eul_wid: qnq-bm

On Passions
Ἐκ τῶν Ἡρωδιανοῦ ὑπομνημάτων τῶν περὶ παθῶν

Herodian of Alexandria On Passions PDF

On Passions is a grammatical treatise by the second-century CE scholar Aelius Herodianus. The work systematically examines the "pathē," or alterations, of words in classical Attic Greek, the dialect most highly valued during the Roman imperial era. It catalogs various types of phonetic and morphological changes, including contractions, elongations, and shifts in accent, serving as a technical handbook for navigating the irregularities and exceptions within the language's structure.

The surviving text is not a complete, standalone book but a collection of 224 excerpts. These fragments were likely compiled by later scholars from Herodian's original, more extensive commentaries. Modern scholarship interprets the work as a product of the Second Sophistic, a cultural movement dedicated to the revival of classical Greek language and literature. It was written primarily as a reference for teachers and advanced students to uphold standards of linguistic purity and correct usage.

Herodian, who worked in Rome under Emperor Marcus Aurelius, was a central authority on Greek grammar. His rules, particularly those concerning accentuation, proved exceptionally influential, helping to shape the standard accent system used for ancient Greek texts for centuries. Although his larger works are lost, the principles elucidated in On Passions were preserved through excerpts in later Byzantine grammatical manuals, ensuring his lasting impact on the philological study of the Greek language.

3,2 166 (1t) ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΠΑΘΩΝ. E. Or. 7, 3: ἀβληχρόν —δύναται τὸ α κατ’ ἐπίτασιν σφόδρα— ἀσθενές. βληχρὸν γὰρ τὸ ἀσθενὲς ἀπὸ τῆς τῶν προβάτων φωνῆς· τὸ γὰρ βληχρὸν ἐπ’ αὐτῶν εἴρηται. πολλάκις δὲ καὶ ἐπὶ τοῦ ἰσχυροῦ τάττεται τὸ βληχρὸν ὡς εἶναι παρὰ τὸ βάλλειν, ὅ ποτε μὲν τὸ καταβάλλειν εἰς γῆν καὶ δύνασθαι ἀναιρεῖν σημαίνει, ποτὲ δὲ καὶ τὸ καταβάλλεσθαι εἰς γῆν, ὡς δύνασθαι τὸ ἀσθενὲς δηλοῦν καὶ πάλιν τὸ ἰσχυρόν, τοῦ α ἀναίρεσιν καὶ ἐπίτασιν δηλοῦντος. οὕτως εὗρον ἐν τῷ περὶ παθῶν Ἡρωδιανο ῦ. E. Or. 30, 8: ἀγαυό ς : Ἡρωδιανὸς λέγει παρὰ τὸ γαίω τὸ γαυριῶ ἀγαιός εἶναι καὶ τροπῇ τοῦ ι εἰς υ ἀγαυός ὡς καίω καύσω πλεονάζοντος τοῦ α ἐπιτατικοῦ.
3,2 167 (2) E. Or. 14, 1 collato Eustath. 1444, 7: ἀγαυρός ἢ παρὰ τὸ ἀγαυός, ὃ παρὰ τὸ γαίω τὸ γαυριῶ, πλεονασμῷ τοῦ ρ ἢ παρὰ τὸ γαῦρος. ἐκεῖνο μὲν οὐκ ἔχει ἀπορίαν ὡς ἐπενθέσεως τοῦ ρ μὴ ἀναγκαζούσης προπαροξυτόνησιν, τοῦτο δὲ ἀπορηθείη ἄν, εἰ τὸ μὲν ἁπλοῦν βαρύνεται ἤτοι τὸ γαῦρος, τὸ δὲ σύνθετον ἀγαυρός ὀξύνεται, δέον ὂν προπαροξύνεσθαι. ἀλλὰ καὶ τοῦτο ἔχει λόγον διὰ τὸ συνακολουθῆσαι τῷ ἀφαυρός καὶ τῷ ἀμαυρός καὶ τοῖς ὁμοίοις. οὕτως εὗρον ἐν τῷ περὶ παθῶν Ἡρωδιανο ῦ. E. M. 18, 39: ἀδόροι ς : Ἀντίμαχος «ἐν ἀδόροισι χέειν εὐίλατον ἄλφι». λέγεται γὰρ παρὰ τὸ δεδάρθαι δορός δοροί καὶ κατὰ πλεονασμὸν ἄδοροι ἢ ἀντὶ τοῦ κακόδοροι ἢ οὐ δεδαρμένοι. οὕτως Ἡρωδιανό ς. E. M. 48, 39: ἀκινάγματα οἷον «χειρῶν ἠδὲ ποδῶν ἀκινάγματα» τὰ τινάγματα τῶν ποδῶν μετὰ ῥυθμοῦ καὶ τῶν χερῶν ἢ κινήματα· καὶ πλεονασμῷ τοῦ α καὶ τοῦ γ καὶ τροπῇ τοῦ η εἰς α ἀκινάγματα. Ἡρωδιανό ς. E. Or. 28, 27: ἀκρεμώ ν : κρέμω ῥῆμα, ἀφ’ οὗ ῥηματικὸν ὄνομα κρεμών καὶ κρεμόνες τὸ πληθυντικὸν καὶ πλεονασμῷ τοῦ α ἀκρεμών. πλεονάζει τὸ α ὡς στάχυς ἄσταχυς. οὕτως Ἡρωδιανό ς.
3,2 168 (2) E. M. 119, 33: Ἀπαισό ς : Παισός ὡς ὁ ποιητής φησιν «ὅς ῥ’ ἐνὶ Παισῷ ναῖε» (Il. Ε 612), ἐν ἑτέροις δὲ «δῆμον Ἀπαισοῦ» (Β 828). Παισός δὲ εἴρηται παρὰ τὸ τὴν Ἀργὼ προσορμίζουσαν ἐκεῖσε παῖσαι καὶ προσεγγίσαι Παισός καὶ πλεονασμῷ τοῦ α Ἀπαισός. Ἡρωδιανό ς. E. M. 150, 56: Ἄρυπε ς : Φερεκύδης ἀντὶ τοῦ Ῥύπες. πρόδηλον τὸ εἰρημένον. Ῥύπες γὰρ λέγονται οἱ Ἀχαιοί. κατὰ πλεονασμὸν τοῦ α Ἄρυπες. E. M. 157, 33: Ἀσπληδώ ν : φασὶ γὰρ εἶναι Ἀσπληδόνα τὸν Πρέσβωνος καὶ Στερόπης. Ἀπολλόδωρος δέ φησιν Ἀσπληδόνα γνήσιον οὐκ εἶναι, εἴγε εὑρέθη «Σπληδόνα τ’ ἠγαθέην»· ὅταν οὖν εὕρωμεν «οἳ δ’ Ἀσπληδόνα ναῖον» (Il. Β 511) πλεονασμὸς ποιητικός ἐστι τοῦ α . Ἡρωδιανὸς περὶ παθῶ ν. E. Or. 17, 23 ἀστεροπ ή : στρέφω στρεπτή κατ’ ἀποβολὴν τοῦ τ καὶ ἐπένθεσιν τοῦ ο στεροπή καὶ πλεονασμῷ τοῦ α ἀστεροπή. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶ ν.
3,2 169 (2) E. Gud. 87, 52, Zon. 3, 16: ἀσφάραγος ὁ λεγόμενος φάρυγξ. εἴρηται ἄνευ τοῦ α σφάραγος παρὰ τὸ σφαραγεῖν, ὅ ἐστιν ἠχεῖν, δι’ αὐτοῦ γὰρ ἡ φωνὴ φέρεται. Ἡρόδικος δέ φησι πλεονασμῷ τοῦ α καὶ τοῦ ς εἶναι ἀσφάραγον ἀντὶ τοῦ φάρυγγα. Πτολεμαῖος δὲ ὅτι οἱονεὶ ἀσπαίρει. ἄλλοι δὲ διὰ τὸ μὴ σπᾶσθαι ἀσπάραγον καὶ ἀσφάραγον. κερατώδη γὰρ εἶναι. οἱ δὲ κατὰ πλεονασμὸν τοῦ α ἀσφάραγον τὸν φέροντα τὴν φωνήν. οὕτως Ἡρωδιανό ς· παρὰ σφάραγος πλεονασμῷ τοῦ α ἀσφάραγον τὸν βρόχθον. E. M. 385, 9 ἐσύνηκε ν : Ἀλκαῖος ἐσύνηκε καὶ Ἀνακρέων ἐξύνηκε πλεονασμῷ. οὐκ ἔστι δὲ πλεονασμός, ἀλλ’ Ἀττικὴ κλίσις ὥσπερ παροινῶ πεπαρῴνηκα καὶ ἐνοχλῶ ἠνώχληκα καὶ παρηνώχληκα.
3,2 170 (2) E. Or. 57, 13, E. Gud. 210, 58 et E. M. 380, 30: ἐρῳδιό ς : ὁ Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν λέγει, ὅτι ὥσπερ ἀπὸ τοῦ ἁρ‐
3,2 171 μόζω γίνεται ἁρμόδιος, τὸν αὐτὸν τρόπον ἀπὸ τοῦ ῥοίζω γίνεται ῥοίδιος καὶ πλεονασμῷ τοῦ ε καὶ ἐκτάσει τοῦ ο εἰς ω ἐρῳδιός καὶ μένει τὸ ι προσγεγραμμένον. καὶ λέγουσί τινες, ὅτι ὤφειλε βαρύνεσθαι· τὰ γὰρ διὰ τοῦ διος πάντα βαρύνονται παυρίδιος μοιχίδιος. ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ἐξηκολούθησε τοῖς ἐπὶ ὀρνέων. τὰ γὰρ εἰς ος καθαρὰ τῷ ι παραληγόμενα ὑπὲρ τρεῖς συλλαβὰς ἐπὶ ὀρνέων ὀξύνονται αἰγυπιός χαραδριός βομβυλιός. οὕτω ἐρῳδιός. λέγεται καὶ ῥῳδιός παρ’ Ἱππώνακτι «κνεφαῖος ἐλθὼν ῥῳδιῷ (sic) κατηυλίσθην». καὶ ὡς μὲν πρὸς τὴν συνήθειάν ἐστιν ἀφαίρεσις, ὡς δὲ πρὸς τὸν σχηματισμὸν ἐντελές. E. Or. 67, 21, E. M. 417, 16: ἠβαιόν ὀλίγον καὶ ὀλιγοχρόνιον. οἱ μὲν παρὰ τὴν ἥβην, ἐπεὶ αὕτη ὀλίγη καὶ ταχέως αὔξεται καὶ ἐλαττοῦται, ἀφ’ οὗ παρώνυμον ἠβαός καὶ ἠβαιός ὁ ἐπ’ ὀλίγον χρόνον ἀκμάζων καὶ μαραινόμενος πάλιν. καὶ εἰ ἐκ τοῦ ἥβη γίνεται, ὤφειλε δασύνεσθαι· οὐκ ἔστι δὲ οὕτως. ἀλλ’ ἀπὸ τοῦ βῆναι γίνεται βαός καὶ πλεονασμῷ τοῦ ι βαιός ὁ ἐπ’ ὀλίγον χρόνον βεβηκώς καὶ πλεονασμῷ τοῦ η ἠβαιός ὡς τὸ μύει ἠμύει βαιόν καὶ ἠβαιόν. E. Or. 68, 18, E. M. 422, 12, E. Gud. 238, 30: ἠθεῖε προσφώνησις φιλοφρονητικὴ νεωτέρου ἀδελφοῦ πρὸς πρεσβύτερον κατὰ τιμήν. ἢ παρὰ τὸ θεῖος δεῖ αὐτὸ κανονίζειν καὶ κατὰ πλεονασμὸν τοῦ η αὐτὸ γεγονέναι ἠθεῖος. πλεονάζει γὰρ τὸ η ἐν πολλαῖς λέξεσιν ὡς τὸ μύω ἠμύω, πεδανός ἠπεδανός, βαιός ἠβαιός, εὐγενής εὐηγενής. ἢ παρὰ τὸ ἔθος ἔθειος ὡς τέλος τέλειος, ὄρος ὄρειος, ὄνειδος ὀνείδειος καὶ τροπῇ τοῦ ε εἰς η καὶ καταβιβασμῷ τοῦ τόνου ἠθεῖος. ἀναλογώτερον δέ ἐστιν ἐκ τοῦ θεῖος αὐτὸ κανονίζειν ἤπερ ἐκ τοῦ ἔθος. ἐκ γὰρ τοῦ θεῖος καὶ ἡ αὐτὴ τάσις σώζεται καὶ ὀλίγα πάθη δίδοται, ἐκ δὲ τοῦ ἔθος καὶ ἀλλότριος ὁ τόνος καὶ πολλὰ τὰ πάθη δίδοται.
3,2 172 (2) E. M. 430, 57: ἠμύω ἐκ τοῦ μύω πλεονασμῷ τοῦ η . ὁ δὲ Ἡσίοδος «ἀμύοντα χαμᾶζε» εἶπε διὰ τοῦ α καὶ ἔστιν εἰπεῖν ὅτι ὥσπερ τὸ σταφίς γίνεται ὀσταφίς καὶ ἀσταφίς κατὰ πλεονασμὸν τοῦ α καὶ τοῦ ο , οὐ κατὰ τροπήν, οὕτω καὶ ἐπὶ τοῦ μύω πλεονάζει καὶ τὸ α καὶ τὸ η «ἐπί τ’ ἠμύει ἀσταχύεσσιν» (Il. Β 148). E. M. 464, 35, Schol. ad Oppian. Halieut. II 111: ἰαύω—ὁ Ἡρωδιανὸς λέγει παρὰ τὸ αὔω πλεονασμῷ τοῦ ι «ἀΰπνους νύκτας ἴαυον» (Od. τ 340), ἄγρυπνος διετέλουν. Steph. B. 209, 18: Γνής ἔθνος οἰκῆσαν τὴν Ῥόδον, ἔνθεν καὶ ἴγνητες οἱ ἰθαγενεῖς. λέγεται γὰρ καὶ μετὰ τοῦ ι ἴγνητες. Steph. B. 482, 10: Ὄαξος πόλις Κρήτης, Ἐλευθέρνης οὐ πόρρω, καθὰ Ξενίων, ἀπὸ Ὀάξου τοῦ Ἀκακαλλίδος τῆς θυγατρὸς τοῦ Μίνω. τινὲς δὲ διὰ τὸ καταγῆναι τὸν τόπον καὶ κρημνώδη ὑπάρχειν. καλοῦσι γὰρ τοὺς τοιούτους τόπους ἄξους. καθάπερ καὶ ἡμεῖς ἀγμούς. Ep. Cr. I 316, 18, E. M. 614, 34: ὅου —«ὅου κράτος ἐστὶ μέγιστον» (Od. α 70). ἄρθρον ὑποτακτικόν. τὸ δὲ ο λέγεται πλεονάζειν. λέγει δὲ Ἡρωδιανὸς ὅτι ὁ πλεονασμὸς τὸν οἰκεῖον τόνον φυλάττει οἷον ὥρακα ἑώρακα. εἰ ἄρα οὖν καὶ τὸ ο κατὰ πλεονασμὸν ἐγένετο, ὤφειλεν εἶναι ὁοῦ περισπώμενον. οὐκ ἔστι δὲ πλεονασμός,
3,2 173 ἀλλὰ διαίρεσις· τὰ γὰρ ἄρθρα εἴωθε διαιρεῖσθαι, οὐχὶ πλεονάζειν οἷον ἧς ἕης «ἕης τὸ πρίν γ’ ἐράασθε» (Il. Π 208), οὗ ὅου. τί διαφέρει διαίρεσις πλεονασμοῦ; διαφέρει, ὅτι ὁ μὲν πλεονασμὸς τὸν αὐτὸν τόνον φυλάττει οἷον εἴκοσι ἐείκοσι, ἡ δὲ διαίρεσις ἀλλάσσει τὸν τόνον οἷον ἧς ἕης, ἠγορῶντο ἠγορόωντο, οὕτως οὗ ὅου. δασύνεται τὸ ο . λέγει ὁ Ἡρωδιανὸς ὅτι τὰ πλεονάζοντα φωνήεντα ἐν λέξεσι ταῖς ἀπὸ φωνήεντος δασυνομένου ἀρχομέναις μεταληπτικὰ γίνονται τοῦ δασέος πνεύματος οἷον ἥνδανεν ἑήνδανεν. E. Or. 115, 24: ὀβελό ς· παρὰ τὸ βάλλω ἢ βέλλω γίνεται τὸ μὲν οὐδέτερον βέλος, τὸ δὲ ἀρσενικὸν βελός καὶ πλεονασμῷ τοῦ ο ὀβελός. οὕτως ἐν τῷ περὶ παθῶν Ἡρωδιανό ς. Eustath. 650, 48: κατὰ πλεονασμὸν τοῦ ο ἐκ τοῦ κέλλω ὀκέλλω, κλῶ κλάζω ὀκλάζω, ἔτι καὶ ἐν τῷ Βριάρεως Ὀβριάρεως, ὡς τεχνογραφεῖ Ἡρωδιανό ς. Et. Or. 117, 27: ὀροθύν ω : παρὰ τὸ ῥοθῶ ῥοθύνω καὶ πλεονασμῷ τοῦ ο ὀροθύνω ἢ παρὰ τὸ ὄρω καὶ θύνω. ἐν τῷ περὶ παθῶν Ἡρωδιανό ς. E. M. 636, 4: ὀσταφίς πλεονασμῷ τοῦ ο καὶ ἀσταφίς πλεονασμῷ τοῦ α . σταφίς γάρ. σπάνιον τὸ σταφίς. σχεδὸν γὰρ ἡ ἀνὰ χεῖρα χρῆσις ἀσταφίς ἔχει. περὶ παθῶ ν.
3,2 174 (2) E. M. 167, 24: ὀτρυγηφάγος «ὄνου κήλωνος ὀτρυγηφάγου» παρὰ Ἀρχιλόχῳ ἀντὶ τοῦ κριθοφάγου—τρύγη γὰρ ὁ Δημητριακὸς καρπός— κατὰ πλεονασμὸν τοῦ ο ὡς ἐπὶ τοῦ κρυόεις ὀκρυόεις. E. Gud. 104, 10: βαῦνος τὸ πῦρ ἢ ὁ χυτρόπους ἢ ἡ κάμινος. ἔνθεν καὶ βάναυσος καὶ κρίβανος ὁ ἔχων κριθάς· γέγονε δὲ τὸ βαῦνος πλεονασμῷ τοῦ β κατὰ Λάκωνας· οὗτοι γὰρ τὸ ἰδεῖν βιδεῖν λέγουσιν. οὕτω καὶ τὸ αὔσω αὖνος καὶ βαῦνος. οὕτως Ἡρωδιανό ς. E. M. 195, 50: βεύδε α : τὰ ποικίλα καὶ πορφυρᾶ ἱμάτια. Ἡρωδιανὸς εὕδεα καὶ πλεονασμῷ τοῦ β βεύδεα· παρὰ τὸ εὕδειν. βρόδον ἐστὶ κατὰ διάλεκτον παρὰ τὸ ῥόδον πλεονασμῷ τοῦ β ὥσπερ ῥάκος βράκος, ῥυτῆρες βρυτῆρες, σημαίνει δὲ τοὺς χαλινούς, καὶ ῥίζα βρίσδα κατὰ διάλυσιν τοῦ ζ εἰς δ καὶ ς . Οὕτως Ἡρωδιανός. E. M. 214, 34. St. B. 7, 4: Ἄβιο ι : Αἰσχύλος Γαβίους διὰ τοῦ γ ἐν λυομένῳ Προμηθεῖ. St. B. 193, 20: Γάζα πόλις φοινίκης· ἐκλήθη καὶ Ἄζα· καὶ μέχρι νῦν Σύροι Ἄζαν αὐτὴν καλοῦσιν ἀπὸ Ἄζωνος τοῦ παιδὸς Ἡρακλέους.
3,2 175 μυθολογοῦσι δέ τινες ὑπὸ Διὸς κτισθῆναι καὶ ἐν αὐτῇ ἀπολιπεῖν τὴν ἰδίαν γάζαν, οὕτω τῶν Περσῶν τὰ χρήματα καλούντων. E. M. 494, 9: Καυλωνία ἐκ τοῦ Αὐλωνία κατὰ πλεονασμὸν τοῦ κ . E. Or. 103, 6: μοχλό ς : ὁ Ἡρωδιανὸς παρὰ τὸ ἔχω τὸ συνέχω, ἐπεὶ καὶ Ὅμηρος ὀχῆα λέγει τὸν μοχλόν. E. M. 724, 32: σπυρί ς : πλεονασμός ἐστι τοῦ ς ἀπὸ τοῦ πυρός πυρίς. Ἡρωδιανὸς λέγει, ὅτι τοὺς πυροὺς σπυροὺς λέγουσιν οἱ Συρακούσιοι. παρὰ τοὺς σπόρους.
3,2 176 (2) E. M. 145, 53: Ἄρνη πόλις Βοιωτίας· ἔστι δὲ καὶ Θεσσαλίας. ἀπὸ Ἄρνης τῆς Αἰόλου· ὁ δὲ Κράτης φησὶ παρὰ τὸ ἄρνας. ἐπιτηδεία γὰρ εἰς ἄρνας τρέφειν ἡ πόλις. καὶ οὐκ ἀπεικός. ὡς γὰρ αὐτός φησι, καὶ τὴν Κῶν τὴν ἐπιτηδείαν πρὸς τὰ πρόβατα τοὺς ἐνοικοῦντας Κᾶρας οὕτως ὀνομάζειν τῇ οἰκείᾳ φωνῇ. κῶν γὰρ τὸ πρόβατον ὠνόμασαν. οὕτω καὶ τὴν Ἄρνην. καὶ γὰρ αὕτη εὔαρνος· ὥστε τὴν μὲν Ἄρνην ἀπὸ τῆς συγκεκομμένης γενικῆς ὠνομάσθαι, τὴν δὲ Ἀρήνην ἀπὸ τῆς ἐντελοῦς τῆς ἀρῆνος. καλεῖται δὲ καὶ Τάρνη, ὡς λέγει Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶ ν. E. M. 171, 7: αὔσιο ν : καὶ ὁ μὲν Ἴβυκος αὔσιον λέγει οἷον «οὐ γὰρ αὔσιον παῖς Τυδέως» (fr. 12 Bergk)· ὁ δὲ Ἀλκμὰν «ταυσία παλλακίω» (fr. 88 Bergk)· ὁ δὲ ποιητὴς κατὰ διάστασιν καὶ τροπὴν τοῦ α εἰς η «τηϋσίην ὁδόν» (Od. γ 316). οὐδεὶς γὰρ τὸν σχηματισμὸν αὐ‐
3,2 177 τοῦ κατώρθωσεν. ἐγὼ δὲ ἡγοῦμαι, ὅτι πρῶτον τὸ παρ’ Ἰβύκῳ, δεύτερον τὸ παρὰ Ἀλκμᾶνι, τρίτον τὸ παρὰ Ὁμήρῳ κατὰ διάστασιν. οὕτως Ἡρωδιανὸς περὶ παθῶ ν. St. B. 685, 14: Χάλυβες περὶ τὸν Πόντον ἔθνος ἐπὶ τῷ ποταμῷ Θερμώδοντι. τούτους Ὅμηρος Ἁλίζωνάς φησιν ἐν τῷ μετὰ τοὺς Παφλαγόνας καταλόγῳ (Il. Β 856) αὐτὰρ Ἁλιζώνων Ὁδίος καὶ Ἐπίστροφος ἦρχον τηλόθεν ἐξ Ἀλύβων, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. ἤτοι τῆς γραφῆς μετατεθείσης ἀπὸ τοῦ «τηλόθεν ἐκ Χαλύβης» ἢ τῶν ἀνθρώπων πρῶτον Ἀλύβων λεγομένων ἀντὶ τοῦ Χαλύβων. E. M. 817, 40: ὁ Ἡρωδιανὸς παρὰ τὸ ἄμμος λέγει ψάμμος πλεονασμῷ τοῦ ψ . σπανίως. παρὰ τὸ ἄμαθος καὶ ἀμαθύνω καὶ ἠμαθόεις, ὡς ἄνεμος ἠνεμόεις «παρ’ ἠνεμόεντα Μίμαντα» (Od. γ 172), ὁμοίως ἄμαθος ἀμαθόεις καὶ ἠμαθόεις «Πύλου ἠμαθόεντος» (Ι 153). παρὰ δὲ ψάμαθος οὐδέτερον. E. Gud. 313, 8, E. M. 500, 31: κέκλετο (e. g. Il. Ζ 287): εἰ παρὰ τὸ κέλω λαμβάνεται, πλεονασμός ἐστι τοῦ κ κέλω κελόμενοι
3,2 178 καὶ «ἀλλήλοισί τε κεκλόμενοι» (Θ 346) πλεονασμῷ τοῦ κ . εἰ δὲ παρὰ τὸ καλῶ, οὐκ ἔστι πλεονασμός, ἀλλὰ ἀναδιπλασιασμός. ἔστι γὰρ κλῶ καὶ κατὰ ἀναδιπλασιασμὸν κέκλω. οὐ γὰρ μόνον διὰ τοῦ ι γίνονται ἀναδιπλασιασμοί, ἀλλὰ καὶ διὰ τοῦ ε μένω μνῶ μέμνω, φένω φνῶ πέφνω. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶ ν. E. M. 272, 8: διδάσκ ω : δαίω τὸ ἐπίσταμαι. ὁ μέλλων δαίσω. πλεονασμῷ τοῦ κ δαίσκω ὡς μεθύσω μεθύσκω καὶ κατὰ ἀναδιπλασιασμὸν διδαίσκω ὡς τρώσω τρώσκω καὶ τιτρώσκω καὶ ἀποβολῇ τοῦ ι διδάσκω. οὐδέποτε γὰρ τὰ εἰς κω ῥήματα κοινὰ ὄντα διφθόγγῳ τῇ διὰ τοῦ ι παραλήγεται. ὅθεν ἐπίμεμπτος Ἀρίσταρχος τὸ «εἴ κέ σε τῷ εἴσκοντες» (Il. Λ 799) διὰ τῆς ει διφθόγγου γράφων, μὴ διὰ τοῦ ι . πρόσκειται «κοινά» διὰ τὰ Αἰολικά. οἱ γὰρ Αἰολεῖς θναίσκω καὶ μιμναίσκω διὰ τῆς αι διφθόγγου λέγουσιν. Ἡρωδιανὸς δὲ λέγει, ὅτι Χρύσιππός φησι παρὰ τὸ ἀσκεῖν τὸ σημαῖνον τὸ διδάσκειν τί, ἀσκῶ διάσκω καὶ ἐπενθέσει τοῦ δ διδάσκω.
3,2 179 (2) E. M. 672, 46: πινύσκ ω : παρὰ τὸ πνέω πνύω, ὁ μέλλων πνύσω, πλεονασμῷ τοῦ κ πνύσκω καὶ ἐπενθέσει τοῦ ι πινύσκω ἢ ἀναδιπλασιασμῷ πιπνύσκω καὶ ἀποβολῇ τοῦ π καὶ ἐκτάσει τοῦ ι πινύσκω ὡς γιγνώσκω γινώσκω. ἄμεινον δὲ λέγειν πλεονασμὸν ἤπερ διπλασιασμόν. περὶ παθῶ ν. E. Or. 135, 7, E. M. 673, 49: πιφαύσκ ω : ἔστι φῶ τὸ λέγω, παραγωγὸν φάζω, ὁ μέλλων φάσω καὶ φάσκω καὶ πλεονασμῷ τοῦ υ φαύσκω καὶ ἀναδιπλασιασμῷ πιφαύσκω. ὁ δὲ Φιλόξενος ἀπὸ τοῦ φῶ παραγωγὸν φαύω, ὁ μέλλων φαύσω καὶ πλεονασμῷ τοῦ κ καὶ ἀναδιπλασιασμῷ πιφαύσκω.
3,2 180 (2) E. M. 103, 22: ἀνεκήκι ε : ἐκ τοῦ κίω τὸ πορεύομαι διπλασιασμῷ κικίω καὶ τροπῇ Αἰολικῇ τοῦ ι εἰς η ὡς ψιμύθιον ψημύθιον ἐκήκιε καὶ ἀνεκήκιε.
3,2 181 (2) E. Gud. 450, 20 πάμπα ν : ἔστι πᾶν καὶ κατ’ ἀναδιπλασιασμὸν πάμπαν, τὸ δὲ μ διὰ σύνταξιν. οὕτως Ἡρωδιανό ς. Ep. Hom. 73, 23 coll. E. M. 39, 47: παρὰ τὸ ἐτεὸν τὸ ἀληθὲς γίνεται, ὥς φησιν Ἡρωδιανό ς, ἐτώσιον καὶ συνθέσει τοῦ α ἀετώσιον τὸ μὴ ἀληθές καὶ ἀφαιρέσει τῆς στερήσεως ἔμεινε τὸ ἐν τῇ συνθέσει σημαινόμενον.
3,2 182 (2) Ep. Hom. 437, 22 coll. E. M. 405, 23: ποῖόν ἐστιν ἀναλογώτερον καὶ κυριώτερον καὶ πρῶτον τὸ χθές ἢ τὸ ἐχθές; τὸ ἐχθές. καὶ δῆλον, πρῶτον μὲν ἀπὸ τῆς ἐτυμολογίας, ὅτι ἐχθές εἴρηται παρὰ τὸ ἐκτὸς γεγενῆσθαι τῆς σήμερον. παρὰ τὸ ἐκτὸς τοῦ χρόνου γεγονὸς κατάστημα ἐκτές καὶ τροπῇ τῶν ψιλῶν εἰς δασέα ἐχθές· καθώς ἐστιν καὶ ἐπινοῆσαι ἐπὶ τοῦ ἔχθος· τὸ γὰρ ἀπόβλητον καὶ ἐκτὸς ἡμῶν τοιοῦτον. δεύτερον δέ, ἐπεὶ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶν ἐπίρρημα μονοσύλλαβον ἀπαθὲς κατ’ ἰδίαν ῥητὸν μακροκαταληκτεῖ φύσει ἢ θέσει οἷον μή, νή, πλήν, δήν, πύξ, λάξ, μάψ, ἄψ καὶ τὰ τοιαῦτα. οὐ μάχεται τὸ ψό ἐν Ποιμέσι Σοφοκλέους· ἐπίφθεγμα γάρ· χωρὶς τοῦ πρίν. πρόσκειται «μονοσύλλαβα» διὰ τὰ δισύλλαβα. πρόσκειται «ἀπαθές» διὰ τὸ δίς καὶ τρίς. ταῦτα γὰρ κατὰ πάθος εἰσὶν ἐκ τοῦ δυάκις καὶ τριάκις. πρόσκειται «κατ’ ἰδίαν ῥητόν» διὰ τὸ λα ἐπιτατικὸν μόριον καὶ τὸ α τὸ στερητικόν. εἰ ἄρα οὖν τὸ χθές ἐπίρρημά ἐστι καὶ μονοσύλλαβον καὶ κατ’ ἰδίαν ῥητόν, ἔδει αὐτὸ εἶναι μακροκατάληκτον εἴτε φύσει εἴτε θέσει· ὥστε τὸ ἐχθές ἀναλογώτερόν ἐστιν ἐκφεῦγον τὴν παραλογίαν τοῦ χθές. μιμεῖται δὲ τὸ αἰές. τρίτον δὲ ὅτι τὸ ε ἐπὶ φωνήεντι πέφυκεν πλεονάζειν εἶπον ἔειπον. ἀφαιρεῖται δὲ ὅτε μετὰ συμφώνου ὑπάρχει ἔβη βῆ. οὕτως οὖν καὶ ἐχθές χθές. ἀφαιρέσει ἄρα καὶ οὐ πλεονασμῷ· τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἐθέλω καὶ θέλω. πρῶτον τὸ ἐθέλω καὶ δεύτερον τὸ θέλω.
3,2 183 (2) E. M. 318, 18: ἐθέλ ω· ἰστέον ὅτι δύο θέματά εἰσι, θέλω καὶ ἐθέλω. καὶ τὸ μὲν τεθέληκα ἀπὸ τοῦ θέλω ἐστίν, ἐπειδὴ πᾶς παρακείμενος ἀπὸ συμφώνου ἀρχόμενος πάντως καὶ τὸν ἐνεστῶτα ἔχει ἀπὸ συμφώνου ἀρχόμενον οἷον τέτυφα, ὅτι τύπτω. τὸ δὲ ἐθελήμων ἀπὸ τοῦ ἐθέλω ἐστίν. καὶ δεῖ γινώσκειν, ὅτι ἀεὶ τὸ τρισύλλαβον εὑρίσκεται παρὰ τῷ ποιητῇ ἐθέλω. ἀμέλει ἐν τῷ «μήτε σὺ Πηλείδή’ θελ’ ἐριζέμεναι» (Il. Α 277) δηλονότι κράσει ἐγένετο τοῦ η καὶ ε εἰς η . μηδεὶς δὲ οἰέσθω, ὅτι τὸ ἐθέλω ἐκ τοῦ θέλω ἐστὶ κατὰ πλεονασμὸν τοῦ ε · τὸ γὰρ ε ἐπὶ φωνήεντι πέφυκε πλεονάζεσθαι ὡς τὸ εἶπας ἔειπας, ἐπὶ συμφώνῳ δὲ οὐ πλεονάζεται. τὸ δὲ θέλω δοκεῖ ἐκ τοῦ ἐθέλω εἶναι· τὸ γὰρ ε τὸ μετὰ συμφώνου ὑπάρχον πέφυκε πολλάκις ἀποβάλλεσθαι ὡς τὸ ἔφη φῆ, ἔβη βῆ. δοκεῖ δὲ τὸ θέλω ἀναλογώτερον εἶναι τοῦ ἐθέλω· τὸ γὰρ ἐθέλω παράλογον κατά τι ἐστί. τὰ γὰρ διὰ τοῦ λω ὑπὲρ δύο συλλαβὰς τῷ ε παραληγόμενα, μὴ ἔχοντα ἕτερον λ προηγούμενον, περισπᾶται οἷον ὠφελῶ, ἀμελῶ. τὸ δὲ ἐθέλω βαρύνεται. τούτου χάριν τὸ θέλω ἀναλογώτερον ἐστὶ τοῦ ἐθέλω. ἔχομεν γάρ τινα ῥήματα δισύλλαβα βαρυνόμενα οἷον μέλω, ἕλω, κέλω. πρόσκειται «μὴ ἔχοντα ἕτερον λ προηγούμενον» διὰ τὸ ἀνατέλλω. Ep. Hom. 234, 5, E. M. 508, 29, An. Ox. II 442, 15: ἐκεῖνο ς : ζητοῦσί τινες, ποῖόν ἐστιν ἀναλογώτερον τὸ κεῖνος ἢ τὸ ἐκεῖνος. ἔστι δὲ εἰπεῖν, ὅτι κατά τι μέν ἐστιν ἀναλογώτερον τὸ κεῖνος, κατά τι
3,2 184 δὲ τὸ ἐκεῖνος. καθὸ μέν ἐστι λέγειν, ὅτι οὐδέποτε πρωτότυπος ἀντωνυμία ἀπαθὴς οὖσα ὑπερβαίνει τὴν δισυλλαβίαν οἷον ἐγώ, αὐτός, οὗτος, τὸ κεῖνος ἐστὶ ἀναλογώτερον. πρόσκειται «πρωτότυπος» διὰ τὸ νωΐτερος, σφωΐτερος· παραγωγοὶ γὰρ αὗται αἱ ἀντωνυμίαι· «ἀπαθεῖς» εἴπομεν διὰ τὸ οὑτοσί, ἐκεινοσί. καθὸ δὲ αἱ μονοπρόσωποι ἀντωνυμίαι ἀπὸ φωνήεντος θέλουσιν ἄρχεσθαι, οἷον οὗτος, αὐτός, ὅδε, ἀναλογώτερόν ἐστι τὸ ἐκεῖνος, ἵνα ἀπὸ φωνήεντος ἄρξηται.
3,2 185 (2) E. M. 634, 12: ὀρτή ἀπὸ τοῦ ἑορτή κατὰ ἀφαίρεσιν. περὶ παθῶ ν. E. M. 719, 5: σκορακισμό ς : οἱ παλαιοὶ παρὰ δύο λέξεις διεζευγμένας παραγωγὰ ποιοῦσι πολλάκις· Νέα πόλις Νεαπολίτης, παρὰ ποταμὸν παραποτάμιος. οὕτω καὶ τὸ σκορακίζειν· ἐς κόρακας ἐσκορακίζειν καὶ ἀποβολῇ τοῦ ε σκορακίζειν. οὕτως Ὦρος, ἀλλὰ καὶ Ὠρίων καὶ Ἡρωδιανὸς περὶ παθῶ ν. E. M. 469, 50: ἔστιν τὸ ἱήϊο ς, ἐπίθετον Ἀπόλλωνος, ὁ τοξότης, ἀπὸ τοῦ ἵημι παρὰ τὴν ἕσιν τῶν βελῶν τινὲς δὲ ψιλοῦσιν, ἐπεὶ ἰάσεως αἴτιος ὁ θεός. τὸ δὲ «ἤϊε Φοῖβε» (Ο 365) κατὰ ἀποβολὴν τοῦ ι γέγονεν. Ἀρίσταρχος δασύνει, ἐπεὶ παρὰ τὸ ἵημι ἐγένετο· οἱ δὲ ψιλοῦσιν ἀπὸ τῆς ἰάσεως. ἄμεινον δὲ ψιλοῦσθαι· τὸ γὰρ η πρὸ φωνήεντος ψιλοῦται.
3,2 186 (2) Steph. B. 329, 1: Ἰθώμ η, πόλις Θεσσαλίας τῆς Πελασγιώτιδος· Ὅμηρος «οἵ τ’ εἶχεν Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν» (Β 729). ἔστι καὶ Μεσσήνης. καλεῖται δὲ ὁ τόπος τῆς Θεσσαλίας Θούμαιον ἀποβολῇ τοῦ ι καὶ τροπῇ τοῦ ω εἰς τὴν ου δίφθογγον. E. Gud. 350, 36: κτίλο ς : ἀπὸ τοῦ ἵκω ἱκτός ὡς τάσσω τακτός, πλέκω πλεκτός καὶ ὥσπερ παρὰ τὸ πένθος γίνεται πενθίλος ὡς ναυτίλος, οὕτως οὖν καὶ ἱκτός ἱκτίλος. καὶ ἀφαιρέσει τοῦ ι κτίλος. τοῦτο Ἡρωδιανὸς περὶ παθῶ ν. Zonar. 1332: μάσθλ η : Ἡρωδιανὸς ἀπὸ τοῦ ἱμάσσω. Zon. 585, E. M. 192, 42: δύρεσθαι ἀντὶ τοῦ ὀδύρεσθαι ἀφαιρέσει τοῦ ο . οὕτως Ἡρωδιανό ς.
3,2 187 (2) E. M. 308, 30: ἐβλαστηκότε ς : «ἐκ τῶν ἀγρῶν ἥκουσιν ἐβλαστηκότες» (Iph. Aul. 594) Ἀττικῶς· βεβλαστηκότες ἀποβολῇ τοῦ β ἐβλαστηκότες ὥσπερ βεβριγωμένης ἐβριγωμένης· οἱ γὰρ Ἀττικοὶ ἀποβάλλουσι σύμφωνον, οἱ δὲ Αἰολεῖς προσνέμουσι τὸ ἐπτερύγωμαι πεπτερύγωμαι λέγοντες. οὕτως Ἡρωδιανό ς. E. M. 501, 26: κέκτημα ι : λέγει ὁ Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶ ν, ὅτι κατὰ πλεονασμὸν τοῦ κ Αἰολικῶς· τὸ γὰρ κοινὸν ἔκτημαι ἐστὶν ὡς τὸ «Ἴλιον ἐκτῆσθαι» (Il. Ι 402). τὰ γὰρ ἀπὸ τοῦ κτ οὐκ ἀναδιπλασιάζονται, ὃν τρόπον οὐδὲ τὰ ἀπὸ τοῦ πτ . ὁμοίως καὶ τὸ πέπταμαι ἀπὸ τοῦ ἔπταμαι πλεονασμῷ τοῦ π ἐστίν. Zon. 1540, E. M. 662, 32 (cod. Paris. 346): πέπταμα ι : ἐκ τοῦ ἵπτημι γίνεται ὁ παθητικὸς παρακείμενος ἔπταμαι ἔπτασαι ἔπταται καὶ πλεονασμῷ τοῦ π πέπταμαι Αἰολικῶς. οἱ γὰρ Αἰολεῖς εἰώθασι προστιθέναι σύμφωνον, ὥσπερ τὸ ἐπτερύγωμαι πεπτερύγωμαι οἷον «ὡς δὲ πάϊς παῖδα μητέρα πεπτερύγωμαι». Ἡρωδιανὸς ἐν τῷ περὶ πάθου ς.
3,2 188 (2) E. Gud. 288, 38 coll. E. M. 274, 5: ἱερὸν ἰχθύ ν : τινὲς παρὰ τὸ διαίνω διερός καὶ ἱερὸν τὸν ἀεὶ ἐν ὕδασι βρεχόμενον κατὰ ἀποβολὴν οἷον «ἔνθ’ ἤτοι μὲν ἐγὼ διερῷ ποδί» (Od. ι 43)· οἱ δὲ παρὰ τὸ δίω τὸ διώκω διερός καὶ ἱερός ὁ ταχύς· διωκτικὸς γάρ. Ἡρωδιανὸς περὶ παθῶ ν. Steph. B. 375, 8: Κοροπαῖο ς : Νίκανδρος ἐν Θηριακοῖς (v. 613) «ᾗ ἐν Ἀπόλλων μαντείας Κοροπαῖος ἐθήκατο καὶ θέμιν ἀνδρῶν». οἱ μὲν ὑπομνηματίσαντες αὐτὸν Θέων καὶ Πλούταρχος καὶ Δημήτριος ὁ Χλωρός φασι «Νίκανδρος «Κοροπαῖος Ἀπόλλων».» Κορόπη δὲ πόλις Θεσσαλίας· ἀγνοεῖ δ’ ὅτι Ἀμφιαράου ἱερόν, οὐκ Ἀπόλλωνός ἐστι. καὶ γράφεται Ὀροπαῖος. Ὀρόπη γὰρ πόλις Εὐβοίας, ὅπου Ἀπόλλωνος διασημότατον ἱερόν». βέλτιον δ’ ὑπονοεῖν, ὅτι ἡμάρτηται, λέγεται δὲ κατ’ ἔλλειψιν τοῦ κ Ὀροπαῖος.
3,2 189 (2) Eustath. 1525, 7: περιαίρεσις τῆς ἀρχῆς θεωρεῖται καὶ ἐν τῷ σῦς καὶ ὗς καθ’ Ἡρωδιανό ν. Theogn. Cr. II 89: ῥῖγο ς : ἀπὸ τοῦ φρίσσω φρίγος καὶ ἀποβολῇ τοῦ φ ῥῖγος. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶ ν. E. M. 134, 52: ἀραριημένο ς : ἔστιν ὄνομα παρὰ τῷ ποιητῇ ἀρειή, ἀφ’ οὗ ῥῆμα ἀρειῶ. τούτου ὁ παθητικὸς παρακείμενος ἠρείη‐
3,2 190 μαι, ἡ μετοχὴ ἠρειημένος καὶ κατὰ ἀναδιπλασιασμὸν ἀραρειημένος καὶ κατὰ συστολὴν ἀραριημένος καὶ κατ’ ἀποβολὴν ἀριημένος. ταῦτα Ἡρωδιανό ς. οὕτω Ζηνόδοτος. E. M. 560, 30: λεώς ἐὰν μὲν ὀξύνηται, Ἀττικόν ἐστιν ἀπὸ τοῦ λαός· εἰ δὲ βαρύνεται, ἀποβολή ἐστι τοῦ τελέως· ὃν γὰρ τρόπον προσέρχεται ἡ τε ἐν τῷ τέτρομος, ἀφαιρεῖται ἐν τῷ τελέως λέως. Choer. Can. 81, 34: ψάλυξ ἐστὶ ἀπὸ τοῦ φεψάλυξ κατ’ ἀποβολὴν τῆς πρώτης συλλαβῆς. St. B. 284, 19: Εὐεσπερίδες πόλις Λιβύης καὶ ἑνικῶς λεγομένη. λέγεται καὶ χωρὶς τοῦ ευ μορίου Ἑσπερίς.
3,2 191 (2) St. B. 100, 17: Ἀντισάρη πόλις· τινὲς δὲ Τισάρη γράφουσιν. St. B. 444, 5: Μεμβλίαρος νῆσος πλησίον Θήρας· λέγεται καὶ κατ’ ἀφαίρεσιν Βλίαρος. St. B. 212, 14: Γραῖα πόλις Ἐρετρίας· ἀφαίρεσις γέγονε τῆς ἀρχῆς. St. B. 334: Ἰόπη πόλις Φοινίκης. λέγεται καὶ Ἰοπία διὰ τοῦ ι καὶ ἴσως ἐκ τοῦ Αἰθιοπία. E. M. 184, 30: ἄ ψ : τινὲς μὲν ἀπὸ τοῦ α τοῦ σημαίνοντος τὸ ὀπίσω ἄψ κατὰ πλεονασμὸν τοῦ ψ . Ἡρωδιανὸς δὲ μηδέποτε τὰ διπλᾶ πλεονάζειν. Ep. Hom. 420, 8, E. M. 781, 47: ὑπόδρα ἐπίρρημα πόθεν γίνεται; ὁ μὲν Ἀπολλώνιος δύο λέγει παραγωγάς, ὁ δὲ Ἡρωδιανὸς μίαν. ὁ μὲν Ἀπολλώνιος οὕτως· ὥσπερ ἀπὸ τοῦ ἠρεμῶ γίνεται ἠρέμα καὶ σιγῶ σῖγα, οὕτω καὶ ἐκ τοῦ ὁρῶ ὅρα καὶ μετὰ τῆς ὑπό ὑπόρα καὶ πλεονασμῷ τοῦ δ ὑπόδρα τὸ ὑφορᾶσθαι. καὶ ἄλλως· ἔστι δρῶ καὶ σημαίνει τὸ βλέπω, ἐξ οὗ καὶ δρωπάζειν καὶ τὸ δραπέτης ὁ ἐπιβλέπων τοὺς δεσπότας. ἐκ τοῦ οὖν δρῶ γίνεται δρά καὶ μετὰ τῆς ὑπό ὑπόδρα τὸ ὑποβλέπειν. ὁ δὲ Ἡρωδιανὸς λέγει, ὅτι ἐκ τοῦ ὑποδράξ γίνεται. Ep. Hom. 319, 23, E. M. 638, 6: οὔ ἑθεν (Α 144): ἐκ τῆς οὐ ἀρνήσεως καὶ τῆς ἕθεν Ἀττικῶς παραγωγοῦ ἀντωνυμίας οὔ ἑθεν. Ἰστέον
3,2 192 ὅτι τὸ οὔ ἑθεν χωρὶς τοῦ κ εὑρέθη, διότι ἐγκλίνεται· τὰ δὲ ἐγκλινόμενα οὐδέποτε προσλαμβάνουσιν οἷον ἐμοῦ, ἤκουσέ μου. ἄλλως δὲ αἰτία μέν ἐστι ἡ οὐ ἄρνησις τοῦ πλεονασμοῦ, ἀλλ’ οὐ δύναται λήγειν εἰς κ · οὐδέποτε γάρ ἐστι λέξις Ἑλληνικὴ εἰς ἄφωνον λήγουσα. δεῖ οὖν αὐτὸ ἐπιφέρειν τῇ ἑτέρᾳ λέξει· εἰ οὖν ἔλαβεν αὐτὸ ἐν τῷ ἕθεν, ἤμελλε φυλάττειν ἐν πλεονασμῷ καὶ οὐκέτι ἐνεκλίνετο. περὶ παθῶ ν. Ep. Hom. 328, 20: τὸ ὅτε οἱ Αἰολεῖς ὅτα λέγουσι, Λάκωνες δὲ ὄκα· καὶ οἱ μὲν μόνον ἔτρεψαν τὸ ε εἰς α , οἱ δὲ καὶ τὸ σύμφωνον· ὥστε οὐκ ἀπὸ τοῦ ὅτα Αἰολικοῦ ὅταν πλεονασμῷ τοῦ ν . ὅταν γὰρ μεταβολὴ γένηται τοῦ ε εἰς α , οὐ προσέρχεται τὸ ν ὄπισθεν ὄπισθα, πρόσθεν πρόσθα, ὡς καὶ ἐπὶ συνδέσμου ἕνεκεν ἕνεκα. Zonar. 1299, Fanorin. Ecl. 284, 28: λεγόμεθε ν : οἱ Αἰολεῖς τὸ λεγόμεθα καὶ φερόμεθα εἰς ε ποιοῦσι λεγόμεθεν καὶ φερόμεθεν μετὰ τοῦ ν . ἀλλὰ καὶ τὰ εἰς θεν ἐπιρρήματα εἰς α ποιοῦσιν οἷον ὄπισθεν ὄπισθα, ἄτερθεν ἄτερθα χωρὶς τοῦ ν · ὅτε γάρ εἰσιν εἰς ε τὰ ἐπιρρήματα, τότε καὶ τὸ ν προσλαμβάνουσιν οἷον ὄπισθεν. ὅτε δὲ εἰς α , ἀφίσταται τὸ ν ὥσπερ καὶ τὸ λεγόμεθα, εἶτα λεγόμεθεν, ἐπλεόνασε τὸ ν . Ἡρωδιανὸς περὶ παθῶ ν. κέν· δύναται πλεονασμὸς εἶναι κέ κέν ... (magna lacuna) ... ἐπὶ τούτων ἔχομεν ἀναλογίαν ἐπιδεῖξαι· θεματικοὶ γὰρ οἱ σύνδεσμοι, ἀλλ’ ἐπεὶ ὁρῶμεν πλεονάζον τὸ ν τοῦ ε , οὐδέποτε δὲ ἀποβάλλον, οἷον ἔλεγε, ἔλεγεν, λέγομεν εἶναι κέ κέν. Περὶ παθῶν.
3,2 193 (2) E. M. 748, 3: τὸ ταυτόν οὐ πλεονασμός, ἀλλ’ ἀναλογία· αἱ ἀντωνυμίαι εἰς ο περατοῦνται κατὰ τὸ τρίτον πρόσωπον κατὰ γένος οὐδέτερον αὐτό, ἐκεῖνο, τοῦτο. Ἀθηναῖοι οὖν μετὰ τοῦ ἄρθρου λέγοντες τὸ οὐδέτερον τῆς αὐτός φασὶ ταὐτόν ἀναλόγως διδάξω τί ἐστι τὸ αἴτιον· ἡ ἐκεῖνος καὶ ἡ οὗτος ἀντωνυμίαι στεροῦνται ἄρθρου. ἵν’ οὖν διαστῇ γένος ἀρσενικὸν καὶ οὐδέτερον, εἰς τὸ ο περατοῦνται κατὰ τὸ οὐδέτερον ἐκεῖνο τοῦτο, ἵνα τὸ μὲν εἰς ο σημαίνῃ τὸ οὐδέτερον, τὸ δὲ εἰς ν τὸ ἀρσενικὸν ἐκεῖνον τοῦτον· ἡ δὲ αὐτός ἄρθρον λαμβάνει. οὐκέτι ἄρα ὀφείλει ἔχειν τὸ οὐδέτερον εἰς ο ὁμοίως τῇ χωρὶς ἄρθρου· ἔχει γὰρ διὰ τοῦ ἄρθρου σημαίνειν τὸ γένος. Ἀθηναῖοι τοίνυν τὸ ἄρθρον προσνέμοντες καὶ τὸ ν διδοῦσι «ταυτὸν θυμὸν φαγόντες» (Arist. Plut. 253) ταὐτό γὰρ ὤφειλεν εἶναι. ὅταν οὖν Ἀττικοὶ λέγουσι ταὐτόν, τὸ ὀφειλόμενον ἀποδιδόασιν, οὐ πλεονάζουσιν· οὐδὲ ἐνθάδε πλεονάζουσι τοσοῦτον τηλικοῦτον· οὐ γὰρ ἔγκειται ἡ οὗτος ἀντωνυμία. περὶ παθῶ ν.
3,2 194 (2) Eustath. 617, 44: εἰ καὶ τὸ οὐδέτερον τοῦ ἄλλος ὤφειλεν εἶναι ἄλλον μετὰ τοῦ ν ἀναλόγως, ὅμως πέπονθεν αὐτοῦ ἔνδειαν ὡς καὶ τὸ τοιοῦτο καὶ τοσοῦτο, ἀλλ’ ἐπιλαμβάνει αὐτὸ καθ’ Ἡρωδιανὸν εἰπεῖν ἐν τῷ ἀλλοπρόσαλλον, οὕτω δὲ καὶ ἐν τῷ ἔξαλλον καὶ ἄπαλλον. E. M. 44, 45: ἀκαμαντοχάρμα ν· οὐκ ἔστι πλεονασμός, ἀλλὰ πλάνη κλίσεως· ἀκαμαντοχάρμας γὰρ καὶ ἡ κλητικὴ ἀκαμαντοχάρμα· εἰ
3,2 195 γὰρ ἦν πλεονασμός, ἐκτεταμένον ἐχρῆν τὸ α · νῦν δὲ συστέλλεται. πλάνη ἄρα κλίσεως. οὕτως Ἡρωδιανὸς περὶ παθῶ ν. E. M. * 574.68 Μάνης· θ π χ μάνους ὡς ἱκέτους. Ep. Hom. 421, 31: ἡ ὑπό ἐξαίρετόν τι πέπονθεν, ὅτι ἅμα τῷ πλεονάσαι τὸ ι ἡ τροπὴ γέγονε τοῦ ο εἰς α , ὑπό ὑπαί· πολλάκις δὲ πλεονάζει ἡ τροπὴ τοῦ ο εἰς τὸ α μεσοπόλιος μεσαιπόλιος, Κλυτομνήστρα Κλυταιμνήστρα «ἑλαιθερὲς ὕδωρ»· οἱ δὲ Αἰολεῖς τὴν ὑπέρ ἰπέρ λέγουσι, καὶ τὴν ὑπό ὑπά· ἢ γὰρ τὴν ἀρχὴν τρέπουσιν οἱ Αἰολεῖς καὶ τὸ τέλος φυλάσσουσιν ἢ τὸ τέλος τρέπουσι φυλάττοντες τὴν ἀρχήν, ψιλοῦσι δὲ τὸ ι .
3,2 196 (2) Ep. Hom. 421, 11: ὑπείρεχεν (Γ 210): ἔστι τὸ ῥῆμα ἔχω καὶ ὁ παρατατικὸς ἔχον ποιητικὸς καὶ μετὰ τῆς ὑπέρ προθέσεως ὑπέρεχον καὶ πλεονασμῷ τοῦ ι ὑπείρεχον· ὤφειλε δὲ ἐν τῷ τέλει εἶναι ὁ πλεονασμός, ἵν’ ᾖ ὑπερίεχον, ἐπειδὴ αἱ προθέσεις ἐν τῷ τέλει πλεονάζουσι τὸ ι ὡς ἐν τῷ ἐν ἐνί, πρός προσί· οὕτως καὶ ὑπερίεχον ὤφειλεν εἶναι, ἀλλ’ ἐπειδὴ παρέπεται ταῖς προθέσεσι τὸ μέχρι τῆς δισυλλαβίας αὔξεσθαι, τούτου χάριν οὐ πλεονάζει τὸ ι , ἵνα μὴ εὑρεθῇ τρισύλλαβος ἡ πρόθεσις. Ep. Hom. 66, 10: ἀμφὶ ἓ γινώσκων (Ο 241): ἀντωνυμία νῦν ἀρσενικὴ ὀρθοτονουμένη μεταλαμβανομένη εἰς σύνθετον· Ἀπολλόδωρος δὲ ψιλοῖ τὸ ε . ἀλλ’ οὐδέποτε πλεονάζει πρόθεσις τὸ ε · εἰ γὰρ γένηται πλεονασμός, τρισύλλαβος ἀποτελεῖται πρόθεσις, ὅπερ ἐστὶν ἀνέφικτον, ὡς δῆλον ἐκ τούτου· ἡ ὑπέρ, ἂν προσλάβοι ἔξωθεν τὸ ι , τρισύλλαβος εἴη διὰ τοῦτο ἔνδοθεν αὐτὸ πλεονάζει «ὑπεὶρ ἅλα» (Ψ 227), ἵνα δὴ οὕτω μείνῃ δισύλλαβος. E. M. 758, 9: τί ἤ καὶ ὅτι ἤ οὐκ ἔστι πλεονασμός, ἀλλὰ δύο μέρη λόγου εἰσί, τὸ τί πυσματικόν, ὁ ἤ σύνδεσμος παραπληρωματικὸς κατὰ παρολκὴν συνειλημμένος ἴσος τῷ δή. «τί ἢ δὲ σὺ κήδεαι οὕτως» (Ζ 55). E. M. 341, 44: Ἰστέον ὥς φησιν ὁ τεχνικό ς, ἔθος ἔχουσιν αἱ λέξεις αἱ εἰς σύμφωνον λήγουσαι δέχεσθαι ἐπέκτασιν τὴν διὰ τοῦ ι οἷον νῦν νυνί, οὗτος οὑτοσί, ἐκεῖνος ἐκεινοσί. αἱ δὲ εἰς φωνῆεν λήγουσαι τρέπουσιν εἰς ι ὅδε ὁδί, δεῦρο δευρί, ἐνθάδε ἐνθαδί ἢ τὸ ι προσλαμβάνουσι κατὰ διάστασιν οἷον αὕτη αὑτηΐ, τούτου τουτουΐ, τούτῳ τουτῳΐ. E. M. 643, 22: οὗτος ἀντωνυμία μονοπρόσωπος· τὸ δὲ δεικτικὸν οὑτοσί. τὸ γὰρ οὑτοσί καὶ ἐκεινοσί καὶ ὁδί γίνεται κατ’ ἐπέκτασιν τοῦ
3,2 197 ι πρὸς ἔμφασιν πλείονος δείξεως. ἡ δὲ αὐτός στερηθεῖσα τῆς δείξεως ἐστέρηται καὶ τῆς διὰ τοῦ ι ἐπεκτάσεως. οὗτος καὶ ἡ κλητικὴ ὦ οὗτος Ἀττικῶς. ὁμοίως καὶ τὸ ἐκεῖνος. ἡ δὲ αὐτός κλητικὴν οὐκ ἔχει. ἡ γὰρ οὗτος καὶ ἐκεῖνος ἀντωνυμίαι δεικτικαί εἰσιν, ἡ δὲ αὐτός ἀναφορὰν δηλοῖ. ἐναντία δὲ ἡ δεῖξις τῇ ἀναφορᾷ. τὸ οὑτοσί παραγωγὴ ἀντωνυμίας καὶ οὐ πλεονασμός. αἱ τοιαῦται γὰρ ἀντωνυμίαι ἐπεκτείνονται καὶ οὐ πλεονάζουσιν. οὐκ ἄρα πλεονασμός, ἀλλὰ παραγωγή. Ep. Hom. 169, 30: ἐν ί : λέγεται ἡ πρόθεσις διχῶς καὶ ἐν καὶ ἐνί. καὶ ζητοῦσι, ποία ἐστὶν ἐντελὴς καὶ ποία κατὰ πάθος· καὶ λέγουσί τινες, ὅτι ἐνί ἐστι, γενομένη δὲ ἐν κατὰ πάθος ἐστίν. οὐδέποτέ φασιν πρόθεσις πλεονάσασα τὸ ι ἀναστρέφεται, διὸ καὶ ἡ κατά καὶ ἡ παρά γινόμεναι καταί καὶ παραί οὐκ ἀναστρέφεται, ἡ δὲ ἐνί ἀναστρέφεται «ᾧ ἔνι κούρη» (Od. ζ 15). ἐντελὴς ἄρα ἦν, οὐ κατὰ πλεονασμόν. καί φασιν ὅτι αἱ πλεονάσασαι τὸ ι προθέσεις οὐ γίνονται ῥήματος σημαντικαί, ἡ δὲ ἐνί σημαίνει ῥῆμα ἑνικῶς «ἔνθ’ ἔνι μὲν φιλότης» (Ξ 16) καὶ ὡσαύτως πληθυντικῶς «ἔνι τοι φρένες οὐδ’ ἠβαιαί» (Ξ 141). οὐκ ἔστι κατὰ πλεονασμόν. καί φασιν, ὅτι οὐδέποτε πρόθεσις δύο λαμβάνει πλεονασμούς, εἴρηται δὲ καὶ εἰνί «αὐτοῦ δ’ εἰνὶ θύρῃσιν» (Od. ι 417) οὐκ ἔστι κατὰ πλεονασμόν. ἐδισυλλάβησεν, ἀλλὰ φυσικῶς οὕτως εἶχεν. ἔστι δὲ ἀνασκευάσαι τὰ εἰρημένα. ἔστιν οὖν πρῶτον· αἱ πλεονάσασαι τρίχρονοι προθέσεις οὐ ποιοῦσιν ἀναστροφήν. ἡ παρά οὖν καὶ ἡ κατά γινόμεναι παραί καταί τριχρονοῦσι καὶ διὰ τοῦτο οὐκ ἀναστρέφονται ἡ δὲ ἐν ἐὰν γένηται ἐνί, διχρονεῖ καὶ κατὰ τοῦτο ἀναστρέφεται. ἡ παρά γινομένη παραί οὐκ ἔτι ῥῆμα σημαίνει, οὐδέποτε γὰρ αἱ πλεονάζουσαι ῥῆμα ἐσήμαινον, ἡ δὲ ἐν ἐὰν γένηται ἐνί, ῥῆμα σημαίνει· καὶ τοῦτο δὲ εὐαπόλυτον· ἐπειδὴ γὰρ παρηκολούθει ταῖς ἀναστρεφομέναις τὸ καὶ ῥῆμα σημαίνειν, ἀναστρέφεται δ’ αὕτη, κατὰ τοῦτο καὶ ῥῆμα ἐσήμαινε. πῶς δὲ οἱ δύο πλεονασμοί; λέγομεν ὅτι ὁ μὲν εἷς πλεονασμὸς τῆς προθέσεως ἐστίν, ὁ δὲ δεύτερος ποιητικὸς ὡς κενή κεινή. ἔστι δὲ κανὼν ὁ λέγων, ὅτι αἱ προθέσεις θέλουσι πλεονάζειν μᾶλλον τὸ ι , οὐ μὴν ἐλλείπειν. ἡ ἐνί τοίνυν τὸ ι ἐπλεόνασεν, οὐχ ἡ ἐν ἀπέβαλεν. παρὰ τὴν ἐν πρόθεσιν γίνεται τὸ ἐντός καὶ ὡς παρὰ τὴν ὑπέρ
3,2 198 ὑπέρτερος, οὕτως παρὰ τὴν ἐν ἔντερον. ἰστέον δὲ ὅτι ἡ ἐνί, ὁπότε σημαίνει ῥῆμα, τὸ ι τρέπει εἰς ο παρὰ ταῖς διαλέκτοις. ζητοῦσι δὲ ὅτι ἐπεὶ ἡ ἐνί διχρονεῖ κατὰ τοῦτο ἀναστρέφεται, πῶς ἡ πρός γενομένη ποτί καὶ αὕτη πλεονάσασα καὶ ἔτι διχρονοῦσα οὐκ ἀναστρέφεται; καὶ λέγομεν ὅτι Δωρική ἐστι πρόθεσις. Δωριεῖς δὲ ἥδονται τῇ ὀξείᾳ· ἡ δὲ ἀναστροφὴ διαλέκτῳ ἐναντία. Ep. Hom. 377, 27, An. Ox. III 267, 32, E. M. 342, 1: προτ ί : τινὲς λέγουσι, ὅτι ἀπὸ τῆς πρός γέγονε κατὰ τροπὴν Δωρικὴν τοῦ ς εἰς τ ὥσπερ σύ τύ· καὶ ἐπειδὴ οὐδέποτε εὑρίσκεται λέξις Ἑλληνικὴ εἰς ἄφωνον καταλήγουσα, πλεονάζει τὸ ι καὶ γίνεται προτί. ἀλλ’ ἔστιν εἰπεῖν, ὡς λέγει ὁ τεχνικὸς Ἡρωδιανό ς, ὅτι οὐδέποτε οἱ Δωριεῖς τρέπουσι τὸ ς ἐν τέλει λέξεως, ἀλλ’ ἐν ἀρχῇ ὡς ἐν τῷ σύ τύ, σέ τέ, σημεῖον τημεῖον ἢ ἐν τῷ μέσῳ ὡς τὸ εἰσί ἐντί, εἴκοσι εἴκατι, φησί φατί καὶ ἀποίτωμεν ἀντὶ τοῦ ἀποίσωμεν. καὶ δῆλον οὐκ ἐγένετο πρότ καὶ οὕτω προτί κατὰ πλεονασμὸν τοῦ ι . ἔστιν οὖν εἰπεῖν, ὅτι πρῶτον ἐπλεόνασε τὸ ι καὶ ἐγένετο προσί. πεφύκασι γὰρ αἱ προθέσεις τὸ ι πλεονάζειν ἐν τέλει οἷον κατά καταί, παρά παραί «πᾶσι δὲ παραὶ ποσὶ κάππεσε θυμός» (Ο 280), ὑπέρ ὑπείρ «ὑπεὶρ ἅλα τ’ ἠϊόνας τε» (Ω 16). πρῶτον οὖν γέγονεν ὁ συνήθης πλεονασμὸς τοῦ ι καὶ τότε τέτραπται τὸ ς εἰς τὸ παρὰ Δωριεῦσιν ἐν μέσῃ λέξει ἐκ τοῦ ς γενόμενον τ οἷον προσί προτί καὶ ἐκβολῇ τοῦ ρ ποτί, ἐξ οὗ τὸ «Διὸς ποτὶ χαλκοβατὲς δῶ» (Α 426). Eustath. 283, 36: τὸ Πετεῶο (Β 552) ἢ ἀπὸ τοῦ Πετεώς Πετεώ γίνεται Ἀττικῶς ὡς λαγῶς λαγῶ, ταὧς ταὧ καὶ πλεονασμῷ τοῦ ο Πετεῶο κατὰ τὸν Ἡρωδιανὸν ἢ εὐθεῖά ἐστι κοινὴ κατὰ Ἀρίσταρχον Πετεός ὡς καλός, οὗ γενικὴ Πετεοῖο ὡς καλοῖο καὶ ἐκτάσει Πετεῷο. E. M. 746, 10: Ταλαῶ ο· μετὰ τοῦ ι τινές· ἦν γὰρ (φασί) Ταλαοῖο. οὐ κατεπείγει δέ. ἀπὸ γὰρ τῶν εἰς ως εὐθειῶν Ἀττικῶν κέκλιται καὶ πλεονασμῷ τοῦ ο ὡς Μίνωο Ἀνδρογέωο.
