος. καθελὼν δὲ τὸν ἑαυτοῦ διδάσκαλον Δόμνον τὸν Ἰουδαῖον καὶ τοὺς ἑταίρους πρὸς ἑαυτὸν μεταστησάμενος ὀλίγου πάν‐ τας πανταχοῦ ἐγνωρίζετο καὶ μέγα κλέος εἶχεν, οὐ μόνον ἰατρικῆς ἕνεκα παρασκευῆς, τῆς τε διδασκαλικῆς καὶ τῆς ἐργάτιδος, ἀλλὰ καὶ τῆς ἄλλης ἁπάσης παιδείας. φιλότιμος γὰρ καὶ φιλόπονος ὢν ὁ ἀνὴρ ἄλλην τε πολλὴν ἐν πολλῷ χρόνῳ μελέτῃ καὶ οὐ φύσει προσ‐ περιεβάλετο δοξοσοφίαν, καὶ τὴν τῶν ἰατρικῶν ἔργων τε καὶ λόγων ἀκριβεστέραν τῶν καθ’ ἑαυτὸν πάντων ἰατρῶν τε καὶ ἰατροσοφιστῶν κατώρθωσε τέχνην. βραδέως δὲ ἀρξάμενος ἐπιδεικνύναι δημοσίᾳ τὴν ἐπιστήμην ταχέως ἀνέδραμέ τε καὶ εὐθήνησεν ἐπ’ αὐτῇ, πομπικὸς ὢν καὶ ἐπιδεικτικὸς, φιλοσοφίας μὲν ἐπ’ ὀλίγον ἥκων, ἰατρικῆς δὲ ἐπὶ πλεῖστον. ὅθεν καὶ χρημάτων μεγάλων ἐγένετο κύριος καὶ Ῥωμαϊκῶν ἔτυχεν ἀξιωμάτων οὐ τῶν τυχόντων. ἀποδέχομαι δὲ τὸ ἀνδρεῖον παράστημα τῆς ἀγαθῆς ψυχῆς. τόν τε γὰρ Ἡραΐσκον ἐπιζητούμενον ὑπὸ Ζήνωνος βασιλέως οἴκῳ τῷ ἰδίῳ κατέκρυψε, παραβαλόμενος πρὸς τὸν κίνδυνον καὶ, ἐπειδὴ ἐν τῇ φυγῇ νοσήσας ἀπηλλάγη τοῦ σώματος, εὖ τε περιστείλας καὶ τὰ νομιζόμενα θεραπεύσας. ὁ δὲ ἀποσταλεὶς βασιλικὸς Ἀγάπιον καὶ τοὺς ἄλλους φιλοσόφους κατασχὼν εἰς τὸ ἀρ‐ χεῖον ἀπήγαγε.
γ 208 Γεσοί. οἱ Ῥωμαῖοι πήξαντες τοὺς γεσοὺς καὶ τὰς περικεφα‐ λαίας τούτοις ἐπιθέντες φαντασίας παρέσχοντο τοῖς ἐκ διαστήματος ὡς μένοντες ἐπὶ τοῦ λόφου. ἔστι δὲ ὅπλον. ὅτι ὁ γεσός ἐστιν μακροκέντης ἢ κοντός. ὅτι Κρίτων ἔγραψεν ἐν τοῖς Γετικοῖς.
γ 209 Γευστὴ γλῶττα· ζήτει ἐν τῷ γλῶττα.
γ 210 Γεύομαι· γενικῇ.
γ 211 Γεῦσις· ζήτει περὶ ποιοτήτων γεύσεως ἐν τῷ φαιόν καὶ ἐν τῷ αἰσθήσεις εʹ.
γ 212 Γεφυρίζων: χλευάζων, ἐξευτελίζων. Πολύβιος· ὁ δὲ Σύλλας πορθήσας τὰς Ἀθήνας ἐδέησε μικροῦ διαφθεῖραι τὴν πόλιν θυμῷ διὰ τὰ σκώμματα, ἃ δὴ πολλὰ κατ’ αὐτοῦ γεφυρίζων καὶ ἐπικερτομῶν ὁ Ἀρίστων παρ’ ὅλην ἀπέρριπτε τὴν πολιορκίαν.
γ 213 Γεφυρίς: ξένη καὶ ἐπείσακτος. οἱ γὰρ Γεφυραῖοι ξένοι καὶ ἐπήλυτοι ὄντες Ἀθήνησιν ᾤκησαν. οὕτως Ἡρόδοτος.
γ 214 Γειναμέναις: γεννηθείσαις. δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιά‐ δεσσι γυναιξὶ Μοῖραι ἐπεκλώσαντο δὴ τότε γεινομέναις.
γ 215 Γείνατο: ἐγέννησε. καὶ Γείνεται, γεννᾷ.
γ 216 Γειοκόμον: τὸ γειτνίαμα.
γ 217 Γειοτόμον: τὸ ἄροτρον.
γ 218 Γειῶραι: οἱ τὴν γῆν φυλάσσοντες.
γ 219 Γειωρίσαι.
γ 220 Γείσιον καὶ Γεῖσος: τὸ ἄκρον τείχους. ἢ στεφάνωμα οἴκου. καὶ Γεῖσα, τειχῶν ἄκρα. ἢ Γεῖσος, ὁ γεωργός.
γ 221 Γεισίπους καὶ Γεισιπόδισμα καὶ Γεισιποδίζειν: τὸ ἐξέχον τῆς δοκοῦ, ἐφ’ οὗ τὸ γεῖσόν ἐστι, γεισίπους καλεῖται καὶ γεισιπόδισμα· γεισιποδίζειν δὲ τὸ ποιεῖν τοῦτο.
γ 222 Γειτνιάζω· δοτικῇ.
γ 223 Γίγαρτον: τὸ ἔνδυμα τῆς σταφυλῆς.
γ 224 Γῆ· ἐπεὶ ἕδρα πάσης πόλεώς ἐστιν ἡ γῆ ὡς βαστάζουσα τὰς πόλεις, πλάτ‐ τεται πυργοφόρος.
γ 225 Γηγενέτης: ὁ γηγενής. καὶ Γηγενεῖς, οἱ ἐκ γῆς γεγονότες Ἀδὰμ καὶ Εὔα, ἐπεὶ οὐκ ἐκ συνουσίας ἐγένοντο, κυρίως· καταχρηστι‐ κῶς δὲ πᾶς ἄνθρωπος.
γ 226 Γηγενεῖς: ὠχροὺς καὶ νεκρώδεις. ἢ ἀσεβεῖς καὶ θεομάχους, διὰ τοὺς Γίγαντας. οὕτω διαβάλλει τοὺς φιλοσόφους Ἀριστοφάνης Νεφέ‐ λαις· ταῦτ’ ἔμαθες τὰ δεξιὰ εἴσω παρελθὼν παρὰ τοὺς γηγενεῖς; καὶ, Γηγενεῖ φυσήματι, ἀντὶ τοῦ μεγάλῳ ὥστε σεισμοὺς ποιεῖν· ἀρ‐ χαία γὰρ ὑπόνοια τὸ ὑπὸ πνευμάτων κατεχομένην σείεσθαι τὴν γῆν. Ἀριστοφάνης. λέγονται καὶ Γηγενεῖς, οἱ τὰ γήϊνα φρονοῦντες.
γ 227 Γῄδιον: μικρὰ γῆ.
γ 228 Γῄδιον· ὑπεδέξατο αὐτοὺς ἄγροικος πένης γῄδιον λεπτὸν κακῶς γεωργῶν.
γ 229 Γῆ ζώντων: ὁ προσδοκώμενος βίος, ὡς τοῦ θανάτου κεχωρι‐ σμένος καὶ ἐλεύθερος λύπης. Δαβίδ· ὑψώσει σε τοῦ κατακληρονο‐ μῆσαι γῆν.
γ 230 Γῇ θάλατταν συναναμίγνυσιν: ἐπὶ τῶν σφόδρα ὀργιζο‐ μένων ἡ παροιμία.
γ 231 Γήθειν: χαίρειν.
γ 232 Γηθοσύνη: χαρά. καὶ Γηθοσύνως, μετὰ χαρᾶς.
γ 233 Γηθόσυνοι: χαίροντες. καὶ Γήθω ῥῆμα.
γ 234 Γηθυλλίς: λάχανον πράσῳ ὅμοιον, ὅ τινες ἀμπελόπρασον λέγουσιν.
γ 235 Γήϊνος: ὁ φθαρτός.
γ 236 Γῆ κληρουχική: οἱ Ἀθηναῖοι λαμβάνοντες πολεμίαν πόλιν καὶ τοὺς ἐνοικοῦντας ἐκβάλλοντες, πολίτας ἑαυτῶν ἀποστέλλοντες, κλήρῳ τὴν γῆν αὐτοῖς διένεμον.
γ 237 Γήλοφος: ὁ ὑψηλὸς τόπος.
γ 238 Γήμας: ὁ ἀνήρ. καὶ Γήμω· αἰτιατικῇ.
γ 239 Γῆμ’ ἐπῆρε: γῆμαι ἀνέπεισε. κυρίως δὲ τὸ ἐπῆρεν, ἀντὶ τοῦ ἐχαύνωσε καὶ ἀνεκούφισεν, ἐπαγγελλομένη προῖκα μεγάλην εἰσοίσειν τὴν γυναῖκα, οἰκουρὸν φάσκουσα εἶναι, μὴ οὕτως ἐχούσης. Ἀριστο‐ φάνης Νεφέλαις· ἥτις με γῆμ’ ἐπῆρε τὴν μητέρα.
γ 240 Γῆν ἰλλομένην: συγκεκλεισμένην καὶ περιειλημμένην. ἰλλάδες γὰρ οἱ δεσμοί.
γ 241 Γηών: ποταμός.
γ 242 Γηῶραι: ἐπίμικτοι, τηρηταὶ τόπων.
γ 243 Γήπαιδες: ὄνομα ἔθνους.
γ 244 Γήπεδον: τὸ χωρίον. ὥσπερ καὶ οἰκόπεδον, τὸ γῇ καὶ οἰκή‐ μασιν ἀπαρτιζόμενον.
γ 245 Γηραλέα: ἡ γραῖα. καὶ Γηραλέος, ὁ γέρων. καὶ Γηρα‐ λέον, οὐδετέρως. νῦν γηραλέαι ἐναγκαλίζονται.
γ 246 Γηρᾶναι: γηρᾶσαι. καὶ παροιμία· Γηράσκω δ’ αἰεὶ πολλὰ διδασκόμενος, ἐπὶ τῶν διὰ γῆρας ἐμπειροτέρων.
γ 247 Γηραιός: παλαιὸς, προβεβηκώς. ὁ δὲ γηραιός τε ὢν ἤδη καὶ ἐκ πλείστου ἄμφω τὼ πόδε πεπηρωμένος καὶ οἷος μὴ ἐφ’ ἵππου ὀχεῖσθαι, ὅμως ὥσπερ τις νεανίας ῥωμαλεώτατος οὐκ ἀπηγόρευε πρὸς τοὺς πόνους, ἀλλὰ φοράδην εἰς τὰς παρατάξεις ἐφοίτα.
γ 248 Γήρειον: τόπος. καὶ Γήρειον ἔτος, τὸ παλαιόν.
γ 249 Γηροτροφῶ.
γ 250 Γηρωβοσκῶ: γηροτροφῶ. Σοφοκλῆς· ὅπως γένηται γηρο‐ βοσκὸς εἰς ἀεὶ, μέχρις ἂν μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ.
γ 251 Γηρωκομεῖον, Γηροτροφεῖον δέ.
γ 252 Γῆρυν: φωνήν. ἐν Ἐπιγράμμασι· σὺν καλάμοις ἄγγος τε μελανδόκον, οἷσι φυλάσσει αἰὼν ἐσσομένοις γῆρυν ἀποιχομένων.
γ 253 Γηρυόνεια δένδρα, καὶ Γηρυόνειον νῆμα.
γ 254 Γηρυόνης: ὄνομα κύριον. Ἀριστοφάνης· βούλει διαμάχεσθαι Γηρυόνῃ τετραπτίλῳ; ἀντὶ τοῦ τετρακεφάλῳ. αἰνίττεται δὲ τὴν τοῦ Λαμάχου περικεφαλαίαν τρεῖς λόφους ἔχουσαν· ἀπὸ τῶν περικειμένων αὐτῇ πτίλων. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· βούλει πρός τινα ἀκατα‐ μάχητον μάχεσθαι; ὁ γὰρ Γηρυόνης τρικέφαλος ὢν πολὺν ἀγῶνα παρέσχε τῷ Ἡρακλεῖ.
γ 255 Γηρυῶνος: ὄνομα κύριον.
γ 256 Γῆρυς: ἡ φωνή.
γ 257 Γῆς ἄγαλμα· γυναῖκα πλάττουσι τὴν Ἑστίαν, οἱονεὶ τὴν γῆν, τύμπανον βαστάζουσαν, ἐπειδὴ τοὺς ἀνέμους ἡ γῆ ὑφ’ ἑαυτὴν συγκλείει.
γ 258 Γῆς βάρος: ἐπὶ τῶν εἰς μηδὲν συντελούντων. καὶ ἑτέρα παροι‐ μία· Γῆς ἔντερα, ἐπὶ τῶν μηδενὸς ἀξίων.
γ 259 Γῆς ὀμφαλός: ὁ νεὼς τοῦ Ἀπόλλωνος. εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι, τί δεῖ με χορεύειν; οὐκέτι τὸν ἄθικτον εἶμι γῆς ἐπ’ ὀμφαλὸν σέβων. τουτέστιν οὐκέτι ἄπειμι πρὸς τὸν Ἀπόλλωνα, οὐδὲ πρὸς τὸν ἄχραντον καὶ σεβάσμιον καὶ ἀπροσπέλαστον αὐτοῦ νεών.
γ 260 Γήσεια: κρόμυα.
γ 261 Γήτεια: εἶδος βοτάνης, παρεοικὸς πράσῳ.
