ΤΡΩΙΑΔΕΣ
Ποσειδῶν ἥκω λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος
πόντου Ποσειδῶν, ἔνθα Νηρήιδων χοροὶ
κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός.
ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωϊκὴν χθόνα
Φοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξ
ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτʼ ἐκ φρενῶν
εὔνοιʼ ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει·
ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς
ὄλωλε πορθηθεῖσʼ. ὁ γὰρ Παρνάσιος
Φωκεὺς Ἐπειὸς μηχαναῖσι Παλλάδος
ἐγκύμονʼ ἵππον τευχέων συναρμόσας
πύργων ἔπεμψεν ἐντός, ὀλέθριον βάρος.
ἔρημα δʼ ἄλση καὶ θεῶν ἀνάκτορα
φόνωι καταρρεῖ· πρὸς δὲ κρηπίδων βάθροις
πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών.
πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα
πρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲ
πρύμνηθεν οὖρον, ὡς δεκασπόρωι χρόνωι
ἀλόχους τε καὶ τέκνʼ εἰσίδωσιν ἄσμενοι,
οἳ τήνδʼ ἐπεστράτευσαν Ἕλληνες πόλιν.
ἐγὼ δέ — νικῶμαι γὰρ Ἀργείας θεοῦ
Ἥρας Ἀθάνας θʼ, αἳ συνεξεῖλον Φρύγας —
λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τʼ ἐμούς·
ἐρημία γὰρ πόλιν ὅταν λάβηι κακή,
νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει.
πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων
βοᾶι Σκάμανδρος δεσπότας κληρουμένων.
καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς
εἴληχʼ Ἀθηναίων τε Θησεῖδαι πρόμοι.
ὅσαι δʼ ἄκληροι Τρωιάδων, ὑπὸ στέγαις
ταῖσδʼ εἰσί, τοῖς πρώτοισιν ἐξηιρημέναι
στρατοῦ, σὺν αὐταῖς δʼ ἡ Λάκαινα Τυνδαρὶς
Ἑλένη, νομισθεῖσʼ αἰχμάλωτος ἐνδίκως.
τὴν δʼ ἀθλίαν τήνδʼ εἴ τις εἰσορᾶν θέλει,
πάρεστιν Ἑκάβη κειμένη πυλῶν πάρος,
δάκρυα χέουσα πολλὰ καὶ πολλῶν ὕπερ·
ἧι παῖς μὲν ἀμφὶ μνῆμʼ Ἀχιλλείου τάφου
λάθραι τέθνηκε τλημόνως Πολυξένη·
φροῦδος δὲ Πρίαμος καὶ τέκνʼ· ἣν δὲ παρθένον
μεθῆκʼ Ἀπόλλων δρομάδα Κασσάνδραν ἄναξ,
τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τʼ εὐσεβὲς
γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος.
ἀλλʼ, ὦ ποτʼ εὐτυχοῦσα, χαῖρέ μοι, πόλις
ξεστόν τε πύργωμʼ· εἴ σε μὴ διώλεσεν
Παλλὰς Διὸς παῖς, ἦσθʼ ἂν ἐν βάθροις ἔτι.
Ἀθηνᾶ ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸς
μέγαν τε δαίμονʼ ἐν θεοῖς τε τίμιον,
λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν;
Ποσειδῶν ἔξεστιν· αἱ γὰρ συγγενεῖς ὁμιλίαι,
ἄνασσʼ Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν.
Ἀθηνᾶ ἐπήινεσʼ ὀργὰς ἠπίους· φέρω δὲ σοὶ
κοινοὺς ἐμαυτῆι τʼ ἐς μέσον λόγους, ἄναξ.
Ποσειδῶν μῶν ἐκ θεῶν του καινὸν ἀγγέλλεις ἔπος,
ἢ Ζηνὸς ἢ καὶ δαιμόνων τινὸς πάρα;
Ἀθηνᾶ οὔκ, ἀλλὰ Τροίας οὕνεκʼ, ἔνθα βαίνομεν,
πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω.
Ποσειδῶν οὔ πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦν
ἐς οἶκτον ἦλθες πυρὶ κατηιθαλωμένην;
Ἀθηνᾶ ἐκεῖσε πρῶτʼ ἄνελθε· κοινώσηι λόγους
καὶ συνθελήσεις ἃν ἐγὼ πρᾶξαι θέλω;
Ποσειδῶν μάλιστʼ· ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν·
πότερον Ἀχαιῶν ἦλθες οὕνεκʼ ἢ Φρυγῶν;
Ἀθηνᾶ τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω,
στρατῶι δʼ Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν.
Ποσειδῶν τί δʼ ὧδε πηδᾶις ἄλλοτʼ εἰς ἄλλους τρόπους
μισεῖς τε λίαν καὶ φιλεῖς ὃν ἂν τύχηις;
Ἀθηνᾶ οὐκ οἶσθʼ ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς;
Ποσειδῶν οἶδʼ· ἡνίκʼ Αἴας εἷλκε Κασσάνδραν βίαι.
Ἀθηνᾶ κοὐ δείνʼ Ἀχαιῶν ἔπαθεν οὐδʼ ἤκουσʼ ὕπο.
Ποσειδῶν καὶ μὴν ἔπερσάν γʼ Ἴλιον τῶι σῶι σθένει.
Ἀθηνᾶ τοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς.
Ποσειδῶν ἕτοιμʼ ἃ βούληι τἀπʼ ἐμοῦ. δράσεις δὲ τί;
Ἀθηνᾶ δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω.
Ποσειδῶν ἐν γῆι μενόντων ἢ καθʼ ἁλμυρὰν ἅλα;
Ἀθηνᾶ ὅταν πρὸς οἴκους ναυστολῶσʼ ἀπʼ Ἰλίου.
καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον
πέμψει δνοφώδη τʼ αἰθέρος φυσήματα·
ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον,
βάλλειν Ἀχαιοὺς ναῦς τε πιμπράναι πυρί.
σὺ δʼ αὖ, τὸ σόν, παράσχες Αἰγαῖον πόρον
τρικυμίαις βρέμοντα καὶ δίναις ἁλός,
πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν,
ὡς ἂν τὸ λοιπὸν τἄμʼ ἀνάκτορʼ εὐσεβεῖν
εἰδῶσʼ Ἀχαιοὶ θεούς τε τοὺς ἄλλους σέβειν.
Ποσειδῶν ἔσται τάδʼ· ἡ χάρις γὰρ οὐ μακρῶν λόγων
δεῖται· ταράξω πέλαγος Αἰγαίας ἁλός.
ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδες
Σκῦρός τε Λῆμνός θʼ αἱ Καφήρειοί τʼ ἄκραι
πολλῶν θανόντων σώμαθʼ ἕξουσιν νεκρῶν.
ἀλλʼ ἕρπʼ Ὄλυμπον καὶ κεραυνίους βολὰς
λαβοῦσα πατρὸς ἐκ χερῶν καραδόκει,
ὅταν στράτευμʼ Ἀργεῖον ἐξιῆι κάλως.
μῶρος δὲ θνητῶν ὅστις ἐκπορθεῖ πόλεις
ναούς τε τύμβους θʼ, ἱερὰ τῶν κεκμηκότων·
ἐρημίαι δούς σφʼ αὐτὸς ὤλεθʼ ὕστερον.
Ἑκάβη ἄνα, δύσδαιμον· πεδόθεν κεφαλὴν
ἐπάειρε δέρην τʼ· οὐκέτι Τροία
τάδε καὶ βασιλῆς ἐσμεν Τροίας.
μεταβαλλομένου δαίμονος ἄνσχου.
πλεῖ κατὰ πορθμόν, πλεῖ κατὰ δαίμονα,
μηδὲ προσίστη πρῶιραν βιότου
πρὸς κῦμα πλέουσα τύχαισιν.
αἰαῖ αἰαῖ·
τί γὰρ οὐ πάρα μοι μελέαι στενάχειν,
ἧι πατρὶς ἔρρει καὶ τέκνα καὶ πόσις;
ὦ πολὺς ὄγκος συστελλόμενος
προγόνων, ὡς οὐδὲν ἄρʼ ἦσθα.
τί με χρὴ σιγᾶν; τί δὲ μὴ σιγᾶν;
τί δὲ θρηνῆσαι;
δύστηνος ἐγὼ τῆς βαρυδαίμονος
ἄρθρων κλίσεως, ὡς διάκειμαι,
νῶτʼ ἐν στερροῖς λέκτροισι ταθεῖσʼ.
οἴμοι κεφαλῆς, οἴμοι κροτάφων
πλευρῶν θʼ, ὥς μοι πόθος εἱλίξαι
καὶ διαδοῦναι νῶτον ἄκανθάν τʼ
εἰς ἀμφοτέρους τοίχους μελέων,
ἐπιοῦσʼ αἰεὶ δακρύων ἐλέγους.