3,2 199 (2) E. M. 314, 55: ἔγωγ ε : ἰστέον ὅτι οἱ Ἀθηναῖοι τὸ ἐγώ ἔγωγε λέγουσι. καὶ ἔστιν ἓν μέρος λόγου. εἰ γὰρ ἦσαν δύο μέρη λόγου, ἐγώγε ἔμελλεν εἶναι. πᾶσα γὰρ λέξις ὀξυνομένη ἐπιφερομένου ἐγκλιτικοῦ μορίου φυλάσσει τὴν ὀξεῖαν τάσιν οἷον σοφός σοφός γε, καλός καλός γε, ψευδής ψευδής γε· οὕτως οὖν καὶ ἐγώ ἐγώγε. ἀλλὰ μὴν ἔγωγε ἐστὶ προπαροξύτονον. καὶ δῆλον ἓν μέρος λόγου ἐστὶ τῆς γε ἐπεκτάσεως οὔσης «οὐδέ ς’ ἔγωγε—λίσσομαι» (Α 173. 174) προπαροξυτόνως. ἔστι γὰρ Ἀττικὸν ὡς τὸ ἔμοιγε οἷον «πάρ’ ἔμοιγε καὶ ἄλλοι, οἵ κέ με τιμήσουσι» (Α 174. 175). E. M. 732, 29: σύγ ε· ἔστι τοῦτο δεῖξαι ἀπὸ διαλέκτου, ὅτι ἓν μέρος λόγου ἐστίν, ἐπειδὴ οἱ Δωριεῖς τύγα λέγουσιν· εἰ δὲ ἦσαν δύο μέρη λόγου, οὐκ ἂν οὕτως ἔλεγον· ἐπὶ γὰρ συνδέσμου οὐ τρέπουσι τὸ ε εἰς α · οὐδὲ γὰρ τοῦ μέν συνδέσμου ἢ τοῦ δέ τὸ ε τρέπουσιν. ἔστι δὲ εἰπεῖν, ὅτι κακῶς λέγουσι· καὶ γὰρ ἐπὶ συνδέσμου τρέπεται οἷον αἴκε «αἴκα μὴ θαλφθῇ λόγοις» (Sophr. fr. 14 Ahrens) καὶ ἐπ’ αὐτοῦ δὲ τοῦ γέ τρέπεται οἷον «τοῦτό γα τὸ τοῦ γόγγρου τέμαχος», ἀλλὰ μᾶλλον κάλλιόν ἐστι δεῖξαι ἀπὸ τῆς Ἀτθίδος διαλέκτου ἓν μέρος λόγου· τὸ σύγε ἐπέκτασιν ἔχει τὸ γε ὡς τὸ ἔγωγε. Ep. Hom. 305, 33, E. M. 613, 50: ὅ γε δύο μέρη λόγου εἰσιν ἢ ἕν; δύο, ὁ ἄρθρον, γε σύνδεσμος. ἐν συνθέσει ἐστὶν ἢ ἐν παραθέσει; παράλληλος σύνταξις ἐστὶ λέξεων ἑκάστης τὸν ἴδιον τόνον φυλαττούσης. τὰ ἐπεκτεινόμενα διὰ τοῦ δε διὰ τοῦ γε οὐκ ἐπεκτείνονται οἷον τοῖος τοιόσδε, τοιόσγε οὐ λέγεται, τόσος τοσόσδε. καὶ τὰ ἐπεκτεινόμενα διὰ τοῦ γε διὰ τοῦ δε οὐκ ἐπεκτείνονται οἷον ἐγώ ἔγωγε, ἐμοί ἔμοιγε.
3,2 200 (2) E. M. 315, 11: ἐγώνγ α : πᾶσα συλλαβὴ εἰς ν λήγουσα ἐν μιᾷ λέξει, ἐὰν συντεθῇ μεθ’ ἑτέρας συλλαβῆς ἀρχομένης ἀπὸ τοῦ γ κ ξ χ , τρέπει τὸ ν εἰς γ · πρόσκειται «ἐν μιᾷ συλλαβῇ» διὰ τὸ «σὺν Γεωργίῳ, ἐν κεφαλαίῳ». δύο γὰρ μέρη λόγου εἰσί. δεῖ δὲ γινώσκειν, ὅτι τὸ ἐγώνγα καὶ ἰώνγα δοκοῦσι τούτῳ τῷ κανόνι ἀντικεῖσθαι. ἔστι γὰρ ἐγώ καὶ τοῦτο οἱ μὲν Δωριεῖς ἐγών λέγουσιν, οἱ δὲ Βοιωτοὶ ἰών. εἶτα ταῦτα γίνεται κατ’ ἐπέκτασιν ἐγώνγα καὶ ἰώνγα καὶ προφέρεται τὸ γα ἐν μιᾷ λέξει καὶ οὐ τρέπει τὸ ν εἰς γ . ἀλλ’ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· ὅτι ὥσπερ τὸ ναί καὶ τὸ εἰ ἐπεκτείνεται καὶ γίνεται ναίχι καὶ εἴθε καὶ ἐφύλαξε τὴν αὐτὴν τάσιν, ἣν εἶχον καὶ πρὸ τῆς ἐπεκτάσεως; τὸν αὐτὸν τρόπον καὶ τὸ ἐγών καὶ ἰών ἐπεκταθέντα καὶ γενόμενα ἐγώνγα καὶ ἰώνγα τὴν αὐτὴν σημασίαν ἐφύλαξε, λέγω δὴ τὴν πρὸ τῆς ἐπεκτάσεως καὶ τὴν αὐτὴν τάσιν, λέγω δὴ τὴν ὀξεῖαν· τούτου χάριν καὶ τὴν αὐτὴν γραφὴν ἐφύλαξε, λέγω δὴ τὸ ν . E. M. 314, 41: τύν η : τὸ τύνη, ὅπερ ἀντὶ τοῦ σύ ἐστιν, ἀντωνυμία ὡς τὸ «τύνη δ’ ἕστηκας» (Ε 485) καὶ Ἡσίοδος «ἴθυνε θέμιστας τύνη (op. 9 et 10)· καὶ γάρ εἰσιν ἀντωνυμίαι κατ’ ἐπέκτασιν γινόμεναι. παρὰ γὰρ τὴν ἐγών ἐγώνη καὶ παρὰ τὴν ἐμίν ἐμίνη, τίν τίνη οὕτω καὶ τύνη κατ’ ἐπέκτασιν τῆς νη συλλαβῆς. οὐ γὰρ μόνον τὸ ν ἐπλεόνασεν, ἀλλ’ ἡ νη συλλαβή. οὐ γὰρ λέγουσιν οἱ Δωριεῖς τύν, ἵνα πλεονάσῃ μόνον τὸ ν , ἀλλὰ τύ λέγουσι καὶ τύνη. ὅλη ἄρα ἡ νη προσῆλθε συλλαβή. ἐκτέταται δὲ τὸ υ , ἵνα μὴ ἡ ἐπέκτασις μείζων τῆς ὅλης λέξεως γένηται. Ep. Hom. 131, 23, E. M. 341, 33: ἐνθάδ ε : ἐκ τοῦ ἔνθα τοπικοῦ ἐπιρρήματος ἐπεκτάσει τῆς δε · καὶ ὤφειλεν εἶναι ἔνθαδε· ἀλλὰ
3,2 201 κανών ἐστιν ὁ λέγων, ὅτι τὰ κατὰ φωνὴν παραχθέντα εἰς δε , μηδὲν πλέον τοῦ πρωτοτύπου σημαίνοντα πρὸ μιᾶς ἔχει τὸν τόνον· ἔνθα ἐνθάδε, τοῖος τοιόσδε, τῆμος τημόσδε, τηνίκα τηνικάδε. E. M. 645, 1, Favorin. Ecl. 334, 31: ὄχεσφι ν : δεῖ γινώσκειν, ὅτι τὸ ὄχεσφιν καὶ ὄρεσφιν ὁ μὲν Δίδυμος λέγει γεγονέναι ἀπὸ τῆς ὄχεσι καὶ ὄρεσι δοτικῆς τῶν πληθυντικῶν κατ’ ἐπένθεσιν τοῦ φ . ὁ δὲ Τρύφων ἐναντιοῦται αὐτῷ λέγων, ὅτι οὐ δύναται ἀπὸ δοτικῆς γενέσθαι, ἐπεὶ γενικῆς
3,2 202 σημασίαν ἐπέχουσι· τὸ γὰρ «κατ’ ὄρεσφιν» (Il. Λ 493) ἀντὶ τοῦ ἐκ τοῦ ὄρους καὶ τὸ «ὑπ’ ὄχεσφι» (Ψ 7) ἀντὶ τοῦ ἐκ τοῦ ἅρματος σχηματίζεται οὕτως. ὥσπερ ἀπὸ τοῦ θεόφατον γίνεται θέσφατον, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τῆς ὄρεος καὶ ὄχεος γενικῆς γίνεται ὀρέοσφι καὶ ὀχέοσφι καὶ κατὰ συγκοπὴν τοῦ ο καὶ πλεονασμῷ τῆς φι συλλαβῆς ὄρεσφι καὶ ὄχεσφι. οὕτως Ἡρωδιανό ς. Schol. ad Dionys. 947, 10: ἰστέον ὅτι τὸ οὐχί ἐπέκτασις μέν ἐστι τῆς οὔ, ὀξύνεται δὲ καὶ οὐδέποτε ἀποβολὴν τοῦ ι πάσχει, ὥς φησιν Ἡρωδιανό ς. E. M. 618, 17: τὸ οἴμοι ἐπηύξηται, ὥς φησιν Ἡρωδιανό ς, ἀπὸ τοῦ οἴ ψιλουμένου. E. M. 108, 5: ἀνήρης ἀνδρώδης ὡς ξιφήρης. οὐκ ἔστι δὲ πλεονασμός, ἀλλὰ παραγωγή. Ἡρωδιανό ς. E. M. 762, 49: τοσαῦτα ὄνομα πτώσεως αἰτιατικῆς τῶν πληθυντικῶν· γίνεται δὲ κατὰ παραγωγὴν ἐκ τοῦ τόσα παραλήγουσαν ἔχον τὴν αυ . κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἐπὶ ταύτης τῆς παραγωγῆς τῆς κατὰ γένη καὶ ἀριθμοὺς προϊούσης ἡ πρὸ τέλους συλλαβὴ βούλεται
3,2 203 ἔχειν τὸ υ μετὰ τοῦ ἐν τῇ ληγούσῃ φωνήεντος· ἔστιν οὖν τῆμος, τὸ τημοῦτος παραγωγὸν ἕξει τοῦ υ τὸ ο προκείμενον. ὁμοίως τὸ τηνίκα τηνικαῦτα. οὕτω καὶ ἔνθα ἐνταῦθα, ἔνθεν ἐντεῦθεν. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ τόσος τοσοῦτος, τόσαι τοσαῦται, τόσα τοσαῦτα. κατὰ γένη γὰρ καὶ ἀριθμοὺς αἱ παραγωγαὶ γίνονται οἷον τηλίκος τηλικοῦτος, τηλίκα τηλικαῦτα. τὸ τοίη τοιηύτη ὤφειλεν εἶναι· ἀλλ’ ἐπειδή ἐστι κανὼν ὁ λέγων, οὐκ ἔστι ἐπινοῆσαι τὸ η καὶ τὸ υ ἐν μιᾷ συλλαβῇ ὅτι μὴ ἐν κλίσει ῥήματος αὐλῶ ηὔλουν, αὐχῶ ηὔχουν καὶ τὰ ὅμοια, τούτου χάριν τρέπεται τὸ η εἰς α καὶ γίνεται τοιαύτη. Zon. 904: ὁ Ἡρωδιανὸς λέγει παρὰ τὸ ἑῶ γίνεται ἑός ὁ ἀγαθὸς καὶ ἐξ αὐτοῦ ἐΰς ὡς ἵππος Ἵππυς. E. M. 747, 25: τάρφεσ ι : «πυκνώμασι, δάσεσι». παρὰ τὸ τρέφεσθαι καὶ αὔξεσθαι ἡ εὐθεῖα τῶν πληθυντικῶν τάρφη· συνεμπίπτει δὲ εὐθείᾳ πτώσει θηλυκοῦ ἑνικῇ καὶ πληθυντικὴ οὐδετέρου οἷον σκέπη τὸ σκέπος καὶ τὰ σκέπη, βλάβη τὸ βλάβος καὶ τὰ βλάβη, στέγη τὸ στέγος καὶ τὰ στέγη, δέρη τὸ δέρος καὶ τὰ δέρη. οὕτως οὖν καὶ Τάρφη ἡ πόλις. παράκειται γὰρ ἐκεῖ Ταρφειὰ λίμνη. τὸ οὐδέτερον τάρφος καὶ τάρφη. Ἡρωδιανὸς περὶ παθῶ ν.
3,2 204 (2) Ep. Cr. I 277, 7: μέγαρον ἔλαβε καὶ τὴν εἰς ος κατάληξιν καὶ εἴρηται μέγαρος· γίνεται γὰρ τὰ εἰς ον οὐδέτερα καὶ εἰς ος ὥσπερ τὸ θύον θύος «καὶ μὲν τοὺς θυέεσσι» (Ι 499) ὡς ἀπὸ τοῦ θύος ὡς βελέεσσιν· καὶ δρίον δρίος καὶ κρίνον κρίνος. ἔνθεν καὶ κρίνεσι παρ’ Ἀριστοφάνει καὶ παρὰ Ποσειδίππῳ «τὸ τῆς ἐλαίας δένδρον» καὶ πάλιν παρ’ Ἀριστοφάνει «τὰ δὲ δὴ δένδρη τἀν τοῖς ὄρεσιν» καὶ τὸ πύον πύος λέγεται καὶ ἡ χρῆσις παρὰ τῷ Ἱπποκράτει· οὕτως οὖν καὶ μέγαρον μέγαρος. ζητεῖται τὸ παρὰ τῷ Σώφρονι «κύων πρὸ μεγαρέων μέγα ὑλακτέων» (fr. 37 Ahr.) οὐ γὰρ ἐπὶ τῆς πόλεως τὰ Μέγαρα ὁ Μεγαρεύς καὶ οἱ Μεγαρεῖς τῶν Μεγαρέων, ἀλλ’ ἀντὶ τοῦ πρὸ οἴκων· καὶ γὰρ δῆλον ὅτι πρὸ οἴκων ὑλακτοῦσιν οἱ κύνες. ἔστιν οὖν ἀπὸ τοῦ μέγαρος μεγάρεος ὡς βέλεος καὶ ὡς βελέων οὕτως μεγαρέων. τὸ γὰρ ἐπὶ τοῦ οἱ Μεγαρεῖς τῶν Μεγαρέων οὐ διαιρεῖται ὡς τοῦτο. E. M. 542, 9: κτεάτεσσι κτήμασι. ἀπὸ εὐθείας τῆς κτέας. ἄμεινον δὲ μεταπλασμὸν παραδέχεσθαι ἀπὸ τῆς κτεάτοις δοτικῆς ὥσπερ καὶ προβάτοις πρόβασιν. ἅμα δὲ τῇ μεταπλάσει καὶ ἐπέκτασιν ἔπαθε.
3,2 205 (2) Ep. Cr. I 65, 11: Ἄϊδ ι : παραιτοῦνται τὴν Ἄϊς εὐθεῖαν. καὶ μᾶλλον κατὰ μεταπλασμὸν λέγουσιν ὡς παρὰ τὸ κλάδῳ δοτικὴν κλαδί εἶπεν Ἀριστοφάνης ἐν Λυσιστράτῃ (v. 632) «ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω» καὶ τὴν δοτικὴν κλαγγῇ εἶπεν ὁ Ἴβυκος (fr. 55 Bergk) κλαγγί καὶ τὴν ἀλκῇ Ὅμηρος «ἀλκὶ πεποιθώς» (Ε 299) καὶ τὴν ὑσμίνῃ «μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι» (Θ 56). Ἀΐδης οὖν Ἀΐδου καὶ ἡ δοτικὴ Ἀΐδῃ καὶ κατὰ μεταπλασμὸν Ἄϊδι. E. M. 142, 56: Ἀρίστυλλος ὄνομα παρὰ Ἀριστοφάνει· εἴρηται δὲ ὑποκοριστικῶς ὁ Ἀριστοκλῆς. ὡς γὰρ παρὰ τὸ Ἡρακλῆς Ἥρυλλος καὶ παρὰ τὸ Θρασυκλῆς Θράσυλλος καὶ παρὰ τὸ Βαθυκλῆς Βάθυλλος ὄνομα κύριον ὁ ἐρώμενος Ἀνακρέοντος, οὕτω καὶ παρὰ τὸ Ἀριστοκλῆς Ἀρίστυλλος. οὕτως Ἡρωδιανὸς εἰς τὴν Ἀπολλωνίου εἰσαγωγὴν ἢ περὶ παθῶ ν. E. M. 93, 50: Ἄμφι ς : τοῦτο οὐ συγκοπή, ἀλλὰ μετασχηματισμός. ἀπὸ γὰρ τοῦ Ἀμφιάραος Ἄμφις ὡς παρ’ Αἰσχύλῳ, ὥσπερ ἀστράγαλος ἄστρις καὶ Ἰφιάνασσα Ἶφις καὶ Θρασυκλῆς Θράσυλλος καὶ Βαθυκλῆς Βάθυλλος ὑποκοριστικά. ταῦτα γὰρ μετασχηματισμοὶ καλοῦνται, ἐπεὶ οὐ συμφωνεῖ ἡ κατάληξις. οὐκ ἔστι δὲ συγκοπή· οὐδέποτε γὰρ συγκοπὴ γίνεται τρίτης συλλαβῆς. ἀλλ’ οὐδὲ πάλιν δυνάμεθα ἀποκοπὴν εἰπεῖν, ἐπειδὴ τὸ ς ἔχει τῆς τελευταίας συλλαβῆς· ὅπου γὰρ τῆς τελευταίας συλλαβῆς τηρηθῇ τὸ στοιχεῖον, οὐ λέγεται ἀποκοπή. ὥστε μετασχηματισμός. Ἡρωδιανὸς περὶ παθῶ ν.
3,2 206 (2) E. M. 654, 12: Πάρθις ὁ Παρθένιος· εἴρηται οὐκ ἀποκοπή, ἀλλὰ μεταποίησις καὶ μετασχηματισμός. περὶ παθῶ ν. E. M. 802, 40: φυλλίς παρὰ τὸ φύλλον. περὶ παθῶ ν. E. M. 159, 28: Ἄστρια ς : Καλλίμαχος «δέκα δ’ ἄστριας αἴνυτο λάτρον» (fr. 238) εἴρηται ὑποκοριστικῶς. ὡς γὰρ Παρθένιος Πάρθις καὶ Χαλδαῖος Χάλδις καὶ ὁ λάσταυρος λάστρις καὶ Ἀμφιάραος Ἄμφις, οὕτω καὶ ὁ ἀστράγαλος ἄστρις. E. M. 448, 30: Θευδᾶς ὑποκοριστικὸν τοῦ Θεόδωρος. Steph. B. 407, 11: ὁ Λακεδαιμόνιος λέγεται καὶ κατὰ συγκοπὴν Λάκω ν, ὡς Ἀπολλόδωρός φησιν, ὡς τοῦ Κυδωνιᾶται τὸ Κύδωνες. ἔοικε δὲ πρωτότυπον εἶναι καὶ οὐ συγκοπή. τινὲς δὲ τὸ Λάκων ὑποκοριστικόν φασιν. E. M. 263, 48: Δηώ ἡ Δημήτηρ· καὶ διφορεῖται, ὥς φησιν ὁ τεχνικό ς. οἶδε γὰρ ἡ παράδοσις τὸ η μετὰ τοῦ ι καὶ χωρίς. καὶ εἰ μὲν μὴ ἔχει τὸ ι , λέγει, ὅτι ἐστὶ παρὰ τὸ δήω τὸ σημαῖνον τὸ εὑρίσκω. καὶ γὰρ ἡνίκα περιήρχετο εἰς ζήτησιν τῆς θυγατρὸς αὐτῆς, κατ’ εὐφημισμὸν ἔλεγον πάντες «δήεις» τουτέστιν εὑρήσεις. ἢ ἐπεὶ αὕτη ἐφεῦρε τὸν σῖτον. εἰ δὲ ἔχει τὸ ι , λέγεται, ὅτι γέγονε παρὰ τὸ δαίω τὸ κόπτω κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η . καὶ γὰρ ἡ Δημήτηρ γῆ ἐστι· ἡ δὲ γῆ διακόπτεται ἐν τῷ ἀροτριᾶσθαι. ἢ παρὰ τὸ δαίω τὸ καίω· ὅτι μετὰ
3,2 207 λαμπάδων ἐζήτει τὴν θυγατέρα. τινὲς δέ φασιν, ὡς λέγει ὁ τεχνικό ς, ὅτι ὑποκοριστικόν ἐστιν ἀπὸ τοῦ Δημήτηρ Δηώ, ἀγνοοῦντες τὸν σχηματισμὸν τῶν τοιούτων ὑποκοριστικῶν. τὰ γὰρ τοιαῦτα ὑποκοριστικὰ θέλει φυλάττειν τὸ σύμφωνον τῆς δευτέρας συλλαβῆς τῶν ἰδίων πρωτοτύπων οἷον Ὑψιπύλη Ὑψώ, Εἰδοθέα Εἰδώ. εἰ οὖν Δημήτηρ, Δημώ ὤφειλεν εἶναι, ἀλλ’ οὐκ ἔστιν ὑποκοριστικόν. E. M. 505, 34: κερδώ ἡ ἀλώπηξ ὑποκοριστικῶς ὡς παρ’ Αἰσχύλῳ Εἰδώ καὶ Ὑψώ ἀντὶ τοῦ Εἰδοθέα καὶ Ὑψιπύλη καὶ τὸ κερδώ δὲ ἀντὶ τοῦ κερδαλέα ἡ ἀπατητική. Choer. Orthogr. 263, 30, E. M. 760, 52: Τιτ ώ : οὕτω λέγεται ἡ ἡμέρα. παρὰ γὰρ Τιτάν Τιτᾶνος γίνεται Τιτανίς καὶ ἐκεῖθεν ὑποκοριστικὸν ὡς Ὑψιπύλη Ὑψώ, Εἰδοθέα Εἰδώ. E. M. 95, 47: ἄν α : «ἀλλ’ ἄνα εἰ μέμονας» (Ι 247) ἀντὶ τοῦ ἀνάσθητι· ὅλη ἡ λέξις ἀπεσπάσθη. οὐκ ἔστι δὲ ἀποκοπὴ ἐπὶ τοῦ τοιούτου. Ἡρωδιανό ς. E. M. 651, 25: πάρ α : σημαίνει τρία· «τίς ἔσθ’ ὁ πωλῶν τἀνδράποδα; Β. ὅδ’ ἐγὼ πάρα» ἀντὶ τοῦ πάρειμι «πάρα δ’ ἀνήρ» (Od. π 45)
3,2 208 ἀντὶ τοῦ πάρεστι. πάρ’ ἔμοιγε καὶ ἄλλοι» (Α 174) ἀντὶ τοῦ πάρεισί μοι. τίνος ἄρα ἡ ἀποκοπή; ἔστι τοῦ εἰμί καὶ τοῦ ἔστι καὶ τοῦ εἰσί ἀποκοπή. πρὸς τὸ σημαινόμενον καὶ ἀποκοπή. περὶ παθῶ ν. E. M. 481, 15: ἰώ τὸ ἐπίρρημά τινες ἐκ τοῦ ἰωή κατὰ συγκοπήν. Τρύφων δὲ λέγει, ὅτι τὸ ὦ τὸ κλητικὸν προσέλαβε τὸ ι καὶ ἐγένετο
3,2 209 ἰώ. ἀλλὰ σχετλιαστικὸν καὶ βακχευτικὸν οὐχ ὑποπίπτει ἀναλογίᾳ. εἶτα τὸ ὦ περισπᾶται, τὸ δὲ ἰώ ὀξύνεται οἷον ἰώ ὦ Ἄπολλον, ἰὼ ὦ Ἀπολλώνιε, ἰὼ Λακεδαῖμον. περὶ παθῶ ν. E. M. 477, 56 et Gud. 288, 25: Ἵστη μὲν ὄμμα: ποικίλον ἐστίν. οἱ μὲν λέγουσιν, ὅτι ὅταν ἀποκοπὴ γένοιτο τῶν εἰς θι προστακτικῶν, ἐπαύξησις ἀκολουθεῖ οἷον ἵσταθι καὶ κατ’ ἀποκοπὴν ἵστα καὶ ἐκτάσει ἵστη «μέγεθος δ’ ὃς ἵστη»· τὸ δὲ «μείζονα δὴ κρητῆρα, Μενοιτίου υἱέ, καθίστα» (Il. Ι 202) ἀντὶ τοῦ εὐτρέπιζε ἐὰν μὲν βραχύ, ἀποκοπή ἐστιν· ἐὰν δὲ κατ’ ἔκτασιν, ἀπὸ τοῦ ἱστῶ ἱστᾷς ὡς βοῶ βοᾷς· οὕτω Φιλόξενος καὶ Τρύφων. λέγομεν δὲ ἡμεῖς, ὅτι οὐ μόνον ἐπὶ τῶν εἰς ω ῥημάτων, ἀλλὰ καὶ ἐπὶ τῶν εἰς μι τὰ τρίτα πρόσωπα τῶν παρατατικῶν δεύτερα πρόσωπα τῶν προστακτικῶν γίνεται οἷον νόει φίλει βόα. οὕτως οὖν καὶ οἱ Ἀττικοί, ἐὰν μὴ χρήσωνται τῇ θι καταλήξει, χρῶνται τοῖς τρίτοις προσώποις τῶν παρατατικῶν ἐν τοῖς προστακτικοῖς οἷον ἐτίθην ἐτίθης ἐτίθη τίθη. ἐπίμπλην ἐπίμπλης ἐπίμπλη πίμπλη «καὶ τοὺς κοφίνους ἅπαντας πίμπλη πτερῶν». οὕτως ἵστῃ «ἵστη δὲ μέγα κῦμα» (Φ 313). ἰστέον ὅτι τὰ τοιαῦτα καὶ Δωρικά εἰσιν· οἱ γὰρ Δωριεῖς λέγουσι «πίμπλη, Κοικόα» (Sophr. fr. 49 Ahrens). καὶ γὰρ ὅρα ὅρη λέγουσιν. οὕτω πίμπλα πίμπλη. Ἡρωδιανὸς περὶ παθῶ ν.
3,2 210 (2) E. M. 260, 57: δείκν υ : οὕτως ἀναγνώσεις «οὐ γάρ οἱ ἠέλιος δείκνυ νόμον» (Hes. op. 524) ἀπὸ τοῦ δείκνυσιν ἀποκοπή. ὅσοι δὲ ἀνέγνωσαν δεικνύει βουλόμενοι ἐκ τοῦ δεικνύω παραλαμβάνειν κατὰ συστολὴν ἥμαρτον. ἀσύστατον γάρ. οὕτως Ἡρωδιανό ς.
3,2 211 (2) E. M. 246, 8, Zonar. 470: δάκρυ οὐ γέγονεν ἀπὸ τοῦ δάκρυον κατ’ ἀποκοπήν, ἀλλὰ κατὰ σχηματισμόν. ἔστι γὰρ ἀπὸ συνθέτου λέξις ἁπλῆ. ἔστι γὰρ ἀρίδακρυς πολύδακρυς ἀρίδακρυ πολύδακρυ καὶ δάκρυ. οὕτως Ἡρωδιανὸς περὶ παθῶ ν. E. M. 91, 41: ἀμφότερο ι : τὸ ἄμφω θέμα ἐστὶν ὡς δύο. διαφέρει δὲ τὸ ἄμφω τοῦ δύο, ὅτι τὸ μὲν δύο πρώτην γνῶσιν τίθησι τοῦ
3,2 212 ἀριθμοῦ, τὸ δὲ ἄμφω ἀναφορὰν ὑπισχνεῖται δυάδος, ὥστε, ὅπερ ἐστὶν οἱ δύο, τοῦτό ἐστιν ἄμφω. διὰ τοῦτο τὸ δύο λαμβάνει ἄρθρου παράθεσιν οἱ δύο τῶν δύο, τὸ δὲ ἄμφω οὐ λαμβάνει οὐδὲ γὰρ λέγομεν οἱ ἄμφω. ἤδη γὰρ τὴν ἀναφορὰν ἔχει. πρῶτον οὖν ἐστι παρὰ τὸ ἄμφω ἀμφότερος οἷον «ἀμφότεροι μέμασαν» (Η 3), «ἀμφοτέροισι δ’ ἀρήγεθ’» (Υ 25). εἶτα δυϊκῶς ἀμφοτέρω καὶ κατὰ συγκοπὴν ἄμφω κατ’ ἔκτασιν τοῦ ο εἰς ω . οὕτως Ἡρωδιανὸς περὶ παθῶ ν. E. M. 231, 14: ὁ Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν λέγει τὸ Γηρυών ἀπὸ τοῦ Γηρυόνης εἶναι κατὰ ἀποκοπὴν τῆς ης συλλαβῆς καὶ ἐκτάσει τοῦ ο εἰς ω Γηρυών ὡς πόθεν πῶ. E. M. 506, 20, E. Gud. 316, 39: Κέρκυρο ς : τοῦτο, εἰ τὸ Κέρκυρ οὐκ εἴρηται, οὐ πρόκειται ἡμῖν, εἰ ἄρα δύναται γενέσθαι. ἀλλὰ τί εἰρήκασιν Ἕλληνες; Ἀλκμάν φησι «καὶ Κέρκυρος ἁγεῖται» (Bergk fr. 89) ἀπὸ εὐθείας τῆς Κέρκυρ. τοῦτο δέ φασι γεγονέναι ἀπὸ τῆς Κέρκυρος εὐθείας κατὰ ἀποκοπήν. ἀλλ’ οὐκ εἴρηται ἡ Κέρκυρος εὐθεῖα. οὐκ ἄρα ἔχεται ἀποκοπῆς τὸ Κέρκυρ. ἀλλὰ κλίσεώς ἐστι μᾶλλον ἡ
3,2 213 Κέρκυρος γενική, οὐ μεταπλασμός, εἴπερ εὐθεῖα Κέρκυρ εἴρηται ὡς τὸ ψίθυρ, μάρτυρ, ἀλλὰ μὴν οὐδὲ Ἴλλυρ εἴρηται, ἀλλὰ τὸ Ἴλλυρας μεταπέπλασται κατὰ τὴν αὐτὴν πτῶσιν· ὥστε ταῦτα μεταπλασμὸς Ἴλλυρας τοὺς Ἰλλυριούς καὶ Κέρκυρας Κερκυραίους. οὐ γὰρ εἴρηται οὔτε ἡ εὐθεῖα οὔτε ἡ γενικὴ οὔτε ἡ δοτική. ἀλλὰ κατὰ τὴν αὐτὴν πτῶσιν μεταπέπλασται· εἴρηται δὲ ψίθυρ καὶ μάρτυρ, ἀφ’ ὧν ἡ κλίσις. οὕτως Ἡρωδιανό ς. Steph. B. 247, 17: τὴν Δωδῶνος γενικήν φησι Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι «νῦν δ’ οὔτε μ’ ἐκ Δωδῶνος οὔτε Πυθικῶν γῆρύς τις ἂν πείσειεν» καὶ δοτικὴν «Δωδῶνι ναίων Ζεὺς ὁμέστιος βροτῶν» καὶ ἐν Τραχινίαις (v. 170) «ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε Δωδῶνι δισσῶν ἐκ πελειάδων ἔφη». καὶ Καλλίμαχος «τὸν ἐν Δωδῶνι λέγοι μόνον οὕνεκα χαλκὸν ἤγειρον» καὶ τὴν αἰτιατικήν φησιν Εὐφορίων Δωδῶνα ἐν Ἀνίῳ «ἷκτο μὲν εἰς Δωδῶνα Διὸς φηγοῖο προφῆτιν». ἠδύνατο δὲ ἡ Δωδῶνος γενικὴ μετὰ τῆς λοιπῆς κινήσεως καὶ κλίσις εἶναι τῆς Δωδών, εἴπερ ἦν ἐν χρήσει τῆς πόλεως ἡ εὐθεῖα. διόπερ ἔοικεν ὁ τεχνικὸς μεταπλασμὸν ἡγεῖσθαι. St. B. 166, 13, Theogn. 41, 26: τὸ χρυσοέθειρ παρ’ Ἀρχιλόχῳ ἐν Ἰοβάκχοις ἀποκέκοπται τοῦ χρυσοέθειρος.
3,2 214 (2) E. M. 210, 43: βρ ᾴ : ἀπὸ τοῦ ῥᾴδιον γίνεται κατὰ πλεονασμὸν τοῦ β Αἰολικῶς βρᾴδιον καὶ κατὰ συγκοπὴν βρᾴ. οὕτως Ἡρωδιανός καὶ Χοιροβοσκός. E. M. 785, 26: ὕφ α : ὑφαίνω ὕφασμα ἢ ὑφάζω ὕφασμα ὑφασία ὕφα. Ἡρωδιανὸς περὶ παθῶ ν. Schol. A ad Il. Λ 307: τρόφι κῦμα: τὸ τρόφι ἀποκοπῇ τοῦ τρόφιμον ὁ Ἡρωδιανός φησιν, ὅτι ἔστη τῇ πήξει τῇ αὐξήσει· «κύματά τε τροφόεντα» (Od. γ 290) εὐτραφῆ καὶ τροφαλίς τὸ πεπηγὸς γάλα.
3,2 215 (2) E. M. 643, 13: οὔτι ς : τὸ οὐ ἐπίρρημα, τὸ τίς ἀόριστον, τὸ δὲ Οὖτις ἐπὶ τοῦ Ὀδυσσέως ἀντὶ ὀνόματος κυρίου λαμβάνεται καὶ ἔστιν ἓν μέρος λόγου καὶ προπερισπᾶται. Τὸ δὲ «ἀλλ’ οὔτιν ἐγὼ ἰδέειν δύναμαι» (Il. Ε 475) κατὰ συγκοπήν ἐστιν ἀπὸ τοῦ οὔτινα· ἐπλανήθη
3,2 216 δὲ ἐξ Ὁμήρου οἷον «Οὖτιν δέ με κικλήσκουσιν» (Od. ι 366), ἐπεὶ οὕτω κέκληται. παρέλαβε δὲ αὐτὸ ὡς κύριον Οὖτιν ὡς Πάριν· ὁ δέ γε ᾠήθη τὸ οὔτινα οὔτιν. εἴγε οὖν δύο μέρη λόγου ἦν, οὔτινα ἐγίνετο. περὶ παθῶ ν.
3,2 217 (2) Schol. A ad Il. Α 572: ἐπιῆρ α : ἔστι παρὰ τὸ ἐρῶ ἔρανον ὡς ἔχω ὄχανον καὶ κόπτω κόπανον καὶ τροπῇ τοῦ ε εἰς η ἤρανον· ἡ εὐθεῖα τοῦ πληθυντικοῦ ἤρανα, εἶτα συγκοπῇ ἢ ἀποκοπῇ ἦρα.
3,2 218 (2) Ep. Cr. I 102, 7: γύνα ι : κατὰ ἀποκοπὴν τοῦ ξ · τὸ δὲ παρὰ Μενάνδρῳ (Mein. ed. min. p. 1033) «ὦ Ζεῦ πολυτίμηθ’ ὡς καλαὶ νῷν αἱ γυναί» εἰ μὲν περισπάσεις, ἀποκοπὴ ἐκ τοῦ γυναῖκες, εἰ δὲ ὀξύνεις, ἐκ τῆς γυνή εὐθείας. ἐπεὶ δ’ ἔχομεν παρὰ Φερεκράτει τὴν γυνήν αἰτιατικήν «ὡς ἄτοπ’ μητέρ’ εἶναι καὶ γυνήν» καὶ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν τὰς γυνάς «ἀλλ’ ὁρῶ τὰς γυνάς», δῆλον ὅτι αἱ γυναί οὐκ ἀποκέκοπται. ἔστι δὲ καὶ ὦ γυνή παρ’ Ἀλκαίῳ. ἡ δὲ γύναιξ εὐθεῖα ὁμολογεῖται ἐκ τῆς γενικῆς καὶ τῆς τῶν πληθυντικῶν δοτικῆς. σεσίγηται δὲ ὡς μονήρης. οὐδὲν γὰρ εἰς αιξ ὑπὲρ μίαν συλλαβήν. E. Gud. 308, 26: Καύκων θ’ ἐς ἕλικας βόας ἀποκοπῇ ἢ συγκοπῇ. Καύκωνες «Καυκώνων πτολίεθρον» (Callim. hymn. in Iov. 39) καὶ κατὰ συγκοπὴν ἢ ἀποκοπὴν Καύκων. Ἡρωδιανὸς περὶ παθῶ ν. E. M. 609, 39, Favorin. Ecl. 299, 23: ν ώ : ἅπαξ ἐχρήσατο ταύτῃ τῇ λέξει ἐν τῇ Ὀδυσσείᾳ «νὼ ἀναβησάμενοι» (Od. ο 475) καὶ ἐν Ἰλιάδος Ε «πρίν γ’ ἐπὶ νὼ τῷδ’ ἀνδρί» (219). ἰστέον δὲ ὅτι τὸ νώ καὶ τὸ σφώ σὺν τῷ ι τινὲς γράφουσι, λέγοντες ἀπὸ τοῦ νῶϊ καὶ σφῶϊ γενέσθαι κατὰ συναίρεσιν τοῦ ω καὶ τοῦ ι εἰς τὴν ῳ δίφθογγον. ἀλλ’ ἡ παράδοσις οὐκ οἶδε τὸ ι ἐγκείμενον. ἕτεροι κατὰ ἀποκοπὴν λέγουσι χωρὶς τοῦ ι , ἀλλὰ λέγει ὁ τεχνικὸς ὅτι, εἰ ἀπὸ τοῦ νῶϊ καὶ σφῶϊ ἀπεκόπη, ὤφειλε περισπᾶσθαι. ἄλλοι δὲ λέγουσι, τὸ νώ καὶ σφώ οὐκ ἐγένετο ἀπὸ τοῦ νῶϊ καὶ σφῶϊ, ἀλλὰ ταῦτα ἑτέρων θέματά ἐστι καὶ ἐκείνων ἕτερα θέματα. λέγει δὲ ὁ τεχνικός, ὅτι ἀπὸ τοῦ νῶϊ καὶ σφῶϊ γέγονε κατὰ ἀποκοπὴν τοῦ ι καὶ ὀξύνεται ἀναλόγως· καὶ γὰρ τὸ ἐν δυϊ‐
3,2 219 κοῖς ω ἀποστρέφεται τὴν περισπωμένην τάσιν· διατί δὲ τὸ νῶϊ καὶ σφῶϊ δυϊκαὶ ἀντωνυμίαι ἀποκόπτονται καὶ γίνονται σφώ καὶ νώ; ὅτι οὐδέποτε ἐν τοῖς πτωτικοῖς τὸ ω εὑρίσκεται πρὸ τοῦ ι περισπώμενον ἀλλ’ ἢ προπαροξυνόμενον ὡς ἐπὶ τοῦ ἥρωϊ ἢ ὀξυνόμενον ὡς ἐπὶ τοῦ Τρωΐ. ἐπεὶ οὖν αὗται προπερισπῶνται, διὰ τοῦτο πάσχουσιν, ἵνα διὰ τῆς ἀποκοπῆς ἐξαμαυρωθῇ ἡ παράλογος τάσις. τοῦτο γὰρ ἔπαθον καὶ ἡ νῶϊν καὶ ἡ σφῶϊν κατὰ συναίρεσιν γινόμεναι νῷν καὶ σφῷν, ἵνα διὰ τῆς συναιρέσεως ἐξαμαυρωθῇ ἡ παράλογος τάσις. —Choer. 367, 4: τὸ γάλα ἀπὸ τοῦ γάλαξ κατ’ ἔνδειαν τοῦ ξ . ἡ γὰρ κλίσις αὐτοῦ ἀπὸ εὐθείας τῆς εἰς ξ καταληγούσης ἐγένετο, γάλακος γὰρ ἡ γενικὴ καὶ κατὰ πλεονασμὸν τοῦ τ γάλακτος ὡς ἄναξ ἄνακος καὶ ἄνακτος. ἄλλως τε δὲ πᾶσα δοτικὴ πληθυντικῶν εἰς ι λήγουσα μετὰ διπλοῦ ἀποβολῇ τοῦ ι τὴν εὐθεῖαν τῶν ἑνικῶν ἀποτελεῖ οἷον Φοίνιξι Φοῖνιξ, κήρυξι κῆρυξ, Πέλοψι Πέλοψ, Κύκλωψι Κύκλωψ. εἰ οὖν ἐστιν ἡ δοτικὴ τῶν πληθυντικῶν γάλαξι, δηλονότι ἀποβολῇ τοῦ ι γίνεται ἡ εὐθεῖα τῶν ἑνικῶν γάλαξ· ἀλλ’ ἐπειδὴ τὸ ξ οὐκ ἔστι τελικὸν τῶν οὐδετέρων, τούτου χάριν ἀπεβλήθη καὶ ἐγίνετο γάλα. ἀμέλει συντιθέμενον τὸ γάλα καὶ γενόμενον εἰς ἀρσενικὸν γένος ἀναδέχεται τὸ κεχρεωστημένον ξ οἷον τὸ ἀρτιγάλαξ ὁ νεογάλαξ. Choer. 306, 31, Ep. Cr. I 100, 9: Διὰ τοῦτο ἀπέβαλε τὸ γύναιξ τὸ ξ κατὰ τὴν κλητικήν, ἐπειδὴ τὰ εἰς αιξ λήγοντα ἢ ἀρσενικοῦ μόνου γένους εἰσὶν οἷον Θρᾷξ ἢ ἐὰν ὦσι θηλυκοῦ γένους, πάντως καὶ ἀρσενικοῦ εἰσιν οἷον ὁ Γραίξ καὶ ἡ Γραίξ, ὁ αἴξ καὶ ἡ αἴξ. ὅτι γὰρ λέγεται καὶ ὁ αἴξ ἀρσενικῶς, ἐδήλωσεν ὁ ποιητὴς εἰπών (Δ 105) αὐτίκ’ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς ἀγρίου, ὅν ῥά ποτ’ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας πέτρης ἐκβαίνοντα. ἐπειδὴ οὖν τὸ γύναιξ οὐκ ἠδύνατο ἀρσενικοῦ γένους εἶναι, ἡ γὰρ σημασία κωλύει, τούτου χάριν ἀπέβαλε τὸ ξ κατὰ τὴν κλητικὴν καὶ γέ‐
3,2 220 γονε γύναι, ἵνα μὴ εὑρεθῇ εἰς αιξ λῆγον καὶ θηλυκοῦ μόνου γένους ὄν. διὰ ταύτην γὰρ τὴν αἰτίαν καὶ ἡ γύναιξ εὐθεῖα ἐπιλέλοιπεν. ἐν δὲ τῇ συνθέσει, ἐπειδὴ γίνεται ἀρσενικοῦ γένους, ἀναδέχεται τὴν εἰς αιξ κατάληξιν οἷον ὡς ὢν ἄπαις τε κἀγύναιξ κἀνέστιος παρὰ Σοφοκλεῖ ἐν Ἀθάμαντι (fr. 4 Nauck). Choer. 360, 20: «Ζεῦ ἄν α, Δωδωναῖε, Πελασγικέ, τηλόθι ναίων» (Π 233) χωρὶς τοῦ ξ ἐστὶ καὶ ἔστιν εἰπεῖν, ὅτι ὁ ποιητὴς διὰ τὸ μέτρον ἀπέβαλε τὸ ξ , ἀμέλει ὅτε ὁ ποιητὴς ἐδεήθη μακρᾶς συλλαβῆς, διὰ τοῦ ξ εἶπεν αὐτὸ κατὰ τὴν κλητικὴν οἷον «Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγαμέμνων» (Β 434). Eustath. 1560, 26: Ἡρωδιανός φησιν, ὅτι τοῦ ἄλειφα καὶ λίπα ἡ κατάληξις οὐκ ἀήθης· ἀλλὰ τὸ μὲν ἄλειφα οὕτως ἐγένετο· ὥσπερ θένω θέναρ, δείρω δέρας, οὕτω καὶ ἐκ τοῦ ἀλείφω ἄλειφαρ ἢ ἄλειφας καὶ ὑποστολῇ τοῦ ρ ἢ τοῦ ς ἄλειφα. τὸ δὲ λίπα ἐξ ἀναλόγου ἀντιπαραθέσεως ἐγίνετο. ὡς γὰρ κῶος κῶας, ὕδος ὕδας, γῆρος γῆρας, οὕτω καὶ λίπος λίπας, ἐξ οὗ λίπα, ἵν’ ᾖ γένος μὲν τὸ λίπα, εἶδος δὲ τὸ ἔλαιον. E. M. 188, 9: βάραγχο ς : Ἱππῶναξ μάλιστα πλεονασμῷ τοῦ α · οἱ γὰρ ἄλλοι βράγχος καὶ βραγχᾶν ἀντὶ τοῦ βραγχιᾶν καὶ πολλάκις ἐστὶ παρὰ τοῖς Ἀττικοῖς. Ἡρωδιανό ς. E. M. 52, 8: ἀκράαντο ν : ἐκ τοῦ κραίνω τὸ τελειῶ ὁ μέλλων κρανῶ ἔκρανα καὶ ὥσπερ ἀπὸ τοῦ χραίνω χραντός καὶ ἄχραντος καὶ φαίνω φαντός καὶ ἄφαντος, οὕτω καὶ παρὰ τὸ κραίνω κραντός καὶ ἄκραντος καὶ πλεονασμῷ τοῦ α ἀκράαντος ποιητικῶς.
3,2 221 (2) E. M. 722, 28: Σπαρτιάτη ς : ἀπὸ τοῦ Σπάρτη Σπαρτίτης. καὶ πλεονασμῷ τοῦ α Σπαρτιάτης· ὅμοιόν ἐστι καὶ τὸ Κροτωνιάτης ἀπὸ τοῦ Κροτωνίτης· «οὐδὲ Κροτωνίτης ἐξεκάθαιρε Μίλων.» Ἡρωδιανὸς περὶ παθῶ ν . Steph. B. 480, 1: Νώνακρις: τὸ ἐθνικὸν Νωνακρίτης καὶ κατὰ πλεονασμὸν τοῦ α Νωνακριάτη ς, ὁ Ἑρμῆς. Λυκόφρων (v. 680) «Νωνακριάτης τρικέφαλος φαιδρὸς θεός». St. B. s. v.: Φᾶσις πόλις τῆς Αἴας ἐν Κόλχοις. τὸ ἐθνικὸν ἔδει Φασίτης ὡς Ὀασίτης Μεμφίτης ἢ Φασιάτης πλεονασμῷ τοῦ α ὡς καὶ λέγεται. St. B. s. v.: Φᾶρις πόλις τῆς Λακωνικῆς: Φαρῖται καὶ Φαριάτης ὡς Σπαρτιάτης. St. B. 485, 8: οἰκιάτης κατὰ πλεονασμὸν τοῦ α ἀπὸ τοῦ οἰκίτης. Ep. Cr. I 416, 15: Τελαμωνιάδη ς : οἱ μὲν λέγοντες ἀπὸ τοῦ Τελαμώνιος Τελαμωνιάδης ὡς Ἥλιος Ἡλιάδης, Δεξιάδης Ἀσιάδης κατορθοῦσι μὲν τὴν φωνήν, λύουσι δὲ τὸ πατρωνυμικόν· ἀπὸ γὰρ κυρίων θέλει παράγεσθαι τὰ πατρωνυμικά· τὸ δὲ Τελαμώνιος οὐ κύριον, ἀλλ’ ἐπίθετον. ἄμεινον οὖν ἀπὸ τοῦ Τελαμών Τελαμῶνος Τελαμωνίδης καὶ κατὰ πλεονασμὸν ποιητικὸν τοῦ α Τελαμωνιάδης. Ep. Cr. I 443, 20: Χαλκωδοντιάδη ς : οἱ μὲν λέγουσιν ἀπὸ εὐθείας Χαλκωδοντίας γενέσθαι, οἱ δὲ ἀπὸ Χαλκωδόντιος κτητικοῦ· ἀλλ’ οὐδέποτε τὸ πατρωνυμικὸν ἀπὸ κτητικοῦ γίνεται, ἀλλ’ ἀπὸ κυρίων. ἄμεινον οὖν πλεονασμὸν λαμβάνειν. γέγονεν οὖν ἀπὸ τῆς περιττοσυλλάβου γενικῆς· ὡς γὰρ Ἀγαμεμνονίδης, Τεκτονίδης, οὕτως Χαλκώδοντος Χαλκωδοντίδης καὶ πλεονασμῷ τοῦ α Χαλκωδοντιάδης.
3,2 222 (2) St. B. 3, 12: δοκεῖ ἀπὸ τοῦ Ἀβάντιος εἶναι τὸ Ἀβαντιάς ὡς ἀπὸ τοῦ Ἑλικώνιος Ἑλικωνιάς, Ὀλύμπιος Ὀλυμπιάς, Δήλιος Δηλιάς. τὸ δὲ Ἀβαντίς ἀπὸ τῆς Ἄβαντος γενικῆς ὡς Ἑλικωνίς τῆς Ἑλικῶνος, Βίστονος Βιστονίς, Αὔσονος Αὐσονίς. ἴσως δὲ καὶ τὸ Ἀβαντιάς ἀπὸ τοῦ Ἀβαντίς παρήχθη ὡς ἀπὸ τοῦ Λέσβος Λεσβίς Λεσβιάς, Ἀχαιίς Ἀχαιιάς «Ἀχαιιάδων εὐπέπλων» (Il. Ε 424). μαρτυρεῖ δὲ τῷ προτέρῳ λόγῳ ἀπὸ τοῦ Ἀβάντιος Ἀβαντιάς τὸ Ἀβαντία θηλυκόν, ὅπερ κατὰ βαρβαρικὴν τροπὴν τοῦ β εἰς μ ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήσει. E. M. 725, 7: στασιάζει ν; ὁ Ἡρωδιανὸς πλεονασμὸν λέγει εἶναι ἀπὸ τοῦ στάσις στασιάζειν. E. M. 346, 15: ἑξάκλινο ν , ἑξάπου ν. Ἀττικῶς μὲν ἕξπουν καὶ ἕξκλινον λέγεται ὥσπερ καὶ παρὰ τῷ Σοφοκλεῖ ἑξπηχυστί καὶ παρὰ Πλάτωνι τῷ κωμικῷ ἕξπουν. φυλάττεται γὰρ τὸ τέλος τῶν ἀριθμῶν ἐν συνθέσει πεντέμηνον λεγόμενον καὶ «ἐν πεντεσυρίγγῳ ξύλῳ» (Arist. Eqq. 1049) Ἀττικῶς· ἡμεῖς δὲ πεντάμηνον, Ἀττικοὶ ὀκτώπουν καὶ ἡμεῖς ὀκτάπουν. εἰ οὖν ἄρα τὸ τέλος τῶν ἀριθμῶν φυλάσσεται, ὁ δὲ ἕξ ἀριθμὸς τὸ ξ ἔχει, φυλάσσει ἄρα τὸ τέλος τοῦ ἀριθμοῦ ὁ ἕξκλινον λέ‐
3,2 223 γων. ἀλλ’ ἔστιν εἰπεῖν πρὸς τοῦτο, ὅτι οὐδὲ μίαν λέξιν ἔχομεν εἰς διπλοῦν καταλήγουσαν καὶ ἐν συνθέσει φυλασσομένην. εἰσὶ δὲ αἱ φυλασσόμεναι ἐν παραθέσει οἷον «πὺξ μὲν ἐνίκησα» (Il. Ψ 634), «λὰξ ποδὶ κινήσας» (Il. Κ 158)· εἰ οὖν ἕξπους ἐν συνθέσει, ὀφείλει τρέπειν καὶ μὴ καταλήγειν εἰς διπλοῦν. ἀλλ’ ἀνάλογον, ὅτι πεφύλακται τὸ τέλος τοῦ ἀριθμοῦ ὡς καὶ παρὰ τῷ ποιητῇ οἷον ἑξετής «ἑξετέ’ ἀδμήτην» (Ψ 655) καὶ «ἕξετες ἤνασσεν». οὐκ ἔστι δὲ τὸ ἑξάπουν πλεονασμός, ὡς πλανῶνταί τινες. τὰ γὰρ εἰς κις ἐπιρρήματα ἐν τῇ συνθέσει ἀποβάλλει τὸ κις οἷον ἑπτάκις ἑπτάμηνος, οὐ γὰρ ἀπὸ τοῦ ἑπτά ἀριθμοῦ. τέσσαρες ὁ ἀριθμός, τετράκις τὸ ἐπίρρημα, παρὰ τοῦτο τετράμηνον. οὕτως οὖν ἑξάκις ἑξάκλινον ἑξάπουν Ἡρωδιανὸς περὶ παθῶ ν. Ep. Hom. 395, 22, E. M. 500, 9: τετράφατα ι : ἐπὶ τοῦ παθητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου τοῖς τρίτοις προσώποις τῶν πληθυντικῶν πρὸ τοῦ τ προτίθεται τὸ α , καὶ εἰ μὲν ψιλὸν ᾖ σύμφωνον πρὸ τοῦ τ , τρέπεται εἰς δασύ οἷον ἀπὸ τοῦ τέτραμμαι τέτραπται τετράμμεθα τέτραφθε καὶ Ἰωνικῶς τετράφαται «πεδίον δὲ γὰρ αἰεὶ τετράφαθ’, ὁππότ’ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων» (Κ 188) «ᾧ λαοί τ’ ἐπιτετράφαται» (Β 25). τοιοῦτον καὶ τὸ τεύχω τέτευχα τέτυ‐
3,2 224 γμαι τέτευκται τετεύχαται· εἰ δὲ τὸ ς ᾖ, τρέπεται εἰς σύμφωνον τοῦ μέσου παρακειμένου καὶ τοῦ δευτέρου ἀορίστου ὡς ἀπὸ τοῦ ἔρρασμαι ἔρρασται καὶ ἐρράδαται «αἵματι ἐρράδαται τοῖχοι» (Od. υ 354) καὶ ἐρείδω ἤρεισται ἠρείδαται καὶ Ἀττικῶς ἐρηρέδαται «λᾶε δὲ τοῦ ἑκάτερθε ἐρηρέδαται δύο λευκώ» (Ψ 329) καὶ παρὰ τὸ πείθω πέπεισται πεπείθαται. εἰ δὲ ἀμετάβολον ᾖ πρὸ τοῦ τ , τοῦτο φυλάττεται ἐξ ἀνάγκης ὡς παρὰ τὸ ἀγείρω ἤγερκα Ἀττικῶς ἀγήγερται καὶ Ἰακῇ παραγωγῇ ἀγηγέραται καὶ ὁ ὑπερσυντελικὸς ἀγηγέρατο καὶ στέλλω ἔσταλκα ἔσταλται ἐστάλαται καὶ παρὰ τὸ κλίνω κέκλινται κεκλίναται, εἰ ὅλως γίνεται Ἰωνικὸς παρακείμενος, ἐπὶ τούτων γὰρ οὐκ ἐφάνησαν οἱ Ἴωνες ποιήσαντες τρίτα πληθυντικά, οὐδὲ γὰρ λέγουσι κεκάραται καὶ τετίλαται. τὸ δὲ κέκλιται παρὰ τῷ Δημοκρίτῳ χωρὶς τοῦ ν κατὰ τὴν πλάνην τοῦ Ὁμηρικοῦ, ὥς φησιν Ἡρωδιανό ς, κεκλίαται «κεκλίαται χώρης ὀλίγον ἔτι μοῖραν ἔχοντες» (Π 68), οἱ γὰρ καθαρεύοντες παρακείμενοι τὸ α μόνον προσλαμβάνουσι κατὰ τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν, καὶ εἰ μὲν μακρᾷ παραλήγεται, συστέλλουσι ταύτην καὶ οὕτω ποιοῦσι τὸ Ἰωνικὸν ὡς πεποίηται πεποιέαται εἴρυται εἰρΰαται· οὕτως ἀπὸ τοῦ κλείω γίνεται κέκλειται καὶ συστολῇ τῆς ει διφθόγγου «αἵ θ’ ἁλὶ κεκλίαται» (Od. δ 608) «ἠέρι δ’ ἔγχος ἐκέκλιτο καὶ ταχέ’ ἵππω» (Ε 356) ἀντὶ τοῦ ἐκεκάλυπτο περιεκέκλειστο καὶ περιέκειτο. οὐκ ἄρα ἀπὸ τοῦ κλίνω, ἀλλ’ ἀπὸ τοῦ κλείω κλείσω ὁ παρακείμενος κέκλειμαι χωρὶς τοῦ σ —οὐδέποτε γὰρ μετὰ τοῦ ς τοῦτο λέγουσιν οἱ Ἕλληνες—ἐλλείψει τοῦ ε κέκλιμαι. οὕτω καὶ τὸ «στήλῃ κεκλιμένος» ἀντὶ τοῦ ὑπὸ στήλης περιεχόμενος καὶ τὴν ἐπὶ τοῦ τάφου στήλην περιβεβλημένος ἀντὶ ἀσπίδος, τοιοῦτον καὶ τὸ «λίμνῃ κεκλιμένος Κηφισίδι» (Il. Ε 709). ἔλλειψις ἄρα τοῦ ε ὥσπερ καὶ ἀπὸ τοῦ κλείσω κλείς δικλείς καὶ δικλίς οἷον «κύσσε δ’ ἑόν τε λέχος καὶ δικλίδας ἀμφοτέρωθεν» (Apollon. IV 26) καὶ «δικλίδες ὑψηλαί» (Il. Μ 455). τοῦ Ἡρωδιανο ῦ.
3,2 225 (2) Ep. Hom. 300, 1, E. M. 599, 20: νέατα ι : ὅσοι μὲν ἐνεστῶτα παραλαμβάνουσιν, ἀντὶ τοῦ οἰκοῦνται· ὅσοι δὲ παρακείμενον, οἷον οἰκημένοι εἰσίν. ἔστι ῥῆμα νῶ τὸ οἰκῶ. τούτου ὁ παρακείμενος νένηκα, παθητικὸς νένημαι καὶ πληθυντικὸν νενήμεθα νένησθε νένηνται. τὸ Ἰωνικὸν νενέαται· ἆρον τὴν νε συλλαβὴν «νέαται Πύλου ἠμαθόεντος» (Ι 153) ὥστε ὅμοιον εἶναι τῷ δεδέχαται δέχαται. Ep. Hom. 287, 28: μεμετρέατα ι : τοῦτο Ἰωνικόν ἐστιν, ὡς γὰρ νενόηνται νενοέαται καὶ περιπεποίηνται περιπεποιέαται, οὕτως καὶ μεμέτρηνται μεμετρέαται παρὰ τῷ Ἑκαταίῳ «ὁ μὲν οὖν Βόσπορος καὶ ὁ Πόντος καὶ ὁ Ἑλλήσποντος κατὰ ταῦτά μοι μεμετρέαται» καὶ παρ’ Ἱππώνακτι «οἱ δέ μευ ὀδόντες ἐν τοῖς γνάθοισι κεκινέαται» καὶ Ἀνακρέων «αἱ δέ μευ φρένες ἐκκεκωφέαται» καὶ τὸ περιβεβλέαται. Ep. Hom. 373, 29: παρείατ ο : Καλλίμαχος «κούρη δὲ παρείατο δακρυχέουσα». τινὲς πλεονασμὸν ἡγήσαντο τοῦ α . ἀντὶ τοῦ παρῆν γάρ ἐστι ἢ καὶ παρέζετο. οὐκ ἔστι δὲ πλεονασμός, ἀλλὰ πληθυντικόν ἐστιν ἀντὶ ἑνικοῦ τιθέμενον ὡς τὸ «οἱ δ’ εἵατ’ εἰν ἀγορῇ (Od. θ 503).
3,2 226 (2) E. M. 63, 18: ἅλια ς : ἔστιν ἅλις καὶ πλεονασμῷ τοῦ α ἅλιας· ἔστι δὲ μονῆρες τὸ ἐπίρρημα· οὐδὲν γάρ ἐστιν εἰς ας ἐπίρρημα προπαροξύτονον, ἀλλ’ ἢ ὀξύτονον ἑκάς ἀγκάς ἢ παροξύτονον ὡς τὸ «ἀτρέμας ἧσο» (Β 200). οὕτως Ἡρωδιανό ς. ἅρπυιαι καὶ πλεονασμῷ τοῦ ε ἀρέπυιαι. Οὕτως Ἡρωδιανὸς ἐν τοῖς περὶ παθῶν. E. M. 138, 21. Steph. B. 383, 21: Κρήτην τὴν νῆσον Κρεήτην ἔφη Ἀρχίλοχος κατὰ πλεονασμόν. E. M. 666, 35, Ep. Hom. 335, 11: πετεηνό ς : ὁ Ἡρωδιανὸς τὸ πετηνόν ὡς ῥηματικὸν διὰ τοῦ η ἐκ τοῦ πετῶ πετήσω πετηνόν καὶ πλεονασμῷ τοῦ ε ποιητικῶς πετεηνόν. πάντοτε δὲ ὁ ποιητὴς διὰ τοῦ ε καὶ η προφέρει.
3,2 227 (2) E. M. 31, 43: αἰέλουρο ς : τοῦτο οὐκ ἔστι πλεονασμός, ἀλλ’ ἀντίθεσις· παρὰ γὰρ τὸ αἰόλον καὶ τὴν οὐράν ἐτυμολογεῖται αἰέλουρος. οὕτως Ἡρωδιανὸς περὶ παθῶ ν. E. M. 790, 20: φέρεν α : τοῦτο κατὰ διάλεκτον· οἱ γὰρ Αἰολεῖς λέγουσι τὴν φερνήν φέρεναν, ἴσως προσφυέστερον παρὰ τὸ φέρειν· προίξ γάρ ἐστιν. ἦν γὰρ ἠλογημένον τὸ φερνή. τὰ γὰρ εἰς νη λήγοντα δισύλλαβα ἔχοντα πρὸ τέλους τὸ ρ βαρύνεται οἷον Τάρνη, πτέρνη· μόνον τὸ φερνή ὀξύνεται. ἐὰν δὲ δώσῃ τις τόνον μὴ πλεονασμὸν Αἰολικὸν εἶναι καὶ εἴπῃ φερένη καὶ μιμήσηται τὸ Ἑλένη, ἀπολέλυται τὸ ἠλογημένον. περὶ παθῶ ν. E. M. 261, 14: δειελό ς : Ἰλιάδος Φ (232) «εἰσόκεν ἔλθῃ δειελὸς ὀψὲ δύων» ἡ δείλη δειελός εἴρηται ὡς ἑσπέρα ἕσπερος, ὠνή ὦνος, χολή χόλος· σύνηθες Ἴωσι τὸ ε πλεονάζειν ἥλιος ἠέλιος, δειλινόν δειελινόν οἷον «δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο» (Apollon. Rhod. I 452). Ep. Hom. 178, 18: ἐλεόθρεπτο ς : τὰ εἰς ος λήγοντα οὐδέτερα κατ’ ἀρχὴν συντιθέμενα ἐκβάλλει τὸ ς οἷον πάθος παθολόγος, εἶδος Εἰδοθέα, σκύτος σκυτοτόμος «σκυτοτόμων ὄχ’ ἄριστος» (Η 221), ἦθος ἠθολόγος. διὸ παρὰ τὸ ἕλος ὤφειλεν ἑλόθρεπτος, ἀλλ’ ἐγένετο πλεονασμὸς τοῦ ε · οὐ γὰρ παρὰ τὴν γενικὴν τὴν ἕλεος· οὐ γὰρ εἴωθεν γενικὴ συντίθεσθαι· τὸ θυοσκόος κατὰ πλεονασμὸν τοῦ ς λέγομεν. St. B. 612, 15: Τελμησσό ς : ὁ πολίτης Τελμησσεύς· καὶ δρᾶμα Ἀριστοφάνους Τελμησσεῖς. —λέγεται καὶ τετρασυλλάβως Τελεμησσεῖς, ὡς αὐτὸς ἐν αὐτῷ «πῶς ἄν τις ἂν οὖν, ἢ τί ποιήσας, ὦ Τελεμησσεῖς;» καὶ πάλιν «φέρε δὴ τοίνυν, ταῦθ’ ὅταν ἔλθῃ, τί ποιεῖν χρή μ’, ὦ Τελεμησσεῖς». ἔστι δὲ τὸ μέτρον ἀναπαιστικὸν τετράμετρον καταληκτικόν, οὗ πρὸ τῆς τελευταίας συλλαβῆς ἀνάπαιστος τάττεται, σπανιαίτατα δὲ σπονδεῖος.