γ 262 Γήτειον: τὸ ἀμπελόπρασον. Ἀριστοφάνης· τύπτε τοῦτον γητείῳ. δῶρα δέ σοι γήτειον ἀειθαλὲς ὀρθρινὰ δώσω καὶ δροσερὰς στόμασι σχιζομένας ψεκάδας. καὶ αὖθις Ἀριστοφάνης· ἡ λαχανό‐ πωλις παραβλέψασά φησι θατέρῳ, εἰπέ μοι, γήτειον αἰτεῖς; πότερον ἐπὶ τυραννίδι; ζήτει ἐν τῷ βασανίσας.
γ 263 Γιγαντιᾷ: τὰ τῶν Γιγάντων φρονεῖ. Πισίδης περὶ Χοσρόου· γιγαντιᾷ δὲ καὶ τυραννῆσαι θέλει. καὶ Γιγαντιαῖον ὄνομα, τὸ μέγα. καὶ Γιγαντολέτειρα, ἡ τοὺς Γίγαντας ὀλοῦσα. καὶ Γιγαντ‐ ολέτις, ὁμοίως θηλυκῶς. καὶ Γιγαντολέτωρ.
γ 264 Γιγαντώδης· ἐδόκει γὰρ τό τε σῶμα γιγαντώδης εἶναι καὶ τὸν θυμὸν θηριώδης καὶ ἐς ἀγχίνοιαν τῶν συλλῃστευόντων ἁπάντων πολυ‐ πλοκώτερος.
γ 265 Γίγαρτα: τῶν σταφυλῶν ὁ καρπός. Ἀριστοφάνης· ὢν ἄνευ γιγάρτων, καὶ φιλῶν τὰς ἰσχάδας. οἱ γὰρ ἄγροικοι κόπτοντες τὰ γίγαρτα μετὰ τῶν ἰσχάδων ἤσθιον.
γ 266 Γίγις, Γίγιδος: ὄνομα κύριον.
γ 267 Γιγλισμός: κιχλισμὸς, ἀπὸ χειρῶν γέλως, γαργαλισμός.
γ 268 Γίγλυμοι: ἀντεμβολαί τινων ἐξοχῶν πρὸς κοιλότητας, οἵαπερ ἡ κατὰ τὸν πῆχυν πρὸς τὸν βραχίονα συμβολή.
γ 269 Γίγνω καὶ Γιγνόμενος. καὶ Γίνομαί σοι Μωϋσῆς· δοτικῇ.
γ 270 Γιεζῆ: ὄνομα κύριον.
γ 271 Γίνεται: ἐπὶ τοῦ τελειοῦται διὰ τοῦ ι, ἐπὶ δὲ τοῦ γεννᾷ διὰ διφθόγγου. τὰ δὲ γινόμενα κατὰ τρεῖς τρόπους γίνεται· κατ’ οἰκο‐ νομίαν, κατ’ εὐδοκίαν, κατὰ συγχώρησιν.
γ 272 Γινόμενα καὶ γενόμενα διαφέρει. τὰ μὲν γὰρ γενόμενα πάντως ἀπέβη, τὰ δὲ γινόμενα ἤτοι ἀποβαίνει ἢ οὔ.
γ 273 Γινώσκω· αἰτιατικῇ. γνωρίζω. ἤδη γάρ σε γινώσκω, καὶ ὧν εἶπας ἀκούσασα καὶ τὴν ὄψιν ἰδοῦσα.
γ 274 Γιώρας: ὄνομα κύριον.
γ 275 Γίσχαλα: ὄνομα τόπου.
γ 276 Γλάγος: γάλα. καὶ Γλαγερῶν, ἀντὶ τοῦ λευκῶν. ἐν Ἐπι‐ γράμμασι· ἄρκυν τε γλαγερῶν λαιμοπέδαν γεράνων.
γ 277 Γλάμων: ὁ λημῶν τοὺς ὀφθαλμοὺς καὶ διύγρους αὐτοὺς ἔχων, ὡς Χάρων. Γλάμων ὁ ἀκάθαρτος. καὶ Σοφοκλῆς ἐπὶ ὀρνέου· τοὺς γλαμυροὺς κατὰ φορβάν. Ἀριστοφάνης Βατράχοις· κ’ Ἀρχέδημος ὁ γλάμων. σκορόδων ὁμοῦ τρίψαντ’ ὀπῷ τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας. εἰώθασιν οἱ ἰατροὶ καὶ πατρίδας ὑπ’ ἀλαζονείας τῶν βοτανῶν ὀνομάζειν, οἷον Κυρηναϊκὸν ὀπὸν, Σμυρναϊκόν. διαβόητος δὲ ἦν ὁ Λακωνικὸς τιθύ‐ μαλλος· ἔστι δὲ εἶδος βοτάνης δριμυτάτης παρὰ Λάκωσιν εὑρισκό‐ μενον. εἴρηται δὲ ἐπὶ τῶν λημώντων τοὺς ὀφθαλμούς. τί δ’ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ; οὗτος ἐκωμῳδεῖτο ὡς συκοφάντης καὶ ξένος καὶ κλέπτης. Γλάμων δὲ ὁ ἔχων τοὺς ὀφθαλμοὺς μεστοὺς ἀκαθαρσίας.
γ 278 Γλάνις: εἶδος ἰχθύος. καὶ χρησμολόγος, Βάκιδος ἀδελφός.
γ 279 Γλαῦκα εἰς Ἀθήνας: ἐπὶ τῶν ἀχρήστους ἐμπορίας ἀγόντων· ἐπειδὴ τὸ ζῷον τοῦτο σφόδρα ἐπιχωριάζει ταῖς Ἀθήναις. καὶ Γλαύκειον ᾠόν.
γ 280 Γλαυκός: λευκὸς, κυάνεος. Γλαῦκος δὲ ὄνομα κύριον, γένος Καρύστιος. πύκτης, εʹ καὶ κʹ Ὀλυμπιάδι στεφανωθεὶς καὶ Πύθια τρὶς, Ἴσθμια δεκάκις, γενναῖος ὅλῳ τῷ σώματι.
γ 281 Γλαῦκος Καρύστιος· τούτου γῆν ἐργαζομένου, ἐπειδὴ συνέβη τὴν ὕνιν ἐκ τοῦ ἀρότρου πεσεῖν, καθήρμοσε τῇ χειρὶ ἀντὶ σφύρας. ἰδὼν δὲ τὸ ποιηθὲν ὁ πατὴρ ἤγαγεν αὐτὸν εἰς Ὀλυμπίαν πυκτεύ‐ σοντα. ὁ δὲ, ἅτε οὐκ ἐμπείρως ἔχων, ἐτιτρώσκετο ὑπὸ τῶν ἀντα‐ γωνιστῶν καὶ ἀπαγορεύειν ἔμελλεν ὑπὸ τῶν πληγῶν. φασὶ δὲ τὸν πατέρα βοῆσαι, παῖε τὴν ἐπ’ ἀρότρου. ὁ δὲ βιαιότερον ἐπενεγκὼν πρὸς τὸν ἀνταγωνιζόμενον εἶχε τὴν νίκην. σκιαμαχοῦντος δὲ ὁ ἀν‐ δριὰς παρέχεται σχῆμα, ὅτι ὁ Γλαῦκος ἦν ἐπιτηδειότατος χειρονομεῖν.
γ 282 Γλαὺξ ἵπταται: ἡ πτῆσις τῆς γλαυκὸς εἰς νίκης σύμβολον ἐλο‐ γίζετο. καὶ ἑτέρα παροιμία· Γλαῦκες Λαυριωτικαί, ἐπὶ τῶν πολλὰ χρήματα ἐχόντων· παρόσον ἐν Λαυρείῳ τῆς Ἀττικῆς γίνονται χρύσεια μέταλλα. ἐνεχάραττον δὲ γλαῦκας ἐν τοῖς χρυσοῖς νομίσ‐ μασι. καὶ ἑτέρα παροιμία· Γλαύκου τέχνη, ἐπὶ τῶν ῥᾳδίως κατερ‐ γαζομένων· ἀπὸ Γλαύκου τινὸς Σαμίου, ὃς πρῶτος σιδήρου κόλλησιν ἐξεῦρεν. λέγεται δὲ ἡ γλαὺξ χαλκίς.
γ 283 Γλαφυρόν: ἡδὺ, κοῖλον, βαθὺ, σοφὸν, ἔμπειρον, ἀκριβὲς, λαμπρόν.
γ 284 Γλεῦκος: τὸ ἀποστάλαγμα τῆς σταφυλῆς πρὶν πατηθῇ. καὶ ἡ τραγῳδία φησὶ περὶ Αἴαντος· ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκύς.
γ 285 Γλήναια: ἀξιοθέατα.
γ 286 Γλήνη: κόρη ὀφθαλμοῦ. ἢ ὄρη. παρὰ τὸ ὁρᾶν. Γλίνη δὲ ὁ ῥύπος διὰ τοῦ ι.
γ 287 Γληχώ: θηλυκῶς Ἀττικοὶ τὴν ὀρίγανον. οἱ δὲ βληχώ φασι. λέγεται δὲ καὶ Γλήχων, γλήχωνος. βοτάνη· ζήτει ἐν τῷ βληχωνία. Γλίχων δὲ ὄνομα κύριον διὰ τοῦ ι. βαθυγνώμων ἄνθρωπος καὶ κρυ‐ ψίνους· Ῥουφῖνος καὶ Γλίχων ἐπίτροποι βασιλέως Θεοδοσίου.
γ 288 Γλίσχρον: τὸ λαίμαργον, καὶ ἡδύ. ἢ κολλῶδες. καὶ Γλίσ‐ χρος, φειδωλὸς, σκιφὸς, πάνυ ῥυπαρός. ἀλλ’ ἐγώ τις ἄρα δυσ‐ απάλλακτος ἦν ἀπὸ τῶν τοιούτων καὶ γλίσχρως ἔτι εἰχόμην τῆς αὐτῆς ἀληθείας, ἅτε ὡς ἀληθῶς ὄναρ πλουτήσας. κατέβη ἐκ χωρίων γλίσχρων καὶ μηδ’ ἐν εἰρήνῃ τρέφειν ἱκανῶν ὄντων. τουτέστι τρο‐ φῆς σπανιζόντων. ὅτι τὸ γλίσχρον ἐπὶ δυστυχίᾳ ἔλεγον οἱ Ἀττικοί. Ἀριστοφάνης Εἰρήνῃ· ὦ γλίσχρων, ὁρᾷς ὡς οὐκέτ’ εἶναί σοι δοκῶ μιαρώτατος. ἀντὶ τοῦ ὦ ἐπιθυμητά· παρὰ τὸ γλίχεσθαι. πρὸς Ἑρμῆν ὁ λόγος. καὶ αὖθις Ἀριστοφάνης Εἰρήνῃ· ἕλκουσι δ’ ὅμως γλισχρό‐ τατα σαρκάζοντες ὥσπερ κυνίδια. καὶ Ἀρριανός· τὰ ἐπιτήδεια γλίσχρως τῇ στρατιᾷ ἐπορίζοντο. ἀντὶ τοῦ φειδομένως.
γ 289 Γλίσχρος: ταπεινὸς, κόλαξ. γενοῦ γλίσχρος, προσαιτῶν, λιπαρῶν τ’ Εὐριπίδη. λιπαρῶν· τὸ λι μακρόν. καὶ Γλίσχρων, ὁ ἐπιθυμητής· παρὰ τὸ γλίχεσθαι. καὶ Γλίσχρως, ὀλισθηρῶς.
γ 290 Γλισχραντιλογεξεπιτρίπτου: ἐκ τοῦ γλίσχρου καὶ ἀντι‐ λογίαν ἔχοντος καὶ ἐπιτρίπτου σύγκειται· οἷον τοῦ δυναμένου ἐπιτρῖ‐ ψαι. Ἀριστοφάνης Νεφέλαις· οὐδ’ ἑλκόμενος περὶ πραγματίου γλισ‐ χραντιλογεξεπιτρίπτου.
γ 291 Γλίχεται· γενικῇ. λίαν ἔχεται, ἐπιθυμεῖ. καὶ Γλιχόμενος, ἐπιθυμῶν. κατ’ αἰτιατικὴν δέ· καὶ ταῦτα ἦν, ἃ ταῦτ’ ἐγλίχετο.
γ 292 Γλουτόν: τὸ σφαίρωμα τῆς κοτύλης.
γ 293 Γλώνυς: ὄνομα κύριον.
γ 294 Γλωσσαλγίαν: ἀργολογίαν.
γ 295 Γλῶσσαν μὲν ἀργὸν, χεῖρα δ’ εἶχον ἐργάτιν. νῦν δ’ εἰς ἔλεγχον ἐξιὼν ὁρῶ βροτοῖς γλῶσσαν οὐχὶ τἄργ’ εἰς πάνθ’ ἡγου‐ μένην· οὕτω γραπτέον· ἐσθλοῦ πατρὸς παῖ, καὐτὸς ὢν νέος ποτὲ γλῶσσαν μὲν ἀργὸν καὶ τὰ ἑξῆς.
γ 296 Γλῶσσα ποῖ πορεύῃ; ἀπόκρισις· πόλιν ἀνορθώσουσα καὶ πόλιν καταστρέψουσα: ἡ παροιμία ἐπὶ τῶν διὰ λόγων ἢ ὠφελούν‐ των ἢ βλαπτόντων.
γ 297 Γλώσσαργον ἦθος: ἀντὶ τοῦ ταχὺ καὶ στωμύλον.
γ 298 Γλῶσσα ταμιείου· ἣν ἔσχε Κυρῖνος ὁ σοφιστὴς ἐκ βασιλέως.
γ 299 Γλωσσηματικά: εἶδος διαλέκτου.
γ 300 Γλώσσῃ σὺ δεινός· ἄνδρα δ’ οὐδέν’ οἶδ’ ἐγὼ δίκαιον, ὅστις ἐξ ἅπαντος εὖ λέγει· οἷον βουλόμενος ἐκ παντὸς δοκεῖν δίκαια λέγειν.