μοῦσα δὲ χαὔτη τοῖς δυστήνοις
ἄτας κελαδεῖν ἀχορεύτους.
πρῶιραι ναῶν, ὠκείαις
Ἴλιον ἱερὰν αἳ κώπαις
διʼ ἅλα πορφυροειδῆ καὶ
λιμένας Ἑλλάδος εὐόρμους
αὐλῶν παιᾶνι στυγνῶι
συρίγγων τʼ εὐφθόγγων φωνᾶι
βαίνουσαι πλεκτὰν Αἰγύπτου
παιδείαν ἐξηρτήσασθʼ,
αἰαῖ, Τροίας ἐν κόλποις
τὰν Μενελάου μετανισόμεναι
στυγνὰν ἄλοχον, Κάστορι λώβαν
τῶι τʼ Εὐρώται δύσκλειαν,
ἃ σφάζει μὲν
τὸν πεντήκοντʼ ἀροτῆρα τέκνων
Πρίαμον, ἐμέ τε μελέαν Ἑκάβαν
ἐς τάνδʼ ἐξώκειλʼ ἄταν.
ὤμοι, θάκους οἵους θάσσω,
σκηναῖς ἐφέδρους Ἀγαμεμνονίαις.
δούλα δʼ ἄγομαι
γραῦς ἐξ οἴκων πενθήρη
κρᾶτʼ ἐκπορθηθεῖσʼ οἰκτρῶς.
ἀλλʼ ὦ τῶν χαλκεγχέων Τρώων
ἄλοχοι μέλεαι καὶ κόραι δύσνυμφαι,
τύφεται Ἴλιον, αἰάζωμεν.
μάτηρ δʼ ὡσεὶ πτανοῖς κλαγγὰν
ὄρνισιν ὅπως ἐξάρξω ʼγὼ
μολπὰν οὐ τὰν αὐτὰν
οἵαν ποτὲ δὴ
σκήπτρωι Πριάμου διερειδομένου
ποδὸς ἀρχεχόρου πλαγαῖς Φρυγίους
εὐκόμποις ἐξῆρχον θεούς.
Ἡμιχόριον Αʹ Ἑκάβη, τί θροεῖς; τί δὲ θωΰσσεις;
ποῖ λόγος ἥκει; διὰ γὰρ μελάθρων
ἄιον οἴκτους οὓς οἰκτίζηι.
διὰ δὲ στέρνων φόβος ἀίσσει
Τρωιάσιν, αἳ τῶνδʼ οἴκων εἴσω
δουλείαν αἰάζουσιν.
Ἑκάβη ὦ τέκνʼ, Ἀχαιῶν πρὸς ναῦς ἤδη
κινεῖται κωπήρης χείρ.
Ἡμιχόριον Αʹ οἲ ʼγώ, τί θέλουσʼ; ἦ πού μʼ ἤδη
ναυσθλώσουσιν πατρίας ἐκ γᾶς;
Ἑκάβη οὐκ οἶδʼ, εἰκάζω δʼ ἄταν.
Ἡμιχόριον Αʹ ἰὼ ἰώ.
μέλεαι, μόχθων ἐπακουσόμεναι,
Τρωιάδες, ἐξορμίζεσθʼ οἴκων·
στέλλουσʼ Ἀργεῖοι νόστον.
Ἑκάβη ἒ ἔ.
μή νύν μοι τὰν
ἐκβακχεύουσαν Κασσάνδραν,
αἰσχύναν Ἀργείοισιν,
πέμψητʼ ἔξω,
μαινάδʼ, ἐπʼ ἄλγεσι δʼ ἀλγυνθῶ.
ἰὼ ἰώ. Τροία Τροία δύστανʼ, ἔρρεις,
δύστανοι δʼ οἵ σʼ ἐκλείποντες
καὶ ζῶντες καὶ δμαθέντες.
Ἡμιχόριον Βʹ οἴμοι. τρομερὰ σκηνὰς ἔλιπον
τάσδʼ Ἀγαμέμνονος ἐπακουσομένα,
βασίλεια, σέθεν· μή με κτείνειν
δόξʼ Ἀργείων κεῖται μελέαν;
ἢ κατὰ πρύμνας ἤδη ναῦται
στέλλονται κινεῖν κώπας;
Ἑκάβη ὦ τέκνον, ὀρθρεύουσαν ψυχὰν
ἐκπληχθεῖσʼ ἦλθον φρίκαι.
Ἡμιχόριον Αʹ ἤδη τις ἔβα Δαναῶν κῆρυξ;
τῶι πρόσκειμαι δούλα τλάμων;
Ἑκάβη ἐγγύς που κεῖσαι κλήρου.
Ἡμιχόριον Αʹ ἰὼ ἰώ. τίς μʼ Ἀργείων ἢ Φθιωτᾶν
ἢ νησαίαν ἄξει χώραν
δύστανον πόρσω Τροίας;
Ἑκάβη φεῦ φεῦ. τῶι δʼ ἁ τλάμων
ποῦ πᾶι γαίας δουλεύσω γραῦς,
ὡς κηφήν, ἁ δειλαία,
νεκροῦ μορφά, νεκύων ἀμενηνὸν ἄγαλμα,
αἰαῖ αἰαῖ, τὰν παρὰ προθύροις φυλακὰν κατέχουσʼ
ἢ παίδων θρέπτειρʼ, ἃ Τροίας
ἀρχαγοὺς εἶχον τιμάς;
Χορός αἰαῖ αἰαῖ, ποίοις δʼ οἴκτοις
τάνδʼ ἂν λύμαν ἐξαιάζοις;
οὐκ Ἰδαίοις ἱστοῖς κερκίδα
δινεύουσʼ ἐξαλλάξω.
νέατον τοκέων δώματα λεύσσω,
νέατον· μόχθους δʼ ἕξω κρείσσους,
ἢ λέκτροις πλαθεῖσʼ Ἑλλάνων
— ἔρροι νὺξ αὕτα καὶ δαίμων —
ἢ Πειρήνας ὑδρευομένα
πρόσπολος οἰκτρὰ σεμνῶν ὑδάτων.
τὰν κλεινὰν εἴθʼ ἔλθοιμεν
Θησέως εὐδαίμονα χώραν.
μὴ γὰρ δὴ δίναν γʼ Εὐρώτα
τάν τʼ ἐχθίσταν θεράπναν Ἑλένας,
ἔνθʼ ἀντάσω Μενέλαι δούλα,
τῶι τᾶς Τροίας πορθητᾶι.
τὰν Πηνειοῦ σεμνὰν χώραν,
κρηπῖδʼ Οὐλύμπου καλλίσταν,
ὄλβωι βρίθειν φάμαν ἤκουσʼ
εὐθαλεῖ τʼ εὐκαρπείαι·
τὰ δὲ δεύτερά μοι μετὰ τὰν ἱερὰν
Θησέως ζαθέαν ἐλθεῖν χώραν.
καὶ τὰν Αἰτναίαν Ἡφαίστου
Φοινίκας ἀντήρη χώραν,
Σικελῶν ὀρέων ματέρʼ, ἀκούω
καρύσσεσθαι στεφάνοις ἀρετᾶς,
τάν τʼ ἀγχιστεύουσαν γᾶν
Ἰονίωι ναύται πόντωι,
ἃν ὑγραίνει καλλιστεύων
ὁ ξανθὰν χαίταν πυρσαίνων
Κρᾶθις ζαθέαις παγαῖσι τρέφων
εὔανδρόν τʼ ὀλβίζων γᾶν.
καὶ μὴν Δαναῶν ὅδʼ ἀπὸ στρατιᾶς
κῆρυξ, νεοχμῶν μύθων ταμίας,
στείχει ταχύπουν ἴχνος ἐξανύτων.
τί φέρει; τί λέγει; δοῦλαι γὰρ δὴ
Δωρίδος ἐσμὲν χθονὸς ἤδη.
Ταλθύβιος Ἑκάβη, πυκνὰς γὰρ οἶσθά μʼ ἐς Τροίαν ὁδοὺς
ἐλθόντα κήρυκʼ ἐξ Ἀχαιικοῦ στρατοῦ,
ἐγνωσμένος δὴ καὶ πάροιθέ σοι, γύναι,
Ταλθύβιος ἥκω καινὸν ἀγγελῶν λόγον.
Ἑκάβη τόδε τόδε φίλαι γυναῖκες ὃ φόβος ἦν πάλαι.
Ταλθύβιος ἤδη κεκλήρωσθʼ, εἰ τόδʼ ἦν ὑμῖν φόβος.
Ἑκάβη αἰαῖ, τίνʼ ἢ
Θεσσαλίας πόλιν Φθιάδος εἶπας ἢ
Καδμείας χθονός;
Ταλθύβιος κατʼ ἄνδρʼ ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε. Ἑκάβη τίνʼ ἄρα τίς ἔλαχε; τίνα πότμος εὐτυχὴς
Ἰλιάδων μένει;
Ταλθύβιος οἶδʼ· ἀλλʼ ἕκαστα πυνθάνου, μὴ πάνθʼ ὁμοῦ.