3,2 228 (2) E. Or. 64, 5: ἐλεφαίρ ω : παρὰ τὸ ἔλπω τὸ ἐλπίζω ἄλλο παραγωγὸν ἐλπαίρω καὶ πλεονασμῷ τοῦ ε ἐλεπαίρω, τροπῇ τοῦ π εἰς φ ἐλεφαίρω. κυρίως τὸ ταῖς ἐλπίσιν ἀπατᾶσθαι. οὕτως Ἡρωδιανό ς. λέγει δὲ δύνασθαι τὸ ἐλεφαίρω παρὰ τὸ ζῷον εἰρῆσθαι. E. Or. 61, 24: ἐρινεός σημαίνει τὴν ἀγρίαν συκῆν. ἀπὸ τοῦ ἐρίζω γίνεται ἐρινός καὶ κατὰ πλεονασμὸν τοῦ ε ἐρινεός παρὰ τὸ ἐριστικὸν εἶναι τὸ δένδρον. ἀνέρχεται γὰρ εἰς τοίχους καὶ εἰς ἕκαστον τόπον ἔν τε πέτραις καὶ ὕδασιν. οὕτως Ἡρωδιανὸς καὶ Εὐδαίμων. E. M. 385, 54: ἐτεός ὁ ἀληθὴς ἐκ τοῦ ἐτός κατὰ πλεονασμὸν τοῦ ε . ἐκ τοῦ εἰμί τὸ ὑπάρχω ἐτός. τὸ γὰρ ἀληθὲς ὑπάρχον ἐστὶ καὶ πεπηγὸς καὶ ὂν ὥσπερ τὸ ψεῦδος οὐκ ὑπάρχον. E. M. 726, 17: στερρό ς : βούλονταί τινες ἀπὸ τοῦ στερεός εἶναι συγκοπῇ στερός καὶ πλεονασμῷ τοῦ ἑτέρου ρ στερρός. ἐμοὶ δὲ δοκεῖ μᾶλλον τὸ στερεός ἀπὸ τοῦ στερρός εἶναι. τὰ γὰρ εἰς ναι ἀπαρέμφατα ποιεῖ εἰς ρος ὀνόματα ἰσοσύλλαβα οἷον μιῆναι μιαρός, ῥυπῆναι ῥυπαρός, διῆναι διερός, σταθῆναι σταθερός, οὕτω στῆναι στερός καὶ στερρός.
3,2 229 (2) St B. 471, 13: Νέδη πόλις Ἀρκαδίας: Εὐφορίων δὲ Νεδέην αὐτήν φησι. E. M. 765, 33: τριακόντεο ς : ὥσπερ γίνεται ἐπὶ τῆς γενικῆς τῶν πληθυντικῶν γερόντων γεροντέων, οὕτω καὶ ἐπὶ τῆς γενικῆς τῶν ἑνικῶν τριάκων τριάκοντος τριακόντεος κατὰ πλεονασμόν. περὶ παθῶ ν. E. M. 227, 3: γέροντες γερόντων καὶ πλεονασμῷ τοῦ ε γεροντέων οὐχ ὡς ναυτῶν καὶ ναυτέων. τοῦτο διαίρεσίς ἐστι καὶ οὐ πλεονασμός. ὁ γὰρ τόνος διελέγχει· εἰ μὲν γὰρ περισπᾶται, δῆλον ὅτι διαίρεσις· εἰ δὲ βαρύνεται, δῆλον ὅτι πλεονασμὸς καὶ οὐ διαίρεσις. οὕτως Ἡρωδιανό ς. Ep. Hom. 239, 1, E. M. 507, 15: ἀρνῶν ἐκ κεφαλέων (Γ 273): ὁ κανών· οἱ Αἰολεῖς διὰ τοῦ αων κεφαλάων, οἱ δὲ Δωριεῖς διὰ τοῦ εων κεφαλέων· ὁ δὲ Ζηνόδοτος γράφει «ἀρνέων ἐκ κεφαλέων» ὡς κτητικὸν τὸ ἀρνέων λαβών· κακῶς δέ· κανὼν γάρ ἐστιν ὁ λέγων, τὸ κτητικὸν ἐπὶ τῶν σωματικῶν μερῶν λαμβανόμενον κατὰ τεθνηκότος θέλει παραλαμβάνεσθαι οἷον βοεία κεφαλή ἡ τεθνηκότος, καὶ ἀνθρώπειος πούς ὁ τοῦ τετελευτηκότος· οὐ γὰρ ἐπὶ ζώντων εἴποι τις ἄν· διὸ καὶ μέμφονται Ζηνοδότῳ, ἐπειδὴ τὸ «ἀρνέων ἐκ κεφαλέων» ἀνεγίνωσκεν ἀρνέων κτητικόν· κτητικῇ γὰρ φωνῇ ἐχρήσατο ὡς ἐπὶ ζώντων
3,2 230 ἀρνῶν, οὐκ ἔπαθε δὲ τὸ ἀρνέων πλεονασμὸν οὐδὲ διαίρεσιν ἐκ τοῦ ἀρνῶν, ἀλλὰ ἔλλειψιν τοῦ ι ἐκ τοῦ ἀρνείων. E. M. 224, 50: γεμέωσι δὲ παστάδες: γέμωμεν γέμητε γέμωσι καὶ πλεονασμῷ ποιητικῷ τοῦ ε γεμέωσιν. οὕτως Ἡρωδιανό ς. E. M. 133, 34: ἀπτερέως παρ’ Ἡσιόδῳ ὥσπερ τὸ ἀψοφέως. σημαίνει δὲ τὸ αἰφνιδίως· ἀποπτέρων ἀπτέρων ἀπτέρως ἀπτερέως. οὕτως Ἡρωδιανό ς.
3,2 231 (2) E. M. 659, 46: Πελοπηΐ ς : ὡς παρὰ τὴν Κέκροπι δοτικὴν γίνεται Κεκροπίς Αἰθίοπι Αἰθιοπίς, οὕτω Πέλοπι Πελοπίς καὶ πλεονασμῷ τοῦ η Πελοπηΐς ὡς τὸ ποίμνιον ποιμνήϊον καὶ τάφος τάφιος καὶ ἐπιτάφιος ταφήϊον «Λαέρτῃ ἥρωϊ ταφήϊον» (Od. β 99). περὶ παθῶ ν. Ep. Hom. 255, 7: Καδμηΐδι γαίῃ (Hesiod. op. 161): ὥσπερ παρὰ τὸ Δάρδανος ἐκπίπτει πατρωνυμικὸν εἰς ις Δαρδανίς καὶ παρὰ τὸ Πρίαμος Πριαμίς, οὕτως ἔδει καὶ παρὰ τὸ Κάδμος Καδμίς. τὸ ἄρα Καδμηΐς ἐπλεόνασε τὸ η . ὅτε οὖν φησιν ὁ Ἴβυκος «παρελέξατο Καδμίδι κούρᾳ», τὸ ὀφειλόμενον ἀπέδωκεν. St. B. 666, 14: Φίλυρες ἔθνος πρὸς τῷ Πόντῳ: τὸ θηλυκὸν Φιλυρίς καὶ Φιλυρηΐς πλεονασμῷ τοῦ η . St. B. Βρύξ: τὸ θηλυκὸν Βρυγίς καὶ Βρυγηΐς ὡς Καδμηΐς. Eustath. 468 extr.: Ὅμηρος τὸν πολίτην πολιήτην φησίν, ὅπερ Ἰωνικὸν εἶναι δοκεῖ κατὰ τὸ Μασσαλιήτης Ἀπολλωνιήτης, οἰκιήτης, ἅπερ κεῖνται παρὰ τῷ Ἡρωδιαν ῷ. St. B. 43, 1: τὸ πολιήτης πλεονασμὸν ἔχει τοῦ η ὡς τὸ μυθιήτης, ὅπερ οὐδ’ ἐθνικόν, καὶ τὸ Ἰουλιήτης ἀπὸ τοῦ Ἰουλίτης. τὸ δὲ Βαργυλιήτης καὶ Μασσαλιήτης τέτραπται. E. M. 698, 9: πωγωνιήτη ς : πώγων πώγωνος πωγωνίτης καὶ πλεονασμῷ τοῦ η πωγωνιήτης ὡς πολιήτης· ἢ παρὰ τὸ πωγωνία πωγωνιάτης καὶ κατὰ τροπὴν πωγωνιήτης. λέγουσι δέ τινες, ὅτι ἀπὸ τῶν εἰς ων ληγόντων οὐκ ἔχει γεγονέναι πωγωνία. Κράτης δ’ οὖν ἐν
3,2 232 Μετοίκοις λειποπωγωνία ἔφη. δύναται οὖν, ὥσπερ οἰκία οἰκιάτης, οὕτω πωγωνία πωγωνιάτης καὶ πωγωνιήτης γενέσθαι. Ep. Hom. 298, 32: Νυσήϊο ν : ἀμφίβολον· εἰ γὰρ παρὰ τὸ Νύσιον, πλεονασμός ἐστι τοῦ η · εἰ δὲ παρὰ τὸ Νῦσα, ὤφειλε μὲν εἶναι Νύσειον, ἀλλ’ ὥσπερ παρὰ τὸ ἄρειον ἀρήϊον αὐξήσει γέγονεν, οὕτω Νυσήϊον, ὥστε δύναται διαίρεσις εἶναι καὶ ἐπέκτασις, ἀλλ’ οὐ πλεονασμός. τὸ δὲ γαιήϊος ἀπὸ τοῦ γαῖα γαίϊος ἐν πλεονασμῷ καὶ τὸ «πολεμήϊα» παρὰ τὸ πόλεμος πολέμια. ὅταν οὖν εἴπῃ «πολεμήϊα τεύχεα» (Η 193) πλεονάζει τὸ η . Theogn. Cr. II 91, 21: κρήηνον τὸ ἐπιτέλεσον· γέγονε δὲ παρὰ τὸ κραίνω· ὁ ἀόριστος ἔκρανα· τὸ προστακτικὸν κρᾶνον καὶ Ἰωνικῶς τροπῇ τοῦ α εἰς η κρῆνον καὶ ἐν πλεονασμῷ τοῦ η κρήηνον. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶ ν. Ep. Cram. I 342, 26: ἀριθμό ς : παρὰ τὸ ἄρω τὸ ἁρμόζω— Ὅμηρος «ἄρσαντες κατὰ θυμόν» (Il. Α 136)—γίνεται ἀρμός καὶ πλεονασμῷ τοῦ ς ἀρσμός καὶ τροπῇ τοῦ ς εἰς θ ἀρθμός καὶ πλεονασμῷ τοῦ ι ἀριθμός. ἁρμογὴ γὰρ μονάδων ὁ ἀριθμός. οὕτως Ἡρωδιανό ς· ὁ δὲ πατὴρ αὐτοῦ ὁ Ἀπολλώνιος παρὰ τὸ ἁλίζω τὸ συναθροίζω ἁλισμός καὶ τροπῇ τοῦ ς εἰς θ ἁλιθμός καὶ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον ἀριθμός· οἱονεὶ ἡ συνάθροισις τῶν μονάδων. —E. Or. 26, 19.
3,2 233 (2) Ep. Hom. 365, 1: πυκιν ά : οἱ μὲν τὸ πυκνός ἐνδείᾳ τοῦ ι λέγουσιν ἐκ τοῦ πυκινός, οἱ δὲ πυκινός ἐν πλεονασμῷ τοῦ ι ἐκ τοῦ πυκνός. ἡμεῖς δὲ λέγομεν, ὅτι τὸ πύκα γέγονεν ἐκ τοῦ πυκνός· ἀπὸ τοῦ πυκνός ὀνοματικὸν ἐπίρρημα πυκνά «πυκνὰ μάλα στενάχων» (Σ 318), ἐλλείψει τοῦ ν πύκα· γίνεται γὰρ ἔλλειψις στοιχείου ὡς ταχέα τάχα, σαφέα σάφα, οὕτως πυκνά πύκα. τὸ δὲ πυκνός γίνεται ἀπὸ τοῦ πτύσσω πτυκνός ἐλλείψει τοῦ τ ὡς ἴσχω ἰσχνός. ἀπὸ δὲ τοῦ πύκα γίνεται παραγωγὴ διὰ τοῦ ινος πυκινός· ἀπὸ γὰρ ἐπιρρημάτων γίνονται παραγωγαὶ διὰ τοῦ ινος συνεσταλμένου τοῦ ι ἐχθεσινός, πρωϊνός, περυσινός, ὀψινός καὶ παρὰ τὸ τῆτες ἐπίρρημα τητινός παρὰ Ἀττικοῖς ὡς ἅδην ἁδινός. E. M. 41, 44: ἀΐζηλο ς : ὁ Ἡρωδιανὸς ἐς τὸ περὶ παθῶν λέγει εἶναι αὐτὸ οὕτως. δῆλος ἄδηλος πλεονασμῷ τοῦ ι καὶ τροπῇ ἀΐζηλος.
3,2 234 (2) E. M. 220, 9: γαλό ῳ : οἱ μὲν λέγουσιν ὅτι ἔστι γάλως, εἶτα διαλύσει τοῦ ω γάλοως ὡς τὸ «ἐξ Ἀθόω δ’ ἐπὶ πόντον ἔβη» (Σ 229). ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν λέγει, ὅτι ἐστὶν εὐθεῖα ἡ γάλως. κλίνεται δὲ τῆς γάλω· ὁ κανών· τὰ βαρύτονα κατὰ ἀποβολὴν τοῦ ς κλίνονται τῆς Κέω. —ἡ δοτικὴ τῇ γάλῳ καὶ πλεονασμῷ τοῦ ο γαλόῳ· διὰ τοῦτο καταβιβάζει τὸν τόνον, ἐπειδὴ οὐδέποτε ἐπὶ τέλους κειμένου τοῦ ω τρίτη ἀπὸ τέλους τίθεται ἡ ὀξεῖα χωρὶς τῶν Ἀττικῶν. κλίνεται δὲ καὶ γάλως γάλωτος ὡς γέλως γέλωτος. E. M. 347, 9: ἐξ Ἀθό ω : «ἐξ Ἀθόω δ’ ἐπὶ πόντον ἐβήσετο» Ἰλιάδος (Ξ 229) πλανώμενοί τινες ἀναγινώσκουσιν ἐξ Ἄθοω· οὐ γὰρ δύναται τρίτη ἀπὸ τοῦ ω πίπτειν ἡ ὀξεῖα· οὐ γὰρ ἔχει πρὸ τοῦ ω τὸ ε ὡς τὸ πόλεων. ἀμφίβολον· εἰ μὲν γὰρ παρὰ τὸ Ἄθως Ἄθω, ἐστὶ πλεονασμὸς τοῦ ο · εἰ δὲ εἴρηται Ἀθόως Ἀθόω, οὐκ ἔτι πλεονάζει. Ἡρωδιανὸς περὶ παθῶ ν.
3,2 235 (2) St. B. 641, 16: Τύμωλο ς : οὕτως ὁ Τμῶλος κατὰ ποιητικὸν μετασχηματισμόν. E. Gud. 287, 10, E. M. 481, 16: ἰω ή : ἡ φωνή· παρὰ τὸ ἴω γίνεται ἰή καὶ πλεονασμῷ τοῦ ω ἰωή ἡ διικνουμένη εἰς τὰς ἀκοάς. οὕτως Ἡρωδιανό ς. Ep. Hom. 86, 26, E. M. 157, 26: ἀσπιδιώτη ς : εἰ μὲν ἀπὸ τῆς ἀσπίδος ἀσπιδίτης, δηλονότι πλεονασμῷ τοῦ ω · εἰ δὲ παρὰ τὸ ἀσπίδιος ἔνθεν «ὑπασπίδια» (c. g. Ν 158) παραγωγόν, οὐ πλεονάζει ὥσπερ ἴδιος ἰδιώτης καὶ ἥλιος ἡλιώτης καὶ ἀφηλιώτης, οὕτως ἀσπίδιος ἀσπιδιώτης. E. Or. 30, 7: ἀγροιώτης: ἀγρός ἀγρότης ὡς δῆμος δημότης πλεονασμῷ τοῦ ι ἀγροίτης καὶ προσθέσει τοῦ ω ἀγροιώτης. St. B. 493, 6: Ὁμόλιον πόλις Μακεδονίας καὶ Μαγνησίας. τὸ δὲ Ὁμολώϊον κτητικόν ἐστι κατὰ πλεονασμὸν τοῦ ω .
3,2 236 (2) E. M. 176, 45: ἀφέωκ α : τὸ θέμα ἀμφίβολον· ὁ παρακείμενος ἀφεῖκα, εἶτα ἐλλείψει τοῦ ι καὶ πλεονασμῷ τοῦ ω ἀφέωκα. ἄλλοι ὥσπερ παρὰ τὸ πτῶ γίνεται πέπτηκα καὶ πέπτωκα κατὰ τροπὴν τοῦ η εἰς ω , οὕτω καὶ ἧκα πλεονασμῷ τοῦ ε ἕηκα καὶ τροπῇ τοῦ η εἰς ω ἀφέωκα καὶ ὁ παθητικὸς παρακείμενος κατὰ τὸ τρίτον ἀφέωνται. οὐ δεῖ δὲ τὰ ἀμφιβαλλόμενα παραλαμβάνειν. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶ ν. Ep. Cram. II 338, 24: ἀπαιωρήσα ς : ἐκ τοῦ αἴρω τὸ κουφίζω πλεονασμῷ τοῦ ω αἰωρῶ ὥσπερ ἀπὸ τοῦ ἔθω εἶθα εἴωθα καὶ ἀφεῖκα ἀφέωκα ἢ ἀπὸ τοῦ ἀφῆκα πλεονασμῷ τοῦ ε ἀφέηκα καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν ἀφέωκα, καὶ ἀφέωνται κατὰ πάθος. ὁ Ἡρωδιανὸς ταῦτα ἐν τῷ κατὰ πάθη (?). E. Gud. 269, 3: ἰάλεμο ς : ἔστιν ἵημι τὸ πέμπω, ἐκ τούτου γίνεται ἴημος, τροπῇ τοῦ η εἰς ε ἴεμος καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ἰάλεμος καὶ ἰαλεμῆσαι ἐπὶ τοῦ θρηνῆσαι. οὕτως Ἡρωδιανό ς.
3,2 237 (2) E. M. 282, 32: ἐδολιοῦσα ν : δολιῶ ὁ παρατατικὸς ἐδολίεον ἐδολίουν· τὸ τρίτον τῶν πληθυντικῶν ἐδολιοῦσαν. καὶ ὤφειλεν εἶναι ἐδολίεον ἐδολίουν ὥσπερ ἐποίεον ἐποίουν. ἀλλ’ οἱ Βοιωτοὶ ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύτονον ποιοῦσι τὸ τρίτον τῷ πρώτῳ ἰσοσύλλαβον οἷον ἐμάθομεν ἐμάθοσαν, εἴδομεν εἴδοσαν, ἐπὶ δὲ τῶν ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύτονον ποιοῦσιν ἔνδειαν συλλαβῆς καὶ φυλάττουσι τὴν παραλήγουσαν τῆς γενικῆς τῶν μετοχῶν οἷον ἐκοσμήθημεν ἐκοσμήθησαν ἐκόσμηθεν ὡς τὸ «αὐτὰς ἐπεὶ κόσμηθεν» (Γ 1). ὑποπετριδίων ὀνείρω ν : Ὕμνου εἰς Διοσκούρους πρώτῳ Ἀλκμὰν ταύτῃ τῇ διὰ τοῦ ιδιος παραγωγῇ ἐχρήσατο, ᾗπερ χρῶνται οἱ γραμματικοὶ ὡς τύμβος τυμβίδιος παῦρος παυρίδιος, μοῖχος μοιχίδιος,
3,2 238 οὕτως πτερόν πτερίδιος. ἐχρῆν οὖν εἰπεῖν καὶ τῶν ὑποπτέρων ὀνείρων τῶν ὑποπτεριδίων καὶ ὑπερθέσει τῶν ὑποπετριδίων. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶ ν. E. M. 256, 20: δεξιτερό ς : ὁ Ἡρωδιανὸς λέγει, ὅτι συνεξέδραμε τῷ ἄριστος ἀριστερός καὶ τὸ δεξιός δεξιτερός. τοῦτο γὰρ συνεκδρομή, οὐ πλεονασμός, ὥσπερ, καθὰ παρὰ τὸ πρόβατον γίνεται προβάτερον, οἰός οἰότερον, ὡς λέγει Σώφρων. τοῦτο γὰρ οὐ λέγεται πλεονασμός, ἀλλὰ συνεκδρομὴ τοῦ προβάτερον. οὕτω δεξιτερός ὡς ἀριστερός. E. M. 537, 31: κρήδεμνο ν : ὁ Ἡρωδιανὸς λέγει, κρήδεμνον λέγεται παρὰ τὸ κάρη καὶ δέμω τὸ κατεσκευασμένον καὶ πεποιημένον εἰς κεφαλὴν τῶν νέων. E. Gud. 97, 18: ἄφν ω : γέγονε παρὰ τὸ ἀφανής ἀφανῶς ὡς
3,2 239 εὐσεβής εὐσεβῶς, εὐγενής εὐγενῶς καὶ συγκοπῇ καὶ ἀποβολῇ τοῦ ς καὶ ἀναδρομῇ τοῦ τόνου διὰ τὸν χαρακτῆρα. οὕτως περὶ παθῶ ν. Ep. Cr. I 369, 13: τὸ ἰάπτω καὶ τὸ α ἐκβάλλει «μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν» (Α 454). ὡς δὲ παρὰ τὸ ἵξω ἴξαλος «ἰξάλου αἰγός» (Δ 105), κονίσω κονίσαλος, οὕτω καὶ ἴψω ἴψαλος, ἀφ’ οὗ παρὰ Στησιχόρῳ «ἀνίψαλον παῖδα» τὸν ἀβλαβῆ. Choer. Dict. 438: τὸ ἄκμων σύνθετόν ἐστι παρὰ τὸ α ἐπιτατικὸν μόριον καὶ καμών ἀκάμων καὶ κατὰ συγκοπὴν ἄκμων οἱονεὶ ὁ πάνυ κάμνων. E. M. 394, 34: Εὐξαντίδος γενεῆς: Εὐξάντιος· τὸ πατρωνυμικὸν Εὐξαντιάδης, τὸ θηλυκὸν Εὐξαντιάς Εὐξαντιάδος. ἆρον τὸ α καὶ γίνεται Εὐξαντίς Εὐξαντίδος. Ἡρωδιανὸς περὶ παθῶ ν. Ep. Cr. I 422, 19: Ὑρτακίδη ς : τῷ εἴδει πατρωνυμικόν. τὸ προκατάρχον Ὕρτακος «καὶ Ἄσιον Ὑρτάκου υἱόν (Ν 759). τὰ δὲ ἀπὸ
3,2 240 τῶν εἰς ιος διὰ τοῦ αδης ποιεῖ τὰ πατρωνυμικά· ἐχρῆν ἄρα παρὰ τὸ Ἐριχθόνιος Ἐριχθονιάδης, ἀλλὰ κατὰ συγκοπὴν Ἐριχθονίδης. St. B. 20, 4: Ἁγνώνει α : τὸ ἐθνικὸν Ἁγνωνείτης ὡς Μαρωνείτης τοῦ Μαρώνεια καὶ Καυκωνείτης τοῦ Καυκώνεια κατ’ ἔλλειψιν τοῦ α . St. B. 322, 2: Ἰάμνι α : τὸ ἐθνικὸν ἔδει Ἰαμνιάτης. ἔστι δὲ καὶ Ἰαμνίτης καθ’ ὕφεσιν τοῦ α . τὰ γοῦν καθ’ ὕφεσιν τοῦ α διὰ διφθόγγου εἰσὶ πλὴν τοῦ Ἰαμνίτης καὶ τοῦ Δαυνίτης. St. B. 385, 10: Κριώα δῆμος: τὰ τοπικὰ Κριῶθεν κατὰ συγκοπὴν καὶ Κριῶσε καὶ Κριῶσιν. E. M. 685, 1: πόστο ς : ὡς μυχός μύχατος, τρίτος τρίτατος, ἕβδομος ἑβδόματος, οὕτω πόσατος καὶ κατὰ συγκοπὴν πόστος. περὶ παθῶ ν.
3,2 241 (2) E. M. 498, 42: κεβλή ἀπὸ τοῦ κεφαλή γίνεται κατὰ συγκοπήν. Schol. B ad Il. Κ 374, E. M. 746, 25, Philem. p. 152: τάρβο ς : τρισὶ παραγωγαῖς ὁ Ἡρωδιανὸς τοῦτο ὑπέβαλε· πρῶτον ἐκ τοῦ ταράσσω τάραβος καὶ συγκοπῇ τάρβος παρὰ τὸ ταράσσειν τὴν ψυχήν. δεύτερον ἐκ τοῦ τρέπω ὁ δεύτερος ἀόριστος ἔτραπον τράπος καὶ τάρβος. οἱ γὰρ εὐλαβούμενοι φεύγουσι. τρίτον ἐκ τοῦ τείρω τὸ καταπονῶ ὁ βʹ ἀόριστος ἔταρον, τάρος καὶ πλεονασμῷ τοῦ β τάρβος καὶ ῥῆμα ταρβῶ «τάρβησάν τε» (Β 268) ἀντὶ τοῦ ἐφοβήθησαν. E. M. 767, 19, Gud. 231, 47: Ζητεῖται περὶ τοῦ δίμηνος καὶ τρίμηνος πόθεν ἄρα ἐστίν, ἐκ τοῦ ὀνόματος τοῦ δύο καὶ τρία ἢ ἐκ τοῦ ἐπιρρήματος. καὶ ὁ μὲν Ἀπολλώνιος λέγει, ὅτι ἀπὸ τοῦ δίς καὶ τρίς γίνεται δίμηνος καὶ τρίμηνος· τὸ γὰρ δίς καὶ τρίς ἐν συνθέσει ἀποβάλλει τὸ ς · σεσημείωται τὸ δισθανέες (Od. μ 22) καὶ τὸ τρίσφυλλον εἶδος βοτάνης παρὰ Νικάνδρῳ καὶ τρισοίζυος παρ’ Αἰσχύλῳ. συντιθέμενον δὲ ἀντὶ τοῦ δύο καὶ τρεῖς λαμβάνεται, διπρόσωπος ὁ δύο πρόσωπα ἔχων καὶ τρίπους ὁ τρεῖς πόδας ἔχων. ὁ δὲ Ἡρωδιανὸς λέγει, τὸ δίμηνος γενέσθαι ἀπὸ τοῦ δυόμηνος κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ υ ὡς Ἀφροδύτη Ἀφροδίτη καὶ τὸ τρίμηνος ἐκ τοῦ τριάμηνος κατὰ συγκοπήν. καὶ ποῖόν ἐστιν ἄρα ἀναλογώτερον, τὸ ἐκ τοῦ ὀνόματος γινόμενον ἢ τὸ ἐξ ἐπιρρήματος; καὶ λέγομεν, ὅτι μᾶλλον τὸ ἀπὸ ὀνόματος·
3,2 242 ἰδοὺ τὰ κατ’ ἐντέλειαν παρὰ Ἀθηναίοις συντιθέμενα δεικνύουσιν ἡμῖν καὶ ταῦτα γίνεσθαι ἐκ τοῦ ὀνόματος οἷον πεντέμηνος ὀκτώμηνος. ἴσως δέ τις ἀντερείσαι ἂν λέγων, ἰδοὺ λέγομεν καὶ πεντάμηνος καὶ ὀκτάμηνος καὶ δῆλον ὅτι ἀπὸ τοῦ ἐπιρρήματος τοῦ πεντάκις καὶ ὀκτάκις γίνεται τὰ προκείμενα πεντακίμηνος καὶ ὀκτακίμηνος καὶ κατὰ συγκοπὴν τῆς κι συλλαβῆς πεντάμηνος καὶ ὀκτάμηνος. καὶ λέγομεν πρὸς αὐτούς, ὅτι τοῦτο ἀληθές, ἀλλὰ πολλάκις οἱ ἀριθμοὶ ἐν ταῖς συνθέσεσι καὶ παραγωγαῖς τρέπουσι τὸ τέλος εἰς α · ὥσπερ γὰρ ἀπὸ τοῦ ὀκτώ γίνεται κατὰ παραγωγὴν ὀκτάκις καὶ ἀπὸ τοῦ πέντε πεντάκις, οὕτω καὶ σύνθετον ὄνομα πεντάμηνος καὶ ὀκτάμηνος. δέδεικται οὖν τὰ προκείμενα διὰ τῶν Ἀττικῶν ὀνομάτων τοῦ πεντέμηνος καὶ ὀκτώμηνος μᾶλλον ἐκ τοῦ ὀνόματος γενέσθαι τὸ δίμηνος καὶ τρίμηνος· οὐκ ἐξ ἐπιρρήματος οὖν, ὥσπερ τινές φασιν. τὸ δὲ τετράμηνος ἐκ τοῦ ἐπιρρήματος, ὅτι τετράκις τὸ ἐπίρρημά ἐστι καὶ τέσσαρες ὁ ἀριθμός. E. M. 111, 44: ἀναστάς ἀνστάς Ἡρωδιανό ς· ἀναστάντες ἀνστάντες καὶ ἀναστήτην δυϊκὸν καὶ συγκοπῇ ἀνστήτην τὸ ἀνέστησαν. ἔδμεναι· ὡς ἄγειν ἀγέμεν καὶ εἰπεῖν εἰπέμεν, οὕτως ἔδειν ἐδέμεν καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ αι ἔδμεναι. Ἡρωδιανός. E. M. 316, 36.
3,2 243 (2) St. B. 431, 1: Μανθυρέα κώμη Ἀρκαδίας· τὸ ἐθνικὸν Μανθυρεύς διὰ τὸ ἐπάλληλον τῶν δύο εε . πρίζω, ὡς λέγει Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν, περίζω καὶ κατὰ συγκοπὴν πρίζω. οὐ γὰρ κατὰ πλεονασμὸν τοῦ ζ γίνεται ἀπὸ τοῦ πρίω, ἀλλ’ ὥσπερ ἀπὸ τοῦ κτῶ κτίζω γίνεται καὶ ἀπὸ τοῦ στῶ στίζω, οὕτως καὶ ἀπὸ τοῦ περῶ περίζω καὶ συγκοπῇ πρίζω καὶ πρίω. Choer. 178, 29: τὰ παρὰ τὸ κλέος σύνθετα εἰ μεταγένωνται εἰς ης , τὴν ποσότητα τῶν συλλαβῶν φυλάττουσι τοῦ οὐδετέρου οἷον ἀκλεής, δυσκλεής, Ἡρακλέης, Σοφοκλέης· ἐὰν δὲ γένωνται εἰς ος , μίαν συλλαβὴν συγκόπτουσι, τουτέστι τὸ ε οἷον Πάτροκλο ς, Ἔχεκλος, Φέρεκλος, καὶ ταῦτα τῶν ἄλλων τῶν εἰς ος οὐδετέρων φυλαττόντων τὴν ποσότητα τῶν συλλαβῶν ἐν τῇ συνθέσει κἂν εἰς ης γένωνται κἂν εἰς ος οἷον σθένος ἀσθενής, γένος εὐγενής, ῥῖγος δύσριγος, ξίφος ἄξιφος, χεῖλος ἀγκυλόχειλος.
3,2 244 (2) Choer. 318, 24: τὸ πατήρ πατέρος γίνεται κατὰ συγκοπὴν πατρός ἐν τῇ γενικῇ καὶ μήτηρ μητέρος μητρός καὶ θυγάτηρ θυγατέρος θυγατρός. τὸ δὲ ἀνήρ ἀνέρος γενόμενον κατὰ συγκοπὴν ἀνρός ἐξ ἀνάγκης ἐπλεόνασε τὸ δ καὶ ἐγένετο ἀνδρό ς· οὐκ ἠδύνατο γὰρ εἶναι ἀνρός χωρὶς τοῦ δ , ἐπειδὴ τὸ ν πρὸ τοῦ ρ οὔτε ἐν συλλήψει δύναται εἶναι οὔτε ἐν διαστάσει. Choer. 348, 15: ἄξιόν ἐστι ζητῆσαι διατί ὥσπερ τὸ γαστήρ γαστέρος γίνεται κατὰ συγκοπὴν γαστρός, μὴ τὸν αὐτὸν τρόπον καὶ τὸ ἀστήρ ἀστέρος γίνεται κατὰ συγκοπὴν ἀστρός; καὶ ἐπιλύονταί τινες λέγοντες ὅτι, ἐπειδὴ τὸ ἀστήρ ἀρσενικόν ἐστι, τούτου χάριν οὐ πάσχει συγκοπήν, οὗτοι οὐκ ἀκριβῶς λέγουσι. καὶ γὰρ καὶ ἐπὶ ἀρσενικῶν ὁρᾶται πολλάκις ἡ τοιαύτη συγκοπὴ κατὰ τὴν γενικὴν ὡς ἐπὶ τοῦ πατήρ πατέρος πατρός καὶ ἀνήρ ἀνέρος ἀνδρός τοῦ δ μετὰ τὴν συγκοπὴν πλεονάσαντος· κρεῖττον οὖν ἐστιν ἐπιλύσασθαι οὕτως· αἱ συγκεκομμέναι γενικαὶ μιμεῖσθαι θέλουσι τὰς ὀξυτόνους εὐθείας οἷον ἡ ἀνδρός γενικὴ μιμεῖται τὴν χονδρός εὐθεῖαν καὶ πάλιν ἡ μητρός καὶ πατρός γενικὴ μιμεῖται τὴν ἰατρός εὐθεῖαν. ἐπειδὴ οὖν ἡ ἀστέρος γενική, εἰ συνεκόπτετο καὶ ἐγένετο ἀστρός, οὐκ εἶχε μιμήσασθαι εὐθεῖαν διὰ τοῦ στρος ἐκφερομένην ὀξύτονον—τὸ γὰρ Ἴστρος (ἔστι δὲ ὄνομα ποταμοῦ) βαρύνεται— τούτου χάριν ὡς μὴ ἔχουσα εὐθεῖαν ἣν ὤφειλε μιμήσασθαι, οὐ συγκόπτεται. εἰ δέ τις εἴποι ὅτι τούτῳ τῷ λόγῳ οὔτε ἡ γαστέρος γενικὴ ὤφειλε συγκοπὴν ἀναδέξασθαι καὶ γενέσθαι γαστρός, οὔτε γὰρ αὕτη ἔχει εὐθεῖαν ἣν ὤφειλε μιμήσασθαι—οὐδὲ γὰρ ἔχομεν ὡς εἴρηται εὐθεῖαν διὰ τοῦ στρος ἐκφερομένην ὀξύτονον—λέγομεν ὅτι ἐπειδὴ τὸ γαστήρ κατὰ τὴν εὐθεῖαν παραλόγως ὀξύνθη τῶν ἄλλων τῶν εἰς ηρ ὑπὲρ μίαν συλλαβὴν θηλυκῶν βαρυνομένων οἷον Δημήτηρ, εἰνάτηρ, μήτηρ, τούτου χάριν καὶ κατὰ τὴν γενικὴν παραλόγως ἀνεδέξατο συγκοπήν. Ep. Cr. I 346, 17: πατέρ α : συγκέκοπται ἡ γενικὴ καὶ δοτική,
3,2 245 ἀλλ’ οὐκ ἔτι ἡ αἰτιατική, οὐ γὰρ λέγεται τὸν πάτρα· οὐδὲ ἡ γενικὴ τῶν πληθυντικῶν πλὴν Ὅμηρος «ἐξέτι πατρῶν» (Od. θ 245), ἴσως μιμούμενος τὴν ἑνικὴν γενικήν. E. M. 778, 40: ἀπὸ τοῦ ὑπερδεής ἡ αἰτιατικὴ ὑπερδεέα καὶ συγκοπῇ ὑπερδέα. Choer. Dict. 180, 5: τὸ Ἥρακλες ἀπὸ τοῦ Ἡράκλεες γέγονε κατὰ συγκοπὴν τοῦ ε . Ἥρακλες χαλκεόζωνε. Choer. Dict. 372, 15: τὸ χρέα καὶ κλέα ἀπὸ τοῦ χρέεα καὶ κλέεα
3,2 246 γεγόνασι κατὰ συγκοπὴν τοῦ ε · οὔτε γὰρ δυνάμεθα λέγειν ὅτι κατὰ κρᾶσιν γεγόνασιν, ἐπειδὴ τὸ α συνεσταλμένον ἔχουσιν οἷον. «παλαιγενέων κλέα φώτων» (Apoll. Rhod. I 1). βασιλίς· λέγει ὁ Ἡρωδιανός, ὅτι ἀπὸ τοῦ βασιλεύς βασιλῆος γίνεται βασιληΐς καὶ ἀποβολῇ τοῦ η βασιλίς. E. M. 189, 8. Theogn. 88, 16: κνήμ η : ἀπὸ τοῦ κινῶ κινήσω κινήμη καὶ κατὰ συγκοπὴν τοῦ ι κνήμη· οὕτως Ἡρωδιανὸς καὶ Φιλόξενος. E. Gud. 331, 4 coll. E. M. 522, 38: κνώδαλ α, ὡς λέγει Ἡρωδιανό ς, κυρίως μὲν τὰ τῆς θαλάσσης ζῷα διὰ τὸ ἐν ἁλὶ κινεῖσθαι κινώ‐
3,2 247 δαλά τινα ὄντα. καταχρηστικῶς δὲ ἐπὶ πάντων τῶν θηρίων ἡ λέξις τίθεται. E. M. 680, 57, Favorin. 371, 1: Πόλυβο ς : συγκοπὴ καὶ οὐχ ὑφαίρεσις· εἰ γὰρ κατ’ ἔλλειψιν ἐγένετο τοῦ υ , ὤφειλεν εἶναι Πολύβος ἀπὸ τοῦ Πολύβους ὡς ὠκύπους ὠκύπος, ἀρτίπους ἀρτίπος, ἀελλόπους ἀελλόπος· ἀλλ’ οὐ παροξύνεται, ἀλλὰ προπαροξύνεται, ὥστε ἢ ἀπὸ τοῦ Πολύβοος ἢ ἀπὸ τοῦ Πολύβιος συγκοπῇ Πόλυβος. περὶ παθῶ ν. E. M. 715, 49: σῖτα ἢ ἀπὸ τοῦ σῖτος μεταπεποίηται ἢ ἀπὸ τοῦ σιτία. Ἡρωδιανὸς περὶ παθῶ ν. σπάρτα· ἐκ τοῦ σπείρω τὸ ἑλίσσω, ἐξ οὗ καὶ σπείρημα, τὸ τοῦ ὄφεως ἕλιγμα. σπάρτον οὖν ἐξ αὐτοῦ καὶ σπαρτίον ὑποκοριστικόν. καὶ ὥσπερ μηρία μῆρα, οὕτως καὶ σπαρτία σπάρτα κατὰ συγκοπήν. περὶ παθῶν. E. M. 111, 50 coll. Favorin. 112, 20: ἄντ α : σημαίνει τὸ ἐξ ἐναντίας· καὶ ὥσπερ ἀπὸ τοῦ ὠκέα ὦκα, κρατέα κράτα καὶ ὑπερθέσει κάρτα καὶ σαφέα σάφα, οὕτως οὖν καὶ ἀντία οἷον «ἀντί’ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα» (Γ 425) κατὰ συγκοπὴν ἄντα. ἢ παρὰ τὸ ἀντῶ ἄντα ὡς σιγῶ σῖγα καὶ ἠρεμῶ ἠρέμα· Ἡρωδιανό ς. E. M. 148, 8: ἁρπεδόεσσ α : ἡ ἄγαν πεδινὴ κατὰ συγκοπὴν παρὰ τὸ ἀρί συγκειμένη. πέπονθε δέ, ἵνα σημαίνηται ἡ ἄγαν ὁμαλὸς ὁδός·
3,2 248 ὁδοῦ γάρ ἐστιν ἐπίθετον. πέπονθε δὲ ὁμοίως τῷ ἐρθύρις Αἰολικῶς, ἐρίθυρις γὰρ ἡ μεγάλη θυρίς. οὕτως Ἡρωδιανὸς καὶ Δίδυμος. E. Gud. 285, 16, Ep. Cr. I 208 et 216: ἴφθιμο ς : τινὲς μὲν λέγουσιν, ὅτι σύνθετόν ἐστι παρὰ τὸ ἶφι καὶ τὸ θυμός ἰφίθυμος καὶ κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ υ εἰς ι ὡς Ἀφροδύτη Ἀφροδίτη ἴφθιμος· ἀλλ’ εἰ ἦν σύνθετον, ὤφειλεν εἶναι κοινὸν τῷ γένει. τὰ γὰρ σύνθετα ἐπιθετικά ἐστι κοινὰ τῷ γένει, χωρὶς εἰ μὴ μηδὲν πλέον σημαίνει τοῦ ἁπλοῦ οἷον ὁ πάνσοφος καὶ ἡ πάνσοφος, ὁ φιλόσοφος καὶ ἡ φιλόσοφος, ὁ ἄοικος καὶ ἡ ἄοικος πρόσκειται «εἰ μὴ μηδὲν πλέον σημαίνει τοῦ ἁπλοῦ» διὰ τὸ ἐναντίος ἐναντία, ἐναλίγκιος ἐναλιγκία, ἐναντίβιος ἐναντιβία. τὸ μέντοι ἴφθιμος ἔχει θηλυκὸν «ἰφθίμη ἄλοχος Διομήδεος» (Ε 415)· οὐκ ἄρα ἐστὶ σύνθετον. ὁ δὲ Σέλευκος λέγει περὶ τοῦ ἴφθιμος πλεονασμὸν εἶναι τοῦ θ ὥσπερ παρὰ τὸ φέγγος φέγγεσθαι καὶ φθέγγεσθαι παρὰ τὸ εἰς φῶς προάγειν τὸν λόγον ὥσπερ γὰρ παρὰ τὸ πρωΐ γίνεται πρώϊμος καὶ ὀψέ ὄψιμος, οὕτως καὶ παρὰ τὸ ἶφι ἴφιμος καὶ πλεονασμῷ τοῦ θ ἴφθιμος· καὶ ἡμεῖς συγκατατιθέμεθα τῷ Σελεύκῳ· ἡ γὰρ διὰ τοῦ ιμος αὕτη παραγωγὴ ποικίλην ἔχει τὴν γένεσιν, καὶ γὰρ ἀπὸ ἀρσενικοῦ νόμος νόμιμος, ἀπὸ θηλυκοῦ ἀλκή ἄλκιμος, ἀπὸ οὐδετέρων κῦδος κύδιμος, ἀπὸ ἐπιρρημάτων ὀψέ ὄψιμος, πρωΐ πρώϊμος καὶ ἀπὸ τοῦ βρί ὄβριμος καὶ ἀπὸ ἐνεστώτων προσδόκιμος, καὶ ἀπὸ μελλόντων φοιτήσιμος· ἀπὸ προθέσεως οὐδέποτε σημειῶδες τὸ «καὶ Πέριμον Μεγάδην» (Π 695) εἰ μὴ ἄρα καὶ τοῦτο ἀπὸ ἐνεστῶτος ὡς παρὰ τὸ ὠφελῶ ὠφέλιμος, περῶ πέριμος καὶ οὕτως ἂν φυλαξαίμεθα τὴν ἀπὸ τῆς προθέσεως παραγωγήν. τὰ δὲ διὰ τοῦ ιμος παραγωγὰ ὑπὲρ δύο συλλαβὰς συνεσταλμένον ἔχει τὸ ι , τὸ δὲ ἴφθιμος ἐκτείνει τὸ πρὸ τέλους ι . Choer. Dict. 410, 19, E. M. 460, 1: «Θῶνος παράκοιτις» (Od.
3,2 249 δ 228)· ἢ ἀπὸ τῆς Θῶνις εὐθείας ἐγένετο Θώνιδος καὶ Θώνιος Ἰωνικῶς ὥσπερ Πάριδος Πάριος καὶ κατὰ συγκοπὴν Θῶνος, ἢ ἀπὸ τῆς Θόων Θόωνος καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ ω εἰς τὸ ω Θῶνος· κρεῖττον λέγειν ἀπὸ τῆς Θώνιος γενικῆς κατὰ συγκοπήν. οὐδαμοῦ γὰρ ἡ Θόων εὐθεῖα εὕρηται σημαίνουσα τὸν Αἰγύπτιον ἄνδρα, ὅντινα σημαίνει ἡ Θῶνος γενική, ἀλλ’ ἕτερον ἄνδρα ὡς παρ’ Ὁμήρῳ «Θόωνά τε» (Ε 152). εἰ δέ τις εἴποι, διὰ τί οὐκ ὀξύνεται ἡ Θωνός γενικὴ συγκοπεῖσα ἐκ τῆς Θώνιος ὡς ἡ πατρός, μητρός, λέγομεν τὴν αἰτίαν ταύτην· αἱ συγκοπτόμεναι γενικαὶ ὀξυνόμεναι μιμοῦνται εὐθείας οἷον ἡ ἀνδρός γενικὴ μιμεῖται τὴν χονδρός εὐθεῖαν. καὶ πάλιν ἡ μητρός καὶ πατρός καὶ θυγατρός γενικαὶ μιμοῦνται τὴν ἰατρός εὐθεῖαν. ἐπειδὴ οὖν ἡ Θῶνος γενικὴ εἰ ὠξύνετο, οὐκ ἤμελλε μιμεῖσθαι εὐθεῖαν (οὐκ ἔχομεν γὰρ εὐθεῖαν εἰς νος καθαρὸν δισύλλαβον τῷ ω παραληγομένην καὶ ὀξυνομένην, βαρυνομένην δὲ ἔχομεν ὡς ἐπὶ τοῦ κῶνος, ὦνος) τούτου χάριν οὐκ ὠξύνθη ἀλλ’ ἐβαρύνθη. πρόσκειται «δισύλλαβον», ἐπειδὴ ὑπὲρ δύο συλλαβὰς ἔχομεν εὐθεῖαν ὀξυνομένην οἷον κοινωνός, οἰωνός, Τιθωνός. St. B. 628, 3: Τόμαρος ὄρος Δωδώνης, ὅ τινες Τόμουρον καὶ τοὺς κατοικοῦντας Τομούρους· οἱ δὲ Τμάρος, οὗ τὸ ἐθνικὸν Τμάριος.
3,2 250 (2) E. M. 281, 18: δνοπαλίζ ω : εἴρηται παρὰ τὸ δονεῖν καὶ τὰς παλάμας δονοπαλίξαι καὶ ἐν συγκοπῇ ἢ παρὰ τὸ δονῶ καὶ πάλλω δνοπαλίζω ἀπὸ τῶν δύο ὁμοιοσήμων ὡς Ἐριχθόνιος καὶ Ἐρεχθεύς καὶ «στροφοδίνηθεν» (Il. Π 792). E. M. 759, 19: τίπτε ἀπὸ τοῦ τίποτε κατὰ συγκοπήν· τὸ δὲ πότε ἐπιζητητικὸν χρόνου ἐστί· τὸ δὲ «τίπτε δεδάκρυσαι» (Π 7) οὐκ ἐπιζητεῖ τὸν χρόνον τοῦ δακρύειν, ἀλλὰ κατὰ παρολκὴν λαμβάνεται. παρέλκον οὖν ἐστιν. E. M. 622, 45: ἐκ τοῦ ὀλοός γίνεται ἡ κλητικὴ ὀλοέ καὶ κατὰ συγκοπὴν ὀλ έ· ἐὰν δὲ ὀλός ᾖ ἡ εὐθεῖα, γένοιτ’ ἂν ἡ κλητικὴ ὀλέ· καὶ οὐκ ἔστι συγκοπὴ οἷον «ἔχει μ’ ἄχος, ὦ ὀλὲ δαῖμον» (Alcman fr. 47 Bergk.) ὡς τὸ «μαινόμενε φρένας ἠλέ» (Ο 128) οἱονεὶ ἀπὸ τοῦ ἠλός, ὅθεν τινὲς γράφουσι «Τρῳὰς δὲ στίχας ἠλὸς Ἄρης ὤτρυνεν» (Ε 461). τοῦτο περὶ παθῶν Ἡρωδιανό ς. E. M. 283, 34: δορυξόος ἐκ τοῦ δόρυ καὶ τοῦ ξέω· οὐδεὶς δὲ λέγει Ἑλλήνων δόρυξος, ἀλλὰ δορυξόος καὶ κατὰ συγκοπὴν δορυξό ς. ἔστι δὲ τόπος ὅπου ξύονται τὰ δόρατα. E. M. 425, 3: ἡ λαξός ἀπὸ τοῦ ἡ λαξόος ἡ λαξός ὡς βοηθόος βοηθός.
3,2 251 (2) E. M. 579, 19: Μενέλας «Μενέλας τε καὶ Ἀγαμέμνων» ἀπὸ τοῦ Μενέλαος. ἀμφίβολον εἴτε συγκοπῇ Μενέλας καὶ Δορύλας εἴτε κράσει τοῦ ο καὶ α εἰς α μακρὸν ὡς ἐλέξαο ἐλέξα, ἐπρίαο ἐπρία, ἐπαιδεύσαο ἐπαιδεύσα. E. M. 624, 11: ὀμνύ ω : ὀμῶ ὀμονύω καὶ συγκοπῇ ὀμνύω περὶ παθῶ ν. E. M. 38, 45: ἐριπόλο ι : δμῳαί. Σιμωνίδης ἐκ τοῦ ἐριοπόλοι συγκοπῇ τοῦ ο . οὕτως Ἡρωδιανὸς περὶ παθῶ ν. E. Or. 65, 20 coll. E. M. 370, 19: ζαφελῶ ς : ἄγαν σφοδρῶς ἢ ἐπικότως· παρὰ τὸ ζα καὶ τὸ ὀφέλλω τὸ αὔξω γίνεται ζαόφελος καὶ συγκοπῇ ζάφελος. Ἡρωδιανό ς. Ep. Cr. I 28, 16, E. M. 24, 23 (448, 1): ἀθέσφατο ς : ἐκ τοῦ θεός καὶ φατός ἐκ τοῦ φημί τὸ λέγω θεόφατός τις ὢν καὶ κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ ς θέσφατος, ἀθέσφατος. Ep. Cr. I 417, 17 coll. 340, 19: ὕστερο ς : παρὰ τὴν ὑπό ὑπότερος καὶ κατὰ συγκοπὴν ὕστερος· τὸ δὲ ο συγκοπτόμενον τὸ ς ποιεῖ θεόφατον θέσφατον, θεοείκελον θέσκελον· καὶ εἰ οὔτε τὰ εἰς τερος τῷ υ παραληγόμενα ἔχει πρὸ τοῦ τ τὸ ς οὔτε τὰ εἰς τατος οἷον ἐγγύτερος ἐγγύτατος, ὀξύτερος ὀξύτατος, πῶς οὖν τὸ ὕστερος ὕστατος μετὰ
3,2 252 τοῦ ς ; τότε δέ ἐστι τὸ ς , ὁπότε τὸ ε , εὐσεβέστερος εὐσεβέστατος, σωφρονέστερος σωφρονέστατος· εἰ οὖν τὸ ς ἔχει, ἐχέτω τὸ ε , εἰ δὲ τὸ υ ἔχει, μὴ ἐχέτω τὸ ς · ἀλλὰ λέγομεν, ὅτι τὸ πάθος αἴτιον, ὥστε οὐκ εἴχετο τοῦ χαρακτηριστικοῦ. Ep. Cr. I 181, 16: ζείδωρο ς : οἱ μὲν ἐκ τοῦ ζειά ζειόδωρος καὶ κατὰ συγκοπὴν ζείδωρος· ἄμεινον δὲ οὕτως· τὰ τρίτα πρόσωπα τοῦ ῥήματος συντιθέμενα ἐκβάλλει τὸ ι , ἔχω ἔχεις ἔχει ἐχέθυμος, φέρω φέρεις φέρει Φέρεκλος, μένει Μένεκλος καὶ Μενέλαος· ζέω ζέει ζεέδωρος καὶ ζείδωρος. Ep. Cr. I 263: ληϊβοτείρη ς : ὡς παρὰ τὸ Ἄκτιον Ἀκτιονίκης, Πύθιον Πυθιονίκης καὶ στάδιον σταδιοδρόμος καὶ μένει τὸ ο · οὕτω λήϊον ληϊοβότειρα ἔδει εἶναι· συνεκόπη δὲ διὰ τὸ μέτρον· ἐπάλληλοι γὰρ εὑρίσκοντο τρεῖς βραχεῖαι καὶ κακοφωνία ἐγένετο. E. M. 151, 39: ἄρχμενο ς : ἀρχόμενος καὶ κατὰ συγκοπὴν ἄρχμενος· ὤφειλε δὲ ἄργμενος· φυλάξαν δὲ τὸ χ δοκεῖ Ἰωνικὸν εἶναι, καθὸ καὶ τὸ ἔργμα ἔρχμα φασίν· ἐνεστῶτος οὖν εἰσιν αἱ τοιαῦται μετοχαὶ συγκοπὴν παθοῦσαι ὡς τὸ λεγόμενος λέγμενος, ὀρόμενος ὄρμενος, δεχόμενος δέγμενος· τινὲς δὲ λέγουσι παρακείμενον εἶναι. E. M. 631, 43: « ὄρμενον ἐξαίφνης» Ἰλιάδος Φ (14)· ἀπὸ τοῦ ὄρω τὸ διεγείρω ὄρσω ὦρκα ὦρμαι ὠρμένος καὶ κατὰ συστολὴν καὶ ἀνάδοσιν τοῦ τόνου ὄρμενος ἢ ἀπὸ τοῦ ὀρόμενος ὄρμενος κατὰ συγκοπήν. E. M. 470, 29: ἴκμενο ν : ἵκω ἱκόμενον καὶ συγκοπῇ ἴκμενον· σημαίνει δὲ τὸν πορευτικὸν ἢ ὑγρὸν παρὰ τὴν ἰκμάδα. E. M. 663, 54: Περίηρ ς : ἐκ τοῦ περιήρης ἆρον τὸ η Περίηρς· ταύτῃ ἐάν σοι προτεθῇ παρ’ Ἀλκμᾶνι, ὅτι κλῖνον αὐτό, μὴ κλίνῃς· οὐ γὰρ ἀκολουθεῖ ἡ κατάληξις, εἰ γένοιτο περιήρους, πρὸς τὴν Περίηρς εὐθεῖαν. περὶ παθῶ ν.
3,2 253 (2) E. M. 601, 20: νένωται κατὰ κρᾶσιν ἀπὸ τοῦ νενόηται ἢ ἀπὸ τοῦ νόω· —τὸ δὲ νένοται ἢ κατὰ συγκοπὴν τοῦ η ἀπὸ τοῦ νενόηται, ὅθεν καὶ νενοέαται Ἰωνικῶς γίνεται, ἢ ἀπὸ τοῦ νένωται κατὰ συστολὴν ἢ καὶ νένοται ὡς πέποται. —ἔστι γὰρ νῶ ῥῆμα τρίτης συζυγίας ὡς παρὰ Σοφοκλεῖ οἷον «Ἑλένης γάμῳ νένωται» (fr. 184 Nauck) καὶ παρὰ Ἀνακρέοντι ἡ μετοχὴ «ὁ δ’ ὑψηλὰ νενωμένος» (fr. 10 Bergk) καὶ ὁ Ἄθλιος ἐν τοῖς Σαμίων ὥροις «Ἀλλὰ λέξασθαι νένωται». καὶ πάλιν ὡς χρυσόονται χρυσοῦνται οὕτω καὶ νόονται νοῦνται. Δημόκριτος «φρενὶ θείῃ νοῦνται». καὶ νένοται ὡς πέποται. περὶ παθῶ ν.
3,2 254 (2) St. B. 295, 17: Ζεφύριο ν : τὸ ἐθνικὸν Ζεφυριώτης. —ἔστι καὶ ἄκρα τῆς Αἰγύπτου, ἀφ’ ἧς Ἀφροδίτη καὶ Ἀρσινόη Ζεφυρῖτις ὡς Καλλίμαχος. τὸ οὖν Ζεφυρίτης ἀπὸ τοῦ Ζεφυριώτης συγκοπῇ τοῦ ω ὡς τὸ Θρονίτης ἀπὸ τοῦ Θρονιώτης. St. B. 458, 7: Μοψοπί α : ὁ πολίτης Μοψόπειος διὰ διφθόγγου καὶ διὰ τοῦ ι · καὶ Μοψοπιεύς. Ἡρακλείδης δὲ ὁ Ποντικὸς ἐν αʹ Λέσχῃ Μοψοπίτης φησί, καὶ ἔδει Μοψοπιώτης· ἴσως δὲ καθ’ ὕφεσιν τοῦ ω . St. B. 323, 1: Ἰάων: ἐκ τοῦ Ἰάων τὸ Ἰά ν. E. M. 628, 10: ὄπισθε ν : διχῶς «στῆ δ’ ὄπιθεν» (Α 197) ἀπὸ τοῦ ὀπίσω ὀπίσωθεν καὶ συγκοπῇ τῆς σω συλλαβῆς· εἰ δὲ ὄπισθεν, συγκοπῇ τοῦ ω καὶ μετόπισθεν Ἰλιάδος Α (82). Ep. Cr. I 413: ὁ Ἀντίμαχος ἀπὸ τοῦ ὁ τέρενος εἶπε κατὰ συγκοπὴν τερέντερον ἀπὸ τοῦ τερενώτερος. E. M. 13, 28: ἀγρόμενο ι : ἀγειρόμενοι: ἀγείρω καὶ κατὰ συγκοπὴν ἄγρω ὥσπερ παρὰ τὸ ἐγείρω ἔγρω. E. Or. 123, 28, E. M. 644, 2: ὄφλω γίνεται κατὰ συγκοπὴν ἀπὸ τοῦ ὀφείλω, ὅθεν καὶ βαρύνεται.
3,2 255 (2) E. M. 676, 53: πλήρη ς : ἔστι πλεῖος πλειήρης καὶ κατὰ συγκοπὴν πλήρης. St. B. 50, 11 et 48, 20: Αἴνεια τόπος Θρᾴκης· τὸ ἐθνικὸν Αἰνειεύς, ὃ καὶ παράσημον, ὅτι μὴ ἐνδεῖ μιᾷ συλλαβῇ τοῦ πρωτοτύπου· παρὰ μίαν γὰρ συλλαβὴν εὑρίσκεται τὰ τοιαῦτα ἐνδεῖν τοῦ πρωτοτύπου, τῆς Ἀντιοχείας Ἀντιοχεύς· ἀλλ’ οὐδ’ ἀπὸ τούτων γίνεται τὰ εἰς ευς ἀρσενικά, ἀλλὰ ἀπὸ τῶν εἰς ος . ἀπὸ γὰρ τοῦ Ἀντίοχος Ἀντιοχεύς καὶ τοῦ Σέλευκος Σελευκεύς, ὡς Ἅβρων ἐν τῷ περὶ παρωνύμων. εἰ γὰρ παρὰ τὴν Ἀλεξάνδρειαν ἦν, Ἀλεξανδρειεύς ἂν ἦν. ἀμφοῖν δ’ ὁ Ἀλέξανδρος ἀρχή. E. M. 279, 7: δίς καὶ τρίς: ἀπὸ τοῦ δυάκις καὶ τριάκις. καὶ λέγουσί τινες δύο συλλαβῶν ἐγένετο συγκοπή· καὶ πῶς δύναται τρισύλλαβον δύο συλλαβὰς ἐκκεκόφθαι; πρὸς τούτους λέγομεν, ὅτι ἀπὸ τοῦ δυάκις καὶ τριάκις ἆρον τὸ α καὶ τὸ κ καὶ κατὰ συνίζησιν δίς καὶ τρίς. οὕτως Ἡρωδιανό ς.
3,2 256 (2) E. M. 52, 18: ἀκραιφνής ὁ καθαρός· κυρίως δὲ ὁ περιφανής παρὰ τὸ ἀκέραιον καὶ τὸ φαίνω ἀκεραιοφανής καὶ ἀκραιφνής συγκοπῇ. οὕτως Ὠρίων. Ἡρωδιανὸς δέ φησι μὴ γίνεσθαι δύο συλλαβῶν συγκοπήν. ἀλλ’ ἀκροφανής καὶ ἀκραιφνής τοῦ ο τραπέντος εἰς αι ὡς ἐπὶ τοῦ μεσοπόλιος μεσαιπόλιος. E. M. 22, 30: ἅζ ω : ὁ Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν λέγει, ὅτι παραγωγόν ἐστιν, ἀπὸ τοῦ ἅγος ἁγίζω καὶ κατὰ συγκοπὴν ἅζω ὡς σκέλος σκελίζω, τεῖχος τειχίζω. δῆλον δὲ ἐκ τοῦ τὸν Ἀλκμᾶνα εἰπεῖν «ἁγίσδεο» ἀντὶ τοῦ ἅζεο. πλάζω· παρὰ τὸ πλάνη πλανάζω καὶ κατὰ συγκοπὴν πλάζω. οἱ δὲ παρὰ τὸ πελάζω πλάζω. περὶ παθῶν. E. Or. 63, 26: ἕρματ α : οἱ μὲν παρὰ τὸ εἴρω εἶρμα καὶ ἕρμα· οἱ δὲ παρὰ τὸ ἔρεισμα συγκοπῇ ἕρμα· οὕτως Ἡρωδιανό ς. E. M. 566, 44: Λιμήρη Ἐπίδαυρον· τοῦτο δισσόν ἐστιν· ὁπότε παρὰ τοῦ λιμένος, λιμενήρη· ἢ παρὰ τοῦ λειμῶνος λειμωνήρη. οὕτως Ἡρωδιανό ς. St. B. 392, 16: Κυλλήν η : τὸ ἐθνικὸν Κυλλήνιος. καὶ Κύλλιος λέγεται Ἑρμῆς κατὰ συγκοπὴν τοῦ Κυλλήνιος.
3,2 257 (2) E. M. 423, 7: ἠϊόεις ὁ καλὰς ἠϊόνας ἔχων οἷον «ἐπὶ ἠϊόεντι Σκαμάνδρῳ» (Ε 63) τουτέστι ἐπὶ τῷ αἰγιαλοὺς καὶ ὄχθας ἔχοντι ποταμῷ· παρὰ τῆς ἠϊόνος γενικῆς γίνεται ἠϊονόεις καὶ κατὰ συγκοπὴν ἠϊόεις· γίνεται γὰρ καὶ ἀπὸ τῆς εἰς ος γενικῆς ὡς ὕδατος ὑδατόεις ὑδατόεσσα. ἢ παρὰ τὰ ἄνθη γίνεται (παρὰ γὰρ τοῖς ποταμοῖς ἄνθη εἰσί· καὶ γὰρ ἰονοβόστρυχος εἴρηται)· ὥσπερ θύος θυόεις «θυόεν νέφος» (Ο 153), οὕτω καὶ παρὰ τὸ ἴον γίνεται ἰόεις καὶ πλεονασμῷ τοῦ η ὡς ἠείδει γίνεται ἠϊόεις ὁ ἴα ἔχων Σκάμανδρος, ἁρμόζει γὰρ ἐπὶ ποταμοῦ. πρὸς διάφορα οὖν σημαινόμενα ἢ συγκοπὴ ἢ πλεονασμός. E. M. 109, 9: Ἀνθεμίδη ς : ὥσπερ παρὰ τὸ Δευκαλίων Δευκαλίωνος Δευκαλιωνίδης Δευκαλίδης, οὕτω καὶ παρὰ τὸ Ἀνθεμίων Ἀνθεμίωνος Ἀνθεμιωνίδης καὶ Ἀνθεμίδης κατὰ συγκοπήν· ἢ ἀπὸ τοῦ Ἄνθεμος Ἀνθεμίδης ὡς Δεύκαλος Δευκαλίδης καὶ Κρόνος Κρονίδης, Ὕλλος Ὑλλίδης.