γ 301 Γλωσσόκομον: θήκη λειψάνων ξυλίνη. ὁ δὲ Φῆστος ὁ ἀνθ‐ ύπατος πέμπεται ἐς Ἀσίαν, ὃς τὴν βασιλικὴν γλῶσσαν ἐπεπίστευτο. ἤκμαζεν ἐπὶ τοὺς χρόνους Οὐάλεντος.
γ 302 Γλῶττα· ὅτι αὕτη ὑπὸ μὲν τῶν πλειόνων χυμῶν ὑγραίνεται, ὑπ’ ἐνίων δὲ καὶ ξηροτέρα γίνεται· ὡς ὑπὸ πεπέρεως καὶ ταρίχου καὶ μυρίων ἄλλων, καίτοι γευστῶν ὄντων, ξηραίνεται· οὐχ ὡς ἔγχυμα, ἀλλὰ διά τινα ἁπτὴν ποιότητα, οἷον ξηρότητα ἢ θερμότητα. οὐδὲ γὰρ ὁ ξηρὸς ἄρτος ξηραίνει, ἢ εἰ τύχοι τρωγάλια καὶ τὰ ὅμοια, ἀλλὰ τῷ ξηρὰ εἶναι ἢ θερμὰ ἐξικμάζει τὴν ἐν τῇ γλώττῃ ὑγρότητα. σημεῖον δὲ τοῦ δεῖν τὴν γλῶτταν δυνάμει μὲν ὑγρὰν εἶναι, ἐνεργείᾳ δὲ οὔ· ὅσοι δὲ τὴν γλῶτταν ἀμέτρως ἢ ξηρὰν ἔχουσιν ἢ ὑγρὰν, οὗτοι οὐκ ἀντιλαμβάνονται τῶν γευστῶν. καὶ διὰ τοῦτο οὐκ ἀντιλαμβάνεται ἡ λίαν ὑγρὰ γλῶττα τῶν χυμῶν, διότι ἡ ἐν αὐτῇ ὑγρότης ἔγχυμος οὖσα καὶ πρώτη αὐτῇ προσβάλλουσα γίνεται γλώττης ἁφὴ αὐτὴ ἑαυ‐ τῆς ἀντίληψιν παρέχουσα, καὶ ταύτῃ οὐκ ἐῶσα ἀντιλαβέσθαι τῆς ἔξ‐ ωθεν. σημεῖον δὲ τούτου, ὅτι οἱ προγευσάμενοι ἄλλου χυμοῦ καὶ μάλιστα σφοδροτέρου οὐκέτι τῶν δευτέρων ὁμοίως αἰσθάνονται. ὅτι τὴν γλῶτταν ἐποίησεν ἡ φύσις πρὸς δύο ἔργα, ὧν τὸ μὲν εἰς τὸ εἶναι συμβάλλεται τοῖς ἔχουσιν, ὅπερ ἐστὶν ἡ γεῦσις καὶ κρίσις ἡ περὶ τοὺς χυμούς· τὸ δὲ εἰς τὸ εὖ εἶναι, οἷον πρὸς τὴν διάλεκτον. οὕτω καὶ ἐπὶ τῆς ἀναπνοῆς δύο ἐποίησεν ἔργα, τὸ μὲν πρῶτον πρὸς τὸ εἶναι· πρὸς γὰρ τὴν τοῦ ἐντὸς θερμοῦ κατάψυξιν συμβάλλεται· τὸ δὲ λοιπὸν πρὸς τὸ εὖ εἶναι, οἷον διάλεκτον. τῆς δὲ, ὅπερ ἐστὶν ἀναγ‐ καῖον ἔργον τῆς φύσεως καὶ διαμονῆς αἴτιον. φωνῆς ὕλη ὁ ἐκ‐ πνεόμενος ἀήρ. ποιητικὸν δὲ αἴτιον φύσις, ὀργανικὸν δὲ τραχεῖα ἀρτηρία· οἷον γὰρ αὐλός ἐστιν. ἀμέλει οἱ μὲν νέοι εὐφωνότεροί εἰσιν ὡς λείαν ἔχοντες αὐτήν, οἱ δὲ γέροντες κακοφωνότεροι ὡς τραχυτέραν αὐτὴν ἔχοντες. τελικὸν δὲ ἡ σημασία· τέλος γὰρ τῷ ζῴῳ τῆς φωνῆς τὸ σημαίνειν δι’ αὐτῆς τὰς τῆς ψυχῆς διαθέσεις. τῆς διαλέ‐ κτου ὕλη μὲν ἡ φωνή, ποιητικὸν δὲ αἴτιον ἡ λογικὴ ψυχή, ὀργανικὸν δὲ γλῶττα καὶ ὑπερῷα καὶ ὀδόντες, τελικὸν δὲ ἡ σημασία τῶν νοη‐ μάτων. ὄργανον δὲ τῆς φωνῆς ὁ φάρυγξ. ὅτι τῶν πτηνῶν ὅσα παραπλησίαν ἔχει τὴν γλῶτταν καὶ τὴν τῶν γενύων διάθεσιν ταῖς τῶν ἀνθρώπων, δύναται μιμεῖσθαι διάλεκτον, οἷον κίτται καὶ ψιττακοὶ καὶ τὰ ὅμοια.
γ 303 Γλώττῃ πολεμίζων: οὐκ αὐτῇ τῇ γλώττῃ πολεμῶν, ἀλλὰ τῇ γλώττῃ καθάπερ ὅπλῳ χρώμενος.
γ 304 Γλωχῖνας: γωνίας. ὑπὸ τὴν ἔνδον παρατεινομένην τῆς θαλάσσης γλωχῖνα ὡς εἰς ἐνέδραν καθορμίσας τὰς ἐπακτρίδας ἐνέ‐ κρυψε. καὶ σὺ πετρὰ γλωχῖνες μηλοσσόε, Μαιάδος Ἑρμᾶ, ὅς τε τὸν αἰγιβόταν, Πὰν, κατέχεις σκόπελον.
γ 305 Γλωττοστροφεῖν: τὴν γλῶτταν στρέφειν καὶ ποικίλον ἐν τῷ λέγειν καθεστηκέναι· ἢ ἐκστρέφειν τὰ πράγματα καὶ εὐπορεῖν ἐν τῷ λέγειν. Ἀριστοφάνης Νεφέλαις· ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττο‐ στροφεῖν.
γ 306 Γλοιός: τὸ αὐτὸ δηλοῖ τῷ μάσθλης. εἴληπται δὲ ἡ μεταφορὰ ἀπὸ τοῦ ἐν τοῖς βαλανείοις ἐλαίου πεπηγότος, ὅπερ τοὺς ἐπιλαμ‐ βανομένους διολισθάνειν πέφυκε. τοιοῦτος οὖν καὶ οὗτος εὔχεται γενέσθαι τοὺς τρόπους, ἵν’ ὥσπερ διολισθάνειν καὶ φεύγειν δύνηται τοὺς δανειστάς. καὶ μέχρι δεῦρο δὲ τοὺς τῇ γνώμῃ σκάζοντας καὶ μηδὲν σταθερὸν φρονοῦντας καὶ ἄλλα μὲν ἐπαγγελλομένους, ἄλλα δὲ φρονοῦντας καὶ πράσσοντας, διὰ τὸ τῆς γνώμης ὀλισθηρὸν καὶ ἄπιστον γλοιοὺς καλοῦμεν. ἄλλως. ἐπὶ τοῦ μιαροῦ καὶ ῥυπαροῦ καὶ μικρο‐ λόγου παραλαμβάνεται· καὶ γὰρ ὁ ῥυπαρὸς διὰ τὴν ἄσκησιν σύνεγγύς πως ἐστι τῷ γλοιῷ. ἐπὶ δὲ τὸ ἦθος μετενεχθὲν τὸν μοχθηρὸν δηλοῖ ἢ ὀλισθηρὸν καὶ εὐμετάβολον.
γ 307 Γλοιώδης: ὁ ῥυπαρός.
γ 308 Γλυκαινόμενον· δοτικῇ.
γ 309 Γλυκέρα: ἑταῖρά τις.
γ 310 Γλυκεῖαν ᾠδήν.
γ 311 Γλυκεῖ’ ὀπώρα φύλακος ἐκλελοιπότος: ἐπὶ τῶν ἄνευ μόχθου τὰ ἀλλότρια καρπουμένων. λύσις ὀνείρου· τρώγων γλυκηρὰ πικρίας ἕξεις τρόπους.
γ 312 Γλυκίδιον: τὸ γλυκύ. καὶ Γλύκιον, τὸ γλυκύ. ὅτι τὸ γλυκὺ ὕδωρ τοῦ ἁλμυροῦ ψυχρότερον.
γ 313 Γλυκυδερκής: ἡδὺς ἐν τῷ ὁρᾶν.
γ 314 Γλυκύθυμος: ἁπαλόψυχος.
γ 315 Γλυκὺ μέλι καὶ πνιξάτω: Τερπάνδρου ᾄδοντος καὶ κεχηνότος πρὸς τὴν ᾠδὴν, ἐμβαλών τις εἰς τὸν φάρυγγα σῦκον ἀπέπνιξε.
γ 316 Γλυκὺς ἀγκών: οὐ κατ’ ἐναντίωσιν ἡ παροιμία, ἀλλὰ βουλό‐ μενος εἰπεῖν, ὦ γλυκέα ἤθη. ἔστι δὲ παροιμία, ὡς ἐπιφωνούμενον. οὕτως ἐχρήσατο Πλάτων ὁ κωμικὸς ἐν τῷ Φάωνι. γέρων δ’ αὐτῷ ὑπόκειται ἐρῶν αὐλητρίδος· ὦ χρυσοῦν ἀνάδημα, ὦ τοῖσιν ἐμοῖς τρυ‐ φεροῖσι τρόποις, ὦ γλυκὺς ἀγκών. ὡς εἴ τις λέγοι, ὦ γλυκὺς πῆχυς.
γ 317 Γλυκὺς ἀπείρῳ πόλεμος: ἐπὶ τῶν ὑπὸ ἀπειρίας πρὸς τὰ ἐπικίνδυνα προθυμούντων.
γ 318 Γλυκυσίδη: ἥτις καὶ Παιονία καλεῖται. ἔστι δὲ ῥίζα φαρμακὸς κατὰ ἰατροὺς χαλαστική.
γ 319 Γλυπτόν: παρὰ τῷ Δαβὶδ τὸ εἴδωλον.
γ 320 Γλυφεῖον· ἐκ τοῦ γλύφω.
γ 321 Γλυφίδας: τὰς χηλὰς τῆς ἀκίδος, αἷς τὴν νευρὰν προσάγομεν. παρὰ τὸ ἐγγεγλύφθαι, ὅ ἐστι κεκοιλάνθαι.
γ 322 Γναθαινία: ὄνομα κύριον. καὶ Γναθαίνιος, κύριον.
γ 323 Γνάθους· ἀλλ’ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι, ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης· ἀπόπληκτος ἐγένετο τὰς γνάθους.
γ 324 Γναθωνίδης: πατρωνυμικόν.
γ 325 Γναῖος: ὕπατος Ῥωμαίων. καὶ ζήτει ἐν τῷ Γάλλος.
γ 326 Γναμπτή: ἡ καμπτή.
γ 327 Γνάφαλοι. ἔδοξέ τις ἐν τῇ τύλῃ πυροὺς ἔχειν ἀντὶ γναφά‐ λων. καὶ παιδάριον ἐγέννησεν ἄρρεν. πτίλων τῶν ὑπὸ γνάθοις κειμένων.
γ 328 Γναφεύς· κοινῶς διὰ τοῦ γ, Ἀττικῶς δὲ διὰ τοῦ κ. κνάφος δέ ἐστιν ἀκανθῶδές τι, ᾧ ξύουσι τὰ ἱμάτια. παρὰ τὸ κνῶ, ὅ ἐστι ξύω. καὶ ζήτει ἐν τῷ κναφεύς.
γ 329 Γνάψις: τὸ αὐτό. παρὰ τὸ γανόν, ὅ ἐστι λαμπρόν.
γ 330 Γναφεύς: ἐπὶ τοῦ πλύτου κεῖται παρὰ τῷ εὐαγγελιστῇ Μάρκῳ ἐν τῷ κεφαλαίῳ τῆς μεταμορφώσεως. ἐν δὲ τῷ κάππα· ἐνταῦθα κεῖται τοῦ Ἀριστο‐ φάνους χρῆσις οὕτως· ἢν παρέχωσι τοῖς δεομένοις οἱ κναφεῖς χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ, πλευρῖτις ἂν ὑμῶν οὐδένα λάβοι ποτέ. καὶ φαίνεται ἀπὸ τῆς χλαίνης τὸ κναφεὺς ἐπὶ τῶν δερματέων κεῖσθαι.
γ 331 Γνόφος: σκότος βαθύ.
γ 332 Γνόντες: γνωρίσαντες.
γ 333 Γνῶθι σαυτόν: ἀπόφθεγμα Χίλωνος. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ὑπὲρ ὅ εἰσι κομπαζόντων.
γ 334 Γνῶθι σαυτὸν καὶ τὸ νόμισμα παραχάραξον, παραγγέλματα Πυθικά. τουτέστι τῆς τῶν πολλῶν δόξης ὑπερόρα καὶ παραχάραττε μὴ τὴν ἀλήθειαν, ἀλλὰ τὸ νόμισμα.
γ 335 Γνωματεύων: διακρίνων, διαγινώσκων ἀκριβῶς. ἢ Γνω‐ ματεύω, τὸ βουλεύομαι. ἕτερα διαλεγόμενοι, ἕτερα γνωματεύουσι.
γ 336 Γνῶμα· ὀλίγον ἐξωτέρω τῆς στρατηγίδος σκηνῆς χωρίον τι ὥσπερ ἀγορὰ ἀπεδέδεικτο, ὃ δὴ γνῶμα προσηγορεύετο. ἐκεῖσε δὴ αἱ πρεσβεῖαι καὶ αἱ ἀγγελίαι καὶ ὅλα ἐγίνοντο. Γνώμας ἔλεγον καὶ τὰς δημηγορίας. ἀπὸ τοῦ νῦν ἐν τῷ δήμῳ γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ.
