The nu section of the Suda (Σοῦδα, Στοιχεῖον Ν) contains 622 entries spanning proper names, ethnonyms, and common vocabulary. Early entries include Ναασών, a biblical genealogical note connecting the royal and priestly tribes of Israel, and Ναβαταῖοι, an Arab people whose name the Suda traces to an eponymous ancestor. Νάβλα identifies a type of musical instrument, while Νάβις is glossed simply as tyrant of the Lacedaemonians.
The letter also records lexical and grammatical material: Νηλεῶς and Νηλής illustrate the Suda's attention to adverbial and adjectival forms meaning 'mercilessly' or 'pitiless', and Νηκτά glosses aquatic, swimming creatures. Later entries touch on Dionysiac geography and ritual, with Νυσήϊον identified as a mountain of Dionysus, and Νύσια explained as a category of dance equivalent to the Βερεκυντιακή.
The section is useful for research into Byzantine lexicography, biblical reception, Greek-Latin contact (note the comparison of ναῦς and Latin nāva under Νάβα), Hellenistic ethnography, and the transmission of religious and mythological terminology.
| ν 1 | Ναασών: ὄνομα κύριον. οὗτος ἕκτος ἀπὸ τοῦ Ἰούδα ὢν θυγατέρα τοῦ Ἀαρὼν γυναῖκα ἠγάγετο. χρὴ οὖν ἐπισημήνασθαι, ὅτι ἐνταῦθα συνήφθη ἡ βασι‐ λικὴ φυλὴ τῇ ἱερατικῇ. |
| ν 2 | Νάβα: παρὰ Ῥωμαίοις τὸ πορθμεῖον. φαίνεται δὲ ἐν πολλοῖς μὴ διεστῶσα τῆς Ἑλλάδος φωνῆς ἡ Ῥωμαϊκή· ναῦς γὰρ καὶ νάβα ἐγγύς. |
| ν 3 | Ναβάται: γένος Ἀράβων. ὁ δὲ πέμπει πρὸς Ἄραβας, τοὺς λεγο‐ μένους Ναβάτας. καὶ Ναβαταῖοι, ἐθνικόν. Ναβάτος φασιν Ἀ〈ραβίας εὐδαίμ〉ονος γενόμενος. ἐκ τοιούτου τινος Ναβαταῖοι ἔθνος τῆς εὐδαίμονος Ἀρα‐ β〈ίασ〉 χώρα Ναβατηνή. |
| ν 4 | Νάβλα: εἶδος ὀργάνου. |
| ν 5 | Νάβις, Νάβιδος. Λακεδαιμονίων τύραννος. |
| ν 6 | Ναβουθαί· οὗτος ἦν ἐπὶ Ἀχαάβ, ἐξ Ἰζάρου πόλεως, ἀγρογείτων ὤν. τοῦ δὲ βασιλέως Ἀχαὰβ παρακαλοῦντος αὐτὸν ἀποδόσθαι τιμῆς ὅσης βούλεται τὸν πλησίον αὐτοῦ τῶν ἰδίων ἀγρόν, ἵνα συνάψας ἓν αὐτὸ ποιήσῃ κτῆμα· εἰ δὲ μὴ βούλοιτο χρήματα λαβεῖν, ἐπιτρέψαντος ἐκλέξασθαι τῶν ἀγρῶν τινα τῶν ἐκείνου, τοῦτο μὲν οὔ φησι ποιήσειν, αὐτὸς δὲ τὴν ἰδίαν καρπώσεσθαι γῆν, ἣν ἐκληρονόμησε τοῦ πατρός. λυπηθεὶς δὲ ὡς ἐφ’ ὕβρει τῷ μὴ τἀλλότρια λαβεῖν ὁ βασιλεὺς οὔτε λουτρὸν προσηνέγκατο οὔτε τροφήν. τῆς δὲ Ἰεζάβελ πυνθανομένης ὅ τι λυπεῖται, διηγήσατο αὐτῇ τὴν Ναβουθαὶ σκαιότητα, καὶ ὡς χρησά‐ μενος ἐπιεικέσι πρὸς αὐτὸν λόγοις καὶ βασιλικῆς ἐξουσίας ὑποδεεστέροις ὑβρισθείη, μὴ τυχὼν ὧν ἠξίου. ἡ δὲ μὴ μικροψυχεῖν ἐπὶ τούτοις παρ‐ εκάλει, παυσάμενον δὲ τῆς λύπης ἐπὶ τὴν συνήθη τραπέσθαι πρόνοιαν· μελήσειν γὰρ αὐτῇ περὶ τῆς Ναβουθαὶ τιμωρίας. καὶ παραχρῆμα πέμπει γράμματα πρὸς τοὺς ὑπερέχοντας τῶν Ἰουδαίων ἐκ τοῦ Ἀχαὰβ ὀνόματος, νηστεῦσαι κελεύουσα καὶ ποιησαμένους ἐκκλησίαν προκαθίσαι μὲν αὐτῶν Ναβουθαί· εἶναι γὰρ αὐτὸν ἐκ γένους ἐπι‐ φανοῦς. παρασκευασαμένους δὲ τρεῖς τολμηροὺς καταμαρτυρήσοντας αὐτοῦ, ὡς τὸν θεὸν εἴη βλασφημήσας καὶ τὸν βασιλέα, καταλεῦσαι· καὶ τούτῳ διαχρήσασθαι τῷ τρόπῳ. καὶ οὕτως ἀπέθανε, καὶ προῖκα ἐκλη‐ ρονόμησεν Ἀχαὰβ τὸν ἀμπελῶνα. ἀγανακτήσας δὲ ὁ θεὸς πέμπει Ἡλίαν τὸν προφήτην πρὸς Ἀχαὰβ περὶ τῶν πεπραγμένων ἐρησόμενον, ὅτι κτείνας τὸν ἀληθῆ δεσπότην τοῦ χωρίου κληρονομήσειεν αὐτὸν ἀδίκως, κατ’ ἐκεῖνον τὸν τόπον, ἐν ᾧ τὸν Ναβουθαὶ νεκρὸν συνέβη ὑπὸ κυνῶν δαπανηθῆναι, τό τε αὐτοῦ αἷμα καὶ τὸ τῆς γυναικὸς χυθήσεσθαι καὶ πᾶν αὐτοῦ τὸ γένος ἀπολεῖσθαι, τοιαῦτα ἠσεβηκότος. ὁ δὲ Ἀχαὰβ μετάμελος γενόμενος καὶ σακκίον ἐνδυσάμενος γυμνοῖς τοῖς ποσὶ διῆγε μὴ τρεφόμενος, ἀνθομολογούμενος τὰ ἡμαρτημένα καὶ τὸν θεὸν ἐξευμενίζων. ὁ δὲ θεὸς πρὸς τὸν προφήτην εἶπεν ὑπερ‐ βαλέσθαι τὴν τοῦ γένους τιμωρίαν, ἐπεὶ τοῖς τετολμημένοις μετανοεῖ, τελέσειν δὲ τὴν ἀπειλὴν ἐπὶ τῷ υἱῷ τοῦ Ἀχαάβ. |
| ν 7 | Ναβουχοδονόσορ, βασιλεὺς Βαβυλῶνος, ὁ κτίσας τὴν Βαβυλῶνα πόλιν μεγάλην καὶ κινστέρναν καὶ ἐπάνω αὐτῆς κῆπον (τὸν κληθέντα κρεμαστόν) τεχνησάμενος καὶ καταφυτεύσας ἐν αὐτῷ παντοδαπὰ γένη φυτῶν. εἰς τοῦτον ἡ γυνὴ αὐτοῦ περιπολοῦσα καὶ πᾶσαν γῆν ἐκείνην ἐποπτεύουσα κατετέρπετο, ὑπ’ οὐδενὸς ὁρωμένη. ὁ δὲ Ναβουχοδονόσορ διαπορευόμενος ἔφη μετὰ ἐπάρσεως πολλῆς καὶ ἀλαζονείας· οὐχ αὕτη ἐστὶ Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ εἰς οἶκον βασιλείας ἐν τῷ κράτει τῆς ἰσχύος μου εἰς τιμὴν τῆς δόξης μου ᾠκοδόμησα; καὶ ἔτι τοῦ λόγου ἐν τῷ στόματι αὐτοῦ ὄντος, φωνὴ ἐκ τοῦ οὐρανοῦ ἐγένετο· σοι λέγω, Ναβουχοδονόσορ· ἡ βασιλεία σου παρῆλθεν ἀπὸ σοῦ, καὶ ἀπὸ τῶν ἀν‐ θρώπων ἐκδιώξω σε, καὶ μετὰ θηρίων ἡ κατοίκησίς σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπί σε, ἕως οὗ γνῷς, ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτήν. καὶ αὐτῇ τῇ ὥρᾳ ὁ λόγος συνετελέσθη ἐπὶ Να‐ βουχοδονόσορ καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη καὶ χόρτον ὡς βοῦς ἤσθιε καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ αἱ τρίχες αὐτοῦ ὡς λέοντος ἐμεγαλύνθησαν καὶ οἱ ὄνυχες ὡς ὀρνέου. μετὰ δὲ ταῦτα πάλιν φησὶν ὁ αὐτὸς περὶ τῆς αὑτοῦ ἀπο‐ καταστάσεως· ἐν τῷ καιρῷ ἐκείνῳ αἱ φρένες μου ἐπεστράφησαν ἐπ’ ἐμὲ καὶ εἰς τιμὴν τῆς βασιλείας μου ἦλθον, καὶ ἡ μορφή μου ἐπ‐ έστρεψεν ἐπ’ ἐμέ, καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιστᾶνές μου ἐζήτουν με, καὶ ἐπὶ τὴν βασιλείαν μου ἐκραταιώθην, καὶ μεγαλωσύνη περισ‐ σοτέρα προσετέθη μοι. νῦν οὖν ἐγὼ Ναβουχοδονόσορ αἰνῶ καὶ ὑπερυψῶ καὶ δοξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ καὶ αἱ τρίβοι αὐτοῦ κρίσεις καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίᾳ δύναται ταπεινῶσαι. καὶ Ἠσαΐας δὲ λέγει περὶ αὐτοῦ. |
| ν 8 | Ναέται: οἱ οἰκήτορες. |
| ν 9 | Ναζαρηνός: ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας. |
| ν 10 | Ναζιραῖος: ὁ θεῷ κεχαρισμένος, καὶ ἀφιερωμένος· ὁ μοναχός. ἰστέον δέ, ὅτι ἐπὶ Κλαυδίου βασιλέως Ῥώμης Πέτρου τοῦ ἀποστόλου χειροτονήσαντος Εὐόδιον ἐν Ἀντιοχείᾳ, μετωνομάσθησαν οἱ πάλαι λεγόμενοι Ναζιραῖοι καὶ Γαλιλαῖοι Χριστιανοί. |
| ν 11 | Νάζις: ἐθνικόν. |
| ν 12 | Ναζωραῖος: ὁ ἀπὸ Ναζαρέτ. |
| ν 13 | Νάει: στάζει, ῥέει. |
| ν 14 | Ναΐδες: πηγαί· ἢ Νύμφαι παρὰ τοῖς νάμασι διατρίβουσαι. |
| ν 15 | Νάϊνον. |
| ν 16 | Ναΐς, ἑταίρα τις, ἧς μέμνηται Λυσίας καὶ Ἀριστοφάνης. ἐν τῷ Πλούτῳ, δηλαδὴ ὅπου τό, ἐρᾷ δὲ Ναῒς οὐ διὰ σὲ Φιλωνίδου; ὅ τινες ἠγνοηκότες ἔγραψαν Λαΐς· ὡς καὶ Ἀθήναιος ἐπισημαίνεται. |
| ν 17 | Νάκην: προβάτων δοράν. |
| ν 18 | Νάκλη: πόλις περὶ Ἡλιούπολιν· ἐν ᾗ τὰ καλούμενα Ἄφακα. ζήτει περὶ τούτου καὶ ἐν τῷ χ εἰς τὸ Χριστόδωρος. |
| ν 19 | Νακώλεια: ὄνομα τόπου. ἰστέον δέ, ὅτι κοινῶς μὲν τεθήλυνται ἡ Φρυγιακὴ αὕτη πόλις ἀπὸ Νακώλης νύμφης· ἐξ ἧς καὶ Νακώλαιον, ἡ αὐτή· ὡς ἀπὸ νύμφης νύμφαιον. ἐθνικὸν αὐτῆς Νακωλεύς, ὡς Σελευκεύς. εὕρηται δὲ καὶ οὐδετέρως τὰ Νακώλεια. |
| ν 20 | Νακώνη: πόλις Σικελίας, κατὰ τὸν Ἐθνικογράφον. |
| ν 21 | Νάκος: ἔντριχον δέρμα, ἤτοι δορὰ προβάτου. κυρίως δὲ τὸ τῆς αἰγὸς δέρμα. καὶ κῴδιον καὶ κῶος. κῶας δὲ τὸ τοῦ προβάτου. Ἰώσηπος· ἕρπειν τὰ πολλὰ κελεύσας τοῖς εἰσιοῦσι καὶ τὰ νῶτα κα‐ λύπτειν νάκεσιν, ὡς εἰ κατίδοι τις αὐτοὺς νύκτωρ, φαντασίαν παρέχοιεν κυνῶν. ἡ δοτικὴ νάκει. ἡ ἀναλογία, ὡς βλάβη, βλάβος· δίψα, δίψος· νάπη, νάπος· οὕτω νάκη, νάκος. ὥσπερ δέ, φασίν, ἡ ἀήτη, καὶ ἀρσενικὸν ἀήτης, ἀήτου· καὶ ἡ ἀράχνη, ἀράχνης, ἀράχνου, οὕτω καὶ ἡ νάκη, ὁ νάκος, τοῦ νάκου. τριχῶς οὖν ὁ νάκος, ἡ νάκη, τὸ νάκος. |
| ν 22 | Νακοτίλται: οἱ τῶν προβάτων κουρεῖς. |
| ν 23 | Νᾶμα: ὕδωρ ποτόν. τόπος κατάρρυτος ναματιαίοις ὕδασι. |
| ν 24 | Νάννακος: παλαιὸς ἀνὴρ πρὸ Δευκαλίωνος. τοῦτόν φασι βασιλέα γενέσθαι πρὸ τοῦ Δευκαλίωνος· ὃς προειδὼς τὸν μέλλοντα κατακλυσμόν, συναγαγὼν πάντας εἰς τὸ ἱερὸν μετὰ δακρύων ἱκέτευε. καὶ παροιμία· ἀπὸ Ναννάκου, ἐπὶ τῶν πάνυ ἀρχαίων. |
| ν 25 | Νάννιον· Ἀπολλόδωρος ἐν τῷ Περὶ τῶν ἑταιρῶν Αἶγα λέγεσθαι φησὶ ταύτην τὴν ἑταίραν διὰ τὸ Θαλλὸν τὸν κάπηλον καταφαγεῖν· χαίρουσι γὰρ αἱ αἶγες τῷ θαλλῷ. ἔστι δὲ αὐτῆς μνήμη καὶ ἐν τῇ κωμῳδίᾳ. Ἀντιφάνης δὲ ὁ νεώτερος ἐν τῷ Περὶ τῶν ἑταιρῶν τὴν Νάννιον φησὶ Προσκήνιον ἐπονομάζεσθαι διὰ τὸ ἔξωθεν δοκεῖν εὐμορ‐ φωτέραν εἶναι. |
| ν 26 | Νάνος: ἐπὶ τῶν μικρῶν, παρὰ Νεοκλείδῃ καὶ Ἀριστοτέλει. καὶ ὁ Θεόφραστος· ὡς νάνον καὶ αἰδοῖον ἔχοντα μέγα. οἱ γοῦν νάνοι μέγα αἰδοῖον ἔχουσι. Νάννοι λέγονται οἱ κολοβοὶ τῶν ἀνθρώπων. καὶ ναννοφυεῖς. οἱ δὲ κολοβοὶ τῶν ἵππων ἰννοί. οἱ πλείους τῶν ὕστερον γίννους τούτους γράφουσι. δοκεῖ παρὰ τὸ ἐστερῆσθαι τοῦ ἄνω εἰρῆσθαι ἡ λέξις· κατακύπτει γὰρ τὰ κυρίως νάνα, καθὰ καὶ τὰ βρέφη, ὧν καὶ μείζω τὰ ἄνω. |
| ν 27 | Ναξία: πόλις. καὶ Ναξία λίθος, ἡ Κρητικὴ ἀκόνη· Νάξος γὰρ πόλις Κρήτης. ὁ γράψας ὅτι Ναξία πόλις Καρίας, ἧς ὁ πολίτης Ναξιεὺς καὶ Ναξιάτης· λέγει καὶ ὅτι πόλις Σικελίας Νάξος. καὶ Κρητικὴ δέ, ἀφ’ ἧς ἡ Ναξία λίθος· ἣν εἰ διὰ τοῦ ι γράφεται, κριτικὴ εἰλῆφθαι λέγει, ἀντὶ τοῦ διακρίνουσα καὶ φανεροῦσα. καὶ Κυκλὰς δὲ νῆσος ἐπίσημος ἡ Νάξος. ἢ ἀπό τινος Νάξου, ἢ παρὰ τὸ νάξαι, ὅ ἐστι θῦσαι. φασὶ δὲ τὰς ἐκεῖ Ναξίας γυναῖκας μόνας ὀκτάμηνα τίκτειν κατὰ δωρεὰν Ἥρας. καὶ Διόνυσος δέ, φασίν, οὕτως ἐτέχθη. καὶ κρήνη δὲ καθ’ Ἡρακλείδην ἐκεῖ, ἐξ ἧς οἶνος ῥεῖ μάλα ἡδύς. |
| ν 28 | Ναξιουργὴς κάνθαρος: πλοῖα ἦν οὕτω λεγόμενα κάνθαροι, ἐν Νάξῳ γινόμενα· ὡς νῦν σίλφας λέγουσί τινα ἀκατίων εἴδη. Κρατῖνος δὲ λέγει, ὅτι θαλασσοκρατοῦντές ποτε Νάξιοι ἐχρῶντο αὐτοῖς τοῖς κανθάροις. ἢ οὕτως· τῶν πλοίων τὰς εὑρούσας πόλεις τὰς ἀρχι‐ τεκτονίας ἐποίουν οἱ πρότεροι ἐπωνύμους· οἷον τοὺς νῦν λέμβους Ναξιουργεῖς ὠνόμαζον. ἐκ τοῦ αὐτοῦ δὲ εἶναι καὶ Κνιδιουργεῖς ἀπὸ Κνίδου, καὶ Κέρκυρα ἀπὸ Κερκύρας, καὶ Πάρωνα ἀπὸ Πάρου. ἄντικρυς δὲ Μένανδρος ἐν Ναυκλήρῳ κάνθαρος εἶπε πλοῖον εἶναι. ἔστι δὲ καὶ εἶδος ποτηρίου. καὶ ἐν Πειραιεῖ Κανθάρου λιμήν. τρεῖς γὰρ λιμένες εἰσίν, οὗτος ὁ Κανθάρου καὶ τὸ Ἀφροδίσιον καὶ κύκλῳ πέντε στοαί. ἀπὸ Κανθάρου ἥρωος. |
| ν 29 | Ναός. |
| ν 30 | Ναπάται: πόλις Λιβύης πρὸς τῇ Αἰθιοπίᾳ. ὁ πολίτης Ναπαταῖος. |
| ν 31 | Νάπη: πόλις Λέσβου. ὅθεν Ἀπόλλων Ναπαῖος. εἰσὶ δὲ καὶ Ναπαῖοι Ἠπειρῶται. |
| ν 32 | Νάπις: πόλις Σκυθίας. |
| ν 33 | Νάπος οὐδέτερον καὶ θηλυκὸν ἡ Νάπη: ὀρεινὸς ὑλώδης τόπος. οἱονεὶ νάφη ὡς μὴ φῶς ἔχουσα διὰ δάσος. Ξενοφῶν οὐδετέρως λέγει τὸ νάπος, τὸ ἔδαφος. ἐπεὶ οἱ ἡγούμενοι ἐγένοντο ἐπὶ νάπει δυσβάτῳ καὶ μεγάλῳ, ἔστησαν ἀγνοοῦντες, εἰ διαβατέον εἴη τὸ νάπος. |
| ν 34 | Νάπυ: σίνηπι. κἄβλεψε νάπυ καὶ τὰ μέτωπ’ ἀνέσπασεν. ἐπ‐ έβλεψε δριμὺ καὶ ὀργίλον (δριμὺ γὰρ τὸ νάπυ), καὶ τὰς ὀφρῦς συν‐ έστειλεν. τὸ ὡς εἰπεῖν ἀφυὲς ἤτοι κακοφυές. |
| ν 35 | Ναρβὼν ἢ Ναρβωνησία: ἐμπόριον καὶ πόλις Κελτική. ἔστι δὲ καὶ λίμνη Ναρβωνῖτις. καὶ Νάρβις, πόλις Ἰλλυριῶν. |
| ν 36 | Νάρδος: μυρεψικὸν ἔλαιον. θηλυκῶς. καὶ ἐς κυανότριχα χαίτην νάρδον, ὑπὸ γλαυκῆς κλειομένην ὑάλου. |
| ν 37 | Νάρθηξ. καὶ πανακείταν νάρθηκα κροτάφων πλάκτορα νηπι‐ άχων. ζήτει ἐνταῦθα, ὅτι ὁ νάρθηξ ᾠκείωται τῷ μεθύσῳ καὶ οὕτως ἐλαφρῷ Διονύσῳ. καὶ τό, πολλοὶ ναρθηκοφόροι, παῦροι δέ τε Βάκχοι. καὶ ὅτι Νάρθηξ νησίδιον ἐγγύς φασι Σάμου ἐν δεξιᾷ τοῖς προσπλέουσιν· οὗ ἐθνικὸν Ναρθηκουσσαῖος ἢ Ναρθηκούσιος. |
| ν 38 | Νάρκη: μυρμηκίασις. Ἀριστοφάνης· οἴμοι, τί πέπονθα; ὥσπερ νάρκη μου κατὰ τῆς χειρὸς καταχεῖται, καὶ τὸ ξίφος οὐ δύναμαι κατέχειν. συντελεῖ ἐνταῦθα καὶ ἡ ἐνθύμησις τοῦ ἰχθυδίου τῆς νάρκης, καὶ τὸ κατ’ αὐτὴν πάθος. |
| ν 39 | Ναρμαλίς: πόλις Πισιδίας, ὡς Κάβαλις. |
| ν 40 | Νάρυξ: πόλις. ἱστορεῖται θηλυκῶς λεγομένη· ἡ καὶ Ναρύκιον καὶ Ναρύκη· ἐξ ἧς ἦν ὁ Λοκρὸς Αἴας. |
| ν 41 | Νάρωνος: ὄνομα κύριον. |
| ν 42 | Ναρσῆς, στρατηγὸς Ῥωμαίων, ἔμφρων ἐς τὰ μάλιστα καὶ δρα‐ στήριος καὶ δεινὸς ἁρμόσασθαι τῷ παρεμπίπτοντι. καὶ παιδείας μὲν αὐτῷ οὔ τι μάλα μετῆν, οὐδὲ τὰ τῆς εὐγλωττίας ἐπεφρόντιστο· φύσεως δὲ ὅγε δεξιότητι διέπρεπε καὶ παραστῆσαι οἷός τε ἦν λόγῳ τὰ βε‐ βουλευμένα, καὶ ταῦτα τομίας γε ὢν καὶ ἐν τοῖς βασιλείοις τρυφερώτατα ἀνατεθραμμένος. ἦν δὲ ἄρα καὶ τὸ σῶμα βραχὺς καὶ ἐν ἰσχνότητι ἐκδεδιῃτημένος· τὸ δὲ ἀνδρεῖον καὶ μεγαλουργὸν ἐς τοσοῦτον ἐκέκτητο ὅσον ἀμέλει καὶ ἀπιστεῖσθαι. ἦν δὲ ἐπὶ Ἰουστινιανοῦ. |
| ν 43 | Νασαμῶνος: ὄνομα κύριον. ὄνομα κύριον ὁ Νασαμῶν, ἐξ οὗ Νασαμῶνες, ἔθνος Λιβύης. |
| ν 44 | Ναστόν: πυκνόν, μεστόν, πλῆρες, μὴ ἔχον ὑπόκουφόν τι. δια‐ φέρει τοῦ μανοῦ. τὸ γὰρ μανόν, ἀραιόν, χαῦνον, ἢ ἀνωφερές, ὡς φλόξ. ὅτι γίνεται παρὰ τὸ μὴ ἓν εἶναι. Ναστὸς δὲ ἀρσενικῶς πλακοῦς, ἢ θερμὸς ἄρτος μετ’ ἐλαίου. Ἀριστοφάνης Πλούτῳ· ἧκε γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος. καὶ τοιοῦτον μὲν ὁ ἐν ὀξείᾳ τάσει ναστός· οὗ θέμα τὸ ἐν Ὀδυσσείᾳ νάσασθαι. Νάστος μέντοι βαρυτόνως πόλις Θρᾴκης, ἣ ἐλέγετο καὶ Νέστος. |
| ν 45 | Ναυάγιον: παρὰ Θουκυδίδῃ οὐδετέρως μέν, ὅταν τι τῆς νηὸς ἀπολεσθῇ, οἷον πηδάλιον ἤ τι τοιοῦτον. ναυαγία δὲ θηλυκῶς πᾶσα ἡ τῆς νηὸς ἀπώλεια. |
| ν 46 | Ναυαγίων: πτωμάτων. ἐξ ἑνὸς κακοῦ, πᾶν ἐπίμπλατο ναυαγίων πεδίον. |
| ν 47 | Ναύαρχος: ὁ τῶν νηῶν ἄρχων. |
| ν 48 | Ναυαγῶ· αἰτιατικῇ. |
| ν 49 | Ναυαρχῶ· δοτικῇ. |
