eul_wid: hps-au
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Uncertain Fable by Menander of Athens

The Uncertain Fable is a lost comedy by the Athenian playwright Menander, composed in verse in the late fourth or early third century BCE. As a work of New Comedy, it represents a shift from the political satire of earlier Athenian drama toward plots centred on domestic and romantic entanglements. The play survives only in fragments, totaling eighty-seven brief passages. These were preserved primarily through quotation by later authors who valued their stylistic or moral content, with a small additional number recovered from papyrus discoveries. The title implies a narrative constructed around misunderstanding or concealed truth. The plot likely involved elements of mistaken identity, familial secrets, and a climactic revelation, as the extant fragments and the conventions of Menander's other works suggest, reflecting the playwright's enduring thematic focus on chance, human character, and social dynamics.

ἐπ
ἔχ —
ἐκσως —
μάρτυρα
ἐπʼ ἄλλα ς …
γείτοσιν ἑτοιμ
τὸν ἐγκεκλει
Λάχης παῖ, Μοσχίων
Ἀρεοπαγίτης ε —
ἔτι γάρ σʼ ἑταῖρον
Χαιρέας ἀδικεῖ μʼ ἐκεῖνος οὐδὲν ἐξ ἐμοῦ παθών.
ἤρα μὲν ἀεὶ τῆς κόρης καὶ πολλά μοι
πράγματα παρεῖχεν, ὡς δʼ ἐπέραινεν οὐδὲ ἓν
αὑτῶι παραδοῦναι τὸν γάμον πείθων, ἰδού,
ἐξειργάσατο. Λάχης τί οὖν; ἀναίνει τὴν ἐμὴν
ἔχειν θυγατέρα; Χαιρέας τοῖς δὲ δοῦσι τίνα λόγον
ἐρῶ, Λάχης; Λάχης γενοῦ γάρ, ἱκετεύω σʼ ἐγώ—
Χαιρέας οἴμοι, τί ποήσω; Κλεαίνετος τίς ὁ βοῶν ἐστίν ποτε
πρὸς ταῖς θύραις; Χαιρέας εὐκαιρότατά γε νὴ Δία
… εμε. τί ποήσω, Λάχης;
Λάχης πείθωμεν αὐτόν. Χαιρέας ὢ βίας ἐρρωμένης.
πείθω παραδοῦναι τὴν ἐμὴν ἀδικούμενος
αὐτός; Λάχης ὑπόμεινον διʼ ἐμέ. Χαιρέας νὴ τὸν Ἥλιον
αἰσχύνομαι Λάχης σε. τί …
ἄκουε δή μου. Μοσχίων τὴν παρθένον
ἑλὼν ἔχει, Κλεαίνετε. Κλεαίνετος ἠδικήμεθα.
Χαιρέας μηθὲν βοήσηις. γνησίων ἐπὶ σπορᾶι
παίδων. ὁ πατὴρ αὐτοῦ παρὼν Λάχης ὁδὶ
τοῦτʼ ἐπιβεβαιοῖ. φὴις σύ; Λάχης φημί, Χαιρέα.
οὐ γάρ τι βούλ …
πος ἦν
ἐμοὶ
καλῶς ἔχει:
κατὰ τρόπον
γάρ μοι διαφέρει
τὰ γεγονότα:
πρᾶός γʼ εἶ σφόδρα
εν: οὐδὲ γάρ σʼ ὁρῶ
ἀγανακτ
Λάχης … ἐκ τηλικούτων νῦν φόβων
τὸν ὑὸν ἐκλυσάμενος.
Κλεαίνετος ἀλλὰ μὴν πάλαι
ἡμῖν ἔδοξε τοῦτʼ· ἔχει τὴν παρθένον
ὁ Μοσχίων· ἔλαβʼ ἐθελοντής, οὐ βίαι.
ὠιόμεθα χαλεπανεῖν σε τοῦτο πυθόμενον.
ἀστεῖος ἀποβέβηκας· εὐτυχήκαμεν·
περὶ τοῦ βοῶμεν; Λάχης πῶς λέγεις; Κλεαίνετος ὥσπερ λέγω.
Λάχης οὐ Χαιρέαι τὸ πρῶτον ἐξεδώκατε
τὴν παῖδα; Κλεαίνετος μὰ Δία. Λάχης τί σὺ λέγεις; οὐ Χαιρέαι;
ἀλλὰ τίνι; Κλεαίνετος πάνυ γελοῖον· οὐκ ἀκήκοας;
τῶι σῶι νεανίσκωι. Λάχης τί λέγεις; Κλεαίνετος νὴ τοὺς θεούς,
καὶ παιδίον γὰρ γέγονεν ἐκ τούτου. Λάχης τί φήις;
ἐκ Μοσχίωνος; ὦ πολυτίμητοι θεοί,
ἐρρωμένου πράγματος. Κλεαίνετος Ἄπολλον, νοῦν ἔχεις;
πρωί γε σʼ, ὡς ἔοικʼ, ἐπήινεσα. Λάχης οὐδὲ ἓν
ὁ Χαιρέας ἄρʼ ἠδίκηται; Κλεαίνετος φίλτατος—
τί γὰρ ἠδίκηται; —Χαιρέας. Λάχης οὐθέν; τί οὖν
ἐβόα πορευθεὶς δεῦρο; Κλεαίνετος ἴσως ἐβούλετο—
Λάχης ἐβούλετʼ; ἐπʼ ἐμὲ ταῦτα συνετάξασθʼ ἄρα
ὦ Γῆ. Κλεαίνετος τί ποιεῖς; Λάχης οὐθέν, ἀλλʼ ὅμως ἔα
δὶς ἢ τρὶς ἀνακραγεῖν με, πρὸς τῆς Ἑστίας.