γ 337 Γνώμη: ἡ συνείδησις.
γ 338 Γνώμη: σκέψις. ποιά τις διάθεσις. καὶ Γνώμων, ὁ συνετός. λέγεται δὲ καὶ γνώμων κανόνιόν τι μηχανικόν, καὶ δὴ καί τι σχῆμα γεωμετρικόν, καὶ διοπτρικοῦ ὀργάνου μέρος καὶ δὴ καὶ ἀστρονομικοῦ. ἀλλὰ καὶ τὸ ἐν τοῖς γνωμονικοῖς ὀργάνοις μάλιστα λαμβανόμενον.
γ 339 Γνώμη: ἡ βουλὴ καὶ ἡ προαίρεσις. ὅτῳ θεία μὲν ἡ γνώμη περιόντι, εἰς θεοὺς δὲ ἡ μεταχώρησις. Ἀρριανός. Γνώμη καὶ τὸ σκέμμα. Ἀριστοφάνης Νεφέλαις· πρῴην δὲ γνώμην μεγάλην ἀφῃρέ‐ θην ὑπ’ ἀσκαλαβώτου. καὶ τὴν δημηγορίαν ὁ αὐτός.
γ 340 Γνώμη· ὅτι οὐδὲν δικαίωμα τῶν ὅπλων ἰσχυρότερον. πᾶς γὰρ ὁ δυνάμει προὔχων δικαιότερα ἀεὶ καὶ πράττειν καὶ λέγειν δοκεῖ.
γ 341 Γνώμην ἐμήν: ἀντὶ τοῦ κατὰ τὴν ἐμὴν γνώμην καὶ οἴησιν. Γνώμη· παρὰ Σοφοκλεῖ γνώμη ἐν Αἴαντι Μαστιγοφόρῳ· γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς ἐπ’ ὄμμασι. χαράν φησι τὴν ἐπὶ τῷ δοκεῖν τοὺς Ἕλληνας ἀνῃρῆσθαι. ταύτης οὖν τῆς χαρᾶς ἀπεῖρξα δυσ‐ φόρους γνώμας ἐμβαλοῦσα τοῖς ὄμμασιν. οὐκ ἔκλεψά φησι τὴν ὄψιν ὥστε μὴ ὁρᾶν· ἀλλ’ ἐπ’ αὐτῇ δύσφορον γνώμην ἐπέβαλον ὡς οἴεσθαι ἰδεῖν τὰ μὴ ὄντα. τοῦτο δὲ οὐ τῶν ὀφθαλμῶν ἁμάρτημα, ἀλλὰ πολὺ πρότερον τῆς διανοίας.
γ 342 Γνώμην ἐμοί: ὡς ἐμοὶ δοκεῖ.
γ 343 Γνωμίδιον: τὸ μικρὸν ἐνθύμημα.
γ 344 Γνωμοδοτῶ: γνώμην δίδωμι.
γ 345 Γνωμοτυπικῶς: γνωμολογικῶς.
γ 346 Γνώμων: τὸ ἐν τοῖς ἡλιοτροπίοις πηγνύμενον. ὅπερ ἐφεῦρεν Ἀναξίμανδρος καὶ ἔστησεν ἐπὶ τῶν σκιοθήρων.
γ 347 Γνώμονα ἔλεγον τὸν βαλλόμενον ὀδόντα τῷ ὄνῳ, δι’ οὗ τὰς ἡλικίας ἐξήταζον. τὸν δὲ αὐτὸν καὶ κατηρτυκότα ἔλεγον.
γ 348 Γνωρίζω· δοτικῇ. αἰτιατικῇ δέ· ἵνα μή τι ἄλλο, ἐξ ὧν εὐεργετῇ γνω‐ ρίσῃς θεόν.
γ 349 Γνωρίζω: γινώσκω, ἱστορῶ. εἰ γὰρ ἐγώ σοι νῦν αὐτὸν γνω‐ ρίζω, πέπονθα τὸ τῆς παροιμίας, τὸ σὸν ὄναρ σοι διηγούμενος.
γ 350 Γνωριμώτερον: τοῦτο διχῶς λέγεται· ἢ ἁπλῶς, οἷον τὸ πρότερον τοῦ ὑστέρου, ἢ ἡμῖν, ὅ ἐστι τῇ φύσει ἔσχατον, ὅ ἐστι τὸ σύνθετον.
γ 351 Γνώριμοι: φοιτηταί. Πυθαγόρας ὁ Σάμιος γνωρίμους ἔσχε πλεῖον ἢ χʹ.
γ 352 Γνώσῃ δὲ τοὺς τούτου τε κἀμοῦ μαθητάς· τούτου μὲν Φορμίσιος, Μεγαίνετός θ’ ὁ Μάνης: δούλων ὀνόματα.
γ 353 Γνῶσις· ὅτι πάντων ἡ γνῶσις ἢ ὁμοιότητί τινι καὶ ταυτότητι γίνεται ἢ ἀνομοιότητι καὶ ἑτερότητι. τὸ γὰρ λευκὸν καὶ τῇ τοῦ λευ‐ κοῦ παραθέσει γνωρίζομεν, διότι ὅμοιον· καὶ τῇ τοῦ μέλανος, τὸ γὰρ ἐναντίον τῷ μέλανι λευκόν. καὶ τήν γε φύσιν τοῦ ταὐτοῦ καὶ τοῦ ἑτέρου ἐν τῇ συστάσει ταύτης μεμίχθαι φασί.
γ 354 Γνῶσις: ἀντὶ τοῦ κρίσις· ὡς Δημοσθένης ἐν τῷ κατὰ Ἀριστο‐ γείτονος.
γ 355 Γνῶσις· Ἀρριανὸς ἐν Παρθικοῖς· περὶ Παρθαμασίρου δὲ, οὐχὶ Ἀξιδάρου εἶναι, ἀλλὰ τὴν ἑαυτοῦ γνῶσιν· ὅτι πρῶτος παραβαίνων τὰ ξυγκείμενα ἔτυχε τῆς δίκης. ἀντὶ τοῦ τὴν αἰτίαν, τὴν ἀφορμήν.
γ 356 Γνωσιμαχῆσαι· αἰτιατικῇ. μετανοῆσαι, μεταγνῶναι τὸ δίκαιον καὶ πρέπον. ἢ τὸ γνῶναι τὴν ἑαυτοῦ ἀσθένειαν καὶ τῶν ἐναντίων τὴν ἰσχύν. οὐκοῦν οἱ πλεῖστοι ἐγνωσιμάχουν καὶ μετεβάλλοντο. Ἀρριανός· εἴ πῃ Χοσρόης γνωσιμαχήσας ὑποδύσεται τοῖς ἐκ Ῥωμαίων ξὺν δίκῃ ἀξιουμένοις.
γ 357 Γνωστοί: φίλοι.
γ 358 Γνωτός: ἀδελφός. καὶ Γνωτή, ἀδελφή. ὦ φίλ’ Οἰδίπους, γνωτὰ κοὐκ ἄγνωτά μοι προσήλθετ’ ἱμείροντες. εὖ γὰρ οἶδ’ ὅτι νοσεῖτε πάντες· καὶ νοσοῦντες, ὡς ἐγὼ οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ. τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν’ ἔρχεται μόνον καθ’ αὑτὸν, κοὐδέν’ ἄλλον· ἡ δ’ ἐμὴ ψυχὴ πόλιν τε κἀμὲ καὶ ς’ ὁμοῦ στένει. καὶ ἐν Ἐπιγράμμασι· γνωτῶν τρισσατίων ἐκ τρισσατίης λίνα θήρης δέχνυσο Πάν.
γ 359 Γνύξ: ἐπὶ γόνατα.
γ 360 Γνύρου· ὅτι Ἀνάχαρσις υἱὸς ἦν Γνύρου, μητρὸς δὲ Ἑλληνίδος.
γ 361 Γογγύλιον: στρογγύλον. καὶ Γογγυλίζει, ἀντὶ τοῦ μετα‐ στρέφει. Ἀριστοφάνης· ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην. αἱ γὰρ γυναῖκες, ἵνα μὴ δοκοῖεν πολυφάγοι εἶναι, ὀλιγοφαγίας δόξαν ἐμφαίνουσι στρογγύλας ποιοῦσαι τὰς μάζας.
γ 362 Γοδολίας: ὄνομα κύριον. καὶ μήν.
γ 363 Γοερόν: θρηνῶδες, λυπηρὸν, κατανυκτικόν. καὶ γοεροῖο γόοιο.
γ 364 Γόης, γόητος. κόλαξ, περίεργος, πλάνος, ἀπατεών.
γ 365 Γοητεία: μαγεία. γοητεία καὶ μαγεία καὶ φαρμακεία διαφέ‐ ρουσιν· ἅπερ ἐφεῦρον Μῆδοι καὶ Πέρσαι. μαγεία μὲν οὖν ἐστιν ἐπί‐ κλησις δαιμόνων ἀγαθοποιῶν δῆθεν πρὸς ἀγαθοῦ τινος σύστασιν, ὥσπερ τὰ τοῦ Ἀπολλωνίου τοῦ Τυανέως θεσπίσματα. γοητεία δὲ ἐπὶ τῷ ἀνάγειν νεκρὸν δι’ ἐπικλήσεως, ὅθεν εἴρηται ἀπὸ τῶν γόων καὶ τῶν θρήνων τῶν περὶ τοὺς τάφους γινομένων. φαρμακεία δὲ, ὅταν διά τινος σκευασίας θανατηφόρου πρὸς φίλτρον δοθῇ τινι διὰ στόματος. μαγεία δὲ καὶ ἀστρολογία ἀπὸ Μαγουσαίων ἤρξατο· οἱ γάρ τοι Πέρσαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων ὀνομάζονται. καὶ Μαγου‐ σαῖοι, οἱ αὐτοί. καὶ Γοητεύω· αἰτιατικῇ.
γ 366 Γολγοθά: τόπος.
γ 367 Γολιάθης· οὗτος Παλαιστῖνος ἦν ἀνὴρ παμμεγεθέστατος, πηχῶν δʹ καὶ σπιθαμῆς, ὅπλα τῆς φύσεως τοῦ σώματος ἀναλογοῦντα περι‐ κείμενος. ὁ αὐτὸς Γολιὰθ Ἑβραΐδι διαλέκτῳ.
γ 368 Γολόη: ὄνομα τόπου.
γ 369 Γολόσσης: ὁ Νομάδων βασιλεύς. καὶ ζήτει ἐν τῷ Ἀσδρούβας.
γ 370 Γομόρ: εἶδος μέτρου Ἑβραϊκοῦ.
γ 371 Γόμορα: τόπος τῶν Σοδόμων.
γ 372 Γομφιασμός: ὁ συγκλασμός.
γ 373 Γομφίους: ὀδόντας, κλειδώσεις. καὶ Γομφιόδουπα χαλι‐ νά· ἐν Ἐπιγράμμασι· τὰ εἰς τοὺς γομφίους κτυποῦντα, τουτέστι τὰς σιαγόνας.
γ 374 Γομφίους: τοὺς προσθίους ὀδόντας. ὁ δ’ ὠχριήσας γομφίους τε συγκρούσας, μή μοι χαρίζου φησί.
γ 375 Γομφοπαγῆ ῥήματα: ἀντὶ τοῦ ἀκριβέστατα, πολυσύνθετα. περὶ Αἰσχύλου Ἀριστοφάνης.
γ 376 Γόμφοι: μύλοι, σφῆνες, δεσμὰ, ἄρθρα, σύνδεσμοι ὀδόντων.
γ 377 Γόνατον· καὶ κάλαμοι ἐνέκειντο ἐν τοῖς κρατῆρσιν οὐκ ἔχοντες γόνατα.
γ 378 Γονεῦσιν ἀπειθεῖς: τοὺς καὶ μέχρι γονέων ἀγνώμονας παρὰ τῷ Ἀποστόλῳ.
γ 379 Γονεία: ἡ γέννησις.
γ 380 Γονορροίης: ὁ νοσῶν.
γ 381 Γόνυ, γόνυος.
γ 382 Γονυκλινής: ἐπὶ γόνυ πεσών. τήν τε γυναῖκα τοῦ βαρβάρου γονυκλινὴς ὢν ἐθεράπευσεν.
γ 383 Γόνυ κνήμης ἔγγιον: ἐπὶ τῶν ἑαυτῶν μᾶλλον ἑτέρους ἀγα‐ πώντων. ἔνιοι δὲ ἐπὶ τῶν ὀφειλόντων παρέχειν τοῖς προσήκουσιν. ἐπεὶ ἐγγύτερον τὸ γόνυ.
γ 384 Γονύων: γονάτων. Ξενοφῶν· ἐνῆσαν δὲ καὶ κάλαμοι, γό‐ νατα οὐκ ἔχοντες.
γ 385 Γονυπετῆσαι· αἰτιατικῇ. προσκυνῆσαι.
γ 386 Γόον: θρῆνον.
γ 387 Γόρβορα: τόπος τις.
γ 388 Γοργίας, Χαρμαντίδου, Λεοντῖνος, ῥήτωρ, μαθητὴς Ἐμπεδο‐ κλέους, διδάσκαλος Πώλου Ἀκραγαντίνου καὶ Περικλέους καὶ Ἰσοκρά‐ τους καὶ Ἀλκιδάμαντος τοῦ Ἐλεάτου, ὃς αὐτοῦ καὶ τὴν σχολὴν διεδέ‐ ξατο· ἀδελφὸς δὲ ἦν τοῦ ἰατροῦ Ἡροδίκου. Πορφύριος δὲ αὐτὸν ἐπὶ τῆς πʹ Ὀλυμπιάδος τίθησιν· ἀλλὰ χρὴ νοεῖν πρεσβύτερον αὐτὸν εἶναι. οὗτος πρῶτος τῷ ῥητορικῷ εἴδει τῆς παιδείας δύναμίν τε φραστικὴν καὶ τέχνην ἔδωκε, τροπαῖς τε καὶ μεταφοραῖς καὶ ἀλλη‐ γορίαις καὶ ὑπαλλαγαῖς καὶ καταχρήσεσι καὶ ὑπερβάσεσι καὶ ἀναδι‐ πλώσεσι καὶ ἐπαναλήψεσι καὶ ἀποστροφαῖς καὶ παρισώσεσιν ἐχρήσατο. ἔπραττε δὲ τῶν μαθητῶν ἕκαστον μνᾶς ρʹ. ἐβίω δὲ ἔτη ρθʹ, καὶ συνεγράψατο πολλά.