| ν 50 | Ναυάτος· οὗτος πρεσβύτερος ὢν τῆς ἐν Ῥώμῃ ἐκκλησίας διεκρίθη, ἐπειδὴ Κορνήλιος ὁ ἐπίσκοπος τοὺς ἐπιθύσαντας πιστοὺς ἐν τῷ διωγμῷ, ὃν ὁ βασιλεὺς Δέκιος κατὰ τῆς ἐκκλησίας ἐκίνησεν, εἰς κοινωνίαν ἐδέξατο. διὰ ταύτην οὖν τὴν αἰτίαν διακριθεὶς καὶ εἰς ἐπισκοπὴν παρὰ τῶν συμφρονησάντων αὐτῷ ἐπισκόπων προχειρισθεὶς ταῖς πανταχοῦ ἐκκλησίαις ἔγραφε, μὴ δέχεσθαι τοὺς ἐπιτεθυκότας εἰς τὰ μυστήρια, ἀλλὰ προτρέπειν μὲν αὐτοὺς εἰς μετάνοιαν, τὴν δὲ συγχώρησιν ἐπι‐ τρέπειν θεῷ, τῷ δυναμένῳ καὶ ἐξουσίαν ἔχοντι συγχωρεῖν ἁμαρτήματα. τοιαύτας ἐπιστολὰς κατ’ ἐπαρχίας δεχόμενοι πρὸς τὰ οἰκεῖα ἤθη ἐποιοῦντο τῶν δηλουμένων τὰς κρίσεις. ὡς γὰρ ἐκεῖνος ἐδήλου μὴ δεῖν ἀξιοῦσθαι τῶν μυστηρίων τοὺς μετὰ τὸ βάπτισμα εἰς θάνατον ἁμαρτίαν πεποιηκότας, τοῖς μὲν ἐδόκει πικρὰ καὶ ἀπηνὴς εἶναι ἡ τοῦ κανόνος ἔκθεσις, οἱ δὲ ὡς δίκαιον αὐτὸν καὶ ὀρθοῦντα τὴν πολιτείαν ἐδέχοντο. ἐν τοσούτῳ δὲ τούτου κινουμένου, ἐπικαταλαμβάνει Κορνηλίου τοῦ ἐπισκόπου γράμματα, τοῖς μετὰ τὸ βάπτισμα ἡμαρτηκόσιν ἐπαγγελλόμενα τὴν συγχώρησιν. οὕτω δὲ ἀμφοτέρων ἐπιστελλόντων τἀναντία καὶ ἐκ τῶν θείων ὀχυρούντων ἃ ἑκάτερος ἔλεγεν, ἕκαστος κατ’ ἔθος ἐς τοῦτο ἔτρεψεν, ἐς ὃ καὶ πρότερον μᾶλλον ἐπέκλινεν. ὅσοι γὰρ φιλαμαρτήμονες δραξάμενοι τῆς τότε δοθείσης συγχωρήσεως καὶ εἰς τὸν ἔπειτα χρόνον ἐπὶ πάσης ἁμαρτίας αὐτῇ συνεχρήσαντο. ἀλλὰ Ναυάτος ἐπὶ Οὐάλεντος τοῦ βασιλέως διωγμὸν κινήσαντος κατὰ Χριστιανῶν ἐμαρτύρησεν. |
| ν 51 | Ναυατιανοί: αἱρεσῖται, τὰ Ναυάτου φρονοῦντες. καὶ τούτων ἐγένετο ἐπίσκοπος Σισίννιος, ἐλλόγιμος καὶ ἱερῶν βίβλων ἐπιστήμων καὶ κρείττων διαβολῆς, περὶ δὲ τὴν δίαιταν ἁβρὸς καὶ ποικίλος. ἐρω‐ τώμενος δὲ διὰ τί δεύτερον λούοιτο, ὅτι μὴ τρίτον, ἔφη, φθάνω. ἐπεὶ δὲ λευκῇ ἐσθῆτι διετέλει χρώμενος, ἐπέσκωψέ τις αὐτῷ τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας, ὁ δὲ πρὸς αὐτόν· οὐκοῦν εἰπέ, ποῦ εἴρηται ἐσθῆτα μέλαιναν χρῆναι ἀμφιέννυσθαι; τοῦ δὲ ἀπορήσαντος, ὑπολαβὼν ἔφη· σὺ μὲν οὐκ ἂν τοῦτο ἐπιδεῖξαι δυνήσῃ· ἐμοὶ δὲ καὶ Σολομῶν ὁ σο‐ φώτατος, ἔστωσαν τὰ ἱμάτιά σου λευκά, λέγων παραινεῖ. καὶ αὐτὸς ὁ Χριστὸς λευχείμων ἐν τοῖς εὐαγγελίοις φαινόμενος Μωσῆν τε καὶ Ἡλίαν τοιούτους τοῖς ἀποστόλοις δείκνυσιν. οὐ μὴν ἀλλὰ καὶ ἄλλα πολλὰ χαρίεντα αὐτῷ εἴρηται. |
| ν 52 | Ναυβάτης: ἐπιβάτης, ἢ ναύτης. πεζοὺς δὲ ἀντὶ ναυβατῶν πορευομένους, καὶ ὁπλιτικῷ προσχόντας μᾶλλον ἢ ναυτικῷ. |
| ν 53 | Ναυῆ: ὄνομα κύριον. |
| ν 54 | Ναυηγός: ὁ τῆς νηὸς ἀρχηγός. τοῦτο κοινῶς· ἡ δὲ ποίησις καὶ τὸν ναυαγήσαντα οὕτω γράφει. |
| ν 55 | Ναύκιοι: ἔθνος. |
| ν 56 | Ναύκληρος: Ὑπερίδης οὐ μόνον ὡς ἡ συνήθεια κέχρηται τῷ ὀνόματι, ἀλλὰ καὶ ἐπὶ τοῦ μεμισθωμένου ἐπὶ τῷ τὰ ἐνοίκια ἐκλέγειν ἢ οἰκίας ἢ συνοικίας. |
| ν 57 | Ναυκραρία· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. μήποτε δὲ βέλτιον φέρεται ἐν τοῖς Ἀττικιανοῖς Ναυκρατιτικά, ἵνα ᾖ ἀπὸ Ναυ‐ κρατιτικοῦ πλοίου, ἢ Ναυκρατιτῶν ἐμπλεόντων. ἡ γὰρ Ναύκρατις τοπαλαιὸν ἐμπόριον ἦν τῆς Αἰγύπτου. ἐὰν δὲ ᾖ Ναυκραρικά, εἴη ἂν τὰ τῶν ἀρχόντων. ναυκράρους γὰρ τοπαλαιὸν τοὺς ἄρχοντας ἔλεγον, ὡς καὶ Ἡρόδοτος ἐν εʹ ἱστοριῶν δηλοῖ. ἴσως παρὰ τὴν τῆς νηὸς κραῖραν εἴρηται τὸ ναυκραρικά. |
| ν 58 | Ναύκρατις. καὶ τὸν Ναύκρατιν. πόλις αὕτη Αἰγύπτου ὑπὸ Μιλησίων οἰκισθεῖσα, ὁπηνίκα ἐθαλαττοκράτουν. ταύτης πολίτης ὁ σοφὸς Ἀθήναιος. |
| ν 59 | Ναῦλος: τὸ ναῦλον. ἀρσενικῶς ὁ ναῦλος. καὶ ναῦλος ἡμῖν τῆς νεὼς ὀφείλεται. καὶ Ἀριστοφάνης· ἀπόδος τὸν ναῦλον. |
| ν 60 | Ναύλοχον: εὔδιον, ἐν ᾧ αἱ ναῦς λοχῶσιν, ἢ ἀναπαύονται. ὁ δὲ ναῦς προσέταξεν ἐν τοῖς ἀγκῶσι ναυλοχεῖν λανθάνοντας· ἐπειδὰν δὲ αἴσθωνται ζευγνύειν αὐτὸν τὴν γέφυραν, διαβάλλειν ὡς τάχιστα. παρὰ δὲ Ἡροδότῳ λιμὴν ἢ εὐδία. οὕτω καὶ παρ’ Ὁμήρῳ. |
| ν 61 | Ναυλοχῶ: τὸ τὰς ναῦς ἐνεδρεύω. ἢ ἀναπαύω καθιστῶν. |
| ν 62 | Ναύμαχα: μακρὰ δόρατα, ὥστε ἀπὸ τῶν νεῶν μάχεσθαι. οὕτω καὶ Ὅμηρος προπαροξυτόνως. ὁ μέντοι ναυμάχος ἀνὴρ πρὸ μιᾶς τονοῦται. |
| ν 63 | Ναυμαχησείοντες: πρὸς ναυμαχίαν ἑτοίμως ἔχοντες. ἢ ἐρῶντες τοῦ ναυμαχῆσαι, ἐπιθυμίαν ἔχοντες ναυμαχίας. |
| ν 64 | Ναυμάχιον: ὡς τοῦ μὴ στρατεύεσθαι καὶ τοῦ λιπεῖν τὴν τάξιν καὶ τοῦ τὰ ὅπλα ἀποβαλεῖν ζημίαι ἦσαν ὡρισμέναι ἐκ τῶν νόμων, οὕτως καὶ τοῦ μὴ ναυμαχῆσαι. τοῦτο τὸ ὄφλημα ναυμάχιον ἐκαλεῖτο. |
| ν 65 | Ναυμαχῶ· δοτικῇ. Κερκυραίοις τε καὶ Πελοπίδαις ἅμα ναυμαχήσετε. αἰτιατικῇ δέ· πρῶτον μὲν τὸν βασιλικὸν κατεναυμάχησε στόλον. |
| ν 66 | Ναύπακτος: πόλις Αἰτωλική. ἀπὸ τῆς ἐκεῖ ναυπηγίας τῶν Ἡρακλειδῶν πρὶν ἢ κατασχεῖν τὴν Πελοπόννησον. ὁ πολίτης, φασί, Ναυπάκτιος. |
| ν 67 | Ναυπλία: πόλις Ἄργους. παρὰ τὸ ναυσὶ προσπλεῖσθαι. οἱ πολίται Ναυπλιεῖς. |
| ν 68 | Ναύπλιος: ἡ ἐν θαλάσσῃ πρόοδος. |
| ν 69 | Ναῦς· Ἀρριανός· Τραιανὸς ὁ βασιλεὺς περῶν τὸν ποταμὸν νʹ ναῦς εἶχε· δʹ δὲ ἔφερον τὰ σημεῖα τὰ βασιλικά, αἵτινες καὶ τὴν στρατηγίδα κάλοις μακροῖς ἐξηρτημένην ἐφεῖλκον. εἶχε δὲ ἡ ναῦς μῆκος μὲν κατὰ τριήρη μάλιστα, εὖρος δὲ καὶ βάθος καθ’ ὁλκάδα, ὅσον μεγίστη Νικο‐ μηδὶς ἢ Αἰγυπτία· ἐν ᾗ ἐπεποίητο βασιλεῖ ἀποχρῶντα ἐνδιαιτήματα. αὕτη δὲ τά τε ἀκροστόλια ἔφαινε καὶ ἐπ’ ἄκρῳ τῷ ἱστίῳ τὸ βασιλικὸν ὄνομα καὶ ὅσοις ἄλλοις βασιλεὺς γεραίρεται χρυσῷ ἐγκεχαραγμένα. νενέμητο δὲ τρίχα τὸ πᾶν ναυτικόν, ὡς μὴ τῷ ξυνεχεῖ πλόῳ ταράτ‐ τοιντο. |
| ν 70 | Ναυσικάα: ὄνομα κύριον. μέμνηται Ὅμηρος Ναυσικάας Φαιακικῆς βασιλικῆς παιδὸς προσφυῶς τῇ χώρᾳ· ἐπεὶ ναυτικώτατοι ὄντες ἐπέκαιον ταῖς ναυσὶ πίσσαν πρὸς ἀσφάλειαν. |
| ν 71 | Ναυσικράτης, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστι Ναύκληροι, Περσίς. Ναυκράτην μέντοι εἰπεῖν ἐφίλησέ τις ἐπὶ ἐχενηΐδος φάναι· ὡς ταυτὸν ὂν ἔχειν, ἤγουν ἐπέχειν νῆα, ὅθεν ἡ ἐχενηΐς, καὶ ναῦν κρατεῖν, ὅθεν ὁ ναυκράτης. |
| ν 72 | Ναῦς ἱκετεύει πέτρας: ἐπὶ τῶν πάνυ ἀναισθήτων ἡ παροιμία. |
| ν 73 | Ναυσίπορος: ὑπὸ νηῶν περαιούμενος. |
| ν 74 | Ναῦς Νικομηδὶς καὶ στρατηγίς. τούτου τὸ μὲν ἐκ τόπου παρῆκται, τὸ δὲ κατ’ ἀξίωμα. |
| ν 75 | Ναῦς παλαιὰ πόντον οὐχὶ πλώσει: παροιμία ἐπὶ τῶν εἰς μηδὲν συντελούντων. |
| ν 76 | Ναυσθλώσομαι: ναυσθλώσασθαι κυρίως ἐστὶ τὸ ναῦν μισθώσασθαι, νῦν δὲ τὸ νεὼς ἐπιβήσομαι. |
| ν 77 | Ναύσων Ναυκράτη: ἐπὶ τῶν ὁμοίως ἀποδιδόντων ἀλλήλοις. ὀνοματοποίησις δὲ τὸ Ναύσων, ὡς τό, ἀγαθῶν ἀγαθίδες καὶ λευκότεροι Λεύκωνος. ἐπιστολιμαῖος ὁ χαρακτήρ· ὡς καὶ εἴ τις εἴποι Πομπαῖος Πομπίλῳ· ἢ Πομπαῖος Πομπῖλον προσφωνεῖ. καὶ ἔστι τὸ σχῆμα παρηχητικόν. |
| ν 78 | Ναύσταθμον: τὸν λιμένα. ἐφράττοντο δὲ καὶ δέρματι οἱ τόποι πρὸς τὸ μὴ βλάπτεσθαι τὰ σανιδώματα. ἢ ὅτι ὁ ναυτικὸς στρατὸς ναύσταθμος καλεῖται. |
| ν 79 | Ναυστολίαν: πλοῦν. καὶ Ναυστολῶ, ῥῆμα. |
| ν 80 | Ναύτης: καὶ ὁ ἐπιβάτης. εἰκόνα τῆς κήλης Διονύσιος ὧδ’ ἀνέθηκε σωθεὶς ἐκ ναυτῶν τεσσαράκοντα μόνος. |
| ν 81 | Ναυτιᾶν: τὸ ἐν τῇ νηῒ κυρίως ἐμεῖν. τοῦτο καὶ ναυσιᾶν λέγεται ῥητορικῶς. |
| ν 82 | Ναυτικῶς δανείζειν· φασὶ Ζήνωνα ὑπὲρ ͵αʹ τάλαντα ἔχοντα ἐλθεῖν εἰς τὴν Ἑλλάδα καὶ ταῦτα δανείζειν ναυτικῶς. |
| ν 83 | Ναυτιλία: ὁ πλοῦς. |
| ν 84 | Ναυτιλλόμενος: πλέων. |
| ν 85 | Ναυτίλος: ὁ ἰχθύς, καὶ ὁ ναύτης. |
| ν 86 | Ναυτοδίκαι: ἄρχοντες ἐπὶ τοῖς ναυκλήροις δικάζοντες καὶ τοῖς περὶ τὸ ἐμπόριον ἐργαζομένοις· ὡς καὶ ναυφύλακες ἄρχοντές τινες ἐπὶ τῆς τῶν νεῶν φυλακῆς. ἀρχή τις ἦν Ἀθήνησιν οἱ ναυτοδίκαι. Κρατερὸς γοῦν φησίν· ἐὰν δέ τις ἐξ ἀμφοῖν γενοῖν γεγονὼς φρατίζῃ, διώκειν δεῖ τῷ βουλομένῳ Ἀθηναίῳ, οἷς δίκαι εἰσί· λαγχάνειν δὲ τῇ ἔνῃ καὶ νέᾳ πρὸς τοὺς ναυτοδίκας. εἰς φρήτρην ἢ φράτορας ἢ φατρίαν ἐγγράφηται καὶ μὴ ξένος εἴη ἀλλ’ ἠθαγενὴς δηλαδὴ ὡς αὐτόχθων ἔκ τε πατρὸς ἔκ τε μητρός. |
| ν 87 | Ναῦφι: ἐν ταῖς ναυσί. |
| ν 88 | Ναύφρακτον βλέπεις· Ἀριστοφάνης· πρὸς τῶν θεῶν, ἄνθρωπε, ναύλην. ἐπειδὴ μεγάλοι ταῖς τριήρεσιν οἱ ὀφθαλμοὶ γίνονται, δι’ ὧν τὰς κώπας ἐμβάλλοντες ἐκωπηλάτουν. ὥστε τὸ ναύφρακτον βλέπεις, αἴνιγμά ἐστι τοῦ τρανὲς καὶ πλατὺ καὶ μέγα βλέπεις. |
| ν 89 | Ναυφράκτῳ στρατῷ: τῷ συμπεφραγμένῳ καὶ συντεταγμένῳ· ἐθαλασσοκράτουν γὰρ οἱ Ἀθηναῖοι μάλιστα ἐπὶ τῇ ἐν Ἀρτεμισίῳ καὶ Σαλαμῖνι ναυμαχίᾳ. |
| ν 90 | Νάφθα: τριγενὲς τοῦτο· κοινῶς μὲν γὰρ ἡ νάφθα, εὕρηται δὲ καὶ οὐδετέρως τὸ νάφθα, παρὰ Πλουτάρχῳ δὲ καὶ ὁ νάφθος. ὅτι οἱ μὲν Ἕλληνες Μηδείας ἔλαιον ταύτην καλοῦσιν, οἱ δὲ Μῆδοι νάφθαν. |
| ν 91 | Ναχώρ: ὄνομα κύριον. |
| ν 92 | Ναί: συγκαταθέσεως ἐπίρρημα. ἔστι καὶ ὁρκωμοτικὸν μετὰ κοιμω‐ μένης ὀξείας, οἷον ναὶ τὼ θεώ, τουτέστι μὰ τὰς θεάς. |
| ν 93 | Ναίεθος: ὄνομα ποταμοῦ. εἰς 〈....〉 Ναύαιθος, οὗ μέμνηται Λυ‐ κόφρων κληθέντα παρὰ τὸ ναῦς ἐκεῖ εἰς αὐτὸν καυθῆναι ὑπὸ γυναικῶν αἰχμαλώτων χόλῳ τῶν αὐτῶν δεσποτῶν. |
| ν 94 | Ναιετάουσιν: οἰκοῦνται. ναίω, ναιέτης, ναιετῶ· ὡς κυνηγέτης, κυνηγετῶ. ναιετῶ, ναιετάω· ναιετάουσιν ἐνεργητικὸν ἀντὶ παθητικοῦ τοῦ οἰκοῦνται. |
| ν 95 | Ναίει: διατρίβει. |
| ν 96 | Ναὶ μὰ τόν· καὶ ναὶ μὰ τόν, εἴγε τοῦ Περσικοῦ τις ἐφάνη, τὸ Ῥωμαϊκὸν ἅπαν διόλωλεν. |
| ν 97 | Ναὶ μὰ τόν· ἁμαρτάνοντι ἐπέπληττε καὶ ἀδικοῦντα ἤλεγχε καὶ ἀνέστειλε τοῦ ἀδικεῖν πατρικῇ, ναὶ μὰ τόν, ὁ γενναῖος τῇ παρρησίᾳ. |
| ν 98 | Ναὶ μὰ τόν· ναὶ μὰ τὸ ῥικνὸν σῦφαρ ἐμόν, ὅ ἐστι δέρμα. Καλ‐ λίμαχος ἐν Ἑκάλῃ. ναὶ τοῦτο δένδρεον αὖον ἐόν περ. οἱ ἀρχαῖοι οὐ προπετῶς κατὰ τῶν θεῶν ὤμνυον, ἀλλὰ κατὰ τῶν προστυγχανόντων· ὡς καὶ Μένανδρος· μαρτύρομαι τὸν Ἀπόλλω τοῦτον καὶ τὰς θύρας. καὶ Ὅμηρος· ναὶ μὰ τόδε σκῆπτρον. καὶ Ἑκάλη εἶπε, ναὶ μὰ τόν· καὶ οὐκέτι ἐπάγει τὸν θεόν. ῥυθμίζει δὲ ὁ λόγος πρὸς εὐσέβειαν. τοιούτου σχήματός τε καὶ ἤθους καὶ τὸ ναὶ μὰ τάς. ὡς εἴπερ εἴποι τις, μὰ τὰς Χάριτας. |
| ν 99 | Ναὶ μήν: ναὶ ὄντως. |
| ν 100 | Ναὶ ναὶ μὰ μήκωνος χλόην: ὅρκος ἐπὶ χλευασμῷ. |
| ν 101 | Ναίουσιν: οἰκοῦσιν. |
| ν 102 | Ναίχι: ἐπίρρημα συγκαταθέσεως. |
| ν 103 | Νέαι: νῆσος πλησίον Λήμνου (παρὰ τὸ νέω, τὸ κολυμβῶ), ᾗ προσενήξατο, φασίν, Ἡρακλῆς. περὶ ἣν κατά τινας Φιλοκτήτης ἐδήχθη ὑπὸ ὕδρου. Νέα δὲ φρούριον Μυσίας. ἐθνικὸν Νεαῖος. |
| ν 104 | Νεαλής: κυρίως ὁ νεωστὶ ἑαλωκὼς ἰχθύς. λέγεται δὲ καὶ ὁ νεωστὶ ἁλισθείς. καὶ ὁ νεωστὶ ἁλούς. Ἀππιανός· τὸν δὲ δῆμον ἀπὸ τοῦ τείχους ὁρᾶν καὶ τοῖς πονουμένοις ἑτέρους νεαλεῖς ἐπι‐ πέμπειν ἀεί· οἱ δὲ Κελτοὶ κεκμηκότες ἀκμῆσι συμπλεκόμενοι ἔφευγον ἀτάκτως. καὶ Πολύβιος· τοὺς πολεμίους ἀκεραίους ὄντας καὶ νεαλεῖς. |
| ν 105 | Νεάνδρεια, ἢ Νεάνδρειον οὐδετέρως. πόλις Τρῳάδος Ἑλλησποντία, ἥν τινες Λεάνδρειαν γράφουσι διὰ τοῦ λ, κακῶς. |
| ν 106 | Νεανεία: ἡ ἔπαρσις. |
| ν 107 | Νεανίας: τολμηρός. ἢ ὁ νέος. |
| ν 108 | Νεανιεύεται: νέου ἔργα ποιεῖ. |
| ν 109 | Νεανιεύματα: κομπάσματα, κενὰ τολμήματα. |
| ν 110 | Νεανικόν: ἀντὶ τοῦ μέγα, καὶ δυνάμενον χορτάσαι νεανίαν. Ἀριστοφάνης Πλούτῳ· εἴ μοι πορίσας ἄρτον τιν’ εὖ πεπεμμένον δοίης καταφαγεῖν, καὶ κρέας νεανικόν. |
| ν 111 | Νεανικῶς: ἰσχυρῶς, γενναίως. Ἀριστοφάνης· κἄτυπτε με νε‐ ανικῶς, παῖ παῖ καλῶν. |
| ν 112 | Νεᾶνις, νεάνιδος. ἐκ τοῦ νέος, νεάν· ὡς ἄλκιμος, ἀλκιμὰν καὶ ἀλκμάν. |
| ν 113 | Νεανισκεύεται· Ἄμφις ἐν Ῥείθροις, Ποσείδιππος Δημόταις, Εὔπολις Σφιγξίν. ἰδίως ἐσχημάτικε τὸ νεανισκεύειν ἐν Δήμοις· γυ‐ ναῖκα ἔχοντα μάλα καλήν τε καὶ ἀγαθήν, αὐτὴ νεανισκεύοντος ἐπεθύ‐ μησέ μου. |
| ν 114 | Νεάνθης, Κυζικηνός, ῥήτωρ, μαθητὴς Φιλίσκου τοῦ Μιλησίου. |
| ν 115 | Νεάπολις: πόλις Ἰταλικὴ διάσημος, ἐν ᾗ Παρθενόπις ἵδρυται Σειρῆνος ἄγαλμα. πολλαὶ δὲ καὶ ἄλλαι Νεαπόλεις. |
| ν 116 | Νεαροί: νέοι, νήπιοι. καὶ Νεαρώτερος. παίδων νεαρώ‐ τεροι οἱ λέγοντες μὴ ἐφορᾶν τὰ τῇδε τὸ θεῖον. |
| ν 117 | Νέαρχος· οὗτος ξυνεστράτευσεν Ἀλεξάνδρῳ καὶ συγγραφὴν συν‐ εγράψατο ὑπὲρ Ἀλεξάνδρου. ἐψεύσατο δὲ ναύαρχον ἑαυτὸν ἀναγράψας εἶναι, κυβερνήτης ὤν. |
| ν 118 | Νεάτη: ἐσχάτη. καὶ Νέατοι, φθόγγοι χορδῆς μουσικῆς τελευταίας. |
| ν 119 | Νεάτη: ἡ ἐσχάτη. καὶ ἡ νήτη χορδὴ λεγομένη ὑπὸ τῶν μουσι‐ κῶν, πρὸς ἀντιδιαστολὴν τῆς τε ὑπάτης καὶ τῆς μέσης. |
| ν 120 | Νέα χελιδών: ἐπὶ τῶν ἐξαπατώντων τινας. Ἀριστοφάνης Ὄρνι‐ σιν· ἐξηπάτων γὰρ τοὺς μαγείρους, λέγων τοιαυτί· σκέψασθε παῖδες, οὐχ ὁρᾶτ’; ἆρα νέα χελιδών. οἱ δ’ ἔβλεπον κἀγὼ ’ν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον. |
| ν 121 | Νέβελ: ὄνομα κύριον. καὶ εἶδος μέτρου Ἑβραϊκοῦ. |
| ν 122 | Νεβρείην καρδίην· Βάβριος· πεινῶσα κερδὼ καρδίην δὲ νε‐ βρείην. |
| ν 123 | Νεβρίζων· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. οἱ μὲν ὡς τοῦ τελοῦντος νεβρίδα ἐνειμένου καὶ τοὺς τελουμένους διαζωννύντος νε‐ βρίσιν, ἐπὶ τὸ νεβροὺς διασπᾶν κατά τινα ἄρρητον λόγον. |
| ν 124 | Νεβρίς: ἐλάφου δέρμα. ἐν Ἐπιγράμμασι· ἄνθετό σοι κορύναν καὶ νεβρίδας ὑμέτερος Πάν. |
| ν 125 | Νεβρίς. κισσωτὴν στέρνοις νεβρίδ’ ἀναπτομένη. |
| ν 126 | Νεβρός: ἐλάφου γέννημα, οἱονεὶ ἐπὶ τὴν βορὰν ἐξιὸν καὶ νε‐ μόμενον. ἐτυμολογεῖται δὲ νεοπόρος τις ὤν. καὶ Νεβρείη καρδία. Βάβριος· πεινῶσα κερδώ, καρδίην δὲ νεβρείην λάπτει πεσοῦσαν, ἁρπάσασα λαθραίως. |
| ν 127 | Νεβρώδ: ὄνομα κύριον. ἀφ’ οὗ οἱ γίγαντες. |
| ν 128 | Νεβρώδης: ὄνομα κύριον. |
| ν 129 | Νέγλη: πολίχνιον Ἀραβίας. |
| ν 130 | Νέδη: πόλις Ἀρκαδίας, ἀπὸ νύμφης Νέδης. γράφεται καὶ Νεδέοι· ὅθεν ὁ πολίτης Νεδεήσιος. |
| ν 131 | Νέδων: ποταμὸς καὶ τόπος Λακωνικῆς. κλίνεται Νέδοντος· ὅθεν Νεδουσία Ἀθηνᾶ. ζήτει καὶ τὸν παρὰ Λυκόφρονι. |
| ν 132 | Νεεμάν: ὄνομα κύριον. |
| ν 133 | Νέεσθαι: πορεύεσθαι. |
| ν 134 | Νέηαι: πορευθῇς, ἐπανέλθῃς. |
| ν 135 | Νέηκες: νεωστὶ ἠκονημένον. |
| ν 136 | Νεήλατα: τὰ νεωστὶ ἀληλεσμένα ἄλφιτα καὶ μέλιτι δεδευμένα, οἷς καὶ ἀσταφίδες καὶ χλωροὶ ἐρέβινθοι συνεφύροντο· ἃ τοῖς τὰ ἱερὰ τελοῦσιν ἔνεμον. ἐκάλουν δέ τινες αὐτὰ καὶ ἀμβροσίαν καὶ μακαρίαν. κατ’ ἔλλειψιν δὲ προσφέρουσιν οἱ Ἀττικοὶ τὸ νεήλατα μὴ προστιθέντες τὸ ἄλφιτα. |