Ἑκάβη τοὐμὸν τίς ἆρʼ
ἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασσάνδραν;
Ταλθύβιος ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ.
Ἑκάβη ἦ τᾶι Λακεδαιμονίαι νύμφαι
δούλαν; ὤμοι μοι.
Ταλθύβιος οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια.
Ἑκάβη ἦ τὰν τοῦ Φοίβου παρθένον, ἇι γέρας ὁ
χρυσοκόμας ἔδωκʼ ἄλεκτρον ζόαν;
Ταλθύβιος ἔρως ἐτόξευσʼ αὐτὸν ἐνθέου κόρης.
Ἑκάβη ῥῖπτε, τέκνον, ζαθέους κλά-
δας καὶ ἀπὸ χροὸς ἐνδυ-
τῶν στεφέων ἱεροὺς στολμούς.
Ταλθύβιος οὐ γὰρ μέγʼ αὐτῆι βασιλικῶν λέκτρων τυχεῖν;
Ἑκάβη τί δʼ ὃ νεοχμὸν ἀπʼ ἐμέθεν ἐλάβετε τέκος,
ποῦ μοι;
Ταλθύβιος Πολυξένην ἔλεξας ἢ τίνʼ ἱστορεῖς;
Ἑκάβη ταύταν· τῶι πάλος ἔζευξεν;
Ταλθύβιος τύμβωι τέτακται προσπολεῖν Ἀχιλλέως.
Ἑκάβη ὤμοι ἐγώ· τάφωι πρόσπολον ἐτεκόμαν.
ἀτὰρ τίς ὅδʼ ἦν νόμος ἢ τί
θέσμιον, ὦ φίλος, Ἑλλάνων;
Ταλθύβιος εὐδαιμόνιζε παῖδα σήν· ἔχει καλῶς.
Ἑκάβη τί τόδʼ ἔλακες;
ἆρά μοι ἀέλιον λεύσσει;
Ταλθύβιος ἔχει πότμος νιν, ὥστʼ ἀπηλλάχθαι. πόνων.
Ἑκάβη τί δʼ ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ,
Ἀνδρομάχα τάλαινα, τίνʼ ἔχει τύχαν;
Ταλθύβιος καὶ τήνδʼ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον.
Ἑκάβη ἐγὼ δὲ τῶι πρόσπολος ἁ τριτοβάμονος
δευομένα βάκτρου γεραιᾶι χερί;
Ταλθύβιος Ἰθάκης Ὀδυσσεὺς ἔλαχʼ ἄναξ δούλην σʼ ἔχειν.
Ἑκάβη ἒ ἔ.
ἄρασσε κρᾶτα κούριμον,
ἕλκʼ ὀνύχεσσι δίπτυχον παρειάν.
ἰώ μοί μοι.
μυσαρῶι δολίωι λέλογχα
φωτὶ δουλεύειν,
πολεμίωι δίκας, παρανόμωι δάκει,
ὃς πάντα τἀκεῖθεν ἐνθάδε στρέφει,
τὰ δʼ ἀντίπαλʼ αὖθις ἐκεῖσε
διπτύχωι γλώσσαι,
φίλα τὰ πρότερʼ ἄφιλα τιθέμενος πάλιν.
γοᾶσθʼ, ὦ Τρωιάδες, με.
βέβακα δύσποτμος οἴχομαι ἁ
τάλαινα δυστυχεστάτωι προσέπεσον κλήρωι.
Χορός τὸ μὲν σὸν οἶσθα, πότνια· τὰς δʼ ἐμὰς τύχας
τίς ἆρʼ Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει;
Ταλθύβιος ἴτʼ, ἐκκομίζειν δεῦρο Κασσάνδραν χρεὼν
ὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτηι
ἐς χεῖρα δούς νιν εἶτα τὰς εἰληγμένας
καὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω.
ἔα· τί πεύκης ἔνδον αἴθεται σέλας;
πιμπρᾶσιν, ἢ τί δρῶσι, Τρωιάδες μυχούς,
ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸς
πρὸς Ἄργος, αὑτῶν τʼ ἐκπυροῦσι σώματα
θανεῖν θέλουσαι; κάρτα τοι τοὐλεύθερον
ἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά.
ἄνοιγʼ ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον
ἐχθρὸν δʼ Ἀχαιοῖς εἰς ἔμʼ αἰτίαν βάληι.
Ἑκάβη οὐκ ἔστιν· οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ
μαινὰς θοάζει δεῦρο Κασσάνδρα δρόμωι.
Κασσάνδρα ἄνεχε, πάρεχε, φῶς φέρε· σέβω φλέγω—
ἰδοὺ ἰδού—
λαμπάσι τόδʼ ἱερόν. ὦ Ὑμέναιʼ ἄναξ·
μακάριος ὁ γαμέτας,
μακαρία δʼ ἐγὼ βασιλικοῖς λέκτροις
κατʼ Ἄργος ἁ γαμουμένα.
Ὑμὴν ὦ Ὑμέναιʼ ἄναξ.
ἐπεὶ σύ, μᾶτερ, ἐπὶ δάκρυσι καὶ
γόοισι τὸν θανόντα πατέρα πατρίδα τε
φίλαν καταστένουσʼ ἔχεις,
ἐγὼ δʼ ἐπὶ γάμοις ἐμοῖς
ἀναφλέγω πυρὸς φῶς
ἐς αὐγάν, ἐς αἴγλαν,
διδοῦσʼ, ὦ Ὑμέναιε, σοί,
διδοῦσʼ, ὦ Ἑκάτα, φάος
παρθένων ἐπὶ λέκτροις ἇι νόμος ἔχει.
πάλλε πόδʼ αἰθέριον, ἄναγʼ ἄναγε χορόν—
εὐὰν εὐοῖ—
ὡς ἐπὶ πατρὸς ἐμοῦ μακαριωτάταις
τύχαις. ὁ χορὸς ὅσιος.
ἄγε σὺ Φοῖβέ νιν· κατὰ σὸν ἐν δάφναις
ἀνάκτορον θυηπολῶ.
Ὑμὴν ὦ Ὑμέναιʼ Ὑμήν.
χόρευε, μᾶτερ, χόρευμʼ ἄναγε, πόδα σὸν
ἕλισσε τᾶιδʼ ἐκεῖσε μετʼ ἐμέθεν ποδῶν
φέρουσα φιλτάταν βάσιν.
βόασον ὑμέναιον ὢ
μακαρίαις ἀοιδαῖς
ἰαχαῖς τε νύμφαν.
ἴτʼ, ὦ καλλίπεπλοι Φρυγῶν
κόραι, μέλπετʼ ἐμῶν γάμων
τὸν πεπρωμένον εὐνᾶι πόσιν ἐμέθεν.
Χορός βασίλεια, βακχεύουσαν οὐ λήψηι κόρην,
μὴ κοῦφον ἄρηι βῆμʼ ἐς Ἀργείων στρατόν;
Ἑκάβη Ἥφαιστε, δαιδουχεῖς μὲν ἐν γάμοις βροτῶν,
ἀτὰρ λυγράν γε τήνδʼ ἀναιθύσσεις φλόγα
ἔξω τε μεγάλων ἐλπίδων. οἴμοι, τέκνον,
ὡς οὐχ ὑπʼ αἰχμῆς σʼ οὐδʼ ὑπʼ Ἀργείου δορὸς
γάμους γαμεῖσθαι τούσδʼ ἐδόξαζόν ποτε.
παράδος ἐμοὶ φῶς· οὐ γὰρ ὀρθὰ πυρφορεῖς
μαινὰς θοάζουσʼ, οὐδὲ σαῖς τύχαις, τέκνον,
σεσωφρόνηκας ἀλλʼ ἔτʼ ἐν ταὐτῶι μένεις.
ἐσφέρετε πεύκας δάκρυά τʼ ἀνταλλάσσετε
τοῖς τῆσδε μέλεσι, Τρωιάδες, γαμηλίοις.
Κασσάνδρα μῆτερ, πύκαζε κρᾶτʼ ἐμὸν νικηφόρον
καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις·
καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γʼ ἦι
ὤθει βιαίως· εἰ γὰρ ἔστι Λοξίας,
Ἑλένης γαμεῖ με δυσχερέστερον γάμον
ὁ τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ.
κτενῶ γὰρ αὐτὸν κἀντιπορθήσω δόμους
ποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦσʼ ἐμοῦ.
ἀλλʼ αὔτʼ ἐάσω· πέλεκυν οὐχ ὑμνήσομεν,
ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἀτέρων,
μητροκτόνους τʼ ἀγῶνας, οὓς οὑμοὶ γάμοι
θήσουσιν, οἴκων τʼ Ἀτρέως ἀνάστασιν.
πόλιν δὲ δείξω τήνδε μακαριωτέραν
ἢ τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλʼ ὅμως
τοσόνδε γʼ ἔξω στήσομαι βακχευμάτων·
οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν,
θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν.
ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερ
τὰ φίλτατʼ ὤλεσʼ, ἡδονὰς τὰς οἴκοθεν
τέκνων ἀδελφῶι δοὺς γυναικὸς οὕνεκα,
καὶ ταῦθʼ ἑκούσης κοὐ βίαι λεληισμένης.
ἐπεὶ δʼ ἐπʼ ἀκτὰς ἤλυθον Σκαμανδρίους,
ἔθνηισκον, οὐ γῆς ὅριʼ ἀποστερούμενοι
οὐδʼ ὑψίπυργον πατρίδʼ· οὓς δʼ Ἄρης ἕλοι,
οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖν
πέπλοις συνεστάλησαν, ἐν ξένηι δὲ γῆι
κεῖνται. τὰ δʼ οἴκοι τοῖσδʼ ὅμοιʼ ἐγίγνετο·
χῆραί γʼ ἔθνηισκον, οἱ δʼ ἄπαιδες ἐν δόμοις
ἄλλως τέκνʼ ἐκθρέψαντες· οὐδὲ πρὸς τάφοις
ἔσθʼ ὅστις αὐτῶν αἶμα γῆι δωρήσεται.
Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος,
ὑπὲρ πάτρας ἔθνηισκον· οὓς δʼ ἕλοι δόρυ,
νεκροί γʼ ἐς οἴκους φερόμενοι φίλων ὕπο
ἐν γῆι πατρώιαι περιβολὰς εἶχον χθονός,
χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο·
ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχηι Φρυγῶν,
ἀεὶ κατʼ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις
ὤικουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί.
τὰ δʼ Ἕκτορός σοι λύπρʼ ἄκουσον ὡς ἔχει·
δόξας ἀνὴρ ἄριστος οἴχεται θανών,
καὶ τοῦτʼ Ἀχαιῶν ἵξις ἐξεργάζεται·
εἰ δʼ ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθανʼ ἄν.
Πάρις δʼ ἔγημε τὴν Διός· γήμας δὲ μή,
σιγώμενον τὸ κῆδος εἶχʼ ἂν ἐν δόμοις.
φεύγειν μὲν οὖν χρὴ πόλεμον ὅστις εὖ φρονεῖ·
εἰ δʼ ἐς τόδʼ ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλει
καλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές.
ὧν οὕνεκʼ οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν,
οὐ τἀμὰ λέκτρα· τοὺς γὰρ ἐχθίστους ἐμοὶ
καὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ.
Χορός ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾶις
μέλπεις θʼ ἃ μέλπουσʼ οὐ σαφῆ δείξεις ἴσως.
Ταλθύβιος εἰ μή σʼ Ἀπόλλων ἐξεβάκχευσεν φρένας,
οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας
τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός.
ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ
οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα.
ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ,
Ἀτρέως φίλος παῖς, τῆσδʼ ἔρωτʼ ἐξαίρετον
μαινάδος ὑπέστη· καὶ πένης μέν εἰμʼ ἐγώ,
ἀτὰρ λέχος γε τῆσδʼ ἂν οὐκ ἠιτησάμην.
καὶ σοῦ μέν — οὐ γὰρ ἀρτίας ἔχεις φρένας —
Ἀργεῖʼ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις
ἀνέμοις φέρεσθαι παραδίδωμʼ· ἕπου δέ μοι
πρὸς ναῦς, καλὸν νύμφευμα τῶι στρατηλάτηι.
σὺ δʼ, ἡνίκʼ ἄν σε Λαρτίου χρήζηι τόκος
ἄγειν, ἕπεσθαι· σώφρονος δʼ ἔσηι λάτρις
γυναικός, ὥς φασʼ οἱ μολόντες Ἴλιον.
Κασσάνδρα ἦ δεινὸς ὁ λάτρις. τί ποτʼ ἔχουσι τοὔνομα
κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς,
οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται;
σὺ τὴν ἐμὴν φὴις μητέρʼ εἰς Ὀδυσσέως
ἥξειν μέλαθρα; ποῦ δʼ Ἀπόλλωνος λόγοι,
οἵ φασιν αὐτὴν εἰς ἔμʼ ἡρμηνευμένοι
αὐτοῦ θανεῖσθαι; τἄλλα δʼ οὐκ ὀνειδιῶ.
δύστηνος, οὐκ οἶδʼ οἷά νιν μένει παθεῖν·
ὡς χρυσὸς αὐτῶι τἀμὰ καὶ Φρυγῶν κακὰ
δόξει ποτʼ εἶναι. δέκα γὰρ ἐκπλήσας ἔτη
πρὸς τοῖσιν ἐνθάδʼ ἵξεται μόνος πάτραν
… οὗ δὴ στενὸν δίαυλον ὤικισται πέτρας
δεινὴ Χάρυβδις ὠμοβρώς τʼ ὀρειβάτης
Κύκλωψ Λιγυστίς θʼ ἡ συῶν μορφώτρια
Κίρκη θαλάσσης θʼ ἁλμυρᾶς ναυάγια
λωτοῦ τʼ ἔρωτες Ἡλίου θʼ ἁγναὶ βόες,
αἳ σαρξὶ φοινίαισιν ἥσουσίν ποτε
πικρὰν Ὀδυσσεῖ γῆρυν. ὡς δὲ συντέμω,
ζῶν εἶσʼ ἐς Ἅιδου κἀκφυγὼν λίμνης ὕδωρ
κάκʼ ἐν δόμοισι μυρίʼ εὑρήσει μολών.
ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους;
στεῖχʼ ὅπως τάχιστʼ· ἐν Ἅιδου νυμφίωι γημώμεθα.
ἦ κακὸς κακῶς ταφήσηι νυκτός, οὐκ ἐν ἡμέραι,
ὦ δοκῶν σεμνόν τι πράσσειν, Δαναϊδῶν ἀρχηγέτα.
κἀμέ τοι νεκρὸν φάραγγες γυμνάδʼ ἐκβεβλημένην
ὕδατι χειμάρρωι ῥέουσαι νυμφίου πέλας τάφου
θηρσὶ δώσουσιν δάσασθαι, τὴν Ἀπόλλωνος λάτριν.
ὦ στέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματʼ εὔια,
χαίρετʼ· ἐκλέλοιφʼ ἑορτὰς αἷς πάροιθʼ ἠγαλλόμην.
ἴτʼ ἀπʼ ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτʼ οὖσʼ ἁγνὴ χρόα
δῶ θοαῖς αὔραις φέρεσθαι σοὶ τάδʼ, ὦ μαντεῖʼ ἄναξ.
ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ; ποῖ πόδʼ ἐμβαίνειν με χρή;
οὐκέτʼ ἂν φθάνοις ἂν αὔραν ἱστίοις καραδοκῶν,
ὡς μίαν τριῶν Ἐρινὺν τῆσδέ μʼ ἐξάξων χθονός.
χαῖρέ μοι, μῆτερ· δακρύσηις μηδέν· ὦ φίλη πατρίς,
οἵ τε γῆς ἔνερθʼ ἀδελφοὶ χὠ τεκὼν ἡμᾶς πατήρ,
οὐ μακρὰν δέξεσθέ μʼ· ἥξω δʼ ἐς νεκροὺς νικηφόρος
καὶ δόμους πέρσασʼ Ἀτρειδῶν, ὧν ἀπωλόμεσθʼ ὕπο.
Χορός Ἑκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατε
δέσποιναν ὡς ἄναυδος ἐκτάδην πίτνει;
οὐκ ἀντιλήψεσθʼ; ἦ μεθήσετʼ, ὦ κακαί,
γραῖαν πεσοῦσαν; αἴρετʼ εἰς ὀρθὸν δέμας.
Ἑκάβη ἐᾶτέ μʼ — οὔτοι φίλα τὰ μὴ φίλʼ, ὦ κόραι —
κεῖσθαι πεσοῦσαν· πτωμάτων γὰρ ἄξια
πάσχω τε καὶ πέπονθα κἄτι πείσομαι.
ὦ θεοί· κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους,
ὅμως δʼ ἔχει τι σχῆμα κικλήσκειν θεούς,
ὅταν τις ἡμῶν δυστυχῆ λάβηι τύχην.
πρῶτον μὲν οὖν μοι τἀγάθʼ ἐξᾶισαι φίλον·
τοῖς γὰρ κακοῖσι πλείονʼ οἶκτον ἐμβαλῶ.
ἦ μὲν τύραννος κἀς τύραννʼ ἐγημάμην,
κἀνταῦθʼ ἀριστεύοντʼ ἐγεινάμην τέκνα,
οὐκ ἀριθμὸν ἄλλως ἀλλʼ ὑπερτάτους Φρυγῶν·
οὓς Τρωιὰς οὐδʼ Ἑλληνὶς οὐδὲ βάρβαρος
γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε.