3,2 258 (2) E. M. 655, 15: ἅπα ς : ἀμφίβολον, πότερον ἀφαίρεσις ἢ πρόσοδος. οὐδέποτε δασυνόμενον α ἀφαιρεῖται. πῶς οὖν τὸ ἅπας γέγονε πᾶς; ἐπλεόνασε τὸ α . πῶς δασύνεται τὸ α ; τὸ γὰρ πλεονάζον α οὐδέποτε δασύνεται. ὥστε ἀμφίβολον. ὁρῶ δὲ καὶ τὸ θροῦς ὄνομα λαμβάνον τὸ α καὶ βαρυνόμενον καὶ δασυνόμενον ἕνεκεν ἀντεμφάσεως ἐν τῷ ἅθρους. οὐκ ἄρα κεκώλυται κατὰ ταύτην τὴν ἀναλογίαν καὶ τὸ πᾶς ἅπας· ὥστε μᾶλλον εἶναι πρόσοδον ἢ ἀφαίρεσιν. ὁ δὲ Ἡρωδιανὸς βούλεται ἐκ τοῦ ἅμα πᾶς εἶναι ἐν συγκοπῇ. περὶ παθῶ ν. E. M. 243, 25: γυναιμανέ ς : ἐκ τοῦ μαίνω μανῶ καὶ τοῦ γυνή γυναικός γίνεται γυναιμανές κατὰ συγκοπήν, οὐκ ἀπὸ τῆς γύναι κλητικῆς ἔχει τὴν σύνθεσιν, ἀλλ’ ἀπὸ τῆς γυναικός λέγεται γεγενῆσθαι γυναικομανές καὶ κατὰ συγκοπὴν γυναιμανές· ἢ λέγεται ὅτι ὥσπερ παρὰ τὸ τιμή γίνεται Τιμόθεος, οὕτω καὶ ἀπὸ τοῦ γυνή γίνεται γυνομανές καὶ κατὰ μετάθεσιν τοῦ ο εἰς τὴν αι δίφθογγον ὥσπερ μεσοπόλιος με‐
3,2 259 σαιπόλιος γυναιμανές. ἀλλ’ οὐκ ἀπὸ τῆς κλητικῆς συντέθειται· ἀπὸ γὰρ τῆς κλητικῆς οὐ συντίθεται· οὔτε τὸ βακχέβακχος ἀπὸ τῆς κλητικῆς λέγεται συντεθέν, ἀλλ’ ἀπὸ τοῦ Βάκχου γέγονε Βακχόβακχε καὶ τροπῇ τοῦ ο εἰς ε Βακχέβακχε ὡς ἁλοτρίβανον ἁλετρίβανον. Ep. Cr. I 288 15: μώνυχες ἀπὸ τοῦ μονώνυχες συγκέκοπται ὑφαιρέσει τοῦ ον μώνυχες· δύναται δὲ ἐν τῇ συνθέσει τοῦ ὄνυχες τὸ ο εἰς τὸ ω ἐκτετάσθαι μονώνυχες ὡς ὄνομα συνώνυμον. ἢ ὑφέσει τοῦ ν , μετὰ δὲ τὴν ὕφεσιν δύναται τὸ ο καὶ τὸ ω εἰς ω συναιρεῖσθαι, ὡς χρυσόω χρυσῶ, καὶ μοώνυχες μώνυχες· ἢ ἀπὸ τοῦ μονόνυχες ὑφέσει τοῦ ν , μετὰ δὲ τὴν ὕφεσιν τοῦ ν γίνεται τῶν δύο οο εἰς τὴν ου δίφθογγον κρᾶσις μούνυχες καὶ τροπῇ μώνυχες ὡς βοῦν βῶν. E. M. 501, 48: κελαινεφέ ς : ἐπὶ μὲν τοῦ Διὸς παρὰ τὸ κελαίνω καὶ τὸ νέφος γίνεται κελαινονεφής ὁ τὰ νέφη μελαίνων καὶ συγκοπῇ τῆς νο συλλαβῆς κελαινεφής. κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι καθόλου τὰ ὑπερδισύλλαβα βαρύτονα σύνθετα ἐκκόπτει μίαν συλλαβήν, ὅπως ἀναλογῇ τοῖς δισυλλάβοις χωρὶς τοῦ ἀλέξω ῥήματος. οὐ γὰρ φύσει βαρύτονον· ὁ μέλλων γὰρ αὐτοῦ ἀλεξήσω· οἷον γανύω γανύεις γανύει Γανυμήδης· ἰθαίνω ἰθαίνεις ἰθαίνει Ἰθαιμένης καὶ οὐ λέγεται Ἰθαινομένης. οὕτως ἐκ τοῦ κελαίνω τὸ μελαίνω καὶ τὸ νέφος γίνεται κελαινεφής κατὰ συγκοπὴν ὡς τανύω τανύπεπλος. ἐπὶ δὲ τοῦ αἵματος ἐκ τοῦ φῶ
3,2 260 τὸ φαίνω καὶ τοῦ κελαινόν γίνεται κελαινοφής κελαινεφής ὡς ἐπὶ τοῦ θηροφόνα θηρεφόνα· καὶ δῆλον ὅτι οὐ συγκοπή. οὕτως Ἡρωδιανό ς. Theogn. 81, 23: Τὰ παρὰ βαρύτονον ἐνεστῶτα συγκείμενα, εἰ μὲν ὁ ἐνεστὼς εἴη δισύλλαβος, τοῦ τρίτου ἀποβάλλει τὸ ι καὶ οὕτως ποιεῖ τὴν σύνθεσιν οἷον φέρω φέρεις φέρει φερέοικος, Ἐχεκράτης, Μενέλαος, χαιρέκακος· εἰ δὲ ὑπὲρ δύο συλλαβὰς βαρύτονος, ἐκκόπτει μίαν συλλαβήν, ὅπως ἀναλογοίη τοῖς δισυλλάβοις οἷον γανύω γανύεις γανύει Γανυμήδης, τανύω τανύεις τανύει τανύπεπλος, ἰθαίνω ἰθαίνεις ἰθαίνει Ἰθαιμένης ὁ ἰθαινόθυμος, ἰθαιγενής, μιαίνω μιαίνεις μιαίνει μιαιφόνος· τὸ δὲ ἀλέξω ἐν τῷ ἀλεξίκακος ἀλεξιφάρμακον οὐκ ἀποβαλὸν συλλαβὴν οὐκ ἀντίκειται· οὐ γὰρ βαρύτονον κυρίως. ὁ γὰρ ἀλεξήσω μέλλων δείκνυσι τὸν ἐνεστῶτα περισπώμενον, εἰ καὶ Ἀττικῶς βεβάρυνται ὡς καὶ τὸ αὔξω ἕψω, ὥστε οὐκ ἀπὸ βαρυτόνου, ἀλλ’ ἀπὸ περισπωμένου εἶναι τὴν σύνθεσιν. σημειοῦται τὸ ἐθελόκακος ἐθελόσυχνος. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶ ν. E. M. 616, 56: Τὸ Οἰδίπους Ἡρωδιανὸς λέγει μὴ εἶναι ἀπὸ τοῦ οἰδήσω Οἰδησίπους κατὰ συγκοπὴν τῆς ης συλλαβῆς, ἀλλ’ ἀπὸ τοῦ οἰδῶ Οἰδίπους· ἄμεινον γὰρ τὸ ἀπαθὲς τοῦ πεπονθότος. E. M. 299, 23: εἰλίπου ς· φησὶν ὁ Ἡρωδιανὸς ὅτι, εἴτε ἀπὸ τοῦ εἰλῶ γέγονεν ἢ ἀπὸ τοῦ εἰλίσσω εἰλίπους διὰ τοῦ ι · τὰ γὰρ εἰς ω λήγοντα τρισύλλαβα μίαν συλλαβὴν συγκόπτουσιν ἐν τῇ συνθέσει οἷον μιαίνω μιαιφόνος, τανύω τανύπεπλος, οὕτως οὖν καὶ εἰλίσσω εἰλίπους· σημειοῦται παρὰ τῷ Κράτητι τὸ ἐθελόσυχνος ἀπὸ τοῦ ἐθέλω· σημαίνει δὲ τὸν θέλοντα συχνάζειν· τὸ δὲ ἀλεξίκακος καὶ ἀλεξιφάρμακος ἀπὸ περισπωμένου γέγονεν· εἰ δέ ἐστιν ἀπὸ τοῦ εἰλῶ, εὐλόγως πάλιν διὰ τοῦ ι · τὰ γὰρ ἀπὸ περισπωμένου γινόμενα ὀνόματα ἢ διὰ τοῦ ο γίνε‐
3,2 261 ται ὡς μισῶ μισογύνης, φιλῶ φιλόπονος ἢ διὰ τοῦ ι οἰδῶ Οἰδίπους, εἰλῶ εἰλίπους. τὸ οὖν Ἡγέστρατος καὶ Ἡγέλοχος διὰ ε γινόμενα ὡς ἀπὸ βαρυτόνου εἰσὶν ὡς μένω Μενέλαος, εἴγε τὰ εἰς γω δισύλλαβα τῷ η παραληγόμενα βαρύνεται θήγω· τούτῳ τῷ κανόνι καὶ τὸ ἡγῶ, ἐξ οὗ ἡγοῦμαι, ὤφειλεν βαρύνεσθαι, ἀλλὰ περισπᾶται· ἔστιν οὖν Ἡγέλοχος ὡς ἀπὸ βαρυτόνου γενόμενον ὡς καὶ τὸ ἡγεμών καὶ ἡγέμαχος. E. M. 245, 14: δαΐφρω ν : παρὰ τὸ δαῶ δαήσω καὶ ἐξ αὐτοῦ δαΐφρων· τὰ γὰρ ἀπὸ πρώτης συζυγίας τῶν περισπωμένων γινόμενα ὀνόματα ἢ τῷ ο παραλήγουσιν ὡς τὸ ἁμαρτῶ ἁμαρτοεπής, μισῶ μισογύνης ἢ τῷ ι ὡς τὸ εἰλῶ εἰλίπους, οἰδῶ Οἰδίπους, ἁμαρτῶ ἁμαρτίνους· οὕτω δαῶ δαήσω δαΐφρων. E. M. 430, 24, Theogn. Cr. II 83, 7: ἡμικύκλιο ν : τὰ εἰς υς λήγοντα, ὁπόταν μὴ ἀπὸ γενικῆς, ἀπὸ δὲ εὐθείας συντίθεται, ἀποβάλλει τὸ ς , βραδύς βραδυήκοος, ὀξύς ὀξυήκοος, Λίβυς Λιβυφοῖνιξ, θῆλυς θηλύμορφος, ταχύς ταχύποτμος, ὠκύς ὠκύμορος, πρέσβυς πρεσβυγέρων. οὕτως ὤφειλεν ἡμισυκύκλιον· ἀλλὰ δῆλον ὅτι κατὰ συγκοπὴν ταῦτα γίνεται ἡμίθεος, ἡμίφωνος, ἡμιμέδιμνον, ἡμίκραιρον τὸ ἥμισυ τῆς κεφαλῆς καὶ τὸ ἡμιτύμβιον τὸ δίκροσσον· ἀλλὰ καὶ ὁ Ἅβρων λέγει, ὅτι τὰ εἰς υς συντεθέντα φυλάττει τὸ υ , τὸ δὲ ἥμισυς ἐκβάλλει τὴν συ συλλαβήν. εὕρηται δὲ παρὰ τοῖς παλαιοῖς σπανίως μετὰ τῆς συ συλλαβῆς ὡς ἐν τῷ ἡμισύχοιρος, ἡμισύχοινιξ. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶ ν. St. B. 126, 6: Ἀρσυσί α : χώρα τῶν Ψύρων καὶ Χίου—οἶνον ἔχουσα καλούμενον Ἀρσυηνό ν, οὗ μέμνηται Στράβων ιδʹ (p. 645). καὶ τοὺς ἐνοικοῦντας τοιῶσδε κλητέον κατὰ συγκοπὴν τῆς σι . ἦν γὰρ Ἀρσυσιηνός. Zon. 603, Philem. p. 46: ἔγκασι (Il. Λ 438): ἐγκάτοισι καὶ ἀποβολῇ τῆς τοι συλλαβῆς ἔγκασιν. οὐκ ἔστι δὲ συγκοπή, μάχεται γὰρ ἐπέκτασις συγκοπῇ. ἐναντίον γάρ. ἄμεινον οὖν μεταπλασμὸν λέγειν.
3,2 262 ἔστι γὰρ ἐγκάτοισι καὶ κατὰ μεταπλασμὸν ἔγκασιν ὡς προβάτοις πρόβασιν, ἄστροις ἄστρασιν. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶ ν. Choer. Dict. 376, 5: δύναται τὸ γουνός καὶ δουρός καὶ μόνον καθ’ ὑπέρθεσιν τοῦ υ γενέσθαι ἀπὸ τοῦ γόνυος καὶ δόρυος, ἀλλὰ καὶ ἀπὸ τοῦ γοῦνας γούνατος καὶ δοῦρας δούρατος κατὰ συγκοπὴν γουνός καὶ δουρός. καὶ ἰστέον ὅτι κρεῖττόν ἐστι κατὰ συγκοπὴν αὐτὰ λέγειν ἤπερ καθ’ ὑπέρθεσιν τοῦ υ . ἐὰν γὰρ δῶμεν αὐτὰ καθ’ ὑπέρθεσιν τοῦ υ γεγενῆσθαι, δηλονότι καὶ συναίρεσις τοῦ ο καὶ υ παρακολουθεῖ εἰς τὴν ου δίφθογγον καὶ δηλονότι βαρύνεσθαι ὤφειλον ὥσπερ λάαος λᾶος καὶ κέαρος κῆρος καὶ ἔαρος ἦρος. εἰ δὲ κατὰ συγκοπὴν αὐτὰ δῶμεν γενέσθαι, ὀξύνονται ὁμοίως τῷ πατέρος πατρός, μητέρος μητρός, ἀνέρος ἀνδρός.
3,2 263 (2) E. M. 800, 47: φρόνι ν : ὁ Ἡρωδιανὸς παρὰ τὴν φρόνησιν κατὰ συγκοπήν. St. B. 228, 12: Δῆμος: δημότερος συγκριτικόν, οὐ συγκοπῇ ἐκ τοῦ δημοτικώτερος, ἀλλ’ ἐκ τοῦ ἐπιθετικοῦ τοῦ «δῆμον ἐόντα παρὲξ ἀγορευέμεν» (Il. Μ 213). E. M. 121, 10: ἀπειλήτη ν : ἀπειλῶ ἀπειλήσω ἠπείλησα ἠπειλησάτην δυϊκῶς καὶ συγκοπῇ τῆς σα συλλαβῆς ἀπειλήτην. ἢ ἀπὸ τοῦ ἀπειλῶ ἠπείλουν τὸ δυϊκὸν ἠπειλεῖτον ἠπειλήτην συστολῇ τῆς ἀρχῆς καὶ τροπῇ τῆς ει διφθόγγου εἰς τὸ η ἀπειλήτην. Ἡρωδιανό ς. E. M. 225, 7: γέλαν οἷον «γέλαν δ’ ἀθάνατοι θεοί» κατὰ συστολὴν λαμβάνεται ὡς ἡ μετοχὴ δηλοῖ. γελάντος γὰρ ἡ γενικὴ κατὰ συστολὴν τοῦ α · τὰ δὲ ἐνδέοντα συλλαβῇ τρίτα πρόσωπα τῶν πληθυντικῶν καταλήγουσιν εἰς τὴν παραλήγουσαν τῆς γενικῆς τῶν μετοχῶν. οὕτω Ζηνόδοτος.
3,2 264 (2) E. M. 754, 3: τέτλαμε ν : τοῦτο δύναται εἶναι καὶ συγκοπῇ καὶ κινήσει· βεβήκαμεν βέβαμεν, τετλήκαμεν τέτλαμεν. ἀξιοῖ Φιλόξενος εἶναί τι καὶ τέτλημι ῥῆμα. περὶ παθῶ ν.
3,2 265 (2) Ep. Cr. I 366, 20, E. M. 667, 29: πεφυζότε ς : ἀπὸ τοῦ πέφυγα ἡ μετοχὴ πεφυγώς· ὁ γοῦν Ἀλκαῖος μετατιθεὶς τὸ ς εἰς τὸ ν κατὰ πλεονασμὸν ἑτέρου γ φησὶ «πεφύγγων». οἱ δὲ νεώτεροι Ἴωνες τῷ ζ ἀντὶ τοῦ γ χρῶνται, ὅθεν καὶ τὸ φύγω φύζω καὶ τὸ πέφυγα πέφυζα καὶ τὸ πεφυγότες πεφυζότες. κατὰ τὴν αὐτὴν ἀντιστοιχίαν καὶ τὸ ὀλίγον ὄλιζον λέγουσιν. ἢ ὥσπερ ἀπὸ τοῦ κίσσα ῥῆμα κισσῶ, οὕτω καὶ ἀπὸ τοῦ φύζα φυζῶ φυζήσω πεφύζηκα πεφυζηκώς καὶ συγκοπῇ πεφυζώς, πεφυζηκότες καὶ συγκοπῇ πεφυζότες· οὐ δύναται γὰρ εἶναι μέσος παρακείμενος· οὐδέποτε γὰρ μέσος παρακείμενος διὰ δύο συμφώνων κατὰ σύλληψιν ἐκφέρεται οὐδὲ διὰ διπλῶν χαρακτηρίζεται. ἀλλ’ ἄμεινον τὸ πρῶτον. Ep. Cr. I 268, 27: λελιχμότε ς : παρ’ Ἡσιόδῳ «γλώσσῃσι δνοφερῇσι λελιχμότες» (Theogn. 826) μετοχὴ πληθυντικὴ παρακειμένου κατὰ συγκοπήν. ἔστι γάρ τι περισπώμενον λιχμῶ, οὗ ὁ παρακείμενος λελίχμηκα καὶ ἡ μετοχὴ λελιχμηκώς καὶ κατὰ συγκοπὴν λελιχμώς· οὐ δύναται γὰρ εἶναι μέσος παρακείμενος· οὐδέποτε γὰρ μέσος παρακείμενος διὰ δύο συμφώνων κατὰ σύλληψιν ἐκφέρεται, ἔνθεν οὔτε ἀπὸ τοῦ χραισμῶ οὔτε ἀπὸ τοῦ ὀλισθῶ μέσοι γεγόνασι παρακείμενοι ὥσπερ οὐδὲ ἀπὸ τοῦ λιχμῶ, ἵνα μὴ διὰ δύο συμφώνων ἐξενεχθῶσιν. E. M. 199, 52: βλεί ς : Ἐπίχαρμος «τυρῷ βλείς»· φασὶν οἱ μὲν ἀπὸ τοῦ βληθείς καὶ κατὰ συγκοπὴν τοῦ η καὶ θ βλείς. ἢ ἀπὸ τοῦ βλῆμι ὁ δεύτερος ἀόριστος ἔβλην οἷον «πόθεν δ’ ὠλκὸς εὐπετὲς ἔβλης». ἡ μετοχὴ βλείς. κίνημα γὰρ καὶ οὐ συγκοπή. οὕτως Ἡρωδιανὸς περὶ παθῶ ν.
3,2 266 (2) E. M. 230, 50: γηρά ς : λέγεται ὅτι ἀπὸ τοῦ γηράσας κατὰ συγκοπὴν γηράς. οὐκ ἔστι δέ, ἀλλ’ ἐντελὴς ἡ κλίσις· ἀπὸ τοῦ γηρῶ γίνεται γήρημι, ἡ μετοχὴ γηράς ὥσπερ ἵστημι ἱστάς, τὸ ἀπαρέμφατον γηράναι ὡς ἱστάναι, ἡ γενικὴ γηράντος ὡς ἱστάντος οἷον «γηράντων ἀνδρῶν» καὶ ἡ δοτικὴ «γηράντεσσι τοκεῦσιν» (Hesiod. op. 186) ἀντὶ τοῦ τοῖς γηρῶσιν, ἡ αἰτιατικὴ «γηράντας τιμᾶν». ἔστι δὲ πρώτης καὶ δευτέρας συζυγίας τὸ γηρῶ· ὥσπερ πιμπλῶ πιμπλᾷς καὶ πιμπλεῖς, οὕτως οὖν καὶ γηρῶ γηρᾷς καὶ γηρεῖς. ἡ μετοχὴ «γηρεὶς ἐν οἰκίοισιν», ἡ γενικὴ γηρέντος ὥσπερ τιθέντος οἷον Ξενοφάνης «ἀνδρὸς γηρέντος πολλὸν ἀφαυρότερος». τετρᾶχμον οὐ δύναται κατὰ συγκοπὴν γενέσθαι διὰ τὸν τόνον. εἰ γὰρ συγκοπὴ γένοιτο, παράλογος ὁ τόνος. Τετράδραχμον καὶ ἀποβολῇ τοῦ δρ τετράαχμον καὶ συναλοιφῇ τετρᾶχμον, καὶ περισπᾶται. περὶ παθῶν. E. M. 754, 40. E. M. 39, 40: αἴσυλο ς : παρὰ τὸ συλῶ ἄσυλος πλεονασμῷ τοῦ ἐπιτατικοῦ α ὡς τὸ ἀχανὲς πέλαγος τὸ λίαν κεχηνός, καὶ πλεονασμῷ τοῦ ι αἴσυλος οἱονεὶ ὁ πάνυ συλῶν. Choer. Dict. 98, 16: οἱ Αἰολεῖς τὸ τάλας τάλαις λέγουσι καὶ τὸ μέλας μέλαις καὶ τὸ Θόας Θόαις προστιθέντες τὸ ι , τὸ δὲ Αἴας Αἴαις οὐ λέγουσι διὰ τὴν ἐπαλληλίαν τῆς αι διφθόγγου· ηὑρίσκετο γὰρ ἀλλεπάλληλος ἡ αι δίφθογγος καὶ ἐκ τούτου κακόφωνος ἐγένετο ἡ λέξις.
3,2 267 (2) E. M. 262, 18: δείου ς : ἀπὸ τῆς δέους γενικῆς καὶ σπέους γίνεται κατὰ πλεονασμὸν τοῦ ι δείους καὶ σπείους οἷον «χλωροὶ ὑπὸ δείους» (Il. Ο 4) καὶ «ἥ ῥα κατὰ σπείους» (Od. ι 330). Ep. Cr. I 156, 31, An. Par. III 338, 2, E. M. 334, 39: εἷ ο : ἔστιν ἐμοῦ, σοῦ, οὗ. αὗται αἱ γενικαὶ γίνονται κατὰ διάλυσιν ἐμέο σέο ἕο, καὶ ἐπειδὴ αἱ διαλελυμέναι γενικαὶ οὐδέποτε τὰ δύο φωνήεντα ἔχουσι μακρὰ ἢ βραχέα, ἀλλὰ τὸ μὲν ἓν μακρόν, τὸ δὲ ἕτερον βραχὺ οἷον Ἀτρείδεω Πηλείδεω Ὠκεανοῖο ποταμοῖο, τούτου χάριν ἐπλεόνασε τὸ ι ποιητικῶς καὶ λέγεται ἐμεῖο σεῖο εἷο. E. M. 620, 44: ὀκνείω (Ε 255). οὐκ ἔστι πλεονασμός. λέγει γὰρ ...... ὅτι ἔστιν ὀκνῶ καὶ κατὰ Ἴωνας ὀκνέω καὶ πλεονασμῷ τοῦ ι ὀκνείω· οὐκ ἔστι δὲ οὕτως, ἀλλὰ κατὰ παραγωγήν· ὥσπερ παρὰ τὸ θάλπω γίνεται θαλπείω, ῥιγῶ ῥιγείω, οὕτως ὀκνῶ ὀκνείω. περὶ παθῶ ν. E. M. 449, 22: θείομεν (Α 143) ἐνθῶμεν ἐμβαλῶμεν. Ἰστέον ὅτι ἥμαρτε Ζηνόδοτος ἀρεσάμενος τὸ θείω ἐνεστῶτα εἶναι, ἀφ’ οὗ τὸ θείομεν· ἔστι δὲ ὑποτακτικὸν δευτέρου ἀορίστου ἔχον διαίρεσιν καὶ πλεονασμὸν «ὄφρ’ ἂν ἐγὼ βείω» (Ζ 113) καὶ τὸ ἐὰν στῶ «μή πως με περιστείως’ ἕνα πολλοί» (Ρ 95)· ὥσπερ δαμῶ δαμείω, οὕτω θῶ θέω καὶ παρὰ Σαπφοῖ
3,2 268 «ὅττινας γὰρ εὖ θέω, κεῖνοί με μάλιστα σίνονται». τοῦτο ἐν πλεονασμῷ «θείω ἀναρπάξας» (Π 437)· εἶτα ἀκολουθεῖ θείωμεν καὶ κατὰ συστολὴν θείομεν ὡς τὸ καταβείωμεν συστολῇ «δεῦρ’ ἐς τοὺς φίλους καταβείομεν» (Κ 97) «μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι» (Μ 216) «ἀλλ’ ἄγε δὴ φιλότητι τραπείομεν» (Γ 441). οὕτως Ἡρωδιανό ς. ἐν ἄλλοις δὲ ἀπὸ τοῦ θῶ θείω ὡς ὄψω ὀψείω καὶ τελῶ τελείω. E. M. 575, 27: μεθείω (Γ 414) ἀμελήσω καταλείψω ἢ ἀπὸ τοῦ μεθῶ μεθείω ὡς τελῶ τελείω. Zon. 638: εἵαται κάθηνται οἷον «εἵαται ἄγχι νεῶν» (Κ 161) ἀπὸ τοῦ ἕαται πλεονασμῷ τοῦ ι ὥσπερ κέαται «δοιαὶ γάρ τε πίθοι κατακείαται» (Ω 527) πλεονασμῷ τοῦ ι . οὕτως Ἡρωδιανό ς. Zon. 641: εἴληφα ἔλαβον: ἀπὸ τοῦ λήβω τὸ λαμβάνω λέληφα καὶ ἀποβολῇ τοῦ λ ἔληφα καὶ πλεονασμῷ τοῦ ι εἴληφα· ὡσαύτως καὶ
3,2 269 τὸ εἴληχα· ἀπὸ τοῦ λήχω λέληχα καὶ εἴληχα. Ἡρωδιανὸς περὶ πάθου ς. E. M. 8, 26: ἀγείρατο ς : γέρας ἡ τιμή. ἀγέρατον καὶ πλεονασμῷ τοῦ ι ἀγείρατον. οὕτως Ἡρωδιανὸς περὶ παθῶ ν. E. M. 144, 20: Ἀρκείσιος ὁ ἥρως ὁ πάππος Ὀδυσσέως· παρὰ τὸν ἀρκέσω μέλλοντα Ἀρκέσιος καὶ Ἀρκείσιος. οὕτως Ἡρωδιανό ς.
3,2 270 (2) An. Ox. I 370, 4, Par. III 344, 18, E. Gud. 456, 1, E. M. 668, 20, Eustath. 101, 5: Πειρίθοο ς : διὰ τῆς ει διφθόγγου, ὅτι ὁ Ζεὺς ὁμοιωθεὶς ἵππῳ περιέτρεχε μητέρα τούτου Δῖαν καὶ οὕτως συνεγένετο αὐτῇ καὶ ἐκεῖθεν οὗτος ἐτέχθη· παρὰ οὖν τὸ περιθέειν γέγονε Περίθοος καὶ ἐν πλεονασμῷ τοῦ ι Πειρίθοος, ἄλλως τε ἐπειδὴ οἱ Δωριεῖς Πηρίθους λέγουσι διὰ τοῦ η · ἔθος δὲ ἔχουσι τὴν ει δίφθογγον εἰς η τρέπειν ὡς πολλάκις εἴρηται οἷον πλείων πλήων καὶ μείων μήων. ἰστέον δὲ ὅτι κατὰ δύο τρόπους τοῦτο ἡμάρτηται· πρῶτον μὲν ὅτι ἀπὸ πλεονασμοῦ ἔχει τὸ ι · οὐδέποτε δὲ ἡ περί πρόθεσις πλεονάζει τὸ ι · δεύτερον δὲ ὅτι διὰ τοῦ η γράφεται παρὰ τοῖς Δωριεῦσιν· οὐδέποτε δὲ οἱ Δωριεῖς τρέπουσι τὴν ει δίφθογγον εἰς τὴν η τὴν ἔχουσαν ἀπὸ πλεονασμοῦ τὸ ι οἷον τὸ ξένος ξεῖνος λεγόμενον οὐ λέγουσι διὰ τοῦ η ξῆνος· εἰ οὖν τὸ Πειρίθοος ἀπὸ πλεονασμοῦ ἔχει τὸ ι , δῆλον ὅτι παραλόγως παρὰ τοῖς Δωριεῦσι διὰ τοῦ η γράφεται. E. M. 537, 17, E. Gud. 344, 23: κρέσσω ν : ὡς ἀπὸ τοῦ ταχύς γίνεται ταχίων καὶ τρίτος τύπος θάσσων, οὕτω καὶ ἀπὸ τοῦ κρατύς γίνεται κρατίων καὶ ὁ τρίτος τύπος κράσσων καὶ τροπῇ τοῦ α εἰς ε κρέσσων καὶ πλεονασμῷ τοῦ ι κρείσσων· οὐδέποτε δὲ πρὸ δύο σς δίφθογγος εὑρίσκεται οἷον φρίσσω, ἑλίσσω, ἀΐσσω πλὴν τοῦ κρείσσων καὶ τοῦ ῥήματος τοῦ ἐξ αὐτοῦ γενομένου καὶ χωρὶς τοῦ λεύσσω, σημαίνει δὲ θεωρῶ, καὶ τοῦ γλαύσσω, σημαίνει δὲ τὸ φωτίζω. ταῦτα διὰ τῶν δύο σς ἐκφέρονται, ἐπειδὴ τετάρτης συζυγίας εἰσὶ τῶν βαρυτόνων. ἡ δὲ τετάρτη συζυγία τῶν βαρυτόνων διὰ τοῦ ζ ἢ δύο σς ἐκφέρεται. E. M. 99, 9: « ἀναρροιβδεῖ μέλαν ὕδωρ» (Od. μ 104): ἀντὶ τοῦ ἀναρροφεῖ· πλεονασμῷ τοῦ ι ἀναρροιφεῖ καὶ ἐπενθέσει τοῦ δ ἀναρροιβδεῖ,
3,2 271 τραπέντος τοῦ δασέος φ εἰς τὸ ψιλὸν β οἷον «τρὶς μὲν γάρ τ’ ἀνίησιν ἐπ’ ἤματι, τρὶς δ’ ἀναρροιβδεῖ» (Od. μ 105). Ἡρωδιανό ς. E. M. 689, 53: προπάροιθεν ἐπίρρημα τοπικὸν ἐκ τῆς πρό προθέσεως καὶ τοῦ πάροιθεν· τοῦτο ἐκ τοῦ πάρος πάροθεν καὶ πλεονασμῷ τοῦ ι . E. M. 622, 39: ὀλοοίτροχος Ἰλιάδος Ν (137): Πτολεμαῖος καὶ Ἀριστόνικος ψιλοῦσι παροξύνοντες, ἀκούοντες τὸν ἐπὶ τὸ τρέχειν ὀλοόν. ἐπένθεσις δὲ τοῦ ι περιττή· οἱ δὲ δασύνουσιν, ἵν’ ᾖ ὅλος τροχοειδής καὶ κατὰ πᾶν μέρος ἀστήρικτος. Δημόκριτος δὲ τὸ κυλινδρικὸν σχῆμα ὁλοοίτροχον καλεῖ. περὶ παθῶν Ἡρωδιανό ς. Choer. 516, 4: εἰώθασιν οἱ Αἰολεῖς προστιθέναι τὸ υ φωνήεντος ἐπιφερομένου ὡς ἐπὶ τοῦ ἕαδεν εὔαδεν καὶ πάλιν τὸ ἠώς ἀώς λέγουσιν οἱ Δωριεῖς, οἱ δὲ Αἰολεῖς τοῦτο λέγουσιν αὔως προστιθέντες τὸ υ . καὶ πάλιν ἀάτην αὐάτην λέγουσιν οἱ Αἰολεῖς, συμφώνου δὲ ἐπιφερομένου οὐδέποτε προστιθέασιν υ οἱ Αἰολεῖς· τὸ γὰρ νόσος νοῦσος καὶ Ὄλυμπος Οὔλυμπος ποιητικά εἰσι καὶ οὐκ Αἰολικά· τοῦ δὲ ρ ἐπιφερομένου πολλάκις προστιθέασι τὸ υ οἱ Αἰολεῖς οἷον αὔρηκτος, ἄρρηκτος γάρ· δῆλον οὖν ὅτι φωνῆέν ἐστι καὶ οὐ σύμφωνον.
3,2 272 (2) Ep. Cr. I 2, 11 (E. M. 172, 17), Ep. 67, 10: αὐτάρ καὶ ἀτάρ, ποῖόν ἐστιν ἀναλογώτερον; καὶ λέγομεν ὅτι κατὰ πλεονασμόν ἐστι τὸ αὐτάρ· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι παρεπόμενόν ἐστι τῇ ἐκ τοῦ α συνεστώσῃ διφθόγγῳ μετὰ τὴν ἀπόστασιν τοῦ ὑποτακτικοῦ φωνήεντος ἐκτείνειν τὸ α οἷον κλαίω κλάω, αἰετός ἀετός· εἴπερ οὖν καὶ ὁ αὐτάρ σύνδεσμος ἔνδειαν εἶχεν τοῦ υ ἐν τῷ ἀτάρ, παρείπετο ἂν καὶ ἡ τοῦ α ἐπέκτασις· πρότερος οὖν ὁ ἀτάρ, δεύτερος ὁ αὐτάρ πλεονασμῷ· ὁ δὲ πλεονασμὸς κοινός, οὐκ Αἰολικὸς ὡς ὁδός οὐδός «ἐπεὶ ἦ φατ’ ἀρισφαλέ’ ἔμμεναι οὐδόν» (ρ 196) καὶ Ὄλυμπος Οὔλυμπος καὶ «ἄρτον οὖλον ἑλών» (ρ 343)· ἦν γὰρ ὅλον. νόσος νοῦσος. Ep. Cr. I 88, 23: αὔ ω : εἰ μὲν τὸ ξηραίνω δηλοῖ, γέγονε παρὰ τὸ ὕω τὸ βρέχω καὶ τὸ στερητικὸν α ἀΰω αὕω· εἰ δὲ τὸ φωνῶ, παρὰ τὸ ἄω τὸ πνέω, ὥς φησιν Ἡρωδιανό ς, ἔνθεν καὶ αὐλός τὸ φωνητικὸν ὄργανον, ἐκ γὰρ τοῦ πνεύματος ἐξέρχεται ἡ φωνή. E. Gud. 223, 5: εὔχομα ι : ὁ Ἡρωδιανό ς, ὅτι ἴσως ἐκ τοῦ ἔχω πεποίηται κατὰ πλεονασμὸν τοῦ υ · οἱ γὰρ εὐχόμενοι ἀξιοῦσιν ἔχειν ὧν βούλονται. E. Or. 57, 31: εὖνι ς : ὁ ἐστερημένος τινὸς παρὰ τὴν ἑνός γενικήν· ὁ γὰρ παρώνυμος χαρακτὴρ ἀπὸ γενικῆς γίνεται. οὕτω παρὰ τὴν ἑνός γενικὴν ἕνις καὶ πλεονασμῷ τοῦ υ εὖνις. οὕτως εὗρον ἐν τῷ περὶ παθῶ ν. Zon. 614: ἐδεύησε ν : ἀπὸ τοῦ δεῶ δεήσω ἐδέησα ἐδέησε καὶ πλεονασμῷ τοῦ υ ἐδεύησεν. Ἡρωδιανὸς περὶ παθῶν
3,2 273 (2) Favorin. Ecl. 94, 1: ἀλεύα ς : μετοχὴ ἀλέω ἀλεύω· τὸ δὲ ἀλέω ἀπὸ τοῦ ἀλῶ· οἱ γὰρ φεύγοντες πλανῶνται· ἡ μετοχὴ ἀλεύας καὶ «ἀλεύατο κῆρα μέλαιναν» (Γ 360). οὕτως Ἡρωδιανὸς περὶ παθῶ ν. Choer. 487, 12: ἀπὸ τοῦ ξέω προσερχομένου τοῦ ς πρὸ τοῦ ω γίνεται ξέσω καὶ ἀπὸ τοῦ ἱππεύω ἱππεύσω ὁμοίως, ἀπὸ δὲ τοῦ χέω οὐ γίνεται ὁ μέλλων προσθέσει τοῦ ς χέσω διὰ τὸ μὴ συνεμπεσεῖν τῷ κακοφώνῳ τῷ ἀπὸ τοῦ φορτικοῦ χέζω, ἀλλὰ χεύσω γίνεται ὁ μέλλων καὶ τοῦ υ πρὸ τοῦ ς προσελθόντος. Choer. 546, 9: ἔστι πλέω, χέω πνέω, ῥέω δι’ ἑνὸς φωνήεντος καὶ πλεονάζει ὁ μέλλων τὸ υ καὶ γίνεται πλεύσω, χεύσω, πνεύσω, ῥεύσω. E. M. 239, 9: γουνῷ ἀλωῆ ς : παρὰ τὸ γένω ῥῆμα γίνεται γόνος βαρύτονον ὡς λέγω λόγος, ὅπερ σημαίνει τὸ γεγεννημένον· ὁ δὲ γεννητικὸς γονός ὀξυτόνως, πλεονασμῷ τοῦ υ γουνός ὁ γεννητικὸς τόπος, ὁ γόνιμος καὶ κάρπιμος. Ἡρωδιανό ς. E. Or. 63, 34: ἐριούνιο ς : παρὰ τὸ ὀνῶ ἐριόνης ἐστὶ καὶ πλεονασμῷ τοῦ υ ἐριούνης· τὸ δὲ ἐρί ἐπιτατικόν ἐστιν· ἐριούνης οὖν ὁ μεγάλως ὠφελῶν. Ἡρωδιανό ς. E. M. 641, 2: οὐλ ή : ὁ Ἡρωδιανὸς παρὰ τὸ εἰλῶ τὸ συστρέφω γίνεται ὀλή καὶ οὐλή ἡ συνεστραμμένη σάρξ· τὸ γὰρ ἐναντίον ἀπὸ τοῦ διελκύσαι ἕλκος λέγεται. Ep. Cr. I 302, 29: οὖλο ς : σημαίνει τὸν ὅλον «ἄρτον τε οὖλον ἑλών» (Od. ρ 343) καὶ πλεονασμῷ τοῦ υ · σημαίνει καὶ τὸ μαλακόν «οὔλας ἧκε κόμας» (Od. ζ 231) καὶ «οὔλων τε ταπήτων» (Π 224) παρὰ τὸ εἰλῶ τὸ συστρέφω, ἔνθεν καὶ τὸ ἑλίσσω, παρὰ τοῦτο ὄλος καὶ οὖλος· σημαίνει καὶ τὸ ὀλέθριον παρὰ τὸ ὄλω τὸ ὄλλυμι, ὥστε εἴτε ὀλέθριον εἴτε μαλακὸν εἴτε τὸ ὅλον, ἐπὶ πάντων ὁ πλεονασμὸς τοῦ υ γέγονεν, ὅθεν, ἐπεὶ ποικίλα σημαίνει τὸ οὖλος, ἄδηλον ἡγοῦνται ἐν τῷ
3,2 274 «βάσκ’ ἴθι οὖλε ὄνειρε» (Β 8), πότερον τὸν ἐπὶ ὀλέθρῳ πεμπόμενον ἢ τὸν μαλακόν. Ep. Cr. I 327, 21: οὔνομ α : πλεονάζει τὸ υ · τὸ γὰρ ὁλόκληρον «ὡς ὄνομ’ ἐξηπάτης’ ἐμόν» (Od. ι 414)· τὰ γὰρ ἀπαθῆ παρατιθέμενα δηλοῖ τὰ πεπονθότα, Οὔλυμπος, Ὄλυμπος γάρ. Ep. Cr. I 301, 18: οὖρο ς : εἴτε τὸν ἄνεμον σημαίνει εἴτε τὸ ὄρος, τὸ υ πλεονάζει· ἀλλ’ εἰ μὲν σημαίνει τὸν ἄνεμον, γίνεται παρὰ τὸ ὄρω τὸ ὁρμῶ, ὄρος οὖρος· εἰ δὲ τὸ ἕτερον, εὔδηλον ὄρος οὖρος. Ep. I 301, 21: οὐρ ά : παρὰ τὸ ὄρω τὸ ὁρμῶ ὀρά καὶ πλεονασμῷ τοῦ υ οὐρά ὡς παρὰ τὸ κείρω κορά καὶ κουρά· παρὰ τὸ ὄρω τὸ ὁρμῶ γίνεται παρορμητικὸς τῶν ζῴων ἡ οὐρά· καὶ αὐτὸς ὁ ποιητὴς λέγει (Υ 170) οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν μαστίεται, ἑὲ δ’ αὐτὸν ἐποτρύνει μαχέσασθαι. Ep. Cr. 308, 29: οὐρού ς : παρὰ τὸ ὀρούω πλεονασμῷ τοῦ υ · δι’ αὐτῶν γὰρ διεγείρονται καὶ καθέλκονται αἱ νῆες εἰς τὴν θάλασσαν. Ep. Cr. I 315, 18: οὐρεύ ς : παρὰ τὸ ὄρος ὀρεύς ὡς ἡνίοχος ἡνιοχεύς· λέγεται γὰρ ἐν ὄρεσι μᾶλλον δύνασθαι ἐργάζεσθαι, κατὰ πλεονασμὸν τοῦ υ οὐρεύς.
3,2 275 (2) Choer. 378, 16: τὸ καρχαρόδουν καὶ τιμήειν ἀπὸ τοῦ καρχαρόδον καὶ τιμῆεν γεγόνασι κατὰ πλεονασμὸν τὸ μὲν τοῦ υ , τὸ δὲ τοῦ ι . Ep. Cr. I 282, 4: ἔστι βαρύτονον μάχω, ἀφ’ οὗ τὸ μάχομαι· ἔστι δὲ καὶ μαχῶ, ἀφ’ οὗ τὸ μαχεούμενο ς, ὅπερ μετὰ τὴν διαίρεσιν ἐξαίρετον πάθος ἀνεδέξατο τὸν πλεονασμόν. —ἢ μαχειόμενοι· διάφορος γὰρ ἡ γραφή. E. M. 18, 46 collat. Thesaur. Corn. Cop. Aldin. fol. 3, quem locum affert Peyron ad E. M.: Ἀδραστεϊδῶ ν : Ἄδραστος κύριον, Ἀδραστίδης Ἀδραστιδῶν καὶ πλεονασμῷ τοῦ ε Ἀδραστειδῶν οἷον «Ἀδραστειδῶν θάλος». οὕτως Ἡρωδιανὸς περὶ παθῶ ν. E. M. 619, 35: οἰχνεῖν ἀμφίβολον· ἢ παρὰ τὸ ἴχνος ἰχνῶ καὶ πλεονασμῷ τοῦ ο οἰχνῶ ἢ παρὰ τὸ οἴχω οἰχνῶ ὡς ὀρέγω ὀριγνῶ, σκεδῶ σκιδνῶ, περῶ περνῶ. ἔχεις δὲ ἀμφότερα εἰς τὸ περὶ παθῶ ν. St. B. 628, 10: Τομεύς πόλις πρὸς τῇ Ὀδησσῷ· ὁ πολίτης Το‐
3,2 276 μίτης καὶ Τομῖτις τὸ θηλυκόν. ὤφειλε δὲ ὡς Ἀταρνείτης διὰ διφθόγγου γράφεσθαι. E. M. 662, 55: πέπυσμα ι· ἀπὸ τοῦ πεύθω πεύσω πέπευκα· ὁ παθητικὸς πέπευσμαι· ἆρον τὸ ε πέπυσμαι· εἰ δέ τις εἴποι, ὅτι ἀπὸ τοῦ πυνθάνω δύναται εἶναι, εἰπὲ ὅτι τὰ διὰ τοῦ ανω ἄκλιτά εἰσιν. Choer. 629, 15: ἡ ευ δίφθογγος τὸ ε ἀποβάλλει καὶ τὸ δίχρονον φυλάττει ἐν τῷ δευτέρῳ ἀορίστῳ, ὀφείλει γὰρ ὁ δεύτερος ἀόριστος διχρόνῳ παραλήγεσθαι· φεύγω ἔφυγον, τεύχω ἔτυχον, πεύθω ἔπυθον, ἐξ οὗ τὸ ἐπυθόμην, ἐλεύθω ἤλυθον καὶ κατὰ συγκοπὴν ἦλθον. E. M. 819, 13: ψύθος τὸ ψεῦδος· ἐκβολῇ τοῦ ε ψύδος καὶ τροπῇ τοῦ δ εἰς θ ψύθος. E. M. 84, 40: ἀμνίο ν : Ὅμηρος Ὀδυσσείας γ (444) «Περσεὺς δ’ ἀμνίον εἶχε» τὸ αἱμαδόχον ἀγγεῖον, παρὰ τὸ αἱμνίον τὸ τοῦ αἵματος δεκτικὸν ἀποβολῇ τοῦ ι . St. B. 303, 11: Ἥραι α : τὸ ἐθνικὸν Ἡραιεύς· λέγεται καὶ χωρὶς τοῦ ι ὡς Νικαεύς. St. B. 514, 3: Πειραιό ς : Πειραιεύς· λέγεται καὶ κτητικῶς Πειραϊκός μετὰ συστολῆς τοῦ α . E. M. 66, 25: Ἄλκαο ς : ὃν τρόπον οἱ Ἴωνες ἐκβάλλουσι τὸ ι τῶν κτητικῶν ἤγουν τῆς ει διφθόγγου, τὸν αὐτὸν τρόπον οἱ Αἰολεῖς
3,2 277 τῆς αι διφθόγγου ἐκβάλλουσι τὸ ι οἷον Θηβαῖος Θήβαος, ἀρχαῖος ἄρχαος, Ἀλκαῖος Ἄλκαος. Ep. Cr. I 440, 7: χεί ρ· ἡ κλίσις διττὴ χειρός καὶ χερός· ἀναλογώτερος δὲ ἡ τὴν δίφθογγον ἔχουσα λόγοις τρισί, τῷ ἀπὸ γενικῆς, τῷ ἀπ’ εὐθείας, τῷ ἀπὸ στοιχείων· ἀπὸ γενικῆς οὕτως· πᾶσα γενικὴ εἰς ρος λήγουσα παρὰ ἀρσενικὰ ἢ θηλυκὰ ὀνόματα μονοσύλλαβα ἀποβολῇ τοῦ ος ποιεῖ τὴν εὐθεῖαν, ψαρός ψάρ, κηρός κήρ «φωρὸς δ’ ἴχνια φὼρ ἔμαθε», θηρός θήρ, Νωρός Νώρ ἔθνος, οὕτως χειρός χείρ· ἡ χέρ ἄλεκτος· ἀπὸ εὐθείας οὕτως· πᾶσα εὐθεῖα μονοσύλλαβος εἰς ρ λήγουσα ἀρσενικοῦ ἢ θηλυκοῦ ὀνόματος προσθέσει τοῦ ος τὴν γενικὴν ποιεῖ. ἀπὸ στοιχείων δὲ οὕτως· τηνικαῦτα ἀποπίπτει φωνῆεν ἐν τῇ κλίσει, ὅτε εἰς ς λήγει ἡ εὐθεῖα, κτείς κτενός, εἷς ἑνός, βοῦς βοός, νεῦς νεώς, γραῦς γραός. τὸ δὲ χείρ εἰς ρ λήγει οὐκ εἰς ς · ἐκ πάθους ἄρα τὸ χερός ἦν. ἰστέον δὲ ὅτι ὁ ποιητὴς φυλάξας τὴν δίφθογγον ἐν παντὶ ἀριθμῷ καὶ ἐν πάσῃ πτώσει οἷον «αἱματόεσσα δὲ χείρ» (Ε 82) καὶ «χειρὸς ἕλοντε» (Α 323) καὶ «χειρί τέ μιν κατέρεξε» (Α 361) καὶ «χεῖρ’ ἕλε δεξιτερήν» (α 121) καὶ «σπόγγῳ δ’ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρ’ ἀπομόργνυ» (Σ 414) καὶ «χεῖρές τ’ ὀφθαλμοί τε» (Ρ 387) καὶ «χειρῶν δ’ ἁψάμενος» (Κ 377) καὶ «χεῖρας τ’ ἀλλήλων λαβέτην» (Ζ 233) διήλλαξεν ἐν τῇ πληθυντικῇ δοτικῇ «χερσὶ μὲν οὔτοι ἔγωγε μαχήσομαι» (Α 298), οὐκέτι δὲ χειρσί· τοῦτο δὲ ἐν παραγωγῇ οὐ χέρεσσιν εἶπεν ἀλλὰ χείρεσσι «τοίω τὼ χείρεσσι ὑφ’ ἡμετέρῃσι» (Ε 559) καὶ σχεδὸν ἐμήνυσεν ἡμῖν τὸ αἴτιον· οὐδέποτε γὰρ μετὰ τοῦ χ εὑρίσκεται δίφθογγος καταλήγουσα εἰς ρ συμφώνου ἐπιφερομένου οἷον «χάρμα» (Γ 51), «ἐν χόρτῳ» (Λ 773), «χέρνιβα δ’ ἀμφίπολος» (α 136)· καὶ πῶς ἀναπολουμένου τούτου τοῦ λόγου καὶ ἐπὶ τοῦ φ —καὶ γὰρ οὐδὲ μετὰ τοῦ φ εὑρίσκεται δίφθογγος καταλήγουσα εἰς ρ συμφώνου ἐπιφερομένου οἷον φάρμακον, φροντίδος εὐρείης «στῆθος καὶ χείλεα φύρσω» (ς 21), «κείμενον ἐν φέρτρῳ» (Σ 236)—ἡ φθειρσί δοτικὴ συνέστη παρὰ Ἀρχιλόχῳ «φθειρσὶ μοχθίζοντα»; λέγομεν οὖν ὅτι ἡ χείρ ἐπὶ τῆς γενικῆς καὶ χειρός καὶ χερός κατ’ ἀποβολὴν τοῦ ι , ἡ δὲ φθειρός οὐ διὰ τοῦ ε οὐδὲ φθερσίν.
3,2 278 (2) Choer. 132, 11: πολλάκις οἱ Δωριεῖς τῶν εἰς εις διὰ τῆς ει διφθόγγου ἀποβάλλουσι τὸ ι οἷον χαρίεις χαρίες, τιμήεις τιμῆες, Μαλόεις Μαλόες· τοιοῦτοι γάρ εἰσι καὶ παρὰ Καλλιμάχῳ «ὁ δὲ ἀείδων Μαλόες ἦλθε χορός» ἀντὶ τοῦ Μαλόεις. Μαλόεις ἐστὶν ὁ Λέσβιος. Ep. Cr. I 443, 7: ὑφαιροῦσιν οἱ Ἴωνες τὸ ι τῶν κτητικῶν οἷον ἀπὸ τοῦ χαλκός χάλκειος χάλκεο ς, Ἕκτωρ Ἕκτορος Ἑκτόρειος «Ἑκτόρεον δὲ χιτῶνα» (Β 416). St. B. 451, 14: Μίδεια πόλις ἐν Ἄργει. —λέγεται καὶ χωρὶς τοῦ ι Μιδέ α. St. B. 50, 17: Αἴνεια: τὸ ἐθνικὸν Αἰνεάτης ὡς Κόρσεια Κορσεάτης, Ὕδρεια Ὑδρεάτης, Ὀρνειαί Ὀρνεάτης, Κεγχρειαί Κεγχρεάτης τοῦ ι σιγηθέντος.
3,2 279 (2) St. B. 374, 9: Μύρλεια: τὸ ἐθνικὸν Μυρλεανός καθ’ ὕφεσιν τοῦ ι . Choer. 629, 29: ἡ ει δίφθογγος ἐν τῷ δευτέρῳ ἀορίστῳ ἀποβάλλει τὸ ε καὶ φυλάττει τὸ ι , λείπω ἔλιπον, πείθω ἔπιθον, λείβω ἔλιβον χωρὶς τῶν δισυλλάβων τῆς εʹ συζυγίας οἷον κείρω κερῶ ἔκαρον, ἐξ οὗ τὸ ἐκάρην, φθείρω φθερῶ ἐφθάρην. Choer. Dict. 606, 14: τὸ ἐτετύφεσαν λέγουσιν οἱ Ἴωνες ἄνευ τοῦ ι κατὰ τὴν παραλήγουσαν καὶ ἐγεγράφεσαν καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως, οἷστισι καὶ οἱ Ἀττικοὶ πολλάκις ἀκολουθοῦσιν ἐπεποιήκεσαν λέγοντες· ὁ δὲ κανὼν ταῦτα πάντα μετὰ τοῦ ι ἀπαιτεῖ οἷον ἐπεποιήκεισαν, ἐγεγράφεισαν διὰ τῆς ει διφθόγγου, ἐπειδὴ ἐκ τοῦ ἐτετύφειμεν καὶ ἐπεποιήκειμεν καὶ ἐγεγράφειμεν διὰ τῆς ει διφθόγγου τροπῇ τῆς μεν εἰς σαν γίνονται. Choer. Dict. 527, 33: τὸ ὀψείω ὅπερ σημαίνει τὸ ἐπιθυμίαν ἔχω τοῦ θεωρῆσαι, ὀφεῖλον εἶναι ἐν τῷ παρατατικῷ ὤψειον διὰ τῆς εἰ διφθόγγου ἐγένετο ὤψεον παρὰ Σώφρονι κατ’ ἀποβολὴν τοῦ ι οἷον «ἐγὼν δέ τοι καὶ πάλιν ὤψεον (Ahrens fr. 39)». Ep. Cr. I 367, 13: ποί η : ὅτε τὸ ο μόνον ἔχει, οὐκέτι τὸ α · τὸ γὰρ ο τὸ η αἰτεῖ οἷον ὀγδόη Θόη πνόη· ἐὰν γὰρ λέγῃς διὰ τοῦ α ὀγδόα, Δωρίζεις· τὸ στοά οὐχ ὑγιῶς ἔχει τὸ ο · ἢ γὰρ Δώριόν ἐστι ἢ ἐλλείπει τὸ ι , καὶ δῆλον· τὸ γὰρ περίστοιον τὸ ι ἔχει· ποία οὖν ἐστιν, οὐ πόα· ἡ γὰρ οι δίφθογγος αἰτεῖ τὸ α οἷον ἀλλοῖος ἀλλοία,
3,2 280 ὅμοιος ὁμοία· ποία ἄρα· ἐὰν οὖν λέγῃς πόα, ἔλλειψίς ἐστι τοῦ ι ὡς τὸ χροία χρόα. E. M. 679, 25: ποι ῶ : ἰστέον ὅτι οἱ Ἀθηναῖοι ἀποβάλλουσι τὸ ι λέγοντες ποῶ· καὶ ἀποροῦσί τινες λέγοντες ὅτι, εἰ ἄρα οἱ Ἀθηναῖοι ἐν τῷ κλαίω καὶ καίω ἀποβάλλοντες τὸ ι ἐκτείνουσι τὸ δίχρονον, διατί καὶ ἐν τῷδε ἀποβάλλοντες τὸ ι οὐκ ἐκτείνουσι τὸ ο εἰς τὸ ω . καὶ ἔστιν εἰπεῖν, ὅτι οἱ Ἀθηναῖοι ἀποβάλλοντες τὸ ι τὸν αὐτὸν τόνον φυλάττουσιν ἐν τῷ κλάω κάω· τὸ δὲ ποιῶ καὶ μετὰ τὴν ἀποβολὴν τοῦ ι ἀναγκάζεται περισπᾶσθαι· εἰ δὲ ἐξετάθη τὸ ο εἰς τὸ ω , οὐκ ἠδύνατο περισπᾶσθαι· τὰ γὰρ διὰ τοῦ ωω μὴ ἔχοντα ὀνόματα προϋποκείμενα βαρύνονται· μὴ ἔχοντα δὲ ὀνόματα εἶπον διὰ τὸ ἐρωῶ. λέγουσι δέ τινες, ὅτι οὐ πάντως οἱ Ἀθηναῖοι ἀποβάλλοντες τὸ ι καὶ τὸν αὐτὸν τόνον φυλάττουσιν· ἰδοὺ γὰρ τὸ χροιά γινόμενον παρ’ αὐτοῖς κατὰ ἀποβολὴν τοῦ ι βαρύνεται· ἔστι δὲ εἰπεῖν, ὅτι οὐκ ἐγένετο ἀπὸ τοῦ χροιά ὀξυτόνου, ἀλλ’ ἀπὸ τοῦ χροία βαρυτόνου· καὶ γὰρ τὸ χροιά χροία λέγεται βαρυτόνως· ἢ ἀπὸ τοῦ χροῦς χροός γέγονεν ἡ χρόα Ἀττικῶς καὶ ἐκεῖθεν χροιά ἐν ὀξείᾳ τάσει. E. M. 281, 33, Zon. 565: δοάσσατ ο : παρὰ τὸ δοιός δοιάζω ὡς ἵππος ἱππάζω, λίθος λιθάζω. ὁ μέλλων δοιάσω ἐδοιασάμην ἐδοιάσατο καὶ πλεονασμῷ τοῦ ς Αἰολικῶς ὡς ἔσεται ἔσσεται ἐδοιάσσατο καὶ ἀποβολῇ τοῦ ι δοάσσατο. οὕτως Ἡρωδιανό ς. Choer. 772, 2: Ὥσπερ ἐν ταῖς εἰς ω ληγούσαις δοτικαῖς οὐ προσγράφουσιν οἱ Αἰολεῖς τὸ ι οἷον Ὁμήρω ἀνθρώπω, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν εὐκτικῶν πολλάκις ἀποβάλλουσι τὸ ι . ἔστι γὰρ λάχοιμι λάχοις λάχοι· τοῦτο γίνεται Ἀττικῶς λαχοίη κατὰ πλεονασμὸν τοῦ η καὶ προσθήκῃ τοῦ ς τὸ δεύτερον λαχοίης καὶ τροπῇ τοῦ ς εἰς τὸ ν λαχοίην ὥσπερ ἐτύφθη ἐτύφθης ἐτύφθην, καὶ ἀποβάλλουσιν οἱ Αἰολεῖς τὸ ι καὶ λέγουσι λαχόης. St. B. 284, 3: Εὔβοι α : τὸ ἐθνικὸν Εὐβοιεύς καὶ Εὐβοιΐς τὸ θηλυκόν· καὶ Εὐβοεύς χωρὶς τοῦ ι , καίτοι τὰ ἀπὸ τῶν εἰς α παραγόμενα εἰς ευς φυλάττει τὴν παραλήγουσαν. διὸ καὶ τὸ Ἀλεξάνδρεια οὐ προϋπ‐
3,2 281 άρχει τοῦ Ἀλεξανδρεύς, ἔδει γὰρ Ἀλεξανδρειεύς, ἀλλ’ ἀπὸ τοῦ Ἀλέξανδρος ὡς Τάρσος Ταρσεύς. Choer. 832, 22: οἱ Ἀθηναῖοι τὸ ι τὸ ἐν διφθόγγῳ ἀποβάλλειν πεφύκασιν οἷον κλαίω κλάω, ποιῶ ποῶ καὶ τὸ τετυφυῖα καὶ γεγραφυῖα τετυφῦα γεγραφῦα λέγουσιν. E. M. 638, 54: οὖας σημαίνει τὸ οὖς. παρὰ τὸ αὔω τὸ φωνῶ γίνεται αὖας· καὶ τροπῇ τοῦ α εἰς ο οὖας, τὸ τῆς φωνῆς ἀντιληπτικὸν αἰσθητήριον. κλίνεται οὔατος ὡς δέρας δέρατος· ἐκ δὲ τούτου γίνεται κατὰ ἀποβολὴν τοῦ υ ὄας καὶ κατὰ κρᾶσιν οὖς καὶ κατὰ Δωριεῖς ὦς. τὸ δὲ ἀμφῶες νεοτευχὲς παρὰ Θεοκρίτῳ (I 28) γίνεται οὕτως· ὡς παρὰ τὸ οὖδας γίνεται τὸ οὖδος καὶ παρὰ τὸ γῆρας γῆρος καὶ παρὰ τὸ κῶας κῶος, οὕτω καὶ παρὰ τὸ ὦας ὦος. εἶτα πάλιν ὥσπερ παρὰ τὸ εἶδος εὐειδής, γένος εὐγενής, οὕτω καὶ παρὰ τὸ ὦος γίνεται ἀμφωής. ἀπὸ γὰρ τῶν εἰς ας οὐ γίνεται σύνθετον εἰς ης , ἀλλὰ ἀπὸ τῶν εἰς ος . περὶ παθῶ ν. Choer. 248, 21: τὸ πός οἷον «ᾧ πὸς ἄγ’ ἱεμένοισιν» ἀπὸ τοῦ πούς γέγονε κατὰ ἀποβολὴν τοῦ υ καὶ τὸ ἀελλόπος οὐκ ἔστι φύσει εἰς ος , ἀελλόπους γὰρ ἦν, καὶ κατὰ ἀποβολὴν τοῦ υ ἀελλόπος γέγονεν. Ep. Cr. I 122, 25: δοῦρας ἡ γενικὴ δούρατος καὶ ἐν συγκοπῇ δουρός, ὑφέσει τοῦ υ δορός ἀντίον δορὸς ὀρνύμενος Ἀχιλλέως. καὶ ἡ δοτικὴ «σὺν δορὶ σὺν ἀσπίδι» (Arist. Pac. 356)
3,2 282 αἱ δὲ παρὰ Τρύφωνι εὐθεῖαι δόρ καὶ δούρ, ἀφ’ οὗ δορός καὶ δουρός, κακίζονται. Theogn. 88, 9: ὄλβος παρὰ τὸ ὅλος καὶ πλεονασμῷ τοῦ β ὄλβος. οὕτως Ἡρωδιανὸς περὶ παθῶ ν. E. M. 204, 28: βόλιτο ν : βόλβιτον δὲ Ἴωνες οἵ τε ἄλλοι καὶ Ἱππῶναξ οἷον «βολβίτου κασιγνήτην», εἶτα «ναὶ τὸν Ποσειδῶ καὶ βολίτινον θάτερον» (Arist. Ran. 295) κατὰ παραγωγήν· πλεονασμῷ τοῦ β .
3,2 283 (2) E. M. 63, 13: ἁλιβδύει ν : τὸ καταδύειν εἰς θάλασσαν, μεταφορικῶς δὲ τὸ κρύπτειν καὶ ἀφανίζειν παρὰ τὴν ἅλα καὶ τὸ βδύειν Αἰολικῷ πλεονασμῷ τοῦ β ὡς σίδη σίβδη, ἁλιδύειν ἁλιβδύειν. Λυκόφρων (v. 351) «εἱρκτῆς ἁλιβδύσασα λυγαίας δέμας». Choer. 623, 19: ἤμβροτο ν : ἁμαρτῶ ἥμαρτον καὶ κατὰ ὑπερβιβασμὸν τοῦ ρ καὶ τροπῇ τοῦ α εἰς ο καὶ πλεονασμῷ τοῦ β · τὸ δὲ β ἐπλεόνασεν, ἐπειδὴ τὸ μ πρὸ τοῦ ρ οὔτε ἐν συλλήψει δύναται εἶναι οὔτ’ ἐν διαστάσει. E. M. 578, 32: μέμβλωκ ε : «τῷ δ’ αὖτε φιλομμειδὴς Ἀφροδίτη Αἰεὶ παρμέμβλωκε» Ἰλιάδος Δ (11) ἀντὶ τοῦ παραμένει, πάρεστιν· ἀπὸ τοῦ μολῶ μολήσω μεμόληκα καὶ κατὰ συγκοπὴν μέμληκα καὶ διὰ τὸ ἀσύντακτον πλεονασμῷ τοῦ β γίνεται μέμβληκα καὶ τροπῇ τοῦ η εἰς ω μέμβλωκα. ἢ ἀπὸ τοῦ μέλω μεμέληκα καὶ μεμέλωκα καὶ κατὰ συγκοπὴν καὶ πλεονασμῷ τοῦ β μέμβλωκα. E. Or. 156, 20, coll. Ep. Cr. I 419, 2: ὑγρό ν : οἱ μὲν παρὰ τὸ ὑδρός κατὰ μετάθεσιν ἀπὸ τοῦ ὕδος ὡς πηγή, πηδή γὰρ ἦν, καὶ γάμος ἀπὸ τοῦ δάμος ὁ δαμαστικὸς τῶν θηλειῶν, ὅθεν τὰς παρθένους ἀδαμάστους λέγουσιν «παρθένος ἀδμής» (ζ 209)· ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸν ὕσω μέλλοντά φησιν ὑρός καὶ πλεονασμῷ τοῦ γ ὑγρός καὶ ὑγρόν ὡς ἐν τῷ ἄγνοια καὶ ἀγρός καὶ ἀνάγκη. Ep. Cr. I 160: ἐρίγδουπο ς : πλεονάζει τὸ γ ὡς ἐν τῷ ἄγνοια, ἀνάγκη καὶ σύριγξ καὶ σάλπιγξ. Ep. Cr. I 167, 6: ἔγχο ς : ὄνομα ῥηματικὸν παρὰ τὸ ἔχω ἔχος καὶ ἔγχος πλεονασμῷ τοῦ γ · ἠρέμα οὖν παρετυμολογεῖ Ὅμηρος παρατιθεὶς τὸ ῥῆμα «ἔγχος ἔχ’ ἑνδεκάπηχυ» (Θ 494)· πλεονάζει δὲ τὸ γ ὡς ἐν τῷ λόγχη, παρὰ τὸ λόχος λόχη καὶ λόγχη ἡ εἰς λόχον ἐπιτήδειος· καὶ τὸ
3,2 284 γλίχεσθαι παρὰ τὸ λίαν ἔχεσθαι λίχεσθαι καὶ γλίχεσθαι· καὶ τὸ γλαμᾶς παρὰ Ἀττικοῖς, λαμᾶς γάρ· καὶ παρὰ τὸ κερῶ, ἀφ’ οὗ καὶ τὸ «κερόωντό τε οἶνον» (Od. θ 470) καὶ συγκοπῇ κρῶ, διπλασιασμῷ κικρῶ, πλεονασμῷ τοῦ γ κιγκρῶ, ἀφ’ οὗ παρὰ τῷ Σώφρονι (Ahrens fr. 2) «ἐγκίκρα ὡς εἴω» καὶ τὸ βράχω βρόχος βρόγχος, δίυγρος γὰρ ὁ τόπος· παρὰ τὸ χῶ τὸ σημαῖνον τὸ χωρῶ χαλῶ, οἱ γὰρ χαιρόμενοι ἐν ἀνέσει, διπλασιασμῷ καγχαλῶ πλεονασμῷ τοῦ γ · καὶ τὸ ἔλεγχος ὁ ἕλην ἐν ἑαυτῷ ἔχων καὶ λαμπρύνας τὸ ψεῦδος· καὶ τὸ ἀγρός, ἀρῶ γὰρ τὸ ἀροτριῶ, ἀρός καὶ ἀγρός· καὶ τὸ ὀργή, παρὰ γὰρ τὸ ὄρω ἐστὶ τὸ σημαῖνον τὸ ὁρμῶ, παρ’ ὃ τὸ ὀρίνω· «τοῦ δ’ ὠρίνετο θυμός» (Ι 595) «ὄρινε δὲ κῆρ Ὀδυσῆος» (ρ 216), ὀρή καὶ ὀργή. E. M. 167, 28: ἀτρύγετο ς : παρὰ τὸ τρύειν πλεονασμῷ· ἄτρυτος γὰρ ἀτρύετος καὶ πλεονασμῷ τοῦ γ ἀτρύγετος. οὕτως Ἡρωδιανό ς. E. M. 223, 13, St. B. 206, 17: γέγειο ς : ὁ ἀρχαῖος· παρ’ Ἑκαταίῳ καὶ Καλλιμάχῳ «ἦ ῥ’ ὅτι τὼς ὁ γέγειος ἔχει λόγος» «ᾗχι γέγεια Ἄνθεα μήκωνός τε» παρὰ τὸ γέα τὸ διὰ τοῦ ε γίνεται κτητικῷ τύπῳ γέϊος καὶ διπλασιασμῷ καὶ συναιρέσει γέγειος· ἢ παρὰ τὸ γέα γέειος καὶ πλεονασμῷ τοῦ γ γέγειος. ἐγδούπησεν (Λ 45)· ἐδούπησε καὶ πλεονασμῷ τοῦ γ . Οὕτως Ἡρωδιανός. E. M. 308, 55. λάϊγγες· παρὰ τὴν λᾶος γενικὴν γίνεται λᾶϊξ καὶ πλεονασμῷ τοῦ γ λᾶϊγξ, ὥσπερ καὶ παρὰ τὸ ψῆφος γίνεται ψῆφιξ καὶ ψᾶφιξ καὶ ψᾶφιγξ. περὶ παθῶν. E. M. 554, 49. πλαγγών· οὐκ ἀπὸ τοῦ πλάσσω, ὡς λέγει Ἡρωδιανός. ἐγένετο γὰρ ἂν πλάδων, ὡς σπάσσω σπάδων, ἀλλὰ παρὰ τὸ πλάζω πλαγών, καὶ πλεονασμῷ τοῦ γ πλαγγών· τοῦτο γὰρ εἰς πλάνην γίνεται καὶ ἀπάτην τῶν κορῶν. E. M. 674, 8. E. M. 771, 35: τυγχάνω ἀπὸ τοῦ τεύχω ἐστὶ παραγωγὸν καὶ οὐ πλεονασμός, ὡς φεύγω φυγγάνω, ἐρεύγω ἐρυγγάνω. Ep. Cr. I 71, 1: ἀνδρό ς : τὸ πάθος ἐνταῦθα πλεονασμός· τῶν δὲ παθῶν τὰ μὲν ἀναγκαῖα, τὰ δ’ οὔ· τὰ δὲ οὐκ ἀναγκαῖα οἷον κατ’ ἐμοῦ κατ’ ἐμεῖο, ὑπέρ ὑπείρ, κατά καταί. τὰ δὲ ἀναγκαῖα διὰ τὴν σύνταξιν ὡς ἐνταῦθα· οὐδέποτε γὰρ ἔστιν εὑρεῖν πρὸ τοῦ ρ σύμφωνον ἄλλο ἐν διαστάσει πλὴν αὐτὸ πάλιν τὸ ρ · ἀναγκαῖος οὖν ἐνταῦθα ὁ
3,2 285 πλεονασμὸς τοῦ δ καὶ οὐκ ἄλλου συμφώνου, ἐπειδὴ τῷ ν ἐν διαστάσει σύμφωνόν τι ἀπὸ τῆς τρίτης συζυγίας ἕπεσθαι φιλεῖ οἷον ἄντρον ἄνθος ἁνδάνω. E. Or. 156, 18, Ep. Cr. I 57, 14: ὕδω ρ : παρὰ τὸ ὕω τὸ βρέχω ὕωρ καὶ πλεονασμῷ τοῦ δ ὕδωρ. οὕτως Ἡρωδιανό ς. καὶ «ἐχθοδοπῆσαι» (Α 518)· ἦν γὰρ ἐχθοοπῆσαι οἱονεὶ ἐχθρῶς τοὺς ὦπας προσενέγκασθαι· ὁ δὲ πλεονασμὸς οὗτος κατὰ μετασχηματισμόν, καὶ κατὰ ποιητικὴν δὲ ἄδειαν πλεονάζει τὸ δ ὡς ἐν τῷ «εἰωθότες ἔδμεναι ἄδδην» (Ε 203) καὶ «ἔδδεισεν δ’ ὁ γέρων» (Α 33) καὶ κατ’ ἀναγκαίαν σύνταξιν ἀνδρός ὡς χονδρός. E. M. 66, 35: ἁλκυδώ ν : ἁλκυών πλεονασμῷ τοῦ δ καὶ ἔστι μονῆρες· οὐδὲν γὰρ εἰς ων καθαρὸν λῆγον πλεονασμῷ τοῦ δ , ἀλλὰ μόνον τοῦτο. Ἡρωδιανό ς. Ep. Cr. I 378 25: πολυδίψιον (Δ 171): τὸ δ ἐπλεόνασεν ἐνταῦθα, ὅπερ ἀγνοήσαντές τινες ἱστορίαν ἀναπλάττουσιν, ὅτι Ἴναχος οὐκ ἔσχεν ὕδωρ καὶ ἐξηράνθησαν αἱ πηγαί· ἀλλὰ τὸ πολυβλαβὲς μᾶλλον δηλοῖ· καὶ ἔστι πλεονασμὸς τοῦ δ · τοιοῦτο δ’ ὁρᾶται καὶ ἐπὶ τοῦ Ἑκηβελέταο· ἀγνοοῦντες γὰρ πλεονασμὸν εἶναι τῆς τη συλλαβῆς ἀναπλάσσουσι τὰ περὶ τὸν δράκοντα, ὃν ἑκατὸν ἰοῖς ἐπάταξεν· οὐκ ἔστι δὲ οὕτως, ἀλλ’ ὃν λέγουσιν Ἑκάεργον Ἑκηβόλον, ἐν πλεονασμῷ εἶπεν Ἑκατηβόλον ὡς ἔτυμος ἐτήτυμος. ὁμοίως δὲ κἀκεῖνο ἐπλάνησε «θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ» (λ 134)· ἐπεὶ γὰρ ἡ ἐξ καὶ τὴν ἀπό τινος σχέσιν σημαίνει, ἐκ Κρήτης, ἐκ Ῥόδου, οὕτω καὶ τὸ ἐξ ἁλός παραλαμβάνοντες ἀνέπλασαν τὸ κέντρον καὶ τὴν τρυγόνα. Δημήτριος δὲ ἐπὶ τοῦ πολυδίψιον τὸν δέ σύνδεσμον ἐδέξατο καὶ κατὰ ὑπέρθεσιν ἐλάμβανε, ὅπερ σπάνιόν ἐστι, «καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην», ἵν’ ᾖ Ἄργος δέ.