| ν 137 | Νεήλυδες: νεωστὶ ἐληλυθότες. ἡ εὐθεῖα Νέηλυς. |
| ν 138 | Νεηνίας: νεανίας. |
| ν 139 | Νεῆνις: νεᾶνις. |
| ν 140 | Νεκάδες: νεκροί. καταχρηστικῶς δὲ καὶ αἱ τῶν ζωῶν τάξεις. |
| ν 141 | Νεκρῶ· αἰτιατικῇ. |
| ν 142 | Νεκρῷ λέγουσα μύθους εἰς οὖς: ἐπὶ τῶν ἀναισθήτων καὶ μὴ ἐπαϊόντων. λύσις ὀνείρου· νεκροὺς ὁρῶν νέκρωσιν ἕξεις πραγμάτων. |
| ν 143 | Νεκτάρεον: ἡδύ, καλόν, εὐῶδες. ἐπὶ τοῦ νεκταρέου ἑανοῦ. καὶ νέκταρ, θεῶν πόμα, καὶ οἶνος οὕτως, ὡς Ἀναξανδρίδης. καὶ τὸ βρῶμα τῶν θεῶν· ὁ αὐτός. |
| ν 144 | Νεκταρέου: θείου. Νέκταρ δέ, τουτέστι νεόκταρ, τὸ νέους ποιοῦν τοὺς πίνοντας. ἢ οὗ στέρησις τῆς κτήσεως τοῖς πολλοῖς. οὕτω δὲ καὶ ἀμ‐ βροσία οὐ μόνον ἡ ὑπεραναβαίνουσα ῥοήν, τὴν καταφθοράν, ἀλλὰ καὶ ἣν οὐκ ἔχει βροτός. |
| ν 145 | Νεκυόμαντις: ὁ ἐπερωτῶν τὸν νεκρόν. |
| ν 146 | Νεκυία: ἡ τῶν νεκρῶν ἑορτή, φρουδίγα παρὰ Πέρσαις, Ἑλληνικὴ νεκυία. καὶ Νεκυοστόλος, ὁ τοὺς νεκροὺς διαπερῶν. τὸν κύνα Διογένην, νεκυοστόλε, δέξαι πορθμεῦ, γυμνώσαντα βίου παντὸς ἐπισκύνιον. |
| ν 147 | Νέκυς: νεκρός. |
| ν 148 | Νέμαυσος: πόλις Ἰταλική. ἀπὸ Νεμαύσου Ἡρακλείδου. |
| ν 149 | Νεμέα: τόπος καὶ πόλις. |
| ν 150 | Νέμεα καὶ Ἴσθμια: τόποι, ἐν οἷς ἐτελοῦντο ἐπέτειοι ἀγῶνες. ὅθεν καὶ λέων Νεμεαῖος, ὃν ἐκεῖ νεμόμενον ἀνεῖλεν Ἡρακλῆς. λέγεται δὲ καὶ θηλυκῶς ἡ Νεμέα, ὁ τόπος. |
| ν 151 | Νεμέας αὐλητρίδος μνημονεύει Ὑπερίδης ἐν τῷ κατὰ Πατρο‐ κλέους, εἰ γνήσιος. καὶ Νεμέας σέλινα. οἷς ἐστέφοντο οἱ νικηταί. |
| ν 152 | Νεμέας χαράδρα: τόπος τις οὕτως ἐκαλεῖτο ἐν Πελοποννήσῳ. |
| ν 153 | Νεμεσᾷ: μέμφεται. |
| ν 154 | Νεμεσᾶν: τὸ ἐμποδὼν ἵστασθαι τοῖς πραττομένοις κατὰ γνώμην. ἢ μᾶλλον μὴ κατὰ γνώμην. |
| ν 155 | Νεμεσηθείς: μεμφθείς. νεμεσηθεὶς δ’ ἀλόχῳ κατορχήσει βέλει τρωθεὶς λείπει τὸν βίον. Ἰώσηπος· παρεκάλει τὸν θεὸν νεμεσῆσαι μὲν ταῖς τῶν πολεμίων ἐλπίσιν, ἐλεῆσαι δὲ τὸν αὐτοῦ λαόν. καὶ αὖθις· εἰ δὲ νεμεσηθείην τῆς ἐπιβολῆς, ἴσθι με μὴ πταίσαντα παρ’ ἐλπίδας. |
| ν 156 | Νεμεσήσομαι: φθονῶ. καὶ Νεμεσῆσαι, μέμψασθαι. |
| ν 157 | Νεμεσητικός: ὁ ἐναντίος τῷ φθονερῷ. ὁ μὲν γὰρ φθονερὸς λυπεῖται ἐπὶ ταῖς τῶν καλῶν εὐπραγίαις, ἐπεὶ καὶ ὁ φθόνος τοιοῦτον, νεμεσητικὸς δὲ ὁ λυπούμενος ἐπὶ ταῖς τῶν κακῶν εὐπραγίαις· τοιοῦτον γὰρ ἡ νέμεσις. ὥστε ὁ νεμεσητικὸς οὐ φθονερός. ἔστι δὲ τὸ πρόβλημα ὁρικόν. ζήλῳ ῥητόρων τοῦτο λέγει· ὁριζομένου γάρ τινος φθονερὸν εἶναι καὶ τὸν λεγόμενον νεμεσητικόν, ἐπειδὴ καὶ αὐτὸς μέμφεταί τινας, ἀνθοριζόμεθα, οὐ τὸν νεμεσητικὸν τοιοῦτον εἶναι, εἴπερ ὀρθῶς τινας μέμφεται, ἀλλὰ τὸν μὴ δέοντα μεμφόμενον· αὐτὸς γάρ ἐστι φθονερός. |
| ν 158 | Νεμεσητόν: μεμπτόν. |
| ν 159 | Νεμέσια· Δημοσθένης ἐν τῷ κατὰ Σπουδίου. μήποτε ἑορτή τις Νεμέσεως, καθ’ ἣν τοῖς κατοιχομένοις ἐπετέλουν τὰ νομιζόμενα. Νεμέσια οὖν ἡ ἐπὶ τοῖς νεκροῖς γινομένη πανήγυρις, ἐπεὶ ἡ νέμεσις ἐπὶ τῶν νεκρῶν τέτακται. |
| ν 160 | Νεμεσίζει: μέμφεται. |
| ν 161 | Νεμεσίων: ὄνομα κύριον. ὁ δὲ Νεμεσίων ἀνεπτεροῦτο καὶ μετέωρος ἦν ταῖς ἐλπίσι καὶ ἐδόκει ἑρμαίῳ ἐντετυχηκέναι ἐμοὶ περι‐ τυχών. |
| ν 162 | Νέμεσις: ἡ δίκη. Ἀριστοφάνης· ἰὼ Νέμεσι, βαρύβρομοί τε βρονταί. |
| ν 163 | Νέμεσις: μέμψις, δίκη, ὕβρις, φθόνος, τύχη. τὴν τῶν ἀλα‐ ζόνων τιμωρὸν συνέντες Νέμεσιν, ἥπερ αὐτοὺς μετῆλθε σὺν τῇ δίκῃ. καὶ αὖθις· οὐκ ἔλαθε τὴν ἅπασιν ἐναντιουμένην τοῖς ὑπερηφάνοις Νέμεσιν, ἀλλ’ ἐν ταῖς ἰδίαις ἠναγκάσθη παιδευθῆναι συμφοραῖς. παρῆν δ’ ἡ Νέμεσις, ἣ τὰ γῆς ἐποπτεύει· ἢ καὶ ἄλλως, ἣ τἄδικ’ ἐποπτεύει. Βάβριός φησιν ἐν Μυθικοῖς. καὶ Αἰλιανός· Νεμέσεως ἐφόρου, τρόπους ὑπερόπτας καὶ ὑπερηφάνους κολαζούσης, ἐναργῆ μαρτύρια. καὶ παροιμία· Νέμεσις δέ γε πὰρ πόδας βαίνει· παρόσον μέτεισι ταχέως ἡ δαίμων τοὺς ἡμαρτηκότας. λήθουσα δὲ πὰρ πόδας βαίνεις, γαυρούμενον αὐχένα κλίνεις, ὑπὸ πῆχυν ἀεὶ βιοτὰν κρατεῖς. |
| ν 164 | Νεμεσῶ· δοτικῇ. |
| ν 165 | Νέμειν: καρποῦσθαι, διοικεῖν. ἀλλὰ παρ’ ἐμοὶ γενομένην πατρίδα τε νέμειν, ἣν ἐγὼ νέμω, καὶ οἶκον, ὃν ἐγὼ κέκτημαι. |
| ν 166 | Νέμειν προστάτην: ἀντὶ τοῦ ἔχειν προστάτην· τῶν γὰρ με‐ τοίκων ἕκαστος μετὰ προστάτου τῶν ἀστῶν τινος τὰ πράγματα αὑτοῦ συνῴκει καὶ τὸ μετοίκιον κατετίθει. καὶ τὸ ἔχειν προστάτην καλεῖται νέμειν προστάτην. Ὑπερίδης· ὥστε κελευστέον τοὺς μαρτυροῦντας τὰ τοιαῦτα καὶ τοὺς παρεχομένους μάτην ἀπατᾶν ὑμᾶς, μὴ τυγχάνωσι δικαιότερα λέγοντες· καὶ νόμον ἡμῖν ἀναγκάζετε παρέχεσθαι, τὸν κε‐ λεύοντα μὴ νέμειν προστάτην. |
| ν 167 | Νέμειος: ὁ ἐν τῇ Νεμέᾳ. τῇ Λοκρικῇ δηλαδή. ὁ γὰρ τῆς κατὰ τὴν Ἦλιν Νεμέας πολίτης Νέμεος ἀναγράφεται καὶ Νεμεαῖος, ἤδη δὲ καὶ Νεμεήτης· ὡς δῆλον ἐκ τοῦ Ζεὺς Νεμεήτης. |
| ν 168 | Νεμηθέντων: κληρωθέντων. Αἰλιανός· ἀλλὰ καὶ ἐκείνων νεμη‐ θέντων εἰς τὴν στάσιν. |
| ν 169 | Νεμήσασθαι: διαμερίσασθαι. |
| ν 170 | Νεμήσεις ὑποκριτῶν: οἱ ποιηταὶ ἐλάμβανον τρεῖς ὑποκριτὰς κλήρῳ νεμηθέντας ὑποκρινομένους τὰ δράματα, ὧν ὁ νικήσας εἰς τοὐπιὸν ἄκριτος παραλαμβάνεται. ἔστιν οὖν οἷον διαιρέσεις. |
| ν 171 | Νέμοντα: διοικοῦντα. |
| ν 172 | Νέμος ἐπάκτιον: τὸ ἄλσος, τὸ ὄρος τὸ παράλιον. Σοφοκλῆς· πάραλά τ’ ἄντρα, νέμος ἐπάκτιον. οἱ δὲ ἀγχοῦ τῆς χηλῆς τοῦ ὄρους ηὐλίζοντο, ὡς τὴν ὕλην καὶ τὸ ἐκ ταύτης νέμος πρόβλημα εἶναι. |
| ν 173 | Νέμω: τὸ μερίζω. Νέμω, νομιῶ. τὴν δ’ ἄρ’ οὐκέτι νέμω πόλιν. |
| ν 174 | Νέμω: τὸ μερίζω· δοτικῇ. |
| ν 175 | Νέμω: τὸ βόσκω· αἰτιατικῇ. |
| ν 176 | Νέμοιτο: καρποῖτο. |
| ν 177 | Νένακτο: ἐπεπλήρωτο. Ἰώσηπος· συνεκπίπτει δὲ τοῖς πολεμίοις εἴσω· καὶ πᾶσα οἰκία ὁπλιτῶν νένακτο, τὰ τέγη δ’ ἦν τῶν μαινομένων κατάπλεα. ἐκ τοῦ νάσσω, νάξω, τοῦ καὶ παρ’ Ὁμήρῳ ἐν Ὀδυσσείᾳ. ἐξ οὗ καὶ ὁ ναστὸς ἄρτος. |
| ν 178 | Νενεωλκημένας ναῦς: ἔξω οὔσας, εἱλκυσμένας. |
| ν 179 | Νενημένην καὶ Νενησμένην: σεσωρευμένην. Ξενοφῶν· εὕρῃς γὰρ θησαυροὺς ἐν ταῖς οἰκίαις ἄρτων νενημένων περυσινῶν. καὶ Ἀριστοφάνης· τί κάθησθ’ ἀβέλτεροι, ὄντες λίθοι, ἀριθμός, πρόβατ’, ἄλλως ἀμφορεῖς νενησμένοι; τουτέστιν ἀνόητοι. πρὸς τοὺς θεατάς φησι· διὰ γὰρ τοῦ μωροῦ δοκιμάζεται ὁ φρόνιμος. ἀμφορεῖς δὲ ἀντὶ τοῦ ματαίως κέραμοι σεσωρευμένοι. νηῆσαι γὰρ τὸ σωρεῦσαι. καὶ νῆσαι δισυλλαβῶς. |
| ν 180 | Νενώμεθα: διανενοήμεθα. |
| ν 181 | Νεοαρδέα: νεωστὶ πεποτισμένην. |
| ν 182 | Νεογιλλόν: νεογέννητον. παρὰ τὸ νέον γίνεσθαι, νεογινόν. καὶ ὡς πνεύμων, πλεύμων Ἀττικῶς, καὶ νίτρον, λίτρον, οὕτω νεογινόν, νεογιλόν. |
| ν 183 | Νεογνόν: νεωστὶ γεννηθέντα. |
| ν 184 | Νεοδαμώδης: ὁ ἐλεύθερος παρὰ τοῖς Λακεδαιμονίοις. |
| ν 185 | Νεόδμητον: νεοδάμαστον. καὶ νεοδόμητον. |
| ν 186 | Νεοεργές: προσφάτως εἰργασμένον. |
| ν 187 | Νεοθαλής: νεωστὶ βλαστήσασα. |
| ν 188 | Νεοθανής: νεωστὶ τεθνεώς. |
| ν 189 | Νεοθηγεῖ: νεωστὶ ἀκονηθέντι. ἡ δὲ σέθεν φθιμένης πολιοὺς νεοθηγεῖ σιδήρῳ κείρατο γηραλέης ἐκ κεφαλῆς πλοκάμους. |
| ν 190 | Νεοκαισάρεια: Ποντική, φασί, πόλις. οἱ αὐτῆς καὶ Ἀδριανουπολῖται. ἔστι δὲ καὶ Βιθυνίας. |
| ν 191 | Νεοκαταστάτοις ἀνθρώποις: φησὶ Θουκυδίδης. ἀντὶ τοῦ νεωστὶ κατῳκισμένοις. |
| ν 192 | Νεοκλῆς, Ἀθηναῖος, φιλόσοφος, ἀδελφὸς Ἐπικούρου. ὑπὲρ τῆς ἰδίας αἱρέσεως. ὅτι Νεοκλέους ἐστὶ τό, λάθε βιώσας. |
| ν 193 | Νεοκλείδου κλεπτίστερος: οὗτος κεκωμῴδηται, ὡς ῥήτωρ ἦν καὶ τυφλὸς καὶ συκοφάντης καὶ κλέπτης. Ἀριστοφάνης· Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός, κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντισε. |
| ν 194 | Νεόκμητον: νεωστὶ κατεσκευασμένον. |
| ν 195 | Νεολαία: νέων συναγωγή. ὁ νέος λαός. ὑπὲρ τοῦ τὴν νεολαίαν τὴν Ῥωμαίων ἀξιοζήλως τε καὶ ἅμα τῷ θάρσει διαγωνίζεσθαι. καὶ Αἰλιανός· λοιμὸς γὰρ τῇ Ἐφέσῳ πόλει ἐνήκμαζεν οἷος βαρύτατος, προμοίροις δὲ θανάτοις διεφθείροντο ἡ νεολαία, καὶ ἦν ἀγονία καὶ μέντοι καὶ γυναικῶν καὶ τῆς ἀγέλης τῆς τετράποδος. Νεωλέα δὲ ὁ τοῦ νεὼ λαός. |
| ν 196 | Νεόλεκτος: ὁ νεωστὶ ἠθροισμένος λαός. |
| ν 197 | Νέον· Ὅμηρος νέον ἡβώοντα οὐ λέγει νέον κατὰ ἡλικίαν, ἀλλὰ κατὰ μεσότητα, οἷον νεωστὶ ἡβῶντα. |
| ν 198 | Νέοντας: νηχομένους. ἐφεῖλκον καὶ ἵππους νέοντας τρεῖς ἅμα καὶ τέτταρας τοῖς ἀγωγεῦσι. |
| ν 199 | Νέον τεῖχος: τῆς Αἰολίδος ἐστὶ τόπος. ὁ ἐκεῖθεν Νεοτειχίτης. ὡς καὶ τοῦ Χωλὸν τεῖχος τὸ περὶ Καρίαν Χωλοτειχίτης τὸ τοπικόν. |
| ν 200 | Νεόπλουτος: ὁ νεωστὶ πλουτῶν. |
| ν 201 | Νεορράντῳ: νεαρῷ ἀπὸ τοῦ αἵματος. Σοφοκλῆς· καὶ μοί τις αὐτὸν σὺν νεορράντῳ ξίφει πηδῶντα ἰδὼν ἐδήλωσε. |
| ν 202 | Νέορτον: νέον. τί δ’ ἐστίν, ὦ παῖ Λαΐου, νέορτον αὖ; |
| ν 203 | Νεορρύτοις: νεωστὶ ῥέουσι. |
| ν 204 | Νεός: ἡ νεωστὶ ἠροτριασμένη γῆ. καί τις γεωργὸς πυρὸν εἰς νεὸν σπείρας, φύλασσεν ἑστώς. |
| ν 205 | Νέος ἐστὶ καὶ ὀξύς: ἀμαθής ἐστι καὶ προπετής. |
| ν 206 | Νεοσσία: ἡ καλιὰ τῶν στρουθίων. |
| ν 207 | Νεόσμηκτον: νεόθηκτον. καὶ νεοκάθαρτον. |
| ν 208 | Νεοσσός: ὁ στρουθός. |
| ν 209 | Νεοσπάδα: τὴν νεωστὶ ἀποσπασθεῖσαν. Πισίδης· ταύτην δὲ τὴν φάλαγγα τὴν νεοσπάδα. |
| ν 210 | Νεοτελής: νεωστὶ τετελειωμένος. |
| ν 211 | Νεοτευχές: νεωστὶ κατεσκευασμένον. |
| ν 212 | Νεοττεία: ἡ ἐκλέπισις. |
| ν 213 | Νεόττιον: γέννημα. Ἀριστοφάνης· πέρδιξ γενέσθω τοῦ πατρὸς νεόττιον. τοῦ Πισίου ὁ υἱὸς ὅμοιος βούλεται γενέσθαι τῷ πατρί. ἦν δὲ ὁ Πισίας προδότης. καὶ αὖθις· τρία κνώδαλα ἀναιδῆ, Πισίας Ὀσφύων, Διϊτρέφης. |
| ν 214 | Νεοττός: ἡ τοῦ ᾠοῦ λέκιθος, καὶ τὸ πυρρόν. Μένανδρος Ἀν‐ δρίᾳ· καὶ τεττάρων ᾠῶν μετὰ τοῦτο, φιλτάτη, τὸν νεοττόν. Κλέαρχος ἐν τῷ Περὶ οἴνων συγγράμματί φησιν· ὃ διαδίδοται ἀρχὴ ὑπὸ τὸν ὑμένα λευκόν· ἐν τούτῳ γὰρ τὸ σπέρμα καὶ οὐκ ἐν τῷ καλουμένῳ νεοττῷ. διεψεύσθησαν γὰρ οἱ πρῶτοι τοῦτο φήσαντες. καὶ ἔστι τὸ ὠχρὸν περίττωμα τοῦ σπέρματος. ὅτι δὲ τὸ ὠχρὸν νεοττὸν ἔλεγον, μαρτυρεῖ καὶ Χρύσιππος ἐν τῷ Περὶ χρησμῶν. ὄναρ γάρ τινά φασι θεασάμενον ἐκ τῆς κλίνης αὐτοῦ κρέμασθαι ᾠά, προσαναθέσθαι ὀνειρο‐ κρίτῃ· τὸν δὲ εἰπεῖν, ὀρύττων θησαυρὸν εὑρήσεις κατὰ τὸν τόπον ἐκεῖνον. εὑρόντα δὲ σταμνίον ἐν ᾧ ἀργύριον ἦν καὶ χρυσίον, ἐνεγκεῖν τι τοῦ ἀργυρίου τῷ μάντει· τὸν δὲ μάντιν εἰπεῖν· τοῦ δὲ νεοττοῦ οὐδέν μοι δίδως; καὶ Δίφιλος κέχρηται τῇ λέξει· ᾠῶν δ’ ἐν αὐτῇ διέτρεχεν νεόττια. |
| ν 215 | Νεοττός: καὶ ὁ νεογνὸς ὄρνις. οἶδά τοι ἔγωγε καὶ ἐς ηʹ ὅλας ἡμέρας ἀναλωθέντα αὐτῷ κατοικιδίας ὄρνιθος οὐ μέγαν νεοττόν. |
| ν 216 | Νεουργόν: νεωστὶ εἰργασμένον. |
| ν 217 | Νεόφθιτον: νεωστὶ τελευτῆσαν, νεωστὶ φθαρέν. |
| ν 218 | Νεοφρῶν ἢ Νεοφῶν, Σικυώνιος, τραγικός· οὗ φασιν εἶναι τὴν τοῦ Εὐριπίδου Μήδειαν· ὃς πρῶτος εἰσήγαγε παιδαγωγοὺς καὶ οἰκετῶν βάσανον. ἐδίδαξε δὲ τραγῳδίας ρκʹ. συνῆν δὲ τὰ μετὰ ταῦτα Ἀλεξάνδρῳ τῷ Μακεδόνι, καὶ διότι φίλος ἦν Καλλισθένει τῷ φιλο‐ σόφῳ, σὺν ἐκείνῳ καὶ αὐτὸν ἀνεῖλεν αἰκισμοῖς. |
| ν 219 | Νεόφυτον: τὸ νεωστὶ φυτευθέν. |
| ν 220 | Νεόφυτος: ὄνομα κύριον. |
| ν 221 | Νεοχάρακτα: νεωστὶ κεχαραγμένα. Σοφοκλῆς· ἴχνη τὰ κείνου νεοχάρακτα. ὁπόταν γὰρ νεωστὶ αἱ ἀποχαράξεις τῶν ζῴων γένωνται, μᾶλλον ἐπακολουθοῦσιν οἱ κυνηγέται, πρὶν ὑπὸ ἀνέμου ἀφανισθῇ ἡ ὀδμή. |
| ν 222 | Νεοχμός: νέος, νέαν καὶ ἀκαταπόνητον δύναμιν ἔχων. μὴ παρόντων ἐς τὰς ἀρχὰς ἀνδρῶν τῶν διέπειν ταύτας δυναμένων, πολλὰ νεοχμεῖσθαι ἐν τοῖς πολιτικοῖς. Ἀριστοφάνης· τέρας νεοχμόν. ἀντὶ τοῦ παράδοξον. ἀτοπίας πλέων. ἀντὶ τοῦ θαύματος. |
| ν 223 | Νεοχμοῦν: καινοτομεῖν, νεώτερα ἐργάζεσθαι. νέων ἔχεσθαι πραγμάτων. ὁ δὲ φυλάσσειν τῶν καθεσταμένων οὐδὲν ἠξίου, πάντα δὲ νεοχμοῦν ἐσαεὶ ἤθελε. |
| ν 224 | Νεοχμώσαντες: νεωστὶ κινήσαντες. Ἡρόδοτος. |
| ν 225 | Νεοχμώσειν: νεωτερισθῆναι, καινόν τι ἐργάσασθαι. ἀσχόλους τε γὰρ αὐτοὺς ὄντας διὰ τὸν πόλεμον μηδὲν νεοχμώσειν. |
| ν 226 | Νέω: τὸ κολυμβῶ, καὶ τὸ πορεύομαι. |
| ν 227 | Νεωκορήσει: ἐνίοτε ἀντὶ τοῦ ἱεροσυλήσει. κορεῖν γὰρ λέγουσι τὸ καλλύνειν, τὸ σαροῦν, καὶ ἐκκαλλύνειν. τό τε ἐκκορηθείης ἀντὶ τοῦ ἐκκαλυνθείης. |
| ν 228 | Νεωκόρος: ὁ τὸν ναὸν κοσμῶν καὶ εὐτρεπίζων. ἀλλ’ οὐχ ὁ σαρῶν. |
| ν 229 | Νεωλέα: ὁ τοῦ νεὼ λαός. Νεολαία δὲ ἡ νεόλεκτος. |
| ν 230 | Νεωλκήσας: ἔξω τὴν ναῦν ἑλκύσας. |
| ν 231 | Νέων, Νέωνος: ὄνομα κύριον. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτη‐ σιφῶντος περὶ τῆς πρὸς Φίλιππον τούτου φιλίας φησιν. |
| ν 232 | Νεώνητον: τὸν νεωστὶ ἠγορασμένον. ἐπεὶ μὴ ἐκ γένους ἦν Ἀθηναῖος ὁ Κλέων, ἀλλὰ νεωστὶ προσεληλυθὼς τῇ πολιτείᾳ. ἐμφαίνει δὲ διὰ τούτων, ὅτι καὶ τῶν Ἀθηναίων καθάπτεται, ὅτι δέον πιστεύειν αὐτοὺς τοῖς γνησίοις καὶ πολλὰ τὴν πόλιν εὐεργετηκόσιν, οἱ δὲ μᾶλλον ἐτίμων τὸν Κλέωνα. πεφύκαμεν γὰρ καὶ τῶν οἰκετῶν μᾶλλον πιστεύειν τοῖς οἴκοι γεννηθεῖσι καὶ συντραφεῖσιν, ἢ οἷς ἂν ἐπικτησώμεθα πριάμενοι. |
| ν 233 | Νεωρῆ: νεωστὶ ἠρτημένον· ἢ ἐκ νέου τινὸς καὶ ὥραν ἔχοντος νέαν. ὁρῶ νεωρῆ βόστρυχον τετμημένον. καὶ Σοφοκλῆς· φόβον νεωρῆ τῆς ἐμῆς ἐπεισόδου. |
| ν 234 | Νεώρια: ὁ ναύσταθμος τῶν νεῶν. ἐμπρήσαιεν ἂν τὸ νεώριον. ἐνθεὶς ἂν ἐς τίφην ἀνὴρ Βοιώτιος, ἅψας ἂν ἐσπέμψειεν ἐς τὸ νεώριον. τίφη μὲν θηλυκῶς ἡ καὶ σίλφη, ζωΰφιον κανθαρῶδες. ᾧ δοκοῦσι Βοιωτοὶ ἐμπηγνύντες δᾷδα ἡμμένην ἤ τι τοιοῦτον ἐμπυρίζειν ὃ δύνανται. τοῦτο δὲ καὶ δι’ ἀλωπέκων καὶ χελωνῶν ἐγένετο. Τῖφος δέ γε τὸ δάσος. παρὰ τὸ ὑπο‐ τύφειν, φασί, καὶ κρύπτειν τὰ ἔσω αὐτοῦ, τροπῇ συνήθει τοῦ υ εἰς ι. ἡ δὲ τίφη καὶ σπερματίου λεπτοῦ ἐστιν ὄνομα. |
| ν 235 | Νεώρια καὶ Νεώσοικοι: μήποτε νεώρια λέγεται ὁ τόπος ἅπας, εἰς ὃν ἀνέλκονται αἱ τριήρεις καὶ πάλιν ἐξ αὐτοῦ καθέλκονται, ὡς ὑποσημαίνουσι Λυκοῦργός τε καὶ Ἀνδοκίδης. |
| ν 236 | Νεώς: Ἀττικῶς, ὁ ναός. θηλυκῶς δὲ ἐπὶ γενικῆς νεώς, τοῦ πλοίου. |