γ 389 Γόργια: παρὰ Δωριεῦσι τὰ τῶν ὑποκριτῶν προσωπεῖα, τῶν ἀπὸ τῆς σκηνῆς τραγῳδῶν.
γ 390 Γοργόνες: τρεῖς γυναῖκες, αἳ τοσοῦτον εἶχον φοβερὰ τὰ πρόσ‐ ωπα, ὡς τοὺς ὁρῶντας θνῄσκειν· ὧν μίαν ἀνελεῖν λογχοδρεπάνῳ τὸν Περσέα.
γ 391 Γοργόνες Τιθράσιαι: Τίθρασος ποταμὸς, ἢ τόπος Λιβύης, ἔνθα αἱ Γοργόνες διέτριβον.
γ 392 Γοργόνη· Ἀριστοφάνης· καὶ Γοργόν’ ἐξήγειρεν ἐκ τῆς ἀσπίδος. ὡσεὶ ἔλεγεν, οἴδημα ἐποίησεν ἐπὶ τῆς κεφαλῆς· παρ’ ὑπόνοιαν. θέλων γὰρ εἰπεῖν, καὶ ἀπὸ τῆς πληγῆς κορδύλην ἐποίησεν, ἔφη, Γοργόνα ἐξήγειρε. καὶ Αἰλιανός· καὶ ἐνέκειντο αὐτῷ τὴν ἐξ αὐτοῦ προφέ‐ ροντες, καὶ προσιόντες ὡς εἰπεῖν Γοργόνα κατεσίγασαν ἄλλως πρόλα‐ λον ὄντα καὶ ἰταμόν. λέγει δὲ περὶ Διοπείθους τοῦ Ἀθηναίου, ὃς νόμον εἰσάγει, τὸν ἀπὸ τοῦ ἄστεος ἐν Πειραιεῖ μείναντα, τοῦτον τεθνάναι. οὗτος οὖν ὠψίσθη ποτὲ ἄκων καὶ κατέμεινεν ἐν τῷ Πει‐ ραιεῖ, καὶ αὐτὸν οἱ ἐχθροὶ εἰς δίκην ὑπάγουσι. διὰ τοῦτο λέγει, προσιόντες Γοργόνα. καὶ σκώπτων ὁ αὐτὸς Μόρσιμον καὶ Μελάν‐ θιόν φησι. Γοργόνες, ἀντὶ τοῦ φοβεροὶ εἰς γαστριμαργίαν.
γ 393 Γοργονεῖον: ἀντὶ τοῦ προσωπεῖον. καὶ Γοργόνη, ἡ Γοργώ.
γ 394 Γοργολόφας: ἡ ἐκ τῆς κεφαλῆς τῆς Γοργοῦς τὴν περικεφα‐ λαίαν ἔχουσα, ἡ Ἀθηνᾶ.
γ 395 Γοργόνωτον: περιφραστικῶς τὴν ἀσπίδα, τὴν ἔχουσαν Γοργόνα.
γ 396 Γοργός: ἀντὶ τοῦ φοβερός. Ἀμάχιος ἐπὶ Ἰουλιανοῦ ἤκμαζεν ἄρχων μικρᾶς πόλεως, Ἕλλην γοργός.
γ 397 Γόργος, ὁ Μεσσήνιος, οὐδενὸς ἦν δεύτερος Μεσσηνίων πλούτῳ καὶ γένει, διὰ δὲ τὴν ἄθλησιν κατὰ τὴν ἀκμὴν πάντων ἐνδοξότατος ἐγεγόνει τῶν περὶ τοὺς γυμνικοὺς ἀγῶνας φιλοστεφανούντων. καὶ γὰρ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν τοῦ λοιποῦ βίου προστασίαν, ἔτι δὲ κατὰ τὸ πλῆθος τῶν στεφάνων, οὐδενὸς ἐλείπετο τῶν καθ’ αὑτόν. καὶ μὴν ὅτε καταλύσας τὴν ἄθλησιν ἐπὶ τὸ πολιτεύεσθαι καὶ τὸ πράττειν τὰ τῆς πατρίδος ὥρμησε, καὶ περὶ τοῦτο τὸ μέρος οὐκ ἐλάττω δόξαν ἐφέρετο τῆς πρότερον ὑπαρχούσης αὐτῷ, πλεῖστον μὲν ἀπέχειν δοκῶν τῆς τοῖς ἀθληταῖς παρεπομένης ἀγωνίας, πρακτικώ‐ τατος δὲ καὶ νουνεχέστατος εἶναι νομιζόμενος περὶ τὴν πολιτείαν.
γ 398 Γοργῶπις: γοργόφθαλμος.
γ 399 Γοργωπὸν ἕδραν: φοβερὰν καθέδραν.
γ 400 Γοργύνη: δεσμωτήριον ὑπόγειον. ἢ ἀπὸ δήμου τῆς Ἀττικῆς κακοπράγμονος.
γ 401 Γοργύρα: τὸ κατὰ γῆς ὄρυγμα. οὕτως Δείναρχος καὶ Ἡρό‐ δοτος καὶ ἄλλοι.
γ 402 Γορδίειον: πόλις. καὶ Γορδιηνός, ὄνομα κύριον.
γ 403 Γορπιαῖος: μὴν Σεπτέμβριος. κατὰ Μακεδόνας.
γ 404 Γορτύνη: πόλις. καὶ Γορτύνιος, ἀπὸ τόπου.
γ 405 Γόρτυς: ὄνομα νήσου.
γ 406 Γοτθοί. ζήτει τὴν συναλοιφήν.
γ 407 Γουνάσομαι: λιτανεύσω. παρακαλέσω. οὐκέτι γουνάσομαι τὴν βάρβαρον, οὐδ’ ἐπ’ ἐμαυτῷ κλαύσομαι.
γ 408 Γούνδας: τὸ παρ’ ἡμῖν λεγόμενον γουνδίον.
γ 409 Γωλιά: τὸ σπήλαιον.
γ 410 Γώβαρις: ὄνομα κύριον.
γ 411 Γωβρύας: ὄνομα κύριον.
γ 412 Γωνία: ἡ τοῦ οἴκου. καὶ Γωνιασμὸς Λυσίας ἐν τῷ κατὰ Λυσιθέου, εἰ ἔστι γνήσιος. κάμψαντι, φησὶ, τοῦ τείχους, ὦ βουλὴ, ἐστὶ γωνιασμὸς ἐν ἀριστερᾷ καὶ εὐρυχωρία πάνυ πολλή. καὶ Γωνια‐ σμούς, ἀποφυγὰς, ἀπαγωγάς. Ἀριστοφάνης· ἔδειξα τουτουσὶ λεπτῶν κανόνων εἰσβολὰς ἐπῶν τε γωνιασμούς.
γ 413 Γωνίᾳ ἀπορθῶσαι: τὸ ἐν γωνίᾳ ὑπό τινος περανθῆναι.
γ 414 Γώνυμος: ὁ φερώνυμος.
γ 415 Γωρυτός: θήκη τόξων. καὶ κατὰ γωρυτοῦ παρηρτημέναι τρεῖς ἢ πλείους ἄκοντες, πλατεῖς μὲν αἰχμάς, οὐκ ἀποδέοντες δὲ δοράτων μέγεθος. καὶ αὖθις· καὶ γωρυτοὺς πλήρεις ὀϊστῶν.
γ 416 Γράμματα: ὅτι τὰ γράμματα Φοίνικες ἐφεῦρον πρῶτοι. ἔνθεν καὶ Φοινίκεια ἐκλήθησαν. καὶ τὸν Κάδμον φασὶ πρῶτον ἐς τὴν Ἑλλάδα κομίσαι· ἰατρικὴν δὲ ὁ Ἄπις ὁ Αἰγύπτιος· ὁ δὲ Ἀσκλη‐ πιὸς ηὔξησε τὴν τέχνην. καὶ ζήτει ἐν τῷ Φοινικήϊα γράμματα.
γ 417 Γραμματεύς: οὗτος πράξεως μὲν οὐδεμιᾶς ἦν κύριος, ὑπανε‐ γίνωσκε δὲ τῇ βουλῇ καὶ τῷ δήμῳ τὰ πραττόμενα. ὁ δ’ ἀντιγραφεὺς καὶ οὗτος ἀπὸ τοῦ γράφειν τὰ παρὰ τῇ βουλῇ ὠνόμασται.
γ 418 Γραμματεύς: ὁ νοτάριος. τὸν τῶν ἀπορρήτων γραμματέα· ἀσηκρῆτις καλοῦσι τὸ ἀξίωμα Ῥωμαῖοι. κληρωτοὶ δὲ ἦσαν τὸν ἀριθμὸν τρεῖς, γράφοντες τὰ δημόσια. οὐδενὸς δὲ ἦσαν οἱ γραμματεῖς οὗτοι κύριοι ἀλλ’ ἢ τοῦ γράφειν καὶ ἀναγνῶναι.
γ 419 Γραμματείδιον καὶ Γραμματεῖον: τὸ συμβόλαιον. Γραμ‐ μάτιον δὲ τὸ μικρὸν γράμμα.
γ 420 Γραμματείου: διδασκαλείου. ἅτε προηγμένος ἀνελπίστως ἐκ τοῦ γραμματείου καὶ τῆς τοιαύτης διαθέσεως πολὺς ἐπέπνει. ἔνθεν μὲν χρυσόν τε καὶ ἄργυρον καὶ γραμματεῖα βασιλικὰ, τὴν τῶν πατρικίων τιμὴν δωρούμενα.
γ 421 Γραμματίας: ἐξαριθμήσεις. Δαβίδ· ὅτι οὐκ ἔγνων γραμματίας· ὅμως εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου.
γ 422 Γραμματιστής: ὁ τὰ πρῶτα στοιχεῖα διδάσκων. Γραμμα‐ τικὴ δέ ἐστιν ἐπιστήμη τοῦ ἀναγινώσκειν καὶ γράφειν. ὁ δὲ ἐς γραμματιστοῦ ἐφοίτησε παρὰ Ἀντιοχεῦσι. καὶ αὖθις· οὐδὲ τὰ πρῶτα παρὰ τοῖς γραμματισταῖς ἐκμεμαθηκὼς στοιχεῖα. καὶ αὖθις· οὐ γὰρ ἄλλο οὐδὲν ἐς γραμματιστοῦ φοιτῶν ἔμαθεν, ὅτι μὴ γράμματα καὶ ταῦτα κακῶς γράψαι.
γ 423 Γραμματοκύφων: ἀντὶ τοῦ ταπεινὲ γραμματεῦ· κυρίως γὰρ κύφων τὸ ξύλον καλεῖται. Δημοσθένης καὶ ἄλλα σκώπτει τὸν Αἰσχί‐ νην καὶ γραμματοκύφωνα, ὃν καὶ υἱὸν εἶναί φησιν ὄνομα μὲν Τρόμη‐ τος, διδασκάλου δὲ τῶν πρώτων γραμμάτων.
γ 424 Γραμμή· γραμμή ἐστιν ἐπιφανείας πέρας, ἢ μῆκος ἀπλατὲς, τὸ μῆκος μόνον ἔχον. καὶ ἡ ἀρχὴ, ἡ ἀφετηρία, ἡ βαλβίς. Ἀριστο‐ φάνης· γραμμὴ δ’ αὑτηΐ. ἀντὶ τοῦ ἀρχὴ, ἀφετηρία, ἡ λεγομένη βαλ‐ βίς. ἐκ μεταφορᾶς τῶν δρομέων. πρόβαινε νῦν, ὦ θυμέ· γραμμὴ δ’ αὑτηΐ.
γ 425 Γραός.
γ 426 Γράσος: ἡ δυσοσμία τῶν τράγων. καὶ Γράσων ἄνθρωπος, ὁ δύσοσμος. τῷ γράσωνι μὴ ὀργίζου.
γ 427 Γρατιανός· οὗτος ὡς ἐπύθετο τὴν τοῦ Οὐάλεντος τοῦ θείου τελευτὴν, αὐτίκα πρὸς τὴν ἑῴαν Ῥώμην διέθει καὶ καταγνοὺς τῆς τοῦ θείου Οὐάλεντος τῆς περὶ τοὺς Χριστιανοὺς ὠμότητος τοὺς μὲν ὑπ’ ἐκείνου ἐξορισθέντας διὰ ταχέων ἀνεκαλεῖτο, οὐσίας τε αὐτοῖς ἀποδι‐ δοὺς καὶ θεραπεύων τὰς βλάβας· πᾶσί τε νόμον παρεῖχεν ἀδεῶς καὶ ἀδηρίτως ἐν ταῖς ἰδίαις ἐκκλησίαις συνάγεσθαι, μόνους δὲ τῶν εὐκτη‐ ρίων εἴργεσθαι Εὐνομιανοὺς, Φωτεινιανοὺς, Μανιχαίους. ὅτι ἐν τῷ περιπάτῳ ἔφιπποι στῆλαι ἵσταντο Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ καὶ Θεοδοσίου καὶ κυρτοῦ Φιρμιλιανοῦ πρὸς γέλωτα.