3,2 286 (2) Ep. Cr. I 79, 9, E. M. 70, 12, E. Gud. 38, 51: ἁλοσύδν η : καὶ ἐπ’ αὐτῆς τῆς θαλάσσης «νέποδες καλῆς ἁλοσύδνης» (Od. δ 404)· λέγεται δὲ ἐπιθετικῶς καὶ ἐπὶ τῶν νηρηΐδων καὶ τῶν φωκῶν παρὰ τὴν ἁλός γενικὴν καὶ τὸ δύνω μεταθέσει ἁλοσύδνη ἡ κατὰ τῆς ἁλὸς δύνουσα «μητρὸς δ’ ἐκ Θέτιδος, καλλιπλοκάμου ἁλοσύδνης» (Υ 207). ἐπὶ δὲ τῆς θαλάσσης ὡς γηθόσυνος γηθοσύνη, ἁλόσυνος ἁλοσύνη καὶ πλεονασμῷ τοῦ δ ἁλοσύδνη. E. M. 723, 5: σπένδ ω : παρὰ τὸ σπείω σπένδω παραγωγὴ καὶ οὐ πλεονασμὸς ὡς κυλίω κυλίνδω, ἀμείρω ἀμέρδω. St. B. 685, 23: Χάλυβε ς : λέγεται καὶ μετὰ τοῦ δ Χαλυβδικός τὸ κτητικόν. Λυκόφρων (v. 1109) «Χαλυβδικῷ κνώδοντι». St. B. 120, 9: Ἀρκαδί α : ἐκάλουν τοὺς Ἀρκάδας καὶ Ἀρκαδιώνδας τοῦ δ πλεονάσαντος. Zon. 1122 coll. E. M. 477, 22: ἰσθμό ς : παρὰ τὸ ἴω ἴσω ἰσμός καὶ πλεονασμῷ τοῦ θ ἢ παρὰ τὸ ἵημι. οὕτως Ἡρωδιανό ς. E. M. 683, 15: πορθμό ς : ὥσπερ ἀπὸ τοῦ κείρω γίνεται κορμός, οὕτω καὶ ἀπὸ τοῦ περῶ γίνεται πορμός καὶ πλεονασμῷ τοῦ θ πορθμός ἡ μεταξὺ δύο ἠπείρων θάλασσα. E. M. 141, 26: ἄρω ἦρμαι ἀρμός ὡς κείρω κορμός καὶ πλεονασμῷ τοῦ θ ἀρθμός ὡς περῶ πορμός καὶ πορθμός. Ep. Cr. I 26, 27, E. M. 153, 3: ἄσθμ α : ὤφειλεν εἶναι παρὰ τὸ ἄω ἄσμα ὡς ξύω ξύσμα, πλεονασμῷ τοῦ θ ἄσθμα ὡς παρὰ τὸ χῶ τὸ χωρῶ χών καὶ κατ’ ἐπένθεσιν τοῦ θ χθών ἡ πάντα χωροῦσα. τὸ
3,2 287 χθαμαλή παρὰ τὸ χαμαί χαμαλή καὶ τὸ φθέγγεσθαι ὁμοίως παρὰ τὸ φῶ τὸ εἰς φῶς ἄγειν τὰ τοῦ νοῦ. οὕτω δὲ ἔχειν φαμὲν καὶ τὸν πορθμόν, παρὰ γὰρ τὸν πορμόν. E. M. 768, 33, Gud. 535, 40: « τριχθά τε καὶ τετραχθὰ διέσχισεν» (Od. ι 71) ἐπίρρημα ποσότητος παρήχθη ἐκ τοῦ τρίχα βαρυτόνου, σημαίνει δὲ τὸ τριχῶς. τὰ εἰς χα ἐπιρρήματα ἐπὶ ποσότητος λαμβανόμενα βαρύνεται, εἰ δὲ εἴη ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται οἷον δίχα, διάνδιχα, τρίχα καὶ τέτραχα καὶ πλεονασμῷ τοῦ θ τετραχθά ὀξυτόνως· τὰ εἰς χα λήγοντα ἐπιρρήματα ἔχοντα τὸ χ πρὸ τοῦ θ ὀξύνεται. Zon. 611 collato E. M. 312, 11 et E. Gud. 158, 36: ἐγρηγορ ῶ : ἀπὸ τοῦ ἐγείρω ἤγερκα, ὁ μέσος παρακείμενος ἤγερα καὶ Ἀττικῶς ἐγήγερα καὶ τροπῇ τοῦ ε εἰς ο καὶ πλεονασμῷ τοῦ ρ ἐγρήγορα καὶ ἐγρήγορθα προσθέσει τοῦ θ · ἀπὸ τοῦ ἐγρήγορα γίνεται ἐγρηγορῶ καὶ ἀπὸ τοῦ ἐγείρω κατὰ συγκοπὴν ἔγρω. Ἡρωδιανὸς περὶ παθῶ ν. E. Or. 111, 16: ὅρκο ς : παρὰ τὸ ἀρκεῖν τὸ βοηθεῖν· ὥσπερ γὰρ βοηθήματι αὐτῷ ἐχρῶντο οἱ ἀδικούμενοι κατὰ μετάθεσιν τοῦ α εἰς ο ὡς ἐν τῷ ὀκριόεις παρὰ τὰς ἄκρας καὶ ἐξοχὰς καὶ Ὄθρυς τὸ ὄρος ὡς Ἄθρυς, ὅθεν ἐστὶ μακρότερον ἀθρεῖν· οἱ δὲ παρὰ τὸ εἴργω· ἐπισχετικὸς γάρ ἐστι τῶν ὑπερβαίνειν βουλομένων ὥστε εἶναι μετάθεσιν τοῦ γ εἰς τὸ κ ὡς παρὰ τὸ γῆρυς κηρύσσω. ἐγώ, φησὶν Ἡρωδιανό ς, ἡγοῦμαι πλεονασμὸν εἶναι τοῦ κ · ὅρος γάρ τίς ἐστιν· οἱ γὰρ ὀμνύντες ὁρίζονται καὶ ὁμολογοῦσιν. St. B. 485, 4: οἶκο ς : Ἡρωδιανὸς μὲν παρὰ τὸ εἴκω, ἐν ᾧ εἴκομεν. δύναται δὲ εἶναι τὸ ἴδιον ἐνδιαίτημα παρὰ τὸ οἶον τὸ μόνον ἐῶ μονούμενος κατὰ πλεονασμὸν τοῦ κ ὡς ὅρος ὅρκος. E. M. 634, 11: ὀρσολόπος ὀρσοοπός, ἵνα λάβῃ τὸ λ . περὶ παθῶ ν. Eustath. ad Dionys. v. 858: Τελμισσός ἡ πόλις πλεονασμὸν
3,2 288 ἔπαθεν ἐπεντεθέντος τοῦ λ ἐκλήθη γὰρ ἀπὸ Τεμισσοῦ τοῦ Ἀπόλλωνος, ὥς φησιν Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶ ν. κλεύθομαι, οἷον· «εἰς Ἄϊδος περιόντα κλεύθωμαι». ἐὰν μὲν ὑπὸ τὸν ᾅδην κρύπτωμαι, ἔστι κεύθομαι καὶ πλεονασμῷ τοῦ λ . ἐὰν δὲ τὸ πορεύομαι, κελεύθομαι κλεύθομαι. περὶ παθῶν. E. M. 517, 45. E. M. 66, 16: Ἀλκμήνη ν : παρὰ τὴν ἀλκήν Ἀλκήνη καὶ πλεονασμῷ τοῦ μ Ἀλκμήνη ὡς Ἄλκμων Ἀλκμάων ἢ παρὰ τὴν ἀκμήν Ἀκμήνη καὶ Ἀλκμήνη· οὐδὲν γὰρ ἔχομεν εἰπεῖν ἐπὶ τούτου πλέον· κύριον γάρ ἐστι τὸ ὑποκείμενον. οὐ δεῖ γὰρ ἐπὶ τῶν κυρίων ἐτυμολογίας λαμβάνειν. οὕτως Ἡρωδιανὸς περὶ παθῶ ν. St. B. 562, 9: Σηλυμβρία πόλις Θρᾴκης, κέκληται δὲ ἀπὸ Σήλυος. βρία γὰρ κατὰ Θρᾷκας ἡ πόλις ὡς Πολτυμβρία ἡ Πόλτυος πόλις. E. M. 236, 4: γναθμό ς : ὁ Ἡρωδιανὸς γνάθος καὶ πλεονασμῷ τοῦ μ γναθμός.
3,2 289 (3) Ep. Hom. 202, 5: θυμό ς : ὥσπερ ἀπὸ τοῦ ὄρω πλεονασμῷ τοῦ μ ὁρμή καὶ ἀπὸ τοῦ ὄδωδα ὀδή καὶ ὀδμή καὶ ὥσπερ ἀπὸ τοῦ γνάθος γναθμός καὶ ὥσπερ ἀπὸ τοῦ ἔχω ὀχός καὶ ὀχλός καὶ μοχλός, οὕτως ἀπὸ τοῦ θύω ἐπεισόδῳ τοῦ μ θυμός ὁ ἀεὶ ἐν κινήσει τυγχάνων. E. Or. 91, 9, E. M. 570, 28: λόχμη θάμνος, ὕλη, σύνδενδρος τόπος. παρὰ τὸ λοχᾶν ἐν αὐτῷ τοῦτ’ ἔστιν ἐνεδρεύειν ἐν τοῖς τοιούτοις τόποις· λοχῶ οὖν λόχη καὶ πλεονασμῷ λόχμη· ὁ δὲ Φιλόξενος παρὰ τὸ λάζω ῥῆμα εὐληπτοτέρων ὄντων τῶν δασέων. ὁ μέλλων λάξω, ὄνομα λαγμός ὡς παρὰ τὸ κράζω κράξω κραγμός, τοῦ δὲ γ εἰς χ μεταπεσόντος λαχμός, τούτου τὸ θηλυκὸν λόχμη. E. Or. 149, 21, E. M. 727, 54: στιγμ ή : παρὰ τὸ στίζω στιγμή καὶ πλεονασμῷ τοῦ μ · ὡς δὲ φοιτῶ φοιτίζω, οὕτω στῶ στίζω τὸ τὸν διακεχυμένον καὶ πεπλανημένον λόγον στῆσαι· ὁ δὲ Φιλόξενος στίζειν τὸ τῆς ἐν τῇ ἀναγνώσει φορᾶς στάσιν ποιεῖν. στίζω στίξω στιγμή. Ep. Cr. I 83, 6 et 41, 1: ἀνία ἡ λύπη οἱονεὶ ἡ ἄνευ τοῦ ἰαίνειν οὖσα ἡ μὴ ἰαίνουσα· Ἡρωδιανὸς δὲ ἡ ἄνευ ἰάσεως. παρὰ τὸ ἰῶ τὸ θεραπεύω καὶ ὑγιάζω γίνεται ἴα καὶ κατὰ στέρησιν καὶ πλεονασμὸν τοῦ ν ἀνία ἐστέρηται γὰρ τῆς ἰάσεως καὶ πολλάκις πέφυκε πλεονάζειν τὸ ν ἐν ταῖς στερήσεσι οἷον ἀαιδής ἀναιδής, ἀαίμων ἀναίμων. Ep. Cr. I 337, 13, E. Or. 127, 14, E. M. 660, 10: πένθο ς : ὁ Ἡρωδιανὸς παρὰ τὸ πάθος φησὶ γεγενῆσθαι πλεονασμῷ τοῦ ν καὶ τροπῇ τοῦ α εἰς ε πένθος, ὡς βάθος βένθος. Eustath. 1687, 12: Ἡρωδιανὸς ἐκ τοῦ λήχω τὸ λαγχάνω παράγων τὸ λέλογχα τροπῇ τοῦ η εἰς ο ὁμοίως τῷ πήθω πέποθα λέγει καὶ πλεονάζειν ἐν αὐτοῖς τὸ ν ὡς καὶ ἐν τῷ κέχανδα.
3,2 290 (2) E. M. 194, 32: βέλεμν α : βέλη· ἔστι δὲ παρὰ τὸ ῥῆμα βέλλω βέλος βέλεμος ὡς ἔχω Ἔχεμος Τήλεμος. πλεονασμῷ τοῦ ν βέλεμνος βέλεμνον. Ἡρωδιανὸς περὶ παθῶ ν. E. M. 181, 44: « ἀχνάσδημι κάκως» παρὰ Ἀλκαίῳ (fr. 125 Bergk): ἔστιν ἄχω παραγωγὸν ἀχάζω καὶ τροπῇ τοῦ ζ εἰς ς καὶ δ πλεονασμῷ τοῦ ν ἀχνάσδημι. οὕτως Ἡρωδιανὸς περὶ παθῶ ν. E. M. 673, 27: πιτν ῶ : ἀπὸ τοῦ πέτω πιτνῶ ὡς ὀρέγω ὀριγνῶ. ὡς γὰρ λέγει περὶ παθῶν Ἡρωδιανό ς, οὐ δύναται εἶναι ἀπὸ τοῦ πίπτω κατὰ πλεονασμὸν τοῦ ν , ἐπειδὴ μετὰ δύο ἀντιστοίχων μόνον τὸ ρ τίθεται οἷον ἐχθρός. Eustath. 562, 43: τὸ δαμνᾶν ἔχει πλεονασμὸν τοῦ ν Δώριον, ὁποῖος καθ’ Ἡρωδιανὸν καὶ ἐν τῷ ἐλαύω ἐλαύνω, δύω δύνω καὶ τοῖς ὁμοίοις. E. M. 10, 10: ἀγιν ῶ : ἐκ τοῦ ἄγω τὸ φέρω γίνεται πλεονασμῷ τοῦ ν · πέφυκε γὰρ πλεονάζειν τὸ ν ἐν ῥήμασι· καὶ εἰ μὲν εὑρεθῇ φωνῆεν ἀλλεπάλληλον, φυλάττεται ἡ βαρεῖα τάσις οἷον θύω θύνω, δύω δύνω· ἐπὰν δὲ μὴ εὑρεθῇ ἀλλεπάλληλον φωνῆεν, ἀλλὰ σύμφωνον πρὸ τοῦ ν , περισπᾶται οἷον ἵκω ἱκνῶ, οἴχω οἰχνῶ· οὕτως ἀγνῶ καὶ ἀγινῶ
3,2 291 πλεονασμῷ τοῦ ι · τὸ ι μακρόν «περὶ οὐρανὸς αὐτὸν ἀγινεῖ» φησὶν Ἄρατος (Phaenom. 23). E. M. 363, 31: παρὰ τὸ πείρω τὸ κεντῶ καὶ διεκβάλλω πόρη καὶ πλεονασμῷ τοῦ π πόρπ η. E. Or. 92, 12, E. M. 571, 51: λύπ η : ὁ Ἡρωδιανὸς παρὰ τὸ λύω λύη καὶ πλεονασμῷ τοῦ π λύπη. λύσις γὰρ ψυχῆς τὸ πάθος τὸ λυπηρόν. Ep. Cr. I 2, 24: ἀπάτ η : ἀάτη καὶ πλεονασμῷ τοῦ π ἀπάτη. E. M. 150, 9: ἀρτεμής «ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα» (Ε 515) σημαίνει τὸν ὑγιῆ, παρὰ τὸ ἀτρεμής καθ’ ὑπέρθεσιν ἀρτεμής. οὕτω Φιλόξενος. Ἡρωδιανὸς δὲ ἐν τῷ ὑπομνήματι τῶν
3,2 292 περὶ παθῶν φησιν, ὅτι ἀτεμής ἐστιν ὁ ὑγιής καὶ μὴ τετμημένος καὶ πλεονασμῷ τοῦ ρ ἀρτεμής. Ep. Cr. I 201, 24: θύρσο ς : παρὰ τὸ θύω τὸ ὁρμῶ πλεονασμῷ τοῦ ρ . γίνεται δὲ ἐπείσοδος τοῦ ρ ὡς ἐν τῷ ἐγρήγορα καὶ ἰδώς ἱδρώς καὶ ἀρτεμής «ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα». ἀτεμής γάρ. St. B. 22, 3: ἀγρό ς : ἀγρώτης ὡς Μαλλός Μαλλώτης καὶ Ἤπειρος Ἠπειρώτης καὶ ἀγρώστης πλεονασμῷ τοῦ ς . E. M. 790, 40: φερέσβιο ς : ζωοποιός· ὡς φερέπονος, οὕτω καὶ φερέβιος καὶ πλεονασμῷ τοῦ ς . περὶ παθῶ ν. Ep. Cr. I 340, 23 et 417, 16: πολλάκις τὸ ο συγκεκομμένον τὸ ς ποιεῖ, θεόφατον θέσφατον, ὑπόπληξ ὕσπληξ, ὑφ’ οὗ πλήσσονται οἱ ἵπποι, θεοείκελον θέσκελον· οὕτως ἀπὸ τῆς ὑπό προθέσεως ὑπότερος καὶ κατὰ συγκοπὴν ὕστερος. E. Or. 153, 33, E. M. 784, 55: ὑσμίν η : παρὰ τὸ μένω γίνεται ὑπομένη, συγκοπῇ καὶ πλεονασμῷ τοῦ ς ὑσμίνη. Ep. Cr. I 341, 25: τὸ πτόλις ἔθει ποιητικῷ παρὰ τὸ πόλις· πολίζω «ἐπεὶ οὔπω Ἴλιος ἱρὴ—ἐν πεδίῳ πεπόλιστο» (Υ 216 et 217) καὶ πτολίζω ὡς πόλεμος πτόλεμος. τὸ μέντοι πτολίεθρον οὐ λέγεται πολίεθρον, ἐπεὶ παρὰ τὸ πτόλις ἐγένετο.
3,2 293 (2) E. Or. 116, 13, Ep. Cr. I 313, 11: ἀπὸ τοῦ ὄρω ὀρύω καὶ πέφυκε τὸ ν πλεονάζειν ἐν τοῖς ῥήμασι καὶ γίνεται ὀρύνω καὶ πλεονασμῷ τοῦ τ ὀτρύν ω. E. M. 803, 15: φυτεύ ω : παρὰ τὸ φυτόν φυτεύω· εἰ γὰρ παρὰ τὸ φύω φυεύω, ἐπεισόδῳ τοῦ τ δηλονότι· οὐκ ἔστι δέ· οὐδέποτε γὰρ ἀπὸ τῶν διὰ τοῦ υω γίνεται παραγωγὸν διὰ τοῦ ευω . E. M. 115, 15: ἰστέον ὅτι τὸ ἀνύτω καὶ ἀρύτω ἀπὸ τοῦ ἀνύω καὶ ἀρύω γέγονε κατὰ πλεονασμὸν τοῦ τ . Choer. Dict. 583, 1: τὸ βλάπτω καὶ σκάπτω ἀπὸ τοῦ σκάφω καὶ βλάβω, ἐξ οὗ καὶ τὸ «βλάβεται δέ τε γούνατ’ ἰόντι» (Τ 166), λέγουσι γενέσθαι κατὰ πλεονασμὸν τοῦ τ καὶ τροπῇ τοῦ β καὶ φ εἰς π . καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί τὸ τ ἐπλεόνασε καὶ ἐτράπη τὸ β καὶ φ εἰς π ; καὶ ἔστιν εἰπεῖν, ὅτι τὸ μὲν τ ἐπλεόνασεν, ἐπειδὴ ἀναλογεῖ ὁ ἐνεστὼς τῇ γενικῇ. ἐπειδὴ οὖν ἐν τῇ γενικῇ πέφυκε πολλάκις τὸ τ πλεονάζειν οἷον ἄνακος ἄνακτος, γάλακος γάλακτος, τούτου χάριν καὶ ἐν τῷ ἐνεστῶτι κατὰ μίμησιν τῆς γενικῆς τὸ τ ἐπλεόνασε καὶ διὰ τοῦτο ἐτράπη τὸ β καὶ φ εἰς τὸ π ἐν τῷ βλάβω βλάπτω καὶ σκάφω σκάπτω, ἐπειδὴ ψιλὰ ψιλῶν ἡγοῦνται καὶ δασέα δασέων καὶ μέσα μέσων κατὰ σύλληψιν οἷον κτύπος, πτῶσις, χθών, φθόνος, ἕβδομος, ὄγδοος· τούτου χάριν καὶ ἐπὶ τῆς νύξ νυχός γενικῆς τοῦ τ πλεονάσαντος τροπὴ παρηκολούθησε τοῦ χ τοῦ δασέος εἰς τὸ ἀντίστοιχον τὸ ψιλὸν κ καὶ γέγονε νυκτός. E. M. 697, 54: πύστι ς : μή πως παρὰ τὸ πέπυσμαι πύσις καὶ πλεονασμῷ τοῦ τ . οὐ δύναται δὲ πλεονασμὸς εἶναι, ἀλλὰ παραγωγὴ ἀπὸ τοῦ πυστός ὡς ὕβριστος ὕβριστις. περὶ παθῶ ν. E. Or. 150, 14: σιφλό ς : πλεονασμῷ τοῦ φ . κυρίως δὲ ὁ σεσι‐
3,2 294 νωμένος τοὺς ἴλλους, καταχρηστικῶς δὲ καὶ ἐπὶ ἄλλου μέρους τοῦ σώματος. οὕτως Ἡρωδιανό ς. An. Ox. II 396, 16, E. M. 644, 32: ὀφρῦ ς : ὁ Ἡρωδιανὸς παρὰ τὸ ὁρῶ ὁρῦς πλεονασμῷ τοῦ φ . E. M. 771, 28: τρύχετα ι : ἔστι ῥῆμα τρῶ, οὗ παραγωγὸν τρώω καὶ τρύω προσθέσει τοῦ χ τρύχω. Ep. Cr. I 36, 14: ἄγχω παρὰ τὸ ἄγω· οὐδὲν γάρ ἐστιν ἄλλο τὸ ἄγχω ἢ τὸ ἄγω καὶ συνάγω τὸν φάρυγγα. E. Or. 138, 1, E. M. 647, 1: πάγχυ τὸ παντελῶς· γίνεται δὲ παρὰ τὸ πάνυ κατὰ πλεονασμὸν τοῦ χ καὶ τροπῇ τοῦ ν εἰς γ . E. Or. 18, 20: ἀγρυπνί α : ἀϋπνία τις οὖσα κατὰ πλεονασμὸν τῶν συμφώνων γρ ἀγρυπνία. οὕτως Ἡρωδιανό ς. E. M. 442, 56: θάπτ ω : ὡς παρὰ τὸ βῶ βάπτω, οὕτω καὶ παρὰ τὸ θῶ θάπτω· ἀΐδιον γὰρ ἔχουσι τὴν ἀπόθεσιν οἱ θαπτόμενοι. E. Gud. 571, 56: ψάλλει ν : ἐπὶ χορδῶν παρὰ τὸ ψῶ, οὗ τὸ
3,2 295 παραγωγὸν ψαύω καὶ ψάλλω, παρὰ τὸ διὰ δακτύλων ἐπιψαύειν αὐτῶν. οὕτως Ἡρωδιανό ς. St. B. 415, 14 s. Λίβυς· Λιβύστιον ὡς ἀπὸ τοῦ Λίβυστος τοῦ ἀπὸ τοῦ Λίβυος ὄντος κατὰ πλεονασμόν. E. M. 621, 51: ὀλίος κατὰ διάλεκτον. Ταραντῖνοι γὰρ τὸ ὀλίγος ὀλίος λέγουσιν ἄνευ τοῦ γ · Ῥίνθων ἐν δούλῳ Μελεάγρῳ «Ὀλίοισιν ὑμῶν ἐμπέφυκ’ εὐψυχία» καὶ «ὀλίον μισθόν». Πλάτων μέντοι ὁ κωμικὸς διαπαίζει τὴν λέξιν ὡς βάρβαρον—καὶ τὸ γίννος ἴννος· οὕτω δὲ εἴρηται τὸ ἐξ ἵππου μὲν μητρός, πατρὸς δὲ ὄνου. περὶ παθῶ ν. E. M. 682, 52: ποῖ κῆχο ς : ζήτει καὶ τοῦτο· «ποῖ κῆχος; εἰς οὐρανόν» καὶ Ἀριστοφάνης «ποῖ κῆχος; εὐθὺ Σικελίας» καὶ παρὰ Φερεκράτει «ποῖ κῆχος; ἐγγύς, ἡμερῶν γε τεττάρων». καὶ ἀεὶ μὲν παρεζευγμένον εὑρήσεις τὸ ποῖ τῷ κῆχος. Ἐρατοσθένης δὲ λαμβάνει ἐκ ταύτης τῆς συντάξεως· ποῦ ἐγγύς καὶ εἰς τίνα τόπον· ποῦ ἄγχος, ποῦ κῆχος; τὸ πῇ κῇ. πῇ ἐγγύς, πῇ ἄγχος, ὅπερ ἐστὶν ἐν τῷ ἔναγχος, κῆχος. ἔλλειψις ἄρα τοῦ γ κῆχος· ἄγχος ἔχει αὐτὸ ἐν τῷ ἔναγχος. Ἡρωδιανὸς περὶ παθῶ ν. St. B. 664, 9: Φιγάλεια πόλις Ἀρκαδίας· Ῥιανὸς ἐν εʹ Μεσσηνιακῶν «τὴν μὲν ἀνήγετ’ ἄκοιτιν ἐπὶ κραναὴν Φιγάλειαν». μετωνομάσθη δὲ Φιάλεια δίχα τοῦ γ ἀπὸ Φιάλου τινός. Eustath. 1235, 25: ὅτι κυρίως γέφυρά ἐστι γῆ ἐφ’ ὑγρᾶς, Ἡρωδιανὸς λέγει. St. B. 533, 1: Πορδοσελήνη νῆσος περὶ τὴν Λέσβον· τινὲς δὲ ἐκκλίνοντες τὸ δύσφημον τοῦ ὀνόματος Ποροσελήνην ἐκάλεσαν.
3,2 296 (2) St. B. 301, 3: Ἦλι ς : ὁ πολίτης ἀπὸ τῆς Ἤλιδος γενικῆς ἀναλόγως Ἠλίδειος ὡς Ἀδωνίδειος καὶ Εὐπολίδειος κτητικῷ τύπῳ καὶ καθ’ ὕφεσιν τοῦ δ Ἠλίειος καὶ Ἠλεῖο ς, ἀφ’ οὗ καὶ «Ἀλεῖος Ζεύς» (Callim. fr. 99). Τρύφων δέ φησιν ὅτι Ἠλίεος καὶ Ἠλέιος καὶ Ἠλεῖος. E. M. 43, 40: ἀϊτία ς : Ἡρωδιανὸς προπαροξυτόνως λέγει ἀπὸ τοῦ αἶτις αἴτιδος αἴτιδας καὶ ἀποβολῇ τοῦ δ αἴτιας καὶ ἀΐτιας. E. M. 247, 5: δαμᾷ (Α 61), ὡς Ἡρωδιανό ς, ἀπὸ τοῦ δαμάζω γίνεται δαμῶ κατὰ συγκοπήν· τὸ πρωτότυπον δαμάζω, παραγωγὸν δαμῶ, ἐξ οὗ τὸ δάμνω καὶ εἰς μι δάμνημι ἀπὸ τοῦ δαμνῶ «τὴν μὲν ἐγὼ σπουδῇ δάμνημ’ ἐπέεσσι» (Ε 893). E. Or. 166, 29: ψιάδε ς : ὁ Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν φησι, ψακάδες ψαάδες ψιάδες κατὰ ἀποβολὴν καὶ μετάθεσιν· ὁ δὲ Φιλόξενός φησιν, ὅτι ψῶ καὶ παραγωγὸν ψάσω καὶ ψίω, ἀφ’ οὗ ψιάς ἡ κατὰ λεπτὸν τοῦ ὕδατος ἔκδοσις ὡς λάμπω λαμπάς, ἴλλω ἰλλάς «ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν» (Ν 572). ψῶ δὲ ῥῆμα, ἀφ’ οὗ τὸ ψᾶν. οὕτως ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων Φιλόξενος. Ep. Cr. I 252: κεχαρηότ α : οὐκ ἀπὸ τοῦ χαίρω, τούτου γὰρ ὁ παρακείμενος κέχαρκα καὶ ὁ μέσος κέχηρα, οὔτε ἀπὸ τοῦ χαιρῶ χαιρήσω. καὶ τούτου γὰρ ὁ παρακείμενος κεχαιρηκώς· ἀλλὰ κρεῖττον λέγειν, ὅτι ἀπὸ τοῦ χαρῶ, ὅπερ γίνεται καθ’ ὑποστολὴν τοῦ ι · τούτου ὁ παρακείμενος κεχάρηκα ὡς ἀπὸ τοῦ βαρῶ βεβάρηκα, ἡ μετοχὴ κεχαρηκώς ὡς βεβαρηκώς, ἡ αἰτιατικὴ κεχαρηκότα ὑφέσει τοῦ κ κεχαρηότα· τούτῳ δὲ τῷ χαρῶ συνεχῶς κέχρηνται οἱ παλαιοί «σὺ δ’ οὖν ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν» Ἀριστοφάνης Σφηξίν (v. 764)· ὡς οὖν ἀπὸ τοῦ βεβαρηκότα ὑφέσεως γινομένης γίνεται βεβαρηότα, ἀφ’ οὗ «οἳ
3,2 297 δ’ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν» (γ 139), τετληκώς τετληκότι ὑφέσει τοῦ κ «τετληότι θυμῷ» (δ 447) πέπτηκα πεπτηκώς «πεπτηὼς γὰρ ἔκειτο» (χ 362), οὕτως οὖν καὶ ἀπὸ τοῦ κεχαρηκότα ὕφεσις ἐγένετο τοῦ κ . Ἰστέον δὲ ὅτι ἔσθ’ ὅτε κατὰ τὴν ὕφεσιν τοῦ κ συστολὴ ἐπηκολούθησεν, ἑστηκότος «ἑσταότος μὲν καλὸν ἀκούειν» (Ι 79)· καὶ τῇ ὑφέσει τοῦ κ συστολὴ γίνεται τοῦ η συστελλομένου εἴτε εἰς τὸ α εἴτε εἰς τὸ ε · εἰς μὲν τὸ α οἷον βεβηκώς βεβηώς καὶ βεβαώς—τοῦ δὲ ἑσταώς οὐκ οἶδε τὴν χρῆσιν. περὶ πάθου ς. εἰς δὲ ε ἑστηκώς ἑστηώς ἑστεώς «ἑστεότα χ’ αὑτοῦ» διὰ τοῦ ε · τεθνηκώς τεθνηώς τεθνεώς. St. B. 446, 5: Μεσημβρία πόλις Ποντική· ἐκλήθη ἀπὸ Μέλσου. βρία γὰρ τὴν πόλιν φασὶ Θρᾷκες· ὡς οὖν Σηλυμβρία ἡ τοῦ Σήλυος πόλις, Πολτυμβρία ἡ Πόλτυος πόλις, οὕτω Μελσημβρία ἡ Μέλσου πόλις καὶ διὰ τὸ εὐφωνότερον λέγεται Μεσημβρία. St. B. 19, 7: Ἀγνοῦς: ὁ δημότης Ἀγνούσιος ὡς Ῥαμνούσιος· ἀπὸ τῆς γενικῆς προσόδῳ τοῦ ι τοῦ τ οὐ φυλασσομένου ὡς ἐν τῷ Σελινούντιος, Ὀπούντιος, Ἱεριχούντιος, τρεπομένου δὲ εἰς ς καὶ τοῦ πρὸ αὐτοῦ ν ὑφαιρουμένου, Ἁλιμούσιος, Φηγούσιος. διακρίνεται ἡ τροπὴ τῷ ἀδιαιρέτῳ τοῦ πρωτοτύπου, ὅπερ Ἀττικοὶ φιλοῦσι· παρ’ αὐτοῖς γὰρ οὐ λέγεται Ἀγνόεις ἢ Φηγόεις ἢ Μυρρινόεις, ὅθεν οὐδὲ διὰ τοῦ τ λέγεται Σιμούντιος, ἀλλὰ διὰ τοῦ ς μετὰ τῆς ὑφέσεως τοῦ ν · τὸ δὲ Σιμοῦς Σιμόεις διαιρεῖται καὶ Ὀποῦς Ὀπόεις. τάχα δὲ καὶ τὰ δοκοῦντα διαιρεῖσθαι κυριώτερα καθέστηκεν, ὅθεν μετὰ τοῦ τ λέγεται Σιμούντιος· οὐ γὰρ Ἀττικὰ ταῦτα. St. B. 83, 17: Ἀμάρυνθος νῆσος Εὐβοίας· τὸ ἐθνικὸν Ἀμαρύνθιος καὶ Ἀμαρύσιος ὡς Τρικορύσιος· οὕτω γὰρ Παυσανίας ἐν πρώτῃ (31, 5). ἀναλογώτερον δέ μοι δοκεῖ τὸ διὰ τοῦ θ . E. M. 684, 56, E. Gud. 477, 16: πόσθη τὸ αἰδοῖον ὁ Ἡρωδιανὸς πρόσθη περὶ παθῶν παρὰ τὸ προκεῖσθαι καὶ προτεθεῖσθαι.
3,2 298 (2) E. Or. 101, 25, E. M. 481, 46, Zonar. 1349: μέτρο ν : ὁ Ἡρωδιανὸς λέγει· ὡς ἀπὸ τοῦ φέρω γίνεται φέρτρον, οὕτω καὶ ἀπὸ τοῦ μείρω τὸ μερίζω καὶ ἀριθμῶ γίνεται μέρτρον καὶ ἀποβολῇ τοῦ ρ μέτρον· καὶ ἀπὸ τοῦ δείρω δέρτρον. Ep. Cr. I 174, 21: ἐν τῷ ἔσσευα ἐνδεῖ τὸ ς · πολλάκις δὲ ἐπὶ ταύτης τῆς διφθόγγου ἐνδεῖ τὸ ς «ἀλευάμενοι νίφα λευκήν» (Hes. Op. 533), χεῦαν ἀντὶ τοῦ χεῦσαν· γέγονε δὲ ἀναδιπλασιασμὸς τοῦ ἑνὸς ς ὡς ἐν τῷ «ὁ δ’ ἄρ’ ἔθορε μέσσος»· τὸ δὲ παρακείμενον ῥῆμα δύο πάθη ἀναδέδεκται περὶ τὸ αὐτὸ στοιχεῖον· ὅτε γὰρ ἔνδεια γέγονε τοῦ ς , καὶ ἀναδιπλασιασμὸς ὁμοίως τούτου, ἔσευσα ἔσσευα. Choer. Dict. 673, 9: τὸ κάθῃ καὶ μέμνῃ καὶ δύνῃ ἀποβολὴν πεπόνθασι Ἰωνικῶς καὶ συστολὴν τῆς παραληγούσης ὁμοίως Ἰωνικῶς καὶ κρᾶσιν τῶν φωνηέντων Ἀττικῶς οἷον μέμνημαι μέμνηται μέμνησαι καὶ κατὰ ἀποβολὴν τοῦ ς Ἰωνικῶς γίνεται μέμνηαι καὶ κατὰ συστολὴν τῆς παραληγούσης πάλιν Ἰωνικῶς μέμνεαι· καὶ γὰρ οἱ Ἴωνες εἰώθασι πολλάκις ἀποβάλλειν τὸ σύμφωνον τοῦ δευτέρου προσώπου ὡς ἐν τῷ ἐπίσταμαι ἐπίσταται ἐπίστασαι καὶ ἐπίστααι καὶ τὴν παραλήγουσαν πάντως συστέλλουσιν ἢ τρέπουσιν εἰς ε οἷον ἐπίστεαι, χωρὶς εἰ μὴ τὸ δεύτερον πρόσωπον εἰς ο λήγει, τότε γὰρ οὐ συστέλλεται ἡ παραλήγουσα εἰς ε , ἀλλὰ φυλάττεται οἷον ἐφάμην ἔφατο ἔφασο καὶ ἔφαο, ἐξ οὗ καὶ
3,2 299 τὸ προστακτικὸν φάο «ἔπος φάο μήδ’ ἐπίκευθε» (π 168). ἔστιν οὖν μέμνημαι μέμνηται μέμνησαι καὶ κατὰ ἀποβολὴν τοῦ ς μέμνηαι καὶ κατὰ συστολὴν τῆς παραληγούσης μέμνεαι καὶ κατὰ κρᾶσιν Ἀττικὴν τοῦ ε καὶ α εἰς η μέμνῃ ὥσπερ βέλεα βέλη καὶ μένει τὸ ι προσγεγραμμένον· καὶ πάλιν ἐστὶ δύναμαι δύναται δύνασαι καὶ κατὰ ἀποβολὴν τοῦ ς δύνααι καὶ κατὰ συστολὴν τῆς παραληγούσης ἢ τροπῇ τοῦ α εἰς ε δύνεαι καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ αι εἰς ῃ δύνῃ καὶ μένει τὸ ι προσγεγραμμένον· καὶ πάλιν ἐστὶ κάθημαι κάθηται κάθησαι καὶ κατὰ ἀποβολὴν τοῦ ς κάθηαι καὶ κατὰ συστολὴν τῆς παραληγούσης κάθεαι καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ αι εἰς ῃ κάθῃ καὶ μένει τὸ ι προσγεγραμμένον. E. M. 483, 39: κάθο υ : ὁ Ἡρωδιανὸς ἀπὸ τοῦ κάθησο ἀποβολῇ τοῦ ς καὶ τροπῇ. E. M. 316, 25: ἐδήδατα ι : εἰ μὲν διὰ τοῦ α , ὡς Ἀρίσταρχος καὶ ἄλλοι, ἐστὶ πληθυντικὸν οἷον «ὅσσα τοι ἐκπέποται καὶ ἐδήδαται» (χ 56)· εἰ δὲ διὰ τοῦ ε , ἐστὶν ἑνικόν. ἀπὸ γὰρ τοῦ ἐδῶ ὁ παρακείμενος ἤδεκα, διπλασιασμῷ ἐδήδεκα, ὁ παθητικὸς ἐδήδεσμαι, τὸ τρίτον ἐδήδεσται καὶ ἀποβολῇ ἐδήδεται καὶ Ἰωνικῶς ἐδήδαται. Ἡρωδιανό ς. φύλλων κεκλαμένων· εἰ μὲν οὕτως, ἀντὶ τοῦ κεκλασμένων, ὥστε πρὸς ἀντίθεσιν εἶναι πρός τι, ἐνδεία τοῦ ς . εἰσὶ δέ τινες εἰρηκότες κεκλιμένων. περὶ παθῶν. E. M. 500, 27.
3,2 300 (2) Ep. Cr. I 227, 27: τὸ κόμη ἐκ τοῦ κόσμος· ὥσπερ γὰρ κόσμον ὁ δημιουργὸς ἐνέθηκε τῷ ἀνθρώπῳ τὰς τρίχας. E. M. 477, 18, Choer. Epim. in Psalm. 162, 13: ποταμό ς : παρὰ τὸ ποτάζω ποτάσω ποτασμός ποταμός. οὕτως Ἡρωδιανό ς. E. M. 714, 34: σῖτο ς : λέγει ὁ τεχνικό ς, ὅτι ὥσπερ παρὰ τὸ ἐργάζομαι γίνεται ἐργαστής καὶ ἀποβολῇ τοῦ ς ἐργάτης βαρυνόμενον καὶ ἀπὸ τοῦ δεσποστής δεσπότης οἰστός οἶτος, οὕτω καὶ παρὰ τὸ σέσεισται σειστός· ἀποβολῇ τοῦ ς καὶ ε σῖτος. E. M. 258, 7: δεσπότη ς : παρὰ τὸ δεσπόζω δεσπόσω δεδέσποκα δεδέσποσμαι τὸ τρίτον δεδέσποσται· δεσποστής ἐξ αὐτοῦ καὶ τῇ ἐλλείψει τοῦ ς ἀνεβιβάσθη ὁ τόνος. περικτίται· ὥς φησιν Ἡρωδιανός, σημαίνει τοὺς κρίστας, ἔλλειψις οὖν τοῦ ς . ἡ δὲ χρῆσις παρ’ Ἀπολλωνίῳ· «τὸν δ’ ἀμφὶ περικτίται ἠγερέθοντο». E. Or. 29, 1: ἀγαθό ς : παρὰ τὸ ἀγῶ τὸ θαυμάζω, οὗ παραγωγὸν ἄγημι, ὅθεν ἄγαμαι παθητικόν· παρὰ δὲ τὸ ἀγῶ ἀγάζω γίνεται, ὡς σκεδῶ σκεδάζω· ἀφ’ οὗ ὄνομα ῥηματικὸν ἀγαστός καὶ ἀποβολῇ τοῦ ς καὶ τροπῇ τοῦ τ εἰς θ ἀγαθός ὡς ἐπὶ τοῦ κρεμῶ κρεμάστρα κρεμάθρα. οὕτως Ἡρωδιανό ς. ὁ δὲ Φιλόξενός φησι σύνθετον αὐτὸ παρὰ τὸ ἄγαν θεῖος καὶ συνθέσει καὶ συγκοπῇ ἀγαθός· ὅθεν οὐ λέγεται ἀγαθώτερος, ἵνα μὴ ὦσιν δύο ἐπιτάσεις, ἀπὸ τοῦ ἄγαν καὶ τῆς συγκριτικῆς παραγωγῆς. Epim. Cr. An. Paris. III 329, 11: θυγάτη ρ : παρὰ τὸ θύειν κατὰ γαστέρα καὶ ὁρμᾶν. λέγεται τὰ θήλεια τάχιον κινεῖσθαι ἐν γαστρὶ ὄντα. οὕτως Ἡρωδιανό ς. E. M. 557, 26; λάτα ξ : παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ στάζω στάξω στάξ καὶ λάταξ ἡ μεγάλη σταγών. Ἡρωδιανό ς.
3,2 301 (2) E. M. 646, 37: πᾶ α : τὸ πᾶ α, ὡς λέγει Ἡρωδιανὸς περὶ παθῶ ν, ἀπὸ τοῦ πᾶσα γίνεται. βουὅα· ἀγέλη. «τετάχαθ’ αἱ βουὅαι» ἀντὶ τοῦ βουσόαι. ἔλλειψις τοῦ ς καὶ πνεῦμα προσῆλθε τὸ δασύ. οὕτως Ἡρωδιανός. E. M. 208, 6. E. M. 678, 44: πο ῖ : παρὰ Ἀργείοις ἀντὶ τοῦ ποτί ἀφαιρέσει τοῦ τ , εἶτα συνόδῳ. περὶ παθῶν. Choer. 268, 1 et 280, 25: τὸ τ πέφυκε ἐλλείπειν ἐν τῇ γενικῇ οἷον τάλαντος τάλανος, μέλαντος μέλανος. ὅτι δὲ τοῦ μέλας μέλαντος ἦν ἡ γενική, δηλοῖ τὸ «μελαντείους δ’ ἐπὶ πέτρας» διὰ τοῦ ντ ἐξενεχθὲν καὶ τὸ «μελάντερον ἠΰτε πίσσα» (Δ 277)· ὅτι δὲ καὶ τοῦ τάλας τάλαντος ἦν ἡ γενική, δηλοῖ ὁ Ἱππῶναξ εἰπὼν «τί τῷ τάλαντι Βουπάλῳ συνῴκησας» καὶ ὁ Ἀντίμαχος δὲ γινώσκει τὴν διὰ τοῦ ντ κλίσιν, ἐν οἷς φησιν «οἱ δὲ τὸν αἰνοτάλαντα κατέστυγον». Choer. 386, 3: ἐπειδὴ τὰ εἰς ας λήγοντα οὐδέτερα πεφύκασι πολλάκις γενέσθαι καὶ εἰς ος οἷον δέρας δέρος, κῶας κῶος, γῆρας γῆρος, τὰ δὲ εἰς ος οὐδέτερα διὰ καθαροῦ τοῦ ος κλίνονται οἷον βέλος βέλεος, τεῖχος τείχεος, εἰκότως καὶ ταῦτα τὰ εἰς ας οὐδέτερα ἔσχον ἀφορμήν, ὡς γινόμενα καὶ εἰς ος , τοῦ ἔχειν διὰ καθαροῦ τοῦ ος τὴν γενικὴν καὶ τούτου χάριν ἀποβάλλουσι τὸ τ οἱ Ἴωνες οἷον κρέατος κρέαος, γήρατος γήραος, κέρατος κέραος. E. M. 593, 34: μυελός παρὰ τὸ ἐν τῷ μυχῷ εἰλεῖσθαι, μυχελός τις ὤν.
3,2 302 (2) E. M. 620, 36: « ὄκκα δὲ γυνὰ εἴην»· παρ’ Ἀλκμᾶνι (fr. 90 Bergk). τὸ ὅτε ὄκα λέγει ἡ διάλεκτος, εἶτα διπλασιάσασα ὄκκα. περὶ παθῶ ν . E. M. 582, 43: μέλλιχο ς : κακῶς λέγουσιν οἱ λέγοντες μέλλιχος γίνεσθαι παρὰ τὸ μείλιχος ὡς κείρω κέρρω, ὡς λέγει ὁ Ἡρωδιανό ς, ὅτι οὐδέποτε οἱ Αἰολεῖς ἐπὶ τοῦ πλεονασμοῦ τοῦ ι ἀναδιπλασιάζουσι τὰ σύμφωνα οἷον τὸ κενή γίνεται κεινή καὶ οὐ γίνεται παρ’ αὐτοῦ κέννη· τὸ γὰρ ξέννος οὐκ ἀπὸ τοῦ ξεῖνος, ἀλλ’ ἀπὸ τοῦ ξένος ἐστίν· ἐπὶ γὰρ τῶν βραχειῶν συλλαβῶν ποιοῦσιν τοῦ συμφώνου ἀναδιπλασιασμὸν οἷον θεράπων θερράπων, ἔνη ἔννη, ἔστι καὶ ὄνομα πόλεως. E. M. 344, 1: ἔνν η : ἔστι νῶ, σημαίνει τὸ νήθω· ὁ παρατατικὸς καὶ ἐπὶ πρώτης συζυγίας καὶ ἐπὶ δευτέρας. εἰ γάρ ἐστι νώμενος ὡς κλώμενος, δηλονότι ἐστὶ δευτέρας· τοῦ νῶ παρατατικὸς ἔνων ἔνης ἔνη καὶ πλεονασμῷ τοῦ ν ἔννη. οὕτως Ἡρωδιανό ς. E. M. 659, 48: Πελοπόννησο ς : δύναται καὶ τοῦτο πλεονασμῷ ἔχειν τὸ ν . παρὰ γὰρ τὴν Πέλοπος γενικήν· ὡσαύτως καὶ τὸ Προκόννησος ἀπὸ τοῦ Προκόνησος. περὶ παθῶ ν. E. M. 579, 25: Μεννέα ς : ὡς παρὰ τὸ θράσος Θρασέας καὶ θάλος Θαλέας, οὕτω καὶ παρὰ τὸ μένος Μενέας καὶ πλεονασμῷ τοῦ ν Μεννέας. E. M. 135, 40: ἀργεννό ς : ὁ λευκός· παρὰ τὸ ἀργός γίνεται ἀργεινός ὡς ἐρατός ἐρατεινός καὶ ἀργεννός ἐνδείᾳ μὲν τοῦ ι , πλεονασμῷ δὲ τοῦ ν .
3,2 303 (2) Choer. Orth. 233, 9: κτείν ω : οἱ Αἰολεῖς κτέννω λέγουσιν ἀποβάλλοντες τὸ ι καὶ διπλασιάζοντες τὸ σύμφωνον ὡς κείρω κέρρω. Choer. Orth. 259, 7: σίνοντα ι : διὰ τοῦ ι · οἱ γὰρ Αἰολεῖς σίννονται λέγουσι καὶ οὐχὶ σέννονται. Choer. Orth. 209, 12: εἷμα: ἕμμα φασὶν οἱ Αἰολεῖς ἀποβάλλοντες τὸ ι καὶ διπλασιάζοντες τὸ σύμφωνον ὥσπερ κείρω κέρρω καὶ φθείρω φθέρρω. E. M. 665, 40: Πέρραμο ς : Πρίαμος Αἰολικῶς· πότε δύο ρρ καὶ πότε ἕν; καὶ ἔστιν εἰπεῖν, ὅτι, ἐὰν σύμφωνον ἐπιφέρηται ἓν οἷον τρίτος τέρτος, οὐκέτι δύο ρρ · οὐ γὰρ ἠδύνατο δύο ρρ · καί γε ἐὰν μὲν ᾖ καθαρόν, δύο· ἐὰν δὲ σύμφωνον, ἕν, οἷον κοπρία κόπερρα ὑπερθέσει, Πρίαμος Πέρραμος. περὶ παθῶν. E. M. 587, 12: μέτερρ α· τοῦτο τὸ πάθος τῆς Αἰολικῆς ἐστι διαλέκτου οἷον «αἰτιάο (?) τὰ μέτερρα». ὁ γὰρ μέτριος μέτερρος παρ’ αὐτοῖς εἴρηται. Ep. Cr. I 45, 13: ἀλλότερο ς : ἐπὶ τούτου οὐκ ἔστι παραγωγή, ἀλλ’ ὑπέρθεσις Αἰολίδος διαλέκτου, ἣ τὸν Πρίαμον Πέρραμον λέγει καὶ τὴν κοπρίαν κόπερραν· ἀλλότριος οὖν ἦν καὶ καθ’ ὑπέρθεσιν γέγονεν ἀλλότερος. E. M. 262, 53, Choer. Orth. 194, 10: ἐκ τοῦ δέρω δέρη καὶ πλεονασμῷ τοῦ ι δειρή· οἱ μέντοι Αἰολεῖς δέρρα λέγουσι καὶ κατὰ μετασχηματισμὸν δέρρις. St. B. 210, 18: οἱ Περραιβοὶ Αἰολεῖς ὄντες ἐδίπλουν τὰ σύμ‐
3,2 304 φωνα Περραιβοὺς ἑαυτοὺς καλοῦντες καὶ πόλιν Γόννον διὰ δύο νν τὴν πόλιν. γόννα γὰρ οἱ Αἰολεῖς τὰ γόνατα. E. M. 381, 22 (Ep. Cr. I 137, 6): ἔσσετα ι : τετραχῶς προφέρεται· ἔσεται δι’ ἑνὸς ς κοινῶς, ἔσσεται διὰ δύο σς ποιητικῶς· οἱ γὰρ Σικελοὶ τὰ ἐπὶ μελλόντων ῥήματα, προηγουμένων βραχέων φωνηέντων, διπλασιάζουσι τὸ ς , τελέσσω λέγοντες· ὁμοίως καὶ τὸ ἔσω ἔσσω. ἐκ τοῦ ἔσεται γίνεται συγκοπῇ ἔσται. λέγεται καὶ ἐσσεῖται Δωρικῶς Ἰλιάδος Β (393) «οὔ οἱ ἄρκιον ἐσσεῖται φυγέειν κύνας». τοῦ δὲ ἐσσεῖται ὁ κανών· ἐπὶ τῶν μέσων μελλόντων οἱ Δωριεῖς παρεντιθέντες τὸ ι προπερισπωμένως προφέρουσιν οἷον πλευσεῖται, ῥευσεῖται, ἐσσεῖται. Choer. Dict. 608, 12: ὁ πρῶτος ἀόριστος ἢ φύσει μακρᾷ θέλει παραλήγεσθαι οἷον ἐποίησα ἐστεφάνωσα, ἐδάνεισα, ἢ θέσει μακρᾷ οἷον ἔνυξα, ἔπλιξα, ἔγραψα, ἔκοψα ἢ καὶ φύσει καὶ θέσει μακρᾷ οἷον ἤλειψα ἤμειψα, ὅθεν ἀναλογώτεροί εἰσιν οἱ ποιηταὶ ἐπὶ τῶν ἐχόντων ἓν ς καὶ βραχὺ παραληγομένων ἀναδιπλασιάζοντες τὸ ς οἷον ἐτέλεσα ἐτέλεσσα, ἐσύρισα ἐσύρισσα, ἐγέλασα ἐγέλασσα, ἵνα εὑρεθῇ μακρὰ ἡ παραλήγουσα. Ep. Cr. I 218, 18: κονίῃσ ι : ἡ διὰ τοῦ σι ἐπέκτασις εἰ μὲν ἔχει δύο σς , ἓν τὸ φωνῆεν θήρεσσι, κύνεσσι, εἰ δὲ δύο φωνήεντα, ἓν τὸ ς
3,2 305 ἀνθρώποισιν Ἀχαιοῖσιν καὶ «ἐϋξέστῃς ἐλάτῃσι» (Η 5) καὶ κονίῃσι «κὰδ δ’ ἔπες’ ἐν κονίῃσι μακών» (Π 469). ἔρρωται ὁ κανών χωρὶς εἰ μὴ μέτρον βιάσαιτο ὡς ἐν τῷ «παρ’ οἴεσιν ἢ παρὰ βουσίν» (ο 386) «αἴγεσιν ἢ ὀΐεσσι» (Κ 486). Ep. Cr. I 323, 27: ὅττ ι : «ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται» (δ 392). τὸ ὅτι πῇ μὲν σύνδεσμος αἰτιολογικός, πῇ δὲ ὄνομα. καὶ τοῦτο διάφορον· ἤτοι γὰρ ἓν μέρος λόγου νοούμενον ἢ ἐν δύο λέξεσι λαμβανόμενον· πῇ μὲν γὰρ ἀκόλουθον τῷ ὅστις, ἐξ οὗ καὶ θηλυκὸν γίνεται ἥτις καὶ οὐδέτερον ὅτι· καὶ ὡς ἐν τῷ ὅστις δύο λέξεις, οὕτω καὶ τὸ ὅτι· ποτὲ δὲ ἓν μέρος λόγου· τοῖς γὰρ πύσμασιν εἴωθεν προσέρχεσθαι ἀναφορικὸν μόριον τὸ ο , ποῖος ὁποῖος, πόσος ὁπόσος. τοῦτον τὸν τρόπον τὸ τίς γίνεται κατὰ ἀναφορὰν ὅτις ἐν μιᾷ λέξει καὶ ἀνεδόθη ὁ τόνος· τὰ γὰρ πύσματα βαρύνεσθαι θέλει ὑπὲρ μίαν συλλαβὴν ὄντα· οὐκ ἀντίκειται τὸ ποδαπός· τὰ γὰρ διὰ τοῦ δαπος ἅπαντα ὀξύνονται, παντοδαπός, τηλεδαπός, ἀλλοδαπός, ἡμεδαπός. ἔνθεν καὶ τὸ ποδαπός ἠκολούθησε τῷ χαρακτῆρι· ἀλλ’ οὐδὲ τὸ ποσαχῶς ἀντίκειται· καὶ γὰρ τὰ διὰ τοῦ αχως ἐπιρρήματα περισπᾶται, ἑξαχῶς, ἑπταχῶς· τούτῳ τῷ λόγῳ καὶ τὸ ποσαχῶς περιεσπάσθη. ἐπεὶ δὲ τὸ ἀναφορικὸν ο φυλάσσεται κατὰ πᾶν γένος, ὁποῖος καὶ ὁποία καὶ ὁποῖον, κεκοινώνηκε τὸ ὅτις καὶ ἐν τῷ θηλυκῷ· τούτου γὰρ τὸ θηλυκὸν ὅτις καὶ τὸ οὐδέτερον ὅτι· τὸ γὰρ τίς φύσει κοινὸν ἀρσενικοῦ καὶ θηλυκοῦ. ἰστέον ὅτι ἐὰν φθάσῃ γενέσθαι ἀναδιπλασιασμὸς τοῦ τ ὅττι, ἐν μιᾷ λέξει ἐστὶ τὸ ὄνομα καὶ οὔτε τῷ συνδέσμῳ συμπίπτει οὔτε τῷ ἑτέρῳ ὀνόματι τῷ ὅτι τῷ ἐν δύο λέξεσι νοουμένῳ. καὶ εἰ μέν ἐστιν ὅτι δι’
3,2 306 ἑνὸς τ , ἀμφιβάλλεται, εἴτε ἓν μέρος λόγου εἴτε δύο· εἰ δὲ ὅττι διὰ δύο ττ , ἐπίκρισίς ἐστι τοῦ ἑνὸς ὀνόματος. ἐπὶ γὰρ τῶν πυσμάτων γίνεται διπλασιασμὸς τοῦ συμφώνου κατὰ ἀναφορὰν γινομένων, πῶς ὅππως, ποῖος ὁπποῖος ὁπποίη «ὁπποίης δ’ ἐπὶ νηὸς ἀφίκετο» (α 171), οὕτως τί καὶ ὅτι καὶ ὅττι· ἓν ἄρα μέρος λόγου. διὰ τί τὰ πυσματικὰ ὑπὲρ μίαν συλλαβὴν ὄντα οἷον πηνίκα, ὅταν ἀναφορικὰ γένηται, τὸν αὐτὸν τόνον φυλάσσει οἷον ὁπηνίκα, τὰ δὲ μονοσύλλαβα ἀναβιβάζει; ἐπειδὴ τὰ μονοσύλλαβα οὐκ εἶχε τὸν τόνον φυσικόν. τὰ γὰρ πύσματα βαρύνεσθαι θέλει, χαρακτῆρος μὴ ἀντικειμένου, ὡς εἴπομεν διὰ τὸ ποδαπός καὶ ποσαχῶς, ποῖος, πόσος, πηνίκα· τὰ δὲ μονοσύλλαβα οὐκ ἠδύνατο βαρύνεσθαι, ἐκώλυε γὰρ ἡ μονοσυλλαβία· ὅταν οὖν προσλάβῃ τὸ ἀναφορικὸν ο καὶ γένηται ὑπὲρ μίαν συλλαβήν, ἀναλαμβάνει τὸν ὀφειλόμενον τόνον καὶ βαρύνεται οἷον ποῦ, ὃ καὶ πῇ λέγεται, καὶ πῶς· ταῦτα οὐ φυσικῶς περιεσπάσθη, ἀλλὰ κατ’ ἀνάγκην. οὐ γὰρ ἠδύνατο βαρύνεσθαι μονοσύλλαβα ὄντα· ἀναγκαίως ἄρα περισπᾶται καὶ δυνάμει διὰ τῆς περισπωμένης βαρύνεται· ἐὰν οὖν προσέλθῃ τὸ ο καὶ σχῇ τὴν ποσότητα τῆς βαρείας, ἀναλαμβάνει καὶ τὴν βαρεῖαν ὅπως· τὸ αὐτὸ καὶ ἐπὶ τοῦ τίς· τοῦτο γὰρ βαρύνεσθαι μὲν οὐ δύναται διὰ τὴν μονοσυλλαβίαν οὐδὲ περισπᾶται διὰ τὴν βραχεῖαν κατάληξιν· ἀναγκαίως ἄρα ὀξύνεται· ὅταν δὲ γένηται μετὰ τοῦ ο , ἀποδίδοται αὐτῷ ἡ βαρεῖα καὶ ἀναδίδοται ὁ τόνος· οὐ μὴν ἐπὶ τοῦ συνδέσμου οὐδ’ ἐπὶ τοῦ ἑτέρου ὀνόματος. ὁ γὰρ κανὼν ἐπὶ τῶν ἐχόντων ἀναφορικὸν τὸ ο μόριον. Τινὲς δὲ ψιλοῦσι τὸ ὅττι καὶ τὰ λοιπά, Αἰολικὸν ἀναδιπλασιασμὸν οἰόμενοι εἶναι· διὰ τοῦτο δὲ καὶ ἀναπέμπουσι τοὺς τόνους. ἀλλ’ οὐκ ἔστιν ὁ διπλασιασμὸς ἐπὶ τούτων Αἰολικός, ἀλλ’ ἴδιος αὐτῶν τῶν ἀναφορικῶν. εἴπωμεν οὖν, ποίων συμφώνων γίνονται παρ’ ἡμῖν διπλασιασμοὶ καὶ τίνων παρ’ Αἰολεῦσι· παρ’ ἡμῖν τοίνυν τῶν ψιλῶν ἀναδιπλασιασμοὶ γίνονται, τοῦ π ἐν τῷ πάππος, ἵππος, τοῦ τ ἐν τῷ κόττος, τοῦ κ ἐν τῷ μικκός· ἐπὶ δὲ τῶν ἀμεταβόλων Ὕλλος, κομμός, θύννος, ὄρρος, πυρρός καὶ τοῦ ς κισσός καὶ τοῦ γ φθόγγος. εἴ που δὲ ποιητικῶς καὶ διὰ τοῦ δ ἄδδην. παρ’ Αἰολεῦσι δὲ τῶν ἀμεταβόλων γίνεται, ἀγείρω ἀγέρρω, ἐγείνατο ἐγέννατο, στειλάμεναι στελλάμεναι, εἷμα ἕμμα καὶ τοῦ ς τοσοῦτον τοσσοῦτον. ἄλλου δὲ συμφώνου παρ’ αὐτοῖς οὐ γίνεται, ἔνθεν σημειούμεθα τὸ «πεφύγγων». οὐ γὰρ εἰώθασιν αὐτοὶ τὸ γ διπλασιάζειν· ἐὰν οὖν ἕτερον διπλασιασμὸν παρ’ αὐτοῖς εὕρῃς, τῷ κοινῷ ἐχρήσαντο καὶ οὐκ ἰδίως ἐποίησαν. εἰ οὖν παρακολουθεῖ τοῖς ἀναφορικοῖς τὸ διπλασιάζεσθαι, κοινὸν καὶ οὐ τῆς διαλέκτου
3,2 307 ἐστίν, οἷον ποῖος ὁπποῖος, πόσος ὁππόσος, ὅσος ὅσσος. κακῶς ἐκεῖνοι ψιλοῦσιν. —οὐ σύνδεσμος οὖν τὸ ὅττι ἐνταῦθα οὐδὲ ὄνομα ἐν δυσὶ λέξεσιν, ἀλλ’ ἐν μιᾷ. ὁ γὰρ διπλασιασμὸς ἀναφορικὸν τοῦτο ἐξηγεῖται, τὸ δὲ ἀναφορικὸν τὸ ἓν ὄνομα δεικνύει ὡς τὸ ὁποῖος. ἄλλοι δὲ ἐπὶ τῶν προκειμένων ἡγοῦνται τὸ ο ἄρθρον εἶναι· κωλύει δὲ καὶ τὸ τοῦ σημαινομένου καὶ τὸ τῆς φωνῆς· εἰ γὰρ κατὰ παράθεσιν τὸ ο ὡς ἄρθρον κατὰ παράθεσιν, πῶς φυλάσσεται καὶ ἐπὶ τοῦ θηλυκοῦ καὶ οὐδετέρου ὁποῖος ὁποία ὁποῖον· ἐχρῆν γὰρ ἐπὶ τοῦ θηλυκοῦ τὸ η , ἐπὶ τοῦ οὐδετέρου τὸ το · πῶς δὲ καὶ οὐκ ἀνεδόθη ὁ τόνος; τὰ γὰρ εἰς ος περισπώμενα ἀναδίδονται κατὰ σύνθεσιν, δοῦλος σύνδουλος, κοῦρος ἐπίκουρος· εἰ οὖν ποῖος, ὤφειλεν, εἰ ὁ κατὰ σύνθεσιν ἦν, προπαροξύνεσθαι ὅποιος. εἰ δὲ οὐ προπαροξύνεται, οὐ συντέθειται· ἀλλ’ οὐδὲ ἄρθρον ποτὲ μετὰ πύσματος συντάσσεται. ἐναντίον γὰρ ἄρθρον πύσματι· τὸ μὲν γὰρ πύσμα ἀγνοεῖ, τὸ δὲ ἄρθρον ἀναφέρει τὸ προεγνωσμένον. ἔστιν οὖν τὸ ο μόριον προσιὸν τοῖς πύσμασιν. E. M. 729, 38: Στράττι ς : ὥσπερ παρὰ τὸ Βάκχος γίνεται Βάκχις, Κρόνος Κρόνις, δῆμος Δῆμις καὶ Δᾶμις, οὕτω στρατός Στράτις καὶ πλεονασμῷ τοῦ τ Στράττις. St. B. 196, 16: Γαλάτα ι : παρήχθη τὸ Γαλάτης ἐκ τοῦ Γάλλος ὑφέσει τοῦ ἑνὸς λ . Favorin. Ecl. 268, 16: κέλη ς : ὁ Ἡρωδιανὸς καὶ Ὠρίων λέγει ὅτι παρὰ τὸ κέλλειν τὸ τρέχειν εἴρηται κέλης. St. B. 455, 10: Μολοσσί α : ὁ οἰκήτωρ Μολοσσός καὶ Μολοττοί καὶ Μολοτοί δι’ ἑνὸς τ . St. B. 643, 15: Τυρρηνί α : λέγονται καὶ Τυρρηνοί οἱ Ἀδριᾶται ἀπὸ Τυρρηνοῦ. —καὶ Τυρρανός κατὰ Δωρίδα διάλεκτον, ἀφ’ οὗ κατ’ ἀφαίρεσιν καὶ γράμματος πρόσθεσιν τύραννος ἐκλήθη. Ep. Cr. I 425, 3: φόω ς : πλεονασμὸν ἔπαθε τὸ φόως ἢ διαίρε‐
3,2 308 σιν; καὶ τί διαφέρει διαίρεσις πλεονασμοῦ; ὅτι ὁ μὲν πλεονασμὸς τὸν οἰκεῖον τόνον φυλάττει, ὥρων ἑώρων, ἥνδανε ἑήνδανε· τὸ δὲ φόως, ἐπειδὴ τὸν οἰκεῖον τόνον οὐκ ἐφύλαξεν, δηλονότι διαίρεσιν ἔπαθεν.