| ν 237 | Νεώσατε: ἀροτριάσατε. |
| ν 238 | Νεῶσι· Δημοσθένης κατ’ Αἰσχίνου. πόλις ἐστιν ἐν τῇ Φωκίδι. Ἡρόδοτος μὲν ἐν ηʹ Νεῶνα ὀνομάζει, Ἀνδροτίων δὲ ἐν ϛʹ Ἀτθίδος Νεῶνας. |
| ν 239 | Νεωστί: προσφάτως. ὥσπερ ἐκ τοῦ μεγάλων μεγάλως καὶ Ἀττικῶς μεγαλωστί, οὕτω νέων, νέως, νεωστί. καὶ ἔστιν ὅμοιον τὸ οὕτω τι· εἰ καὶ βα‐ ρύνεται ἐκεῖνο. |
| ν 240 | Νεώσοικοι: οἰκήματα παρὰ τῇ θαλάσσῃ οἰκοδομούμενα εἰς ὑπο‐ δοχὴν νεῶν, ὅτε μὴ θαλαττεύοιεν. ὅτι Πολυκράτης ὁ Σαμίων τύραννος τῶν ὑφ’ ἑωυτῷ ὄντων πολιητέων τὰ τέκνα καὶ τὰς γυναῖκας ἐς νεωσοίκους συνειλήσας εἶχεν ἑτοίμους, ἢν ἄρα προδιδῶσιν οὗτοι πρὸς τοὺς κατιόντας, ὑποπρῆσαι αὐτοῖσι τοῖσι νεωσοίκοισι. |
| ν 241 | Νέωτα: τὸ ἐπιὸν ἔτος· ἤτοι εἰς τὸ μέλλον. παρὰ τὸ ἔνος φασιν, ἔνοστα, καὶ ἀπελεύσει τοῦ ς ἔνοτα, καὶ μεταθέσει τοῦ ε καὶ ἐκτάσει τοῦ ο εἰς ω νέωτα. αἰεὶ γεωργὸς ἐς νέωτα πλούσιος. ἢ ἐκ τοῦ νέως, ἐξ οὗ τὸ νεωστί, νέωστα, ὡς δή, δῆτα, ἐπεί, ἔπειτα, καὶ ἐκδρομῇ τοῦ ς νέωτα. τὸ ἐκ νέου, καὶ ἔναγχος. |
| ν 242 | Νεώτερα· τοῦτον δὲ ἀνεῖλον ὡς νεώτερα κατὰ Ῥωμαίων πράτ‐ τοντα. |
| ν 243 | Νεωτερίζει: καινὰ πράττει. |
| ν 244 | Νεωτερίζειν. Θουκυδίδης· τῆς ἡμέρας τὸ πνῖγος ἐλύπει, νύκτες δὲ μετοπωριναὶ καὶ ψυχραὶ τῇ μεταβολῇ ἀσθένειαν ἐνεωτέριζον. ὁ δὲ βάρβαρος οὐδὲ ἐπὶ τὴν νεωτερίζουσαν τὰ πράγματα τύχην ἔσχεν ἀνενεγκεῖν τὴν αἰτίαν, ὡς ἂν ἔννομόν τινα καὶ ὕπαιθρον ἀγωνισάμενος μάχην. |
| ν 245 | Νεωτερισμός. ἀνταρσία. |
| ν 246 | Νεώτερον: καινόν. ὁ δὲ ἔλεγε δεδιέναι ἂν ἀδόκητόν τι καὶ νεώτερον κακὸν ἀπαντήσῃ. |
| ν 247 | Νεωτεροποιός: ἀντάρτης, τύραννος, ἐπιθέτης. |
| ν 248 | Νεώτερος: τὸ συγκριτικὸν ἀντὶ τοῦ ἁπλοῦ. ἀντὶ τοῦ νέος. |
| ν 249 | Νέπετος: πόλις Ἰταλίας. παρὰ Διονυσίῳ ἐν Ῥωμαϊκοῖς. τὸ ἐθνικὸν σεση‐ μείωται· Νεπεσῖνος γάρ, τροπῇ τοῦ τ εἰς ς. |
| ν 250 | Νέποδες: οἱ ἰχθύες. παρὰ τὸ νε στερητικὸν καὶ τὸ ποῦς· ἄποδες γάρ εἰσιν. ἐν Ἐπιγράμμασι· πτηνὰ καὶ ἀγροτέρων κέρδεα καὶ νε‐ πόδων. |
| ν 251 | Νέποδες: νηξίποδες· τὸ γὰρ ἄποδες ψεῦδος· ἔχουσι γὰρ πόδας αἱ φῶκαι. ἀμφὶ δέ μιν φῶκαι νέποδες. Ὅμηρος. Νέπως δέ, Νέπωτος, ἐθνικόν. καὶ ὄρους δὲ ἀνύδρου ὄνομα. παρὰ τὸ νε στερητικὸν καὶ τοῦ πῶμι, πώσω, κατὰ τοὺς παλαιούς. ἐξ οὗ δηλαδὴ οὐκ ἔστι πιεῖν. |
| ν 252 | Νέρβας, βασιλεὺς τῶν Ῥωμαίων. οὗτος καὶ τὸν εὐαγγελιστὴν Ἰωάννην ἀπὸ τῆς ἐξορίας Πάτμου ἀνακαλέσας ἤγαγεν ἐν Ἐφέσῳ· καθ’ ὃν καιρὸν καὶ τὸ τῶν Μανιχαίων ἀνεφάνη δόγμα, αὐτοῦ Μάνεντος φανερῶς ἐξηγουμένου. |
| ν 253 | Νεργόβριγες· ἐθνικόν. Ἀππιανός· Νεργόβριγες δ’ αὐτοῦ περὶ τῆς μετριοπαθείας πυθόμενοι ἐθαύμαζον. |
| ν 254 | Νέρων, βασιλεὺς Ῥωμαίων. οὗτος κραταιουμένης αὐτῷ τῆς βασιλείας ἐς ἀνοσίους πράξεις ἐξώκειλε καὶ ἀλλότρια τῆς βασιλείας ἐπετήδευσε πράγματα, κιθαρίζων καὶ τραγῳδῶν καὶ ὀρχούμενος ἐπὶ τῶν θεάτρων. καὶ πρὸς πάσαις αὐτοῦ ταῖς ἀθεμιτουργίαις καὶ τὸ τῆς θεομαχίας μύσος προσέθηκε, διώκτης πρῶτος γενόμενος τοῦ θείου λόγου. μετὰ δὲ ταῦτα ἀνεῖλε καὶ τὴν μητέρα καὶ ἑαυτόν. ὅτι Νέρων ἔτι νέος ὢν ἐσχόλαζε φιλοσόφοις καὶ τὰ περὶ τοῦ Χριστοῦ κατεμάνθανεν· ἔτι γὰρ ἐνόμιζεν αὐτὸν τοῖς ἀνθρώποις συναναστρέφεσθαι. καὶ μαθών, ὅτι ὑπὸ τῶν Ἰουδαίων ἐσταυρώθη, ἠγανάκτησε καὶ προσέταξεν ἐλθεῖν τοὺς ἱερεῖς Ἄνναν καὶ Καϊάφαν καὶ αὐτὸν Πιλάτον τὸν ἄρχοντα τότε γενόμενον σιδηροδεσμίους. καὶ καθίσας ἐπὶ τῆς συγκλήτου τὰ περὶ αὐτοῦ πεπραγμένα κατεμάνθανεν. οἱ οὖν περὶ τὸν Ἄνναν καὶ Καϊάφαν ἔλεγον, ὅτι ἡμεῖς τοῖς νόμοις αὐτὸν παρεδώκαμεν καὶ εἰς καθοσίωσιν οὐχ ἡμάρτομεν· ὁ γὰρ ἄρχων ἐξουσίαν ἔχων ὅσα ἠβουλήθη ἔπραξεν. ἀγανακτήσας οὖν ὁ Νέρων Πιλάτον ἐν τῷ δεσμωτηρίῳ ἐνέβαλε, τοὺς δὲ περὶ τὸν Ἄνναν καὶ Καϊάφαν ἀπέλυσεν. ἤκμαζε δὲ τότε καὶ Σίμων ὁ μάγος. καὶ διαλεγομένων Πέτρου καὶ Σίμωνος παρουσίᾳ Νέρωνος, ἤχθη Πιλάτος ἀπὸ τοῦ δεσμωτηρίου· καὶ παρισταμένων τῶν τριῶν τῷ Νέρωνι, ἐρωτᾷ τὸν Σίμωνα, σὺ εἶ ὁ Χριστός; ὁ δὲ λέγει, ναί. εἶτα ἐρωτᾷ τὸν Πέτρον, σὺ εἶ ὁ Χριστός; ὁ δὲ λέγει, οὔ· ἐμοῦ γὰρ παρ‐ ισταμένου εἰς τὸν οὐρανὸν ἀνελήφθη. ἠρώτησε δὲ καὶ τὸν Πιλάτον, ποῖός ἐστιν ἐκ τούτων ὁ λεγόμενος Χριστός; καὶ εἶπεν, οὐδὲ εἷς· ὁ μὲν γὰρ Πέτρος μαθητὴς αὐτοῦ γέγονε καὶ εἰσηνέχθη παρ’ ἐμοὶ ὡς μαθητὴς αὐτοῦ καὶ ἠρνήσατο αὐτὸν λέγων, οὐκ οἶδα τὸν ἄνθρωπον· καὶ ἀπέλυσα αὐτόν. οὗτος δὲ ὁ Σίμων οὐδαμῶς ἔγνωσταί μοι, οὐδεμίαν δὲ ἔχει ὁμοιότητα πρὸς ἐκεῖνον· ἔστι γὰρ οὗτος καὶ Αἰγύπτιος καὶ ἐμπληθὴς καὶ κατάκομος καὶ μέλας, παντελῶς τῆς ἐκείνου μορφῆς ἀλλότριος. ἀγανακτήσας οὖν ὁ βασιλεὺς κατὰ μὲν τοῦ Σίμωνος ὡς ψευσαμένου καὶ εἰπόντος ἑαυτὸν Χριστόν, κατὰ δὲ τοῦ Πέτρου ὡς ἀρνησαμένου τὸν διδάσκαλον ἐξέβαλεν αὐτοὺς ἀπὸ τοῦ συνεδρίου. τὸν δὲ Πιλάτον τῆς κεφαλῆς ἀπέτεμεν ὡς τηλικοῦτον ἄνθρωπον ἀνελεῖν τολμήσαντα δίχα βασιλικῆς προστάξεως. ὡς δὲ ἐκλήθη ὁ Νέρων πηλὸς αἵματι πεφυρμένος. κεῖται ἐν τῷ Ἀλέξανδρος Αἰγαῖος. |
| ν 255 | Νέρτερος: κατώτερος. τὸ ἐντελὲς ἐνέρτερος καὶ ἀφαιρέσει νέρτερος. ὁμοίως τὸ ἔνερθεν, νέρθεν· οὕτω καὶ ἐκ τοῦ ἐς κόρακας τὸ σκορακίζειν. |
| ν 256 | Νέσσος: ὁ Κένταυρος, περὶ οὗ φησι Σοφοκλῆς. Δηϊάνειρά φησιν· οὕτως ἔχει γ’ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖν ἔνεστι, πείρᾳ δ’ οὐ προσ‐ ωμίλησά τω. ἀλλ’ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐδ’ εἰ δοκεῖς ἔχειν, ἔχοις ἂν γνῶναι μὴ πειρωμένη. |
| ν 257 | Νέσσων: πόλις Θεσσαλίας. καὶ λίμνη Νεσσωνίς. |
| ν 258 | Νεστορέῃ: τῇ τοῦ Νέστορος. καὶ Νεστόρειος οἶκος, τοῦ Νέστορος. |
| ν 259 | Νεστορίδης: πατρωνυμικόν. |
| ν 260 | Νεστόριος· μετὰ Μάνεντα καὶ Παῦλον καὶ Ἀπολινάριον καὶ Θεόδωρον ἐφάνη Νεστόριος ἀπὸ Γερμανικείας τῆς Συρίας, τὸν θρόνον Κωνσταντινουπόλεως δραξάμενος· ὁμοίως τῇ φωνῇ τῶν ἐν Χριστῷ δύο φύσεων κακοφρόνως ἀποχρησάμενος Παύλῳ καὶ Θεοδώρῳ τοῖς ἑαυτοῦ προγόνοις· υἱὸς μὲν γὰρ ἦν τοῦ Κίλικος, ἀπόγονος δὲ τοῦ Σαμοσατέως. καὶ διὰ τοῦτο πρὸς τὴν ἁγίαν παρθένον καὶ θεοτόκον ἄσπονδον ἤρατο πόλεμον. τρίτος προστάτης γεγονὼς τῆς Ἰουδαϊκῆς ταύτης αἱρέσεως ἄλλον εἶναι παρ’ ἑαυτῷ τὸν Χριστὸν καὶ ἄλλον τὸν θεὸν λόγον κατὰ τὴν πατρικὴν αὐτοῦ πλάνην ἐδογμάτισε. μετὰ δὲ τοῦτον Εὐτύχης. οὗτος δὲ ὁ Νεστόριος φυσικῶς εὔλαλος ὢν πεπαιδεῦσθαι μὲν ἐνομίζετο, τῇ δὲ ἀληθείᾳ ἀνάγωγος ἦν καὶ τὰς τῶν παλαιῶν ἑρμηνεύων βίβλους ἀπηξίου μανθάνειν· τυφούμενος γὰρ ὑπὸ τῆς εὐγλωττίας οὐκ ἀκριβῶς προσεῖχε τοῖς παλαιοῖς, ἀλλὰ πάντων κρείττονα ἐνόμιζεν ἑαυτόν. |
| ν 261 | Νέστωρ, Λαρανδεύς, ἐκ Λυκίας, ἐποποιός, πατὴρ Πεισάνδρου τοῦ ποιητοῦ, γεγονὼς ἐπὶ Σευήρου τοῦ βασιλέως· Ἰλιάδα λειπογράμ‐ ματον ἤτοι ἀστοιχείωτον· ὁμοίως δὲ αὐτῷ ὁ Τρυφιόδωρος ἔγραψεν Ὀδύσσειαν· ἔστι γὰρ ἐν τῇ πρώτῃ μὴ εὑρίσκεσθαι ἄλφα καὶ κατὰ ῥαψῳδίαν οὕτως τὸ ἑκάστης ἐκλιμπάνειν στοιχεῖον. Μεταμορφώσεις, ὥσπερ καὶ Παρθένιος ὁ Νικαεύς, καὶ ἄλλα. |
| ν 262 | Νεοίη: θράσος νεότητος, προπέτεια. ἐπίρρημα παρ’ Ὁμήρῳ γίνε‐ ται ἐκ τοῦ νέος, νεοῖος, ὡς ἠώς, ἠά, ἠοῖος. |
| ν 263 | Νέοις μὲν ἔργα, βουλὰς δὲ γεραιτέροισιν. |
| ν 264 | Νευθάν: εἶδος μέτρου. |
| ν 265 | Νεῦμαι: ἀντὶ τοῦ ἐλεύσομαι. Ὅμηρος· ἠῶθεν γὰρ νεῦμαι. ἐν‐ εστῶτός ἐστι νέομαι, νεῦμαι. βούλεται δὲ εἰπεῖν ἐλεύσομαι. |
| ν 266 | Νεῦρα μάχης: ὁ πλοῦτος. Πισίδης· βλέπων μάλιστα καὶ τὰ νεῦρα τῆς μάχης, τὸν πλοῦτον ἐκρεύσαντα πρὸς τοὺς βαρβάρους. |
| ν 267 | Νευράν: χορδήν. τὸ παχὺ ἔντερον τοῦ προβάτου. |
| ν 268 | Νευρῆφιν: ἐκ τῆς νευρᾶς τοῦ τόξου. |
| ν 269 | Νεῦροι θ’ Ἱπποπόδες τε: οἱ αὐτοὶ καὶ Νευρῖται. Σαρματίας ἔθνος. ἡ χώρα Νευρίς. |
| ν 270 | Νεῦρον: δι’ οὗ νεύει τὰ κατὰ σῶμα. ἢ παρὰ τὸ νέω· νεῖται γὰρ τὰ νεῦρα δι’ ὅλου τοῦ σώματος. |
| ν 271 | Νευροσπαδὴς ἄτρακτος: παρὰ Σοφοκλεῖ ἐν Φιλοκτήτῃ. ὃν ἀφίησί τις τῇ νευρᾷ ἐπισπώμενος αὐτόν. |
| ν 272 | Νευσούμενοι: κολυμβήσοντες. Ξενοφῶν· ἐκδύντες, ἔχοντες τὰ ἐγχειρίδια γυμνοὶ ὡς νευσούμενοι ἐπειρώμεθα διαβαίνειν. |
| ν 273 | Νεφέλαι: ἡ καπνώδης ἐκ γῆς ἀναθυμίασις. καὶ εἶδος δικτύου θηρευτικοῦ. ἐτυμολογεῖται νεφέλη παρὰ τὸ νείφειν, ὅ ἐστι βρέχειν, καὶ τὸ ἕλκειν. ἡ βροχὴν ἐφελκομένη. |
| ν 274 | Νεφέλας ξαίνεις: ἐπὶ τῶν μάτην πονούντων καὶ ἀδυνάτων. εἴληπται ἴσως τὸ ξαίνειν ἐκ τοῦ εἰπόντος, ἐοικέναι τὰς νεφέλας ἐρίοις ἀναπεπταμένοις. |
| ν 275 | Νεφελοκοκκυγία: πόλις παρὰ Ἀριστοφάνει πεπλασμένη εἰς τὸν ἀέρα οὖσα. ἣν παίζει ἐκεῖνος ὑπὸ ὀρνίθων πεπολίσθαι. |
| ν 276 | Νεφθαλείμ: ὄνομα πόλεως. |
| ν 277 | Νεφθαλῖται: ἔθνος ἐπικρατῆσαν τῆς ἕω παρὰ Ἰωσήπῳ. |
| ν 278 | Νέφος: οἱονεὶ νέφαος, τὸ ἐστερημένον φωτός. οὕτω καὶ κνέφας, τὸ κενὸν φάους. |
| ν 279 | Νεφροί: οἱ λογισμοί. ἐπειδὴ τὰς ὑπογαστρίους ὀρέξεις οἱ νεφροὶ διεγείρουσιν, ἐντεῦθεν κινοῦνται τῆς ἐπιθυμίας οἱ λογισμοί. |
| ν 280 | Νεφροὶ σώματος: εἰς οὓς νείφεται τὸ οὖρον. |
| ν 281 | Νείατος: ἔσχατος. καὶ οὐδέτερον Νείατον. |
| ν 282 | Νείαιρα: τόπος ἔσχατος τῆς γαστρός. |
| ν 283 | Νεικέσαι: παρ’ Ὁμήρῳ τὸ λοιδορῆσαι, ἀλλ’ οὐ τὸ κρῖναι. |
| ν 284 | Νεικεῖ: ψέγει, φιλονεικεῖ. |
| ν 285 | Νεικείῃσι: κακολογήσει. |
| ν 286 | Νείκη: ἡ φιλονεικία. |
| ν 287 | Νεῖκος: διαφορὰ μετ’ ἐπιπλήξεως· οἱ δὲ μάχη, φιλονεικία, λοιδορία. ὅς με μετ’ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει. λέγων κατὰ μέμψιν. καί, νεῖκος Ὀδυσσῆος. καὶ μάχη. ἐπεὶ ὣς ἄγε νεῖκος Ἀθήνη. Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη. Νῖκος δὲ ἡ νίκη, διὰ τοῦ ι. οὐ μόνον δὲ ἡ φιλονεικία διὰ διφθόγγου, ἀλλὰ καὶ ἡ διὰ χειρῶν μάχη. |
| ν 288 | Νείλεως: ὄνομα κύριον· ὁ καὶ Νειλεὺς κοινῶς ἢ Νείλευς Αἰολικῶς· οὗ ἀποικία περιᾴδεται εἰς Ἀσίαν. γίνεται, φασί, παρὰ τὸ νέος καὶ τὸ λεὼς Νεόλεως καὶ κράσει τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογγον Νείλεως, ὁμοίως τῷ Κλεοσθένης, Κλεισθένης, Πλεοσθένης, Πλεισθένης, δέον, δεῖν, πλέον, πλεῖν ἤ, φασίν, ἀπὸ τοῦ Νηλεὺς Νηλέως γενικῆς γέγονεν ἀναδρομῇ τῆς γενικῆς εἰς εὐθεῖαν καὶ τροπῇ Βοιωτικῇ τοῦ η εἰς τὴν ει δίφθογγον Νείλεως, Αἰολικῶς μετὰ προπαροξυτονή‐ σεως. |
| ν 289 | Νεῖλος: ὁ ποταμός. καὶ οὐδετέρως Νειλομέτριον, τὸ τοῦ Νείλου μέτρον. καὶ Νειλῴοις. καὶ Νεῖλος, ὄνομα κύριον. Νέϊλος γάρ φασι παρὰ τὸ νέειν, ἤγουν ῥέειν, ἰλύν, ἵνα ᾖ Νέϊλος, Νεῖλος. ζήτει περὶ τοῦ Νείλου ἐν τῷ Βραχμᾶνες. |
| ν 290 | Νεῖν: κολυμβᾶν, καὶ τὸ νήθειν κρόκην. Ἀρριανός· ὅσοι κουφότατοι καὶ κουφότατα ὡπλισμένοι καὶ τοῦ νεῖν δαημονέστατοι, τούτους ἐκνήξασθαι κελεύει ἀπὸ συνθήματος. καὶ αὖθις· ὥσπερ γὰρ οἱ ὄρνιθες ἵπτασθαι καὶ νεῖν ἰχθύες αἵ τε ἔλαφοι θεῖν, ἐπεὶ πεφύκασιν, οὐδὲν τοῦ διδαχθῆναι προσδέονται. τοῦ δὲ νεῖν, ἤτοι νήθειν, χρῆσις παρ’ Ἡσιόδῳ ἐν τῷ, τῇ γάρ τοι νεῖ νήματ’ ἀερσιπότητος ἀράχνης. τινὲς δὲ τὸ νεῖ νήματα διὰ τοῦ η ἔγραψαν, ὡς ἀποκοπὲν ἐκ τοῦ νήθει. πλὴν καὶ οὕτως ἡ ἀναλογία τὸ νῶ, νεῖς, νεῖ οἶδε πρωτότυπον· ἐξ οὗ παράγωγον τὸ νήθω· τὸ κνῶ, κνήθω, σῶ, σήθω. |
| ν 291 | Νειός: ἡ νενεασμένη γῆ. καὶ Νειοῖο. |
| ν 292 | Νεῖσθαι: κολυμβᾶν. |
| ν 293 | Νεῖται: ἀφίξεται, ἐλεύσεται. οὐδ’ ἔτι νεῖται ἰξὸν ἐπ’ ἀγρευ‐ ταῖς χευάμενος καλάμοις. |
| ν 294 | Νείφω: τὸ βρέχω, διὰ διφθόγγου. Νιφόμενος δὲ χιονιζό‐ μενος, διὰ τοῦ ι. Νήφων δὲ ἐγρηγορῶν, διὰ τοῦ η. |
| ν 295 | Νῆ: στερητικὸν ἐπίρρημα. ἔστι δὲ καὶ ἐπιτατικόν. ὅθεν νήχυτον ὕδωρ καὶ νήχυτος ὄρπηξ. |
| ν 296 | Νῆα: ναῦν, πλοῖον. ὅτι δὲ διαφέρει πλοῖα νηῶν, ὡς οἱ παλαιοὶ παρασημειοῦνται, δεδήλωται καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. |
| ν 297 | Νηγάτεον: λεπτόν, καινόν, ἁπαλόν, λευκόν, εὐφυές. τινὲς μὲν οὕτω νηγάτεον, τὸ καινόν, ὡς νεηγάτεον, τὸ ἐκ νέου γεγενημένον, πρὸς ὁμοιότητα τοῦ νεηγενές. ἕτεροι δὲ κατὰ στέρησιν τὸ μὴ γατόν, ἤγουν γεγονός, ἀλλ’ οἷον ἀχειρόκμητον. |
| ν 298 | Νήγρετος: ἀνέγρετος. |
| ν 299 | Νὴ Δία: μὰ τὸν Δία. |
| ν 300 | Νήδυμος: ὁ ἡδὺς καὶ γλυκὺς ὕπνος. ἢ ὁ βαθὺς καὶ ἀνέκδυτος· παρὰ τὸ νη στερητικὸν καὶ τὸ δύω ῥῆμα. |
| ν 301 | Νηδύς: γαστήρ, μήτρα. |
| ν 302 | Νήεον ὕλην: ἐσώρευον ὕλην. καὶ νηήσας, σωρεύσας. |
| ν 303 | Νῆες: τὰ πλοῖα. |
| ν 304 | Νήϊα: τὰ ναυπηγήσιμα ξύλα. καὶ Νήϊον, ὄρος Ἰθάκης, τὸ καὶ Ὑπονήϊον. |
| ν 305 | Νήϊδα: ἄπειρον, ἀμαθῆ, ἀσθενῆ. Νηΐδες δὲ νύμφαι. |
| ν 306 | Νῆϊς: οὐκ εἰδώς, ἄπειρος. τὴν δὲ Νηΐδα νύμφην, παρὰ τὰ νάματα ἔνιοι, καὶ τὸν Νεῖλον. καὶ ἐν Σάμῳ δὲ θηρία γενέσθαι, ὧν φθεγγομένων ῥήγνυσθαι τὴν γῆν· ἐκαλοῦντο δὲ νήϊα, ὡς Εὐταίων. |
| ν 307 | Νηΐτης: ὁ διὰ τῶν νηῶν. οὐ μόνον νηΐτῃ στόλῳ, ἀλλὰ καὶ διὰ γῆς κατὰ Βανδίλων ἐστράτευσε. καὶ Αἰλιανὸς περὶ Λακεδαι‐ μονίων· νηΐταις κινδύνοις μὴ πάνυ συντραφέντες. |
| ν 308 | Νηκερδής: ἀνωφελής, ἀσύνετος. |
| ν 309 | Νηκούστησε: παρήκουσε. |
| ν 310 | Νηκτά: ἔνυδρα, κολυμβητά. |
| ν 311 | Νηλεῶς: ἀπανθρώπως, σκληρῶς. λέγεται καὶ Νηλειῶς. |
| ν 312 | Νηλεύς: ὄνομα κύριον. |
| ν 313 | Νηλής: ὁ ἀνηλεής. |
| ν 314 | Νηλίπους: ὁ ἀνυπόδητος. παρὰ τὸ νη στερητικὸν καὶ τὸ λίπος. γερονταγωγεῖ, πολλὰ μὲν κατ’ ἀγρίαν ὕλην ἄσιτος νηλίπους τ’ ἀλω‐ μένη. |
| ν 315 | Νηλιτής: ὁ ἁμαρτωλός. τούτου ἐστὶ καὶ θηλυκὸν αἱ Νηλιτίδες ἐν Ὀδυσσείᾳ· ἐκ τοῦ νηλίτης βαρυτόνου ἀρσενικοῦ. καὶ ἔστι μὲν ἡ ἀπ’ ἀρχῆς δευ‐ τέρα, ἤγουν ἡ λι συλλαβὴ ἀναλόγως ἐν τῷ βιβλίῳ τούτῳ διὰ τοῦ ι. οἱ δὲ Τεχνικοὶ διὰ τοῦ η εἰδότες αὐτὸ καὶ ζητοῦντες αἰτίαν, Αἰολικὴν αἰτιῶνται τροπὴν τοῦ ι εἰς η· ὃ πρὸς ἄλλοις καὶ ἐν τῷ ψιμύθιον, καὶ Αἰολικῶς ψημύθιον. λύσις ὀνείρου· νενησμένα κρατῶν δὲ προσδόκα λύπας. |
| ν 316 | Νῆμα: καὶ νήματα. ἐκ τοῦ νήθω, τὸ κλώθω. μάλιστα ἐκ τοῦ νῶ, νήσω. |
