ΑΡΧΙΛΟΧΟΙ.
Κἀγὼ γὰρ ἤυχουν Μητρόβιος ὁ γραμματεύς
σὺν ἀνδρὶ θείῳ καὶ φιλοξενωτάτῳ
καὶ πάντʼ ἀρίστῳ τῶν Πανελλήνων πρόμῳ
Κίμωνι, λιπαρὸν γῆρας εὐωχούμενος
αἰῶνα πάντα συνδιατρίψειν· ὁ δὲ λιπών
βέβηκε πρότερος.
Οἷον σοφιστῶν σμῆνος ἀνεδιφήσατε.
Εἶδες τὴν Θασίαν ἅλμην οἷʼ ἄττα βαΰζει;
ὡς εὖ καὶ ταχέως ἀπετίσατο καὶ παραχρῆμα.
οὐ μέντοι παρὰ κωφὸν ὁ τυφλὸς ἔοικε λαλῆσαι.
Ἔνθα Διὸς μεγάλου θᾶκος πεσσοί τε καλοῦνται.
Ἡ μὲν δὴ πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.
Δωδωναίῳ κυνὶ βωλοκόπῳ τίτθη γεράνῳ προσεοικώς.
Ἤδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις.
Ὠμολίνοις κόμη βρύουσʼ, ἀτιμίας πλέως.
Ἐρασμονίδη Βάθιππε τῶν ἀωρολείων.
ΒΟΥΚΟΛΟΙ.
Ὃς οὐκ ἔδωκʼ αἰτοῦντι Σοφοκλέει χορόν,
τῷ Κλεομάχῳ δʼ, ὃν οὐκ ἂν ἠξίουν ἐγώ
ἐμοὶ διδάσκειν οὐδʼ ἂν εἰς Ἀδώνια.
Καὶ πρὸς τὸν οὐρανὸν σκιαμαχῶν …
… ἀποκτίννυσι ταῖς ἀπειλαῖς.
Ἐν Καρὶ τὸν κίνδυνον ἐν ἐμοὶ δὴ δοκεῖ
πρώτῳ πειρᾶσθαι.
ΒΟΥΣΙΡΙΣ.
Ὁ βοῦς ἐκεῖνος χἠ μαγὶς καὶ τἄλφιτα.
ΔΗΛΙΑΔΕΣ.
Τούτοισι δʼ ὄπισθεν ἴτω φέρων δίφρον Λυκοῦργος
ἔχων καλάσιριν.
Ἵνα σιωπῇ τῆς τέχνης ῥάζωσι τὸν λοιπὸν χρόνον.
Ἔρραζε πρὸς τὴν γῆν, ὁ δʼ ἠσκάριζε κἀπέπαρδεν.
Ὑπερβορέους αἴθρια τιμῶντας στέφη.
Ἐτήσιοι γὰρ πρόσιτʼ ἀεὶ πρὸς τὴν τέχνην.
Τῷ δʼ ὑποτρίψας τι μέρος πνῖξον καθαρύλλως.
Εἴ τις δʼ ὑμῶν κάλλει προκριθῇ.
Πρὶν παροῦσα διδάσκῃ.
ΔΙΔΑΣΚΑΛΙΑΙ.
Ὅτε σὺ τοὺς καλοὺς θριάμβους ἀναρύτουσʼ ἀπηχθάνου.
ΔΙΟΝΥΣΑΛΕΞΑΝΔΡΟΣ.
Στολὴν δὲ δὴ τίνʼ εἶχε; τοῦτό μοι φράσον.
Β. Θύρσον, κροκωτόν, ποικίλον, καρχήσιον.
Ἔνεισι δʼ ἐνταυθοῖ μάχαιραι κουρίδες,
αἷς κείρομεν τὰ πρόβατα καὶ τοὺς ποιμένας.
Οὐ γάρ τοι σύγε πρῶτος ἄκλητος φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστις.
Τῶν βδελλολαρύγγων ἀνεπαγγέλτων αὐτῷ φοιτήσας ἐπὶ δεῖπνον.
Ὁ δʼ ἠλίθιος ὥσπερ πρόβατον βῆ βῆ λέγων βαδίζει.