3,2 309 (2) St. B. 402, 15: Κῶ ς : λέγεται καὶ Κώως διὰ δύο ωω καὶ Κόως, ἀφ’ οὗ τὸ παρ’ Ὁμήρῳ τοπικὸν «καί μιν ἔπειτα Κόων δ’ εὐναιομένην ἀπένεικας» (Il. Ξ 255). λέγεται καὶ Κόος διὰ δύο οο · ἔοικεν οὖν τὸ πρωτότυπον Κῶς. οὕτως γὰρ ὁ κτίστης. Ep. Cr. I 168, 15: ἑάφθ η : Ἀμμώνιος μὲν οὖν παρὰ τὸ ἐῶ φησὶν ἐάθη καὶ πλεονασμῷ τοῦ φ ἐάφθη ὡς ἐν τῷ σιφλός, σίλλος γάρ, καὶ παρὰ τὸ σύρω συρετός καὶ συρφετός οἱονεὶ ἐκ τῆς σεσυρμένης ὕλης οὐσία, ἀλλὰ τὸ ἐῶ ῥῆμα τὴν ὑπὸ ἐμψύχων ἔφεσιν σημαίνει «οὐκ ἐάσουσιν ἐμοὶ δοῦναι» (φ 223), «οὐδ’ εἴα κλαίειν» (Η 427), «οὐδὲ μὲν οὐδ’ ἔμ’ ἔασκες» (Ι 295)· ἐφίησι γάρ τίς τινι· τὸ δ’ «ἐπ’ αὐτῷ ἀσπὶς ἐάφθη» ὑπό τινος ἀψύχου. Ἀρίσταρχος οὖν ἕπω τι ὑποτίθεται ῥῆμα, ἀφ’ οὗ τὸ ἕπομαι, ὁ παθητικὸς ἀόριστος εἵφθην, τὸ τρίτον εἵφθη καὶ κατὰ διάστασιν ἑάφθη δασέως. ἐπιφέρει οὖν αὐταῖς λέξεσιν οἷον «ἐφέσπετο καὶ ἐπηκολούθησεν». ἔστιν οὖν πρώτης συζυγίας τῶν βαρυτόνων. πῶς δὲ ἡ ει δίφθογγος εἰς τὸ ε καὶ τὸ α διῃρεῖτο; καί φησι Τρύφων ὅτι
3,2 310 καὶ τὸ ταχεῖς ταχέας ἐγένετο, ὅπερ ἀδύνατον· τὸ γὰρ ταχεῖς ἐκ τοῦ ταχέας συνείληπται· τὸ δὲ ε καὶ α ἐκ τοῦ η διαιρεῖται οἷον ἤγη ἐάγη «ἐν καυλῷ δ’ ἐάγη» (Ν 162), ἤλη «Αἰνείας δ’ ἐάλη» (Υ 278), ἧδον ἕαδον, οὕτως οὖν ἥφθη ἑάφθη ὤφειλε. καὶ γὰρ τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα καὶ εἰς τὸ η κινεῖται καὶ εἰς τὴν ει δίφθογγον, ἐλέγχω ἤλεγχον καὶ ἕρπω εἷρπον. εἰ οὖν ἕπω, ὤφειλε τὸ παθητικὸν διὰ τοῦ η ἥφθην καὶ ἐν διαστάσει ἑάφθη· ἀλλ’ οὐ πάντα τὰ ἀπὸ τοῦ η ἀρχόμενα εἰς ε καὶ α διίστανται, ἀλλ’ ὧν τὰ θέματα ἀπὸ τοῦ α ἄρχεται ἢ η , οὐκ ἀπὸ τοῦ ε · ἕπω δὲ τὸ θέμα· ἡ δὲ ει δίφθογγος, ἐὰν διίστηται, ἢ εἰς δύο εε διίσταται οἷον εἶρτο «αὐτὰρ ἠλέκτροισιν ἔερτο» (ο 459), εἶργε «ἐκτὸς ἔεργε Νῆα» (μ 219), ἢ εἰς ε καὶ ι οἷον ἐΐσκω «ἀρνειῷ μιν ἔγωγε ἐΐσκω» (Γ 197). ἐχρῆν ἢ ἑέφθη ἢ ἑΐφθη· ἀλλ’ ἔστι μονῆρες τὸ πάθος καὶ οὐδὲν αὐτῷ ὅμοιον. Choer 561, 17: τὸ ᾔδειν ὑπερσυντέλικος διαλύεται Ἰωνικῶς εἰς ε καὶ α καὶ γίνεται ᾔδεα τοῦ ν ἀποβληθέντος, διότι τὸ α ἀποβλητικόν ἐστι τοῦ ν οἷον ἦν ἔα «ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι» (Ε 887), Ξέρξην Ξέρξεα, Πολυδεύκην Πολυδεύκεα. καὶ τὸ δεύτερον τὸ ᾔδεις καὶ τὸ τρίτον τὸ ᾔδει διαλύεται εἰς δύο εε καὶ γίνεται ᾔδεε· ὤφειλε δὲ καὶ ἐν τῷ πρώτῳ προσώπῳ εἰς δύο εε διαλυθῆναι ἡ ει
3,2 311 δίφθογγος, ἐπειδὴ οἱ Ἴωνες τὴν ει δίφθογγον εἰς δύο εε διαλύουσιν ὡς ἐν τῷ εἴργω ἐέργω, ἀλλὰ διὰ τοῦτο οἱ Ἴωνες ἐν τῷ πρώτῳ προσώπῳ τὴν ει δίφθογγον εἰς εα διαλύουσιν οἷον ᾔδειν ᾔδεα, ἐπειδὴ τὸ ε οὐκ ἔστι χαρακτηριστικὸν τοῦ πρώτου προσώπου τῶν ἑνικῶν, τὸ δὲ α ναὶ οἷον τέτυφα, ἔτυψα· τούτου χάριν ἐν τῷ πρώτῳ προσώπῳ τὴν ει δίφθογγον εἰς τὴν ε καὶ α διαλύουσιν· ἐν δὲ τῷ τρίτῳ εἰς δύο εε , ἐπειδὴ τὸ ε χαρακτηριστικὸν εὑρίσκεται καὶ δευτέρου καὶ τρίτου προσώπου τῶν ἑνικῶν οἷον ἔτυπτες ἔτυπτε, ἔλεγες ἔλεγε. E. Gud. 156, 49, E. M. 307, 36: ἑάω ν : ὁ Ἡρωδιανὸς ἑός ὁ ἀγαθός, ἀφ’ οὗ τὸ θηλυκὸν ἑή, τὸ πληθυντικὸν ἑαί ἑῶν καὶ ἐν διαλύσει ἑάων «θεοὶ δωτῆρες ἑάων» (θ 325) ὡς πυλάων. Ep. Cr. I 399, 3: τε υ : «ὥς τέ τευ ἢ παρὰ πάμπαν ἀνείμονος ἠὲ πενιχροῦ» (Od. γ 348) τὸ τευ ὄνομα νῦν ἀόριστον, τὸ δὲ «τεῦ δμώς εἰς ἀνδρῶν; τεῦ δ’ ὄρχατον» (ω 257) πυσματικόν ἐστι. τὸ μὲν οὖν πρῶτόν ἐστι τοῦ, ὅπερ σύνηθες Ἀττικοῖς, ὃ κατὰ διάλυσιν τέο «τέο μέχρι ὀδυρόμενος» (Ω 128), συναλειφόμενον δὲ γίνεται τεῦ ὡς ἐμοῦ ἐμεῦ, σοῦ σεῦ ἐκ τοῦ ἐμέο καὶ σέο· τὸ τεοῦ τετόλμηκεν Ἀρχίλοχος «τεοῦ χολούμενος» (fr. 93 B) εἰπεῖν ἀντὶ τίνος. ἡ δοτικὴ τέῳ καὶ τὸ ἀόριστον αὐτοῦ ὅτεῳ καὶ ἐπὶ γενικῆς «ὅττεό σε χρή» (α 124). τοῦτο τὸ ὄνομα αἰτιατικὴν καὶ ὀρθὴν οὐκ ἔχει· ὡσαύτως καὶ ἐπὶ τῶν πληθυντικῶν «ὅτεών τε πόλιν καὶ γαῖαν ἱκάνω» (κ 39) καὶ «ὁτέοισιν» (O 491). Choer. 663, 4: οὐδέποτε ὁ μέλλων ὁριστικὸς διαλύεται, ἄρα οὖν γαμέω καὶ τελέω ἐντέλειαί ἐστιν ἐνεστῶτος τοῦ γαμῶ καὶ τελῶ. εἰσὶ δὲ ἐνεστῶτες ἀντὶ μελλόντων· πρόσκειται «ὁριστικόν», ἐπειδὴ τὸ εὐφρα‐
3,2 312 νέειν ἀπαρέμφατον γίνεται κατὰ διάλυσιν «εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν» (Ε 688). Choer. 585, 3: ἤϊ α : εἴω τὸ πορεύομαι· ὁ μέσος παρακείμενος εἶα καὶ κατὰ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς η ᾖα διὰ τοῦ η καὶ κατὰ διάλυσιν τοῦ ι ἤϊα ὡς παρὰ τῷ ποιητῇ «ἤϊα πολλὰ θεοὺς γουνούμενος» (δ 433), οὗ τὸ τρίτον πρόσωπον ἤϊε «ὁ δ’ ἤϊε νυκτὶ ἐοικώς» (Α 47). Ep. Cr. I 182, 19: «ἥ τε ξείνων θέμις ἐστίν» (ι 268)· τοῦτο ἐν πλεονασμῷ τοῦ υ ἠΰτε ἀναγκαίως τοῦ η ψιλωθέντος· τὸ γὰρ υ πλεονάζον ψιλοῖ τὰ πρὸ ἑαυτοῦ φωνήεντα· καὶ πῶς δεῖ ἀναγινώσκειν ηὖτε ἢ ἠΰτε; ἐν διαστάσει δεῖ ἀναγινώσκειν, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι οὐκ ἔστιν ἐπινοῆσαι τὸ η καὶ τὸ υ ἐν μιᾷ συλλαβῇ χωρὶς εἰ μὴ ἐν κλίσει ῥηματικῇ ὡς τὸ αὐδῶ ηὔδων καὶ αὐχῶ ηὔχουν. ἀναγκαία ἄρα ἡ διάστασις τοῦ ἠΰτε ὁμοίως τῷ γρηΰς καὶ νηΰς. Choer. 332: λέγει ὁ Ἡρωδιανὸς ὅτι οὐδέποτε εὑρίσκομεν ἐν χρήσει ταύτην τὴν δοτικὴν διάστασιν ἔχουσαν τοῦ ο καὶ ι · οὐδὲ γὰρ
3,2 313 εὑρίσκεται ἐν χρήσει ἡ τρισύλλαβος δοτικὴ ἐπὶ τούτων, φημὶ δὲ ἡ Λητόϊ καὶ Σαπφόϊ, ἀλλ’ ἡ δισύλλαβος οἷον ἡ Λητοῖ καὶ Σαπφοῖ. Ep. Cr. I 347, 17: οἱ Ἴωνες καὶ οἱ ποιηταὶ τὰς εἰς ου ληγούσας γενικὰς ἀπὸ τῶν εἰς ης εὐθειῶν γινομένας διὰ τοῦ εω προφέρουσιν οἷον Ξέρξης Ξέρξου Ξέρξεω, Ἀτρείδης Ἀτρείδου Ἀτρείδεω ἐναντίως τοῖς Βοιωτοῖς καὶ Αἰολεῦσιν· ἐκεῖνοι γὰρ διὰ τοῦ αο ποιοῦσι· τὸ α ἐκ‐
3,2 314 τεινόμενον· πᾶσα γὰρ γενικὴ ὀνόματος εἰς φωνῆεν λήγουσα καὶ περιττοσυλλαβοῦσα τῆς ἰδίας εὐθείας ἢ ἐκτείνει τὴν παραλήγουσαν καὶ συστέλλει τὴν λήγουσαν οἷον καλός καλοῦ καλοῖο, σοφός σοφοῦ σοφοῖο. ἢ ἐκτείνει τὴν λήγουσαν καὶ συστέλλει τὴν παραλήγουσαν οἷον Ἀτρείδεω, Πριαμίδεω, Πηληϊάδεω. Choer. Dict. 389, 10: τὸ κρέα ἀπὸ τοῦ κρέαα γέγονε κατὰ κρᾶσιν τῶν δύο αα εἰς ἓν α μακρὸν ὥσπερ Ναυσικάα Ναυσικᾶ. τὸ γὰρ «κρέα λυγκὸς ἔταμνε» (Callimach. Dian. 88) ἀπὸ τοῦ κρέατα γέγονε κατὰ ἀποκοπὴν τῆς τα συλλαβῆς, συνεσταλμένον γὰρ ἔχει τὸ α . Choer. Dict. 408, 16: λᾶο ς : ἀπὸ τρισυλλάβου γενικῆς λάαος ἐγένετο λᾶος, κράσεως παρακολουθησάσης τῶν δύο αα εἰς ἓν α , μακρὸν δηλονότι, διὸ καὶ προπερισπᾶται οἷον «λᾶος ὑπὸ ῥιπῆς» (Μ 462). E. M. 24, 48: Ἀθηνᾶ: Ἀθήνη Ἀθηναία ὡς δίκη δικαία. καὶ ὥσπερ Ναυσικάα κατὰ κρᾶσιν τῶν δύο αα εἰς α μακρὸν γίνεται Ναυσικᾶ, οὕτω καὶ ἀπὸ τοῦ Ἀθηναία ἀποβολῇ τοῦ ι γίνεται Ἀθηνάα καὶ κράσει τῶν δύο αα εἰς α μακρὸν Ἀθηνᾶ καὶ περισπᾶται. E. M. 163, 43: ἔστιν ἀάτη καὶ κατὰ κρᾶσιν γίνεται ἄτη.
3,2 315 (2) Choer. 529, 22: ἔστιν ἐβόαον καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς τὸ ω γίνεται ἐβόων ὥσπερ ἐλούσαο ἐλούσω, τούτου τὸ δεύτερον πρόσωπόν ἐστιν ἐβόαες καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς α μακρὸν γίνεται ἐβόας ὡς τὰ ἐμά τἀμά. 530, 11: πάλιν ἐστὶν ἔζαον καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς ω γίνεται ἔζων, εἶτα τὸ δεύτερον πρόσωπόν ἐστιν ἔζαες καὶ κατὰ κρᾶσιν Δωρικὴν τοῦ α καὶ ε εἰς η γίνεται ἔζης. τὸ γὰρ α καὶ ε εἰς η κιρνῶσιν οἱ Δωριεῖς οἷον τὰ ἐμά τἠμά. οὕτω καὶ τὸν ἐνεστῶτα λέγομεν, ὅτι Δωρικὴν κρᾶσιν πεπονθὼς γίνεται ζῇς διὰ τοῦ η καὶ ι ὥσπερ πεινῇς διψῇς. Ep. I 191, 19: τοῦ ηὔδα τὸ δυϊκὸν ηὐδάτην· πῶς οὖν «προσαυδήτην» (Λ 136); ὡσαύτως ἐφοίτων ἐφοιτάτην, ἀλλὰ «πάντοσε φοιτή‐
3,2 316 την» (Μ 266), ἐσυλᾶτον ἐσυλάτην «τεύχεα συλήτην» (Ν 202). καὶ οἱ Ἀττικοὶ διὰ τοῦ α χρῶνται «φοιτάτην ποτ’ εἰς διδασκάλου» καὶ πάλιν «τὼ δ’ οὐκ ἐβοάτην» ἔσπων ἔσπας «ἐσπάτην γνάθον εὔχρηστον». φαμὲν οὖν, ὅτι μικτῇ γίνεται διαλέκτῳ. Δωριεῖς γὰρ τὸ ἐφοίτα ἐφοίτη λέγουσι καὶ τὸ ἐσύλα ἐσύλη καὶ τὸ ηὔδα ηὔδη· ὁ γοῦν Στησίχορός φησι «ποταύδη», ὃ λέγει ὁ ποιητὴς «προσηύδα». τὸ μὲν οὖν ὅλον Δώριον φοιτήταν, γέγονε δὲ φοιτήτην μικτόν· τὸ αὐτὸ καὶ ἐπὶ τοῦ «τεύχεα συλήτην» (Ν 202) καὶ «προσαυδήτην». Choer. 388, 14: ἰστέον ὅτι τῷ κρέατι κοινῶς κατὰ ἀποβολὴν τοῦ τ Ἰωνικῶς γίνεται τῷ κρέαϊ καὶ κατὰ συναίρεσιν τοῦ α καὶ ι εἰς τὴν ᾳ δίφθογγον γίνεται τῷ κρέᾳ Ἀττικῶς. ἰστέον δὲ ὅτι ἅμα συναίρεσις ἐγένετο, ἅμα καὶ ἔκτασις διὸ καὶ τὸ ι ἀνεκφώνητόν ἐστι· τὸ γὰρ ι , ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ συλλαβῇ, ἀνεκφώνητον εὑρίσκεται οἷον τῷ Χρύσῃ τῷ σοφῷ, τῇ Μηδείᾳ. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ὥσπερ ἐπὶ τοῦ κέραϊ καὶ γήραϊ γίνεται κατὰ συναίρεσιν τοῦ α καὶ ι εἰς τὴν ᾳ δίφθογγον κρέᾳ καὶ γήρᾳ, μὴ τὸν αὐτὸν τρόπον ἐπὶ τοῦ ναΐ καὶ γραΐ γίνεται κατὰ συναίρεσιν νᾷ καὶ γρᾷ. ἔστιν οὖν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἀνεκφώνητον λήγουσα τὴν γενικὴν ἔχει ἰσοσύλλαβον τῇ εὐθείᾳ οἷον τῷ κοχλίᾳ ὁ κοχλίας τοῦ κοχλίου, τῷ σοφῷ ὁ σοφός τοῦ σοφοῦ, τῇ μνᾷ ἡ μνᾶ τῆς μνᾶς, τῷ γήρᾳ τὸ γῆρας τοῦ γήρως, τῷ κρέᾳ τὸ κρέας τοῦ κρέως· τὸ γὰρ κρέαος καὶ γήραος πρὸς τὸ κρέαϊ καὶ γήραϊ ἐστίν. εἰ οὖν ἐγένοντο ταῦτα κατὰ συναίρεσιν, ἤμελλον ἔχειν τὸ ι ἀνεκφώνητον, ὅπερ ἐστὶν ἄτοπον· οὐδὲ γὰρ ἔχουσιν ἰσοσύλλαβον τὴν γενικὴν τῇ εὐθείᾳ ὡς ναῦς ναός, γραῦς γραός. τούτου οὖν χάριν οὐ
3,2 317 συναιροῦνται ταῦτα κατὰ τὴν δοτικήν, ἵνα μὴ εἰς ι ἀνεκφώνητον λήγωσιν κατὰ τὴν δοτικὴν καὶ ἔχοντα τὴν γενικὴν περιττοσύλλαβον τῆς εὐθείας. Choer. 92, 5: ἡ γενικὴ λάαος τρισυλλάβως μετάγεται εἰς εὐθεῖαν καὶ γίνεται ὁ Λάαος ὥσπερ ὁ Καππάδοξ τοῦ Καππάδοκος ὁ Καππάδοκος καὶ λοιπὸν κατὰ κρᾶσιν Δωρικὴν τοῦ α καὶ ο εἰς α μακρὸν γίνεται Λάας ὥσπερ Πτερέλαος Πτερέλας καὶ Μενέλαος Μενέλας, ὡς παρ’ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ (486) «τοῦ στρατηλάτα—Μενέλα». E. M. 598, 23: ὥσπερ ἀπὸ τοῦ ταναόποδος γίνεται ταναύποδος κράσει τοῦ αο εἰς τὴν αυ , σημαίνει δὲ σύροντα τὸν πόδα, οὕτως ἀπὸ τοῦ ναῦς ναός γίνεται ναόφι καὶ κατὰ κρᾶσιν «ναῦφιν ἀμυνόμενοι» (Ν 700) ἀντὶ τοῦ ἐκ τῶν νεῶν ἀποσοβοῦντες. Choer. 386, 9: ἐπὶ γενικῆς τῶν εἰς ας οὐδετέρων ἀποβάλλουσι τὸ τ οἱ Ἴωνες οἷον κρέατος κρέαος, γήρατος γήραος, κέρατος κέραος καὶ λοιπὸν οἱ Ἀττικοὶ συναιροῦσι τὸ α καὶ ο εἰς ω καὶ λέγουσι τοῦ κρέως, τοῦ γήρως καὶ κρέως. Choer. 882, 34: τὸ ἐκρέμασο γίνεται κατὰ ἀποβολὴν τοῦ ς Ἰωνικῶς ἐκρέμαο καὶ κατὰ κρᾶσιν Ἀττικὴν τοῦ αο εἰς ω ἐκρέμω «ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν» (Ο 18). μηδεὶς δὲ οἰέσθω
3,2 318 τὸ ἐκρέμω ὡς ἀπὸ τοῦ εἰς ω εἶναι ὡς ἀπὸ τοῦ κρεμῶ κρεμᾷς, ἐπειδὴ κρεμῶμαι καὶ ἐκρεμώμην ἤμελλεν εἶναι τὸ παθητικὸν ὥσπερ βοῶμαι ἐβοώμην· νῦν δὲ κρέμαμαι καὶ ἐκρεμάμην ἐστὶν ὥσπερ ἵσταμαι ἱστάμην· ἄλλως τε εἰ ἦν ἀπὸ τῶν εἰς ω , ἐκρεμῶ ἤμελλεν εἶναι περισπωμένως ὥσπερ ἐβοῶ, νῦν δὲ ἐκρέμω ἐστὶ παροξυτόνως. Choer. 253, 19: τὸ ζώς ἀπὸ συναιρέσεως ἐγένετο· ἀπὸ γὰρ τοῦ ζωός τοῦ ζωοῦ ἐγένετο καὶ κατὰ κρᾶσιν ὁ ζώς τοῦ ζῶ τῆς βαρείας καὶ ὀξείας εἰς ὀξεῖαν συναιρεθεισῶν ὥσπερ ἐπὶ τοῦ ἑσταώς ἑστώς, βεβαώς βεβώς, Νηρηΐς Νηρῄς. Choer. 389, 17: ἰστέον ὅτι τὸ κρεῶν ἀπὸ τοῦ κρεάων γέγονε κατὰ κρᾶσιν τοῦ α καὶ ω εἰς τὸ ω , διὸ καὶ περισπᾶται. E. M. 291, 9: τὸ ἀείδω ᾄδω κράσει τοῦ α καὶ ε καὶ συναιρέσει τοῦ αϊ εἰς τὴν ᾳ δίφθογγον. Choer. 498, 20: ἔστι βοάω καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ω εἰς ω γίνεται βοῶ. τούτου τὸ δεύτερον πρόσωπον βοάεις, τὸ δὲ α καὶ ε εἰς α μακρὸν κιρνᾶται παρ’ ἡμῖν καὶ παρὰ τοῖς Ἀθηναίοις οἷον τὰ ἐμά τἀμά· οὕτως οὖν καὶ βοάεις βοᾷς κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς τὸ α μακρὸν καὶ μένει τὸ ι προσγεγραμμένον· παρὰ μὲν τοῖς Δωριεῦσιν εἰς η κιρνᾶται τὸ α καὶ ε οἷον τὰ ἐμά τἠμά· οὕτως οὖν καὶ ἐν τῷ ὁράεις ποιοῦσι τὸ α καὶ ε εἰς η κατὰ κρᾶσιν καὶ λέγουσιν ὁρῇς καὶ πάλιν διψάεις διψῇς, πεινάεις πεινῇς καὶ μένει τὸ ι προσγεγραμμένον· κέχρηνται δὲ τούτοις ἀπὸ Δωρίδος διαλέκτου οὖσι καὶ οἱ Ἀθηναῖοι· φημὶ δὲ τὸ πεινῇς καὶ διψῇς καὶ ὁρῇς. μὴ νομίσωμεν δὲ ὅτι τὸ α παρ’ ἡμῖν, φημὶ δὲ ὡς ἐν τῷ πεινᾷς καὶ διψᾷς καὶ ὁρᾷς, ἐτράπη παρὰ τοῖς Δωριεῦσιν εἰς η ἐν τῷ πεινῇς καὶ διψῇς καὶ ὁρῇς· οὐδέποτε γὰρ τὸ παρ’ ἡμῖν α εἴτε μακρὸν εὑρεθῇ εἴτε βραχύ, τρέπεται εἰς η παρὰ τοῖς Δω‐
3,2 319 ριεῦσι· τοὐναντίον γὰρ τὸ η εἰς α μακρὸν τρέπουσιν οἷον ἡδύ ἁδύ «ἁδύ τι τὸ ψιθύρισμα», ἀλλ’ ὡς εἴρηται κρᾶσις Δωρικὴ τοῦ α καὶ ε εἰς η . τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῇ κοινῇ διαλέκτῳ ἐπικρατῆσαν, λέγω δὲ τὸ ζῇς. Choer. 488, 33: ἰστέον ὅτι τὸ κρεοῖν ἀπὸ τοῦ κρεάοιν γέγονε κατὰ κρᾶσιν τοῦ α καὶ τῆς οι διφθόγγου εἰς τὴν οι δίφθογγον, διὸ καὶ περισπᾶται. ἐὰν δὲ θελήσωσι λέγειν ὅτι κρᾶσις παρηκολούθησε τοῦ α καὶ ο εἰς ω , ὀφείλει διὰ τοῦ ω γενέσθαι τοῖν κρεῷν προσγραφομένου τοῦ ι · ἡ δὲ παράδοσις διὰ τῆς οι διφθόγγου ἐπίσταται τὴν λέξιν. Choer. 160, 25: ἰστέον ὅτι γέγονε Δημοσθένεα κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς η Δημοσθένη ὥσπερ τείχεα τείχη, βέλεα βέλη. δεῖ γινώσκειν ὅτι ἐὰν εὑρεθῇ τὸ ε ἔχον προηγούμενον φωνῆεν, τότε τὸ ε καὶ α εἰς η κιρνῶνται καὶ εἰς α μακρὸν οἷον εὐφυέα εὐφυᾶ, ὑγιέα ὑγιῆ καὶ ὑγιᾶ. ἐὰν δὲ εὑρεθῇ ἔχον προηγούμενον σύμφωνον, τότε τὸ ε καὶ α εἰς η μόνως κίρνανται οἷον Δημοσθένεα Δημοσθένη, εὐγενέα εὐγενῆ.
3,2 320 Ἀποροῦσι δέ τινες λέγοντες, καὶ πῶς ἐπὶ τοῦ χάλκεα χαλκᾶ καὶ χρύσεα χρυσᾶ καὶ ὀστέα ὀστᾶ καὶ κάνεα κανᾶ συμφώνου προηγουμένου τῷ ε εἰς α ἐγένετο ἡ κρᾶσις; ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ ἐγένετο τὸ χαλκᾶ ἀπὸ τοῦ χάλκεα κατὰ κρᾶσιν οὔτε τὰ κανᾶ ἀπὸ τοῦ κάνεα, ἀλλὰ λέγομεν ὅτι αἱ εὐθεῖαι τούτων αἱ ἑνικαὶ διχῶς λέγονται καὶ ἐντελῶς καὶ κατὰ κρᾶσιν. καὶ αἱ μὲν οὖν ἐντελεῖς εὐθεῖαι πληθυντικαὶ ἀπὸ τῆς ἐντελοῦς ἑνικῆς εὐθείας ἐκλίθησαν οἷον ἀπὸ τοῦ χάλκεον χάλκεα καὶ ἀπὸ τοῦ χρύσεον χρύσεα καὶ ἀπὸ τοῦ ὀστέον ὀστέα καὶ ἀπὸ τοῦ κάνεον κάνεα αἱ δὲ κατὰ κρᾶσιν εὐθεῖαι πληθυντικαὶ ἀπὸ τῆς κατὰ κρᾶσιν εὐθείας τῶν ἑνικῶν εἰσιν, οἷον ἀπὸ τοῦ χαλκοῦν χαλκᾶ καὶ ἀπὸ τοῦ χρυσοῦν χρυσᾶ καὶ ἀπὸ τοῦ ὀστοῦν ὀστᾶ καὶ ἀπὸ τοῦ κανοῦν κανᾶ, τουτέστιν ἐν τῇ εὐθείᾳ τῶν ἑνικῶν ἐγένετο ἡ κρᾶσις καὶ ἐκεῖθεν ἡ κλίσις ἐν τοῖς πληθυντικοῖς. Choer. 213, 25: Δεῖ παραφυλάξασθαι, ὅτι ἐπὶ τῶν Ἀττικῶν τῶν γινομένων κατὰ συναλοιφὴν ἐν τῇ γενικῇ τοῦ ε καὶ ω εἰς τὸ ω οἷον τοῦ Ἐρετριέως τοῦ Ἐρετριῶς, τοῦ Στειριέως τοῦ Στειριῶς οἱ Ἀθηναῖοι τὰς αἰτιατικὰς συναλείφοντες εἰς α μόνον ποιοῦσιν αὐτὰς οἷον τὸν Ἐρετριέα Ἐρετριᾶ, τὸν Στειριέα Στειριᾶ καὶ οὐκέτι εἰς η . καὶ λέγουσί τινες ταύτην τὴν ἀπολογίαν ὅτι ὃν τρόπον ἐποίησαν κρᾶσιν οὐκ ἀπὸ
3,2 321 τῆς κοινῆς γενικῆς, τῆς διὰ τοῦ ε καὶ ο , ἀλλ’ ἀπὸ τῆς Ἀττικῆς τῆς διὰ τοῦ ε καὶ ω οἷον Πειραιέως Πειραιῶς, Ἐρετριέως Ἐρετριῶς, Στειριέως Στειριῶς, τὸν αὐτὸν τρόπον ἐν τῇ αἰτιατικῇ οὐκ ἀπὸ τῆς κοινῆς αἰτιατικῆς ἐποίησαν τὴν κρᾶσιν, ἀλλ’ ἀπὸ τῆς Ἀττικῆς, τουτέστι τῆς ἐχούσης τὸ α ἐκτεταμένον, καὶ λοιπὸν εὐλόγως εἰς α μόνον ἐγένετο ἡ κρᾶσις· τὰ γὰρ ἀναδεχόμενα κρᾶσιν τοῦ ε καὶ α εἰς η ἢ εἰς α μακρὸν πρὸ τῆς κράσεως συνεσταλμένον ἔχουσι τὸ α ἤγουν τὸν ὑγιέα, τὸν εὐφυέα. ἐπὶ τούτων οὖν, φημὶ δὴ τοῦ Ἐρετριᾶ, Πειραιᾶ, Στειριᾶ εἰς α μόνως ἐγένετο ἡ κρᾶσις· τὰ γὰρ ἀναδεχόμενα κρᾶσιν τοῦ ε καὶ α πρὸ τῆς κράσεως μακρὸν ἔχουσι τὸ α . Ἰστέον δὲ ὅτι οὐκ ἔστι καταναγκαστικὸς ὁ λόγος οὗτος· πολλάκις εὑρίσκεται τὸ ε καὶ α μακρὸν εἰς η κιρνάμενα ὡς ἐπὶ τοῦ Ἑρμέας Ἑρμῆς, Σωσέας Σωσῆς. ἰδοὺ γὰρ ἐνταῦθα τὸ ε καὶ α μακρὸν εἰς η κίρνανται. τὸ γὰρ Ἑρμέας καὶ Σωσέας μακρὸν ἔχουσι τὸ α , ἐπειδὴ τὰ εἰς ας ἀρσενικὰ βαρύτονα μακρὸν ἔχουσι τὸ α οἷον Αἴας, Θόας, κοχλίας, Αἰνείας, γίγας, Κάλχας, χωρὶς τοῦ μέγας τοῦ ἐπιθέτου καὶ τοῦ λᾶας τοῦ προσηγορικοῦ καὶ τοῦ Αἶας παρ’ Ἀλκμᾶνι· τί οὖν ἄτοπον καὶ ἐπὶ τοῦ Ἐρετριέα Ἐρετριᾶ καὶ Πειραιέα Πειραιᾶ καὶ Στειριέα Στειριᾶ, εἰ καὶ ἀπὸ τῆς Ἀττικῆς αἰτιατικῆς, φημὶ δὴ τῆς ἐχούσης τὸ α ἐκτεταμένον, ἐγένετο ἡ κρᾶσις, γενέσθαι καὶ εἰς η τὴν κρᾶσιν; κρεῖττον οὖν ἐστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· διὰ τοῦτο ἐπὶ τοῦ Ἐρετριέα Πειραιέα Στειριέα Ἐρετριᾶ Πειραιᾶ καὶ Στειριᾶ οὐκ ἐγένετο εἰς η ἡ κρᾶσις, ἀλλ’ εἰς α μόνον, ἐπειδὴ τούτων ἡ κλητικὴ εἰς φωνῆεν λήγει οἷον ὦ Ἐρετριεῦ καὶ ὦ Πειραιεῦ καὶ ὦ Στειριεῦ. οὐδέποτε δὲ τῆς κλητικῆς εἰς φωνῆεν ληγούσης ὀφείλει ἡ αἰτιατικὴ εἰς η καταλήγειν οὔτε παρ’ ἡμῖν οὔτε παρὰ τοῖς Ἀθηναίοις οἷον ὦ Χρύση τὸν Χρύσην, ὦ τοξότα τὸν τοξότην, ὦ Δημοσθένη Ἀττικῶς καὶ τὸν Δημοσθένην Ἀττικῶς μετὰ τοῦ ν «παρ’ ἡμῖν καὶ παρὰ τοῖς Ἀθηναίοις» πρόσκειται, ἐπειδὴ παρὰ τοῖς Δωριεῦσιν εὑρίσκεται ἡ κλητικὴ εἰς φωνῆεν λήγουσα, τῆς αἰτιατικῆς εἰς η καταληγούσης οἷον ὦ Τυδεῦ καὶ τὸν Τυδῆ, ὡς παρὰ τῷ ποιητῇ (Δ 384) «ἔνθ’ αὖτ’ ἀγγελίην ἔπι Τυδῆ στεῖλαν Ἀχαιοί». τούτου χάριν ἐπὶ τοῦ Ἐρετριέα Ἐρετριᾶ, καὶ Πειραιέα Πειραιᾶ καὶ Στειριέα Στειριᾶ εἰς α μόνως ἐγένετο ἡ κρᾶσις, οὐκέτι δὲ εἰς η , ἵνα μὴ εὑρεθῇ τῆς κλητικῆς εἰς φωνῆεν ληγούσης ἡ αἰτιατικὴ εἰς η καταλήγουσα. E. M. 265, 12: Δημάδης: ἀπὸ τοῦ Δημέας γίνεται Δημεάδης καὶ
3,2 322 κατὰ συναίρεσιν Δημάδης καὶ ὤφειλεν εἰς η γενέσθαι ἡ κρᾶσις, ἀλλὰ διὰ τὸν χαρακτῆρα εἰς α ἐγένετο. τὰ γὰρ εἰς δης πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ ὄντα ἢ τῷ ι θέλει παραλήγεσθαι ἢ τῷ α οἷον Πηλείδης Αἰακίδης, Εὐρυμάδης, Πυλάδης· οὕτως οὖν καὶ Δημάδης. Choer. 417, 11: ἔστι σπέος σπέεος σπέεϊ καὶ κατὰ κρᾶσιν τῶν δύο εε εἰς η σπῆϊ «εὗρε δὲ σπῆϊ» (Ω 83) ὥσπερ Ἡρακλέεος Ἡρακλῆος «τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο» (Υ 145). Choer. Dict. 164, 12: Δεῖ γινώσκειν ὅτι ἐν μὲν τοῖς δυϊκοῖς τὰ δύο εε εἰς η κίρνανται οἷον Δημοσθένεε Δημοσθένη, Διομήδεε Διομήδη, ἐν δὲ τοῖς πληθυντικοῖς εἰς τὴν ει δίφθογγον οἷον Δημοσθένεες Δημοσθένεις, Διομήδεες Διομήδεις, σπανίως δὲ καὶ ἐν τοῖς δυϊκοῖς, ἀλλ’ εὑρίσκονται τὰ δύο εε εἰς τὴν ει δίφθογγον κιρνάμενα οἷον ταρίχεε ταρίχει, πόλεε πόλει, ὡς παρ’ Αἰσχίνῃ τῷ Σωκρατικῷ «τούτω τὼ πόλει» (λέγει δὲ περὶ Ἀθηνῶν καὶ Λακεδαιμονίων) καὶ ἐν τοῖς πληθυντικοῖς εἰς η οἷον ἱππέες ἱππῆς, καὶ βασιλέες βασιλῆς. ταῦτα δὲ Ἀττικά εἰσι καὶ ἐπὶ μόνων τῶν εἰς ευς τοῦτο ποιοῦσιν οἱ Ἀττικοί, φημὶ δὴ τὸ κιρνᾶν τὰ δύο εε εἰς η ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν. Καὶ ἄξιόν ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν ἐν μὲν τοῖς δυϊκοῖς τὰ δύο εε εἰς η κιρνῶνται, ἐν δὲ τοῖς πληθυντικοῖς εἰς τὴν ει δίφθογγον. ἀπολογούμεθα οὖν ἡμεῖς περὶ τούτων οὕτως· τὸ ι χαρακτηριστικόν ἐστι τῆς εὐθείας τῶν πληθυντικῶν, οὐ μὴν τῆς εὐθείας τῶν δυϊκῶν οἷον φίλοι, Ὅμηροι, κοχλίαι, Αἰνεῖαι. ἐπειδὴ οὖν τὸ ι χαρακτηριστικόν ἐστι τῆς εὐθείας τῶν πληθυντικῶν, εὐλόγως οὖν ἐν τοῖς πληθυντικοῖς τὰ δύο εε εἰς τὴν ει δίφθογγον κίρνανται, ἐν δὲ τοῖς δυϊκοῖς εἰς τὸ η , ἐπειδή, εἰ ἐγένετο τῶν δύο εε κρᾶσις εἰς τὴν ει δίφθογγον ἐν τοῖς δυϊκοῖς, εὑρίσκεται τὸ ι ἐν τῇ τελευταίᾳ συλλαβῇ, ὅπερ ἐστὶ γνήσιον,
3,2 323 ὡς εἴρηται, τῆς εὐθείας τῶν πληθυντικῶν. τούτου χάριν ἵνα μὴ εὑρεθῇ τὸ ι τελικὸν ἐπὶ τῆς εὐθείας τῶν δυϊκῶν, οὐκ ἐγένετο ἡ κρᾶσις τῶν δύο εε εἰς τὴν ει δίφθογγον, ἀλλ’ εἰς τὸ η . ἔστιν οὖν εἰπεῖν καὶ ἑτέραν τοιαύτην ἀπολογίαν· οὐδέποτε εὑρίσκεται ἐν ἀρσενικοῖς ὀνόμασι εὐθεῖα δυϊκῶν εἰς οἱανδήποτε δίφθογγον λήγουσα οἷον τὼ Αἴαντε, τὼ λέβητε, τὼ Ἀτρείδα, τὼ Ὀρέστα. ὅθεν καὶ ἐπὶ τῆς εἰς α καὶ εἰς ω ληγούσης δοτικῆς τῶν ἑνικῶν, δηλονότι μετὰ τοῦ ι οὔσης, ἡ εὐθεῖα τῶν δυϊκῶν οὐκ ἔχει τὸ ι προσγεγραμμένον οἷον τῷ κοχλίᾳ τὼ κοχλία, τῷ ὁμήρῳ τὼ ὁμήρω. τούτων οὖν χάριν ἐν τοῖς δυϊκοῖς οὐ κίρνανται τὰ δύο εε εἰς τὴν ει δίφθογγον. πρόσκειται ἀνωτέρω «ἐν ἀρσενικοῖς ὀνόμασιν» διὰ τὸ ταρίχεε ταρίχει, πόλεε πόλει· ταῦτα γὰρ διὰ τῆς ει διφθόγγου γράφεται. ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν ἀρσενικά, ἀλλὰ τὸ μὲν οὐδέτερον, τὸ δὲ θηλυκόν, ἄλλως τε δὲ καὶ σπάνιά εἰσιν, ἅτινα οὐκ ἔρρωνται εἰς κανόνα. ἔστι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν τοιαύτην· ἡ εὐθεῖα τῶν πληθυντικῶν πλείοσι φωνήεσι κέχρηται πολλάκις ὡς πρὸς τὴν εὐθεῖαν τῶν δυϊκῶν οἷον τὼ ὁμήρω οἱ ὅμηροι, τὼ κοχλία οἱ κοχλίαι. ἰδοὺ ἡ εὐθεῖα τῶν πληθυντικῶν δύο ἔχει φωνήεντα, τῆς εὐθείας τῶν δυϊκῶν ἓν φωνῆεν ἐχούσης. εἰκότως οὖν ἐν μὲν τοῖς πληθυντικοῖς τὰ δύο εε εἰς τὴν ει δίφθογγον κίρνανται, ἐν δὲ τοῖς δυϊκοῖς εἰς τὸ η , ἵνα πλείονα σχῇ φωνήεντα ἡ εὐθεῖα τῶν πληθυντικῶν τῆς εὐθείας τῶν δυϊκῶν. ἡ γὰρ ει δίφθογγος δύο φωνήεντά εἰσι, τὸ δὲ η ἕν ἐστιν. ἔστι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν ταύτην· ἡ εὐθεῖα τῶν δυϊκῶν μείζονι χρόνῳ κέχρηται πολλάκις ὡς πρὸς τὴν εὐθεῖαν τῶν πληθυντικῶν οἷον τὼ ὁμήρω οἱ ὅμηροι· τὸ ω μεῖζόν ἐστι τῆς οι διφθόγγου. τὰ Μηδεία αἱ Μήδειαι, τὸ α τὸ φύσει μακρὸν μεῖζόν ἐστι τῆς αι διφθόγγου. ἐπεὶ οὖν καὶ τὸ η μεῖζόν ἐστι τῆς ει διφθόγγου, εἰκότως ἐν μὲν τοῖς δυϊκοῖς τὰ δύο εε εἰς η κίρνανται, ἐν δὲ τοῖς πληθυντικοῖς εἰς τὴν ει δίφθογγον, ἵνα εὑρεθῇ μείζονα χρόνον ἔχουσα ἡ εὐθεῖα τῶν δυϊκῶν ὡς πρὸς τὴν εὐθεῖαν τῶν πληθυντικῶν. ὅτι δὲ τὸ η μεῖζόν ἐστι τῆς ει διφθόγγου, δῆλον ἐντεῦθεν· ὥσπερ ὁ εἷς στρατιώτης ὁ δυνάμενος ἔργον δύο στρατιωτῶν ποιῆσαι ἰσχυρότερος ἐκείνων ἐστί, καὶ τὸν αὐτὸν τρόπον καὶ τὸ ἓν φωνῆεν ποιοῦν ἔργον, ὃ δύναται δύο φωνήεντα ποιῆσαι, ἰσχυρότερον ἐκείνων ἐστίν· ὅπερ γὰρ ἡ ει δίφθογγος ποιεῖ, τοῦτο καὶ τὸ η μόνον ποιεῖ. καὶ γὰρ ἡ ει δίφθογγος φύσει μακρὰν ἀποτελεῖ τὴν συλλαβὴν καὶ τὸ η δὲ ὡσαύτως. Choer. 440, 14: ἰστέον ὅτι ἡ εἰς ε λήγουσα εὐθεῖα τῶν δυϊκῶν
3,2 324 παροξυνομένη ἐν τῇ ἐντελείᾳ καὶ συναιρουμένη περισπᾶται οἷον εὐγενέε εὐγενῆ, εὐσεβέε εὐσεβῆ· προπαροξυνομένη δὲ ἐν τῇ ἐντελείᾳ καὶ συναιρουμένη παροξύνεται οἷον Δημοσθένεε Δημοσθένη, Διομήδεε Διομήδη· ἰστέον δὲ καὶ τοῦτο, ὅτι ἡ εὐθεῖα τῶν δυϊκῶν τὼ πρέσβη παρὰ τοῖς ῥήτορσι βαρυτόνως ἀναγινώσκεται ὡς ἀπὸ τοῦ πρέσβυς πρέσβεος πρέσβεε πρέσβη, παρὰ δὲ Ἀριστοφάνει περισπωμένως (fr. 495 Dind.) «ἥκετον πρεσβῆ δύο» ὡς ἀπὸ εὐθείας ὀξυτόνου οἷον ὡς ἀπὸ τοῦ ὁ πρεσβεύς τοῦ πρεσβέος τὼ πρεσβέε τὼ πρεσβῆ. Choer. 230, 20: οὐ συναιρεῖται ἐπὶ τῶν εἰς υς τριγενῶν ἡ εὐθεῖα τῶν δυϊκῶν. οὐδὲ γὰρ λέγομεν τὼ ἡδέε τὼ ἡδῆ ὥσπερ τὼ Δημοσθένεε τὼ Δημοσθένη. δεῖ δὲ γινώσκειν ὅτι τὸ τραχύς μόνον εὑρίσκεται συναιρούμενον κατὰ τὴν εὐθεῖαν τῶν δυϊκῶν εἰς τὴν ει δίφθογγον παρὰ Ἴωνι τῷ τραγικῷ οἷον τὼ τραχέε τὼ τραχεῖ. Choer. 217, 15: ἰστέον ὅτι ἐπὶ τῶν εἰς ευς κυρίων ἡ εὐθεῖα τῶν πληθυντικῶν διὰ δύο εε εἰς τὴν ει δίφθογγον συναλείφει μόνως, ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων εἰς τὴν ει δίφθογγον συναλείφει τὰ δύο εε καὶ εἰς τὸ η Ἀττικῶς, βασιλέες βασιλεῖς διὰ τῆς ει διφθόγγου καὶ βασιλῆς Ἀττικῶς διὰ τοῦ η . ἡ δὲ τούτων αἰτιατικὴ διὰ τῆς ει διφθόγγου μόνως λέγεται, οὐκέτι δὲ καὶ διὰ τοῦ η οἷον τοὺς βασιλεῖς τοὺς ἱππεῖς, καὶ τοῦτο εὐλόγως, ἐπειδὴ οὔτε ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἐστι γνησία ἡ κρᾶσις ἡ τῶν δύο εε εἰς η . ἐμάθομεν γάρ, ὅτι τὰ δύο εε ἐν τοῖς πληθυντικοῖς εἰς τὴν ει δίφθογγον κίρνανται οἷον Δημοσθένεες Δημοσθένεις, Διομήδεες Διομήδεις. σημειοῦται δὲ ὁ Ἡρωδιανὸς παρὰ τῷ Σοφοκλεῖ τοὺς βασιλῆς διὰ τοῦ η γραφομένους κατὰ τὴν αἰτιατικὴν οἷον (Ai. 390) «τούς τε διστάρχας ὤλεσας βασιλῆς». ἔστι δὲ καὶ παρὰ τῷ Ξενοφῶντι (Cyrop. I 1, 2) τοὺς νομῆς διὰ τοῦ η . E. M. 764, 56 (E. Or. 153, 16): τρήρων ἐπὶ περιστερᾶς ἡ δειλή· παρὰ τὸ τρεῖν· εὐλαβὲς γὰρ τὸ ζῷον. παρὰ τὸ τρέω τὸ φοβοῦμαι
3,2 325 τρεερός κατὰ συναλοιφὴν τρηρός καὶ παρώνυμον τρήρων ὡς ἁβρός Ἅβρων. Choer. 667, 25: ἔστιν ἕω καὶ κέω βαρύτονα· ταῦτα περισπωμένως γίνεται ἑῶ καὶ κεῶ· εἶτα ἐκ τούτων τῶν περισπωμένων γίνονται παραγωγὰ εἰς μι οἷον ἕημι καὶ κέημι καὶ λοιπὸν ὁ παθητικὸς ἐνεστὼς ἕεμαι καὶ κατὰ κρᾶσιν τῶν δύο εε εἰς η γίνεται ἧμαι, πῇ δὲ εἰς τὴν ει δίφθογγον κεῖμαι. Choer. 509, 14: διὰ τοῦτο ἐν τῷ ποιεῖτε τὰ δύο εε εἰς τὴν ει δίφθογγον ἐκράθησαν καὶ οὐκ εἰς τὸ η , ἐπειδὴ τὰ εἰς μεν καὶ εἰς τε τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν κατὰ τὴν παραλήγουσαν οἷον τύπτομεν τύπτετε ἐτύψαμεν ἐτύψατε, βοῶμεν βοᾶτε, ἐτύφθημεν ἐτύφθητε, χρυσοῦμεν χρυσοῦτε. εἰ οὖν τὸ ποιοῦμεν διὰ δύο φωνηέντων ἐκφέρεται κατὰ τὴν παραλήγουσαν, δηλονότι ἀναγκάζεται καὶ τὸ ποιεῖτε διὰ δύο φωνηέντων ἐκφέρεσθαι κατὰ τὴν παραλήγουσαν, καὶ δῆλον ὅτι εἰς τὴν ει δίφθογγον ἐγένετο ἡ κρᾶσις καὶ οὐκ εἰς τὸ η . Choer. 528, 20: διὰ τοῦτο ἐν τῷ ἐποίεις τὰ δύο εε εἰς τὴν ει δίφθογγον ἐκράθησαν καὶ οὐκ εἰς τὸ η , ἐπειδὴ καθόλου ἐπὶ τῶν παρῳχημένων τῶν ὁριστικῶν τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν ἑνικῶν τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν κατὰ τὴν λήγουσαν τῶν ἰδίων πρώτων προσώπων, ἡνίκα ἰσοσυλλαβοῦσιν αὐτά, οἷον ἔτυπτον ἔτυπτες ἔτυπτε, τέτυφα τέτυφας τέτυφε, ἔτυψα ἔτυψας ἔτυψε, ἐτύφθην ἐτύφθης ἐτύφθη, ἐβόων ἐβόας ἐβόα, ἐπεποιήκειν ἐπεποιήκεις ἐπεποιήκει, ἐχρύσουν ἐχρύσους ἐχρύσου, ἵδρουν ἵδρους ἵδρου. εἰ οὖν τὸ ἐποίουν διὰ δύο φωνηέντων ἐκφέρεται κατὰ τὴν λήγουσαν, δῆλον ὅτι καὶ τὸ ἐποίεις καὶ ἐποίει ἀναγκάζονται διὰ δύο φωνηέντων ἐκφέρεσθαι κατὰ τὴν λήγουσαν, ἵνα εὑρεθῶσι τὰ ἴσα φωνήεντα ἔχοντα κατὰ τὴν λήγουσαν τῷ ἰδίῳ πρώτῳ προσώπῳ, καὶ τούτου χάριν εἰς τὴν ει δίφθογγον ἐγένετο ἡ κρᾶσις καὶ οὐκ εἰς τὸ η .
3,2 326 (2) Choer. 562, 4: ἔστιν εἴδω· τούτου ὁ μέσος παρακείμενος εἶδα καὶ κατὰ τροπὴν Αἰολικὴν τοῦ ε εἰς ο οἶδα, ὁ ὑπερσυντέλικος εἴδειν. τούτου τοῦ εἴδειν τὸ ε ἐν τῇ ἀρχῇ Ἀττικῶς ἐξετάθη εἰς τὸ η ὡς ἐν τῷ ἔμελλον ἤμελλον, ἐβουλόμην ἠβουλόμην, ἐδυνάμην ἠδυνάμην, εἰκάζω ᾔκαζον καὶ ἔμεινε τὸ ι προσγεγραμμένον τῷ η καὶ ἐγένετο ᾔδειν, τούτου τὸ δεύτερον ᾔδεις, τὸ τρίτον ᾔδει. ταῦτα Ἰωνικῶς διαλύεται ᾔδεα καὶ ᾔδεε καὶ Ἀττικῶς κιρνῶνται καὶ ἀποτελεῖται τὸ ᾔδη ἐγώ ὥσπερ Εὐριπίδης ἐν Ἱππολύτῳ (405) «τὸ δὲ ἔργον ᾔδη τὴν νόσον τε δυσκλεᾶ» καὶ ᾔδη ἐκεῖνος οἷον ὡς παρὰ τῷ ποιητῇ «ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα» (Α 70). ἀλλ’ ἡ τοιαύτη κρᾶσις ἡ διὰ τοῦ η κατὰ τὸ πρῶτον πρόσωπον τῆς νέας Ἀτθίδος ἐστὶν ἰδίωμα οἷον «ἐπεποιήκη ἐκεῖνος». ἐπειδὴ δὲ εὑρίσκομεν παρὰ τῷ ποιητῇ χρήσεις τοῦ τρίτου προσώπου, λέγω δὴ ᾔδη ἐκεῖνος οἷον «ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα» καὶ πάλιν «νήπιος οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα» (Β 38), ὄντος δὲ τοῦ ποιητοῦ τῆς παλαιᾶς Ἀτθίδος, λέγομεν, ὅτι Ἀριστάρχειόν ἐστι τὸ ἁμάρτημα· ὁ γὰρ Ἀρίσταρχος εἰδὼς τοῦτο τὸ ἰδίωμα τῆς νέας Ἀτθίδος ὑπάρχον οὐκ ὤφειλεν ἐᾶσαι αὐτὸ παρὰ τῷ ποιητῇ ὄντι τῆς παλαιᾶς Ἀτθίδος. Choer. 600, 35: οἱ Ἴωνες τὴν ει δίφθογγον τὴν οὖσαν ἐν τῷ ὑπερσυντελίκῳ διαλύουσιν ἐν τῷ πρώτῳ προσώπῳ εἰς α οἷον ἐτετύφειν ἐτετύφεα, ἐπεποιήκειν ἐπεποιήκεα τοῦ ν ἀποβληθέντος. οἱ δὲ Ἀθηναῖοι τὸ διαλυθὲν ἐκ τῶν Ἰώνων συναιροῦσι καὶ ποιοῦσιν εἰς η ἐπεποιήκη λέγοντες, ὅθεν καὶ τὸ «ἐκεχήνη ἐγώ» παρ’ Ἀριστοφάνει ἐν Ἀχαρνεῦσιν (10) «ὅτε δὴ ἐκεχήνη προσδοκῶν τὸν Αἰσχύλον» ὥσπερ τείχεα τείχη. καὶ πάλιν τὸ ᾔδειν οἱ Ἴωνες λέγουσιν ᾔδεα κατὰ διάλυσιν ὡς παρὰ Καλλιμάχῳ «ᾔδεα μᾶλλον ἔγωγε» ἀντὶ τοῦ ᾔδειν· καὶ λοιπὸν οἱ Ἀθηναῖοι κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς η ᾔδη· ὁμοίως δὲ καὶ τὸ «ἦν ἐγώ» ἀντὶ τοῦ ὑπῆρχον διαλύουσιν οἱ Ἴωνες εἰς ε καὶ α καὶ λέγουσιν ἔα ὡς παρ’ Ὁμήρῳ «ἦ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι» (Ε 887) καὶ λοιπὸν οἱ Ἀθηναῖοι συναιροῦσι τὸ ε καὶ α εἰς η καὶ λέγουσι χωρὶς τοῦ ν ἦ ἀντὶ τοῦ ὑπῆρχον ὡς παρ’ Ἀριστοφάνει ἐν Ὄρνισιν (97) «ἦ γὰρ ἐγὼ ὦ ξένοι—ἄνθρωπος» καὶ παρὰ Πλάτωνι ἡ χρῆσις εὕρηται. καὶ ἄξιόν ἐστι ζητῆσαι τοῦτο, εἰ εὐλόγως ἐν τῷ πρώτῳ προσώπῳ οἱ Ἀττικοὶ εἰς η ποιοῦσι τὴν συναίρεσιν, ἐπειδὴ ἡ ἐντέλεια τὸ ε καὶ α ἔχει οἷον ἐκεχήνεα ἐκεχήνη, τὸ δὲ ε καὶ α εἰς η κιρνᾶται οἷον τείχεα τείχη, ἐν τῷ τρίτῳ προσώπῳ τῆς ἐντελείας διὰ τῶν δύο εε οὔσης, διατί εἰς η ἐποίησαν τὴν συναίρεσιν οἷον ἐκεχήνεε ἐκεχήνη ἐκεῖνος καὶ μὴ εἰς τὴν ει δίφθογγον ὡς ἐπὶ τοῦ Πηλέες Πηλεῖς; ἔστιν οὖν εἰπεῖν, ὅτι καθόλου ἐπὶ τῶν παρῳχημένων τῶν ὁριστικῶν τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν ἑνικῶν τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν τῷ ἰδίῳ πρώτῳ κατὰ τὴν λήγουσαν, ἡνίκα ἰσοσυλλαβοῦσιν αὐτῷ οἷον ἔτυπτον ἔτυπτες ἔτυπτε, τέτυφα τέτυφας τέτυφε, ἐποίουν ἐποίεις ἐποίει,
3,2 327 ἐβόων ἐβόας ἐβόα, ἐχρύσουν ἐχρύσους ἐχρύσου· εἰ οὖν τὸ πρῶτον τὸ «ἐκεχήνη ἐγώ» δι’ ἑνὸς φωνήεντος ἐκφέρεται κατὰ τὴν λήγουσαν, πῶς δύναται τὸ τρίτον τὸ ἐκεχήνη ἐκεῖνος διὰ δύο φωνηέντων ἐκφέρεσθαι κατὰ τὴν λήγουσαν; ἀναγκαίως οὖν καὶ ἐπὶ αὐτοῦ ἐποίησαν εἰς η τὴν συναίρεσιν. Choer. 175, 6: ἀποροῦσί τινες, λέγοντες, τί δήποτε τὰ παρὰ τὸ κλέος σύνθετα, δηλονότι κύρια, δύο ἔχουσιν εὐθείας, μίαν ἐντελῆ καὶ μίαν συνῃρημένην οἷον Ἡρακλέης Ἡρακλῆς, τῶν ἄλλων τῶν ἀπὸ οὐδετέρων συνθέτων μίαν καὶ μόνην εὐθεῖαν ἐχόντων, σθένος Δημοσθένης, γένος Διογένης, φάος παμφαής; καὶ ἐπιλύονται λέγοντες, ὅτι ἐν τούτοις, φημὶ δὴ τοῖς παρὰ τὸ κλέος συνθέτοις, δηλονότι κυρίοις, καθαριεύουσι τὰ φωνήεντα καὶ εἰκότως ἔσχον συνῃρημένην εὐθεῖαν. τὰ γὰρ ἄλλα ὡς ἔχοντα σύμφωνον πρὸ τοῦ φωνήεντος, οἷον ἀσθενής εὐγενής, εἰκότως συναίρεσιν παθεῖν οὐκ ἠδύναντο. εἰ δέ τις ἀπορήσει, πῶς οὖν τὸ παμφαής καὶ χρυσοφαής καθαρεύοντα οὐκ ἔχουσι συνῃρημένην εὐθεῖαν; λέγομεν ὡς μὴ ὄντα κύρια οὐ συνῃρέθησαν, ἀμέλει καὶ ἐν τοῖς παρὰ τὸ κλέος συνθέτοις τὰ κύρια μόνα συναιροῦνται κατὰ τὴν εὐθεῖαν οἷον Ἡρακλέης Ἡρακλῆς, Νικοκλέης Νικοκλῆς, ἐπεὶ τὰ ἐπίθετα οὐ συναιροῦνται κατὰ τὴν εὐθεῖαν οἷον εὐκλεής δυσκλεής. St. B. 708, 19: Ὠρεός πόλις Εὐβοίας. τούτου τὸ ἐθνικὸν διὰ τῆς ει διφθόγγου γράφεται Ὠρείτης ὡς Ζελείτης, Σαμαρείτης, Μαρωνείτης. μέμνηται τοῦ ἐθνικοῦ καὶ Χάραξ ἐν χρονικῶν ιϛʹ «Ἀθηναῖοι ἅμα Χαλκιδεῦσι τοῖς ἐν Εὐβοίᾳ καὶ Μεγαρεῦσι στρατεύσαντες εἰς Ὠρεὸν Φιλιστίδην τὸν τύραννον ἀπέκτειναν καὶ Ὠρείτας ἠλευθέρωσαν». Ἀπολλόδωρος δὲ τετρασυλλάβως φησίν, οὐ διὰ τῆς ει διφθόγγου, ἀλλὰ διὰ τοῦ ε καὶ τοῦ ι Ὠρεΐτας «οὕτω δὲ τὴν τῶν Ὠρεϊτῶν νυκτὸς αἱροῦσιν πόλιν». καὶ δοκεῖ ἀναλογώτερον εἶναι. τὰ γὰρ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιτης παρ‐
3,2 328 αγόμενα μιᾷ συλλαβῇ πλεονάζει τῆς τοῦ πρωτοτύπου γενικῆς, Στάγειρος Σταγείρου Σταγειρίτης, Ἄβδηρος Ἀβδήρου Ἀβδηρίτης, Πεντάσχοινος Πεντασχοίνου Πεντασχοινίτης, Δίολκος Διόλκου Διολκίτης· οὕτως Ὠρεός Ὠρεοῦ Ὠρεΐτης καὶ κατὰ σύνοδον τοῦ ε καὶ τοῦ ι Ὠρείτης. οὐχ ὅμοιον δὲ τούτῳ τὸ Ζελείτης καὶ Σαμαρείτης· ταῦτα γὰρ ἀπὸ τῶν εἰς α καθαρὸν ληγόντων παρῆκται. Choer. 157, 24: τὸ ε καὶ ο τριχῶς συναιροῦνται· καὶ γὰρ εἰς τὴν ου δίφθογγον, καὶ παρὰ τοῖς Ἀθηναίοις οἷον Δημοσθένεος Δημοσθένους, εὐσεβέος εὐσεβοῦς· παρὰ δὲ τοῖς Δωριεῦσι καὶ τοῖς Ἴωσιν εἰς τὴν ευ δίφθογγον οἷον Ἰδομενέος Ἰδομενεῦς (Ν 424) «Ἰδομενεῦς δ’ οὐ λῆγε μένος μέγα» ἀντὶ τοῦ Ἰδομενέως οὐκ ἔληγεν ἡ δύναμις. καὶ πάλιν Ὀδυσσέος Ὀδυσσεῦς (ω 397) «Ὀδυσσεῦς δὲ λαβὼν κύσε χεῖρ’ ἐπὶ καρπῷ» ἀντὶ τοῦ Ὀδυσσέως τὴν χεῖρα ἐφίλησε. καὶ πάλιν Ἐρέβεος Ἐρέβευς (Θ 368) «ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο». σπανίως δὲ παρὰ τοῖς Ἀθηναίοις εὑρίσκεται τὸ ε καὶ τὸ ο εἰς τὴν ει δίφθογγον συναιρούμενα οἷον πλέον πλεῖν, δέον δεῖν, ὡς παρ’ Ἀριστοφάνει ἐν Βατράχοις (91) «Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα». καὶ πάλιν δέον δεῖν «δεῖν τόδε γενέσθαι» ἀντὶ τοῦ δέον τόδε γενέσθαι. Choer. 391, 33: ἰστέον δὲ ὅτι παρ’ Ὁμήρῳ οὐδέποτε εὑρίσκεται ἡ γενικὴ τῶν εἰς ος οὐδετέρων εἰς ους καταλήγουσα, ἀλλ’ ἢ εἰς ευς οἷον Ἐρέβευς, θάρσευς «τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφιμελαίνας» (Ρ 573) ἢ ἐντελῶς ἤγουν διὰ τοῦ εος οἷον βέλεος «βέλεος δέ σε τείρει ἀκωκή» (Ν 251), στήθεος «ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος ἵει» (Γ 221), τείχεος «λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός» (Ι 67), ἄχεος «τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα» (Ρ 591). δύο δὲ μόνας γενικὰς ἐποίησε εἰς ους ἐπὶ τῶν εἰς ος δηλονότι οὐδετέρων «χλωροὶ ὑπὸ δείους» (Ο 4), ἀντὶ τοῦ ὑπὸ τοῦ δέους καὶ «ἥ ῥα κατὰ σπείους κέχυται» (ι 330), ἀντὶ τοῦ κατὰ τοῦ σπέους. τοῦτο δὲ οὐκ ἐποίησε διὰ τὸ μέτρον (καὶ εἰ εἰς ευς γὰρ ἐποίησε ταύτας τὰς γενικάς, ἡ αὐτὴ μακρὰ εὑρίσκετο), ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆς ἐπαλληλίας τοῦ ε · ἔστι γὰρ δέος καὶ σπέος· καὶ εἰ ἐγένετο ἡ γενικὴ παρὰ τῷ ποιητῇ δέευς καὶ σπέευς, ἐπαλληλία ἤμελλεν εἶναι τοῦ ε καὶ τούτου χάριν τῇ εἰς ους γενικῇ ἐχρήσατο, φημὶ δὲ τῇ δέους καὶ σπέους, ἅτινα ἐν πλεονασμῷ τοῦ ι γίνονται δείους καὶ σπείους.