| ν 317 | Νημερτές: ἀληθές. καὶ Νημερτής. |
| ν 318 | Νηνεμία: ἀνέμων ἀπουσία. |
| ν 319 | Νήνεμος: ἄνεμον οὐκ ἔχων. |
| ν 320 | Νηοφυλακεῖον. μήποτε προπαροξυτόνως καὶ διὰ τοῦ ι ὡς γαζοφυλάκιον. |
| ν 321 | Νηπενθές: ἀπενθές. ἄχολόν τε κακῶν ἐπίληθον ἁπάντων. |
| ν 322 | Νήπειον φρόνημα· Νηπία δὲ ἡλικία. |
| ν 323 | Νήπια: τὰ βρέφη. παρὰ τὸ νη στερητικὸν καὶ τὸ ἔπος, τὰ μήπω λέγειν δυνάμενα. ἢ παρὰ τὸ νη ἐπιτατικὸν καὶ τὸ ἤπιον, τὰ παρὰ τὸ δέον ἤπια. |
| ν 324 | Νηπιέη: ἀφροσύνη. κτητικὸν τοῦτο τοῦ νήπιος. |
| ν 325 | Νήπιος: ἄφρων, ἀνόητος. Φίλιππος ὁ Μακεδὼν πολλοὺς ἀνελὼν ὕστερον ἐφθέγξατο τοῦτον τὸν στίχον· νήπιος, ὃς πατέρα κτείνας υἱοὺς καταλείπει. Νήπιοι, οὐδ’ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντός. ἔσθ’ ὅτε γὰρ πλειόνων ἐπιθυμῶν τις ἀποβάλλει καὶ ἃ ἔχει. |
| ν 326 | Νηποινί: ἄνευ τιμωρίας καὶ ποινῆς. αἰτιώτατος γεγονὼς τῆς στάσεως οὐ φεύξεται νηποινὶ τὸ ἐπίκλημα. καὶ αὖθις· οὐ γὰρ νηποινί γε πείσεσθαι, ἃ πρὸς αὐτῶν ἐπεπόνθει. |
| ν 327 | Νηπύτιος: νήπιος· ποιητικῶς. ἐστερημένος τοῦ πεπνῦσθαι. Ἀριστοφάνης Νεφέλαις· νηπύτιος γάρ ἐστι καὶ τῶν κρεμάθρων οὐ τρίβων τῶνδε. |
| ν 328 | Νηρεύς: ὁ θαλάσσιος θεός. παρὰ τὸ νάω, τὸ ῥέω. |
| ν 329 | Νηρῇδας: τὰς νύμφας, κατὰ συγκοπὴν τοῦ ι. |
| ν 330 | Νηρηΐδες: νύμφαι. νʹ τὸν ἀριθμόν εἰσι. Σοφοκλῆς· τῶν ἑκα‐ τομπόδων Νηρηΐδων ἀκόλουθοι. |
| ν 331 | Νηρῇς: κατὰ συναίρεσιν ἐκ τοῦ Νηρηΐς, ὥσπερ καὶ τὸ Χρυσηΐς, Χρυσῇς, καὶ Βρισηΐς, Βρισῇς. |
| ν 332 | Νηρίθμους: ἀναριθμήτους, ἀπείρους. |
| ν 333 | Νηρηΐνη. θυγάτηρ τοῦ Νηρέως. |
| ν 334 | Νηρίον. ἴσως ὁ νηρίτης, ὑποκοριστικῶς, ἵνα ἐκ τοῦ νηρός. ὅθεν ὁ νηρίτης εἴη καὶ τὸ Νηρίον. |
| ν 335 | Νηρίς: πόλις Μεσσήνης. |
| ν 336 | Νηρίτης: θαλάσσιος κόχλος. ἐκ τοῦ νέω, νῶ, νήσω, τὸ κολυμβῶ, νηρός, ἰχθύς. καὶ νηρὸς μυχὸς παρὰ Λυκόφρονι ὁ κοῖλος, ἢ κάθυγρος. καὶ ἐκ τοιαύτης παραγωγῆς ὁ νηρίτης. εἰ γὰρ ἦν κατά τινας ἐκ τοῦ Νηρεύς, διὰ διφθόγγου ἂν εἶχε τὴν παραλήγουσαν ὁ νηρίτης. |
| ν 337 | Νήριτον: ὄρος. ἔστι καὶ νήριτος ὕλη, ἡ δασυτάτη· πρὸς ἣν οὐκ ἂν ἑτέρα ἐρίσοι. Νήρικον δὲ ἐν τῷ κʹ τόπος Ἠπείρου ἐν Ὀδυσσείᾳ, ἡ ὕστερον Λευκάς. |
| ν 338 | Νῆσσα: τὸ ὄρνεον. καὶ Νῆττα λέγεται Ἀττικῶς. ἐκ τοῦ νῶ, νήσω, τὸ κολυμβῶ. |
| ν 339 | Νῆσσα: ὄνομα κύριον. ὅτι Δυσαύλης ὄνομα συνῴκησε τῇ Βαυοῖ καὶ ἔσχε παῖδας Πρωτονόην τε καὶ Νῆσσαν. |
| ν 340 | Νῆσαι: σωρεῦσαι. καὶ Νήσουσι, σωρεύσουσι. ἔστι καὶ νηῆσαι τρισύλλαβον. |
| ν 341 | Νησίον· καὶ Νησιώτης, ὁ ἀπὸ νήσου. καὶ Νησύδριον, νησίον μικρόν. |
| ν 342 | Νῆσις, Νήσιδος: ὄνομα πόλεως, καὶ ὄνομα θεᾶς. Νησῖδος δὲ τὸ ὑποκοριστικόν. ἐν Ἐπιγράμμασι· ἀκταίης νησῖδος ἁλιξάντοισι χοιράσι. |
| ν 343 | Νῆσος. ἐκ τοῦ νῶ, νήσω· ἡ οἷον ἐγκολυμβῶσα ὕδατι. ἤ, φασί, καὶ ὡς ἀπὸ τοῦ ὀρνέου τῆς νήσσης, καθ’ ὁμοιότητα. ἐντεῦθεν Νησίτης καὶ πλεονασμῷ Νησιώτης, ὡς ἀγροιώτης. |
| ν 344 | Νησώπη: νῆσος Λέσβου, τὸν Σίγριν, φασί, λιμένα ποιοῦσα. |
| ν 345 | Νηστεία: ἐκ τοῦ νηστεύω. καὶ Νήστιμος, ἡ τῆς νηστείας ἡμέρα. |
| ν 346 | Νῆστις: ὁ ἄσιτος, καὶ τὸ μεταξὺ τῆς κοιλίας καὶ τοῦ στομάχου ἔντερον. παρὰ τὸ νη στερητικὸν μόριον καὶ τὸ ἔδειν, ὁ ἐστερημένος τοῦ ἔδειν, ἢ παρὰ τὸ νη στερητικὸν καὶ τὸ σῖτος. Νῆστίς θ’, ἣ δακρύοις γε πικροῖς νωμᾷ βρότειον γένος. τὸ ὕδωρ λέγων. |
| ν 347 | Νήτη: χορδὴ μουσικὴ ὀξὺν φθόγγον ἀποτελοῦσα. |
| ν 348 | Νὴ τήν: μὰ τήν. ἐλλειπτικόν, κατὰ τὸ μὰ τὸν καὶ μὰ τάς. |
| ν 349 | Νὴ τὴν ἱερὰν κεφαλήν: τὸ νὴ κατωμοτικόν ἐστιν ἐπίρρημα, τουτέστι μεθ’ ὅρκου βεβαιωτικόν, ὥσπερ τὸ μὰ ἀπωμοτικόν, μεθ’ ὅρκου ἀρνητικόν. |
| ν 350 | Νὴ τὸν καὶ Ναὶ μὰ τόν: κατωμοτικὰ ταῦτα· ἀπωμοτικὰ δὲ μὰ τὸν Δί’, οὐ μὰ τόν. ὥστε ἐσχάτη ἀκυρολογία τὸ λέγειν, μὰ τὸν Δία ποίησον. |
| ν 351 | Νῆτον: τὸ ὑγρόν. δυϊκὸν ῥῆμα. ἴσως ἀντὶ τοῦ πορευθῆτον ἢ σωρευθῆτον. |
| ν 352 | Νῆτρον: τὸ κλωστήριον. |
| ν 353 | Νῆϋς: ἡ ναῦς. |
| ν 354 | Νηφαλέος: ὁ σώφρων. καὶ Νηφαλέα θηλυκόν. οἱ νῦν νηφάλιος διὰ τοῦ ἰῶτα. |
| ν 355 | Νηφάλια ξύλα: τὰ μὴ ἀμπέλινα μήτε σύκινα μήτε μύρσινα· ἐκεῖνα γὰρ οἰνόσπονδα λέγεται. ὡς καιόμενα, ὅτε μὴ ὕδωρ, ἀλλὰ οἶνος σπένδεται. |
| ν 356 | Νηφάλιος θυσία παρὰ Ἀθηναίοις ἐτελεῖτο Μνημοσύνῃ, Ἠοῖ, Ἡλίῳ, Σελήνῃ, Νύμφαις, Ἀφροδίτῃ Οὐρανίᾳ· ὥς φησι Πολέμων. καὶ ξύλα δὲ νηφάλια, τὰ μὴ ἀμπέλινα μήτε σύκινα, ἀλλὰ τὰ ἀπὸ τῶν θύμων. καὶ πρώτη ἐστιν αὕτη ὕλη πρὸς τὰς ἐμπύρους θυσίας, παρ’ ὃ καὶ τοὔνομα λαβεῖν τὸν θύμον, ὡς παρὰ τὴν θυμίασιν καὶ τὴν θυὴν πεποιημένης τῆς φωνῆς. εἰσὶ δέ τινες τοπαράπαν ἄσπονδοι θυσίαι, κατὰ τύχην εἰς ἔθος παρελθοῦσαι. Σοφοκλῆς· οὐ γὰρ ἄν ποτε πρώ‐ ταισιν ὑμῶν ἀντέκυρς’ ὁδοιπορῶν, νήφων ἀοίνοις. πρὸς τὰς Εὐμενίδας λέγων. αἳ ἄοινοι λέγονται, ὡς ἀεὶ νήφουσαι καὶ μὴ μέθην παρέχουσαι. τοῦτο δὲ διὰ τὸ τῆς θείας δίκης ἄϋπνον. |
| ν 357 | Νηφάλιοι θυσίαι: ἐν αἷς οἶνος οὐ σπένδεται, ἀλλὰ ὕδωρ μελίκρατον. |
| ν 358 | Νηφαλισμός: ἡ προσοχή. |
| ν 359 | Νῆφε: γρηγόρει. ἀλλ’ ἔστιν αἴτιον τὸ μὴ πρόχειρον ὑπάρχειν τὸ παρ’ Ἐπιχάρμῳ καλῶς εἰρημένον· νῆφε καὶ μέμνησο ἀπιστεῖν· ἄρθρα ταῦτα 〈τῶν〉 φρενῶν. |
| ν 360 | Νήχεται: κολυμβᾷ. ὡς σμῶ, σμήχω, οὕτω νῶ, νήχω. |
| ν 361 | Νήχυτος ἔρως. ἐπιτατικὸν κἀνταῦθα τὸ νη. |
| ν 362 | Νία: τὰ σχοινία. |
| ν 363 | Νίβα: χιόνα. καλεῖται δὲ οὕτως καὶ κρήνη ἐν Θρᾴκῃ. |
| ν 364 | Νῖβις: πόλις Αἰγύπτου. |
| ν 365 | Νῖγερ: ὄνομα κύριον. |
| ν 366 | Νίγλαροι: τὰ τερετίσματα καὶ περίεργα κρούματα. κροῦμά ἐστι καὶ μέλος μουσικὸν παρακελευστικὸν ὁ νίγλαρος. ἔοικεν ὠνο‐ ματοπεποιῆσθαι. |
| ν 367 | Νιγρῆτες: ἔθνος Λιβυκόν. |
| ν 368 | Νιγρῖνος: ὄνομα κύριον. καὶ Νῖγρος. |
| ν 369 | Νιδάριον: παρὰ Πέρσαις τὸ πρὸς κεφαλῇ προσείλημα, ὃ δὴ παρ’ Ἀθηναίοις καλεῖται κρώβυλον, παρὰ δὲ Κυπρίοις κορδύλη· ὡς Κρέων ἐν τῷ πρώτῳ τῶν Ῥητορικῶν. |
| ν 370 | Νίδες: αἰδοῖα, ἢ ὀρχίδια παιδίων. Σικελοί. |
| ν 371 | Νίζε: νίπτε. |
| ν 372 | Νίζει: ῥύπτει, νίπτει, πλύνει, κλύζει, ἀποσμήχει. |
| ν 373 | Νικαγόρας, Μνησαίου ῥήτορος, Ἀθηναῖος, σοφιστής· γέγονε δὲ κατὰ Φίλιππον τὸν Καίσαρα. Βίους ἐλλογίμων, Περὶ Κλεοπάτρας τῆς ἐν Τρῳάδι, Πρεσβευτικὸν πρὸς Φίλιππον τὸν Ῥωμαίων βασιλέα. |
| ν 374 | Νίκανδρος, Ξενοφάνους, Κολοφώνιος, κατὰ δέ τινας Αἰτωλός· ἅμα γραμματικός τε καὶ ποιητὴς καὶ ἰατρός, γεγονὼς κατὰ τὸν νέον Ἄτταλον, ἤγουν τὸν τελευταῖον τὸν Γαλατονίκην, ὃν Ῥωμαῖοι κατ‐ έλυσαν. ἔγραψε Θηριακά, Ἀλεξιφάρμακα, Γεωργικά, Ἑτεροιουμένων βιβλία εʹ, Ἰάσεων συναγωγήν, Προγνωστικὰ δι’ ἐπῶν· μεταπέφρασται δὲ ἐκ τῶν Ἱπποκράτους Προγνωστικῶν· Περὶ χρηστηρίων πάντων βιβλία τρία· καὶ ἄλλα πλεῖστα ἐπικῶς. |
| ν 375 | Νικάνωρ, ὁ Ἑρμείου, Ἀλεξανδρεύς, γραμματικός, γεγονὼς ἐπὶ Ἀδριανοῦ τοῦ Καίσαρος, ὅτε καὶ Ἕρμιππος ὁ Βηρύτιος. Περὶ στιγμῆς τῆς παρ’ Ὁμήρῳ καὶ τῆς ἐξ αὐτῶν διαφορᾶς ἐν τῇ διανοίᾳ, Περὶ στιγμῆς τῆς καθόλου βιβλία ϛʹ, Ἐπιτομὴν τούτων βιβλίον αʹ, Περὶ στιγμῆς τῆς παρὰ Καλλιμάχῳ, Κωμῳδούμενα, Περὶ ναυστάθμου, Περὶ τοῦ ὦναξ, Περὶ στιγμῆς· καὶ ἄλλα. ἐφ’ ᾗ πραγματείᾳ σκωπτόμενος πρός τινων Στιγματίας ἐκαλεῖτο· οὐ γὰρ δήπου ὡς δοῦλος οὕτως ἐσκώπτετο. |
| ν 376 | Νικάνωρ· τρεῖς γεγόνασι Νικάνορες, ὁ μὲν υἱὸς Βαλάκρου, ἕτερος δὲ Παρμενίωνος, ἄλλος δὲ Σταγειρίτης τὸ γένος· οὗ καὶ Ὑπε‐ ρίδης μνημονεύει ἐν τῷ κατὰ Δημοσθένους. |
| ν 377 | Νικασία: νησίδιον πλησίον Νάξου. |
| ν 378 | Νικᾷ τὸν ὀνηλάτην: πρὸς τὸν μὴ ἀκούοντα νουθετοῦντος, ἀλλ’ ἑαυτὸν προϊέμενον εἰς ἀπώλειαν. |
| ν 379 | Νικάτορις: πόλις Συρίας, κτίσμα Σελεύκου τοῦ Νικάτορος. |
| ν 380 | Νίκαια: ὄνομα πόλεως Βιθυνίας· ἐν ᾗ παραρρεῖ καὶ ποταμὸς Φάρνουτις λεγόμενος. Βοττιαίων ἄποικος, αὕτη κληθεῖσα καὶ Ἀντιγόνεια. παρωνόμασται δὲ Νίκῃ τῇ τοῦ Λυσιμάχου γυναικί. ἄλλως δὲ ὁμωνυμεῖ, εἴπερ ἐκείνη ἐκαλεῖτο Νίκαια. ἔστι δὲ καὶ Ἰλλυρὶς Νίκαια καὶ Ἰνδικὴ καὶ Κύρνου τῆς νήσου καὶ Λευκτρικὴ καὶ Κελτῶν καὶ Λοκρῶν Ἐπικνημιδίων καὶ περὶ Θερμοπύλας καὶ Θρᾴκην. ἄνδρες ἐξ αὐτῆς πολλοὶ λόγου ἄξιοι. ἐθνικὸν αὐτῆς Νικαιεὺς καὶ Νικαεύς. εἰ δ’ ἔστι, φασί, Νικαῖος, παροξύνεται ἡ ῥηθεῖσα· Νικαία γάρ. |
| ν 381 | Νίκαια· Αἰσχίνης ἐν τῷ Περὶ τῆς παραπρεσβείας. ἔστι δὲ πόλις Λοκρίδος ἐπιθαλαττίδιος. |
| ν 382 | Νικαίην: νίκην. καί ἐστιν ὅμοιον τῷ σελήνη, σεληναία καὶ τοῖς ὁμοίοις. |
| ν 383 | Νίκη: ἡ τοῦ πολέμου. |
| ν 384 | Νίκη Ἀθηνᾶ· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. ὅτι δὲ Νίκης Ἀθηνᾶς ξόανον ἄπτερον ἔχον ἐν μὲν τῇ δεξιᾷ ῥοιάν, ἐν δὲ τῇ εὐωνύμῳ κράνος, ἐτιμᾶτο παρ’ Ἀθηναίοις, δεδήλωκεν Ἡλιόδωρος ὁ περιηγητὴς ἐν πρώτῳ περὶ Ἀκροπόλεως. ᾗ ἀλληγορουμένῃ εἰς φρόνησιν ἐπακολουθεῖ πάντως καὶ τὸ νικᾶν· φρόνησις μὲν γὰρ νικητικόν, ἀφρόνως δὲ μάχεσθαι καὶ προπετῶς σφαλερόν. αὕτη πτερὰ μὲν ἔχουσα τὸ κατὰ νοῦν δηλοῖ ὀξὺ καὶ ὡς εἰπεῖν ὠκύπτερον· ἄπτερος δὲ γραφομένη τὸ κατὰ εἰρήνην ἡσύχιον ἐμφαίνει καὶ πολιτευτικόν, καθ’ ὃ τέθηλε τὰ περὶ γῆν, οὗ δὴ ἀγαθοῦ ἔμφασις ἡ κατὰ τὴν δεξίαν ῥοιά, ὥσπερ μάχης τὸ ἐν τῇ ἀριστερᾷ κράνος, ἵνα οὕτω δύναμις εἴη καὶ ἡ Ἀθηνᾶ ὡς τἀναντία ἰσχύουσα. |
| ν 385 | Νικήτας. καὶ Νικήτης, ὄνομα κύριον. |
| ν 386 | Νικήτας: ὄνομα κύριον. Δωρικόν. οὕτω καὶ Φιλήτας καὶ φιλήτης κατὰ Δωριεῖς. βαρύνεται δὲ ἄμφω τὰ κοινὰ πρὸς διαστολὴν ἐπιθέτων τοῦ, ὁ νικητὴς καὶ ὁ φιλητής. |
| ν 387 | Νικήτης: ὄνομα κύριον. ὅτι Ἡρακλείδης ὁ Λύκιος σοφιστὴς ἔφη· Νικήτης ὁ κεκαθαρμένος ἀγνοήσας ἀκροθίνια πυγμαίων κολοσσῷ ἐφαρμόζειν. παροιμία τοῦτο ἴσως ἐπὶ τῶν ἀσύμβατα συμβιβαζόντων, καὶ μάλισθ’ ὅταν σμικρότατα μεγίστοις παραβάλλωμεν. |
| ν 388 | Νικηφόριον: οὕτω, φασίν, ἐκαλεῖτο ἡ περὶ Ἔδεσσαν Κωνστάντεια. |
| ν 389 | Νικίας, Ἀθηναίων στρατηγός. οὗτος Κύθηρα τὴν νῆσον εἷλε καὶ περὶ τῆς Σπάρτης εἰς φόβον κατέστησε Λακεδαιμονίους, ὡς καὶ φρουρὰν αὐτοὺς ἐν τῇ πόλει καταστῆσαι. εἰρήνην δὲ πεντηκονταέτη ταῖς πόλεσιν ἐπρυτάνευσεν· ἦν γὰρ εἰρηνικός, ὡς καὶ δειλὸς εἶναι διὰ τοῦτο νομί‐ ζεσθαι. ἡ δὲ εἰρήνη ἑβδόμῳ ἔτει διαλύεται, λύσαντος αὐτὴν Ἀλκι‐ βιάδου. στρατεύει δὲ ἐπὶ Σικελίαν σὺν Ἀλκιβιάδῃ καὶ ἡττηθεὶς καὶ νόσῳ νεφρίτιδι συσχεθεὶς ἔγραψε πρὸς Ἀθηναίους, ἢ τὴν οὖσαν μετα‐ πέμψασθαι δύναμιν ἢ ἑτέραν ἀποστέλλειν. καὶ ἀπέστειλαν ὑπὸ στρατηγῷ Δημοσθένει, ὃς καὶ αὐτὸς ἡττήθη. καὶ οἱ μὲν ἔφυγον, οἱ δὲ στρατηγοὶ ἐζωγρήθησαν, καὶ διωχθέντες ἑάλωσαν. Νικίας δὲ καὶ Δημοσθένης αἰχμάλωτοι ἤχθησαν, ἀπέκτειναν δὲ αὐτοὺς οἱ Σικελοί. |
| ν 390 | Νικίου: κώμη περὶ Αἴγυπτον, ταύτης ὁ οἰκήτωρ Νικιώτης. |
| ν 391 | Νικόδημος: ὄνομα κύριον, ὡς καὶ Μενέδημος. |
| ν 392 | Νικόλαος, Μύρων τῆς Λυκίας, ὁ διάπυρος τῶν Χριστιανῶν καὶ ζηλωτὴς ἱερεύς, ὁ πολλὴν ἔχων πρὸς τὸν θεὸν παρρησίαν. οὗτος οὐκ ἔγραψε μέν, ἐν ὀνείροις δ’ ἐπιστὰς τῷ βασιλεῖ Κωνσταντίνῳ, καὶ τρεῖς στρατηλάτας ἔκ τινος διαβόλου κατακριθέντας τὴν ἐπὶ θανάτῳ ἐρρύ‐ σατο, παράκλησιν δι’ εὐχῆς παρ’ αὐτῶν δεξάμενος, καὶ ἄλλους δέ τινας στρατιώτας ὁμοίως ἐκ θανάτου ἐξήρπασε· καὶ οὐ παύεται μέχρι τῆς σήμερον τοὺς τὴν πρεσβείαν αὐτοῦ ἐπικαλουμένους ἀπὸ πάσης ἀνάγκης λυτρούμενος. |
| ν 393 | Νικόλαος, Δαμασκηνός, γνώριμος Ἡρώδου τοῦ τῶν Ἰουδαίων βασιλέως καὶ Αὐγούστου Καίσαρος, φιλόσοφος Περιπατητικὸς ἢ Πλα‐ τωνικός. ἔγραψεν Ἱστορίαν καθολικὴν ἐν βιβλίοις πʹ, καὶ τοῦ βίου Καίσαρος ἀγωγήν. οὕτως δὲ ἠσπάσατο αὐτὸν ὁ Καῖσαρ, ὡς τοὺς ὑπ’ ἐκείνου πεμπομένους πλακοῦντας τῷ Καίσαρι, ἤγουν μελιττούτας, Νικο‐ λάους αὐτὸν καλεῖν. καὶ διαμένει τοῦτο ἄχρι τῆς σήμερον. ἔγραψε καὶ περὶ τοῦ ἰδίου βίου καὶ τῆς ἑαυτοῦ ἀγωγῆς. οὗτος ὁ Δα‐ μασκηνὸς ἐν τῇ ἄλλῃ παιδείᾳ τεθραμμένος διὰ τὸ καὶ τὸν πατέρα αὐτοῦ περὶ ταῦτα μάλιστα σπουδάσαι, ἐπειδὴ ἀπ’ αὐτῆς αὐτῷ ὅ τε πλοῦτος καὶ ἡ δόξα ὑπεγένετο, ἔτι μᾶλλον ηὔξησε ταύτην ἔρωτά τινα ἀδιήγητον αὐτῆς σχών, ἄλλως τε καὶ φύσεως οὐ φαύλης λαβόμενος, ὥστε πρὶν γενειᾶν, εὐδόκιμος εἶναι ἐν τῇ πατρίδι καὶ τῶν ἡλίκων διαφέρειν· γραμματικῆς τε γὰρ οὐδενὸς χεῖρον ἐπεμεμέλητο καὶ δι’ αὐτὴν ποιητικῆς πάσης, αὐτός τε τραγῳδίας ἐποίει καὶ κωμῳδίας εὐδοκίμους· ἔτι μᾶλλον ὕστερον αὐξηθείς, ὥστε καὶ τὴν δύναμιν συν‐ αυξῆσαι ῥητορικῆς τε καὶ μουσικῆς καὶ τῆς περὶ τὰ μαθήματα θεωρίας καὶ φιλοσοφίας πάσης. ζηλωτὴς γὰρ Ἀριστοτέλους γενόμενος καὶ τὸ ποικίλον τῆς περὶ τὸν ἄνδρα παιδείας ἀγαπήσας χάριν εἰδέναι πᾶσιν ἔλεγεν ἀεὶ τοῖς μαθήμασι πολὺ μὲν ἔχουσι τὸ ἐλευθέριον, πολὺ δὲ τὸ χρήσιμον εἰς τὸν βίον, πάντων δὲ μάλιστα τὸ εὐδιάγωγον πρός τε νεότητα καὶ γῆρας. ἔλεγε δὲ καὶ τὰς Μούσας ἄρα διὰ τοῦτο πολλὰς ὑπὸ τῶν θεολόγων παραδεδόσθαι, ὅτι πολὺ τὸ ποικίλον ἔχει τὰ παι‐ δεύματα καὶ πρὸς πᾶσαν βίου χρῆσιν οἰκεῖον· καὶ οὔτε τὴν ἐμπειρίαν αὐτῶν οὔτε τὴν ἀπόλειψιν ὁμοίως ὑπελάμβανεν εἶναι τῇ τῶν βαναύσων τεχνῶν, ἀλλὰ τοὐναντίον ἐπονείδιστον τοῖς μετρίως ζῶσι τήν τε τούτων ἄγνοιαν καὶ τὴν τῶν βαναύσων ἐπιστήμην. οὗτος μὲν οὖν οὐκ ἔστιν ὅτῳ τῶν παιδευμάτων πρὸς ἀργυρισμὸν ἐχρήσατο, οὐδὲ ἐκαπήλευσεν. ἔφη δὲ Νικόλαος ὁμοίαν εἶναι τὴν ὅλην παιδείαν ἀπο‐ δημίᾳ. ὡς γὰρ ἐν ταύτῃ προσσυμβαίνει τοῖς ἀποδημοῦσι καὶ μακρὰν ὁδὸν διεξιοῦσιν ὅπου μὲν ἐγκατάγεσθαί τε καὶ ἐναυλίζεσθαι μόνον, ὅπου δ’ ἐναριστᾶν, ὅπου δὲ πλείους ἐνδημεῖν ἡμέρας, ἐνίους δὲ τόπους ἐκ παρόδου θεωρεῖν, ἐπανελθόντας μέντοι ταῖς ἑαυτῶν ἐνοικεῖν ἑστίαις, οὕτω καὶ διὰ τῆς ὅλης παιδείας διερχομένους δεῖν ἐν οἷς μὲν ἐπι‐ τηδεύμασιν ἐπὶ πλέον ἐνδιατρίβειν, ἐν οἷς δ’ ἐπ’ ἔλαττον· καὶ τὰ μὲν ὅλα, τὰ δὲ ἐκ μέρους, τὰ δὲ ἄχρι στοιχειώσεως παραλαμβάνειν καὶ τὸ ἐκείνων χρήσιμον κατασχόντας ἐπὶ τὴν ὡς ἀληθῶς πατρῴαν ἑστίαν ἐλθόντας φιλοσοφεῖν. |
