eul_wid: hrg-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Miser's Dinner Party by Archedicus the Comic Poet

The Miser's Dinner Party is a fragmentary comedy by the Hellenistic poet Archedicus. Preserved only through twenty-five excerpts, the work survives almost entirely in quotations by the later scholar Athenaeus in his Deipnosophistae. Its conventional title suggests a plot centred on a stingy host's dinner party, a standard scenario in New Comedy for exploring themes of greed and social hypocrisy. The surviving fragments depict the host's extreme avarice and his violation of the fundamental obligations of hospitality, creating comedy from the meager and poorly prepared food offered to his guests. The comedy contrasts the host's hypocrisy with the social expectations of his visitors, focusing on the concrete details of dining to satirize attitudes toward wealth and consumption. While the complete play is lost and it exerted no direct later influence, these fragments remain valuable for illustrating the thematic range and social satire of Hellenistic New Comedy beyond its major authors, providing evidence for the period's enduring comic conventions.

ΔΙΑΜΑΡΤΑΝΩΝ.
Νικοστράτην τίνʼ ἤγαγον πρώην σφόδρα
γρυπήν, Σκοτοδείνην ἐπικαλουμένην, ὅτι
δεῖνόν ποτʼ ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ.
Β. δεῖνον καὶ δεινόν, ὦ θεοί.
ΘΗΣΑΥΡΟΣ.
Πρῶτον ὠμῶν κειμένων
τῶν ἰχθύων πάρεισιν οἱ κεκλημένοι·
«δίδου κατὰ χειρός.» «τοὔψον οἰχήσει λαβών.»
τὰς λοπάδας ἐπιθεὶς ἐπὶ τὸ πῦρ τοὺς ἄνθρακας
ἔρρανʼ ἐλαίῳ πάντα καὶ ποιῶ φλόγα.
ἐν ᾧ τὸ λάχανον αἵ τε τῶν παροψίδων
τὸν ἄνδρα δριμύτητες εὐφραίνουσί μοι,
ἑφθὸν τὸν ἰχθὺν ἀποδίδωμʼ, ἔχοντα τούς
χυμοὺς ἐν αὑτῷ τήν τε τῆς ἅλμης ἀκμήν,
εἰς ἣν ἂν ἐμβάψαιτο πᾶς ἐλεύθερος·
ἐλαδίου κοτύλης τε παραναλωμένης
σέσωκά μοι τρίκλινα πεντήκοντʼ ἴσως.
Δραχμῶν τριῶν γλαυκίσκον . . . .
γόγγρου κεφαλὴν καὶ τὰ πρῶτα τεμάχια
δραχμῶν πάλιν πέντʼ. ὢ ταλαιπώρου βίου.
δραχμῆς τραχήλους. ἀλλὰ νὴ τὸν ἥλιον,
κἀμοὶ τράχηλον ἕτερον εἴ ποθεν λαβεῖν
ἦν καὶ πρίασθαι δυνατόν, ὃν ἔχω τοῦτον ἄν,
πρὶν εἰσενεγκεῖν ταῦτα δεῦρʼ, ἀπηγξάμην.
οὐδεὶς δεδιηκόνηκεν ἐπιπονώτερον.
ἅμα μὲν πρίασθαι πολλὰ καὶ πολλοῦ σφόδρα,
ἅμα δʼ εἴ τι χρηστὸν ἀγοράσαιμʼ ἀπωλλύμην,
«κατέδοντʼ ἐκεῖνοι τοῦτο» πρὸς ἐμαυτὸν λέγων,
διαπυτιοῦσʼ οἶνον δὲ τοιοῦτον χαμαί.
οἴμοι.