Οὐκ ἀλλὰ βόλιτα χλωρὰ κᾠσπώτην πατεῖν.
Ἐν σαργανίσιν ἄξω ταρίχους Ποντικούς.
Νακότιλτος ὡσπερεὶ κωδάριον ἐφαινόμην.
Παραστάδας καὶ πρόθυρα βούλει ποικίλα.
ΔΡΑΠΕΤΙΔΕΣ.
Λάμπωνα, τὸν οὐ βροτῶν
ψῆφος δύναται φλεγυρὰ δείπνου φίλων ἀπείργειν. …
νῦν δʼ αὖθις ἐρυγγάνει·
βρύκει γὰρ ἅπαν τὸ παρόν, τρίγλῃ δὲ κἂν μάχοιτο.
Πανδιονίδα πόλεως βασιλεῦ
τῆς ἐριβώλακος, οἶσθʼ ἣν λέγομεν,
καὶ κύνα καὶ πόλιν ἣν παίζουσιν.
Φέρε νῦν σοι
ἐξ αἰθρίας καταπυγοσύνην μυὸς ἀστράψω Ξενοφῶντος.
Τοὺς ὧδε μόνον στασιάζοντας καὶ βουλομένους τινὰς εἶναι.
Ποδαπὰς ὑμᾶς εἶναι φάσκων, ὦ μείρακες, οὐκ ἂν ἁμάρτοιν;
Οἱ δὲ πυππάζουσι περιτρέχοντες, ὁ δʼ ὄνος ὕεται.
Τὸν Κερκύονά θʼ ἕωθεν ἀποπατοῦντʼ ἐπὶ
τοῖς λαχάνοις εὑρὼν ἀπέπνιξα.
Δέχεσθε φιάλας τάσδε βαλανειομφάλους.
Οὗτος, καθεύδεις; Β. οὐκ ἀναστήσεις βοῶν.
ΕΜΠΙΠΡΑΜΕΝΟΙ Η ΙΔΑΙΟΙ.
ΕΥΝΕΙΔΑΙ.
Ἥβης ἐκείνης νοῦ τʼ ἐκείνου καὶ φρενῶν.
Δωροῖ συκοπέδιλε.
Τέκτονες εὐπαλάμων ὕμνων.
Ἐπίσχες αὐτοῦ, μὴ πέρα προβῇς λόγου.
ΘΡΑιΤΤΑΙ.
Ὁ σχινοκέφαλος Ζεὺς ὁδὶ προσέρχεται
ὁ Περικλέης, τᾠδεῖον ἐπὶ τοῦ κρανίου
ἔχων, ἐπειδὴ τοὔστρακον παροίχεται.
Πανὶ κακὸν δεῦρο μαστάω τινὰ
ποτὲ χαλκοῦν ἢ ξύλινον καὶ χρύσεον προσῆν.
οὐδαμῶς ξύλινος ἐκεῖνος …
ἀλλὰ χαλκοῦς ὢν ἀπέδρα. πότερα Δαιδάλειος ἦν;
ἤ τις ἔκλεψεν αὐτόν;
Ὅτι τοὺς κόρακας τἀξ Αἰγύπτου χρυσία κλέπτοντας ἔπαυσεν.
Ἐς τὸν καλιόν, ἢν τύχῃ, καθείργνυται.
Τὴν πέρυσι βουλὴν ἐφεστώς.
ΚΛΕΟΒΟΥΛΙΝΑΙ.
— —Ἀκέστορα γὰρ ὅμως εἰκὸς λαβεῖν
πληγάς, ἐὰν μὴ συστρέφῃ τὰ πράγματα.
Ἐπέδωκε βαλάνων ἄβακα τῶν ἐκ Φελλέως.
Ἔστιν ἄκμων καὶ σφῦρα νεανίᾳ εὔτριχι πώλῳ.
Ἐκβάλλοντες τῆς αἴθης πέπλους.
ΛΑΚΩΝΕΣ.
Φοβερὸν ἀνθρώποις τόδʼ αὖ
κταμένοις ἐπʼ αἰζηοῖσι καυχᾶσθαι μέγα.