γ 428 Γραῦς: καὶ ἡ ἄνθρωπος, καὶ ὁ ἀνώτατος ἀφρὸς ἐν τῷ ὑπερζεῖν τὰ ὄσπρια γινόμενος. Ἀριστοφάνης Πλούτῳ· πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία αὗται ποιοῦσι. ποιητικῶς δὲ γρῆϋς λέγεται. ἡ γρῆϋς, ἡ χερνῆτις, ἡ γυρὴ πόδας, πύστιν κατ’ ἐσθλὴν ὕδατος Παιωνίου ἦλθέν ποθ’ ἑρπύζουσα σὺν δρυὸς ξύλῳ.
γ 429 Γραῦς ἀνακροτήσασα πολὺν κονιορτὸν ἐγείρει: ἐπὶ τῶν δι’ ἐμπειρίαν πολλὰ πράγματα κινούντων.
γ 430 Γραῦς ὥς τις ἵππος τὸν χαραδραῖον τάφον ἕξεις: ἐπὶ τῶν ἀξίως τὰ ἔσχατα πασχόντων· παρόσον οἱ γεγηρακότες ἵπποι εἰς τὰς χαράδρας κρημνίζονται καὶ ἐμβάλλονται.
γ 431 Γραῦς σέριφος: ἡ ἐν παρθενίᾳ γεγηρακυῖα· ἀπὸ μεταφορᾶς τῆς ἀρουραίας ἀκρίδος, ἣν καλοῦσι γραῦν σερίφην καὶ μάντιν.
γ 432 Γραῦς χορεύει: ἐπὶ τῶν παρ’ ὥραν τι διαπραττομένων· ταῖς γὰρ νέαις πρέπει τὸ χορεύειν. καὶ Γραῶν ὕθλοι, ἡ παροιμία ἐπὶ τῶν μάτην ληρούντων.
γ 433 Γραφάς: δικαστήρια, κατηγορίας.
γ 434 Γραφή τε καὶ Λευκαῖος οὐ ταὐτόν: ἐπὶ τῶν ἀνόμοια γρα‐ φόντων.
γ 435 Γράφεται: ἀντὶ τοῦ γράφει, ἢ κατηγορεῖ.
γ 436 Γραφεύς: ὁ ζωγράφος. ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς λη‐ κύθους. τοιαῦτα γὰρ ἐν τοῖς μνήμασιν ἔγραφον. καὶ Δημοσθένης Γράφειν, τὸ ζωγραφεῖν.
γ 437 Γραφείδιον καὶ Γραφεῖον.
γ 438 Γράφειν ἐς τάχος: οὕτω λέγεται κατὰ διαστολήν. Προ‐ κόπιος· τὴν ἐς τάχος γράφουσαν μοῖραν.
γ 439 Γραφή: ἡ περὶ τῶν δημοσίων ἀδικημάτων κατηγορία, καὶ περὶ τῶν ἄλλων ἁμαρτημάτων. γίνονται δὲ γραφαὶ καὶ νόμων καὶ ψη‐ φισμάτων οὐκ ἐπιτηδείων εἰσκομίζεσθαι δοκούντων, αἵτινες γραφαὶ παρανόμων καλοῦνται.
γ 440 Γραφή: δημοσίου τινὸς ἐγκλήματος ὄνομα. οὐ μόνον δὲ ὅταν ψηφίσματος ἢ νόμου κατηγορῇ τις, παρανόμων γραφὴν ἀποφέρεσθαι καὶ γράφεσθαι λέγεται, ἀλλὰ καὶ ἐπ’ ἄλλοις πολλοῖς δημοσίοις ἀδικήμασι. πολλὴ δὲ ἡ χρῆσις τοῖς ῥήτορσιν.
γ 441 Γραφή: ζωγραφία, κατηγορία, καὶ ἡ ἐπὶ γράμμασιν. ἀπορῶ, γράφω. γράφω μὲν ἀντὶ τοῦ καταγράφω, ἢ ζωγραφῶ ἐπὶ τῆς γῆς ξὺν τῷ δακτύλῳ καί τινι τοιούτῳ παιδιᾷ τινι.
γ 442 Γραφὴ καὶ ἐγκλήματα: κατηγορία καὶ ἐγκλήματα.
γ 443 Γράφω: τὸ ἐπιστέλλω, δοτικῇ. ἰστέον ὅτι τὸ γράφω πρὸς διάφορον ση‐ μασίαν διάφορον ἔχει καὶ τὴν σύνταξιν. καὶ εἰ μὲν γράφω σοι ἐστὶ, δοκεῖ σημαί‐ νειν τὸ ἐπιστέλλω σοι· εἰ δὲ γράφω σε, σημαίνει τὸ ἐκτύπωμά σου ποιῶ· ὡς τὸ, οἱ τὰς μορφὰς γράφοντες καὶ τὰ γράμματα. εἰ δὲ γράφομαί σε, σημαίνει τὸ κατὰ σοῦ ἐγγραφὰς ποιῶ, εἰς δικαστήρια ἐκτίθεμαι· ὡς τὸ, γράφομαί σε φόνων καὶ παρανόμων ἐπὶ τοῦ Ῥαδαμάνθυος.
γ 444 Γράψαι: κοιλάναι, διασκάψαι.
γ 445 Γράψομαι: κατηγορήσω. Ἀριστοφάνης· γράψομαι Μήδοισιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα.
γ 446 Γραῖα: ἡ παλαιά.
γ 447 Γραικοί: οἱ Ἕλληνες. ἀπὸ κώμης τινὸς, ἢ ἀπὸ Γραικοῦ τινος. ἐκ τοῦ Γραίξ, Γραικός.
γ 448 Γραιοσόβαι: ἀπὸ τῶν ἰχθύων ἀποσοβοῦντες τὰς γραΐδας ὡς μὴ ἀγοράζειν· ἢ γραΐσι συγκοιμώμενοι· σοβάδες γὰρ αἱ πόρναι.
γ 449 Γραιούδια: οἱ παρ’ ἡμῖν ἑφθοὶ ὄμφακες.
γ 450 Γρηγόριος, Ναζιανζοῦ ἐπίσκοπος (σταθμὸς δέ ἐστιν οὗτος Καπ‐ παδοκίας), ἀνὴρ ἐλλογιμώτατος, ἀναγκαῖος δὲ φίλος Βασιλείου τοῦ τῆς Καισαρείας ἐπισκόπου τῆς ἐν Καππαδοκίᾳ. οὗτος οὐ μόνον γραμ‐ ματικὸς καὶ τὰ ἐς τὴν ποίησιν δεξιός, ἀλλὰ πολλῷ πλεῖον καὶ ἐς φιλοσοφίαν ἐξήσκητο, καὶ ῥήτωρ ἦν ἀμφιδέξιος. οὗτος ἔγραψε κατα‐ λογάδην πολλά· εἰς γὰρ τρεῖς μυριάδας στίχων τὰ συντάγματα αὐτοῦ συνέθηκεν· ἀφ’ ὧν εἰσι τάδε· Περὶ τῆς τελευτῆς τοῦ ἀδελφοῦ Και‐ σαρίου, Ἐπιτάφιος εἰς τὸν ἑαυτοῦ πατέρα, ἕτερος εἰς τὴν ἀδελφὴν Γοργονίαν, Περὶ φιλοπτωχίας, Ἐπαίνους τῶν Μακκαβαίων, Ἐπαίνους Κυπριανοῦ, Ἐπαίνους Ἀθανασίου, Ἐπαίνους Ἥρωνος φιλοσόφου, Κατὰ Ἰουλιανοῦ τοῦ βασιλέως λόγοι βʹ, Κατὰ Εὐνομίου λόγοι βʹ, Περὶ θεο‐ λογίας αʹ, Περὶ Υἱοῦ λόγοι βʹ, Περὶ τοῦ ἁγίου πνεύματος λόγος αʹ, Πανηγυρικοὶ λόγοι ιʹ· καὶ ἕτεροι πλεῖστοι καὶ πᾶσι γνώριμοι. ἠκο‐ λούθησε δὲ τῷ Πολέμωνος χαρακτῆρι τοῦ Λαοδικέως, τοῦ σοφιστεύσαντος ἐν Σμύρνῃ· ὃς ἐγεγόνει διδάσκαλος Ἀριστείδου τοῦ ῥήτορος. ἐγράφη δὲ αὐτῷ καὶ ἑτέρα βίβλος δι’ ἑξαμέτρων, παρθενίας καὶ γάμου καθ’ ἑαυτοὺς διαλεγομένων· καὶ εἰς ἑτέρας ὑποθέσεις ἐν παντοίοις καὶ διαφόροις μέτροις, ἅτινα συνάγονται εἰς ἐπῶν μυριάδας τρεῖς. τοῦ δὲ Γρηγορίου τούτου καὶ Φιλοστόργιος ὁ Ἀρειανὸς ἐν τῇ κατ’ αὐτὸν ἱστορίᾳ μνήμην πεποίηται καί φησι· Γρηγόριος γὰρ ἤκμαζε κατ’ ἐκείνους τοὺς χρόνους ἐν τῇ Ναζιανζῷ (σταθμὸς δὲ οὗτος ὁ τόπος Καππαδοκίας) καὶ Βασίλειος ἐν Καισαρείᾳ τῆς Καππαδοκίας καὶ Ἀπο‐ λινάριος ἐν τῇ Λαοδικείᾳ τῆς Συρίας. τρεῖς δὴ οὗτοι ἄνδρες τότε τοῦ ὁμοουσίου προυμάχουν κατὰ τοῦ ἑτεροουσίου, μακρῷ πάντας παρενεγκόντες τοὺς πρότερον καὶ ὕστερον ἄχρις ἐμοῦ τῆς αὐτῆς αἱρέσεως προστάντας, ὡς παῖδα παρ’ αὐτοῖς κριθῆναι τὸν Ἀθανάσιον. τῆς τε γὰρ ἔξωθεν καλουμένης παιδεύσεως ἐπιπλεῖστον οὗτοι προ‐ εληλύθεισαν καὶ τῶν ἱερῶν γραφῶν, ὁπόσα εἰς ἀνάγνωσιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον τὴν ἐμπειρίαν, καὶ μάλιστά γε αὐτῶν ὁ Γρηγόριος. καὶ μὴν καὶ συγγράφειν ἕκαστος αὐτῶν ἐς τὸν ἑαυτοῦ τρόπον ἦν ἱκανώτατος. τῷ μέν γε Ἀπολιναρίῳ τὸ ὑπομνη‐ ματικὸν εἶδος τῆς λέξεως μακρῷ ἄριστα εἶχε, Βασίλειος δὲ πανηγυρίσαι λαμπρότατος ἦν, τῷ δέ γε Γρηγορίῳ καὶ παρ’ ἀμφοτέροις ἐξεταζομένῳ μείζω βάσιν εἰς συγγραφὴν εἶχεν ὁ λόγος. καὶ ἦν εἰπεῖν Ἀπολιναρίου μὲν ἁδρότερος, Βασιλείου δὲ σταθερώτερος. τοσαύτης δὲ αὐτοῖς ἐν τῷ λέγειν καὶ γράφειν δυνάμεως οὔσης, καὶ τὸ ἦθος οὐδὲν ἧττον οἱ ἄνδρες παρείχοντο πρὸς τὴν τῶν πολλῶν θέαν ἐπαγωγότατον· ὥστε καὶ οἷς ὡρῶντο καὶ οἷς ἔλεγον καὶ ὁπόσα γράφοντες διεδίδοσαν, διὰ πάντων ᾕρουν εἰς τὴν ἑαυτῶν κοινωνίαν τοὺς καθ’ ὁτιοῦν αὐτῶν εὐμαρέστερον ἁλίσκεσθαι δυναμένους. τοσαῦτα περὶ αὐτῶν ὡς ἐν παραδρομῇ Φιλοστόργιος καὶ ταῦτα Ἀρειανὸς ὢν ἔγραψεν. ἔτι γοῦν περιὼν εἰς τὸν οἰκεῖον τόπον ὁ Γρηγόριος ἐπίσκοπον καταστήσας ἐν τῇ λαχούσῃ αὐτὸν ἐκκλησίᾳ, αὐτὸς ἐν ἀγρῷ τινι βίον μοναδικὸν ἀπηνέγκατο. ἐλάσας δὲ περὶ τὰ ἐνενήκοντα ἔτη καὶ ἐπέκεινα, Θεοδοσίου τρίτον καὶ δέκατον ἔτος ἄγοντος, καταλύει τὸν βίον, ἀνάξιον τοῦτο τῆς αὐτοῦ παθὼν ἀρετῆς, τὸ τῆς καθέδρας ἀποκρουσθῆναι τῆς βασιλευούσης τῶν πόλεων, καὶ προκριθῆναι μᾶλλον τοὺς φαυλοτέρους ἢ τὸν ἐπ’ ἀρετῇ καὶ λαμπρότητι βίου πάντων μᾶλλον ὑπερανέχοντα.
γ 451 Γρηγόριος, Νύσσης ἐπίσκοπος, ἀδελφὸς Βασιλείου τοῦ Και‐ σαρέως, ἀνὴρ καὶ αὐτὸς ἐλλογιμώτατος καὶ πάσης ὑπάρχων παιδείας ἀνάπλεως, προσκείμενος δὲ μᾶλλον τοῖς τῇ ῥητορικῇ χαίρουσι. καὶ γοῦν εὐδόκιμος ἐν ταύτῃ γεγένηται καὶ λαμπρὸς εἴ τις ἄλλος τῶν πάλαι ταύτῃ γεγενημένων. οὗτος συνέταξε κατ’ Εὐνομίου λόγον ἐξ‐ αίρετον καὶ τεῦχος θαυμάσιον εἰς τὴν τοῦ ἀνθρώπου κατασκευήν, ἄλλας τε πυκνὰς καὶ συνεχεῖς ὁμιλίας. Εἴς τε τὰ Ἄισματα τῶν ᾀσμά‐ των καὶ Εἰς τὸν Ἐκκλησιαστὴν, καὶ πρὸς τὴν ἀδελφὴν Μακρίναν μακρόν τινα καὶ περικαλλῆ περὶ ψυχῆς συνέθηκε λόγον. ἄλλα τε πολλὰ γεγραφήκει καὶ τὸν πολυθαύμαστον ἔπαινον τοῦ πρώτου τῶν μαρτύρων Στεφάνου. καὶ Βίον δὲ συνέταξε Γρηγορίου τοῦ ἐν θαύμασι διαλάμψαντος.