3,2 329 (2) Choer. Orth. 253, 7 (E. M. 517, 52): Κλεισθένη ς : παρὰ τὸ κλέος καὶ τὸ σθένος Κλεοσθένης καὶ κράσει τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογγον Κλεισθένης ὥσπερ δέον δεῖν καὶ πλέον πλεῖν. Choer. Dict. 246, 7: τὸ ἀδελφιδοῦς καὶ θυγατριδοῦς τινες μὲν ἔδοξαν ἀπὸ συναιρέσεως εἶναι οἷον ἐκ τοῦ θυγατριδεός, ἀδελφιδεός, τινὲς δὲ ἐκ τοῦ ἐναντίου δοξάζουσιν, ὅτι κατὰ διάλυσιν ἐγένοντο οἷον ἀπὸ τοῦ ἀδελφιδοῦς καὶ θυγατριδοῦς τὸ ἀδελφιδεός καὶ θυγατριδεός κατὰ διάλυσιν τῆς ου διφθόγγου, λέγοντες ὅτι οὐ δύναται τὸ ἀδελφιδοῦς καὶ θυγατριδοῦς ἀπὸ τοῦ ἀδελφιδεός καὶ θυγατριδεός γενέσθαι κατὰ κρᾶσιν, ἐπειδὴ ἡ βαρεῖα καὶ ἡ ὀξεῖα εἰς ὀξεῖαν συναιροῦνται οἷον ζωός ζώς, ἑσταώς ἑστώς, Νηρηΐς Νηρῄς, Βρισηΐς Βρισῄς. πῶς οὖν τὸ ἀδελφιδοῦς καὶ θυγατριδοῦς, εἰ ἐγένοντο ἀπὸ τοῦ ἀδελφιδὲός καὶ θυγατριδὲός, περισπῶνται καὶ οὐκ ὀξύνονται; ὤφειλον γὰρ ἀπὸ βαρείας καὶ ὀξείας συναιρεθέντα ὀξύνεσθαι καὶ μὴ περισπᾶσθαι. ἔστιν οὖν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἀδελφιδὲός καὶ θυγατριδὲός γεγόνασι τὸ ἀδελφιδοῦς κατὰ κρᾶσιν καὶ θυγατριδοῦς. οὐδὲ γὰρ δυνάμεθα λέγειν ὅτι τοὐναντίον ἀπὸ τοῦ ἀδελφιδοῦς καὶ θυγατριδοῦς γεγόνασι τὸ ἀδελφιδεός καὶ θυγατριδεός κατὰ διάλυσιν τῆς ου διφθόγγου εἰς τὸ ο καὶ ε , ἐπειδή, ὥς φησιν Ἡρωδιανό ς, οὐδέποτε εὐθεῖα διαλέλυται· τὸ γὰρ εἷς ἕεις κατὰ πλεονασμὸν ἔχει τὸ ε , οὐ μὴν διελύθη. ἄρα οὖν οὐδὲ τὸ ἀδελφιδοῦς καὶ θυγατριδοῦς δύναται διάλυσιν ἀναδέξασθαι καὶ ποιῆσαι τὸ ἀδελφιδεός καὶ θυγατριδεός. πρὸς δὲ τοὺς λέγοντας, ὅτι εἰ ἐγένοντο τὸ ἀδελφιδοῦς καὶ θυγατριδοῦς ἀπὸ τοῦ ἀδελφιδεός καὶ θυγατριδεός, ὤφειλον ὀξύνεσθαι, λέγομεν ὅτι πρὸς τὸν χαρακτῆρα περισπῶνται. τὰ γὰρ εἰς ους ὀνόματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν καὶ ἢ βαρύνονται ἢ περισπῶνται. καὶ περισπῶνται μέν, ἡνίκα ὦσιν ἁπλᾶ οἷον βοῦς νοῦς χροῦς χαλκοῦς οὖς διπλοῦς, τριπλοῦς ἁπλοῦς Σιμοῦς πλακοῦς χωρὶς τοῦ πούς καὶ ὀδούς. ταῦτα γὰρ ὀξύνονται· βαρύνονται δέ, ἡνίκα ὦσι σύνθετα οἷον εὔχρους, εὔπλους, Ἀλκίνους, Οἰδίπους· ἐπειδὴ οὖν τὸ θυγατριδοῦς καὶ ἀδελφιδοῦς ἁπλᾶ εἰσιν, εὐλόγως περισπῶνται. Choer. 247, 5: ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα τὰ ἀπὸ ὀξείας καὶ δύο βαρειῶν συναιρούμενα εἰς ὀξεῖαν καὶ βαρεῖαν συναιροῦνται οἷον Δημοσθένεος Δημοσθένους, Πολυδεύκεα Πολυδεύκη, τείχεα τείχη, βέλεα βέλη, διατί τὸ χάλκεος χαλκοῦς καὶ χρύσεος χρυσοῦς καὶ ἀργύρεος ἀργυροῦς, ἀπὸ ὀξείας καὶ δύο βαρειῶν συναιρεθέντα οὐ συνῃρέθησαν εἰς ὀξεῖαν καὶ βαρεῖαν, ἀλλ’ εἰς περισπωμένην. ἔστιν οὖν εἰπεῖν, ὅτι πρὸς τὸν χαρακτῆρα περιεσπάσθησαν. τὰ γὰρ εἰς ους ὀνόματα ἁπλᾶ περισπῶνται.
3,2 330 (2) Choer. 528, 10: τοῦ ἐποίουν τὸ ἐντελὲς ἦν ἐποίεον καὶ λοιπὸν κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ου δίφθογγον γίνεται ἐποίουν ὥσπερ χάλκεος χαλκοῦς· τὸ γὰρ ε καὶ ο εἰς τὴν ου δίφθογγον κιρνᾶται παρ’ ἡμῖν. πρόσκειται «παρ’ ἡμῖν», ἐπειδὴ παρὰ τοῖς Δωριεῦσι καὶ Ἴωσιν εἰς τὴν ευ δίφθογγον κιρνᾶται οἷον ἐποίεον ἐποίευν. Choer. 195, 15: ἄξιόν ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν τὰ εἰς ις διὰ τοῦ εος κλινόμενα οὐ συναιροῦνται κατὰ τὴν γενικὴν καὶ γίνονται εἰς ους οἷον ὄφις ὄφεος, μάντις μάντεος, οὐδὲ γὰρ γίνονται ὄφους καὶ μάντους ὥσπερ Δημοσθένεος Δημοσθένους. καὶ ἔστιν εἰπεῖν, ὅτι οὐδέποτε γενικὴ εἰς ους λήγουσα γίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶς οἷον Δημοσθένης Δημοσθένεος Δημοσθένους, Διομήδης Διομήδεος Διομήδους, τεῖχος τείχεος τείχους, βέλος βέλεος βέλους. ἐπειδὴ οὖν τὰ εἰς ις διὰ τοῦ εος κλινόμενα κλίνονται διὰ τοῦ ε καὶ ω Ἀττικῶς οἷον ὄφεως μάντεως, τούτου χάριν οὐ δύναται κρᾶσιν ἀναδέξασθαι κατὰ τὴν γενικὴν καὶ γενέσθαι εἰς ους . ἄλλως τε δὲ οὐδ’ ἐστὶ γνήσιον ἐπὶ τούτων τὸ ε τῆς κλίσεως· ὄφιος γὰρ ἦν καὶ μάντιος καὶ Ἀττικῶς γέγονεν ὄφεως μάντεως καὶ κατὰ συστολὴν ὄφεος καὶ μάντεος διὰ τοῦ ο . E. M. 259, 28: Δεύνυσος ὁ Διόνυσος. Ἀνακρέων «πολλὰ δ’ ἐρίβρομον Δεύνυσον». τοῦ ι τραπέντος εἰς ε γίνεται Δεόνυσος (οὕτω γὰρ Σάμιοι προφέρουσι) καὶ συναιρέσει Δεύνυσος ὡς Θεόδοτος Θεύδο‐
3,2 331 τος· ἔνιοι δέ φασιν, ὅτι ἐπειδὴ ἐβασίλευσε Νύσης· κατὰ δὲ τὴν Ἰνδῶν φωνὴν δεῦνος ὁ βασιλεύς. Choer. 670, 27: ποιοῦμαι ποιεῖται καὶ κατ’ ἀποβολὴν τοῦ τ γίνεται ποιεῖαι καὶ κατ’ ἀποβολὴν τοῦ ι γίνεται ποιέαι καὶ κράσει τοῦ εαι εἰς ῃ ποιῇ περισπωμένως· τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ οὐδέποτε τοῦ ι μέσου ὄντος συναίρεσις γίνεται τῶν φωνηέντων· ἀμέλει ἐν «τῷ ἐμῷ» πρῶτον ἀποβάλλεται τὸ ι τοῦ τῷ ἄρθρου καὶ οὕτω γίνεται ἡ κρᾶσις· καὶ γὰρ τὠμῷ ἐστίν. ἔστι δὲ καὶ ἐκ τοῦ ἐντελοῦς τοῦ τρίτου προσώπου κινῆσαι, φημὶ δὲ τὸ ποιῇ· ἔστι γὰρ τὸ ἐντελὲς τρίτου προσώπου ποιέεται καὶ κατὰ ἀποβολὴν τοῦ τ γίνεται ποιέεαι καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ αι εἰς τὴν ῃ γίνεται ποιέῃ ὡς τύπτεαι τύπτῃ καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς ῃ διφθόγγου τῆς διὰ τοῦ η καὶ ι εἰς τὴν ῃ δίφθογγον ποιῇ. E. M. 392, 15: εὔκλει α : ὡς εὐγενής εὐγένεια, οὕτως εὐκλεής εὐκλέεια καὶ ἐνδεής ἐνδέεια καὶ κράσει εὔκλεια καὶ ἔνδεια. κρᾶσις γὰρ ἐπιφερομένου φωνήεντος καὶ οὐ συμφώνου· ὅπου γὰρ φωνῆέν ἐστι, καὶ κρᾶσις, ὅπου δὲ σύμφωνον, συγκοπή. Ἡρωδιανὸς περὶ παθῶ ν. Choer. 180, 23: Ἡρακλῆς Ἡρακλέους Ἡρακλοῦς. ἰστέον, ὅτι ἡ Ἡρακλοῦς γενικὴ οὐχ εὑρίσκεται ἐν χρήσει. E. Gud. 294, 37: καλήζω κατὰ διάλεκτον. οἱ Αἰολεῖς τὰ τῆς πρώτης συζυγίας διὰ τοῦ η προφέρουσιν οἷον ἀδικέω οἱ Ἴωνες, οἱ δὲ
3,2 332 Αἰολεῖς ἀδικήω οἷον «ὦ Ψάπφ’ ἀδικήει» (Sapph. I 20) ποθέω ποθήω οἷον «καὶ ποθήω καὶ μάομαι», οὕτως οὖν παρὰ μὲν Ἴωσι καλέω, παρὰ δ’ Αἰολεῦσι καλήω, παρὰ δὲ Κυπρίοις καλήζω τοῦτ’ ἔστι τὸ λέγω· τοῦτο δὲ ἡγοῦνται κατὰ συγκοπὴν γεγονέναι κλήζω. οὐκ ἔστι δέ. εὑρίσκομεν γὰρ αὐτὸ σὺν τῷ ι . ἀλλ’ ἀπὸ τοῦ κλέος κλεΐζω καὶ ὡς χρέος χρεΐζω χρηΐζω καὶ χρῄζω. τὸ δὲ κληδών οὐκ ἔχει τὸ ι , ἐπειδὴ οὐκ ἔστιν ἀπὸ τοῦ κληΐζω, ἀλλὰ ἀπὸ τοῦ κλῶ τοῦ σημαίνοντος τὸ καλῶ γέγονε κλήσω καὶ κληδών. οὕτως Ἡρωδιανὸς περὶ παθῶ ν.
3,2 333 (2) E. M. 279, 46: διφῶ σημαίνει τὸ ψηλαφῶ· Ἰλιάδος Π (747) «τήθεα διφῶν» ζητῶν ἐρευνῶν. Καλλίμαχος «μὴ δ’ ἀπ’ ἐμεῦ διφᾶτε μέγα ψοφέουσαν ἀοιδήν» (fr. 165 Bentl.). παρὰ τὸ ἅπτω ἁφή ἁφῶ καὶ διαφῶ καὶ κράσει διφῶ τὸ τῇ ἁφῇ ὑποβάλλω. τὸ δὲ ἁφῶ Ὅμηρος «καὶ ἄγκυλα τόξ’ ἁφόωντα» (Ζ 322). ἐκ δὲ τοῦ ἁφή γίνεται ἁφῶ ἁφάσσω ὡς αἱμῶ αἱμάσσω. Ep. Cr. I 215, 5, E. M. 467, 57: ἱερός: κατὰ κρᾶσιν ἱρός· ἡνίκα προτερεύει τοῦ ι τὸ ε , εἰς ι γίνεται ἡ κρᾶσις οἷον ἱέραξ ἵραξ «ὥστ’ ἴρηξ ὠκυπέτης» (Ν 62), ἡνίκα δὲ ἐν διφθόγγῳ ἐστί, τότε ἡ ει δίφθογγος ἐπικρατεῖ οἷον ὑγίεια ὑγεία.
3,2 334 (2) Choer. 196, 26: τὼ ὄφιε κατὰ τὴν ἀκρίβειαν οὐ δύναται κρᾶσιν ἀναδέξασθαι τοῦ ι καὶ ε εἰς τὸ ι , ἐπειδὴ τὸ ι οὐκ ἔστι τελικὸν τῆς ἰδίας εὐθείας τῶν δυϊκῶν. Excerpt. E. Or. 186, 13: δῖος τὸ ἐπίθετον κτητικῷ τύπῳ ἀπὸ τῆς Διός γενικῆς δίϊος ἐστὶ καὶ συναλοιφῇ δῖος· διὸ καὶ μακρὸν τὸ ι . οὕτως Ἡρωδιανό ς. E. M. 271, 3: Δία ς : ὡς ἀπὸ τοῦ δράκων δράκοντος δρακοντίας, οὕτω καὶ ἀπὸ τοῦ Διός γίνεται Διίας καὶ κράσει Δίας. Choer. Orth. 192, 16, E. M. 275, 6: διίφιλος: ὥσπερ παρὰ τὴν Ἄρηϊ δοτικὴν γίνεται ἀρηΐφιλος, οὕτω καὶ παρὰ τὸ Διΐ διίφιλος καὶ κράσει τῶν δύο ιι εἰς ι μακρὸν Δίφιλος. Choer. 195, 32 coll. 240, 15: ἄξιόν ἐστι ζητῆσαι, διατί ὥσπερ ἀπὸ τοῦ ὄφιϊ γίνεται ὄφι κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν δηλονότι μακρόν, μὴ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Ζεύς Διός Διΐ γίνεται Δῖ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν μακρόν· ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται γενέσθαι ἡ Διΐ δοτικὴ κατὰ κρᾶσιν τῶν δύο ιι Δῖ, ἐπειδὴ οὐδέποτε ἡ δοτικὴ τῶν ἑνικῶν ἐπ’ ὀνομάτων μονοσυλλάβων ἐκφωνεῖ τὸ ι . Choer. 314, 26 et E. M. 218, 29: βῶξ ἐστιν εἶδος ἰχθύος, ὅστις ἱστορεῖται ἔχων βοήν· γέγονε δὲ τοῦτο παρὰ τὸ βοή βόαξ καὶ κατὰ
3,2 335 κρᾶσιν τοῦ ο καὶ α εἰς ω βῶξ. Ἡρωδιανὸς δέ φησι καὶ δισυλλάβως λέγεσθαι ὡς Ἀριστοφάνης (fr. 400 Dind.) «ἀλλ’ ἔχουσα γαστέρα μεστὴν βοάκων» καὶ Φερεκράτης εἰπὼν «τί ληρεῖς; ἀλλὰ φωνὴν οὐκ ἔχειν Ἰχθῦν γέ φασι τὸ παράπαν—ἐπιφέρει, νὴ τὼ θεώ, Κοὐκ ἔστιν ἰχθῦς ἄλλος οὐδεὶς ἢ βόαξ» (Mein. p. 110 ed. min.). Eust. 1896, 5 coll. Choer. 394, 25: εὐθεῖα ἑνικὴ καθ’ Ἡρωδιανὸν ὄας ὡς φόας, διὸ καὶ συναιρεθέντα εἰς φῶς καὶ ὦς ἃ δὴ μόνα ἐν τοῖς οὐδετέροις εἰς ως λήγει, διὰ τοῦ τ κλίνεται. τὸ δὲ φόας γίνεται καθ’ ὑπερβιβασμὸν ἐκ τοῦ φάος. Choer. 347, 17: βούλονταί τινες ἀναπλάττειν ἀπὸ τοῦ «ἀμύνεμεν ὤρεσιν» (Ε 486) ἀντὶ τοῦ ταῖς γυναιξίν εὐθεῖαν τῶν ἑνικῶν ὦρ ἀπὸ τοῦ ὄαρ γενομένην κατὰ κρᾶσιν τοῦ ο καὶ α εἰς ω ὥσπερ κρείττονα κρείττω, ὧν ἐστι καὶ Ἡρωδιανό ς.
3,2 336 (2) Ep. Cr. I 444, 16, Choer. Orth. 225, 33: χειροάναξ κατὰ κρᾶσιν τοῦ ο καὶ α γίνεται χειρῶναξ ὡς Ἱπποάναξ Ἱππῶναξ. Choer. 242, 16 coll. p. 861: ἐν τῷ βόας βοῦς τὸ ο καὶ τὸ α εἰς τὴν ου δίφθογγον συναιρεῖται ὡς ἐν Κόλαξιν Εὐπόλιδος «θὲς νῦν ἀγροὺς καὶ πρόβατα καὶ βοῦς» (Mein. p. 189 ed. min.) καὶ παρὰ τῷ Ἡρακλείδῃ ἐν τῇ ἀρχῇ τῆς Λέσχης. Choer. 395, 22: τὸ «πεδία λωτεῦντα» (Μ 283) ἐὰν ἀπὸ τοῦ λωτόεντα εἴπωμεν λωτοῦντα ἤμελλεν εἶναι διὰ τῆς ου διφθόγγου· τὸ γὰρ ο καὶ ε οὐδέποτε εἰς τὴν ευ δίφθογγον κίρναται, ἀλλ’ εἰς τὴν ου οἷον τὸ ἐμόν τοὐμόν, προέστη προὔστη, προέβη προὔβη· ἀλλὰ λέγομεν ὅτι ἀπὸ τοῦ λωτόεντα καθ’ ὑπερβιβασμὸν τοῦ ε γέγονε λωτέοντα καὶ κατὰ κρᾶσιν Δωρικὴν ἢ Ἰωνικὴν τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον λωτεῦντα, ὥσπερ Ἐρέβεος Ἐρέβευς «ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο» (Θ 368). Choer. 242, 10: ἰστέον ὅτι κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον γίνεται βοῦς ὥσπερ οἱ κρείττονες καὶ οἱ ἀρείονες καὶ οἱ βελτίονες οἷον κρείττονες κρείττοες καὶ κρείττους, ἀρείονες ἀρείοες ἀρείους, βελτίονες βελτίοες βελτίους. ἰστέον δὲ ὅτι σπανία ἐστὶν ἡ χρῆσις τῆς βοῦς εὐθείας τῶν πληθυντικῶν, μᾶλλον δὲ οἱ βόες εὕρηνται. Choer. 241, 33: ἄξιόν ἐστι ζητῆσαι, διατί, ὥσπερ ἡ εὐθεῖα τῶν πληθυντικῶν γίνεται κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς ου δίφθογγον οἷον βόες βοῦς, μὴ τὸν αὐτὸν τρόπον καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν γίνεται κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον οἷον βόε βοῦ. καὶ ἔστιν εἰπεῖν, ὅτι οὐ δύναται ἡ εὐθεῖα τῶν δυϊκῶν γενέσθαι κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον, ἐπειδή, εἰ ἐγένετο τοῦτο, ἤμελλεν εἰς υ καταλήγειν, ὅπερ ἐστὶν ἀδύνατον, τὸ γὰρ υ οὐκ ἔστι τελικὸν τῆς εὐθείας τῶν δυϊκῶν.
3,2 337 (2) Choer. 530, 27: ἔστιν ἐχρύσοον καὶ κατὰ κρᾶσιν τῶν δύο οο εἰς τὴν ου δίφθογγον γίνεται ἐχρύσουν ὥσπερ νόος νοῦς· εἶτα τὸ δεύτερον πρόσωπον ἐχρύσοες καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον γίνεται ἐχρύσους ὥσπερ τὸ ἐμόν τοὐμόν. E. M. 608, 18: «νώσατο δ’ Ὀρφεύς» (Apoll. Rhod. IV 1409) ἀντὶ τοῦ ἐπέγνω. ἀπὸ τοῦ νοήσατο κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω ὡς ὀγδοήκοντα ὀγδώκοντα. Choer. 237, 26: ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὸ βοῦς βοός οὐ κιρνᾶται κατὰ τὴν γενικήν. ἔστιν οὖν εἰπεῖν, ὅτι, εἰ ἐκίρνατο τὸ βοῦς βοός κατὰ γενικήν, εἰς ους ἤμελλεν εἶναι οἷον πλόος πλοῦς, νόος νοῦς, ῥόος ῥοῦς· τὰ γὰρ δύο οο εἰς τὴν ου δίφθογγον κιρνῶνται· καὶ λοιπὸν πρῶτον μὲν ἤμελλεν συνεμπίπτειν ἡ εὐθεῖα τῇ γενικῇ, δεύτερον δὲ πᾶσα γενικὴ ἀρσενικὴ εἰς ους λήγουσα θέλει ἔχειν τὴν αἰτιατικὴν εἰς η καταλήγουσαν οἷον τοῦ Δημοσθένους τὸν Δημοσθένη, τοῦ εὐσεβοῦς τὸν εὐσεβῆ, τοῦ εὐγενοῦς τὸν εὐγενῆ. ἀλλὰ μὴν ἡ αἰτιατικὴ οὐ καταλήγει εἰς η , τὸν βόα καὶ τὸν βοῦν· δηλονότι τῆς αἰτιατικῆς μὴ καταληγούσης εἰς η οὐδὲ ἡ γενικὴ δύναται εἶναι εἰς ους . διὰ τοῦτο οὖν οὐ συναιρεῖται. Choer. 244, 21: ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν, ὥσπερ ἀπὸ τοῦ πλόος γίνεται πλοῦς κατὰ κρᾶσιν τῶν δύο οο εἰς τὴν ου δίφθογγον καὶ ἀπὸ τοῦ νόος νοῦς καὶ ἀπὸ τοῦ ῥόος ῥοῦς, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ γόος καὶ θοός γίνεται κατὰ κρᾶσιν τῶν δύο οο εἰς τὴν ου δίφθογγον γοῦς καὶ θοῦς. καὶ περὶ μὲν τοῦ γόος ἔστιν εἰπεῖν, ὅτι ἔχει ῥῆμα παρακείμενον τῆς δευτέρας συζυγίας τῶν περισπωμένων, τῶν ἄλλων μὴ ἐχόντων οἷον πλόος πλέω πλέεις, ῥόος ῥέω ῥέεις, νόος νοέω νοέεις, θρόος θροῶ θροεῖς. ἐπειδὴ γοῦν τὸ γόος ἔχει ῥῆμα
3,2 338 παρακείμενον τῆς δευτέρας συζυγίας τῶν περισπωμένων, γοῶ γὰρ γοᾷς, εἰκότως ὡς παραλλάξαν τοῦτο πρὸς τὰ διὰ τοῦ οος παρήλλαξε καὶ κατὰ τὸ μὴ κίρνασθαι. περὶ δὲ τοῦ θοός, ὅτι, ἐπειδὴ τῶν διὰ τοῦ οος δισυλλάβων πάντων βαρυνομένων οἷον πλόος, ῥόος, θρόος, γόος, νόος, τὸ θοός μόνον ὀξύνεται, εἰκότως ὡς παραλλάξαν κατὰ τὸν τόνον παρήλλαξε καὶ κατὰ τὴν κρᾶσιν, καὶ οὐ κίρναται ὁμοίως τοῖς ἄλλοις· ἄλλως τε δὲ τὸ ὀφειλόμενον ἐν τῇ ἁπλότητι ἐν τῇ συνθέσει ἀναδέχεται· ἐν γὰρ τῇ συνθέσει κίρναται, ἐπειδὴ καὶ βαρύνεται οἷον Πάνθοος Πάνθους. Choer. 332, 8: ἐπειδὴ πᾶσα γενικὴ εἰς ους λήγουσα ἔχει ἄλλην γενικὴν ὥσπερ ἐντελῆ οἷον Δημοσθένεος Δημοσθένους, Διομήδεος Διομήδους, τούτου χάριν διάλυσις ἐγένετο τῆς ου διφθόγγου εἰς δύο οο καὶ ἐγένετο Σαπφόος καὶ Λητόος ἡ ἐντελὴς γενική, ἡ δὲ Σαπφοῦς καὶ Λητοῦς κατὰ συναίρεσιν· ἰστέον δὲ ὅτι τῇ μὲν διὰ τοῦ ους γενικῇ κέχρηνται οἱ Ἴωνες οἷον τῆς Σαπφόος τῆς Λητόος, τῇ δὲ εἰς ους οἱ Ἀττικοὶ καὶ ἡ κοινὴ διάλεκτος οἷον Σαπφοῦς Λητοῦς. St. B. 36, 9: Ἄθως ὄρος Θρᾴκης. εἴρηται δὲ καὶ Ἄθοος ὡς τὸ Κῶς Κόος. λέγεται καὶ κατὰ συναίρεσιν Ἄθους.
3,2 339 (2) Choer. 244, 5: τὸ πλακοῦς πλακοῦντος καὶ Σιμοῦς Σιμοῦντος γέγονε τοῦτον τὸν τρόπον. ἔστι δὲ πλακόεις πλακόεντος, Σιμόεις Σιμόεντος καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ου δίφθογγον γίνεται πλακοῦς καὶ Σιμοῦς, τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ οὐ δύνανται τρία φωνήεντα ἐν μιᾷ συλλαβῇ παραλαμβάνεσθαι· τὸ γὰρ ο οὐκ ἠδύνατο ἀποβληθῆναι, ἐπειδὴ οὐδέποτε μετὰ τὴν υι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον, ἀλλὰ φωνῆεν οἷον μυῖα ἅρπυια, υἱός. εἰ ἀπεβλήθη οὖν τὸ ο καὶ ἐφυλάχθη ἡ υι δίφθογγος, εὑρίσκετο μετὰ τὴν υι δίφθογγον σύμφωνον ἐπιφερόμενον τὸ ς , ὅπερ ἐστὶν ἀδύνατον. τὸ δὲ υ οὐκ ἀπεβλήθη, ἵνα μὴ γένηται ὑπόνοιά τις, ὅτι τὸ ο καὶ ε εἰς τὴν οι δίφθογγον κίρνανται· τὸ γὰρ ο καὶ ε εἰς τὴν ου δίφθογγον κίρναται οἷον τὸ ἐμόν τοὐμόν, πρόεστι προὖστι, προέβη προὔβη. ἐξ ἀναγκῆς οὖν ἀπεβλήθη τὸ ι καὶ ἔμεινεν ἡ ου δίφθογγος. Choer. 499, 7: ἔστι χρυσόω καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ ω εἰς ω γίνεται χρυσῶ· τούτου τὸ δεύτερον πρόσωπον χρυσόεις καὶ ὤφειλε κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον γίνεσθαι χρυσοῦς, τὸ γὰρ ο καὶ ε εἰς τὴν ου δίφθογγον κιρνᾶται οἷον τὸ ἐμόν τοὐμόν, ἀλλ’ ἐπειδὴ ἤμελλε τρία φωνήεντα εἶναι ἐν μιᾷ συλλαβῇ, φημὶ δὲ τὸ ο καὶ υ καὶ ι , οὐδέποτε δὲ ἐν μιᾷ συλλαβῇ τρία φωνήεντα εὑρίσκονται, ἀνάγκην ἔχει ἓν ἐκ τούτων τῶν τριῶν φωνηέντων ἀποβληθῆναι. καὶ τὸ μὲν ι οὐ δύναται ἀποβληθῆναι, ἐπεὶ τὰ εἰς ω λήγοντα ῥήματα θέλουσιν ἔχειν ἐν τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ δίφθογγον τὴν μετὰ τοῦ ι οἷον τύπτω τύπτεις τύπτει, βοῶ βοᾷς βοᾷ· τὸ δὲ ο οὐκ ἠδύνατο ἀποβληθῆναι, ἐπειδὴ ἤμελλεν εἶναι μετὰ τὴν υι δίφθογγον ἐπιφερόμενον σύμφωνον τὸ ς , ὅπερ ἐστὶν ἀδύνατον. —μὴ δυνάμενον οὖν μήτε τὸ ι ἀποβάλλειν διὰ τὸ ἔχειν τὸ πρῶτον πρόσωπον εἰς ω καταλῆγον, μήτε τὸ ο διὰ τὸ μηδέποτε μετὰ τὴν υι δίφθογγον εὑρίσκεσθαι σύμφωνον ἐπιφερόμενον, ἐξ ἀνάγκης ἀπέβαλε τὸ ε τοῦ χρυσόεις ἐντελοῦς καὶ ἔμεινεν ἡ οι δίφθογγος καὶ ἐγένετο χρυσοῖς. Choer. 799, 20: ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὰ μὲν ὑποτακτικὰ τῆς πρώτης συζυγίας τῶν περισπωμένων διὰ τοῦ η καὶ ι ἐκφέρονται κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον ὁμοίως τοῖς βαρυτόνοις οἷον ἐὰν ποιῶ ἐὰν ποιῇς ἐὰν ποιῇ ὥσπερ ἐὰν τύπτω ἐὰν τύπτῃς ἐὰν τύπτῃ, τὰ δὲ ὑποτακτικὰ τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων
3,2 340 οὐκ ἐκφέρονται κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τοῦ η καὶ ι , ἀλλ’ ὁμοφωνοῦσι τοῖς ἰδίοις ὁριστικοῖς οἷον βοῶ βοᾷς βοᾷ, ἐὰν βοῶ ἐὰν βοᾷς ἐὰν βοᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ, ἐὰν χρυσῶ ἐὰν χρυσοῖς ἐὰν χρυσοῖ. ἔστιν οὖν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· εἰ ἐγένετο τὰ ὑποτακτικὰ τῶν τριῶν συζυγιῶν τῶν περισπωμένων κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τοῦ η καὶ ι ὁμοίως τοῖς βαρυτόνοις οἷον ἐὰν ποιῶ ἐὰν ποιῇς ἐὰν ποιῇ, ἐὰν βοῶ ἐὰν βοῇς ἐὰν βοῇ, ἐὰν χρυσῶ ἐὰν χρυσῇς ἐὰν χρυσῇ ὥσπερ ἐὰν τύπτω ἐὰν τύπτῃς ἐὰν τύπτῃ, σύγχυσις ἤμελλεν εἶναι καὶ οὐδεμία διάκρισις τῶν συζυγιῶν ἐν τοῖς ὑποτακτικοῖς. E. M. 775, 20 (Cod. Paris. 2426), Cram. Anecd. Paris. I 396:
3,2 341 ὁ Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν οὕτως, τοῦτο (sc. υἷος) σχηματίζων, φησίν, ὅτι ἐστὶν υἷϊς διὰ τῆς υι διφθόγγου κατὰ τὴν παραλή‐
3,2 342 γουσαν· τούτου ἡ γενικὴ υἵϊος καὶ κατὰ συναίρεσιν τῶν δύο ιι εἰς ἓν δηλονότι μακρὸν υἷος ὥσπερ Θέτις «Θέτι καλλιπλοκάμῳ» (Σ 407). Steph. B. 704, 6: Ψυττάλεια νῆσος περὶ Σαλαμῖνα. Ἡρόδοτος «εἰς τὴν νησῖδα τὴν Ψυττάλειαν, τὴν μεταξὺ Σαλαμῖνος κειμένην καὶ τῆς ἠπείρου» (8, 76). Ἡρωδιανὸς μέντοι Ψυττάλην αὐτὴν καλεῖ. ἔοικε δὲ τὸ Ψυττάλεια πρωτότυπον εἶναι ὡς Ἀγάμμεια Μαντίνεια Ἐρύθεια Ζέλεια, ἀφ’ οὗ κατὰ συναλοιφὴν ἐγένετο ὡς Ἀγάμμη Μαντίνη Ζέλη Ἐρύθη. Ep. Cr. I 249, 7: οἶδεν ὁ ποιητὴς διφορουμένην τὴν ἐκεῖνος. «κείνου μέντοι ὅδ’ υἱός» (δ 157), «ὡς κείνῳ ἀναφανδόν» (δ 222). οἶδε δὲ τὴν ἐκεῖνος «μηδ’ ἀντιάσειας ἐκείνῳ» (Od. ς 146), διὸ ἐν τῷ «ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων» (α 177), Ἀρίσταρχος ἀπαξιοῖ ἐπεὶ κἀκεῖνος κατὰ ἔκθλιψιν τοῦ ι καὶ κρᾶσιν· εἰ γὰρ ἠγνόει
3,2 343 τὴν ἐκεῖνος ὁ ποιητής, ἐχρῆν τὸ πάθος παραλαμβάνειν· εἰ δὲ οἶδε τὴν δισύλλαβον, παραλάβωμεν ὥσπερ κἀν τούτῳ «καὶ κεῖθι θεῷ ὡς εὐχετοῴμην» (θ 467), οὐχὶ κἀκεῖθι· οἶδε γὰρ καὶ τὸ κεῖθι «κεῖθι δὴ αἰνό‐
3,2 344 τατον» (θ 119). οἶδε δὲ καὶ τὸ κεῖσε «αἳ κεῖσέ γε φέρτεραι ἦσαν» (Ψ 461), καὶ τὸ κεῖθεν «κεῖθεν δ’ ἐς Σπάρτην τε» (α 285). E. M. 821, 39, Schol. ad Apollon. I 108 1: ὦλλο ι : ἀντὶ τοῦ οἱ ἄλλοι αἱ τοιαῦται δὲ συναλοιφαὶ τῆς δευτέρας εἰσὶν Ἰάδος, ᾗ Ὅμηρος οὐκ ἐχρήσατο. διόπερ Ζηνοδότῳ μέμφονται εἰπόντι δεῖν ἀναγινώσκειν «ὦλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες» (Β 1). E. Or. 74, 15, E. M. 443, 27: θάτερο ν : παρὰ τὸ ἅτερον· Δώ‐
3,2 345 ριον· τὸ γὰρ ἕτερος ἅτερος λέγουσιν οἱ Δωριεῖς ὡς τρέχω τράχω. οὕτως οὖν καὶ τὰ ἅτερα θάτερα κατὰ συναίρεσιν τῶν δύο αα εἰς α · καὶ
3,2 346 τὸ ἅτερον θάτερον ὡς τὸ ἀγαθόν τἀγαθόν· ἔμεινε δὲ τὸ τ ἄτρεπτον, ἐπειδὴ ψιλοῦται τὸ ἀγαθόν, τὸ ἅτερον δὲ δασύνεται. εἰ γὰρ ἦν παρὰ
3,2 347 τὸ ἕτερον θοὔτερον ἂν ἦν ὡς τὸ ἔλαιον τούλαιον. διὸ καὶ οὐ λέγεται θάτερος ἐπὶ ἀρσενικοῦ ὀνόματος, ἀλλ’ ἅτερος.
3,2 348 (2) Ep. Cr. I 291, 2: νημερτής ὁ στέρησιν τοῦ ἁμαρτάνειν ἔχων κατὰ τροπὴν τοῦ α εἰς ε ὡς κρέσσων ἀπὸ τοῦ κρατύς καὶ τὸ πελεμίζω ἀπὸ τοῦ παλάμη παλαμίζω ὡς χαίτη χαιτίζω καὶ τὸ πιάζω οἱ Ἴωνες πιέζω καὶ Ἀττικοὶ καὶ Αἰολεῖς «χειρὶ δ’ ἔχων ἐπίεζε βραχίονα» (Π 510). Δωριεῖς πιάζω ἀναλογώτερον. Ep. Cr. I 387, 23: Σιδονίηθεν: παρὰ τὸ Σιδών Σιδῶνος Σιδωνόθεν
3,2 349 ὡς Πλευρωνόθεν· καὶ ὄνομα Σιδονία· καὶ ὡς Οἰχαλίηθεν, Τροία Τροίηθεν, κλισία κλισίηθεν, οὕτως Σιδονία Σιδονίηθεν· οἱ μὲν οὖν Ἀττικοὶ τὸ α φυλάσσουσι Φθίαθεν, θύραθεν, πέραθεν· Ἴωνες δὲ τρέπουσι Σιδονίηθεν, Τροίηθεν, θύρηθεν. τρέπεται καὶ τὸ α εἰς ο Δεκέλεια Δεκελειόθεν, ἴσως καὶ παρὰ τὸ πλευρά πλευρόθεν καὶ παρὰ τὸ ἑσπέρα ἑσπερόθεν, εἰ μὴ ἄρα παρὰ τὸ ἕσπερος. Ἱστίαια Ἱστιαιόθεν. St. B. 125, 8: Ἅρπυια: τὸ ἐθνικὸν Ἁρπυιήτης τροπῇ τοῦ α εἰς η . p. 162, 7: Βέμβινα: ὁ πολίτης Βεμβινίτης ὡς Σταγιρίτης. παρὰ δὲ Ῥιανῷ Βεμβινάτης· ἔστι δὲ καὶ Βεμβινήτης· ἔοικεν οὖν ὡς Αἰγινάτης καὶ Αἰγινήτης κατὰ τροπὴν ὡς Πανύασις ἐν Ἡρακλείας πρώτῃ
3,2 350 «δέρμα τε θήρειον Βεμβινήταο λέοντος» καὶ ἄλλως «καὶ Βεμβινήταο πελώρου δέρμα λέοντος». St. B. 133, 12: Βότρυς πόλις Φοινίκης· ὁ πολίτης Βοτρυηνός, ὡς Παυσανίας, παραλόγως· ἀπὸ γὰρ γενικῆς καθαρευούσης τὸ η ἔχει πρὸ τέλους, ὀφεῖλον τὸ α ὡς Ὀλβιανός Καρδιανός. E. Or. 77, 18: ἰξό ς : ὁ Ἡρωδιανὸς ἄξος τίς φησιν εἶναι παρὰ τὸ ἄγειν τὰ ὄρνεα. Ep. Cr. I 78, 24: Ἁλίζωνες οἱ Βιθυνοί «αὐτὰρ Ἁλιζώνων Ὁδίος καὶ Ἐπίστροφος ἦρχον» (Β 856). εἴρηνται οὕτως ὅτι ἡ γῆ αὐτῶν θαλάσσῃ διέζωσται καὶ οἱονεὶ χερσόνησός ἐστιν ὑπὸ τοῦ Εὐξείνου τῆς Προποντίδος διεζωσμένη. Ἐπαφρόδιτος δὲ ἀλαζόνας τινὰς εἶναι αὐτοὺς ὑπὸ τῆς εὐδαιμονίας τῆς χώρας ἐπηρμένους· τοῦ α εἰς τὸ ι τραπέντος. Ep. Cr. 13, 18, E. M. 129, 17: ἐκ τοῦ ἀμέργω κατὰ τροπὴν τοῦ α εἰς ο ὡς ἄρχομαι ὄρχαμος, ἀκριόεις ὀκριόεις γίνεται ὀμόργω ὀμόρξω ὤμορξα ὠμορξάμην καὶ «ἀπομόρξατο» (ρ 304). Ep. Cr. I 304, 19 et 332, 10, E. Or. 121, 9, An. Par. III 348, 13: ὀτρηρός: Φιλόξενος παρὰ τὸ τρῶ τὸ φοβοῦμαι ῥηματικὸν ὄνομα τρεερός ὡς τήκω τακερός, σφάλλω σφαλερός καὶ συναλοιφῇ τῶν δύο εε εἰς η τρηρός καὶ μετὰ τοῦ στερητικοῦ α ἀτρηρός καὶ τροπῇ τοῦ α
3,2 351 εἰς ο ὀτρηρός. καὶ Ἀτρεύς κατὰ στέρησιν τοῦ τρεῖν ἐγένετο καὶ μεταθέσει πάλιν τοῦ α εἰς ο Ὀτρεύς, οὗ ἡ γενικὴ Ὀτρῆος «λαοὺς Ὀτρῆος» (Γ 186). E. M. 662, 11: πέποσχ ε : ἀπὸ τοῦ πάσχω πάσξω πέπασχα, τὸ τρίτον πέπασχε καὶ κατὰ τροπὴν τοῦ α πέποσχεν. ἐν Ἁρπαγαῖς Ἐπιχάρμου «ἁ δὲ Σικελία πέποσχε». E. M. 216, 14: Βύκχις ὄνομα Αἰολικόν. παρὰ τὸ Βάκχος Βάκχις καὶ Βύκχις ὡς ἵππος ἴππις καὶ οἶκος Οἶκις καὶ τροπῇ τοῦ α εἰς υ ὡς βάθος βύθος. E. Or. 11, 18: ἄμυδις Αἰολικῶς. παρὰ γὰρ τὸ ἁμάδις καὶ ἄμυδις τροπῇ τοῦ α εἰς υ κατ’ Αἰολεῖς ὡς σάρκες σύρκες. Ep. Cr. I 430, 7: φωριαμός παρὰ τὸ φώρ, ὃ σημαίνει τὸν κλέπτην, ἐπεὶ πρὸς φυλακὴν τούτων κατεσκεύασται· ἢ παρὰ τὸ φάρη φυλάσσειν, ὃ καὶ βέλτιον, ἀντιθέσει τοῦ α εἰς ω ὡς ἐν τῷ θᾶκος θῶκος, κράζω κρώζω καὶ παρὰ τὴν ἀκὴν τὸ ἀκόλουθον ἀκύς καὶ ἀντιθέσει ὠκύς καὶ τέκμαρ τέκμωρ. εἴτε οὖν παρὰ τοὺς φῶρας εἴτε παρὰ τὸ φᾶρος τὸ ἀκόλουθον φωραμός καὶ κατὰ πλεονασμὸν τοῦ ι φωριαμός.
3,2 352 (2) St. B. 54, 1: ἔσθ’ ὅτε ἐπὶ τῶν τοιούτων (sc. τῶν παρὰ τῶν εἰς εια παραγομένων ἐθνικῶν) μένοντος τοῦ ε , ὑφαιρουμένου τοῦ ι , τὸ α εἰς ω ἀμείβεται ὡς Ἡρακλεώτης Μαρεώτης καὶ Ῥαφεώτης. E. M. 570, 43, Schol. BL ad Il. Β 242: ὁ Ἡρωδιανὸς λέγει, ὅτι ἐκ τοῦ λαβή, ὃ σημαίνει τὸ ξίφος, γίνεται λάβη καὶ τροπῇ τοῦ α εἰς ω λώβη ὡς ἀπὸ τοῦ φᾶρος φωριαμός. Eustath. 365, 27: οἱ Βοιωτοὶ τὴν ὅλην αι δίφθογγον εἰς η καταμόνας μεταβάλλουσι, ὥς που καὶ Χοιροβοσκὸς παρασημειοῦται, ἐν οἷς ἐξηγεῖται τὸν Ἡρωδιανὸν λέγων καὶ ὅτι τὰς θηλυκὰς πληθυντικὰς εὐθείας τῶν παθητικῶν ἐνεστώτων τὸ ποιούμεναι λεγόμεναι καὶ τὰ τοιαῦτα ποιούμενη λεγόμενη ἐκεῖνοί φασιν. Choer. 631, 5: οἱ Δωριεῖς ἔθος ἔχουσι τρέπειν τὸ ε εἰς τὸ α οἷον τρέχω τράχω Ἄρτεμις Ἄρταμις.
3,2 353 (2) Ep. Cr. I 289, 1: νηπιάα ς : ἔστι τι νήπιος νηπιεία καὶ Ἰωνικῶς «ἐν νηπιέῃ ἀλεγεινῇ (Ι 481). καὶ ἦν μὲν τὸ ἀκόλουθον «νηπιέας ὀχέειν» (α 297). ἀλλ’ ἤτοι ἀντίθεσίς ἐστι τοῦ ε εἰς α ἢ νηπίας ἐστίν, ἵνα λείπῃ φρένας, καὶ ἐν πλεονασμῷ τοῦ α νηπιάας. Theogn. p. 93: πήρ α : ἀπὸ τοῦ φέρω φέρα καὶ τροπῇ τοῦ φ εἰς π καὶ τοῦ ε εἰς η πήρα. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶ ν. St. B. 440, 17: Μεθώνη πόλις Θρᾴκης Μαγνησίας, ἣν Ὅμηρος διὰ τοῦ η «οἱ δ’ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο» (Β 716). ἐκλήθη ἀπὸ τοῦ μέθυ· πολύοινος γάρ ἐστι. E. M. 263, 29: δήϊος: παρὰ τὸ δέος δέϊος καὶ δήϊος ὁ δέος ἐμποιῶν. St. B. 403, 3: τῆς Κέω τὸ ἐθνικὸν Κέϊος καὶ ἐκτάσει Κήϊος ὡς τῆς Τέω Τέϊος καὶ Τήϊος καὶ Κεῖος διὰ διφθόγγου. St. B. 421, 8: Λύκειον γυμνάσιον. —λέγεται καὶ Λυκήϊον. E. M. 260, 29: δείκελον· λέγεται καὶ δείκηλον. σημαίνει δὲ τὸ ἄγαλμα ἢ ὁμοίωμα οἷον «δείκηλα προΐαλλεν» (Apoll. Rhod. IV 1672)
3,2 354 καὶ «δείκελον Ἰφιγόνης» παρὰ Παρθενίῳ· ὥσπερ παρὰ τὸ πέμπω πέμπελος (σημαίνει δὲ τὸν πολλῶν ἐνιαυτῶν ὄντα), οὕτω καὶ ἀπὸ τοῦ δείκω τὸ δεικνύω γίνεται δείκελος καὶ ἐκτάσει τοῦ ε εἰς η δείκηλον τὸ ἴνδαλμα. Ἐπαφρόδιτος δὲ λείπειν τὸ ι φησὶ κατ’ ἀρχὰς ἰδείκελον τὸ τὴν ἰδίαν ἑκάστου ἐμφαῖνον ὁμοιότητα. St. B. 435, 16: Μασσαγέται. —τὸ θηλυκὸν λέγεται Μασσαγῆτις καὶ ἴσως διὰ τὸ μέτρον. E. M. 758, 20: τιθήμενος «ἀμφ’ ὤμοισι τιθήμενον ἔντεα καλά» (Κ 34) ὁμοίως τῷ κιχήμενος καὶ ἀήμενος· ἤτοι ποιητικῶς ἔκτασις ἢ διαλέκτῳ ἀναπέμπεται. περὶ παθῶ ν.
3,2 355 (2) Ep. Cr. I 207, 17, E. M. 381, 40, Choer. 894, An. Par. III 335, 13: παρὰ τὸ ἔω τὸ παραγωγὸν ἐμί, τὸ πληθυντικὸν ἐμέν «γρῆες ἐμέν» ὁ Κυρηναῖος Καλλίμαχος ἀντὶ τοῦ εἰμέν. τοῦ ἐμέν τὸ προστακτικὸν ἔθι καὶ πλεονασμῷ τοῦ ς ἔσθι. Ἑκαταῖος «ἐνθάδε ἔσθι», ὅπερ οἱ Ἀττικοὶ ἴσθι κατὰ τροπὴν ὥσπερ τὸ ἔχω ἴσχω «ἴσχε τέκος, μὴ πῖθι». πολλάκις γὰρ πλεονάζοντος συμφώνου τρέπεται τὸ ε εἰς ι ὥσπερ ἐπὶ τοῦ μένω μίμνω, τέκω τίκτω. E. Or. 29, 22: ἀελλής: παρὰ τὸ εἴλλω ἢ ἀέλλω ἀελλής καὶ τροπῇ τοῦ ε εἰς ο ἀολλής· οὐκ ἀπῳδὸν δὲ τῷ σημαινομένῳ τοῦ ἀελλής τὸ ἀολλής. καὶ γὰρ ἐνταῦθα ἡ ἄθροισις καὶ συστροφή. οὕτως Ἡρωδιανό ς.
3,2 356 (2) E. M. 615, 8, St. B. 483, 19: ὁδός: παρὰ τὸ ἕω τὸ πέμπω ἑδός καὶ ὁδός ἡ πεπατημένη τρίβος. Eustath. 110, 38: μονῆρες ἐν τοῖς θηλυκοῖς ἡ χείρ, ἣ κλίνεται διχῶς ποτὲ μὲν διὰ τοῦ ε , ποτὲ διὰ τῆς ει διφθόγγου, ποτὲ δὲ κατὰ Ἡρωδιανὸν καὶ μετατεθείσης αὐτῆς εἰς η , ᾧ μαρτυρεῖ, φησίν, Ἀλκμὰν «ἐπ’ ἀριστερὰ χηρὸς ἔχων». E. Or. 124, 27: οἶδα: εἴδω ἐστὶ ῥῆμα βαρύτονον καὶ περισπώμενον δηλοῦν τὸ ἐπίσταμαι· τοῦ εἴδω παρακείμενος εἶδα καὶ τροπῇ τοῦ ε εἰς ο οἶδα κατ’ Αἰολεῖς. οὕτως Ἡρωδιανό ς. Ep. Cr. I 118, 6: τὰ εἰς ης ὅτε ἐπὶ γενικῆς εἰς ους λήγει, οὐ
3,2 357 τρέπουσι Δωριεῖς Διοπείθης, Εὐπείθης· ὅτε δὲ εἰς ου ἔχει τὴν γενικήν, τρέπουσιν οἷον παιδοτρίβης παιδοτρίβου παιδοτρίβας λέγουσιν. St. B. 207, 1: γήπεδον οἱ τραγικοὶ διὰ τοῦ α φασὶ δωρίζοντες. St. B. 329, 6: Ἰθώμη: τὸ ἐθνικὸν Ἰθωμαῖος καὶ Ἰθωμαία καὶ Ἰθωμήτης διὰ τοῦ η καὶ Δωρικῇ τροπῇ Ἰθωμάτας, ἀφ’ οὗ ὁ πολίτης Ἰθωμάτας καὶ Ζεὺς Ἰθωμάτας. St. B. 450, 4: Μῆλος: ἔστι καὶ κώμη Ἀκαρνανίας, ἧς τὸ ἐθνικὸν Μηλιεύς καὶ διὰ τοῦ α Δωρικῶς.
3,2 358 (2) Choer. 347, 23: Ἡρωδιανὸς λέγει, τὰ εἰς ηρ μονοσύλλαβα, μόνου μὲν ἀρσενικοῦ γένους ὄντα, φυλάττουσι τὸ η ἐν τῇ γενικῇ οἷον θήρ θηρός, φήρ φηρός «φηρσὶν ὀρεσκῴοισιν» (Α 268) ἀντὶ τοῦ κενταύροις, θηλυκοῦ δὲ γένους ὄντα καὶ φυλάττουσι τὸ η καὶ συστέλλουσι οἷον κήρ κηρός (Σ 115) «κῆρα δ’ ἐγὼ τότε δέξομαι» καὶ «τίω δέ μιν ἐν καρὸς αἴσῃ» (Ι 378). E. M. 155, 23: ἄσμενο ς : ἥδω τὸ εὐφραίνω, ὁ παθητικὸς παρακείμενος ἧσμαι, ἡ μετοχὴ ἡσμένος καὶ ἄσμενος τροπῇ τοῦ η εἰς α · τινὲς δὲ λέγουσι, μὴ εἶναι μετοχήν, ὅτι πᾶσαι αἱ τοῦ παρακειμένου μετοχαὶ παροξύνονται· πρὸς οὕς φαμεν, ὅτι λέγουσιν οἱ τεχνικοὶ μετοχὴν εἶναι παρακειμένου ἀπὸ τοῦ ἥδω ἡσμένος, κατὰ συστολὴν ἄσμενος καὶ ἅμα τῇ συστολῇ ἀνεβίβασε τὸν τόνον καὶ προπαροξύνεται. Choer. 629, 6, Anecd. Par. III 335, 20: τὸ η εἰς α τρέπεται ἐν τῷ δευτέρῳ ἀορίστῳ κατὰ τὴν παραλήγουσαν, εἰς α δὲ συστελλόμενον διὰ τὸ τὸν δεύτερον ἀόριστον βραχείᾳ θέλειν παραλήγεσθαι, λήβω ἔλαβον, μήθω ἔμαθον, πρήθω ἔπραθον, φήγω ἔφαγον, λήθω ἔλαθον, πήθω ἔπαθον, δήκω ἔδακον, λήχω ἔλαχον, τήκω ἔτακον, πλήσσω ἔπλαγον, ἐξ οὗ τὸ ἐπλάγην πρὸς διάφορον σημαινόμενον, εἰ μὲν γάρ τις σωματικῶς πλήσσεται, ἐπλήγην, εἰ δὲ ψυχικῶς, ἐπλάγην. ἀμέλει ὁ ποιητής, ἐπειδὴ ἐπὶ τῆς ψυχικῆς διαθέσεως κατεπλήγη εἶπε διὰ τοῦ η διὰ τὴν ἀνάγκην τοῦ μέτρου, τούτου χάριν προσέθηκε τὸ φίλον ἦτορ «κατεπλήγη φίλον ἦτορ» (Γ 31), ἵνα μὴ διὰ τῆς γραφῆς τοῦ η νομισθῇ ἐπὶ σωματικῆς διαθέσεως κεῖσθαι. Choer. 272, 34: οἱ Αἰολεῖς ἔχουσιν ἔθος πολλάκις συστέλλειν τὸ
3,2 359 η εἰς τὸ ε ἐν τῇ κλητικῇ καὶ ἀναβιβάζειν τὸν τόνον οἷον ὁ τριβολετήρ ὦ τριβόλετερ Αἰολικῶς (ἔστι δὲ εἶδος ἀκάνθης). τότε δὲ συστέλλουσι τὸ η εἰς τὸ ε ἐν τῇ κλητικῇ, ἡνίκα μὴ μακρᾷ παραλήγεται οἷον ὁ τριβολετήρ ὦ τριβόλετερ. ἡνίκα δὲ μακρᾷ παραλήγεται, οὐ συστέλλουσι τὸ η εἰς ε ἐν τῇ κλητικῇ οἷον ὁ χρηστήρ. τοῦτο γὰρ μακρᾷ παραληγόμενον οὐ συστέλλει τὸ η εἰς ε ἐν τῇ κλητικῇ παρὰ τοῖς Αἰολεῦσι. τὸ οὖν σῶτερ μακρὰν ἔχον τὴν παραλήγουσαν οὐ δύναται συσταλῆναι παρὰ τοῖς Αἰολεῦσι· διὰ τοῦτο ψευδαιολικόν ἐστι καὶ οὐ κυρίως Αἰολικόν. Ep. Cr. I 416, 23 (E. M. 777, 46, E. Gud. 541): ὑπεμνήμυκ ε : «πάντα δ’ ὑπεμνήμυκε» (Χ 491). γίνεται παρὰ τὸ ἠμύω τὸ κατακλίνω
3,2 360 καὶ καταπίπτω, οὗ ὁ παρακείμενος ἤμυκα, ὁ Ἀττικὸς ἀναδιπλασιασμὸς ὤφειλεν εἶναι ἠμήμυκα. ἀλλ’ ἐπειδὴ οἱ Ἀττικοὶ παρακείμενοι πάντως ἀπὸ βραχείας ἄρχεσθαι βούλονται ὡς ἐν τῷ ἀρήροκα, ἐλήλυθα, ὀμώμοκα, ἐλήλακα, κἀνταῦθα τὸ η συστείλας εἰς ε ἐποίησε τὸ ἐμήμυκα, ὅπερ ὁ ποιητὴς ἴσως διὰ τὸ μέτρον πλεονάσας τὸ ν πεποίηκε τὸ ὑπεμνήμυκε, ὥστε ἡ μὲν τοῦ η συστολὴ εἰς τὸ ε διὰ τὸν Ἀττικὸν παρακείμενον γέγονεν, ἡ δὲ προσθήκη τοῦ ν τῆς ποιητικῆς ἕνεκα χρείας. Ep. Cr. I 358, 20, E. Gud. 469, 46, E. M. 662, 14: πέποσθ ε : ὁ Ἡρωδιανὸς ἀπὸ τοῦ πήθω τὸ πανθάνω ὁ μέλλων πήσω πέπηκα πέπησμαι πεπήσμεθα πέπησθε καὶ συστολῇ τοῦ η εἰς ο πέποσθε.
3,2 361 (2) Ep. Cr. I 375, 9: πέπτωκ α : ἀπὸ τοῦ πτῶ πέπτηκα καὶ ὥσπερ ἀπὸ τοῦ οἰχῶ οἰχήσω ᾤχηκα καὶ κατὰ μεταβολὴν τοῦ η εἰς ω ᾤχωκα— Ὅμηρος «παρῴχωκε δὲ πλέων νύξ» (Κ 252), οὕτως καὶ ἀπὸ τοῦ πέπτηκα πέπτωκα. Ep. Cr. I 390, 1, E. M. 375, 46: συνοχωκότε (Β 218)· ἔστι μετοχὴ πρώτης συζυγίας τῶν περισπωμένων. ἐκ τοῦ συνέχω σύνοχος συνοχῶ παρασύνθετον. ὁ μέλλων συνοχήσω, ὁ παρακείμενος συνώχηκα καὶ τροπῇ τοῦ η μακροῦ εἰς ω μακρὸν γίνεται συνώχωκα, ἡ μετοχὴ συνωχωκώς συνωχωκότος· καὶ συστολῇ Ἰωνικῇ ἢ ποιητικῇ γίνεται ἡ εὐθεῖα τῶν δυϊκῶν συνοχωκότε. E. M. 675, 29: πλειάρειν: τὸν γὰρ πλήρην οὗτος (quis?) ἔφη πλειάρειν. οἱ γὰρ Αἰολεῖς τὸ η εἰς ει δίφθογγον μεταβάλλουσι· τὸ γὰρ πένης πένεις λέγουσιν. περὶ παθῶ ν. Choer. 152, 28: τινὲς θέλουσι τὸ ἀγκυλοχείλης εἶναι σύνθετον ἀπὸ τοῦ χηλή τοῦ θηλυκοῦ ὀνόματος, ὅπερ σημαίνει τὸν ὄνυχα, ἵνα ᾖ ἀγκυλοχήλης διὰ τοῦ η καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰς τὴν ει δίφθογγον γίνεται ἀγκυλοχείλης διὰ τῆς ει διφθόγγου, ἔθος γὰρ ἔχουσιν οἱ Βοιωτοὶ πολλάκις τὸ η εἰς τὴν ει δίφθογγον τρέπειν. τὸ γὰρ Λάχης Λάχεις λέγουσι διὰ τῆς ει διφθόγγου καὶ τὸ λέβης λέβεις ὁμοίως.
3,2 362 —ἔστιν ἀντιθεῖναι τοῖς λέγουσι τὸ ἀγκυλοχείλης παρὰ τὸ χηλή οὕτως· οἱ Βοιωτοὶ τρέπουσι τὸ η εἰς τὴν ει δίφθογγον, ἡνίκα μὴ τρέπεται τὸ η εἰς α παρὰ τοῖς Δωριεῦσιν οἷον τὸ λέβης καὶ πένης οἱ Βοιωτοὶ διὰ τῆς ει διφθόγγου γράφουσι λέβεις καὶ πένεις λέγοντες, ἐπειδὴ ἐπὶ τούτων οὐ τρέπουσι τὸ η εἰς α οἱ Δωριεῖς. τὸ δὲ Ἀτρείδης καὶ Ὀρέστης, ἐπειδὴ τρέπουσιν οἱ Δωριεῖς τὸ η εἰς α καὶ λέγουσιν Ἀτρείδας Ὀρέστας, οὐ τρέπουσιν οἱ Βοιωτοὶ εἰς τὴν ει δίφθογγον τὸ η . εἰ ἄρα οὖν τὸ χηλή λέγεται παρὰ τοῖς Δωριεῦσι χαλά κατὰ τροπὴν Δωρικὴν τοῦ η εἰς α , ὡς παρ’ Εὐριπίδῃ ἐν Φοινίσσαις (1032) «χαλαῖσί τ’ ὠμοσίτοις» δηλονότι οὐ δύνανται αὐτὸ ποιῆσαι οἱ Βοιωτοὶ διὰ τῆς ει διφθόγγου κατὰ τροπὴν τοῦ η εἰς τὴν ει δίφθογγον. οὐκ ἄρα οὖν τὸ ἀγκυλοχείλης σύνθετόν ἐστιν ἀπὸ τοῦ χηλή, ἀλλ’ ἔστι παρασύνθετον ἀπὸ τοῦ ἀγκυλόχειλος συνθέτου ἀπὸ τοῦ χεῖλος. Choer. 870, 6: ἔστιν θήσω ὁ μέλλων καὶ τέθηκα ὁ παρακείμενος διὰ τοῦ η ὥσπερ ποιήσω πεποίηκα καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰς τὴν ει δίφθογγον γέγονε τέθεικα διὰ τῆς ει διφθόγγου ὥσπερ ἥρωες εἵρωες· οὕτως δὲ καὶ ἐπεκράτησε γράφεσθαι. E. M. 250, 18: δαύω τὸ καίω παρὰ Σιμωνίδῃ «μηρίων δεδαυμένων» παρὰ τὸ δαίω τὸ καίω τροπῇ τοῦ ι εἰς υ .