ΜΑΛΘΑΚΟΙ.
Παντοίοις γε μὴν κεφαλὴν ἀνθέμοις ἐρέπτομαι,
λειρίοις, ῥόδοις, κρίνεσιν, κοσμοσανδάλοις, ἴοις,
καὶ σισυμβρίοις, ἀνεμωνῶν κάλυξί τʼ ἠριναῖς,
ἑρπύλλῳ, κρόκοις, ὑακίνθοις, ἑλιχρύσου κλάδοις,
οἰνάνθῃσιν, ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ,
ἀνθρύσκου φόβῃ, …
τῷ τʼ ἀειφρούρῳ μελιλώτῳ κάρα πυκάζομαι,
καὶ δὴ κύτισος αὐτόματος παρὰ Μέδοντος ἔρχεται.
Τίς ἄρʼ ἐρῶντά μʼ οἶδεν, ὦ Γνήσιππʼ, ἐγὼ πολλῇ χολῇ.
οἴομαι γὰρ μηδὲν οὕτως μῶρον εἶναι καὶ κενόν.
Ἀμοργὸν ἔνδον βρυτίνην νήθειν τινά.
Λευκοὺς ὑπὸ ποσσὶν ἔχων πίλους.
ΝΕΜΕΣΙΣ.
Ὄρνιθα τοίνυν δεῖ σε γίγνεσθαι μέγαν.
Λήδα, σὸν ἔργον· δεῖ σʼ ὅπως εὐσχήμονος
ἀλεκτρυόνος μηδὲν διοίσεις τοὺς τρόπους,
ἐπὶ τῷδʼ ἐπώζουσʼ, ὡς ἂν ἐκλέψῃς καλόν
ἡμῖν τι καὶ θαυμαστὸν ἐκ τοῦδʼ ὄρνεον.
Τἄλλα πάντʼ ὀρνίθια.
Ὄρνιθα φοινικόπτερον.
Ὥς τʼ οὖν ἐσθίων τοῖς σιτίοις ἥδομαι.
ἅπαντα δʼ εἶναί μοι δοκεῖ ῥοδωνιά,
καὶ μῆλα καὶ σέλινα καὶ σισύμβρια.
Ψύρα τε τὴν Σπάρτην ἄγεις.
Ἐν τῷ κύφωνι τὸν αὐχένʼ ἔχων.
Σπάρτην λέγω γε σπαρτίδα τὴν σπάρτινον.
Μόλʼ ὦ Ζεῦ ξένιε καὶ μακάριε.
ΝΟΜΟΙ.
Ἀλλὰ μὰ Δίʼ οὐκ οἶδʼ ἔγωγε γράμματʼ οὐδʼ ἐπίσταμαι,
ἀλλʼ ἀπὸ γλώττης φράσω σοι· μνημονεύω γὰρ καλῶς.
Νῦν γὰρ δή σοι πάρα μὲν θεσμοί
τῶν ἡμετέρων, πάρα δʼ ἄλλʼ ὅ τι χρῆς.
Ὑμῶν εἷς μὲν ἕκαστος ἀλώπηξ δωροδοκεῖται.
Τυρῷ καὶ μίνθῃ παραλεξάμενος καὶ ἐλαίῳ.
Ἦ πρεσβῦται πάνυ γηραλέοι σκήπτροισιν ἄκασκα προ- βῶντες.
Οὐκ ἀπερρήσεις σὺ θᾶττον; ἀποτιλῶ σε τήμερον.
Χρυσίδι σπένδων γέγραφε τοῖς ὄφεσι πιεῖν διδούς.
Καὶ δρόσον βάλλων ἕωθεν χλιαρὸς ταγηνίας.
Ὁ δὲ Ζεὺς ὀσταφίσιν ὕσει τάχα.
ΟΔΥΣΣΗΣ.
Τίνες αὖ πόντον κατέχουσʼ αὖραι; νέφος οὐράνιον τόδʼ ὁρῶμαι. …
Ὡς ἂν μᾶλλον τοῖς πηδαλίοις ἡ ναῦς ἡμῶν πειθαρχῇ.