κἀκεῖνά τʼ εἶδον δορὶ πεσόνθʼ Ἑλληνικῶι
τρίχας τʼ ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν,
καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα
κλύουσʼ ἔκλαυσα, τοῖσδε δʼ εἶδον ὄμμασιν
αὐτὴ κατασφαγέντʼ ἐφʼ ἑρκείωι πυρᾶι,
πόλιν θʼ ἁλοῦσαν. ἃς δʼ ἔθρεψα παρθένους
ἐς ἀξίωμα νυμφίων ἐξαίρετον,
ἄλλοισι θρέψασʼ ἐκ χερῶν ἀφηιρέθην·
κοὔτʼ ἐξ ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι
αὐτή τʼ ἐκείνας οὐκέτʼ ὄψομαί ποτε.
τὸ λοίσθιον δέ, θριγκὸς ἀθλίων κακῶν,
δούλη γυνὴ γραῦς Ἑλλάδʼ εἰσαφίξομαι.
ἃ δʼ ἐστὶ γήραι τῶιδʼ ἀσυμφορώτατα,
τούτοις με προσθήσουσιν, ἢ θυρῶν λάτριν
κλῆιδας φυλάσσειν, τὴν τεκοῦσαν Ἕκτορα,
ἢ σιτοποιεῖν κἀν πέδωι κοίτας ἔχειν
ῥυσοῖσι νώτοις, βασιλικῶν ἐκ δεμνίων,
τρυχηρὰ περὶ τρυχηρὸν εἱμένην χρόα
πέπλων λακίσματʼ, ἀδόκιμʼ ὀλβίοις ἔχειν.
οἲ ʼγὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα
γυναικὸς οἵων ἔτυχον ὧν τε τεύξομαι.
ὦ τέκνον, ὦ σύμβακχε Κασσάνδρα θεοῖς,
οἵαις ἔλυσας συμφοραῖς ἅγνευμα σόν.
σύ τʼ, ὦ τάλαινα, ποῦ ποτʼ εἶ, Πολυξένη;
ὡς οὔτε μʼ ἄρσην οὔτε θήλεια σπορὰ
πολλῶν γενομένων τὴν τάλαιναν ὠφελεῖ.
τί δῆτά μʼ ὀρθοῦτʼ; ἐλπίδων ποίων ὕπο;
ἄγετε τὸν ἁβρὸν δή ποτʼ ἐν Τροίαι πόδα,
νῦν δʼ ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ
πέτρινά τε κρήδεμνʼ, ὡς πεσοῦσʼ ἀποφθαρῶ
δακρύοις καταξανθεῖσα. τῶν δʼ εὐδαιμόνων
μηδένα νομίζετʼ εὐτυχεῖν, πρὶν ἂν θάνηι.
Χορός ἀμφί μοι Ἴλιον, ὦ
Μοῦσα, καινῶν ὕμνων
ἆισον σὺν δακρύοις ὠιδὰν ἐπικήδειον·
νῦν γὰρ μέλος ἐς Τροίαν ἰαχήσω,
τετραβάμονος ὡς ὑπʼ ἀπήνας
Ἀργείων ὀλόμαν τάλαινα δοριάλωτος,
ὅτʼ ἔλιπον ἵππον οὐράνια
βρέμοντα χρυσεοφάλαρον ἔνο-
πλον ἐν πύλαις Ἀχαιοί·
ἀνὰ δʼ ἐβόασεν λεὼς
Τρωϊάδος ἀπὸ πέτρας σταθείς·
Ἴτʼ, ὦ πεπαυμένοι πόνων,
τόδʼ ἱερὸν ἀνάγετε ξόανον
Ἰλιάδι Διογενεῖ κόραι.
τίς οὐκ ἔβα νεανίδων,
τίς οὐ γεραιὸς ἐκ δόμων;
κεχαρμένοι δʼ ἀοιδαῖς
δόλιον ἔσχον ἄταν.
πᾶσα δὲ γέννα Φρυγῶν
πρὸς πύλας ὡρμάθη,
πεύκαν οὐρεΐαν, ξεστὸν λόχον Ἀργείων,
καὶ Δαρδανίας ἄταν θεᾶι δώσων,
χάριν ἄζυγος ἀμβροτοπώλου·
κλωστοῦ δʼ ἀμφιβόλοις λίνοιο ναὸς ὡσεὶ
σκάφος κελαινὸν εἰς ἕδρανα
λάϊνα δάπεδά τε, φονέα πατρί-
δι, Παλλάδος θέσαν θεᾶς.
ἐπὶ δὲ πόνωι καὶ χαρᾶι
νύχιον ἐπεὶ κνέφας παρῆν,
Λίβυς τε λωτὸς ἐκτύπει
Φρύγιά τε μέλεα, παρθένοι δʼ
ἄειρον ἅμα κρότον ποδῶν
βοάν τʼ ἔμελπον εὔφρονʼ, ἐν
δόμοις δὲ παμφαὲς σέλας
πυρὸς μέλαιναν αἴγλαν
ἔδωκεν ὕπνωι.
ἐγὼ δὲ τὰν ὀρεστέραν
τότʼ ἀμφὶ μέλαθρα παρθένον
Διὸς κόραν ἐμελπόμαν
χοροῖσι· φοινία δʼ ἀνὰ
πτόλιν βοὰ κατέσχε Περ-
γάμων ἕδρας· βρέφη δὲ φίλι-
α περὶ πέπλους ἔβαλλε μα-
τρὶ χεῖρας ἐπτοημένας.
λόχου δʼ ἐξέβαινʼ Ἄρης,
κόρας ἔργα Παλλάδος.
σφαγαὶ δʼ ἀμφιβώμιοι
Φρυγῶν ἔν τε δεμνίοις
καράτομος ἐρημία
νεανίδων στέφανον ἔφερεν
Ἑλλάδι κουροτρόφον,
Φρυγῶν δὲ πατρίδι πένθος.
Ἑκάβη, λεύσσεις τήνδʼ Ἀνδρομάχην
ξενικοῖς ἐπʼ ὄχοις πορθμευομένην;
παρὰ δʼ εἰρεσίαι μαστῶν ἕπεται
φίλος Ἀστυάναξ, Ἕκτορος ἶνις.
ποῖ ποτʼ ἀπήνης νώτοισι φέρηι,
δύστηνε γύναι,
πάρεδρος χαλκέοις Ἕκτορος ὅπλοις
σκύλοις τε Φρυγῶν δοριθηράτοις, οἷσιν Ἀχιλλέως παῖς Φθιώτας
στέψει ναούς, ἀπὸ Τροίας;
Ἀνδρομάχη Ἀχαιοὶ δεσπόται μʼ ἄγουσιν.
Ἑκάβη οἴμοι. Ἀνδρομάχη τί παιᾶνʼ ἐμὸν στενάζεις;
Ἑκάβη αἰαῖ Ἀνδρομάχη τῶνδʼ ἀλγέων
Ἑκάβη ὦ Ζεῦ Ἀνδρομάχη καὶ συμφορᾶς.
Ἑκάβη τέκεα Ἀνδρομάχη πρίν ποτʼ ἦμεν.
Ἑκάβη βέβακʼ ὄλβος, βέβακε Τροία
Ἀνδρομάχη τλάμων. Ἑκάβη ἐμῶν τʼ εὐγένεια παίδων.
Ἀνδρομάχη φεῦ φεῦ Ἑκάβη φεῦ δῆτʼ ἐμῶν
Ἀνδρομάχη κακῶν. Ἑκάβη οἰκτρὰ τύχα
Ἀνδρομάχη πόλεος Ἑκάβη ἃ καπνοῦται.
Ἀνδρομάχη μόλοις, ὦ πόσις μοι
Ἑκάβη βοᾶις τὸν παρʼ Ἅιδαι
παῖδʼ ἐμόν, ὦ μελέα.
Ἀνδρομάχη σᾶς δάμαρτος ἄλκαρ.
Ἀνδρομάχη σύ τʼ, ὦ λῦμʼ Ἀχαιῶν
Ἑκάβη τέκνων δή ποθʼ ἁμῶν
πρεσβυγενὲς Πριάμωι.
Ἀνδρομάχη κοιμίσαι μʼ ἐς Ἅιδου.
Ἀνδρομάχη οἵδε πόθοι μεγάλοι Ἑκάβη σχετλία, τάδε πάσχομεν ἄλγη
Ἀνδρομάχη οἰχομένας πόλεως Ἑκάβη ἐπὶ δʼ ἄλγεσιν ἄλγεα κεῖται.
Ἀνδρομάχη δυσφροσύναισι θεῶν, ὅτε σὸς γόνος ἔκφυγεν Ἅιδαν,
ὃς λεχέων στυγερῶν χάριν ὤλεσε πέργαμα Τροίας·
αἱματόεντα δὲ θεᾶι παρὰ Παλλάδι σώματα νεκρῶν
γυψὶ φέρειν τέταται· ζυγὰ δʼ ἤνυσε δούλια Τροίαι.
