eul_wid: gcm-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Health and Pleasure by Philetaerus the Comic Poet

The comedic work Fragments on Health and Pleasure by the Athenian poet Philetaerus is known only by its title and the report that it consisted of 38 passages. No direct quotations or summaries of its content survive. The title indicates it was a collection of comic excerpts treating the subjects of health and pleasure, likely parodying contemporary philosophical or medical discourses. The work presumably treated the theme of health comically, possibly mocking physicians, medical practices, or hypochondria. The subject of pleasure, central to both daily life and philosophical debate, would have been explored humorously in contexts like food, drink, or luxury. The formal title itself was probably a joke, satirizing the serious treatises produced by philosophers and sophists. The work is entirely lost and is not listed among Philetaerus’s known plays in standard ancient catalogues. Its title and structure are preserved solely through a single reference in the Byzantine Great Etymologicon, which cites it for a grammatical point. While its content is irrecoverable, the work demonstrates the engagement of Middle Comedy with intellectual themes, showing that comic poets explicitly targeted philosophical and medical subjects for parody during the 4th century BCE.

ΑΔΩΝΙΑΖΟΥΣΑΙ. ΑΝΤΥΛΛΟΣ.
ΑΣΚΛΗΠΙΟΣ.
Ἐνέσεισε μεστὴν ἴσον ἴσῳ μετανιπτρίδα
μεγάλην ἐπειπὼν τῆς Ὑγιείας τοὔνομα.
ΑΤΑΛΑΝΤΗ.
Κἂν δῇ, τροχάζω στάδια πλείω Σωτάδου,
τὸν Ταυρέαν δὲ τοῖς πόνοις ὑπερβαλῶ,
τὸν Κτησίαν δὲ τῷ φαγεῖν ὑπερδραμῶ.
ΑΧΙΛΛΕΥΣ.
Πηλεύς; ὁ Πηλεὺς δʼ ἐστὶν ὄνομα κεραμέως,
ξηροῦ λυχνοποιοῦ, Κανθάρου, πενιχροῦ πάνυ,
ἀλλʼ οὐ τυράννου νὴ Δία.
ΚΟΡΙΝΘΙΑΣΤΗΣ.
Ὡς τακερόν, ὦ Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμʼ ἔχει.
οὐκ ἐτὸς ἑταίρας ἱερόν ἐστι πανταχοῦ,
ἀλλʼ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.
ΚΥΝΑΓΙΣ.
Οὐχὶ Κερκώπη μὲν ἤδη γέγονʼ ἔτη τρισχίλια,
ἡ δὲ Διοπείθους ἀειδὴς Τέλεσις ἕτερα μυρία;
Θεολύτην δʼ οὐδʼ οἶδεν οὐδείς, ὅτε τὸ πρῶτον ἐγένετο.
οὐχὶ Λαῒς μὲν τελευτῶσʼ ἀπέθανεν βινουμένη,
Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα;
Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω·
περὶ δὲ Ναΐδος σιωπῶ· γομφίους γὰρ οὐκ ἔχει.
Παῦσαι γέρων ὢν τοὺς τρόπους. οὐκ οἶσθʼ ὅτι
ἥδιστόν ἐστιν ἀποθανεῖν βινοῦνθʼ ἅμα,
ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον;
τί δεῖ γὰρ ὄντα θνητόν, ἱκετεύω, ποιεῖν,
πλὴν ἡδέως ζῆν τὸν βίον καθʼ ἡμέραν,
ἐὰν ἔχῃ τις ὁπόθεν. ἀλλὰ δεῖ σκοπεῖν
τοῦτʼ αὐτό, τἀνθρώπειʼ ὁρῶντα πράγματα,
εἰς αὔριον δὲ μηδὲ φροντίζειν ὅ τι
ἔσται· περίεργόν ἐστιν ἀποκεῖσθαι πάνυ
ἕωλον ἔνδον ἀργύριον.
Οὐκ ἐτὸς ἑταίρας ἱερόν ἐστι πανταχοῦ,
ἀλλʼ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.
ΛΑΜΠΑΔΗΦΟΡΟΙ.
Καὶ χειροβαρὲς σαρκὸς ὑείας
θετταλότμητον κρέας.
ΜΕΛΕΑΓΡΟΣ.
Οὐ πρὸς γυναικὸς ὁ χορός. οἴκαδʼ ὦ κόρη
ἄπιθʼ ἀμπαλίνορος.
ΜΗΝΕΣ.
Τίς ἐστι Μαιμακτηριών; Β. μὴν δικάσιμος.
ΟΙΝΟΠΙΩΝ.
Θνητῶν δʼ ὅσοι
ζῶσιν κακῶς ἔχοντες ἄφθονον βίον,
ἐγὼ μὲν αὐτοὺς ἀθλίους εἶναι λέγω·
οὐ γὰρ θανὼν δήπουθʼ ἂν ἔγχελυν φάγοις,
οὐδʼ ἐν νεκροῖσι πέττεται γαμήλιος.
Ὁ μάγειρος οὗτος Πατανίων προσελθέτω.
Πλείους Στρατονίκου τοὺς μαθητάς μοι δοκεῖ
ἕξειν Πατανίων.
ΤΗΡΕΥΣ.
Πεπωκέναι δοκεῖ τὸν κατὰ δύο
καὶ τρεῖς ἀκράτου.
ΦΙΛΑΥΛΟΣ.
Ὦ Ζεῦ, καλόν γʼ ἔστʼ ἀποθανεῖν αὐλούμενον·
τούτοις ἐν ᾅδου γὰρ μόνοις ἐξουσία
ἀφροδισιάζειν ἐστίν, οἱ δὲ τοὺς τρόπους
ῥυπαροὺς ἔχοντες μουσικῆς ἀπειρίᾳ,
εἰς τὸν πίθον φέρουσι τὸν τετρημένον.