Ἐπʼ ἀριστέρʼ ἀεὶ τὴν ἄρκτον ἔχων λάμπουσαν ἕως ἂν ἐφεύρῃς.
Ἧσθε πανημέριοι χορταζόμενοι γάλα λευκόν,
Ἀνθʼ ὧν πάντας ἑλὼν ὑμᾶς ἐρίηρας ἑταίρους
φρύξας, ἑψήσας, κἀπʼ ἀνθρακιᾶς ὀπτήσας
εἰς ἅλμην τε καὶ ὀξάλμην κᾆτʼ ἐς σκοροδάλμην
χλιαρὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων
ὑμῶν φαίνηται, κατατρώξομαι ὦ στρατιῶται.
Τῆ νῦν τόδε πῖθι λαβὼν ἤδη, καὶ τοὔνομά μʼ εὐθὺς ἐρώτα.
Οὔπω '́πιον τοσοῦτον οὐδὲ πίομαι
μάρωνα.
Πώποτʼ εἶδές μοι τὸν ἄνδρα παῖδα Λαέρτα φίλον;
Β. ἐν Πάρῳ σικυὸν μέγιστον σπερματίαν ὠνούμενον.
Οὐκ ἰδίᾳ τάδʼ οὐκετόνθοι τἀπὶ Χαριξένης.
Οἱ δʼ ἀλυσκάζουσιν ἐπὶ ταῖς κλινίσιν.
Τέμαχος ὀρφὼ χλιαρόν.
Σιγάν νυν ἅπας ἔχε σιγάν
καὶ πάντα λόγον τάχα πεύσει·
ἡμῖν δʼ Ἰθάκη πατρίς ἐστιν,
πλέομεν δʼ ἅμʼ Ὀδυσσέϊ θείῳ.
Νεοχμόν τι παρῆχθαι ἄθυρμα.
ΠΑΝΟΠΤΑΙ.
Κρανία δισσὰ φορεῖν, ὀφθαλμοὶ δʼ οὐκ ἀριθμητοί.
Ἀλλοτριογνώμοις ἐπιλήσμοσι μνημονικοῖσιν.
Ἀριστόδημος ὣς ἀσχημονῶν,
ἐν τοῖς Κιμωνίοις ἀνὴρ ἐρειπίοις.
Μισεῖς γὰρ τὰς γυναῖκας, πρὸς παιδικὰ δὲ τρέπῃ νῦν.
ΠΛΟΥΤΟΙ.
Ἆρʼ ἀληθῶς τοῖς ξένοισιν ἔστιν, ὡς λέγουσʼ, ἐκεῖ
πᾶσι τοῖς ἐλθοῦσιν ἐν τῇ κοπίδι θοινᾶσθαι καλῶς;
ἐν δὲ ταῖς λέσχαισι φύσκαι προσπεπατταλευμέναι
κατακρέμανται, τοῖσι πρεσβύταισιν ἀποδάκνειν ὀδάξ;
Οἷς δὴ βασιλεὺς Κρόνος ἦν τὸ παλαιόν,
ὅτε τοῖς ἄρτοις ἠστραγάλιζον, μᾶζαι δʼ ἐν ταῖσι παλαί- στραις
Αἰγιναῖαι κατεβέβληντο δρυπεπεῖς, βώλοις τε κομῶσαι.
Ἐγὼ γάρ εἰμι θυννὶς ἢ μελαίνας ἢ
καὶ θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων.
Περὶ σιαγόνος βοείας μαχόμενος.
Ἄρξει γὰρ αὐτοῖς διποδία καλῶς.
Αὐτόματα τοῖσι θεὸς ἀνίει τἀγαθά.
Μὴ ξυντυχίᾳ βαρυνόμενοι.
ΠΥΛΑΙΑ.
Οἱ δʼ αὖθʼ ἡμεῖς, ὡς ὁ παλαιὸς
λόγος, αὐτομάτους ἀγαθοὺς ἰέναι
κομψῶν ἐπὶ δαῖτα θεατῶν.
Ἄνδρας σοφοὺς χρὴ τὸ παρὸν πρᾶγμα καλῶς εἰς δύνα-
μιν τίθεσθαι.