| ν 394 | Νικόλαος, ῥήτωρ, γνώριμος Πλουτάρχου καὶ Πρόκλου (Πλου‐ τάρχου δὲ λέγω τοῦ ἐπίκλην Νεστορίου). ἔγραψε προγυμνάσματα καὶ μελέτας ῥητορικὰς καὶ ἄλλα τινά. ἤκμαζεν ἐπὶ Λέοντος βασιλέως τοῦ πρεσβύτου καὶ ἕως Ζήνωνος καὶ Ἀναστασίου. |
| ν 395 | Νικόλαος, Μύρων τῆς Λυκίας, ἀδελφὸς Διοσκορίδου γραμ‐ ματικοῦ καὶ ὑπάρχου καὶ ὑπάτου καὶ πατρικίου· σοφιστεύσας καὶ αὐτὸς ἐν Κωνσταντινουπόλει, μαθητὴς γεγονὼς Λαχάρους. ἔγραψε τέχνην ῥητορικὴν καὶ μελέτας. |
| ν 396 | Νικόμαχος, Ἀλεξανδρεὺς τῆς Τρωϊκῆς, τραγικός, γράψας τρα‐ γῳδίας ιαʹ, ὧν καὶ αἵδε· Ἀλέξανδρος, Ἐριφύλη, Γηρυόνης, Ἀλετίδης, Εἰλείθυια, Νεοπτόλεμος, Μυσοί, Οἰδίπους, Πέρσις, Πολυξένη, Τριλογία, Μετεκβαίνουσαι, Τυνδάρεως ἢ Ἀλκμαίων, Τεῦκρος. |
| ν 397 | Νικόμαχος, Ἀθηναῖος, τραγικός· ὃς παραδόξως Εὐριπίδην καὶ Θέογνιν ἐνίκησε. τῶν δραμάτων ἐστὶν αὐτοῦ Οἰδίπους. |
| ν 398 | Νικόμαχος, Σταγειρίτης, φιλόσοφος, υἱὸς μὲν Ἀριστοτέλους τοῦ φιλοσόφου, μαθητὴς δὲ Θεοφράστου, ὡς δέ τινες καὶ παιδικά. ἔγραψεν Ἠθικῶν βιβλία ϛʹ, καὶ περὶ τῆς φυσικῆς ἀκροάσεως τοῦ πατρὸς αὐτοῦ. |
| ν 399 | Νικόμαχος, ἰατρός, καὶ αὐτὸς Σταγειρίτης, Μαχάονος τοῦ Ἀσ‐ κληπιοῦ υἱός· ἐξ οὗ κατήγετο Νικόμαχος, ὁ πατὴρ Ἀριστοτέλους τοῦ φιλοσόφου, καὶ αὐτὸς ἰατρός. ἔγραψεν ἰατρικῶν βιβλία ϛʹ, καὶ φυσι‐ κῶν αʹ. |
| ν 400 | Νικομήδεια: πόλις. ἡ καὶ Ὀλβία ποτε κληθεῖσα· παρωνόμασται δέ φασι Νικομήδει τῷ τοῦ Ζιήλα παιδί· ἐξ ἐκείνου δὲ διὰ τὸ καὶ αὐτοῦ καὶ τῆς κατ’ αὐτὸν πόλεως διάσημον ἐκαλεῖτο, καὶ οἱ μετ’ αὐτὸν Νικομηδεῖς, καθὰ καὶ ἀπὸ τοῦ πρώτου Φαραὼ οἱ μετ’ ἐκεῖνον τοῦ αὐτοῦ ἐκληρονόμουν ὀνόματος· δοκεῖ δὲ τῆς Νικομηδείας παρώνυμον εἶναι καὶ τὸ ἐν Βιθυνίᾳ Νικομήδειον ἐμπόριον αὐτὸ Βιθυνίας· οὗ τοπικὸν οὐ μόνον Νικομηδεύς, ἀλλὰ δύναται φασὶ εἶναι καὶ Νικομηδειεύς. ἦν δὲ τῆς Νικομηδείας πολίτης ὁ περιώνυμος ῥήτωρ Ἀρριανός. καὶ Νικομηδὶς ναῦς. |
| ν 401 | Νικομήδης: κύριον. ζήτει ἐν τῷ περὶ ἀφύης. |
| ν 402 | Νικόπολις· καὶ Νικοπολίτης, ὁ ἀπὸ τῆς αὐτῆς πόλεως. τρεῖς αὕται περιφέρονται, ἡ τῆς Ἠπείρου, ἡ τῆς Βιθυνίας καὶ ἡ κατὰ Ἀρμενίαν. |
| ν 403 | Νικοσθένης: ὄνομα κύριον. |
| ν 404 | Νικόστρατος, Μακεδών, ῥήτωρ. ἐτάχθη δὲ ἐν τοῖς κριθεῖσιν ἐπιδευτέροις δέκα ῥήτορσι· σύγχρονος Ἀριστείδου καὶ Δίωνος τοῦ Χρυσοστόμου· ἦν γὰρ ἐπὶ Μάρκου Ἀντωνίνου τοῦ βασιλέως. ἔγραψε Δεκαμυθίαν, Εἰκόνας, Πολυμυθίαν, Θαλαττουργοὺς καὶ ἄλλα πλεῖστα· καὶ ἐγκώμια εἴς τε τὸν Μάρκον καὶ ἄλλους. |
| ν 405 | Νικόστρατος, κωμικός. τούτου μέμνηται Ἀθήναιος ἐν βʹ Δειπνο‐ σοφιστῶν· λέγει δὲ ὅτι δράματα αὐτοῦ ἐστι Πάνδαρος, ὃς καὶ Ἄντυλ‐ λος· ὃς καὶ Φιλεταίρου δοκεῖ εἶναι· καὶ Ἱεροφάντης καὶ Κλεινή· ἔτι δὲ Ἅβρα καὶ Ἡσίοδος καὶ Διάβολος καὶ Ἀντερῶσα καὶ Ἑκάτη, Μά‐ γειρος, Ὤτης, Πλοῦτος, Σύρος, Ἀπελαυνόμενος, Ψευδοστιγματίας καὶ Τοκιστής. ταῦτα ἐν παραθήκῃ εὗρον κείμενα. καὶ παροιμία· ἐγὼ ποιήσω πάντα κατὰ Νικόστρατον. οὗτος κωμῳδίας ἦν ὑποκριτὴς δοκῶν κάλλιστα ὑπο‐ κρίνεσθαι. |
| ν 406 | Νικόφρων, Θήρωνος, Ἀθηναῖος, κωμικός, σύγχρονος Ἀριστο‐ φάνους τοῦ κωμικοῦ. τῶν δραμάτων αὐτοῦ καὶ ταῦτα· Ἐξ ᾅδου ἀνιών, Ἀφροδίτης γοναί, Πανδώρα, Ἐγχειρογάστορες, Σειρῆνες. |
| ν 407 | Νικοχάρης, Φιλωνίδου τοῦ κωμικοῦ, Ἀθηναῖος, κωμικός, σύγ‐ χρονος Ἀριστοφάνους. τῶν δραμάτων αὐτοῦ Ἀμυμώνη, Πέλοψ, Γα‐ λάτεια, Ἡρακλῆς γαμῶν, Ἡρακλῆς χορηγός, Κρῆτες, Λάκωνες, Λήμνιαι, Κένταυροι, Χειρογάστορες. |
| ν 408 | Νικῷεν καὶ Νικῴη: εὐκτικά. ἐκ τῆς νικάοιμι, νικῷμι τροπῇ τῆς μι εἰς ην λόγῳ μεταπλασμοῦ· τοιοῦτον καὶ τὸ περιπατοίην, γνοίην, δοίην, βοῴην καὶ ἄλλα μυρία. |
| ν 409 | Νικῶ· αἰτιατικῇ, νικῶμαι δὲ γενικῇ. |
| ν 410 | Νίκων· οὗτος πὺξ καὶ πάλην καὶ παγκράτιον καὶ δρόμον καὶ τἄλλα ἐν Ὀλυμπίᾳ καὶ Νεμέᾳ καὶ Ἰσθμοῖ καὶ ἄλλοις ἀγῶσι νικήσας ἔλαβε στεφάνους, ὥς φασι, χιλίους καὶ υʹ. ἀπελθόντος δὲ αὐτοῦ ἐξ ἀνθρώπων, τῶν ἀπεχθανομένων τις ὡς ζῶντι αὐτῷ παρεγένετο ἐπὶ τὴν εἰκόνα αὐτοῦ καὶ ἐμαστίγου αὐτήν· ἐς ὃ πεσοῦσα ἐκείνη ἠμύνατο τὸν ὑβριστήν. τοῦ δὲ οἱ παῖδες ἐπεξῄεσαν φόνου ἐπὶ τῇ εἰκόνι, καὶ οἱ Θάσιοι καταποντοῦσιν αὐτὴν κατὰ νόμον Δράκοντος Ἀθηναίου, ὑπερορίζοντος φονεύοντα καὶ τὰ ἄψυχα. ταύτην δὲ ἡ Πυθία ἔχρησε κακῶς Θασίοις πράττουσιν ἀνενεγκεῖν. ἀπορούντων δὲ τῶν ἁλιέων περὶ τῆς ἀναγωγῆς, τὰ δίκτυα χαλάσαντες ἐπὶ ἰχθῦς ἀνήνεγκον τὴν εἰκόνα. καὶ ἔστησαν αὐτὴν οἱ Θάσιοι ὅθι καὶ πρῶτον ἦν. |
| ν 411 | Νικωνία: πόλις ἐν τῷ Πόντῳ πρὸς ταῖς ἐκβολαῖς τοῦ Ἴστρου. |
| ν 412 | Νικυρίς: ὄνομα τόπου. |
| ν 413 | Νίν: αὐτάς. Εὐμενίδας ὅ γ’ ἐνθάδ’ ὢν εἴποι λεώς νιν. Σοφο‐ κλῆς· σύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποιεῖς τοὖργον, τὰ δ’ ἔργα τοὺς λόγους εὑρίσκεται. καὶ σύ μ’ ἐξ ὁδοῦ πόδα κρύψον κατ’ ἄλσος, τῶνδ’ ἕως ἂν ἐκμάθω τίνας λόγους ἐροῦσι. |
| ν 414 | Νίναια: πόλις Οἰνωτρῶν ἐν τῇ μεσογαίᾳ. ὁ πολίτης Νιναῖος ἢ Νιναιεύς. |
| ν 415 | Νινευί: πόλις. καὶ Νινευίτης, ὁ ἀπὸ τῆς αὐτῆς πόλεως. |
| ν 416 | Νινόη: ἡ ἐν Καρίᾳ Ἀφροδισιὰς οἰκισθεῖσα ὑπὸ Πελασγῶν Λελέγων· διὸ καὶ ἐκλήθη Λελέγων πόλις, μετὰ δὲ Μεγάλη πόλις. εἶτα ἀπὸ Νίνου Νινόη. ἐθνικὸν αὐτῆς Νινοήτης. |
| ν 417 | Νῖνος: πόλις Ἀσσυρίων αὕτη, ἣν ἔκτισε Νῖνος, ἀνὴρ Σεμιράμιδος, ἐν τῇ Ἀτουρίᾳ. ἐθνικὸν Νίνιος. χρῆσις τούτου παρὰ Ἡροδότῳ ἐν τῷ, κατὰ τὰς Νινίων καλεομένας πύλας. |
| ν 418 | Νιόβη: ὄνομα κύριον. |
| ν 419 | Νίπτω· αἰτιατικῇ. |
| ν 420 | Νιρεύς: ὁ καλὸς καὶ εὔμορφος. Νειρεύς, ὁ κόχλος, Νηρεύς, ὁ θαλάσσιος. |
| ν 421 | Νίσα: πόλις. |
| ν 422 | Νισαία: πόλις. |
| ν 423 | Νισαία ἐκαλεῖτο καὶ αὐτὴ ἡ Μεγαρὶς ὅλη ἀπὸ Νίσου τοῦ Πανδίονος. Ἑλ‐ λάνικος· Νισαῖάν θ’ εἷλε καὶ Νίσον τὸν Πανδίονος καὶ Μεγαρέα τὸν Ὀγχήστιον. ἤγουν τὸν ἀπὸ Ὀγχηστοῦ, πόλεως Βοιωτίας. |
| ν 424 | Νισαία: τῆς Μεγαρίδος νεώριον. |
| ν 425 | Νίσαιον: τόπος Περσίδος, ἔνθα ἵπποι ὤκιστοι γίνονται, Νισαῖοι λεγόμενοι. οἱ δέ, ὅτι πεδίον μέγα τῆς Μηδικῆς, τῷ οὔνομά ἐστι Νίσαιον. τοὺς οὖν δὴ ἵππους τοὺς μεγάλους φέρει τὸ πεδίον τοῦτο. καὶ Νισαῖος, ὄνομα κύριον· καὶ ὁ πολίτης, καὶ ὁ ἵππος. σημείωσαι οὖν, ὅτι ἔσφαλται ἀληθῶς παρὰ τῷ ἀναγραψαμένῳ τὰ ἐθνικά, τὸ Νισαῖον πεδίον καὶ οἱ Νισαῖοι ἵπποι παραδεδομένα διὰ τοῦ η γράφεσθαι. |
| ν 426 | Νίσιβις, Νισίβεως. ὄνομα πόλεως. καὶ Νισιβηνός, ὁ πολίτης. τύπῳ δηλαδὴ τῶν περὶ Εὐφράτην καὶ ἕω, Αἰγυπτιστὶ δὲ καὶ Λιβυστὶ Νισιβίτης. εἰδέναι δὲ χρῆ ὡς τὴν Νίσιβιν πόλιν ἐν τῇ περαίᾳ τῇ πρὸς τῷ Τίγριδι ποταμῷ Φίλων μὲν Νάσιβιν γράφει διὰ τοῦ α δηλοῦσαν τὰς στήλας, Οὐράνιος δὲ Νέσιβιν σημαίνουσαν Φοινίκων φωνῇ λίθους συμφορητούς. |
| ν 427 | Νισσόμενος: ἀναστρεφόμενος. καὶ Νίσοντο, ἀνεστρέφοντο. ἐκ τοῦ νεΐω φασι, τὸ πορεύομαι· οὗ ὁ μέλλων νεΐσω· ἄλλως γὰρ ὡς ἐκ τοῦ νέω ἡ ει δίφθογγος ἐν τούτοις παρρησιάζεται· εἰκὸς δὲ καὶ ἐκ τῶν δύο σς πλεονάζεσθαι. |
| ν 428 | Νίσος: ὄνομα κύριον. Νίσῳ δ’ ἔλαχεν ἡ Μεγαρίς. |
| ν 429 | Νίσυρος: νῆσος μία τῶν Κυκλάδων ἡ καὶ Πορφυρὶς ἀπὸ τῶν ἐν αὐτῇ πορφυρίων. σύγκειται παρὰ τὸ νῶ, τὸ νήχομαι, καὶ τὸ σύρω. ἐπεσύρη γάρ, φασί, Πολυβώτῃ τῷ Γίγαντι μέγιστον τμῆμα τῆς Κῶ νήσου, χόλῳ Διὸς πλήξαντος Πο‐ σειδῶνος τριαίνῃ, ἣν Ποσειδῶν ἐπ’ αὐτὸν ἀφεὶς τοῦ μὲν ἥμαρτε, τῆς δὲ Κῶ πολύ τι ἀποτεμὼν τῇ βολῇ τῆς τριαίνης ἐπικατέστρεψε τῷ Γίγαντι τὸ τμηθὲν καὶ εἰς νῆσον ἀπετέλεσε. δοκεῖ δὲ πεπλάσθαι ὁ μῦθος παρὰ τὴν ἐγγύτητα τῆς Νισύρου πρὸς τὴν Κῶ καὶ τὴν ὡς πρὸς ἐκείνην σμικρότητα. φέρει δὲ ἀγαθὸν οἶνον ἡ Νίσυρος. |
| ν 430 | Νιτάριον καὶ Βιτάριον: ὑποκοριστικὰ πρὸς γυναῖκας· νιτάριον, οἷον νεόττιον, τουτέστι κοράσιον. Σύμμαχος δέ φησι, Νίταρος πολὺς ἐπὶ μαλακίᾳ ὀνειδιζόμενος καὶ Βάτος. καὶ τὰς μικρὰς καὶ θηλείας βατύλας ἔλεγον· καὶ Θεοπόμπου δρᾶμά ἐστι Βατύλη. οἱ δέ φασιν εἴδη φυτῶν. θέλει οὖν εἰπεῖν, ὅτι ὡς ἄνθη εἶχεν. Ἀριστοφάνης· νὴ Δί’, εἰ λυπουμένην γ’ αἰσθάνοιτό με, νιτάριον καὶ βιτάριον ὑπεκορίζετο. |
| ν 431 | Νιτάριος: ὄνομα κύριον. |
| ν 432 | Νιτέρειον: ἀκρωτήριον. |
| ν 433 | Νῖτιν· πᾶσαν διοχλεῖσθαι γυναῖκα νῖτιν. |
| ν 433a | Νίτωκρις: ὄνομα κύριον. Περσὶς αὕτη γυνὴ περιώνυμος. |
| ν 434 | Νιτρία: τόπος. |
| ν 435 | Νίτρον. |
| ν 436 | Νίφα λευκήν: ἀπὸ Κέκροπος ἡ λέξις· νιφάδα γὰρ φαμὲν ἐντελῶς. |
| ν 437 | Νιφάδες: σταγόνες. |
| ν 438 | Νιφάτης: ὄρος Ἀρμενίας. Ταύρου πρυμνώρειαν, ἐϋσκόπελόν τε Νιφάτην. |
| ν 439 | Νιφετός: ἡ κατάλεπτος καταφερομένη χιών. τέσσαρές εἰσι πήξεις τῆς ἐν τῷ ἀέρι ὑδατώδους πήξεως ὑγρότητος· ὑπὲρ γῆν μὲν ἄνω, ἐπ’ ἔλαττον μὲν χιών, ἐπὶ πλέον δὲ χάλαζα· ἐπὶ γῆς δὲ κάτω, ἐπ’ ἔλαττον μὲν πάχνη, ἐπὶ πλέον δὲ κρύσταλος· ὁ δὲ νιφετὸς πῆξις οὐκ ἔστιν, ἀλλὰ μᾶλλον περὶ τὴν ἀλλοίαν χροιὰν ἡ ποιότης αὕτη. ἅτε τῆς χώρας τῶν Σκυθῶν θαμὰ νιφετῷ παλυνομένης, καὶ ἀδύνατον ὂν αὐτοῖς ἄνευ κρυμώδους καταστήματος βιοτεύειν. καὶ αὖθις· ἐς δέ ς’, ἄνασσα, τοίην χὠ νιφόεις κρυμὸς ὀπωροφορεῖ. |
| ν 440 | Νίφει: χιονίζει. καὶ ἔπεα νιφάδεσσιν ἐοικότα. καὶ Νιφό‐ μενος, χιονιζόμενος. |
| ν 441 | Νιφοστιβεῖς: δίυγροι. καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα τιμαῖς ὑπείκει. τοῦτο μὲν νιφοστιβεῖς χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει. |
| ν 442 | Νίψα: πόλις Θρᾴκης, παρὰ Ἡροδότῳ. |
| ν 443 | Νόαι: πόλις Σικελίας, ἧς ὁ πολίτης Νοαῖος. |
| ν 444 | Νόημα: ἐφεύρεμα. τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμ’ ἐμόν. οὕτω γὰρ οἱ δημαγωγοὶ ἀστεϊζόμενοι ἔλεγον τὰς ἑαυτῶν ἐπινοίας τῆς θεοῦ. ὅτι ἡ μὲν θεὸς ὑπέβαλεν, ἥρπασα δὲ ἐγώ. |
| ν 445 | Νοήμονος. |
| ν 446 | Νοητά: τὰ μὴ αἰσθητά, τὰ μὴ ὁρατά. |
| ν 447 | Νοθεύει: ἀπατᾷ, ἀπαλλοτριοῖ. ζήτει μαρτυρίαν ἀκριβεστάτην τῆς νοθεύσεως τῶν θείων γραφῶν ἐν τῇ τοῦ μακαρίτου Λογοθέτου μεταφράσει τῇ εἰς τὸ μαρτύριον τοῦ ἁγίου Λουκιανοῦ· φησὶ γὰρ οὑτωσί· ὁ θεῖος τοίνυν οὗτος Λουκιανὸς καὶ τὰς ἱερὰς βίβλους ἰδὼν πολὺ τὸ νόθον εἰσδεξαμένας, τοῦ τε χρόνου λυμηναμένου πολλὰ τῶν ἐν αὐταῖς καὶ τῆς συνεχοῦς ἀφ’ ἑτέρων εἰς ἕτερα μετα‐ θέσεως, καὶ μέντοι καί τινων ἀνθρώπων πονηροτάτων, οἳ τοῦ Ἑλληνισμοῦ προ‐ εστήκεσαν, παρατρέψαι τὸν ἐν αὐταῖς νοῦν πειρασαμένων καὶ πολὺ τὸ κίβδηλον ἐν ταύταις σπειράντων, αὐτὸς ἁπάσας ἀναλαβὼν ἐκ τῆς Ἑβραΐδος ἀνενεώσατο γλώττης, ἣν καὶ αὐτὴν ἠκριβωκὼς ἐς τὰ μάλιστα ἦν, πόνον τῇ ἐπανορθώσει πλεῖστον εἰσενεγκάμενος. |
| ν 448 | Νοθεία: ἡ λαθραία γέννα, ἡ πορνεία. Νοθεῖα, τὰ τοῖς νόθοις ἐκ τῶν πατρῴων διδόμενα οὕτως καλεῖται· ἦν δὲ μέχρι χιλίων δραχμῶν. οὕτως Λυσίας καὶ Ἰσαῖος καὶ Ἀριστοφάνης καὶ Ὑπερίδης καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. |
| ν 449 | Νόθος: ὁ ξένος. θεῖόν τι τὸ γνήσιον ἐν τοῖς κατ’ ἀνθρώπων τόκοις. διόπερ ὁ μὴ τοῦτ’ ἔχων νόθος, οἷα ἐστερημένος τοῦ θείου· παρὰ τὴν νο στερητικήν. ἐντεῦθεν δὲ νόθα καὶ τὰ ἁπλῶς ξένα μεταφορικῶς. |
| ν 450 | Νομάδες: βοσκόμεναι ἀγέλαι. καὶ ἔθνη Σκυθικά. νομάδεσι γὰρ ἐν Σκύθαις ἀλᾶται Στράτων. Ἀριστοφάνης. ἐπὶ τῶν παρενοχλούν‐ των καὶ ἐπιμενόντων. ἐπειδὴ οἱ Σκύθαι τῷ χειμῶνι διὰ τὸ ἀφόρητον αὐτοῦ ἐφ’ ἁμαξῶν τὰ πράγματα βάλλοντες ἀπαιροῦσιν εἰς ἄλλην χώραν. ὁ δὲ μὴ ἔχων ἐκεῖσε ἅμαξαν, ἄτιμος παρ’ αὐτοῖς κρίνεται. φησὶν οὖν καὶ οὗτος ἐνοχλούμενος. τοῦτό φησι, νόσον νοσοῦμεν τὴν ἐναντίαν Σάκᾳ. Ἀριστοφάνης. ὁ δὲ Σάκας οὗτος τραγῳδίας ἦν ποιητής· οὕτω δὲ ἐκαλεῖτο διὰ τὸ ξένος εἶναι. ἴσως δὲ καὶ βάρβαρος· οἱ γὰρ Σάκαι βάρβαρον ἔθνος, ἐξ ὧν τὰ σάκη κατά τινας. ὁ αὐτὸς Ἀρι‐ στοφάνης· ὁ μὲν γὰρ ὢν οὐκ ἀστὸς εἰσβιάζεται· ἡμεῖς δὲ φυλῇ καὶ γένει τιμώμενοι, ἀστοὶ μετ’ ἀστῶν, οὐ σοβοῦντος οὐδενός, ἀνεπτόμεσθ’ ἐκ τῆς πατρίδος ἀμφοῖν ποδοῖν. τουτέστι παντὶ σθένει. |
| ν 451 | Νομαδίτης: ὁ ἰδιώτης βίος. |
| ν 452 | Νομάδων: ἀγρίων, βαρβάρων. οἱ λεγόμενοι Ἁμαξοφόρητοι ἢ Ἁμαξόβιοι. |
| ν 453 | Νομαντία, ἡ καὶ Νουμαντία, πόλις Ἰβηρίας παρὰ Ἰόβᾳ. |
| ν 454 | Νόμβα: πόλις Ἰουδαίας, παρὰ Ἰωσήπῳ ἐν Ἀρχαιολογίᾳ. |
| ν 455 | Νομάρχαι: οἱ κατὰ τέλη τῆς χώρας ἄρχοντες παρ’ Αἰγυπτίοις· οἳ ἦσαν ἐπὶ Πτολεμαίου τοῦ μετὰ Ἀλέξανδρον τὸν Φιλίππου. |
| ν 456 | Νομᾶς: ὄνομα κύριον. ὁ Ῥωμαίων νομοθέτης. |
| ν 457 | Νομαί: μερισμοί. |
| ν 458 | Νομαία: ἡ ἐκ τῆς νομῆς. ἐν Ἐπιγράμμασι· καί σοι ἐπιρρέξει χιμάροιο νομαίης αἷμα. |
| ν 459 | Νομεύς: ποιμήν, βοσκός. |
| ν 460 | Νομή: ὁρμὴ πυρός. τὴν νομὴν τοῦ πυρὸς ἐνεργὸν συνέβη γενέσθαι καὶ πρακτικήν. |
| ν 461 | Νομιζόμενα: νόμιμα, ἢ ὑπολαμβανόμενα. Ἀριστοφάνης· οὐκοῦν τὰ νομιζόμενα τούτων λαμβάνεις. ἐπειδὴ νόμος ἦν τὰ ὑπο‐ λειπόμενα τῆς θυσίας τὸν ἱερέα λαμβάνειν δέρματα καὶ κωλαῖ. |
| ν 462 | Νομίζουσιν: ἀντὶ τοῦ νομίσματι χρῶνται. |
| ν 463 | Νομίζουσι: καὶ ἀντὶ τοῦ ἡγοῦνται. ἥνπερ μεγίστην τιμὴν παρὰ βασιλέως ἐς ἰδιώτας νομίζουσι. |
| ν 464 | Νομίζω· αἰτιατικῇ. |
| ν 465 | Νόμιον: δίκαιον. καὶ Νόμιον μέλος, τὸ ἐν τῇ νομῇ ᾀδόμενον. |
| ν 466 | Νόμισμα: δύο σημαίνει· τὸ νόμιμον ἔθος· ὡς Ἀριστοφάνης ἐν Νεφέλαις, ἡμῖν νόμισμ’ οὐκ ἔστι· καὶ τὸ κόμμα τοῦ τετυπωμένου χαλκοῦ. λεπτῷ δὲ νομίσματι ἐχρῶντο οἱ Βυζάντιοι. |
| ν 467 | Νομιστευομένων: νομίμως διοικουμένων. ἐνέβαλε δὲ χρυσοῦς ἐπισήμους, εἴς τινας δὲ τετράδραχμα, 〈τῶν〉 ἐπιφανῶς νομιστευομένων. καὶ αὖθις· χαλκοῦ τοῦ ἐν Ἀλεξανδρείᾳ νομιστευομένου τάλαντα τετρα‐ κισχίλια. |
| ν 468 | Νομίτωρος: ὄνομα κύριον. |