γ 452 Γρηγόριος, ὁ καὶ Θεόδωρος, ὁ Θαυματουργὸς, Νεοκαισαρείας τῆς ἐν τῷ Πόντῳ ἐπίσκοπος, νέος κομιδῇ διὰ τὴν παίδευσιν Ἑλληνι‐ κῶν τε καὶ Ῥωμαϊκῶν γραμμάτων ἀπὸ τῆς Καππαδοκίας εἰς Βηρυτὸν κἀκεῖθεν εἰς Καισάρειαν τὴν τῆς Παλαιστίνης διέβη ἅμα Ἀθηνοδώρῳ ἀδελφῷ· οὓς καὶ κατὰ μέρος εἰς τὴν τοῦ Χριστοῦ πίστιν εἰσάγων Ὠριγένης ζηλωτὰς ἰδίους κατέστησεν. ἐπὶ πέντε τοίνυν παρ’ αὐτοῦ παιδευθέντες ἐνιαυτοὺς πρὸς τὴν πατρίδα ἀποπέμπονται· ἀφ’ οὗ ὁ Γρηγόριος ἀποδημῶν πανηγυρικὸν εὐχαριστίας τῷ Ὠριγένει ἔγραψε λόγον, καὶ συγκαλεσάμενος πάντας τοὺς ἐπιχωρίους αὐτοῦ τε τοῦ Ὠριγένους παρόντος, τοῦτον ἀνέγνω τὸν λόγον, ὅστις ἄχρι τοῦ παρ‐ όντος ὑπάρχει· ἔγραψε δὲ καὶ Μετάφρασιν εἰς τὸν Ἐκκλησιαστήν, ἐλάχιστον μέν, πάνυ δὲ θαυμαστὸν λόγον· καὶ ἄλλας τε πολλὰς καὶ ποικίλας ἐπιστολὰς καὶ λόγους συνεγράψατο, ποιήσας τε σημεῖα καὶ θαύματα ὑπὲρ ἄνθρωπον, ἡνίκα ἐπίσκοπος ἐτύγχανεν. ἐτελεύτησεν ἐπὶ Αὐρηλιανοῦ. ὅτι Γρηγόριος καὶ Ἀθηνόδωρος συναίμονες· ἀλλ’ ὁ μὲν τερα‐ τουργός, ὁ δὲ σοφιστής. ἔγραψε δὲ καὶ περὶ σαρκώσεως καὶ πίστεως λόγον.
γ 453 Γρηγόριος, ἀδελφὸς Ἑρμείου τοῦ φιλοσόφου· ὃς ἅπαν τοὐν‐ αντίον ἦν τῷ Ἑρμείᾳ, ὀξύτατος μὲν εἰς ὑπερβολὴν καὶ εὐκίνητος ἐπί τε τὰς ζητήσεις καὶ τὰς μαθήσεις, ἄλλως δὲ οὐχ ἡσύχιος οὐδὲ γαλήνην ἐν τοῖς ἤθεσι φέρων τινά, ἀλλά τι καὶ παρακεκινηκός. ἐπεὶ δὲ Ἀθήνηθεν ἧκον εἰς Ἀλεξάνδρειαν, ὕστερον ὁ Γρηγόριος ἑάλω τῇ νόσῳ ἐπὶ τὸ πλέον, ὥστε δύσχρηστον αὐτοῦ καὶ πολλαχῆ παραλλάττον γενέσθαι τὸ ὄργανον. οὕτω φησὶ Δαμάσκιος εἰς τὴν φιλόσοφον ἱστορίαν.
γ 454 Γρήνικος: ποταμός.
γ 455 Γρίος: ὄνομα κύριον.
γ 456 Γριπεύς: ἰχθύων θηρευτής. γριπεὺς, Ἐριούνιε, σοὶ τάδε δῶρα φέρει. καὶ Γριπηῒς τέχνη. Ἑρμώναξ δ’ ἐκίχανεν, ὅτε γριπηΐδι τέχνῃ εἷλκε τὸν ἐκ πελάγευς ἰχθυόεντα βόλον.
γ 457 Γρῖφος: τὸ δίκτυον. λέγεται δὲ καὶ ὁ δύσκολος καὶ συμπεπλεγμένος λόγος. ὁ ἔχων πάθος ἐν ἑαυτῷ μὴ φαινόμενον.
γ 458 Γρῖφος: ὁ ἀσαφὴς λόγος. Ἴῳ ἐνὶ παῖδες Ὅμηρον ἤκαχον, ἐκ Μουσῶν γρῖφον ὑφηνάμενοι. καὶ Γριφώδης λόγος.
γ 459 Γρομφίς: ὗς, ἡ παλαιὰ σκρόφα. τὰς ὗς δὲ πληθυντικῶς.
γ 460 Γρώνη: πέτρα.
γ 461 Γρῦ: βραχύ. ἔνιοι δὲ τὸν ἀπὸ τῶν ὀνύχων ῥύπον. Ἀριστο‐ φάνης Πλούτῳ· καὶ ταῦτ’ ἀποκρινομένου τοπαράπαν οὐδὲ γρῦ. τινὲς παρὰ τὸν γρυλισμὸν, τουτέστι τὴν φωνὴν τῶν χοίρων· ἢ εἶδος μικροῦ νομίσματος· ἢ τὸ τυχὸν, τὸ μικρότατον. ὅθεν καὶ γρύτη καὶ γρυτό‐ πωλις· ὅπερ οὐκ εἴρηται, ἀλλὰ γρυπόπωλις. καὶ παροιμία· Τὸ Δίωνος γρῦ, ἐπὶ τοῦ μικροῦ καὶ τυχόντος.
γ 462 Γρύζω: θρηνῶ.
γ 463 Γρύλλος· Ξενοφῶντος τοῦ Σωκρατικοῦ υἱοὶ Γρύλλος καὶ Διό‐ δωρος. καὶ Γρύλλος, ὁ χοῖρος.
γ 464 Γρυκτόν· ἆρα γρυκτόν ἐστιν ὑμῖν; τουτέστιν ἆρα γρύξαι ὀφείλετε ἢ παρ‐ ρησίαν ἄγειν.
γ 465 Γρυμαία: ἡ σκευοθήκη.
γ 466 Γρύξαι: φθέγξασθαι, κράξαι.
γ 467 Γρύττος· τῶν ἐπὶ μαλακίᾳ διαβαλλομένων οὗτος ἦν. οἱ δὲ Γρῦπον λέγουσι διὰ τοῦ π· ὃς ἦν καταπύγων. ἤτοι λαγνός. Ἀρι‐ στοφάνης· ἔπαυσα τοὺς βινουμένους τὸν Γρῦπον ἐξαλείψας.
γ 468 Γρυπάνιον: γρυπαίνειν τὸ γρυποῦσθαι λέγουσιν. οἷον ἐπὶ τῶν ἁπαλῶν ξυλυφίων, ὅταν κάμψαντες ἀφῶμεν αὐτά. Ἀντιφῶν δέ φησιν ἐν Ἀληθείας δευτέρῳ· καίων γὰρ ἦν τὴν γῆν καὶ συντήκων γρυπάνιον ποιεῖ. καὶ Μελάνθιος· σεισμὸς, φησὶ, γέγονε, καὶ ἔγρυπεν ἡ γῆ.
γ 469 Γρυπός: ὁ καμπυλόριν.
γ 470 Γῦα: μέλη, ἢ πόδας τοῦ σώματος. γυιοτακὴς δὲ λιπὼν τάδε σύμβολα κώμων μέμφεται ἀστρέπτου κάλλεϊ θηλυτέρης.
γ 471 Γύαλον: τὸ κοῖλον.
γ 472 Γύγης, Λυδός. ἐσέβαλε μέν νυ στρατιὴν καὶ οὗτος, ἐπεί τε ἦρξεν, ἔς τε Μίλητον καὶ Σμύρνην, καὶ Κολοφῶνος τὸ ἄστυ εἷλεν. ἀλλ’ οὐδὲν μέγα ἀπ’ αὐτοῦ ἄλλο ἔργον ἐγένετο βασιλεύσαντος δυοῖν δέοντα μʹ ἔτεα, τοῦτον μὲν παρήσομεν τοσαῦτα ἐπιμνησθέντες, Ἄρδυος δὲ τοῦ Γύγεω μετὰ Γύγην βασιλεύσαντος μνήμην ποιήσομαι. οὗτος Πριηνέας τε εἷλεν ἐς Μίλητόν τε ἐσέβαλεν. ἐπὶ τούτου τυραννεύοντος Σαρδίων Κιμμέριοι ἐξ ἠθέων ὑπὸ Σκυθέων τῶν Νομάδων ἐξαναστάντες ἀπίκοντο ἐς τὴν Ἀσίην καὶ Σάρδεις πλὴν τῆς ἀκροπόλεως εἷλον. Ἄρδυος δὲ βασιλεύσαντος ἑνὸς δέοντα νʹ ἔτεα ἐξεδέξατο Σαδυάττης ὁ Ἄρδυος καὶ ἐβασίλευσεν ἔτη ιβʹ, Σαδυάττεω δὲ Ἀλυάττης. οὗτος δὲ Κυαξάρῃ τε τῷ Δηϊόκεω ἀπογόνῳ ἐπολέμησε καὶ Μήδοισι, Κιμμερίους τε ἐκ τῆς Ἀσίης ἐξήλασε, Σμύρνην τε τὴν ἀπὸ Κολοφῶνος κτισθεῖσαν ἐξεῖλεν, ἐς Κλαζομενάς τε ἐσέβαλλεν. ἀπὸ μέν νυ τούτων οὐχ ὡς ἤθελεν ἀπήλλαξεν, ἀλλὰ προσπταίσας μεγάλως· ἄλλα δὲ ἔργα ἀπεδέξατο ἐὼν ἐν τῇ ἀρχῇ ἀξιαπηγητότατα τάδε. ἐπολέμησε Μιλησίοισι παρα‐ δεξάμενος τὸν πόλεμον ἀπὸ τοῦ πατρός. ἐπελαύνων γὰρ ἐπολιόρκεε τὴν Μίλητον τρόπῳ τοιῷδε. ὅκως μὲν εἴη ἐν τῇ γῇ καρπὸς ἁδρός, τηνικαῦτα ἐσέβαλλε τὴν στρατιήν· ἐστρατεύετο δὲ ὑπὸ συρίγγων τε καὶ πηκτίδων καὶ αὐλοῦ γυναικηΐου τε καὶ ἀνδρηΐου. ὡς δὲ ἐς τὴν Μιλησίην ἀπίκοιτο, οἰκήματα μὲν τὰ ἐπὶ τῶν ἀγρῶν οὐ κατέβαλλεν οὔτε ἐνεπίμπρη οὔτε θύρας ἀπέσπα, ἔα δὲ κατὰ χώρην ἑστάναι· ὁ δὲ τά τε δένδρεα καὶ τὸν καρπὸν τὸν ἐν τῇ γῇ ὅκως διαφθείρειε, ἀπαλ‐ λάσσετο ὀπίσω. τῆς γὰρ θαλάσσης οἱ Μιλήσιοι ἐπεκράτεον ὥστε ἐπέδρης μὴ εἶναι τὸ ἔργον τῇ στρατιῇ. τὰς δὲ οἰκίας οὐ κατέβαλλεν ὁ Λυδὸς τῶνδε εἵνεκα, ὅκως ἐντεῦθεν ὁρμώμενοι τὴν γῆν σπείρειν τε καὶ ἐργάζεσθαι οἱ Μιλήσιοι, αὐτὸς δὲ ἐκείνων ἐργαζομένων ἔχοι τι καὶ σίνεσθαι ἐσβάλλων. ταῦτα ποιέων ἐπολέμεε ἔτεα ιαʹ, ἐν τοῖσι τρώματα μεγάλα διφάσια Μιλησίων ἐγένετο ἔν τε ἐν λιμενηΐῳ χώρης τῆς σφετέρης μαχεσαμένων καὶ ἐν Μαιάνδρου πεδίῳ.
γ 473 Γύγου δακτύλιος: ἐπὶ τῶν πολυμηχάνων καὶ πανούργων. Γύγης γὰρ βουκόλος ὢν, τῆς γῆς ὑπὸ σεισμοῦ ῥαγείσης, νεκρὸν εὑρὼν φοροῦντα δακτύλιον τοῦτον περιεῖλεν. ὁ δὲ εἶχε φύσιν ὥστε κατὰ τὰς στροφὰς τῆς σφενδόνης ὁρᾶσθαι καὶ μή. δι’ αὐτοῦ κτείνας τὸν πρὸ αὐτοῦ ἐβασίλευσεν.
γ 474 Γύης: μέρος ἀρότρου. καὶ παροιμία· Γύης οὐκ ἔνεστ’ αὐτῷ, ἐπὶ τῶν ἔν τινι ἀχρήστων· ἐκ μεταφορᾶς τοῦ ἀρότρου.
γ 475 Γυλιαύχενας: τοὺς μακροτραχήλους.
γ 476 Γύλιος: πλέγμα στρατιωτικὸν, σκευοφόρον, ἐπίμηκες, εἰς ὀξὺ λῆγον πρὸς τὸ μὴ κατάγνυσθαι· ἐν ᾧ κατετίθεντο τυρὸν καὶ ἐλαίας καὶ κρόμυα. ἡ λεγομένη στρατιωτικὴ ὀψοθήκη. ἔστι δὲ καὶ ζῷον ὁ καλούμενος χοιρογρύλλιος. λέγεται δὲ καὶ ὁ Ἡρακλῆς Γύλιος. καὶ Γύλιον, ἀγγεῖον πλεκτόν.
γ 477 Γύλιππος: ὄνομα κύριον.