Ἧι Διονυσίοις ἀκύλοις παίζουσʼ ἀνέμενοι τρόπα.
ΠΥΤΙΝΗ.
Ἀλλʼ ἐπανατρέψαι βούλομαι εἰς τὸν λόγον.
πρότερον ἐκεῖνος πρὸς ἑτέραν γυναῖκʼ ἔχων
τὸν νοῦν, κακὰς εἴποι πρὸς ἑτέραν· ἀλλʼ
ἅμα μὲν τὸ γῆρας, ἅμα δέ μοι δοκεῖ
οὐδέποτʼ αὐτοῦ πρότερον.
Γυνὴ δʼ ἐκείνου πρότερον ἦ, νῦν δʼ οὐκέτι.
Νῦν δʼ ἢν ἴδῃ Μενδαῖον ἡβῶντʼ ἀρτίως
οἰνίσκον, ἕπεται κἀκολουθεῖ καὶ λέγει,
οἴμʼ ὡς ἁπαλὸς καὶ λευκός. ἆρʼ οἴσει τρία;
Τὴν μὲν παρασκευὴν ἴσως γιγνώσκετε
Τὸν δʼ ἴσον ἴσῳ φέροντʼ, ἐγὼ δʼ ἐκτήκομαι.
Ὕδωρ δὲ πίνων οὐδὲν ἂν τέκοι σοφόν.
Ἄναξ Ἄπολλον, τῶν ἐπῶν τῶν ῥευμάτων.
καναχοῦσι πηγαί, δωδεκάκρουνον τὸ στόμα,
Ἰλισσὸς ἐν τῇ φάρυγι· τί ἂν εἴποιμί σοι;
εἰ μὴ γὰρ ἐπιβύσει τις αὐτοῦ τὸ στόμα,
ἅπαντα ταῦτα κατακλύσει ποιήμασιν.
Πῶς τις αὐτόν, πῶς τις ἄν
ἀπὸ τοῦ πότου παύσειε, τοῦ λίαν πότου;
Β. ἐγῷδα. συντρίψω γὰρ αὐτοῦ τοὺς χόας,
καὶ τοὺς καδίσκους συγκεραυνώσω σποδῶν,
καὶ τἄλλα πάντʼ ἀγγεῖα τὰ περὶ τὸν πότον,
κοὐδʼ ὀξύβαφον οἰνηρὸν ἔτι κεκτήσεται.
Ἀτὰρ ἐννοοῦμαι δῆτα τὰς μοχθηρίας
τῆς ἠλιθιότητος τῆς ἐμῆς.
Ὦ λιπερνῆτες πολῖται, τἀμὰ δὴ ξυνίετε.
Οὐ δύνανται πάντα ποιοῦσαι νεωσοίκων λαχεῖν,
οὐδὲ κάννης.
Ληρεῖς ἔχων· γράφʼ αὐτόν
ἐν ἐπεισοδίῳ. γελοῖος ἔσται Κλεισθένης κυβεύων
ἐν τῇδε τοῦ κάλλους ἀκμῇ.
Ὑπέρβολον δʼ ἀποσβέσας ἐν τοῖς λύχνοισι γράψον.
Ὡς λεπτός, ἦ δʼ ὅς, ἔσθʼ ὁ τῆς χορδῆς τόμος.
Τοὺς μὲν ἐκ προχοιδίου,
τοὺς δʼ ἐκ καδίσκου.
Ὄψει γὰρ αὐτὴν ἐκτὸς οὐ πολλοῦ χρόνου
παρὰ τοῖσι δεσμώταισι καταπιττουμένην.
Ἆρʼ ἀραχνίων μεστὴν ἔχεις τὴν γαστέρα.
Ἀλλʼ οὐδὲ λάχανον οὐδὲν οὐδʼ ὀστοῦν ἔτι
ὁρῶ.
Ἀπὸ προτέρου τὸν καῦνον ἀριθμήσεις.
ΣΑΤΥΡΟΙ.
ΣΕΡΙΦΙΟΙ.
Ἐς Συρίαν δʼ ἐνθένδʼ ἀφικνεῖ μετέωρος ὑπʼ αὔρας.