Ἑκάβη ὦ πατρίς, ὦ μελέα Ἀνδρομάχη καταλειπομέναν σε δακρύω
Ἑκάβη νῦν τέλος οἰκτρὸν ὁρᾶις. Ἀνδρομάχη καὶ ἐμὸν δόμον ἐνθʼ ἐλοχεύθην.
Ἑκάβη ὦ τέκνʼ, ἐρημόπολις μάτηρ ἀπολείπεται ὑμῶν.
οἷος ἰάλεμος οἷά τε πένθη
δάκρυά τʼ ἐκ δακρύων καταλείβεται …
ἁμετέροισι δόμοις· ὁ θανὼν δʼ ἐπιλάθεται ἀλγέων.
Χορός ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσιν
θρήνων τʼ ὀδυρμοὶ μοῦσά θʼ ἣ λύπας ἔχει.
Ἀνδρομάχη ὦ μῆτερ ἀνδρὸς ὅς ποτʼ Ἀργείων δορὶ
πλείστους διώλεσʼ Ἕκτορος, τάδʼ εἰσορᾶις;
Ἑκάβη ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦσʼ ἄνω
τὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντʼ ἀπώλεσαν.
Ἀνδρομάχη ἀγόμεθα λεία σὺν τέκνωι· τὸ δʼ εὐγενὲς
ἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδʼ ἔχον.
Ἑκάβη τὸ τῆς ἀνάγκης δεινόν· ἄρτι κἀπʼ ἐμοῦ
βέβηκʼ ἀποσπασθεῖσα Κασσάνδρα βίαι.
Ἀνδρομάχη φεῦ φεῦ· ἄλλος τις Αἴας, ὡς ἔοικε, δεύτερος
παιδὸς πέφηνε σῆς· νοσεῖς δὲ χἄτερα.
Ἑκάβη ὧν γʼ οὔτε μέτρον οὔτʼ ἀριθμός ἐστί μοι·
κακῶι κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται.
Ἀνδρομάχη τέθνηκέ σοι παῖς πρὸς τάφωι Πολυξένη
σφαγεῖσʼ Ἀχιλλέως, δῶρον ἀψύχωι νεκρῶι.
Ἑκάβη οἲ ʼγὼ τάλαινα· τοῦτʼ ἐκεῖνʼ ὅ μοι πάλαι
Ταλθύβιος αἴνιγμʼ οὐ σαφῶς εἶπεν σαφές.
Ἀνδρομάχη εἶδόν νιν αὐτὴ κἀποβᾶσα τῶνδʼ ὄχων
ἔκρυψα πέπλοις κἀπεκοψάμην νεκρόν.
Ἑκάβη αἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων·
αἰαῖ μάλʼ αὖθις, ὡς κακῶς διόλλυσαι.
Ἀνδρομάχη ὄλωλεν ὡς ὄλωλεν· ἀλλʼ ὅμως ἐμοῦ
ζώσης γʼ ὄλωλεν εὐτυχεστέρωι πότμωι.
Ἑκάβη οὐ ταὐτόν, ὦ παῖ, τῶι βλέπειν τὸ κατθανεῖν·
τὸ μὲν γὰρ οὐδέν, τῶι δʼ ἔνεισιν ἐλπίδες.
Ἀνδρομάχη
τὸ μὴ γενέσθαι τῶι θανεῖν ἴσον λέγω,
τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν.
ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ἠισθημένος·
ὁ δʼ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν
ψυχὴν ἀλᾶται τῆς πάροιθʼ εὐπραξίας.
κείνη δʼ, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς,
τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν.
ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίας
λαχοῦσα πλεῖστον τῆς τύχης ἡμάρτανον.
ἃ γὰρ γυναιξὶ σώφρονʼ ἔσθʼ ηὑρημένα,
ταῦτʼ ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας.
πρῶτον μέν, ἔνθα — κἂν προσῆι κἂν μὴ προσῆι
ψόγος γυναιξίν — αὐτὸ τοῦτʼ ἐφέλκεται
κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει,
τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις·
ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπη
οὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλον
οἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί.
γλώσσης τε σιγὴν ὄμμα θʼ ἥσυχον πόσει
παρεῖχον· ἤιδη δʼ ἅμʼ ἐχρῆν νικᾶν πόσιν
κείνωι τε νίκην ὧν ἐχρῆν παριέναι.
καὶ τῶνδε κληδὼν ἐς στράτευμʼ Ἀχαιικὸν
ἐλθοῦσʼ ἀπώλεσέν μʼ· ἐπεὶ γὰρ ἡιρέθην,
Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖν
δάμαρτα· δουλεύσω δʼ ἐν αὐθεντῶν δόμοις.
κεἰ μὲν παρώσασʼ Ἕκτορος φίλον κάρα
πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα,
κακὴ φανοῦμαι τῶι θανόντι· τόνδε δʼ αὖ
στυγοῦσʼ ἐμαυτῆς δεσπόταις μισήσομαι.
καίτοι λέγουσιν ὡς μίʼ εὐφρόνη χαλαῖ
τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος·
ἀπέπτυσʼ αὐτὴν ἥτις ἄνδρα τὸν πάρος
καινοῖσι λέκτροις ἀποβαλοῦσʼ ἄλλον φιλεῖ.
ἀλλʼ οὐδὲ πῶλος ἥτις ἂν διαζυγῆι
τῆς συντραφείσης ῥαιδίως ἕλκει ζυγόν.
καίτοι τὸ θηριῶδες ἄφθογγόν τʼ ἔφυ
ξυνέσει τʼ ἄχρηστον τῆι φύσει τε λείπεται.
σὲ δʼ, ὦ φίλʼ Ἕκτορ, εἶχον ἄνδρʼ ἀρκοῦντά μοι
ξυνέσει γένει πλούτωι τε κἀνδρείαι μέγαν·
ἀκήρατον δέ μʼ ἐκ πατρὸς λαβὼν δόμων
πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος.
καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δʼ ἐγὼ
πρὸς Ἑλλάδʼ αἰχμάλωτος ἐς δοῦλον ζυγόν.
ἆρʼ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχει κακῶν
Πολυξένης ὄλεθρος, ἣν καταστένεις;
ἐμοὶ γὰρ οὐδʼ ὃ πᾶσι λείπεται βροτοῖς
ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας
πράξειν τι κεδνόν· ἡδὺ δʼ ἐστὶ καὶ δοκεῖν.
Χορός ἐς ταὐτὸν ἥκεις συμφορᾶς· θρηνοῦσα δὲ
τὸ σὸν διδάσκεις μʼ ἔνθα πημάτων κυρῶ.
Ἑκάβη αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος,
γραφῆι δʼ ἰδοῦσα καὶ κλύουσʼ ἐπίσταμαι.
ναύταις γὰρ ἢν μὲν μέτριος ἦι χειμὼν φέρειν,
προθυμίαν ἔχουσι σωθῆναι πόνων,
ὁ μὲν παρʼ οἴαχʼ, ὁ δʼ ἐπὶ λαίφεσιν βεβώς,
ὁ δʼ ἄντλον εἴργων ναός· ἢν δʼ ὑπερβάληι
πολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχηι
παρεῖσαν αὑτοὺς κυμάτων δραμήμασιν.
οὕτω δὲ κἀγὼ πόλλʼ ἔχουσα πήματα
ἄφθογγός εἰμι καὶ παρεῖσʼ ἔχω στόμα·
νικᾶι γὰρ οὑκ θεῶν με δύστηνος κλύδων.
ἀλλʼ, ὦ φίλη παῖ, τὰς μὲν Ἕκτορος τύχας
ἔασον· οὐ μὴ δάκρυά νιν σώσηι τὰ σά.
τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν,
φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων.
κἂν δρᾶις τάδʼ, ἐς τὸ κοινὸν εὐφρανεῖς φίλους
καὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂν
Τροίαι μέγιστον ὠφέλημʼ, ἵνʼ οἵ ποτε
ἐκ σοῦ γενόμενοι παῖδες Ἴλιον πάλιν
κατοικίσειαν καὶ πόλις γένοιτʼ ἔτι.
ἀλλʼ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος,
τίνʼ αὖ δέδορκα τόνδʼ Ἀχαιικὸν λάτριν
στείχοντα καινῶν ἄγγελον βουλευμάτων;
Ταλθύβιος Φρυγῶν ἀρίστου πρίν ποθʼ Ἕκτορος δάμαρ,
μή με στυγήσηις· οὐχ ἑκὼν γὰρ ἀγγελῶ
Δαναῶν τε κοινὰ Πελοπιδῶν τʼ ἀγγέλματα.
Ἀνδρομάχη τί δʼ ἔστιν; ὥς μοι φροιμίων ἄρχηι κακῶν.
Ταλθύβιος ἔδοξε τόνδε παῖδα ... πῶς εἴπω λόγον;
Ἀνδρομάχη μῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν;
Ταλθύβιος οὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ.