| ν 469 | Νομογράφοι: παρὰ Ῥωμαίοις τριακοσιοστῷ πρώτῳ ἐνιαυτῷ μετὰ τὸν συνοικισμὸν τῆς πόλεως παραλυθείσης τῆς τῶν ὑπάτων ἀρχῆς δέκα νομογράφοι τὴν τῶν κοινῶν ἐπιτρέπονται προστασίαν· οἳ χρόνον δή τινα πρὸς τὸ λυσιτελὲς καὶ ἡδὺ τῶν πολιτῶν ἐξηγούμενοι μέτριοί τε ἐδόκουν καὶ ἄρχειν μάλιστα πάντων ἐπιτήδειοι· οὗτοι γάρ που καὶ τὰς δέκα δέλτους ἐπιχωρίοις τε καὶ Ἑλληνικοῖς νόμοις ἀνα‐ γράψαντες εἰς τὰς καλουμένας κύρβεις ἀνέθηκαν. δευτέρῳ δὲ ἔτει τῆς ἡγεμονίας βαρύτητος τυραννικῆς αἰτίαν ἀπενεγκάμενοι διελύθησαν, Ἀππίου μάλιστα τὸ πλῆθος εἰς ἀπέχθειαν τῆς δεκαρχίας κινήσαντος· ὃς Οὐερηνίου τινος ἀνδρὸς οὐκ ἀσήμου τὰ πολεμικὰ θυγατέρα φθεῖραι παρθένον ἐπενόει, ἔρωτι γεγονὼς θερμῷ τῆς κόρης κατάσχετος· ἣν ὁ πατὴρ αὐτοχειρὶ διεχρήσατο δείσας τὴν τοῦ Ἀππίου δυναστείαν αἰσχῦναι τὴν κορὴν πρὸς βίαν ὡρμημένου. ἐφ’ ᾧ κινηθὲν τὸ στρατιωτικὸν ἅπαν ἀφείλετο τοὺς δέκα τὰ τῆς ἐξουσίας δίκας τε ἀποτῖσαι τῶν κατὰ τὴν ἀρχὴν πεπλημμελημένων ἠνάγκασε. |
| ν 470 | Νομοθεσία: θέσις νόμου. |
| ν 471 | Νομοθέται: τοπάλαι Μωϋσῆς, μετέπειτα δὲ ὁ Χριστός. |
| ν 472 | Νομοθέται: παρ’ Ἀθηναίοις πρῶτος ἐγένετο Δράκων καὶ μετ’ αὐτὸν Σόλων καὶ μετὰ τοῦτον Θαλῆς καὶ μετὰ τοῦτον Αἰσχύλος. |
| ν 473 | Νόμοι κιθαρῳδικοί· Ἀπόλλων, φασί, μετὰ λύρας κατέδειξε τοῖς ἀν‐ θρώποις νόμους, καθ’ οὓς ζήσονται, πραΰνων τε ἅμα τῷ μέλει τὸ κατ’ ἀρχὰς ἐν αὐτοῖς θηριῶδες καὶ εὐπρόσιτον τῇ τοῦ ῥυθμοῦ ἡδύτητι ποιῶν τὸ παραγγελ‐ λόμενον· καὶ ἐκλήθησαν ἐκεῖνα νόμοι κιθαρῳδικοί. ἐκεῖθεν δὲ σεμνολογικῶς, ὡς καὶ Ἀριστοτέλει δοκεῖ, νόμοι καλοῦνται οἱ μουσικοὶ τρόποι, καθ’ οὓς ᾄδομεν. |
| ν 474 | Νομοΐστορες: νομομαθεῖς. |
| ν 475 | Νομοθετῶ· δοτικῇ. καὶ αἰτιατικῇ· νομοθέτησόν με, κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου. |
| ν 476 | Νομόν: νομήν, βοσκήν. |
| ν 477 | Νόμος καὶ Ἰαννουάριος ἐπιεικίᾳ καὶ δικαιοσύνῃ τῶν πολιτῶν ὑπερφέροντες, οἶμαι, καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων ἀνθρώπων τῶν γε νῦν ζώντων καὶ ἐν πράγμασι πολιτικοῖς ἀναστρεφομένων, ἐπῃνοῦντο καὶ ἠγαπῶντο πρός τε ἀστῶν καὶ ξένων· τῇ τε γὰρ πατρίδι χρησι‐ μώτατοι γεγόνασι καὶ δεξιώτατοι πρὸς τοὺς ξένους. ἑλόμενοι τὸν ἡσύχιον καὶ ἀπράγμονα βίον ἐλαττοῦσθαι μᾶλλον ᾑροῦντο τὰ οἰκεῖα ἢ πλέον τι ἔχειν ἀπὸ τῶν ἀλλοτρίων. κοινὰ μὲν οὖν ταῦτα αὐτοῖς· ἰδίᾳ δὲ ὁ μὲν Νόμος εὐφυέστερος ἦν καὶ φιλομαθέστερος ἐν λόγοις, τοῖς τε φιλοσοφίας ἀπογεύεσθαι βουλομένοις καὶ ὅσοι προπαιδεύουσι τοὺς νέους. ἦν δὲ καὶ κριτικώτατος τῶν καθ’ ἡμᾶς ἐλλογίμων ἀν‐ δρῶν, ποιημάτων τε πάντων καὶ συγγραμμάτων τῆς λογογραφικῆς ἀρετῆς καὶ κακίας. ὡς γοῦν φάναι τὸ ὅλον, οὔτε Σεβηριανὸν οὔτε Ἀγάπιον τὸν φιλόσοφον εἴποιμι ἂν γενέσθαι τοιούσδε περὶ λόγων κρίσιν. ὁ δὲ Ἰαννουάριος ἐμπειροπράγμων ἦν καὶ φρόνιμος ἐν τοῖς πολιτικοῖς ἐπὶ πλέον ἢ ὁ ἀδελφὸς αὐτοῦ Νόμος, ἔτι δὲ σωφρονέστερος καὶ τὰ ἄλλα μᾶλλον τεταγμένος. |
| ν 478 | Νόμος: ὁ κιθαρῳδικὸς τρόπος τῆς μελῳδίας, ἁρμονίαν ἔχων ταύτην καὶ ῥυθμὸν ὡρισμένον. ἦσαν δὲ ἑπτὰ οἱ ὑπὸ Τερπάνδρου, ὧν εἷς ὄρθιος, τετράδιος, ὀξύς. Δωριεῖς δὲ ἐπὶ νομίσματος χρῶνται τῇ λέξει, καὶ Ῥωμαῖοι παρατρέψαντες νοῦμμον λέγουσιν. Ἀττικοὶ τὰ διανενεμημένα μέρη τῆς γῆς, ὡς καὶ ἐν Αἰγύπτῳ. καὶ τὸ δίκαιον ἔγγραφον. ὅτι Δαρεῖος εἶχε νόμον, τόν τε Φρύγιον καὶ Λύδιον καὶ Ἰωνικόν. |
| ν 479 | Νομός: καὶ ἡ βοσκή, καὶ ὁ τόπος. |
| ν 480 | Νόμος: θεσμός, συνήθεια. Νόμος παρὰ Σοφοκλεῖ ἡ φύσις τοῦ γεγεννηκότος καὶ τὸ ἔθος. Νόμος καὶ ἡ ἱστορία. ὁ Ἀπόστολος· ὑπὸ νόμον θέλοντες εἶναι τὸν νόμον οὐκ ἀκούετε. ὅτι τὸν νόμον σπουδαῖον δεικνύοιμεν ἄν, εἰ ὁρισαίμεθα αὐτὸν ὀρθὸν λόγον ἐπὶ σω‐ τηρίᾳ τῶν χρωμένων. |
| ν 481 | Νόμος: τρία σημαίνει· ὁ μὲν γὰρ δίχα γραμμάτων διὰ κτίσεως ἐδόθη τοῖς ἀνθρώποις· τὸ γὰρ ἀόρατον τοῦ θεοῦ τοῖς ποιήμασι νοούμενον καθορᾶται. καὶ πάλιν· ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, οὗτοι ἑαυτοῖς εἰσι νόμος. καὶ ὁ ἐν γράμμασι διὰ Μωσέως τῶν παρα‐ βάντων χάριν παρεσχημένος. καὶ τρίτος ὁ διὰ τῆς χάριτος· ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. |
| ν 482 | Νόμος Ἰουστινιανοῦ· ζήτει ἐν τῷ Πρίσκος. |
| ν 483 | Νόμος· ζήτει ἐν τῷ πλαξί. νόμου καὶ ἔθους διαφορά, ἐν τῷ ἔθος. |
| ν 484 | Νόμος: πολυώνυμός ἐστιν ἡ λέξις. καὶ Νόμος μέν, ὡς τὴν ἀρίστην πολιτείαν ῥυθμίζων καὶ διατάττων· μαρτύρια δέ, ὡς τοὺς ἁμαρτάνοντας διαμαρτυρόμενος καὶ τῆς παραβάσεως τὴν τιμωρίαν ὑπο‐ δεικνύς· δικαιώματα δέ, ὡς διδάσκων τὸ δίκαιον καὶ ἀπαγορεύων τὸ ἄδικον καὶ τοὺς κατορθοῦντας ἀποφαίνων δικαίους· ἐντολὴ δέ, ὡς τὸ πρακτέον ἐντελλόμενος καὶ κελεύων δεσποτικῶς· κρίματα δέ, ὡς τὰς ψήφους ὑποδεικνὺς καὶ διδάσκων, τίνων μὲν ὁ φυλάττων τεύξεται ἀγαθῶν, τίσι δὲ ὁ παραβαίνων τιμωρίαις παραδοθήσεται. |
| ν 485 | Νόμος κατὰ τὸν Ἀπόστολον σημαίνει δʹ· ὁ τοῦ θεοῦ· περὶ οὗ φησι· συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ. καὶ ὁ ἀντιστρατευόμενος. τρίτος, περὶ οὗ φησι· τῷ νόμῳ τοῦ νοός μου. τέταρτος, περὶ οὗ λέγει· τῷ νόμῳ τῷ ὄντι ἐν τοῖς μέλεσί μου. ὅτι τοὺς τοῦ Σόλωνος νόμους ἄξονας Ἀθηναῖοι ἐκάλεσαν διὰ τὸ ἐγγραφῆναι αὐτοὺς ἐν ξυλίνοις ἄξοσιν. ἦσαν δὲ τετράγωνοι τὸ σχῆμα, κατὰ δέ τινας μᾶλλον τρίγωνοι. |
| ν 486 | Νόμος καὶ χώρα: διὰ τὸ ἕκαστον ἔθνος ἰδίοις νόμοις χρῆσθαι. |
| ν 487 | Νομοφύλακες: ἀρχή τις παρὰ Ἀθηναίοις οὕτως ἐκαλεῖτο, δια‐ φέρουσα τῶν θεσμοθετῶν, οἵτινες τὰς ἀρχὰς ἐπηνάγκαζον τοῖς νόμοις χρῆσθαι. |
| ν 488 | Νομοφυλακίου θύρα: δι’ ἧς οἱ κατάδικοι τὴν ἐπὶ θάνατον ἐξάγονται. |
| ν 489 | Νόνναι: τοῦ μηνός. αἱ εὐθὺς μετὰ τὰς καλάνδας, ἤγουν μετὰ τὴν πρώτην τῆς νουμηνίας, δευτέρα δηλαδὴ τοῦ μηνός. μεθ’ ἃς νόννας αἱ εἰδοί. δοκοῦσι δὲ παρ’ αὐτὰς γενέσθαι αἱ ἀνόνναι, ὡς οἷον αἱ ἀνὰ τὰς νόννας διδό‐ μεναι. ἰστέον δὲ ὡς ἔστι καὶ Νόννος κύριον, Πανοπολίτης, ἐξ Αἰγύπτου, λογιώτατος· ὁ καὶ τὸν παρθένον Θεολόγον παραφράσας δι’ ἐπῶν. |
| ν 490 | Νοσηλεύεσθαι: νοσεῖν οὐκ ἐπαχθῶς. |
| ν 491 | Νοσηλεύω: νοσοῦντα θεραπεύω. |
| ν 492 | Νοσηλεία: ἀσθένεια· Νοσήλια δὲ φάρμακα. |
| ν 493 | Νοσοκομεῖον: ὁ ξενών. ἵνα ᾖ τὸ νόσον ἔχειν, ἀντὶ τοῦ πάθος ἢ ἔθος τι ἔχειν· νοουμένης τῆς νόσου ἀντὶ οὐδετέρου τοῦδέ τινος. |
| ν 494 | Νόσον ἔχειν: ἀντὶ τοῦ φαῦλον ἔθος ἔχειν. Εὐριπίδης Ἀντιόπῃ. Νόσος λεγόμενον ἐγκατασκῆψαι· πρὸς τὸ σημαινόμενον ἡ σύν‐ ταξις, πρᾶγμα δηλονότι. παρὰ Θουκυδίδῃ. |
| ν 495 | Νόσος· ὅτι πυρεττόντων ἢ ψυχομένων ἐν ταῖς νόσοις ἑαυτῶν αἰσθανόμεθα, οὐκ αὐτῶν τῶν αἰσθητικῶν νεύρων ἢ τῶν σαρκῶν τε‐ θερμασμένων, ἀλλὰ τῶν ὑγρῶν αἵματός τε καὶ πνεύματος. ἐπεὶ οὖν ἡ αἰσθητικὴ δύναμις πρώτως ἐν σαρξίν ἐστι καὶ νεύροις, εἰκότως τῶν ὑγρῶν δυσκράτως ἐχόντων, πνεύματος λέγω καὶ αἵματος, παρακειμένων τε τοῖς αἰσθητικοῖς μορίοις τῇ θίξει ἀντιλαμβανόμεθα αὐτῶν, ὥσπερ καὶ τοῦ ἀέρος τεθερμασμένου ἢ κατεψυγμένου. κἂν αὐτῶν δὲ τῶν στερεῶν ἅψηται ὁ πυρετός, ἐπειδὴ μὴ ὁμαλῶς θερμαίνεται, ἀλλὰ ἀνω‐ μάλως· εἰσὶ γάρ τινα μόρια κατὰ φύσιν ἔχοντα, τινὰ δὲ παρὰ φύσιν· συμβαίνει τὰ κατὰ φύσιν ἔχοντα ἀντιλαμβάνεσθαι τῶν παρὰ φύσιν διακειμένων· ἀδύνατον γὰρ ὁμαλὴν γενέσθαι τὴν δυσκρασίαν. οἱ δὲ ἑκτικῷ κατεσχημένοι πυρετῷ, τοῦτο δέ ἐστιν οἱ τὰ στερεὰ πυρέττοντες, ὁμαλῆς γενομένης ἐν αὐτοῖς τῆς δυσκρασίας δι’ ὅλων τῶν στερεῶν συναίσθησιν οὐδεμίαν τῆς ἐν αὐτοῖς θερμασίας λαμβάνουσι, διὰ τὸ ὁμαλὴν εἶναι δι’ ὅλων τῶν μορίων τὴν θερμασίαν καὶ μὴ εἶναι τὸ μὲν ποιοῦν, τὸ δὲ πάσχον. ἀρρώστημα νοσήματος διαφέρει· καὶ ζήτει ἐν τῷ ἀρρώστημα. |
| ν 496 | Νοσοποιεῖν. |
| ν 497 | Νοσῶ· αἰτιατικῇ. |
| ν 498 | Νοστήσας: ἐπανελθών. |
| ν 499 | Νοστία: κώμη Ἀρκαδίας. Ἔφορος δὲ τὸ ἐθνικὸν Νεστανίους εἰπὼν δοκεῖ Νεστανίαν αὐτὴν εἰδέναι. |
| ν 500 | Νόστος: ἡ οἴκαδε ἐπάνοδος. παρὰ τὸ τῆς πατρίδος ἡδύ. ἢ ἡ ἀνάδοσις τῆς γεύσεως. καὶ οἱ ποιηταὶ δὲ οἱ τοὺς Νόστους ὑμνήσαντες ἕπονται τῷ Ὁμήρῳ ἐς ὅσον εἰσὶ δυνατοί. φαίνεται ὅτι οὐ μόνος εἷς εὑρισκόμενος ἔγραψε νόστον Ἀχαιῶν, ἀλλὰ καί τινες ἕτεροι. |
| ν 501 | Νόστος: παρὰ τῇ συνηθείᾳ ὁ γλυκασμός, ἐπὶ τῶν ἐδεσμάτων. ὡς ἀπὸ τῆς οἴκαδε ἀνακομιδῆς καὶ ἀναστροφῆς· παρὰ τὸ τῆς πατρίδος γλυκύ. οὐδὲν γὰρ γλύκιον ἧς πατρίδος, καθ’ Ὅμηρον. ἐκ δὲ τοῦ κατὰ τὴν συνήθειαν νόστου καὶ νόστιμον, τὸ ἡδύ. καὶ Εὔνοστος, θεός τις, φασίν, ἐπιμύλιος. ὁ δὲ ποιητικὸς νόστος παρὰ τὸ νέω γίνεται. οἷον, νῦν δ’ ἐπεὶ οὐ νέομαι γε. ἤγουν οὐκ ἐπανέρχομαι. ἔστι δὲ καὶ ῥῆμα νοστῶ, οὗ σύνθετα παλινοστῶ καὶ ἀπονοστῶ. |
| ν 502 | Νόσφι: χωρίς. |
| ν 503 | Νοσφιζόμεθα: χωριζόμεθα. |
| ν 504 | Νοσφιζόμενον: ὑφαιρούμενον, ἰδιοποιούμενον. |
| ν 505 | Νοτάριος: ὁ γραμματεύς. νότα γὰρ τὰ γράμματα. Ῥωμαϊστὶ ὁ ὑπογραφεύς. |
| ν 506 | Νοτία: ἡ θάλασσα, καὶ ἡ ὑγρασία. |
| ν 507 | Νότιον: χωρίον προκείμενον τῆς Κολοφωνίων πόλεως. Νότιον δὲ κλῖμα, τὸ πρὸς νότον κείμενον. |
| ν 508 | Νότιος: ὑγρός. καὶ Νότιος ἱδρώς, ὁ ὑγρός. τὸ μέγα Ἐτυμολογικόν, ἐν ᾧ φέρεται, ὅτι νῶτος ἢ ψοιὰν ἢ ψύα ἢ ψ.. ὀξυτόνως διὰ τῆς οι διφθόγγου, ἢ ψόα διὰ μόνου τοῦ ο κατὰ τὸ ῥοῖα, ῥόα, χροῖα, χρόα, ἐπεί, φησί, εἰς τοῦτο τὸ μέρος ὁ ἱδρὼς καταρρεῖ· βούλεται ν ὅτι οὐ ἱδρῶτα νοεῖν τὸν κατὰ τοῦ νώτου φερόμενον καὶ ἐν τῷ κατὰ δὲ νότιος ῥέεν ἱδρὼς ὃ λέγει ὁ ἐτυμολογῶν καὶ ὅτι ἐκ τῆς νοτίδος ἐκτάσει τοῦ ο εἰς ω καὶ ὁ νῶτος καὶ τὰ νῶτα γίνονται. |
| ν 509 | Νότος: ὁ ἄνεμος. καὶ Νοτόθεν, ἀπὸ Νότου. καὶ Νότον καύσωνα. ἐτυμολογία νότου παρὰ τὸ ὀνῶ, ὀνόσω, τὸ μέμφομαι καὶ βλάπτω· ἢ παρὰ τὴν νοτίδα, ὅ ἐστιν ὑγρασίαν. ἀστειότερον δὲ ἐπέβαλεν ὁ εἰπὼν αὐτὸν Ἀττικὴν εἶναι νόσον, ὡς πρὸς σύγκρισιν τοῦ Βορρᾶ, εὐθέτου ὄντος πρὸς ὑγίειαν. |
| ν 510 | Νοῦβαι: ἔθνος Λιβύης παρὰ Νείλῳ. |
| ν 511 | Νουβυστικόν: νοῦ πεπληρωμένον. γυναῖκα δ’ εἶναι πρᾶγμ’ ἔφη νουβυστικόν. καὶ Νουβυστικῶς, συνετῶς. τετριμμένον. καὶ κάλλιον ὑφ’ ἓν τὸ νουβυστικὸν καὶ τὸ αὐτοῦ ἐπίρρημα· δηλοῖ δὲ νοῦ πλήρωσιν. |
| ν 512 | Νουθετῶ· αἰτιατικῇ· Νουθετοῦμαι δὲ δοτικῇ. |
| ν 513 | Νουκερῖνοι· ἔθνος Ἰταλίας· οὗ μέμνηται καὶ Πολύβιος. |
| ν 514 | Νουκρία: πόλις Τυρρηνίας, ἡ καὶ Νακρία, διὰ τοῦ ἄλφα. |
| ν 515 | Νουμᾶς Πομπίλιος· τοῦτον οἱ Ῥωμαῖοι καὶ μὴ ἐπιδήμιον ὄντα προεβάλοντο μετὰ τοὺς μεσοβασιλεῖς καὶ αὐτῷ πᾶσαν τὴν ἡγε‐ μονίαν ἐκ προβουλεύματος ἔδοσαν. καὶ τὰ πολιτικὰ ἔθη οὗτος διῳ‐ κήσατο ἐνιαυτόν τε πρῶτος εὕρατο εἰς ιβʹ μῆνας τὴν ἡλιακὴν κατα‐ νείμας περίοδον, χύδην τε καὶ ἀκατανοήτως παντάπασι πρὸ αὐτοῦ παρὰ Ῥωμαίοις φερομένην· ἱερά τε καὶ τεμένη ἱδρύσατο καὶ τοὺς λεγομένους Ποντίφικας καὶ Φλαμινίους τοῖς ἱερεῦσιν ἐπέστησε Σαλίους τε τοὺς τὴν ὄρχησιν ἀσκήσαντας· τάς τε Ἑστιάδας παρθένους τοῦ πυρὸς καὶ ὕδατος τὴν ἐπιμέλειαν ἔχειν ἐπέτρεψεν· αἳ τὴν μὲν ἄκραν τιμὴν παρὰ Ῥωμαίοις εἶχον, διὰ βίου δὲ τὴν παρθενίαν ἐφύλαττον· κἄν τις αὐτῶν ἠνδρώθη, κατεχώννυτο· καὶ διὰ τοῦτο οὐ μύρῳ οὐκ ἄνθεσιν οὐχ ἱματίῳ χρῆσθαι συνεχωροῦντο, πλὴν λευκοῦ. ζήτει ἐν τῷ χλαμὺς περὶ Νουμᾶ. περὶ νουμμίων ζήτει ἐν τῷ ἀσσάρια. ὅτι Ἀντωνῖνος ὁ βασιλεὺς ἄριστος ἦν καὶ μάλιστα Νουμᾷ κατὰ τὸ τῆς ἡγεμονίας ὁμοιότροπον ἄξιος παραβάλλεσθαι. |
| ν 516 | Νουμηνία: ἡ τοῦ μηνὸς ἀρχή. ἐν ταῖς νουμηνίαις δὲ οἱ δοῦλοι ἐπωλοῦντο καὶ οἱ στρατηγοὶ ἐχειροτονοῦντο παρὰ Ἀθηναίοις. καὶ Ἀριστοφάνης· τῇ προτέρᾳ νουμηνίᾳ. ἀλείφεσθαί ς’ ἀπ’ αὐτῶν κἀμὲ ταῖς νουμηνίαις. διὰ τὸ ταύτας εἶναι τιμίας τῶν ἡμερῶν. |
| ν 517 | Νουμήνιος, Ἀπαμεὺς, ἀπὸ Συρίας φιλόσοφος Πυθαγόρειος. οὗτός ἐστιν ὁ τὴν τοῦ Πλάτωνος ἐξελέγξας διάνοιαν, ὡς ἐκ τῶν Μω‐ σαϊκῶν τὰ περὶ θεοῦ καὶ κόσμου γενέσεως ἀποσυλήσασαν. καὶ διὰ τοῦτό φησι· τί γάρ ἐστι Πλάτων ἢ Μωσῆς Ἀττικίζων; |
| ν 518 | Νουμήνιος, ῥήτωρ. Περὶ τῶν τῆς λέξεως σχημάτων, Ὑπο‐ θέσεις τῶν Θουκυδίδου καὶ Δημοσθένους, Χρειῶν συναγωγήν, Ἀδριανῷ παραμυθητικὸν εἰς Ἀντίνοον. |
| ν 519 | Νουμής: ὄνομα κύριον. |
| ν 520 | Νοῦν· Ἀριστοτέλης τὸν νοῦν ἀθάνατον λέγει. |
| ν 521 | Νοῦν ἔχειν· Πολύβιος· νοῦν ἔχειν καὶ τόλμαν δεῖ τοὺς στρα‐ τηγούς, ἅπερ ἐστὶ κυριώτατα πρὸς τὰς ἐπισφαλεῖς καὶ παραβόλους πράξεις. |
| ν 522 | Νουνεχῶς: πεφροντισμένως. νουνεχῶς ἐδόκουν πολιτεύεσθαι πρὸς τοὺς τότε καιρούς. |
| ν 523 | Νοῦν τὸν ξένον: ἐπὶ τῶν ὑφορωμένων τινά. ὅτι Ἀναξαγόρας ὁ σοφιστὴς Νοῦς ἐπεκαλεῖτο, ἐπειδὴ ὕλην καὶ νοῦν πάντων φρουρεῖν εἶπεν. |