ἱμάτιον μοχθηρόν, ὅταν βορρᾶς καταπνεύσῃ.
Εἶτα Σάκας ἀφικνεῖ καὶ Σιδονίους καὶ Ἐρεμβούς,
ἔς τε πόλιν δούλων, ἀνδρῶν νεοπλουτοπονήρων,
αἰσχρῶν, Ἀνδροκλέων, Διονυσιοκουροπυρώνων.
Οἰκοῦσι φεύγοντες ἀΐδρυτον κακόν.
Οὕτω σταθερῶς τοῖς λωποδύταις ὁ πόρος πεινῶσι πα- φλάζει.
Κἀνθένδʼ ἐπὶ τέρματα γῆς ἥξεις καὶ Κισθήνης ὄρος ὄψει.
Χαίρετε πάντες ὅσοι πολύβωτον ποντίαν Σέριφον.
ΤΡΟΦΩΝΙΟΣ.
Οὐδʼ Αἰξωνίδʼ ἐρυθρόχρων ἐσθίειν ἔτι τρίγλην,
οὐδὲ τρυγόνος, οὐδὲ δεινοῦ φυὴν μελανούρου.
Οὐ σῖτον ἄρασθʼ, οὐχ ὕπνου λαχεῖν μέρος.
Χαίρετε δαίμονες, οἳ Λεβάδειαν Βοιώτιον οὖθαρ ἀρούρης.
Ξίφιζε καὶ σπόδιζε καὶ διαρρικνοῦ.
Α. Ἔγειρε δὴ νῦν Μοῦσα κρητικὸν μέλος.
Β. Χαῖρε δὴ Μοῦσα, χρονία μὲν ἥκεις, ὅμως δʼ
ἦλθες οὐ πρίν γε δεῖν, ἴσθι σαφές, ἀλλʼ ὅπως—
ΧΕΙΜΑΖΟΜΕΝΟΙ.
ΧΕΙΡΩΝΕΣ.
Μακάριος ἦν ὁ πρὸ τοῦ βίος
βροτοῖσι πρὸς τὰ νῦν, ὃν εἶχον ἄνδρες
ἀγανόφρονες ἡδυλόγῳ σοφίᾳ βροτῶν περισσοκαλλεῖς.
Ἁπαλὸν δὲ σισύμβριον ἢ κρίνον ἢ ῥόδον παρʼ οὖς ἐθάκει·
παρὰ χερσὶ δὲ μῆλον ἔχων … σκίπωνά τʼ ἠγόραζεν.
Στάσις δὲ καὶ πρεσβυγενὴς Κρόνος ἀλλήλοισι μιγέντε
μέγιστον τίκτετον τύραννον,
ὃν δὴ κεφαληγερέταν θεοὶ καλοῦσιν.
Ἥραν τέ οἱ Ἀσπασίαν τίκτει καταπυγοσύνην
παλλακὴν κυνώπιδα.
Οἰκέω δὲ νῆσον, ὡς μὲν ἀνθρώπων λόγος,
ἐσπαρμένος κατὰ πᾶσαν Αἴαντος πόλιν.
Ὡς ὄνος ἀπωτέρω κάθηνται τῆς λύρας.
Ἄγε δὴ πρὸς ἕω πρῶτον ἁπάντων ἵστω καὶ λάμβανε χερσίν
σχῖνον μεγάλην.
Καὶ πρῶτον μὲν οὖν παρὰ ναυτοδικῶν ἀπάγω τρία κνώ- δαλʼ ἀναιδῆ,
Πεισίαν, Ὀσφύωνα, Διϊτρέφη.
Σκῆψιν μὲν Χείρωνες ἐλήλυμεν, ὡς ὑποθήκας—
Κλειταγόρας ᾄδειν, ὅταν Ἀδμήτου μέλος αὐλῇ.
Οἷς ἦν μέγιστος ὅρκος
ἅπαντι λόγῳ κύων, ἔπειτα χήν· θεοὺς δʼ ἐσίγων.
Τὴν μουσικὴν
ἀκορέστους ἐπιφέρειν ὀργὰς βροτοῖς σώφροσιν.
Ἐξ ἀσαμίνθου κύλικος λείβων.