Ἀνδρομάχη ἀλλʼ ἐνθάδʼ αὐτὸν λείψανον Φρυγῶν λιπεῖν;
Ταλθύβιος οὐκ οἶδʼ ὅπως σοι ῥαιδίως εἴπω κακά.
Ἀνδρομάχη ἐπήινεσʼ αἰδῶ, πλὴν ἐὰν λέγηις κακά.
Ταλθύβιος κτενοῦσι σὸν παῖδʼ, ὡς πύθηι κακὸν μέγα.
Ἀνδρομάχη οἴμοι, γάμων τόδʼ ὡς κλύω μεῖζον κακόν.
Ταλθύβιος νικᾶι δʼ Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων
Ἀνδρομάχη αἰαῖ μάλʼ· οὐ γὰρ μέτρια πάσχομεν κακά.
Ταλθύβιος λέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρός
Ἀνδρομάχη τοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι.
Ταλθύβιος ῥῖψαι δὲ πύργων δεῖν σφε Τρωϊκῶν ἄπο.
ἀλλʼ ὣς γενέσθω καὶ σοφωτέρα φανῆι·
μήτʼ ἀντέχου τοῦδʼ, εὐγενῶς δʼ ἄλγει κακοῖς,
μήτε σθένουσα μηδὲν ἰσχύειν δόκει.
ἔχεις γὰρ ἀλκὴν οὐδαμῆι· σκοπεῖν δὲ χρή·
πόλις τʼ ὄλωλε καὶ πόσις, κρατῆι δὲ σύ,
ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μίαν
οἷοί τε. τούτων οὕνεκʼ οὐ μάχης ἐρᾶν
οὐδʼ αἰσχρὸν οὐδὲν οὐδʼ ἐπίφθονόν σε δρᾶν
οὐδʼ αὖ σʼ Ἀχαιοῖς βούλομαι ῥίπτειν ἀράς.
εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατός,
οὔτʼ ἂν ταφείη παῖς ὅδʼ οὔτʼ οἴκτου τύχοι.
σιγῶσα δʼ εὖ τε τὰς τύχας κεκτημένη
τὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις
αὐτή τʼ Ἀχαιῶν πρευμενεστέρων τύχοις.
Ἀνδρομάχη ὦ φίλτατʼ, ὦ περισσὰ τιμηθεὶς τέκνον,
θανῆι πρὸς ἐχθρῶν μητέρʼ ἀθλίαν λιπών,
τὸ δʼ ἐσθλὸν οὐκ ἐς καιρὸν ἦλθέ σοι πατρός.
ὦ λέκτρα τἀμὰ δυστυχῆ τε καὶ γάμοι,
οἷς ἦλθον ἐς μέλαθρον Ἕκτορός ποτε,
οὐ σφάγιον υἱὸν Δαναΐδαις τέξουσʼ ἐμόν,
ἀλλʼ ὡς τύραννον Ἀσιάδος πολυσπόρου.
ὦ παῖ, δακρύεις; αἰσθάνηι κακῶν σέθεν;
τί μου δέδραξαι χερσὶ κἀντέχηι πέπλων,
νεοσσὸς ὡσεὶ πτέρυγας ἐσπίτνων ἐμάς;
οὐκ εἶσιν Ἕκτωρ κλεινὸν ἁρπάσας δόρυ
γῆς ἐξανελθὼν σοὶ φέρων σωτηρίαν,
οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν·
λυγρὸν δὲ πήδημʼ ἐς τράχηλον ὑψόθεν
πεσὼν ἀνοίκτως πνεῦμʼ ἀπορρήξεις σέθεν.
ὦ νέον ὑπαγκάλισμα μητρὶ φίλτατον,
ὦ χρωτὸς ἡδὺ πνεῦμα· διὰ κενῆς ἄρα
ἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψʼ ὅδε,
μάτην δʼ ἐμόχθουν καὶ κατεξάνθην πόνοις.
νῦν, οὔποτʼ αὖθις, μητέρʼ ἀσπάζου σέθεν,
πρόσπιτνε τὴν τεκοῦσαν, ἀμφὶ δʼ ὠλένας
ἕλισσʼ ἐμοῖς νώτοισι καὶ στόμʼ ἅρμοσον.
ὦ βάρβαρʼ ἐξευρόντες Ἕλληνες κακά,
τί τόνδε παῖδα κτείνετʼ οὐδὲν αἴτιον;
ὦ Τυνδάρειον ἔρνος, οὔποτʼ εἶ Διός,
πολλῶν δὲ πατέρων φημί σʼ ἐκπεφυκέναι,
Ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου
Φόνου τε Θανάτου θʼ ὅσα τε γῆ τρέφει κακά.
οὐ γάρ ποτʼ αὐχῶ Ζῆνά γʼ ἐκφῦσαί σʼ ἐγώ,
πολλοῖσι κῆρα βαρβάροις Ἕλλησί τε.
ὄλοιο· καλλίστων γὰρ ὀμμάτων ἄπο
αἰσχρῶς τὰ κλεινὰ πεδίʼ ἀπώλεσας Φρυγῶν.
ἀλλʼ ἄγετε φέρετε ῥίπτετʼ, εἰ ῥίπτειν δοκεῖ·
δαίνυσθε τοῦδε σάρκας. ἔκ τε γὰρ θεῶν
διολλύμεσθα παιδί τʼ οὐ δυναίμεθʼ ἂν
θάνατον ἀρῆξαι. κρύπτετʼ ἄθλιον δέμας
καὶ ῥίπτετʼ ἐς ναῦς· ἐπὶ καλὸν γὰρ ἔρχομαι
ὑμέναιον, ἀπολέσασα τοὐμαυτῆς τέκνον.
Χορός τάλαινα Τροία, μυρίους ἀπώλεσας
μιᾶς γυναικὸς καὶ λέχους στυγνοῦ χάριν.
Ταλθύβιος ἄγε, παῖ, φίλιον πρόσπτυγμα μεθεὶς
μητρὸς μογερᾶς, βαῖνε πατρώιων
πύργων ἐπʼ ἄκρας στεφάνας, ὅθι σοι
πνεῦμα μεθεῖναι ψῆφος ἐκράνθη.
λαμβάνετʼ αὐτόν. τὰ δὲ τοιάδε χρὴ
κηρυκεύειν ὅστις ἄνοικτος
καὶ ἀναιδείαι τῆς ἡμετέρας
γνώμης μᾶλλον φίλος ἐστίν.
Ἑκάβη ὦ τέκνον, ὦ παῖ παιδὸς μογεροῦ,
συλώμεθα σὴν ψυχὴν ἀδίκως
μήτηρ κἀγώ. τί πάθω; τί σʼ ἐγώ,
δύσμορε, δράσω; τάδε σοι δίδομεν
πλήγματα κρατὸς στέρνων τε κόπους·
τῶνδε γὰρ ἄρχομεν. οἲ ʼγὼ πόλεως,
οἴμοι δὲ σέθεν· τί γὰρ οὐκ ἔχομεν;
τίνος ἐνδέομεν μὴ οὐ πανσυδίαι
χωρεῖν ὀλέθρου διὰ παντός;
Χορός μελισσοτρόφου Σαλαμῖνος ὦ βασιλεῦ Τελαμών,
νάσου περικύμονος οἰκήσας ἕδραν
τᾶς ἐπικεκλιμένας ὄχθοις ἱεροῖς, ἵνʼ ἐλαίας
πρῶτον ἔδειξε κλάδον γλαυκᾶς Ἀθάνα,
οὐράνιον στέφανον λιπαραῖσί τε κόσμον Ἀθάναις,
ἔβας ἔβας τῶι τοξοφόρωι συναρι-
στεύων ἅμʼ Ἀλκμήνας γόνωι
Ἴλιον Ἴλιον ἐκπέρσων πόλιν
ἁμετέραν τὸ πάροιθεν· …
ὅθʼ Ἑλλάδος ἄγαγε πρῶτον ἄνθος ἀτιζόμενος
πώλων, Σιμόεντι δʼ ἐπʼ εὐρείται πλάταν
ἔσχασε ποντοπόρον καὶ ναύδετʼ ἀνήψατο πρυμνᾶν
καὶ χερὸς εὐστοχίαν ἐξεῖλε ναῶν,
Λαομέδοντι φόνον· κανόνων δὲ τυκίσματα Φοίβου
πυρὸς πυρὸς φοίνικι πνοᾶι καθελὼν
Τροίας ἐπόρθησε χθόνα.
δὶς δὲ δυοῖν πιτύλοιν τείχη πέρι
Δαρδανίδας φονία κατέλυσεν αἰχμά.
μάταν ἄρʼ, ὦ χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων,
Λαομεδόντιε παῖ,
Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν.
ἁ δέ σε γειναμένα πυρὶ δαίεται,
ἠϊόνες δʼ ἅλιαι
ἴακχον οἰωνὸς οἷ-
ον τέκνων ὕπερ βοῶσʼ,
ἇι μὲν εὐνάς, ἇι δὲ παῖδας,
ἇι δὲ ματέρας γεραιάς.