3,2 363 (2) Choer. 546, 19: ἔστι κλαίω καὶ κλαύσω καὶ καίω καύσω· καὶ ἐπειδὴ ταῦτα κατὰ τὸν μέλλοντα ἔτρεψαν τὸ ι εἰς υ , τούτου χάριν καὶ ὁ παρακείμενος διὰ τῆς αυ διφθόγγου ἐγένετο οἷον κέκλαυκα. Choer. Orth. 241, 4: ἄξιόν ἐστι ζητῆσαι, εἰ τὸ νηλήτης ἀπὸ τοῦ ἀλιτεῖν γέγονε, τὸ δὲ ἀλιτεῖν διὰ τοῦ ι γράφεται, πῶς τὸ νηλήτης διὰ τοῦ η γράφεται; ἔστιν οὖν εἰπεῖν, ὅτι ἐτράπη Αἰολικῶς τὸ ι εἰς τὸ η . οὕτως γὰρ τὸ ἀκτῖνες καὶ τὸ ψιμύθιον διὰ τοῦ η προφέρονται οἱ Αἰολεῖς. Ep. Cr. I 145, 9: ἔστιν ὅτε ἐν συνθέσει τὸ ι εἰς τὸ η τρέπεται, ἐπήβολος· οὐ γὰρ ῥητὸν ἐπίβολος καὶ ἐπιετανός· ἔτος γὰρ καὶ ἐπηετανός· οὐ γὰρ παρὰ τὸ ταναός, ὥς τινες, ἐπεὶ πλείονα οὗτοι διδόασι πάθη ἐπιταναός ἐπιεταναός ἐπηετανός. Ep. Cr. I 47, 28: οἱ Αἰολεῖς τὴν ὑπό ὕπα λέγουσι καὶ τὴν ἀπό ἄπυ, ἴσως ἵνα καὶ τὸ υ ληκτικὸν γένηται προθέσεως ὡς τὸ α καὶ ι . St. B. 227, 15: Ἑρμιών ἀπὸ τοῦ τὸν Δία καὶ τὴν Ἥραν ἐνταῦθα ἀπὸ Κρήτης ἀφικομένους ὁρμισθῆναι καὶ τροπῇ τοῦ ο εἰς ε , ὅθεν καὶ ἱερὸν Ἥρας παρθένου ἦν ἐν αὐτῇ. E. M. 59, 58: ἁλετρίβανος ὁ τριβεύς παρὰ τὸ τρίβειν τοὺς ἅλας· ἁλοτρίβανος οὖν καὶ ἁλετρίβανος κατὰ τροπὴν ὡς κελαινοφής καὶ κελαινεφής ἀπὸ τοῦ κελαινόν καὶ φῶ· οὐ γὰρ ἀπὸ τοῦ νέφος. Ep. Cr. I 338, 33: πρηνής: σύνθετον παρὰ τὴν πρό καὶ παρὰ τὸ νῶ, οὗ παραγωγὸν νεύω, ῥηματικὸν ὄνομα προνής καὶ ἐν ἐπεκτάσει πρηνής ὁ πρόσω νενευκώς· γέγονε δὲ μεταβολὴ τοῦ ο εἰς η ὥσπερ προών πρηών, οὕτως καὶ προνής πρηνής καὶ ὀλιγοπελίη ὀλιγηπελίη καὶ θαλαμοπόλος θαλαμηπόλος καὶ αἱμοπότης αἱμηπότης. Ep. Cr. I 63, 26: παρὰ τὸ ὄψομαι ἐξέπιπτε ῥηματικὸν ὄψος καὶ κατὰ μεταβολὴν τοῦ ο εἰς τὸ υ ὕψος, ἔνθεν ἔστιν ἰδεῖν πάντα· τὸ δὲ
3,2 364 υ πρὸ τοῦ διπλοῦ οὐδέποτε εὑρίσκεται, εἰ μὴ μόνον ἐν τῷ ὕψος· ἔνθεν οἱ Αἰολεῖς ἀναλογώτεροί εἰσι ἴψος λέγοντες καὶ «κατ’ ἰψηλῶν ὀρέων» ἀποσώζοντες καὶ τὸ ἴδιον τοῦ πνεύματος· γίνεται δὲ καὶ τὸ υ μεταβολῇ τοῦ ο εἰς τὸ υ ὡς ἐν τῷ «κειμένω ἐν νεκύων ἀγύρει» (Π 661) καὶ «μεθ’ ὁμήγυριν ἄλλων» (Υ 142)· ἀγορά γὰρ ἦν καὶ ἄγυρις, καὶ παρὰ τοῖς Αἰολεῦσιν εὑρίσκομεν τὸ μόγις μύγις, τότε τύτε, «ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες» (Δ 427)· ἐπασσότεραι γὰρ ὤφειλεν εἶναι· τὸ γὰρ ἁπλοῦν ἀσσότερος. τὸ γοῦν ὀφειλόμενον τῷ σχήματι ἀπέδωκεν ὁ ποιητὴς εἰπὼν «ἀσσοτέρω καθίσασα παρὰ πυρί» (ρ 572). Ep. Cr. I 327, 27: οὐδὲν εἰς μα οὐδέτερον ἔχει δύο ο · ἀναλόγως οὖν οἱ Αἰολεῖς ὄνυμα λέγουσιν ὁμοίως τῷ ἔλυμα, ἔρυμα· ἐν τῇ συνθέσει δὲ τρέπει τὸ πρῶτον ο εἰς ω καὶ τὸ δεύτερον ο εἰς υ ὁμώνυμον· γίνεται δὲ παρὰ τὸ νέμω ῥηματικὸν ὄνομα νόμα τὸ ἐπιμεριζόμενον ἑκάστῳ καὶ νέμον τὴν σημασίαν, προσόδῳ τοῦ ο ὄνομα. E. M. 280, 6: Διώνυσος κατ’ ἔκτασιν· ἀεὶ δέ ἐστιν ἡ ἔκτασις ( Ἡρωδιανό ς) παρὰ τῷ ποιητῇ διὰ τοῦ ω μεγάλου καὶ τοῦ υ μακροῦ ὡς τὸ «Διωνύσοιο τιθήνας» (Ζ 132) καὶ «Διώνυσος δὲ φοβηθείς» (ibid. 135). St. B. 171, 16: Βιστονία: τὸ ἐθνικὸν Βιστών—τὸ θηλυκὸν Βιστονίς· ἐκτέταται δὲ καὶ λέγεται Βιστωνίς διὰ τοῦ ω καὶ Βιστώνιος ποιητικῶς. Choer. 830, 11: τετριγῶτες παρὰ τῷ ποιητῇ διὰ τοῦ ω ἔχει τὴν παραλήγουσαν μὴ ὂν κατὰ κρᾶσιν· ἀπὸ γὰρ τοῦ τρίζω ἐνεστῶτος γέγο‐
3,2 365 νεν ὁ παρακείμενος τέτριγα καὶ ἡ μετοχὴ τετριγώς τετριγότος διὰ τοῦ ο , ἀλλ’ ὁ ποιητὴς διὰ τὸ μέτρον ἐξέτεινε τὸ ο εἰς ω καὶ εἶπε τετριγῶτας διὰ τοῦ ω .
3,2 366 (2) Ep. Cr. I 447, 29: ὦμος ἐκ τοῦ οἴσω μέλλοντος· ὁ γὰρ ἐνεστὼς οὐκ εἴρηται καὶ ὥσπερ τὸ ω τρέπεται εἰς τὴν οι δίφθογγον ὡς ἀγκών ἀγκῶνος ἀγκώνη καὶ ἀγκοίνη, θῶ τὸ εὐωχοῦμαι θώσω θώνη καὶ θοίνη, οὕτως καὶ ἡ οι τρέπεται εἰς ω καὶ γίνεται ὦμος. Choer. 403, 20: τὸ Ὅμηροι τρέποντες τὴν οι δίφθογγον οἱ Βοιωτοὶ εἰς τὸ υ μικρὸν προπαροξύνουσι καὶ λέγουσιν Ὅμηρυ. Ep. Cr. I 301, 31, ἐκ τοῦ οὐτῶ ὄνομα οὐτηλή καὶ Δωρικῇ τροπῇ τῆς ου διφθόγγου εἰς ω ὡς βοῦν βῶν καὶ Βοιωτικῇ πάλιν τροπῇ τοῦ η εἰς τὴν ει δίφθογγον ὡς τέθηκα τέθεικα καὶ ἥρωες εἵρωες γέγονεν ὠτειλή διὰ τοῦ ω καὶ τῆς ει διφθόγγου.
3,2 367 (2) E. M. 464, 34: ὁ Ἡρωδιανὸς λέγει τὸ ἰαύω παρὰ τὸ αὔω· τούτου ὁ ἀόριστος αὖσα καὶ διαλύσει καὶ τροπῇ τοῦ υ εἰς ε γίνεται ἄεσα οἷον «πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ Ἄεσα» (τ 342) καὶ τὸ πληθυντικὸν ἀέσαμεν ὥσπερ καὶ τὸ αὔξεται ἀέξεται. Choer. 568, 31: τὸ ὑφήφασται γέγονε τοῦτον τὸν τρόπον· ἔστιν ὑφάζω ὑφάσω ὕφακα ὕφασμαι ὕφασται καὶ ὑφύφασται Ἀττικῶς· ἢ ὑφαίνω ὕφαγκα καὶ ὕφασμαι καὶ ὑφύφασμαι Ἀττικῶς ὥσπερ μεμόλυμαι μεμόλυσμαι καὶ μεμίαμαι μεμίασμαι καὶ ἐκεῖθεν ὕφασται καὶ ὑφύφασται ὁ Ἀττικὸς παρακείμενος. καὶ ἐπειδὴ οὐ θέλει ὁ Ἀττικὸς παρακείμενος ἔχειν ἐν τῇ αʹ καὶ βʹ συλλαβῇ τὸ αὐτὸ στοιχεῖον οἷον ἀλήλιφα καὶ ἐλήλυθα καὶ ὀμώμοκα, τούτου χάριν καὶ τροπὴ παρηκολούθησε τοῦ υ εἰς τὸ η ἐνταῦθα, ἐπειδὴ πολλάκις τὸ η εἰς τὸ υ τρέπεται οἷον ἅλμη ἁλμυρός. Ep. Cr. I 37, 26, E. Gud. 97, 30, E. M. 179, 3: Ἀφροδίτη: Εὐριπίδης παρὰ τὸ ἀφροσύνη «τὰ μωρὰ γὰρ πάντ’ ἐστὶν Ἀφροδίτη βροτοῖς» (Troad. 989). ὁ δὲ Δίδυμος παρὰ τὸ ἁβρὸν τῆς διαίτης· τὸ γὰρ β τῷ φ συγγενές ἐστι· δῆλον δὲ ἀπὸ τοῦ τοὺς Μακεδόνας Φίλιππον Βίλιππον καλεῖν καὶ τὸν φαλακρόν βαλακρόν καὶ τὸν Κεφαληνόν Κεβαληνόν καὶ τοῦ Φρύγας Βρίγας καὶ τοὺς ἀνέμους διὰ τὸ φυσᾶν φυσητὰς ὄντας βύκτας. καὶ Ὅμηρος «βυκτάων ἀνέμων» (κ 20). διχῶς δὲ ἡ ἁβροδίαιτος· ὅτι δεῖ αὐτῇ διὰ κάλλος χλιδῆς, ἢ ὅτι κατεχόμενοι τῇ θεᾷ ἁβροὶ καὶ πολυτελεῖς. οὕτω Δίδυμος· ἐγὼ δὲ νομίζω μᾶλλον παρὰ τὸ δύνειν ἐκ τοῦ ἀφροῦ τοῦ θαλασσίου· ἐκεῖθεν γὰρ ἀνῆλθεν. Ἡσίοδος (Theogn. 195) «τὴν δ’ Ἀφροδίτην—ἀφρογένειάν τε θεὰν καὶ ἐϋστέφανον Κυθέρειαν—κικλήσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκ’ ἐν ἀφρῷ—θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις. —ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφάανθη». Eustath. 1913, 15: εἰς τὴν μεταχώρησιν τοῦ υ καὶ ι πρὸς ἄλληλα
3,2 368 χρήσιμον καὶ τὸ στρυφνός ἐκ τοῦ στύφω παρὰ Ἡρωδιανῷ καὶ μεταθέσει στιφρός, ὅθεν ἴσως καὶ ῥῆμα στιφρῶ. Ep. Cr. I 411, 25: τεῖχος: παρὰ τὸ τεύχω ὡς παρὰ τὸ χεύω χεῖμα· ἔχει δὲ ἐν ἄλλῳ ὀνόματι τὴν ευ δίφθογγον, σημαίνει δὲ ἀγγεῖον. καὶ γὰρ εἴωθεν ἀπὸ τοῦ ἑνὸς ῥήματος γενέσθαι διάφορα ὀνόματα ὡς παρὰ τὸ νέω τὸ πορεύομαι νόος καὶ νέος. St. B. 652, 12: Ὑρμίνη πόλις τῆς Ἤλιδος· «ὅσσον ἐφ’ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα» (Β 616). τὴν δ’ Ὑρμίνην Ἐχεφυλίδας φησὶ τὰς νῦν Ὁρμίνας, Ὁρμίνας δὲ καὶ τοὺς Ἐπειοὺς καλεῖσθαι. St. B. 644, 16: Ὕασις πόλις Λιβύης. λέγεται καὶ Ὄασις. Choer. 442, 30: δύο δύω: ἔστι δὲ καὶ δοιώ ἡ εὐθεῖα τῶν δυϊκῶν κατὰ διάλεκτον ὀξυτόνως διὰ τῆς οι διφθόγγου ὡς παρὰ τῷ ποιητῇ «δοιὼ δ’ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν» (Γ 236) καὶ πάλιν «δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεαί» (Δ 7) καὶ πάλιν «δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει» (Ω 527). Choer. 832, 25: Ἴωνες τὸ τετυφυῖα καὶ τὰ ὅμοια λέγουσι διὰ τῆς οι διφθόγγου καὶ οὐ διὰ τῆς υι . E. M. 818, 47, Theogn. 70: χορός οἶμαι παρὰ τὸ χαίρειν χαρός
3,2 369 καὶ χορός ἢ ἐκ τοῦ χῶρος ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον τροπῇ τοῦ ω εἰς ο . Choer. 277, 25: τὸ Ἄπολλον Αἰολικῶς συστέλλει τὸ ω εἰς τὸ ο κατὰ τὴν κλητικήν· τὸ δὲ Ποσείδαον (Ξ 357) ψευδαιολικόν ἐστιν καὶ οὐ κυρίως Αἰολικόν, ἐπειδὴ οὐκ ἴσασιν οἱ Αἰολεῖς ἐπὶ ταύτης τῆς λέξεως εἰς ων τὴν εὐθεῖαν, ἀλλ’ εἰς αν · Ποτιδάν γὰρ λέγουσιν. St. B. 539, 14: Πυθῶθεν διὰ τοῦ ω ὡς Κριῶθεν καὶ μετὰ συστολῆς Πυθόθεν ὡς Λεσβόθεν. Ep. Cr. I 46, 16, E. Orion. 28, 11, An. Par. III 329, 9: ἀμύμω ν : ὁ μὲν Φιλόξενος παρὰ τὸ μύω μύσω μύμων καὶ κατὰ στέ‐
3,2 370 ρησιν ἀμύμων ὁ μὴ ἀνακεκλιμένος· οἱ δὲ παρὰ τὸ μῶμος κατὰ στέρησιν ἄμωμος ἀμύμων παρασύνθετον· τὸ δὲ ω εἰς υ ὡς τὸ χελώνη χελύνη παρὰ Σαπφοῖ. St. B. 638, 13: Τροία ἀπὸ Τρωός κατὰ Βοιωτοὺς ἢ μᾶλλον ὡς Βοιωτιακόν, ὡς Ἡρωδιανό ς. St. B. 290, 10: ἔστι καὶ Ἐφύρη Κράννουν λεγομένη, ὥς φησι Κινέας ὁ ῥήτωρ βʹ περὶ Θεσσαλίας καὶ Ἐπαφρόδιτος. E. M. 723, 17: σπέργυ ς : παρὰ τὸ πρέσβυς τροπῇ τοῦ β εἰς γ πρέσγυς καὶ ὑπερθέσει σπέργυς. περὶ παθῶ ν. St. B. 3, 20: Ἀβαντίς: τὸ Ἀβαντία θηλυκὸν τοῦ Ἀβάντιος κατὰ βαρβαρικὴν τροπὴν τοῦ β εἰς μ Ἀμαντία ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήσει. Καλλίμαχος δὲ Ἀμαντίνην ὡς Λεοντίνην αὐτὴν ἔφη «καὶ Ἀμαντίνην ᾤκισαν Ὠρικίην». Zon. 1496: παῖς: ὁ Ἡρωδιανό ς· παρὰ τὸ βαιόν γίνεται βάϊς καὶ πάϊς κατὰ τροπὴν τοῦ β εἰς π , ἐκ δὲ τοῦ πάϊς γίνεται κατὰ συναίρεσιν παῖς. St. B. 5, 1: Ἀβαρνίς πόλις καὶ χώρα καὶ ἄκρα τῆς Παριανῆς. — εὕρηται δὲ καὶ διὰ τοῦ π Ἀπαρνίς, ὡς παρὰ Ἀρτεμιδώρῳ τῷ γεωγράφῳ.
3,2 371 (2) E. M. 224, 42: Γαριμᾶς ἐκ τοῦ Μαρικᾶς ἢ ἐκ τοῦ Γαριμᾶς τὸ Μαρικᾶς· βάρβαρον δὲ τὸ ὄνομα καὶ ἡ κλίσις καὶ ὁ τόνος. Ἡρωδιανὸς περὶ παθῶ ν. E. M. 371, 19: ἐρεχμός καὶ ἐρεγμός. παρὰ τὸ ἐρεύγω ἐρευγμός, ὃς λέγεται καὶ ἐρεγμός· δοκεῖ δὲ ταῦτα παρὰ τοῖς Αἰολεῦσιν ἐκφέρεσθαι διὰ τοῦ χ , διωχμόν γὰρ λέγουσι καὶ ληχμόν, ὡς Ἀντίμαχος «ληχμὸν δ’ ἐμπάζεσθαι ἀλεείνων». St. B. 459, 8: Μυγδονία, μοῖρα Μακεδονίας. —ἐλέγετο καὶ Μυχθονία. E. M. 168, 36: αὐδή ἡ φωνή παρὰ τὸ αὐγή κατὰ τροπήν, δι’ ἧς αὐγάζεται καὶ φωτίζεται τὸ τοῦ νοῦ· Ἀπολλώνιος δὲ παρὰ τὸ αὔω τὸ φωνῶ, ὅπερ ἐν διαιρέσει ἀΰω λέγεται, καὶ ἐξ αὐτοῦ αὐτή καὶ τροπῇ αὐδή. St. B. 489, 17: Ὀλιζών πόλις Θετταλίας. ὠνομάσθη δὲ ἀπὸ τοῦ
3,2 372 μικρὰ εἶναι. Θεσσαλοὶ γάρ, ὡς ἱστορεῖ Δημοσθένης ἐν κτίσεσι, τὸ μικρὸν ὄλιζον καλοῦσιν. E. M. 200, 27: βλῆρ Αἰολικῶς τὸ δέλεαρ· οἱ Αἰολεῖς τὸ δ εἰς β τρέπουσι· τοὺς γὰρ δελφῖνας βελφῖνάς φασι καὶ τοὺς Δελφούς Βελφούς· οὕτως οὖν δέλεαρ βέλεαρ καὶ κατὰ συγκοπὴν καὶ συναλοιφὴν βλῆρ πεποίηται. οὕτω καὶ οἱ Βοιωτοὶ ποιοῦσιν. Ep. Cr. I 339, 9: πέζῃ «πέζῃ ἔπι πρώτῃ» (Ω 272) παρὰ τὸ πέδον πέδη καὶ πέζη, τὸ κοινὸν πέζα, τὸ Ἰωνικὸν πέζη. ἔχει δὲ συγγένειαν τὸ δ πρὸς τὸ ζ · ζυγὸν γὰρ κατὰ τροπὴν ἐκ τοῦ δυγόν τὸ δύο ἄγον καὶ αὐτὸ τὸ ῥῆμα ζεύγω καὶ ζεύξω παρὰ τὸ δύο ἄγειν ὑπὸ τὸ αὐτό, τοῦτο γὰρ κυρίως σημαίνει· τρέπεται δὲ ζ εἰς δ ὀλοφύζω ὀλοφυδνός, παίζω παιδνός. E. Or. 99, 26: E. Gud. 383, 14, E. M. 575, 10: μέζεα τὰ αἰδοῖα, ὅτι μέσα εἰσὶ τῆς οὐρᾶς, μέσεα ὄντα· Ἡσίοδος (Op. 510) «οὐρὰς δ’ ὑπὸ μέζε’ ἔθεντο». Σικελοὶ δὲ καὶ Ταραντῖνοι μέσα αὐτὰ καλοῦσι· ἢ κατὰ μετάθεσιν τοῦ δ εἰς ζ μέδεα ὡς καὶ Ἀρχίλοχος «ἶνας δὲ μεδέων ἀπέθρισεν» καὶ μέζεα. ἀζηχές· ὁ Ἡρωδιανὸς ἐν τῷ περὶ πάθους λέγει, ὅτι παρὰ τὸ ἄδην, ὃ σημαίνει τὸ ἀδιαλείπτως, ἀδηχές καὶ τροπῇ τοῦ δ εἰς ζ δωρικῶς ἀζηχές. E. M. 22, 46.
3,2 373 (2) St. B. 120, 14: τὸ πατρωνυμικὸν (sc. τοῦ Ἀρκάς) Ἀρκασίδαι. ὤφειλεν οὖν Ἀρκαδίδης, ἀλλὰ διὰ τὸ κακόφωνον οὕτως ἐγένετο. E. M. 412, 1: τὸ ζ διαλύουσιν οἱ Δωριεῖς εἰς ς καὶ δ ζυγός σδυγός, ζευκτῆρες σδευκτῆρες, θερίζω θερίσδω, συρίζω συρίσδω. Θεόκριτος «ἃ ποτὶ ταῖς παγαῖσι μελίσδεται» (I 2). Choer. Dict. 210, 3: τὸ ζ εἰς δ τρέπουσιν οἱ Βοιωτοὶ οἷον Ζῆθος Δῆθος, οὕτως καὶ Ζεύς Δεύς. E. M. 316, 57: ἕδος παρὰ τὸ ἕζω τὸ καθέζομαι κατὰ τροπὴν Δωρικὴν τοῦ ζ εἰς δ οἷον ζυγός δυγός καὶ ζωμός δωμός. St. B. 319, 19: Θύμβρα, πόλις Τρῳάδος. οὗ ποταμὸς Θύμβρις, ἀφ’ οὗ Ἀπολλωνίου Θυμβραίου ἱερόν. λέγεται καὶ διὰ τοῦ ζ Ζυμβραῖος λέγεται καὶ Θύμβριος. Ἑλλάνικος δὲ Δύμβριός φησι διὰ τοῦ δ καὶ Δυμβριεύς. Choer. 761, 1: τότε τρέπεται τὸ θ εἰς τ ἐν τοῖς εἰς θι προστακτικοῖς, ἡνίκα προηγεῖται ἕτερον θ οἷον τύφθηθι τύφθητι, λέχθηθι
3,2 374 λέχθητι, νύχθηθι νύχθητι, ἡνίκα δὲ μὴ προηγεῖται ἕτερον θ , οὐ τρέπεται τὸ θ εἰς τ οἷον φαθί ἀντὶ τοῦ εἰπέ ὡς παρ’ Ἀριστοφάνει ἐν Ἱππεῦσι (23) «αὐτὸ φαθί». Choer. 884, 6: ἐθέθην ὤφειλεν εἶναι ὁ παθητικὸς πρῶτος ἀόριστος, ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆς ἐπαλληλίας τοῦ δασέος θ τροπὴ παρηκολούθησε τοῦ πρώτου θ εἰς τ καὶ γέγονεν ἐτέθην ὥσπερ τὸ τέθυμαι ἐθύθην καὶ ἐτύθην. εἰ δέ τις εἴποι, διατί γὰρ τὸ πρῶτον θ ἐτράπη καὶ μὴ τὸ τελευταῖον; λέγομεν ὅτι οὐκ ἠδύνατο τὸ τελευταῖον θ τραπῆναι, ἐπειδὴ ὁ πρῶτος ἀόριστος ὁ παθητικὸς εἰς θην θέλει λήγειν οἷον ἐτύφθην. Ep. Cr. I 429, 25: φηρσίν (Α 268) ἀντὶ τοῦ θηρσί κατὰ μετάθεσιν τοῦ θ εἰς φ ὡς καὶ τὸ θλᾶν φλᾶν. St. B. 390, 8: Κύδνα πόλις Μακεδονίας, ἣ κατὰ παραφθορὰν Πύδνα λέγεται. St. B. 369, 16: αἱ Κλαζομεναί ὕστερον μετωνομάσθησαν Πλαζομε‐
3,2 375 ναί, ὡς ἀπὸ τῆς Αὐλῶνος Καυλωνία καὶ ἀπὸ Μετάβου ἥρωος τὸ Μεταπόντιον καὶ Ἐπίδαυρος Ἐπίταυρος. St. B. 64, 20: Ἀκτή: ἔστι Ἀττικὸς καὶ Ἀττικὴ κατὰ τροπὴν διὰ τὴν εὐφωνίαν. E. M. 274, 45: Διθύραμβος ὁ Διόνυσος· ἐπίθετόν ἐστι τοῦ Διονύσου· ὅτι ἐν διθύρῳ ἄντρῳ τῆς Νύσσης ἐτράφη· καὶ ὁμωνύμως τῷ θεῷ ὁ εἰς αὐτὸν ὕμνος· ἢ ἀπὸ τοῦ δύο θύρας βαίνειν, τήν τε κοιλίαν τῆς μητρὸς Σεμέλης καὶ τὸν μηρὸν τοῦ Διὸς ἀπὸ τοῦ δὶς τετέχθαι, ἅπαξ μὲν ἀπὸ τῆς μητρός, δεύτερον δὲ ἀπὸ τοῦ μηροῦ τοῦ Διός, ἵν’ ᾖ ὁ δὶς θύραζε βεβηκώς. Πίνδαρος δέ φησι λυθίραμβον· καὶ γὰρ Ζεὺς τικτομένου αὐτοῦ ἐπεβόα «λῦθι ῥάμμα, λῦθι ῥάμμα», ἵν’ ᾖ λυθίραμμος καὶ διθύραμβος κατὰ τροπὴν καὶ πλεονασμόν. Ἡρωδιανὸς δέ φησι τὰ προστακτικὰ μὴ συντίθεσθαι. E. M. 503, 47: Κένται: ἔστι διαλέκτου. ὡς γὰρ τὸ παρ’ ἡμῖν φίλτατον φίντατον καὶ δέλτα δέντα, οὕτω Κέλται καὶ Κένται. περὶ παθῶ ν. Ep. Cr. I 235, 22, E. M. 544, 1: κύκνος γίνεται παρὰ τὸ κλῶ τὸ φωνῶ· κρακτικὸν γάρ ἐστι τὸ ζῷον ὡς καὶ χήν· ἐκ τοῦ κλῶ οὖν παραγωγὸν καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν κλύκος καὶ ὑπερθέσει καὶ μεταθέσει τοῦ λ εἰς ν κύκνος. St. B. 506, 10: Παρνασσός ὄρος Δελφῶν. —ἐκαλεῖτο δὲ πρότερον Λαρνασσός διὰ τὸ τὴν Δευκαλίωνος λάρνακα αὐτόθι προσενεχθῆναι. E. M. 538, 42: κρίκος: παρὰ τὸ κλείω κατὰ ἀποβολὴν τοῦ ε κλίκος ὁ πάντοθεν περικεκλεισμένος· καὶ τροπῇ τοῦ λ εἰς ρ κρίκος ὡς
3,2 376 ἄλγος ἀλγαλέος καὶ ἀργαλέος. ἔστι δ’ ὅτε καὶ ἐν ὑπερθέσει γίνεται κίρκος «ῥήξασα κίρκους» παρὰ Σοφοκλεῖ ὥσπερ τὸ κερκίς· παρὰ τὸ κρέκειν γάρ· καὶ ὡς καρδία κραδία. Ἡρωδιανό ς. E. M. 655, 9: παρρησία: οἱ μὲν ἀπὸ τοῦ παντορησία κατὰ συγκοπήν, ὅπερ ἐστὶν ἄτοπον. ἀλλὰ παρὰ τὸ πᾶν γίνεται· συγκοπῇ γὰρ οὔ, ἀλλὰ τροπῇ ἡ πάντα ἐν ῥήσει ἔχουσα καὶ λέγουσα. περὶ παθῶ ν. Choer. 281, 25: ὁ δελφίς ὁ Τελχίς οὐ καταλήγουσι φύσει εἰς ς , ἀλλ’ εἰς ν , τροπὴ δὲ ἐγένετο τοῦ ν εἰς ς κατὰ Δωρικὴν διάλεκτον ὥσπερ ἦν ἦς, εἵρπομεν εἵρπομες ὡς παρὰ Θεοκρίτῳ (7, 1) «ἦς χρόνος» καὶ παρὰ τῷ αὐτῷ (7, 2) «εἵρπομες ἐκ πόλιος». καὶ οὕτω λοιπὸν ἀπετελέσθη ἡ εἰς ς κατάληξις οἷον δελφίν δελφίς, Τελχίν Τελχίς. Ep. Cr. I 160, 18: οὐδέποτε τὸ ξ ἐν παραθέσει τρέπεται, ἀλλ’ ἐν συνθέσει· παρὰ Βοιωτοῖς λέγεται ἐς συμφώνου ἐπιφερομένου, ἐὰν δὲ καθαρεύῃ, εἰς δύο σς Ἔσσαρχος ποταμός (? Ahrens: ἐσσάρχι πολέμω). St. B. 160, 17: Βατίεια τόπος τῆς Τροίας ὑψηλός· κέκληται ἀπὸ Βατείας τινός, ὡς Ἑλλάνικος ἐν πρώτῃ Τρωϊκῶν, ἢ ἀπὸ τοῦ πάτου τῶν ἵππων ἤγουν τῆς ἀναστροφῆς, τροπῇ τοῦ π εἰς β ἢ ἀπὸ τῶν βάτων. St. B. 448, 14: Μεταπόντιον πόλις Ἰταλίας, ἀπὸ Μετάβου τοῦ Σισύφου τοῦ Αἰόλου· τὸν γὰρ Μετάποντον οἱ βάρβαροι Μέταβον ἔλεγον. E. M. 76, 39: ἀμαλή ἡ ἁπαλή· ἡ δὲ λέξις Μακεδόνων· ἔστι δὲ ἁπαλή καὶ τροπῇ ἀμαλὴ παῖς καὶ ἀμαλόν ἀμαλῶς ἁπαλόν ἁπαλῶς Ep. Cr. I 66, 23: σημειώδης ἡ ἀμφί, ὅτι μόνη ἔχει δασὺ σύμφωνον, διόπερ οἱ Αἰολεῖς ἀμπί λέγουσι διὰ τοῦ ψιλοῦ, τὸ ὀφειλόμενον
3,2 377 πνεῦμα ἀποδιδόντες· εὕρηται δὲ καὶ ἐν συνθέσει τὸ π ἔχουσα παρὰ Ἀττικοῖς ἀμπεχόνη, ἀμπίσχουσα «ἀμέλει ταδί μοι πρῶτ’ ἀμπίσχου λαβών». Eustath. 561, 12: τροπὴ τοῦ ψιλοῦ εἰς δασὺ καὶ ἐν τῷ κεκαφηώς γίνεται κατὰ Ἡρωδιανό ν. Ep. Cr. I 353, 24 (An. Par. III 331, 14): οἱ Αἰολεῖς τὸ πτ εἰς δύο σς μετατιθέασι· τὸ γὰρ νίπτω νίσσω λέγουσι καὶ τὸ ὄπτω ὄσσω. Ep. Cr. I 129, 6: ἀπομόρξατο: ἀπομόργω ἐστὶν ἐνεστὼς ἐκ τοῦ ἀμέργω τὸ ἐκπιέζω μεταθέσει τοῦ ρ εἰς λ ἀμέλγω καὶ ἀμολγός. E. M. 500, 48: κεκορυσμένος: ὁ παθητικὸς παρακείμενος κεκόρυσμαι, ἡ μετοχὴ κεκορυσμένος καὶ οἱ Ἀττικοὶ τρέπουσι τὸ ς εἰς θ , τὸ κλαυσμός κλαυθμός λέγοντες καὶ τὸ ἀρισμός ἀριθμός. Eustath. 114, 15, Favorin. 429, 18: Ἡρωδιανὸς λέγει, ὅτι τέτραπται τὸ μάρτυρες ἀπὸ τῆς μάρτυς εὐθείας, ἣν ἡ Αἰολέων διάλεκτος διὰ τοῦ ρ προφέρει. ἐκεῖνοι γάρ, φησί, τὸ ς εἰς ρ μεταβάλλουσι τὸ οὗτος οὗτορ λέγοντες καὶ τὸ ἵππος ἵππορ. οὕτως οὖν, φησί, καὶ μάρτυς μάρτυρ, ἀφ’ ἧς ἐκπίπτει πληθυντικὸν οἱ μάρτυρες παρά τε τοῖς κωμικοῖς καὶ Ἱππώνακτι.
3,2 378 (2) St. B. 659, 20: Φάρσαλος πόλις Θεσσαλίας. τὸ ἐθνικὸν Φαρσάλιος. λέγεται καὶ Φαρράλιος διὰ δύο ρρ ὡς Μυρρίνη καὶ κόρρη καὶ «ἐπὶ κόρρης». E. M. 685, 23: τὸ ποτί τὴν πρός πρόθεσιν σημαίνει Δωρικῶς. ἡ γὰρ πρός κατ’ ἐπέκτασιν προσί ὡς ἐν ἐνί (ἀναλόγως· παρέπεται γὰρ ταῖς προθέσεσι τὸ μέχρι τῆς δισυλλαβίας αὐξάνεσθαι) καὶ τροπῇ Δωρικῇ τοῦ ς εἰς τ καὶ ἀποβολῇ τοῦ ρ ποτί ὥσπερ σοί τοί. E. M. 335, 37: τὰ δύο σς εἰς ζ τρέπουσιν Αἰολεῖς. τὸ γὰρ ἐπιπλήσσω ἐπιπλάζω. Σαπφώ «τὸν δ’ ἐπιπλάζοντα ἄνεμοι φέροιεν» (fr. 18 Bergk).
3,2 379 (2) St. B. 167, 8: Βήρυτος πόλις Φοινίκης. ὁ πολίτης Βηρύτιος ὡς Ἀζώτιος Αἰγύπτιος· σεσημείωται τὸ Μιλήσιος ἐν τοῖς τοπικοῖς, ὅτι ἐτράπη ἁπλοῦν ὂν ὡς τὸ Θεοδόσιος Ἀθανάσιος Ἀμβρόσιος. τὸ γὰρ θεόδοτος καὶ ἀθάνατος καὶ ἄμβροτος σύνθετα. τὸ δὲ χαρίσιος οὐ τοπικόν. St. B. 214, 11: Γυμνησίαι: καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἐθνικὸν Γυμνήσιος καὶ Γυμνησία. καὶ Γυμνησίς ἀπὸ τῆς Γύμνητος γενικῆς τροπῇ τοῦ ς εἰς τ . St. B. 384, 10; Κρήτη: ἀπὸ τῆς Κρητός γενικῆς Κρῆτις καὶ τροπῇ τοῦ τ εἰς ς Κρησίς. St. B. 472, 18: Νέπετος πόλις Ἰταλίας. τὸ ἐθνικὸν Νεπεσῖνος. ἡ τροπὴ δὲ τοῦ τ εἰς ς ἰδιάζουσα καὶ σεσημείωται. St. B. 164, 25: Βέροια, πόλις Μακεδονίας, ἣν Φέρωνα κτίσαι φασίν, αὐτοὺς δὲ τὸ φ εἰς β μεταποιεῖν ὡς Φάλακρον Βάλακρον καὶ Βίλιππον καὶ Κεβαλῖνον, ἄλλοι ἀπὸ Βεροίας τῆς Βέρητος τοῦ Μακεδόνος. St. B. 672, 22: Φρυγία: οἱ Φρύγες λέγονται καὶ Βρίγες. Choer. 698, 30: οἱ Ἴωνες ψιλωτικοί εἰσι, τοῦ γὰρ ἥλιος δασυνομένου τὸ ἀπηλιώτης Ἰωνικῶς διὰ τοῦ π ἐπεκράτησεν, ἐπειδὴ διὰ τοῦ φ ὤφειλεν εἶναι διὰ τὸ ἐπιφέρεσθαι δασὺ φωνῆεν ὥσπερ ἐπὶ ἡμῶν ἐφ’ ἡμῶν· πάλιν τοῦ ἱστίον δασυνομένου τὸ ἐπίστιον Ἰωνικῶς διὰ τοῦ π ἐπεκράτησεν οἷον «ἐπίστιόν ἐστιν ἑκάστῳ» (ζ 265), ἐπειδὴ διὰ τοῦ φ ὤφειλεν εἶναι. καὶ πάλιν τὸ οὐχὶ Ἰωνικῶς οὐκί λέγεται ὡς παρὰ τῷ ποιητῇ «ἠὲ καὶ οὐκί». E. M. 229, 51: γῆ παρὰ τὸ γῶ τὸ χωρῶ ἡ πάντα χωροῦσα· τοῦτο δὲ παρὰ τὸ χῶ τροπῇ τοῦ χ εἰς γ γῶ.
3,2 380 (2) Choer. 588, 16, Ep. Cr. I 375, 20: πέφρικα: ἐνεργητικοῦ ἐστι παρακειμένου, ἀλλ’ οὐ μέσου· εἰ γὰρ ἦν μέσου παρακειμένου διὰ τοῦ γ ἂν ἐξηνέχθη. τὰ γὰρ τῆς τετάρτης συζυγίας τῶν βαρυτόνων διὰ τοῦ γ ἐκφέρονται κατὰ τὸν μέσον παρακείμενον. ὁ δὲ λόγος ἐπὶ τῶν ἐχόντων διὰ τοῦ ξ τὸν μέλλοντα ἐκφερόμενον οἷον πλήσσω πλήξω πέπληγα, νύσσω νύξω νένυγα, φρίσσω φρίξω πέφριγα· ἀλλ’ ἐνεργητικοῦ ἐστι παρακειμένου καὶ οὐ μέσου· ἀπὸ γὰρ τοῦ φρίσσω φρίξω γέγονε πέφριχα καὶ διὰ τὴν τῶν δασέων σύγχυσιν ἐτράπη τὸ χ εἰς κ καὶ γέγονε πέφρικα καὶ ὁ μέσος παρακείμενος πέφριγα. E. Or. 147, 7, E. M. 719, 29, Zon. 1655: σκότος: ὁ Ἡρωδιανὸς παρὰ σχέθειν ἡμᾶς πολλάκις προϊέναι, ὅ ἐστιν ἐπισχεῖν. Schol. in Aristot. Categ. p. 85 b. 42: ἡ σκιά, ὡς Ἡρωδιανός φησι, παρὰ τὸ σχέθειν. ἐπέχει γὰρ ἡμῶν τὸ εἰδέναι ἢ τῶν προσόδων καὶ τῶν πολλῶν ἐνεργειῶν ἐπέχει. Anecd. Par. III 358, 1, E. M. 755, 14: τετύκοντο: ἀπὸ τοῦ τεύχω ὁ δεύτερος ἀόριστος ἔτυχον, ὁ παθητικὸς ἐτυχόμην ἐτυχόμεθα. ἐτύχοντο καὶ κατὰ ἀναδιπλασιασμὸν τετύχοντο καὶ τετύκοντο κατὰ τροπὴν ὥσπερ καὶ τὸ κεκάδοντο ἀπὸ τοῦ χάζω. E. Or. 65, 11, E. M. 321, 24: ἐκεχειρία: παρὰ τὸ ἔχω καὶ χείρ γίνεται ἐχεχειρία καὶ τροπῇ τοῦ χ εἰς κ ἐκεχειρία. St. B. 407, 4: Λακεδαίμων: Λακεδαίμονα οἱ μὲν ἀπὸ Λακεδαίμονος ἢ ὅτι μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον συνθεμένων κλήρῳ διανείμασθαι τὴν χώραν καὶ τὸν λαχόντα πρῶτον ταύτην λαβεῖν, καὶ Λαχεδαίμονα κληθῆναι ἢ Λαβεδαίμονα, διότι ἀγαθῶ δαίμονι ταύτην ἔλαβεν ὁ λαβὼν ἢ ἔλαχεν ὁ λαχών, καὶ τροπῇ τοῦ β ἢ τοῦ χ εἰς κ Λακεδαίμων.
3,2 381 (2) Choer. 259, 16: ἐπὶ τῶν εἰς ος καθαρῶν διὰ τοῦ α ἐχόντων τὴν παραλήγουσαν μακρὰν ὑπερβιβασμὸν ποιοῦνται τοῦ χρόνου οἱ Ἀθηναῖοι καὶ τὴν μὲν τελευταίαν ἐκτείνουσιν εἰς τὸ ω , τὴν παραλήγουσαν συστέλλουσιν εἰς τὸ ε οἷον Μενέλαος Μενέλεως, Ἰόλαος Ἰόλεως, λαός λεώς, ναός νεώς· ὅθεν τὸ Οἰνόμαος, ἐπειδὴ οὐκ ἔχει μακρὰν τὴν παραλήγουσαν, τὸ γὰρ α συνεσταλμένον ἐστίν, οὐκ ἐγένετο παρὰ τοῖς Ἀττικοῖς διὰ τοῦ ε καὶ ω οἷον Οἰνόμεως. Εἰ δέ τις εἴποι καὶ πῶς τὸ ἵλαος συνεσταλμένον ἔχον τὸ α οἷον ὡς παρὰ Παρθενίῳ «ἵλαος, ὦ ὑμέναιε» (Mein. p. 286) γίνεται παρὰ τοῖς Ἀθηναίοις διὰ τοῦ ε καὶ ω οἷον ἵλεως, λέγομεν ὅτι τὸ ἵλαος μᾶλλον ἐκτείνει τὸ α (σπάνιον γὰρ τὸ ἐν συστολῇ εὑρισκόμενον) καὶ τούτου χάριν ἐγένετο παρὰ τοῖς Ἀθηναίοις ἵλεως· ὅτι γὰρ ἐκτείνει τὸ α , ἐδήλωσε Παρθένιος ἐν τῷ Βίαντι εἰπών Ἵλαος ταύτην δέχνυσο πυρκαϊήν (Mein. p. 262). ἔστι δὲ ἐλεγεῖον. καὶ ἐν τῷ Εὐφορίωνος Δημοσθένει ὁμοίως ἐκτεταμένον εὑρίσκεται οἷον «δαίμονος ἱλάοιο» (Mein. p. 45). Choer. 830, 4: πολλάκις παρὰ τοῖς ποιηταῖς ὑπερβιβασμοὶ γίνονται χρόνων· ἰδοὺ γάρ ἐστι Κρονίων Κρονίωνος διὰ τοῦ ω ὥσπερ Πηλείων Πηλείωνος καὶ Ἀτρείων Ἀτρείωνος «ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων» (Α 405) καὶ ἐν τῷ «Ζηνὸς δ’ οὐκ ἂν ἔγωγε Κρονίονος ἄσσον ἱκοίμην» (Ξ 247) ὑπερβιβασμὸς ἐγένετο χρόνου καὶ τὸ μὲν ι ἐξετάθη, τὸ δὲ ω συνεστάλη εἰς τὸ ο . Choer. 599, 3: ἰστέον ὅτι ἐώλπειν καὶ ἐῴκειν καὶ ἐώργειν ὑπερβιβασμὸν ἀνεδέξαντο τοῦ χρόνου. ἔστι γὰρ ὁ μέσος παρακείμενος ἔολπα καὶ ἔοργα καὶ ἔοικα καὶ λοιπὸν ὁ ὑπερσυντέλικος ὤφειλεν εἶναι ἠόλπειν καὶ ἠόργειν καὶ ἠοίκειν, ἀλλὰ κατὰ ὑπερβιβασμὸν τοῦ χρόνου γεγόνασι ταῦτα, ἐώλπειν, ἐώργειν, ἐῴκειν τῆς πρώτης συλλαβῆς συσταλείσης εἰς τὸ ε , τῆς δὲ δευτέρας ἐκταθείσης εἰς τὸ ω ὥσπερ ἐπὶ τοῦ ἑορτάζω ἑώρταζον γέγονε· τούτου ὁ παρατατικὸς ὤφειλεν εἶναι ἡόρταζον καὶ γέγονε κατὰ ὑπερβιβασμὸν τοῦ χρόνου ἑώρταζον.
3,2 382 (2) Choer. 341, 19: Καλχηδών Καλχηδόνος, ἡ κατὰ Βυζάντιον καὶ Χαλκηδὼν καλεῖται· εὑρίσκομεν γὰρ διφορουμένην τὴν χρῆσιν. Ep. Cr. I 396, 31: τάφος: ὁ ἐπὶ τῶν νεκρῶν γίνεται μὲν παρὰ τὸ θάπος μεταβολῇ τοῦ ψιλοῦ εἰς δασὺ καὶ τοῦ δασέος εἰς ψιλόν. γίνεται δὲ παρὰ τὸ θάπτω καὶ ὤφειλεν εἶναι θάπος ὡς κόπτω κόπος, ἀλλ’ ὑπερβιβασμὸς γέγονε καὶ ἐναλλαγὴ στοιχείων Ἰωνική· καὶ τάφος δέ, ὃ σημαίνει τὴν κατάπληξιν οἷον «τάφος δ’ ἕλε πάντας Ἀχαιούς» (φ 122) παρὰ τὸ θήπω γενόμενον ῥῆμα ἔδει εἶναι θάπος· ἔθαπον γὰρ ὁ δεύτερος ἀόριστος· ἀλλ’ Ἰωνικῶς ἀνέστρεψε τὰ στοιχεῖα. τοιοῦτόν ἐστι καὶ τὸ ἐνταῦθα καὶ ἐντεῦθεν. τὸ μὲν παρὰ τὸ ἔνθα καὶ ὤφειλεν εἶναι ἐνθαῦτα, τὸ δὲ παρὰ τὸ ἔνθεν καὶ ὤφειλεν ἐνθεῦτεν. Ἴωσι δὲ σύνηθες τὰ μὲν παρ’ ἡμῖν ψιλὰ εἰς δασέα μεταβάλλειν καὶ ἔμπαλιν τὰ δασέα εἰς ψιλά. Ep. Cr. I 173, 21: ἕρδοι «μὴ νυκτὶ θοῇ ἀποθύμια ἕρδοι» (Ξ 261)
3,2 383 παρὰ τὸ ῥέζω ὑπερθέσει τοῦ ε καὶ τροπῇ τοῦ ζ εἰς δ ἕρδω· γίνεται δὲ ὑπέρθεσις ὥσπερ σπείρω σπόριον ὄσπριον, νόθος νοθεῖον ὀθνεῖον· μείρω μέμαρκα μέμορε ἔμμορε. E. M. 379, 31: ἔροτις ἡ ἑορτή. ὡς γὰρ παρὰ τὸ κάλπη κάλπις καὶ φήμη φῆμις, οὕτω καὶ παρὰ τὸ ἑορτή παρώνυμον ἔροτις ὡς αὐλή αὐλίς. Ep. Cr. I 71, 28: τὸ ἄγρει ἐστὶν ὡς προστακτικὸν ἐπίρρημα καὶ πληθυντικὸν ἀγρεῖτε φασὶ καὶ ὁ ποιητής «ἀγρεῖθ’ αἱ μὲν δῶμα κορήσατε» (υ 149). ὁ δέ γε Ἀντίμαχος ἀργεῖτε ἔφη ὑπερβιβάσας τὸ ρ . ῥαπίδες· κρηπῖδες. ἆρον τὸ κ καὶ τρέψον τὸ η εἰς α . ἢ ἀπὸ τοῦ ἀρπίς ὀξυτόνου μετὰ τοῦ ι ἐκτεταμένου ὑπερθέσει καὶ συστολῇ χρονικῇ ῥαπίς. περὶ παθῶν. E. Gud. 301, 6 (E. M. 492, 38): κάρρων: οἷον «ναὶ κάρρων βῶς» τρίτος τύπος ἐστὶ τῶν συγκριτικῶν. ὡς γὰρ παρὰ τὸ βαθύς γίνεται βαθύτερος βαθίων, ὁ τρίτος τύπος βάσσων, ἔνθεν παρ’ Ἐπιχάρμῳ «βάσσον τὸ χωρίον». ἐλαχύς ἐλαχίων ἐλάχιστος, ἐλάσσων, ταχύτερος ταχίων τάχιστος ὁ τρίτος τύπος τάσσων καὶ θάσσων, βραχύς βραχύτερος, βραχίων βράσσων, ὅπερ συνεμπίπτει τῷ ἀπὸ τοῦ βραδύς διὰ τὸ ἀμαυρῶσαι τὸ σύμφωνον, γλυκύς γλυκύτερος γλυκίων γλύκιστος ὁ τρίτος τύπος γλύσσων. κέχρηται δὲ Ξενοφάνης τῷ ὀνόματι οἷον «γλύσσονα σῦκα» καὶ πάλιν παχύς παχύτερος παχίων πάχιστος ὁ τρίτος τύπος πάσσων «μείζονά τ’ εἰσιδέειν καὶ πάσσονα» (ζ 230) ἀντὶ τοῦ μείζονα καὶ παχύτερον. καὶ πάλιν μακρότερος οἷον μῆκος μηκίων μήκιστος ὁ τρίτος τύπος μάσσων οἷον «τοσσοῦτον ὀΐομαι ἢ ἔτι μάσσον» (θ 203) ἀντὶ τοῦ μακρότερον. οὕτως οὖν καὶ κρατύς κρατύτερος κρατίων κράτιστος ὁ τρίτος τύπος κράσσων, ὑπερθέσει κάρσων καὶ κάρρων ὡς ἡ μυρσίνη μυρρίνη. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶ ν.
3,2 384 (2) E. M. 492, 44: κάρτα: παρὰ τὸ κρατύς κρατέα ὡς ταχύς ταχέα καὶ κατὰ συγκοπὴν καὶ μεταθέσει κάρτα. E. M. 188, 23: βραδύς βραδίων βράδιστος καὶ ἐν ὑπερθέσει βάρδιστος Ἰλιάδος Ψ (310) «ἀλλά τοι ἵπποι—βάρδιστοι θείειν» ἀντὶ τοῦ βραδύτατοι. E. M. 667, 22: πεφαργμένος ἀντὶ τοῦ πεφραγμένος καὶ ἐφάρξαντο ἀντὶ τοῦ ἐφράξαντο καὶ φαρκτόν φρακτόν· ὥστε ὑπέρθεσις. περὶ παθῶ ν. E. M. 214, 44: βρόταχον τὸν βάτραχον Ἴωνες καὶ Ἀριστοφάνης καὶ παρὰ Ξενοφάνει· βάτραχος καὶ καθ’ ὑπερβιβασμὸν βράταχος καὶ βρόταχος. E. M. 334, 10: ἐμβραμένα παρὰ Σώφρονι ἡ εἱμαρμένη ὑπερθέσει τοῦ ρ καὶ διὰ τὴν ἀσυνταξίαν πλεονασμῷ τοῦ β . καὶ Λάκωνες οὕτω λέγουσιν. E. M. 285, 56: δραθεῖ ν : δαρθεῖν καὶ δραθεῖν καθ’ ὑπέρθεσιν ὡς καρδία κραδία. E. M. 287, 9: δρατ ά : «περὶ δὲ δρατὰ σώματα νήει» ἐπεσώρευε δὲ τὰ ἐκδεδαρμένα σώματα τῶν ἀνῃρημένων ἀνδρῶν Ἰλιάδος Ψ (169), ὡς φθείρω φθαρτός φθαρτή φθαρτά, οὕτω δείρω τὸ ἐκδέρω δαρτός δαρτά καὶ καθ’ ὑπέρθεσιν δρατά ὡς ὀφιόσπαρτον ὀφιόσπρατον. E. M. 443, 3: θάρσος: παρὰ τὸ θέρω τὸ θερμαίνω ὁ μέλλων Αἰολικὸς θέρσω, ῥηματικὸν ὄνομα θέρσος καὶ τροπῇ τοῦ ε εἰς α θάρσος,
3,2 385 ἀφ’ οὗ θρασεῖς, καθ’ ὑπέρθεσιν τοῦ ρ · οἱ γὰρ θερμοὶ καὶ θρασεῖς καὶ θαρσαλέος ὁ ἀνδρεῖος. St. B. 361, 8: Κάρπαθος νῆσος πλησίον τῆς Κῶ. Ὅμηρος «Κράπαθόν τε Κάσον τε καὶ Κῶν» (Β 676). κεκραμένας ἀντὶ τοῦ κεκαρμένας. Ἡρωδιανὸς περὶ παθῶν. μελικρατίων· ὁ μελικαρτίων ἐν ὑπερθέσει. E. M. 764, 25: τρασιά: παρὰ τὸ τέρσω τὸ ξηραίνω τερσιά καὶ ταρσιά ὡς παρὰ Σιμωνίδῃ καὶ καθ’ ὑπέρθεσιν τρασιά. E. M. 273, 14: διέφρασαι παρὰ Ἰβύκῳ. Ἔστιν ἔφθαρσαι καὶ κατὰ πάθος ἔφαρσαι καὶ καθ’ ὑπέρθεσιν ἔφρασαι καὶ διέφρασαι. E. Gud. 316, 35: κερκίς: κρέκω γὰρ προκατάρχει ῥῆμα οἷον «γλυκεῖα μᾶτερ, οὔτι δύναμαι κρέκειν τὸν ἱστόν». κρέκω κρεκίς καὶ καθ’ ὑπερβιβασμὸν κερκίς· παρὰ τὸ κρέκειν, ὅ ἐστιν ἠχεῖν. περὶ παθῶ ν. κερκολύρα· οὕτως ὁ Ἀλκμὰν ἐχρήσατο ἀντὶ τοῦ κρεκολύρα. περὶ παθῶν. E. M. 506, 18. E. M. 276, 21: δίκρον καὶ δίκροον τὸ δίκρανον ξύλον. Ἀριστοφάνης «δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασιν» (fr. 637 Dind.). Καλλίμαχος «δίκρον φίλτρον ἀειραμένη». εἴρηται, ὅτι δίκαρόν τι ἐστι, τὸ δύο ἄκρας καὶ δύο κάρη ἔχον καὶ κατὰ συγκοπὴν δίκρον. Ἀπολλώνιος δὲ ἀπὸ τοῦ δικάρανόν φησι συγκεκόφθαι. Ἀλέξανδρος δὲ ὁ τοῦ Ἀσκληπιάδου ἐν τῷ ιʹ τῶν παντοδαπῶν παρὰ τὸ κόρος, ὃ σημαίνει τὸν κλάδον, ἔνθεν καὶ κορυθαλίς ἡ δάφνη λέγεται καὶ κορεῖν τὸ τοῖς κλάδοις σαροῦν. ἐγὼ δὲ νομίζω μᾶλλον παρὰ τὸ κέρας, ὃ δὴ καὶ κέρος, ἵν’ ᾖ δίκερος καὶ ὑπερθέσει δίκρεος καὶ τροπῇ τοῦ ε εἰς ο δίκροος. E. M. 515, 19: Κρῖσα πόλις τῆς Φωκίδος. ἀπὸ τούτου λέγουσι Κρισαῖον κόλπον καὶ Ὅμηρος «Κρῖσάν τε ζαθέην» (Β 520). ὑπερθέσει γίνεται Κίρσα καὶ ἀντιθέσει τοῦ ς εἰς ρ Κίρρα ὡς χερσόνησος χερρόνησος. Λεωκρίνης δὲ ἡγεῖται δύο εἶναι πόλεις, ἄλλην τὴν Κρῖσαν καὶ ἄλλην τὴν Κίρραν. ἀντείρηται δὲ ὑπὸ πολλῶν. οὔτε γὰρ γεωγράφων εἶπέ τις πόλεις δύο διαφόρους, ἀλλ’ οὐδὲ τῶν περιηγητῶν. μόνος δὲ αὐτὸς καὶ τοῦτο διὰ ἄγνοιαν τοῦ πάθους· ὅθεν ἱστορίαν δίδωσι διεψευσμένην. ἡ αὐτὴ οὖν Κρῖσα καὶ Κίρρα. περὶ παθῶ ν.
3,2 386 (2) E. M. 287, 50: δρίφος: δρίφος Συρακούσιοι «φέρ’ ὦ τὸν δρίφον», δίφορος γὰρ καὶ δίφρος καὶ δρίφος. E. M. 205, 3: βόρμος: βρόμος καὶ καθ’ ὑπέρθεσιν βόρμος καὶ βόρμοξ. ἔστι δὲ τροφὴ τετραπόδων. κοκρύδες· παρὰ τὸ κρόκη γίνεται κροκύς κροκύδες καὶ καθ’ ὑπέρθεσιν κοκρύδες. Ἐπίχαρμος τὴν χρῆσιν. Zon. 1264: Κύρβαντες: Ἡρωδιανὸς παρὰ τὸ κρύβειν Κρύβαντες καὶ Κύρβαντες, ὅθεν καὶ κυρβασία καὶ κρυβασία. λιγύκρυτον (?)· πάλιν (?) παρ’ Ἀλκμᾶνι ἔχει (ἡ χρῆσις?) ἀντὶ τοῦ λιγύκυρτον (?) μεταθέσει τοῦ ρ . St. B. 528, 10: Πνύξ τὸ παρ’ Ἀθηναίοις δικαστήριον, περὶ οὗ φησιν Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν οὕτως· ἔστιν πύκνη πύκν· οὐ δύναται δὲ καταλῆξαι καὶ ὑπερετέθη τὸ ν καὶ ἐτράπη τὸ κ εἰς ξ πνύξ. ὑπέρθεσιν ἄρα ἔχει διὰ τὴν κατάληξιν· ἐν δὲ τῇ γενικῇ ἀπέλαβε τὴν τάξιν μετὰ τοῦ κ πνύξ πυκνός «τῆς πυκνὸς τὰς ἡνίας» (Arist. Eqq. 1109) καὶ πυκνί «τοῦ λίθου τοῦ ’ν τῇ πυκνί» (Arist. Pac. 680) καὶ πύκνα. E. M. 76, 52: ἀμάνδαλον τὸ ἀφανὲς παρὰ Ἀλκαίῳ. ἀμαλδύνω ἀμάλδανον τὸ ἀφανὲς καὶ ἀφανιζόμενον· καὶ ὑπερθέσει ἀμάνδαλον. E. M. 596, 32: μέτασσαι: ἡγοῦντο πάντες τοῦτο εἶναι μέσσαται καὶ ἐν ὑπερθέσει μέτασσαι· ὥστε εἶναι μεταξύ τινας. δύναται δὲ καὶ οὕτως ὡς ἐπίσσας λέγεσθαι Ἰωνικῶς παρ’ Ἑκαταίῳ. ἔστιν ἔπισσαι αἱ ἐπιγενόμεναι τοῖς προγόνοις. ὡς οὖν ἐπί ἔπισσαι, οὕτω μετά μέτασσαι.
3,2 387 (2) E. M. 83, 42: Σιμωνίδης τὸν ἀριθμόν ἀμιθρόν εἶπε καθ’ ὑπέρθεσιν. ἐκ δὲ τοῦ ἀμιθρός ἀμιθρῶ ἀμιθρήσω ἀμιθρῆσαι τὸ ἀριθμῆσαι. E. M. 99, 13: ἀναρριχᾶσθαι: σημαίνει τὸ ἀναδίδοσθαι τὸ ὕδωρ καὶ οἱονεὶ τρόπον ἀράχνης τοῖς ποσὶ καὶ χερσὶν ἀντιλαμβανόμενον ἀνιέναι πρὸς τὸ πρόσαντες. ἀραχνιῶ ἀραχνιᾶσθαι καὶ ἀναρριχᾶσθαι ταὐτόν ἐστιν. οὕτω τεχνικὸς ὁ ἀνήρ. οὐ κλίνεται δὲ ὁ παρατατικὸς ἠναρριχώμην, ἀλλ’ ἀνηρριχώμην. εὑρίσκεται δὲ καὶ χωρὶς τῆς αν συλλαβῆς παρ’ Ἱππώνακτι ἀρριχῶμαι. ἄλλως οὖν ἐσχημάτισται. ἄρριχος λέγεται ὁ κόφινος, ἐν ᾧ κομίζουσι τοὺς βότρυς. ἐξ αὐτοῦ ἀρριχῶ καὶ ἀναρριχῶ. ἀλλ’ οὖν γε οὕτω κρεῖττόν ἐστιν ἀρριχᾶσθαι καὶ ἀναρριχᾶσθαι. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶ ν. E. M. 60, 37: Ἀλέρα καὶ Ἐλάρα: «Ἐλάρας γενεά». οὕτω παρὰ Σιμωνίδῃ. Ἀλέρα δὲ παρὰ Πινδάρῳ (fr. 279 Bergk) οἷον «Ἀλέρας ὄζον». ὅτι δὲ τὸ πρῶτόν ἐστιν ἀληθές, πίστις τούτου ἐκ τοῦ παρ’ Ἡσιόδῳ μετὰ προσθήκης τοῦ ι λέγεσθαι τὸ πατρωνυμικόν. Εἰλαρίδην γάρ φησι Τιτυόν. καθ’ ὑπέρθεσιν ἄρα τὸ Ἀλέρα γέγονεν. οὕτως Ἡρωδιανό ς.
3,2 388 (2) E. M. 197, 55: βιπτάζω: Σώφρων καὶ Ἐπίχαρμος τὸ βαπτίζω βιπτάζω λέγουσιν. οὕτως Ἡρωδιανό ς. συβριάζειν· ἀπὸ τοῦ συβαρίζειν ἐν ὑπερθέσει. Συβαρῖται ἐπὶ τρυφῇ διεβέβληντο. Ἡρωδιανός. E. M. 732, 26. E. M. 743, 50 collat. 756, 27: τάγηνον: τοῦτο Ἰωνικῶς τινες τήγανον λέγουσι καὶ Ἡρωδιανὸς ἀπὸ τοῦ τήκω τήκανον καὶ μεταθέσει τοῦ κ εἰς γ τήγανον καὶ καθ’ ὑπέρθεσιν τάγηνον οἷον «ἐμοῦ δὲ ὥσπερ ἐπὶ ταγήνου ἔσιζεν ἡ καρδία». E. M. 106, 23: ἀνήγκακα: ἰστέον ὅτι βάρβαρόν ἐστιν οὐχ εὑρισκόμενον παρ’ Ἕλλησιν ἐν χρήσει, ὡς λέγει Ἡρωδιανό ς. μόνῃ γὰρ τῶν Ἀλεξανδρέων δημώδει συνηθείᾳ εὑρίσκεται. λέγουσι δέ τινες Ἀττικὸν εἶναι· ὅπερ οὐκ ἔστιν. οὐ γὰρ ἔχει ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ σύμφωνον. γίνεται δὲ ἀπὸ τοῦ ἀναγκάζω ἀναγκάσω ἠνάγκακα καὶ καθ’ ὑπερβιβασμὸν ἀνήγκακα. δύναται καὶ σύνθετον εἶναι ἀπὸ τοῦ ἀγκάζω τὸ ταῖς ἀγκάλαις λαμβάνω καὶ ἐκ τούτου ἀγκάσω ἤγκακα καὶ μετὰ τῆς ἀνά προθέσεως ἀνήγκακα. E. M. 56, 27: ἀλάλημαι: ὁ Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν ἀπὸ τοῦ ἄλημι ὁ παθητικὸς παρακείμενος ἤλαμαι καὶ Ἀττικῶς ἀλήλαμαι. ἔνθεν τὸ «ἀληλάμενοι περὶ κύκλον» (Apoll. Rhod. IV 1198, ubi nunc scriptum est ἑλισσόμεναι) καὶ καθ’ ὑπέρθεσιν ἀλάλημαι.
3,2 389 (1t) ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΥΠΟΜΝΗΜΑΤΩΝ ΤΩΝ ΠΕΡΙ ΠΑΘΩΝ ΔΙΔΥΜΟΥ. Il. Pros. Λ 160: κει ν’ : λέγει ὁ τεχνικὸς ἐν τῷ αʹ ὑπομνήματι τῷ περὶ παθῶν Διδύμο υ· τὰ ὀξύτονα ἡνίκα ἐκθλίβηται τὴν ὀξυνομένην συλλαβήν, ἀναπέμπει τὴν ὀξεῖαν ἐπὶ τὴν ὀπίσω συλλαβήν, καὶ ἐὰν ᾖ ἡ ἐκθλιβεῖσα συλλαβὴ ἡ ἔχουσα τὴν ὀξεῖαν βραχεῖα, ἡ δὲ ὀπίσω συλλαβὴ φύσει μακρά, τῷ τονικῷ παραγγέλματι γίνεται περισπώμενον. περισπᾷ γοῦν τὸ δεῖλ’. ἐν δὲ τῇ Ὁμηρικῇ προσῳδίᾳ ἐναντιοῦται τούτῳ. Il. Pros. Ρ 201: ζητεῖ ὁ Ἡρωδιανὸς ἐν τῷ αʹ ὑπομνήματι τῷ περὶ παθῶν Διδύμου περὶ τοῦ ἆ δεῖλ’, πῶς δεῖ τονίζειν αὐτὸ καί φησι. πολὺ δὲ πρότερον παρὰ τῷ ποιητῇ ἐστὶ τὸ τῆς ἀναγνώσεως «ἆ δείλ’ οὐδέ τί τοι θάνατος» ἢ «ἆ δεῖλ’ οὐδέ τί τοι θάνατος». τὸ γὰρ πλῆρές ἐστιν ἆ δειλέ· οὐ γάρ, ὡς οἱ ἐξηγησάμενοι, τοῦ δείλαιε ἀποκοπή. ἐν ἑτέροις γὰρ αὐτὸς λέγει «ἆ δειλώ, τί νυ δάκρυ κατείβετον» (Od φ 86). περιγέγραπται οὖν ἡ ὀξεῖα, εἶτα καὶ ἀνάπαυσις γέγονεν. ἆρα οὖν φυλαχθήσεται ἡ ὀξεῖα, ἢ ἐπεὶ περιγέγραπται τὸ φωνῆεν τῆς ὀξείας περιγέγραπται καὶ ὁ τόνος; τὸ κρινόμενον ἐκεῖνο, ἵνα ἐπιστάμενοι ἀναγνῶμεν. ἕν ἐστιν εἰπεῖν, εἰ ἅπαξ περιγέγραπται τὸ φωνῆεν τὸ ἔχον τὴν ὀξεῖαν, ὁ τόνος γενέσθω τῆς προτέρας συλλαβῆς, οὐχὶ τῆς ἐπὶ τέλους. Schol. A ad Il. Γ 272 et E. M. 116, 51: ἄωρτο οὐχ ὥς τινες ᾐώρητο· ἀκατάστατον γάρ· «ᾐώρητο τὸ ξίφος ἄφνως (??)». ἔδει ἥρμοζεν. ἔστι γὰρ ἄρω ἐστὶ τὸ σημαντικὸν τοῦ ἁρμόζω, οὗ μέλλων ἄρσω, ἀόριστος ἦρσα «Θέτις ὤμοισιν ἐπῆρσεν» (Il. Ο 167 et 339) ἀντὶ τοῦ ἐφήρμοσεν «καὶ πώμασιν ἄρσον ἅπαντα» (Od. β 353) ἀντὶ τοῦ ἐφάρμοσον. τοῦ ἄρω ὁ παρακείμενος ἦρκα, ὁ παθητικὸς ἦρμαι, ὑπερσυντέλικος ἤρμην, τὸ τρίτον ἦρτο, συστολῇ ἄρτο, ἐπενθέσει τοῦ ω ἄωρτο ὥσπερ εἶθα εἴωθα. οὕτως Ἡρωδιανὸς ἐν τῷ βʹ ὑπομνήματι τῷ περὶ παθῶν Διδύμο υ.