eul_wid: fdm-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Comic Fragments on Food and Drink by Heniochus the Comic Poet

The work is a modern compilation of 29 fragmentary passages from the Athenian comic poet Heniochus, who was active in the 4th century BCE during the period of Middle Comedy. Written in Attic Greek verse, these fragments are thematically unified around the subjects of food and drink, preserving jokes, vivid descriptions of meals, and references to contemporary culinary and social customs. They offer glimpses of stock comic characters, such as parasites and boastful cooks, reflecting the broader shift in comedy of this era away from direct political satire and toward a focus on social types and scenes from everyday domestic life.

No complete play by Heniochus survives. The preservation of these fragments is due entirely to their quotation by later ancient authors, most notably the scholar Athenaeus in his work Deipnosophistae, or The Learned Banqueters, who cited them as illustrative examples of dining habits and linguistic usage, and the fragments are evidence for reconstructing the thematic preoccupations of Middle Comedy and for understanding the material and social details of daily life in classical Athens.

ΓΟΡΓΟΝΕΣ
πιεῖν, πιεῖν τις ἔγχει πυριγενῆ
λαβὼν βραχύωτον κυκλοτερῆ παχύστομον
κώθωνα, παῖδα φάρυγος.
ΔΙΣ ΕΞΑΠΑΤΩΜΕΝΟΣ ΕΠΙΚΛΗΡΟΣ ΘΩΡΥΚΙΟΝ …
ΠΟΛΥΕΥΚΤΟΣ
ὁ βοῦς ὁ χαλκοῦς ἦν ἂν ἑφθὸς δεκάπαλαι,
ὁ δʼ ἴσως γαλαθηνὸν τέθυκε τὸν χοῖρον λαβών.
ΠΟΛΥΠΡΑΓΜΩΝ
ὁρῶ δὲ θαῦμʼ ἄπιστον, ἰχθύων γένη
περὶ τὴν ἄκραν παίζοντα, κωβιούς, σπάρους,
ψήττας, ἐρυθίνους, κεστρέας, πέρκας, ὄνους,
θύννους, μελανούρους, σηπίας, αὐλωπίας,
τρίγλας, ἑλεδώνας, σκορπίους.
ΤΡΟΧΙΛΟΣ
πρὸς ἐμαυτὸν ἐνθυμούμενος, νὴ τοὺς θεούς,
ὅσῳ διαφέρει σῦκα καρδάμων. σὺ δὲ
Παύσωνι φὴς τὸ δεῖνα προσλελαληκέναι;
Α. καὶ πρᾶγμά γʼ ἠρώτα με δυστράπελον πάνυ
ἔχον τε πολλὰς φροντίδων διεξόδους.
Β. λέγʼ αὐτό· καὶ γὰρ οὐκ ἀγέλοιόν ἐστʼ ἴσως.
Α. ἔτνος κυάμινον διότι τὴν μὲν γαστέρα
φυσᾷ, τὸ δὲ πῦρ οὔ. Β. χάριεν οἷς γινώσκεται
τὸ πρᾶγμα τοῦ Παύσωνος. ὡς δʼ ἀεί ποτε
περὶ τοὺς κυάμους ἔσθʼ οὗτος ὁ σοφιστής.
ΦΙΛΕΤΑΙΡΟΣ
ΑΔΗΛΟΥ ΔΡΑΜΑΤΟΣ
ἐγὼ δʼ ὄνομα τὸ μὲν καθʼ ἑκάστην αὐτίκα
λέξω, συνάπασαι δʼ εἰσὶ παντοδαπαὶ πόλεις,
αἳ νῦν ἀνοηταίνουσι πολὺν ἤδη χρόνον.
τάχʼ ἄν τις ὑποκρούσειεν ὅ τι ποτʼ ἐνθάδε
νῦν εἰσὶ κἀνέροιτο· παρʼ ἐμοῦ πεύσεται.
τὸ χωρίον μὲν γὰρ τόδʼ ἐστὶ πᾶν κύκλῳ
Ὀλυμπία, τηνδὶ δὲ τὴν σκηνὴν ἐκεῖ
σκηνὴν ὁρᾶν θεωρικὴν νομίζετε.
εἶεν. τί οὖν ἐνταῦθα δρῶσιν αἱ πόλεις;
ἐλευθέριʼ ἀφίκοντο θύσουσαί ποτε,
ὅτε τῶν φόρων ἐγένοντʼ ἐλεύθεραι σχεδόν.
κἄπειτʼ ἀπʼ ἐκείνης τῆς θυσίας διέφθορεν
αὐτὰς ξενίζουσʼ ἡμέραν ἐξ ἡμέρας
ἀβουλία κατέχουσα πολὺν ἤδη χρόνον.
γυναῖκε δʼ αὐτὰς δύο ταράττετόν τινε
ἀεὶ συνοῦσαι· δημοκρατία θατέρᾳ
ὄνομʼ ἐστί, τῇ δʼ ἀριστοκρατία θατέρᾳ,
διʼ ἃς πεπαρῳνήκασιν ἤδη πολλάκις.