Ταῦτα δυοῖν ἐν ἐτοῖν ἡμῖν μόλις ἐξεπονήθη.
ὯΡΑΙ.
Ὥσπερ ὁ Περσικὸς ὥραν πᾶσαν καναχῶν ὁλόφωνος ἀλέ- κτωρ.
Ἴτω δὲ καὶ τραγῳδίας
ὁ Κλεομάχου διδάσκαλος, παρατιλτριῶν
ἔχων χορὸν Λυδιστὶ τιλλουσῶν μέλη
πονηρά.
Οὐδὲ πρὸς εἶδος ἄρʼ ἦν οὐδὲν προσιδόντι τεκμαρτόν
Ἀλλʼ ἦν ὅτʼ ἐν φώσσωνι τὴν ἴσην ἔχων
μετʼ ἐμοῦ διῆγες, οἴναρον ἕλκων τῆς τρυγός.
Ἐκεῖνος αὐτὸς ἐκμεμαγμένος.
Μῶν βδελυγμία σʼ ἔχει;
πτερὸν ταχέως τις καὶ λεκάνην ἐνεγκάτω.
Ταῦτα πράσσω, '́φασκʼ ἀνὴρ οὐδὲν ποιῶν.
Ἐφθάρη μαρίλης τὴν φάρυγα πλέαν ἔχων.
Ἴσως πυρορραγὲς κακῶς τʼ ὠπτημένον.
Ἔδει παρέχειν ὅ τι τις εὔξαιτʼ ἔμβραχυ.
Ἀφυπνίζεσθαι … χρὴ πάντα θεατήν,
ἀπὸ μὲν βλεφάρων αὐθημερινῶν ποιητῶν λῆρον ἀφέντα.
Ῥοθίαζε κἀνάπιπτε.
Γαυριῶσαι δʼ ἀναμένουσιν ὧδʼ ἐπηγλαϊσμέναι
μείρακες φαιδραὶ τράπεζαι τρισκελεῖς σφενδάμνιναι.
Ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δʼ ἄλλοις οὐ λαχάνοις.
Ὁ τάλαρος ὑμῖν διάπλεως ἔσται γάρου.
Γλαῦκον οὐ πρὸς παντὸς ἀνδρός ἐστιν ἀρτῦσαι καλῶς.
Τρίγλη δʼ εἰ μὲν ἐδηδοκοίη τένθου τινὸς ἀνδρός.
Πιεῖν δὲ θάνατος οἶνον ἢν ὕδωρ ἐπῇ.
ἀλλʼ ἴσον ἴσῳ μάλιστʼ ἀκράτου δύο χόας
πίνουσʼ ἀπʼ ἀγκύλης ἐπονομάζουσα
ἵησι λάταγας τῷ Κορινθίῳ πέει.
Ταυτὶ καὶ τολμᾷς σὺ λέγειν ῥοδοδάκτυλος οὖσα;
Ποιμὴν καθέστηκʼ αἰπόλος καὶ βουκόλος.
Χαῖρε χρυσόκερω βαβάκτα κήλων,
Πάν, Πελασγικὸν Ἄργος ἐμβατεύων.
Ὡς δὲ μαλακὸν καὶ τέρεν τὸ χρωτίδιόν ἐστʼ ὦ θεοί·
καὶ γὰρ ἐβλίμαζον αὐτήν, ἡ δʼ ἐφρόντιζʼ οὐδὲ ἕν.
Τοῦτον μὲν οὖν καλῶς διεπηνίκισας λόγον.
Ἔχων τὸ πρόσωπον καρίδος μασθλητίνης.
Δασὺν ἔχων
τὸν πρωκτὸν ἅτε κυρήβιʼ ἐσθίων—
Εὐπρόσωπος ἦσθʼ ὀνόματος μηδὲν ἐπὶ χεῖρας φέρων.
Κοκκύζειν τὸν ἀλεκτρυόνʼ οὐκ ἀνέχονται.
Λόγος τις ὑπῆλθʼ ἡμᾶς ἀμαθὴς συβαύβαλος.
Ἄκουε, σίγα, πρόσεχε τὸν νοῦν, δεῦρʼ ὅρα.