| ν 524 | Νοῦς· ὅτι ὁ νοῦς πάντων ἔχει τοὺς λόγους ἐν ἑαυτῷ, ἀλλὰ τῶν μὲν πρὸ αὐτοῦ εἰκονικῶς, τῶν δὲ μετ’ αὐτὸν παραδειγματι‐ κῶς. λύσις ὀνείρου· ἀρθεὶς νόον γίνωσκε γῆν ναίειν ξένην. ὅτι Πυθαγόρας τὴν τοῦ ἀνθρώπου ψυχὴν διῃρῆσθαι ἔφη εἰς γʹ· νοῦν, φρένας καὶ θυμόν. νοῦν μὲν καὶ θυμὸν εἶναι καὶ ἐν τοῖς ἄλλοις ζῴοις, φρένας δὲ μόνον ἐν ἀνθρώπῳ. εἶναι δὲ τὴν ἀρχὴν τῆς ψυχῆς ἀπὸ καρδίας μέχρι ἐγκεφάλου. καὶ τὸ μὲν ἐν καρδίᾳ μέρος αὐτῆς ὑπάρχειν θυμόν, φρένας δὲ καὶ νοῦν τὰ ἐν τῷ ἐγκεφάλῳ. ὅτι τῶν διανοουμένων τὰ μὲν κατὰ περίπτωσιν ἐνοήθη, τὰ δὲ καθ’ ὁμοιότητα, τὰ δὲ κατὰ ἀναλο‐ γίαν, τὰ δὲ κατὰ μετάθεσιν, τὰ δὲ κατὰ σύνθεσιν, τὰ δὲ κατ’ ἐναντίω‐ σιν. καὶ κατὰ περίπτωσιν μὲν τὰ αἰσθητά, καθ’ ὁμοιότητα δὲ τὰ ἀπό τινος παρακειμένου, ὡς Σωκράτης ἀπὸ τῆς εἰκόνος· κατ’ ἀναλογίαν δὲ αὐξητικῶς μὲν ὁ Τιτυὸς καὶ ὁ Κύκλωψ, μειωτικῶς δὲ ὡς ὁ πυγμαῖος· καὶ τὸ κέντρον δὲ τῆς γῆς κατ’ ἀναλογίαν ἐνοήθη ἀπὸ τῶν μικροτέρων σφαιρῶν· κατὰ μετάθεσιν δὲ οἷον οἱ ὀφθαλμοὶ ἐπὶ τοῦ στήθους, κατὰ σύνθεσιν δὲ ἱπποκένταυρος, καὶ κατ’ ἐναντίωσιν θάνατος. νοεῖται δὲ καὶ κατὰ μετάβασίν τινα, ὡς τὰ λεκτὰ καὶ ὁ τόπος. φυσικῶς δὲ νοεῖται καὶ ὄν τι καὶ ἀγαθόν, καὶ κατὰ στέρησιν, οἷον ἄχειρος. ὅτι τοῦ νοῦ ἔργον ἐστὶν ἁπλαῖς προσβολαῖς καὶ κρεῖττον ἢ κατὰ ἀπόδειξιν ἐπιβάλλειν τοῖς πράγμασιν. ὥσπερ ἡ αἴσθησις προσβα‐ λοῦσα τυχὸν τῷ λευκῷ ἢ τῷδε τῷ σχήματι κρεῖττον ἢ κατὰ ἀπόδειξιν αὐτοῦ τὴν γνῶσιν ἔσχεν· οὐ γὰρ δεῖται πρὸς ταύτην συλλογισμοῦ. ἡ δέ γε τοῦ νοῦ ἐνέργεια ἐκείνοις παραγίνεται, οἷς εἰς ἄκρον καθάρσεως καὶ ἐπιστήμης γέγονεν ἀφικέσθαι καὶ διὰ τῶν καθαρτικῶν ἀρετῶν ἀφαντάστως καὶ δίχα αἰσθήσεως ἐνεργεῖν συνειθισμένοις. ἔστι γὰρ ὁ νοῦς οἷον ἕξις τῆς ψυχῆς τελειοτάτη. καὶ γίνεται τοίνυν ὁ μὲν νοῦς περὶ τὰ νοητά, ἡ δὲ διάνοια περὶ τὰ διανοητά, ἡ δὲ δόξα περὶ τὰ δοξαστά. τούτων δὲ τῶν δυνάμεων πρώτην μὲν ἔχει τάξιν ὁ νοῦς, μέσην δὲ ἡ διάνοια, ἐσχάτην δὲ ἡ δόξα. ἡ δὲ διάνοια προσῳκείωται τῇ ἡμετέρᾳ ψυχῇ, ἐπειδὴ καὶ αὐτὴ τὴν μέσην ἐν τῷ παντὶ τάξιν ἔχει, καὶ διὰ τῆς διανοίας ἀνάγεται ἡ ἡμετέρα ψυχὴ ἐπὶ τὴν τῶν νοητῶν θεωρίαν, ἥτις ἐστὶ τελειότης τῆς ψυχῆς. ἐπειδὴ γὰρ σύντροφος καὶ σύμφυλός ἐστι τοῖς αἰσθητοῖς ἡ ψυχὴ ἡ ἡμετέρα, ἀδυνατεῖ διὰ τὸν συνεθισμὸν τῶν αἰσθήσεων ἐπὶ τὴν θεωρίαν τῶν νοητῶν καὶ ἀΰλων ἄγειν ἑαυτήν, ἀλλὰ νομίζει κἀκεῖνα σώματα εἶναι καὶ μεγέθη ἔχειν· καὶ ὅσα ἐπὶ τῶν αἰσθητῶν, κἀκείνων φαντάζεται. καὶ Πλάτων ἐν Φαίδωνι· τοῦτό ἐστι τὸ χαλεπώτατον τῶν ἐν ἡμῖν, ὅτι ὅταν σχολὴν ἀπὸ τῶν περιολκῶν τοῦ σώματος μικρὸν ἄγωμεν καὶ θελήσωμεν τῇ θεωρίᾳ τῶν θείων σχολάσαι, παρεμπίπτουσα ἡ φαντασία θόρυβον ἡμῖν κινεῖ, ὑπονοεῖν διδοῦσα, ὅτι σῶμά ἐστι τὸ θεῖον καὶ μέγεθος ἔχει καὶ σχῆμα, καὶ οὐκ ἐᾷ ἡμᾶς ἀσωμάτως καὶ ἀσχηματίστως περὶ θεοῦ ἐννοεῖν. διὰ τοῦτο δεῖ τὴν ψυχὴν ὁδεύουσαν ἐπὶ τὴν ἑαυτῆς τελειότητα πρῶ‐ τον ἐνεργῆσαι κατὰ διάνοιαν, ἥτις ἔχει περὶ τὰ μέσα τῶν πραγμάτων· οἷά ἐστι τὰ διανοητὰ ἥ τε ψυχὴ ἡ ἡμετέρα καὶ ἡ περὶ αὐτῆς θεωρία· ἔτι δὲ καὶ τὰ μαθηματικά. |
| ν 525 | Νοῦς οὐκ ἔνι Κενταύροισι: παροιμία ἐπὶ τῶν ἀδυνάτων καὶ ἀνοήτων ταττομένη. καὶ ἄλλως· νοῦς οὐκ ἔνι ταῖς κόμαις ὑμῶν, ὅτε μ’ οὐ φρονεῖν νομίζετ’, ἐγὼ δ’ ἑκὼν ταῦτ’ ἠλιθιάζω. |
| ν 526 | Νώ: ἀντὶ τοῦ αὐτός. Ἀριστοφάνης Πλούτῳ· βλέψαι ποιῆσαι νώ. ἀντὶ τοῦ αὐτός. ἢ ἀντὶ τοῦ δεῖ ἡμᾶς ποιῆσαι αὐτὸν βλέψαι. περὶ τούτου καὶ τοῦ σφῶε ζήτει ἐν τῷ μεγάλῳ Ἐτυμολογικῷ. |
| ν 527 | Νῶ: ῥῆμα. οὗ αἱ κινήσεις χρησταί. νῶ, τὸ σωρεύω· ἐξ οὗ νῆσαι, τὸ σωρεῦσαι. καὶ νηδύς, εἰς ἣν αἱ τροφαὶ σωρεύονται. νῶ, τὸ κολυμβῶ· ἐξ οὗ καὶ ναῦς καὶ νῆσσα καὶ νῆσος, ἡ πᾶν μέρος αὐτῆς ἐν ὑγρῷ ἔχουσα. νῶ, τὸ ῥέω, οὗ ὁ μέλλων νάσω· ὅθεν καὶ ναρόν φασι, τὸ ὑγρόν, καὶ Νηρεύς. καὶ τέταρτον νῶ, τὸ κλώθω· οὗ παράγωγον τὸ νήθω, καὶ τὸ νῆμα. |
| ν 528 | Νωγαλέον. καὶ χρῆσις αὐτοῦ ἐν τοῖς τοῦ Ἀθηναίου. παρ’ ᾧ καὶ νωγαλεύειν ῥῆμα, ἐξ οὗ τὸ νωγάλευμα. δοκεῖ δὲ τὰ τοιαῦτα, ἐν οἷς καὶ τὰ νώγαλα, σκεύασμά τι δηλοῦν χρηστὸν εἰς ἑστίασιν. |
| ν 529 | Νωδός: ὁ μὴ ἔχων ὀδόντας. |
| ν 530 | Νώδυνον: ἀνώδυνον. |
| ν 531 | Νῶε: ὄνομα κύριον. παρὰ τὸ νῶ, τὸ κολυμβῶ. |
| ν 532 | Νοθεία: ἡ κλεψιγαμία. |
| ν 533 | Νωθέστερος: βραδύτερος. |
| ν 534 | Νωθείας: βραδυτῆτος. |
| ν 535 | Νωθής: βραδύς, ἀκίνητος, ἄλογος. ἐστερημένος τοῦ θέειν. |
| ν 536 | Νωθρεία. καὶ Νωθρός, ὁ ἀσθενής. νωθρότερος ὑπάρχων τοῦ τῆς βασιλείας προσχήματος τῇ φύσει. |
| ν 537 | Νωθρότης: ἡ βραδυτής. |
| ν 538 | Νῶϊ, νωΐτερος. |
| ν 539 | Νῶιν: ἡμῖν. Ἀριστοφάνης· μείζω μὲν οὐδέν, προσφορωτέραν δέ. ἔφασκε νῶιν φράσειν τὸν Τηρέα. κράτιστον οὖν νῶιν ἀποθανεῖν ἀνδρι‐ κώτατα. βέλτιον ἡμῖν αἷμα ταύρειον πιεῖν· ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος. περὶ Θεμιστοκλέους οὖν Σοφοκλῆς φησιν· ἐμοὶ δὲ λῷστον αἷμα ταύρειον πιεῖν. |
| ν 540 | Νῶϊν: τουτέστιν ἡμῖν. δεικτικῶς. |
| ν 541 | Νωΐτερον: ἡμέτερον. |
| ν 542 | Νῶκαρ: ὁ δυσκίνητος. παρὰ τὸ νῶ στερητικὸν καὶ τὸ σκαίρω, οἱονεὶ νῶσκαρ, ὁ μὴ σκαίρειν ἰσχύων· ἢ καὶ ἄλλως ὁ δῆθεν ..... ἄψυχος καὶ μὴ ἔχων κῆρ, καθὰ καὶ νεκρὸς ὁ ἐστερημένος κῆρος, ὅπερ ἐστὶν ψυχῆς. |
| ν 543 | Νῶλα: πόλις Αὐσόνων παρὰ Ἑκαταίῳ· Πολύβιος δὲ Νώλην αὐτήν φησιν. οἱ πολῖται Νώλιοι καὶ Νωλανοί. |
| ν 544 | Νῶμα: ὄνομα χώρας. |
| ν 545 | Νωμεντός: πόλις οὐ πόρρω Ῥώμης. οἱ πολῖται Νωμεντῖνοι. |
| ν 546 | Νωλεμέως: ἀδιαλείπτως. |
| ν 547 | Νωμῆσαι: κινῆσαι καὶ μερίσαι. |
| ν 548 | Νώμησις: ἡ κίνησις. |
| ν 549 | Νωμίστωρ: ὄνομα κύριον. |
| ν 550 | Νωμῶν: κρίνων, ἐξετάζων. ὦ πάντα νωμῶν Τειρεσία. Σοφοκλῆς· ἄρρητά τ’ οὐράνιά τε καὶ χθονοστιβῆ. |
| ν 551 | Νωνακρίνη: λέγεται ἡ Καλλιστώ. |
| ν 552 | Νωνακρίς: πόλις Ἀρκαδίας ἡ περὶ Ἦλιν. ὁ πολίτης Νωνακρίτης καὶ Νω‐ νακριάτης καὶ Νωνακριεύς. |
| ν 553 | Νωνᾶς: ὄνομα κύριον. |
| ν 554 | Νώνυμος: ἀνώνυμος, ἄδοξος. ἐν Ἰλιάδι ἐστὶν καὶ νώνυμνος πλεονασμῷ τοῦ νυ, ἢ καὶ ἄλλως κατὰ στέρησιν ε ψιλῆς, ἵν’ ᾖ ὁ μὴ ὑμνούμενος. οὐδέ τις ἔσται τῆς λυρικῆς Σαπφοῦς νώνυμος ἠέλιος. |
| ν 555 | Νώνυμνα: πόλις Σικελίας παρὰ Φιλίστῳ. |
| ν 556 | Νῷ πείθου: παροιμία ὁμοία τῷ, θεῷ πείθου ἢ ἕπου. |
| ν 557 | Νώρα: ὄνομα χώρας. |
| ν 558 | Νώρβα: ὄνομα χώρας. |
| ν 559 | Νωρβανός: ὄνομα κύριον. |
| ν 560 | Νωρικία: ὄνομα χώρας. καὶ Νωρικοί, ἔθνος. ζήτει ἐν τῷ Βηρού‐ νιον. καὶ Νωρίκιον ἄστυ. |
| ν 561 | Νῶροψ: ὁ λαμπρός. οἱ μὲν ἐτυμολόγοι παρὰ τὴν στέρησιν τοῦ ὁρᾶν· ἀμαυροῖ γάρ, φασί, τὴν ὄψιν τὰ πάνυ λαμπρὰ καὶ διαχεῖ, ὥστε νῶροψ χαλκός, ὁ μὴ ἐῶν ὁρᾶν εἰς αὐτόν. Ἐπαφρόδιτος δὲ εἰδὼς Νώρακον πόλιν Παν‐ νονίας, ἧς ὁ πολίτης Νωράκιος, γίνεσθαι ἱστορεῖ ἐν Παννονίᾳ σίδηρον, ὃς ἀκονη‐ θεὶς λαμπρότατός ἐστιν. ὅθεν καὶ νώροπά φησιν εἰρῆσθαι χαλκόν, ὡς εἴ τις εἴποι Νωράκιον. |
| ν 562 | Νωσάμενος: νοήσας, γνούς. παρὰ Καλλιμάχῳ. |
| ν 563 | Νῶσαι: εἰς νοῦν λαβεῖν. |
| ν 564 | Νῶτα θαλάσσης: ἡ ἐπιφάνεια τῆς θαλάσσης. |
| ν 565 | Νωτάρης: ὁ ἐπὶ νώτου αἴρων καὶ βαστάζων. |
| ν 566 | Νωταία θρίξ: ἡ τῶν μεταφρένων. |
| ν 567 | Νωτίζω: τὰ νῶτα μεταστρέφω. καὶ Νωτίσαι, ἀπελάσαι. ἀπὸ μεταφορᾶς τῶν τὰ νῶτα διδόντων ἐν ταῖς φυγαῖς. |
| ν 568 | Νωτοπλῆγα: μαστιγίαν τὸν εἰς τὰ νῶτα τὰς πληγὰς λαμβά‐ νοντα. Φερεκράτης Κραπατάλοις· καὶ νωτοπλῆγα μὴ ταχέως διακονεῖν. |
| ν 569 | Νῶτος: ἡ ψοία τοῦ ἀνθρώπου. τὸ δὴ λεγόμενον, τὸ πλῆθος τῶν Ἀβάρων εἰς τὰ νῶτα περισύρεσθαι. |
| ν 570 | Νωτοφόρος: ὁ ἐπὶ νώτου βαστάζων. |
| ν 571 | Νωχελῆ: βραδέα. |
| ν 572 | Νωχελής: βραδύς, ὁμαλός, ἄχρηστος. |
| ν 573 | Νωχελία: ἀργία. |
| ν 574 | Νοιδίων: διανοημάτων. παρήγαγε δὲ ἀπὸ τοῦ πληθυντικοῦ τοῦ οἱ νοῖ τὸ νοίδιον ὑποκοριστικόν. τινὲς δὲ οὕτως, ὀνειδισμῶν καὶ λοιδοριῶν ἀπὸ τοῦ οἴνου καὶ τῆς μέθης. Ἀριστοφάνης· ἐγὼ δὲ πάντα καταπάσω βουλευματίων, γνωμιδίων, νοιδίων. κάλλιον καθ’ ὑποκορισμὸν νοϊδίων εἰπεῖν, εἶτα συνῃρημένως νοιδίων· οὕτω καὶ ἐκ τοῦ πρόχοος γίνεται προχοίδιον καὶ ἐκ τοῦ βοῦς, βοὸς βοίδιον. |
| ν 575 | Νύκτα τὰς συμφορὰς πολλάκις ἡ Γραφὴ καλεῖ, ἐπειδὴ οἱ ἐν συμφοραῖς περιπίπτοντες ἐν σκότει διάγειν νομίζουσι. |
| ν 576 | Νύκτα δασείην: τὴν χειμερινήν φασι. |
| ν 577 | Νυκταλός: ὁ νύκτα φιλῶν. περὶ Διογένους τοῦ Κυνός φησιν· οὐδὲ γὰρ ἦν τις νυκταλὸς καὶ ὑπνηλός. |
| ν 578 | Νυκτερίδος αἶνος: αἰνιγματωδῶς δηλοῖ περὶ νυκτερίδος. ὑπερέκκειται ἐν τοῖς μετὰ ταῦτα. |
| ν 579 | Νυκτερινοὶ κύνες: οἱ λύκοι. ὅτι ἡ νυκτερὶς μόνη τῶν πτητι‐ κῶν ζῴων καὶ γάλα ἔχει ἐν μαστοῖς καὶ θηλάζει εὐθέως τὸ γεννώμενον. ὅτι καὶ ὁ Χαιρεφῶν Νυκτερὶς ἐκαλεῖτο. καὶ ζήτει ἐν τῷ διοίσειν. |
| ν 580 | Νυκτερίωνος. |
| ν 581 | Νυκτίβιος: ὁ ἐν νυκτὶ ὡς ἐν ἡμέρᾳ διάγων. |
| ν 582 | Νυκτὶ θοῇ ἀτάλαντος: Ὅμηρος τὰ φοβερὰ νυκτὶ ὁμοιοῖ. καὶ ἀλλαχοῦ· ὁ δ’ ἤϊε νυκτὶ ἐοικώς. |
| ν 583 | Νυκτικόραξ: εἶδος ὀρνέου ἐρημικοῦ, ὃ τὰς οἰκουμένας φεύγων τῶν οἰκιῶν ταῖς ἐρήμοις καὶ καταλελυμέναις προστρέχει· τὰ γὰρ οἰκόπεδα ἐρείπιά φασιν. οὕτω καὶ τὸ στρουθίον δειλὸν ὄρνεον ὂν ὑπὸ ἀγωνίας ἐλαύνει τὸν ὕπνον. |
| ν 584 | Νυκτιλόχοι: λῃσταί. καὶ Νυκτοπεριπλάνητος παρὰ Ἀριστοφάνει. |
| ν 585 | Νύκτωρ: διὰ τῆς νυκτός. |
| ν 586 | Νύμφα: νύμφη. Ἰωνικῶς. ὡς τόλμη, τόλμα. |
| ν 587 | Νυμφαγωγῶ· δοτικῇ. |
| ν 588 | Νύμφαι: σκώληκες οἱ ἐν τοῖς τῶν μελισσῶν κυττάροις, ὅταν ἤδη πτεροποιεῖν ἄρξωνται. οἱ δ’ ἁπλῶς τοὺς πτερωτοὺς σκώληκας, Σάμιοι. καὶ τὸ ἀνὰ μέσον τῶν γυναικείων αἰδοίων νύμφην καλοῦσι. καὶ τῶν ῥόδων αἱ κάλυκες αἱ μεμυκυῖαι νύμφαι. καὶ αἱ νεόγαμοι κόραι νύμφαι. καὶ αἱ Μοῦσαι δὲ ὑπὸ Λυδῶν νύμφαι. ὅτι δὲ πάντων τῶν καρπῶν αἱ ἐκφύσεις οὕτω, δῆλον. περὶ δὲ τῶν θεῶν Διονυσίῳ πᾶσα ἱστορία συνῆκται ἐν τριάκοντα καὶ τρισὶ βιβλίοις. |
| ν 589 | Νυμφαῖον: νυμφῶν ἱερόν. |
| ν 590 | Νύμφαιον· ἐν τῷ Πόντῳ ἐστὶ τὸ Νύμφαιον. καὶ φησὶ Κρατερὸς ἐν θʹ τῶν ψηφισμάτων, ὅτι Ἀθηναίοις ἐτέλει τάλαντον. |
| ν 591 | Νύμφαι πίδακα· ἐν Ἐπιγράμμασι· παναγέλην νυμφαιπίδακα, Βάκχε γάνος. ζήτει ἐν τῷ γάνος. |
| ν 592 | Νυμφεύτρια: ἡ συμπεμπομένη ὑπὸ τῶν γονέων τῇ νύμφῃ. καὶ ἡ νεόγαμος δὲ καὶ ἡ γαμετή· καὶ πρεσβυτέρα, Πηνελόπη καὶ ἡ Ἑλένη. παρὰ Ἀθηναίοις καὶ ἡ τοῦ Διὸς μήτηρ καὶ ἡ θεὰ ἡ ἐπὶ τῶν ὑδάτων. |
| ν 593 | Νυμφεῖος οἶκος: ἐν ᾧ αἱ νύμφαι εἰσί. Νύμφιος δὲ κόσμος, κτητικῶς, ὡς Τύριος, Φρύγιος, Λύδιος. ἠματίᾳ ᾧ νύμφιος ἀνήπτετο λαμπάδι παστάς, τούτῳ πυρκαϊῆς οὐ ναλάμων ἔτυχες. |
| ν 594 | Νύμφη: πηγή. καὶ ἡ νεόγαμος γυνή. Αἰλιανός· μῆνις δὲ ἐδόκει καὶ Νυμφῶν δι’ ἀπορίαν ναμάτων. Νύμφην δὲ καλοῦσι καὶ τὸ ἀνὰ μέσον τῶν γυναικείων αἰδοίων. ὡς προεγράφη. |
| ν 595 | Νυμφικὰ λουτρά: τὰ εἰς γάμους ἐκ τῆς ἀγορᾶς ἀπὸ κρήνης λαμβανόμενα. |
| ν 596 | Νυμφίος: ὄνομα ποταμοῦ. Πισίδης· καὶ τὸν μέγιστον ἐκ‐ περάσας Νυμφίον, ὅστις Τίγριδος ταῖς ῥοαῖς ἐπιρρέων ἀποστερεῖται τοῦ καλεῖσθαι Νυμφίος. |
| ν 597 | Νυμφίου βίον: παροιμία. ὑμεῖς μὲν ἄρα ζῆτε νυμφίου βίον. οἱ γὰρ γαμοῦντες ἐστέφοντο σισύμβροις καὶ φυτοῖς τισι πρὸς τὰς τῶν γάμων ἡμέρας. |
| ν 598 | Νύμφις, Νύμφιδος, Ξεναγόρου, Ἡρακλεώτης ἐκ Πόντου, ἱστορι‐ κός. Περὶ Ἀλεξάνδρου καὶ τῶν διαδόχων καὶ ἐπιγόνων βιβλία κδʹ, Περὶ Ἡρακλείας βιβλία ιγʹ· ἔχει δὲ μέχρι τῆς καθαιρέσεως τῶν τυ‐ ράννων τὰ μετὰ τοὺς ἐπιγόνους καὶ μέχρι τοῦ τρίτου Πτολεμαίου. |
| ν 599 | Νυμφοστολῆσαι: νύμφην κοσμῆσαι. |
| ν 600 | Νυμφοστόλος: νυμφαγωγός. |
| ν 601 | Νυμφῶνος: τοῦ κοιτῶνος. |
| ν 602 | Νῦν: χρονικὸν ἐπίρρημα. νῦν δεῖ σε πάντα δὴ κάλων ἐξιέναι σεαυτοῦ, καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτους, ὅτοισι τόνδ’ ὑπερβαλῇ· ποικίλος γὰρ ἁνὴρ κἀκ τῶν ἀμηχάνων πόρους εὐμηχάνους πορίζων. Κάλων, σχοινίον. τροπικῶς δὲ ὡς ἐπὶ τοῦ ἱστοῦ λέγει, δεῖ τὰ ἄρμενα πάντα κινεῖν ὑπὲρ τοῦ γενέσθαι αὐτοῦ. |
| ν 603 | Νῦν δή: ἀρτίως, ἢ μικρὸν ἔμπροσθεν. Πλάτων Νόμοις· ἢ νῦν δὴ ὀλίγον ἔμπροσθεν τούτοις περιτυχόντες τοῖς λόγοις οὔπω ταῦτ’ ἐτίθεμεν· νῦν δὲ ἐπιλελήσμεθα; καὶ Εὐριπίδης ἐν Ἱππολύτῳ· νῦν δὴ μὲν ὄρος βᾶς’ ἐπὶ θήρας πόθον ἐστέλλου, νῦν δὲ ψαμάθοισιν ἀκυ‐ μάντοις. καὶ ἐν Μελεάγρῳ· ὁρᾷς σὺ νῦν δή με ὡς ἐπράϋνας τύχην. Μάγνης δὲ ἐν Πυτακίδῃ· εἰπέ μοι· νῦν δὴ μὲν ὤμνυς μὴ γεγονέναι, νῦν δὲ φής· ἐν δὲ τοῖς Νόμοις διαλελυμένον εἴρηκε τὸ μὲν νῦν ἐπὶ τοῦ παρόντος χρόνου, τὸ δὲ δὴ ἐπὶ συνδέσμου. ὃς δὴ πάντων τῶν πολέμων χαλεπώτατος, ὡς φαμὲν ἡμεῖς νῦν δή. |
| ν 604 | Νῦν εὐπλόηκα, ὅτε νεναυάγηκα: ἐπὶ τῶν παρ’ ἐλπίδα εὐτυχησάντων. Ζήνων γὰρ ὁ Κιτιεὺς καταλιπὼν τοὺς πρὶν διδασκάλους καὶ Κράτητος τοῦ φιλοσόφου φοιτητὴς γενόμενος τοῦτο εἴρηκε, ναυα‐ γίῳ περιπεσὼν καὶ εἰπών· εὖ γε ποιεῖ ἡ τύχη προσελαύνουσα ἡμᾶς φιλοσοφίᾳ, οὕτω τραπῆναι πρὸς φιλοσοφίαν. |
| ν 605 | Νῦν εἰς χώραν ἦλθον: ἐπὶ τῶν πρῶτον μὲν οὐκ ἀνεχομένων ἐλθεῖν, ὅποι δεῖ, ὕστερον δὲ αὐτομάτως παραγενομένων. |
| ν 606 | Νῦν ἦλθον εἰς χορόν, νῦν τ’ ἔπαρδες. |
| ν 607 | Νυνμενί: ἀντὶ τοῦ νυνὶ μέν. πολλαχοῦ δὲ οὕτω χρῆται Ἀρι‐ στοφάνης. νυνὶ δὲ ὡς τύπῳ πρός σε γράφω, ἀντὶ τοῦ ὁλοσχερῶς. |
| ν 608 | Νῦν πᾶς ὁ κίνδυνος ἐνθάδ’ ἀνεῖται σοφίας, ἧς πέρι τοῖς ἐμοῖς φίλοις ἐστὶν ἀγὼν μέγιστος. |
| ν 609 | Νῦν ὀσπρίων ἄμητος: ἐπὶ τῶν καθ’ ὥραν ἕκαστα πράττειν ὀφειλόντων. |
| ν 610 | Νῦν σωθείην, ἵν’ ᾖ μοι δίδαγμα τοῦτο τοῦ λοιποῦ χρόνου: παρὰ τὸν μῦθον εἴρηται τοῦτο τῆς μανθανούσης χελώνης ἵπτασθαι παρὰ τοῦ ἀετοῦ καὶ πεσούσης. |
| ν 611 | Νῦν τοῦτ’ ἐκεῖν’ ἥκει τὸ Δάτιδος μέλος: ἐπὶ τῶν χαρμο‐ συνῶν. ὁ γὰρ Δᾶτις σατράπης Περσῶν, ὃς εὐδοκιμήσας κατὰ τὸν πόλεμον, ἑλληνίζειν βουλόμενος εἶπεν, ἥδομαι καὶ εὐφραίνομαι καὶ χαίρομαι· καὶ ἐβαρβάρισε. |
| ν 612 | Νύξ: εὐφρόνη, καὶ ἡ σκοτία. νύξ ἐστι σκιὰ γῆς, ἀλλ’ οὐχ ἡ τυχοῦσα, ἀλλ’ ἡ γινομένη παρὰ τὴν τοῦ ἡλίου αἰτίαν τῷ εἶναι αὐτὸν ἐν τῷ ὑπὸ γῆν, ὡς πρὸς τούτους παρ’ οἷς ἐστιν ἡ νύξ, ἡμισφαιρίῳ. ὥσπερ οὐχ ὁ ὑφ’ ὁποιασοῦν ἡδονῆς κρατούμενος ἀκρατής, ἀλλ’ ὁ ὑπό τινος. |
| ν 613 | Νὺξ ὑγρά: χαλεπή, φησί. |
| ν 614 | Νύξαι· ὅτι βαλεῖν τὸ πέμψαι πόρρωθεν, οὐτάσαι δὲ καὶ νύξαι καὶ τύψαι τὸ ἐκ χειρὸς τρῶσαι. |
| ν 615 | Νυρίζει: ξύει, νύσσει. |
| ν 616 | Νύρων: νύττων. |
| ν 617 | Νύσσα: καμπτήρ, τέρμα, βαθμίς. |
| ν 618 | Νυσήϊον: ὄρος Διονύσου. |
| ν 619 | Νύσια: ὀρχήματος εἶδος· τῶν γὰρ ὀρχήσεων ἡ μὲν Βερεκυντιακὴ λέγεται, ἡ δὲ Κρητική, ἡ δὲ Παρρική. Νύσια οὖν τὰ Βερεκύντια· Νυσιὰς γάρ ἐστιν ἡ Βερεκυντιακή. Κνώσσια δὲ Κρητική· ἐν Μυσίᾳ γὰρ καὶ Κνωσσῷ ἐπιμελὴς ἡ ὄρχησις· Νύσια δὲ τὰ ἐν τῇ Νύσῃ γινό‐ μενα. ἔστι δὲ αὕτη Διονύσου ἱερά. καὶ τὰ Κνώσσια ὡσαύτως. ἄλλως· τῶν ὀρχήσεων αἱ μὲν εἰσὶ Διονυσιακαί, αἱ δὲ Κορυβαντιακαί, αἱ ἐνόπλιοι· Νύσιαι δὲ αἱ Διονυσιακαί, Κνώσσιαι δὲ αἱ Κορυβαντιακαί· Κνωσσὸς γὰρ πόλις Κρήτης. ἐν τῇ Κρήτῃ δὲ ὑπὸ τῶν Κορυβάντων ἐτράφη ὁ Ζεύς. |
| ν 620 | Νύχιος: νυκτερινός. |
| ν 621 | Νύχος: νύξ. |
Also published as PDF.