γ 478 Γύλων· οὗτος αἰτίαν ἔχων ἐπὶ τῇ τοῦ Νυμφαίου τοῦ ἐν Πόντῳ χωρίου προδοσίᾳ ἔφυγεν· ἐλθὼν δὲ εἰς Σκυθίαν ἔγημε. δύο δὲ ἔχων θυγατέρας ἔπεμψεν εἰς τὴν πατρίδα, ὧν τὴν μὲν μίαν ἔγημε Φιλοχάρης, τὴν δὲ ἑτέραν Κλεόβουλος.
γ 479 Γυμνασία: ἡ τριβή. ὅτι ἡ διαλεκτικὴ πρὸς τρία ἐστὶ χρήσιμος· πρὸς γυμνασίαν, πρὸς τὰς ἐντεύξεις, πρὸς τὰς κατὰ φιλοσοφίαν ἐπι‐ στήμας. γυμνασίαν δὲ λέγει ἤτοι τὴν γινομένην ἐν τῷ διαλέγεσθαι πρός τινας· δεχόμενοι γάρ τινα προβλήματα παρὰ τῶν προσδιαλεγο‐ μένων πειρῶνται τούτοις συμπαρίστασθαι, δι’ ἐνδόξων τὰς ἐπιχειρήσεις ποιούμενοι. ἢ γυμνασίαν λέγοι ἂν τὴν εἰς ἑκάτερον μέρος ἐπιχείρησιν. ἦν δὲ σύνηθες τὸ τοιοῦτον εἶδος τῶν λόγων τοῖς ἀρχαίοις, καὶ τὰς συνουσίας τὰς πλείστας τοῦτον ἐποιοῦντο τὸν τρόπον, οὐκ ἐπὶ βι‐ βλίων ὥσπερ νῦν (οὐ γὰρ ἦν τότε τοιαῦτα βιβλία), ἀλλὰ θέσεώς τινος τεθείσης εἰς ταύτην γυμνάζοντες αὐτῶν τὸ πρὸς τὰς ἐπιχειρήσεις εὑρετικὸν ἐπεχείρουν, κατασκευάζοντες καὶ ἀνασκευάζοντες δι’ ἐνδόξων τὸ κείμενον. καὶ ἔστι βιβλία τοιαῦτα Ἀριστοτέλει τε καὶ Θεοφράστῳ γεγραμμένα ἔχοντα τὴν εἰς τὰ ἀντικείμενα δι’ ἐνδόξων ἐπιχείρησιν. πρὸς δὴ τὴν τοιαύτην γυμνασίαν χρήσιμον εἶναί φησι τὴν διαλεκτικήν· μέθοδον γάρ τινα εὑρετικὴν τῶν ἐπιχειρημάτων ἔχοντες (αὕτη δέ ἐστιν ἡ τῶν τόπων γνῶσις) ῥᾷον ἐπιχειρεῖν δυνησόμεθα. ὡς γὰρ ἐν τοῖς ῥητορικοῖς γυμνάσμασιν οἱ διαιρεῖν δυνάμενοι τὰ προβλήματα καὶ τὴν τάξιν τῶν κεφαλαίων συνορῶντες ῥᾷον ἐπιχειροῦσιν, οὕτω καὶ ἐν τοῖς διαλεκτικοῖς οἱ τὴν μέθοδον εἰδότες ῥᾷον ἐπιχειρημάτων εὐπο‐ ροῦσι πρὸς τὰ προκείμενα. χρήσιμος δὲ ἡ τοιαύτη γυμνασία, ἡ κατὰ τοὺς λόγους, πρὸς εὕρεσιν τῶν ζητουμένων τε καὶ ἀληθῶν· προ‐ παρασκευάζει γὰρ τὴν ψυχὴν πρὸς φιλοσοφίαν. ὡς γὰρ τὰ τοῦ σώματος γυμνάσια γινόμενα κατὰ τέχνην εὐεξίαν περιποιεῖ τῷ σώματι, οὕτω καὶ τὰ τῆς ψυχῆς ἐν λόγοις γυμνάσια κατὰ μέθοδον γινόμενα τὴν οἰκείαν εὐεξίαν τῆς ψυχῆς περιποιεῖ· οἰκεία δὲ εὐεξία ψυχῆς λογικῆς ἡ δύναμις, καθ’ ἣν εὐεξίαν εὑρετική τε τοῦ ἀληθοῦς καὶ κριτικὴ γίνεται. δεύτερον τρόπον τῆς ὠφελείας ἐκτίθεται πρὸς τὰς ἐντεύξεις. ζήτει ἐν τῷ ε στοιχείῳ περὶ ἐντεύξεως.
γ 480 Γυμνάσια: ἀλειπτήρια, ἢ βαλανεῖα, ἢ λουτρά. τρία γυμνάσια τῆς Ἀττικῆς· Ἀκαδημία, Λύκειον, Κυνόσαργες.
γ 481 Γυμνάσιος, Σιδώνιος, σοφιστὴς, ἐπὶ τῶν Κωνσταντίνου τοῦ βασιλέως χρόνων. ἔγραψε Μελέτας, καὶ εἰς Δημοσθένην ὑπόμνημα καὶ ἄλλα τινά.
γ 482 Γυμνῆται. ἡ εὐθεῖα ὁ γυμνήτης, καὶ οἱ γυμνῆται. τάξις πεζῶν. Ξενοφῶν· ὁ δὲ Χειρίσοφος ἡγεῖτο τοῦ στρατεύματος λαβὼν τὸ ἀμφ’ αὑτὸν, τοὺς γυμνήτας ἅπαντας· οὐδεὶς γὰρ κίνδυνος ἐδόκει εἶναι. καὶ Γυμνήτης, ὁ γεγυμνωμένος. ὅς ποτε θυμῷ ἄρσενι γυμνήτην ἐξεπόνει βίοτον. λέγεται καὶ Γυμνής, γυμνῆτος, ὁπλί‐ του. καὶ αὖθις· εἵποντο δὲ καὶ γυμνῆτες ἐς υʹ ἀποκεκριμένοι ὡς ὁδοποιεῖν τὰ ἄβατα.
γ 483 Γυμνητεύω: γυμνὸς διατελῶ.
γ 484 Γυμνικοὶ ἀγῶνες· ὁ δὲ Ἰουλιανὸς ἐν Πέρσαις ὢν γυμνικοὺς ἀγῶνας ἦγε. τουτέστιν ὅσους γυμνούς.
γ 485 Γύμνις: ὄνομα κύριον. καὶ κλίνεται γύμνιδος.
γ 486 Γυμνοπαιδεία: ἡ παλαίστρα. ᾗ τοὺς ἐφήβους Λυκοῦργος ἠνάγκαζε. καὶ Γυμνοπαίδια, χοροὶ ἐκ παίδων ἐν Σπάρτῃ τῆς Λακωνικῆς εἰς θεοὺς ὕμνους ᾄδοντες, εἰς τιμὴν τῶν ἐν Θυραιαῖς ἀποθανόντων Σπαρτιατῶν. καὶ Ἰώσηπος· τόπος δ’ ἐπὶ τῆς πόλεως οὐδεὶς γυμνὸς ἦν, ἀλλὰ πᾶς λιμοῦ νεκρὸν εἶχεν ἢ στάσεως.
γ 487 Γυμνοπόδης: ὁ ἀνυπόδητος. καὶ Γυμνοποδῶ, γυμνὸς βαίνω.
γ 488 Γυμνορρύπαροι: οἱ σοφισταί. ἦσαν δὲ περὶ αὐτὸν γυμνορ‐ ρύπαροί τινες.
γ 489 Γυμνὸς καθεσθεὶς σῶν ὑπεκστῇς πραγμάτων.
γ 490 Γυμνοσοφισταί: παρὰ Βαβυλωνίοις οἱ φιλόσοφοι, καὶ παρὰ Ἀσσυρίοις.
γ 491 Γυμνότερος Ἰαλέμου: ὁ Ἰάλεμος ἐπίρρημα θρήνου. τάσσεται δὲ ἐπὶ τῶν οἰκτρῶν. καὶ Γυμνότερος ὑπέρου καὶ λεβηρίδος. Ἀριστοφάνης δὲ τυφλότερος. ἔστι δὲ τὸ σῦφαρ καὶ ἔκδυμα τοῦ ὄφεως καὶ τοῦ τέττιγος, παρὰ τὴν λεπίδα. κυρίως δὲ, ᾧ περιέχεται τὸ ἔμ‐ βρυον τοῦ βοός. ἔστι δὲ τοῦτο καὶ τυφλόν· τὰς γὰρ ὀπὰς μόνας ἔχει τῶν ὀφθαλμῶν. τριχῆ δὲ ἀναγράφουσι τὴν παροιμίαν, τυφλότερος, κενότερος καὶ γυμνότερος.
γ 492 Γυμνότερος παττάλου: ἐπὶ τῶν σφόδρα ἀπορωτάτων.
γ 493 Γυμνῷ φυλακὴν ἐπιτάττεις: ἐπὶ τῶν ἀδυνάτως ἐχόντων τὰ προστεταγμένα πληροῦν, διὰ τὰ ἀναγκαῖα. ὅτι τὸ Γυμνῶ μετὰ γενικῆς· μετὰ αἰτιατικῆς δὲ, ὡς τὸ, γυμνώσαντες αὐτὸν ἐξήγαγον ἔξω. καὶ, γυμνῶν τὰ ἐσφραγισμένα.
γ 494 Γύνανδρος: κίναιδος. ὁ γύνανδρός τε καὶ μάλθων τύ‐ ραννος. ἀντὶ τοῦ ἔκλυτος.
γ 495 Γυναικεία φύσις. Γυναικίας δὲ ἀνὴρ, ὁ θηλυμανὴς, διὰ τοῦ ι. καὶ Γυναικιζόμενος, ὁ θηλυνόμενος.
γ 496 Γυναίκισις: ἡ γυναικεία μίμησις. πρὶν τῆς ἑτέρας γυναικίσεως δίκην δοῦναι.
γ 497 Γυναικοϊέρακες: οἱ περὶ ἔρωτας ἐπτοημένοι. δεινοὶ γὰρ οἱ γυναικοϊέρακες εὐπρεπεῖς αἰτίας εὑρίσκειν ἐς ἄγραν τῶν θηλειῶν.
γ 498 Γυναικὸς ἄρ’ ἀντιτέτυξο: ἀντὶ τοῦ ἴσος γυναικὶ κατεσκευ‐ άσθης. παρ’ Ὁμήρῳ.
γ 499 Γυναικὸς ὄλεθρος: ἐπὶ τῶν οἰκτρῶς ἀναιρουμένων· παρόσον πολλοὶ δεινῶς ὑπὸ γυναικῶν ἀπώλοντο. καὶ Γυναικὸς πυγή, ἐπὶ τῶν ἀργῶν. ἢ ὅτι χρὴ τὰς γυναῖκας οἴκοι μένειν.
γ 500 Γυναικωνῖτις: οἰκία τῶν γυναικῶν. γυναικωνῖτιν φάλαγγα τῶν εὐνούχων Οὐάλεντος.
γ 501 Γυναιμανής: ἐπὶ γυναιξὶ μαινόμενος. ὁ ἀκόλαστος. ὦ γύναι.
γ 502 Γυνὴ εἰς Ἡρακλέους οὐ φοιτᾷ: πρὸς τοὺς ἀναξίους τῶν πράξεων· παρόσον Ἡρακλῆς ἐδούλευσεν Ὀμφάλῃ. καὶ Γυνὴ στρα‐ τηγεῖ καὶ γυνὴ στρατηγεῖται, ἐπὶ τοῦ παραδόξου.
γ 503 Γυνὴ μεγάλη· διαβάλλει Ἀριστοφάνης τὸν Παναίτιον μάγειρον, μικροφυῆ ὄντα, ὡς καταλαβόντα τὴν γυναῖκα αὐτοῦ μοιχευομένην· ἐδυναστεύετο γὰρ ὑπ’ αὐτῆς μεγάλης οὔσης.
γ 504 Γύννις: ἀνδρόγυνος, μαλακός. ποδαπὸς ὁ γύννις; τίς πάτρα; κακὴν σοφίαν μετιὼν καὶ τοὺς ἀθέους Ἐπικούρου λόγους καὶ γύννιδας ἐπασκῶν κἀκ τῆς ἡδονῆς, ἣν ἐκεῖνος ὕμνει ὁ χλούνης τε καὶ γύννις.
γ 505 Γυῶ· ἐξ οὗ καὶ τὸ, γυώσει μὲν σφῶϊν.
γ 506 Γυπαρίοις: ἀντὶ τοῦ ἐν φωλεοῖς καὶ καλιαῖς καὶ στενοῖς χωρίοις. Κράτης δέ φησιν, ὅτι πᾶσαν στενὴν κατάδυσιν γύπας ὠνόμαζον. Ἀρι‐ στοφάνης· οἰκοῦντα τοῦτον ἐν πιθάκναις καὶ γυπαρίοις καὶ πυργι‐ δίοις. καὶ Γυπαιετούς.
γ 507 Γυπὸς σκιά: ἐπὶ τῶν μηδενὸς λόγου ἀξίων.
γ 508 Γύργαθος. καὶ παροιμία· Γύργαθον φυσᾷς, ἐπὶ τῶν μάτην πονούντων. Γύργαθος οὖν κλίνη, ἐν ᾗ τοὺς παρέτους καὶ δαιμονιώδεις στροβοῦσι.
γ 509 Γυρίης: περιφεροῦς. ἐπεὶ δὲ λίμνης ἐγγὺς ἦλθον γυρίης. καὶ Ὅμηρος· γυρὸς ἐν ὤμοισι, μελανόχροος, οὐλοκάρηνος. περὶ Ὀδυσσέως.
γ 510 Γυρόν: κυρτὸν, στρογγύλον. ἐν Ἐπιγράμμασι· γυρὸν κυανέης μόλιβον σημάντορα γραμμῆς.
γ 511 Γυρῶν: περιφερῶν, κεκαμμένων. ἐν Ἐπιγράμμασι· γυρῶν τ’ ἀγκίστρων λαιμοδακεῖς ἀκίδας.

Also published as PDF.