Χαῖρʼ, ὦ μέγʼ ἀχρειόγελως ὅμιλε, ταῖς ἐπίβδαις,
τῆς ἡμετέρας σοφίας κριτὴς ἄριστε πάντων,
εὐδαίμονʼ ἔτικτέ σε μήτηρ ἰκρίων ψόφησις.
Εὔιε κισσοχαῖτʼ ἄναξ χαῖρʼ, ἔφασκʼ Ἐκφαντίδης.
Πάντα φορητὰ πάντα τολμητὰ τῷδε τῷ χορῷ.
Πλὴν Ξενίου νόμοισι καὶ Σχοινίωνος, ὦ Χάρον.
Ἄρχων εἰμὶ νῦν Ἀθηναίοις ἐγώ.
Χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύβηλιν.
Ὡς ἄνω τὴν μασχάλην αἴρωμεν ἐμπεπωκότες.
Μίσηται δὲ γυναῖκες ὀλίσβοισιν χρήσονται.
Καὶ μὴ προσίσχε βαρβάροισι βουκόλοις.
Οὐχ ὑδατοπωτῶν οὐδὲ κοιλοφθαλμιῶν.
Ἀλλʼ εἴσιθʼ εἴσω καὶ πιοῦ-
σα χυλὸν ἀναπαύου κακῶν.
Τῇ μάστιγι κνάψειν εὖ μάλα
ἢ συμπατῆσαι—
Τούτου δʼ ἁπάσας ἀποτεμῶ τὰς μηχανάς.
Αὐτομάτη δὲ φέρει τιθύμαλλον καὶ σφάκον πρὸς αὐτῷ
ἀσφάραγον κύτισόν τε· νάπαισι δʼ ἀνθέρικος ἐνηβᾷ·
καὶ φλόμον ἄφθονον ὥστε παρεῖναι πᾶσι τοῖς ἀγροῖσιν.
Ὃς τὴν πίτυν
ἔκαμπτεν ἑστὼς χαμόθεν ἄκρας τῆς κόμης
καθέλκων.
Πρὸς τοῦ Σόλωνος καὶ Δράκοντος οἷσι νῦν
φρύγουσιν ἤδη τὰς κάχρυς τοῖς κύρβεσιν.
Πάλαι γὰρ αὐτὸ
λόγοισι προάγει Περικλέης, ἔργοισι δʼ οὐδὲ κινεῖ.
Ἀνδρῶν ἀρίστων πᾶσα γαργαίρει πόλις.
Καὶ Πολυμνήστειʼ ἀείδει μουσικήν τε μανθάνει.
Ἔσθιε καὶ σῇ γαστρὶ δίδου χάριν, ὄφρα σὲ λιμός
ἐχθαίρῃ, Κοννᾶς δὲ φιλοστέφανός σε φιλήσει.
Οὗτοι δʼ εἰσὶν συοβοιωτοί, κρουπεζοφόρον γένος ἀνδρῶν.
Ἀλλʼ οὖν θεῷ σπείσαντʼ ἄμυστιν δεῖ πιεῖν.
Τίς δὲ σύ; κομψός τις ἔροιτο θεατής.
ὑπολεπτολόγος, γνωμοδιώκτης, εὐριπιδαριστοφανίζων.
Ὅνπερ Φιλοκλέης τὸν λόγον διέφθορεν
Τοὺς ἐξοδίους ὑμῖν ἵνʼ αὐλῶ τοὺς νόμους.
Ἄκουε νῦν καὶ τήνδε τὴν ἐπιστολήν.
Ἀλλὰ τάδʼ ἔστʼ ἀνεκτέον· καὶ γὰρ ἡνίκʼ εὐθένει.
Ἐφʼ ᾧ τʼ ἐμαυτὴν συγκαθεύδειν τῷ πατρί.
Τὴν χεῖρα μὴ ʼπίβαλλε, μὴ κλάων κάθῃ.
Εἰ πρῶτος ἔλθοις κἂν καθίζεσθαι λάβοις.
Φαίνεσθαι χρυσῆν, κατʼ ἀγροὺς δʼ αὖθις αὖ μολυβδίνην.