τὰ δὲ σὰ δροσόεντα λουτρὰ
γυμνασίων τε δρόμοι
βεβᾶσι, σὺ δὲ πρόσωπα νεα-
ρὰ χάρισι παρὰ Διὸς θρόνοις
καλλιγάλανα τρέφεις. Πριάμοιο δὲ γαῖαν
Ἑλλὰς ὤλεσʼ αἰχμά.
Ἔρως Ἔρως, ὃς τὰ Δαρδάνεια μέλαθρά ποτʼ ἦλθες
οὐρανίδαισι μέλων,
ὡς τότε μὲν μεγάλως Τροίαν ἐπύργωσας, θεοῖσι
κῆδος ἀναψάμενος. τὸ μὲν οὖν Διὸς
οὐκέτʼ ὄνειδος ἐρῶ·
τὸ τᾶς δὲ λευκοπτέρου
φίλιον Ἁμέρας βροτοῖς
φέγγος ὀλοὸν εἶδε γαίας,
εἶδε Περγάμων ὄλεθρον,
τεκνοποιὸν ἔχουσα τᾶσδε
γᾶς πόσιν ἐν θαλάμοις,
ὃν ἀστέρων τέθριππος ἔλα-
βε χρύσεος ὄχος ἀναρπάσας,
ἐλπίδα γᾶι πατρίαι μεγάλαν. τὰ θεῶν δὲ
φίλτρα φροῦδα Τροίαι.
Μενέλαος
ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε,
ἐν ὧι δάμαρτα τὴν ἐμὴν χειρώσομαι.
ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με
γυναικὸς οὕνεκʼ, ἀλλʼ ἐπʼ ἄνδρʼ ὃς ἐξ ἐμῶν
δόμων δάμαρτα ξεναπάτης ἐλήισατο.
κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκην
αὐτός τε καὶ γῆ δορὶ πεσοῦσʼ Ἑλληνικῶι.
ἥκω δὲ τὴν Λάκαιναν — οὐ γὰρ ἡδέως
ὄνομα δάμαρτος ἥ ποτʼ ἦν ἐμὴ λέγω —
ἄξων· δόμοις γὰρ τοῖσδʼ ἐν αἰχμαλωτικοῖς
κατηρίθμηται Τρωιάδων ἄλλων μέτα.
οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορὶ
κτανεῖν ἐμοί νιν ἔδοσαν, εἴτε μὴ κτανὼν
θέλοιμʼ ἄγεσθαι πάλιν ἐς Ἀργείαν χθόνα.
ἐμοὶ δʼ ἔδοξε τὸν μὲν ἐν Τροίαι μόρον
Ἑλένης ἐᾶσαι, ναυπόρωι δʼ ἄγειν πλάτηι
Ἑλληνίδʼ ἐς γῆν κἆιτʼ ἐκεῖ δοῦναι κτανεῖν,
ποινὰς ὅσων τεθνᾶσʼ ἐν Ἰλίωι φίλοι.
ἀλλʼ εἶα χωρεῖτʼ ἐς δόμους, ὀπάονες,
κομίζετʼ αὐτὴν τῆς μιαιφονωτάτης
κόμης ἐπισπάσαντες· οὔριοι δʼ ὅταν
πνοαὶ μόλωσι, πέμψομέν νιν Ἑλλάδα.
Ἑκάβη ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν,
ὅστις ποτʼ εἶ σύ, δυστόπαστος εἰδέναι,
Ζεύς, εἴτʼ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν,
προσηυξάμην σε· πάντα γὰρ διʼ ἀψόφου
βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτʼ ἄγεις.
Μενέλαος τί δʼ ἔστιν; εὐχὰς ὡς ἐκαίνισας θεῶν.
Ἑκάβη αἰνῶ σε, Μενέλαʼ, εἰ κτενεῖς δάμαρτα σήν.
ὁρᾶν δὲ τήνδε φεῦγε, μή σʼ ἕληι πόθωι.
αἱρεῖ γὰρ ἀνδρῶν ὄμματʼ, ἐξαιρεῖ πόλεις,
πίμπρησιν οἴκους· ὧδʼ ἔχει κηλήματα.
ἐγώ νιν οἷδα καὶ σὺ χοἰ πεπονθότες.
Ἑλένη Μενέλαε, φροίμιον μὲν ἄξιον φόβου
τόδʼ ἐστίν· ἐν γὰρ χερσὶ προσπόλων σέθεν
βίαι πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι.
ἀτὰρ σχεδὸν μὲν οἶδά σοι στυγουμένη,
ὅμως δʼ ἐρέσθαι βούλομαι· γνῶμαι τίνες
Ἕλλησι καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι;
Μενέλαος οὐκ εἰς ἀκριβὲς ἦλθεν ἀλλʼ ἅπας στρατὸς
κτανεῖν ἐμοί σʼ ἔδωκεν, ὅνπερ ἠδίκεις.
Ἑλένη ἔξεστιν οὖν πρὸς ταῦτʼ ἀμείψασθαι λόγωι,
ὡς οὐ δικαίως, ἢν θάνω, θανούμεθα;
Μενέλαος οὐκ ἐς λόγους ἐλήλυθʼ ἀλλά σε κτενῶν.
Ἑκάβη ἄκουσον αὐτῆς, μὴ θάνηι τοῦδʼ ἐνδεής,
Μενέλαε, καὶ δὸς τοὺς ἐναντίους λόγους
ἡμῖν κατʼ αὐτῆς· τῶν γὰρ ἐν Τροίαι κακῶν
οὐδὲν κάτοισθα. συντεθεὶς δʼ ὁ πᾶς λόγος
κτενεῖ νιν οὕτως ὥστε μηδαμοῦ φυγεῖν.
Μενέλαος σχολῆς τὸ δῶρον· εἰ δὲ βούλεται λέγειν,
ἔξεστι. τῶν σῶν δʼ οὕνεχʼ, ὡς μάθηις, λόγων
δώσω τόδʼ αὐτῆι· τῆσδε δʼ οὐ δώσω χάριν.
Ἑλένη ἴσως με, κἂν εὖ κἂν κακῶς δόξω λέγειν,
οὐκ ἀνταμείψηι πολεμίαν ἡγούμενος.
ἐγὼ δʼ, ἅ σʼ οἶμαι διὰ λόγων ἰόντʼ ἐμοῦ
κατηγορήσειν, ἀντιθεῖσʼ ἀμείψομαι.
πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν,
Πάριν τεκοῦσα· δεύτερον δʼ ἀπώλεσεν
Τροίαν τε κἄμʼ ὁ πρέσβυς οὐ κτανὼν βρέφος,
δαλοῦ πικρὸν μίμημʼ, Ἀλέξανδρον τότε.
ἐνθένδε τἀπίλοιπʼ ἄκουσον ὡς ἔχει.
ἔκρινε τρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν·
καὶ Παλλάδος μὲν ἦν Ἀλεξάνδρωι δόσις
Φρυξὶ στρατηγοῦνθʼ Ἑλλάδʼ ἐξανιστάναι·
Ἥρα δʼ ὑπέσχετʼ Ἀσιάδʼ Εὐρώπης θʼ ὅρους
τυραννίδʼ ἕξειν, εἴ σφε κρίνειεν Πάρις·
Κύπρις δὲ τοὐμὸν εἶδος ἐκπαγλουμένη
δώσειν ὑπέσχετʼ, εἰ θεὰς ὑπερδράμοι
κάλλει. τὸν ἔνθεν δʼ ὡς ἔχει σκέψαι λόγον·
νικᾶι Κύπρις θεάς, καὶ τοσόνδʼ οὑμοὶ γάμοι
ὤνησαν Ἑλλάδʼ· οὐ κρατεῖσθʼ ἐκ βαρβάρων,
οὔτʼ ἐς δόρυ σταθέντες, οὐ τυραννίδι.
ἃ δʼ εὐτύχησεν Ἑλλάς, ὠλόμην ἐγὼ
εὐμορφίαι πραθεῖσα, κὠνειδίζομαι
ἐξ ὧν ἐχρῆν με στέφανον ἐπὶ κάραι λαβεῖν.
οὔπω με φήσεις αὐτὰ τἀν ποσὶν λέγειν,
ὅπως ἀφώρμησʼ ἐκ δόμων τῶν σῶν λάθραι.
ἦλθʼ οὐχὶ μικρὰν θεὸν ἔχων αὑτοῦ μέτα
ὁ τῆσδʼ ἀλάστωρ, εἴτʼ Ἀλέξανδρον θέλεις
ὀνόματι προσφωνεῖν νιν εἴτε καὶ Πάριν·
ὅν, ὦ κάκιστε, σοῖσιν ἐν δόμοις λιπὼν
Σπάρτης ἀπῆρας νηὶ Κρησίαν χθόνα.
εἶἑν. οὐ σʼ, ἀλλʼ ἐμαυτὴν τοὐπὶ τῶιδʼ ἐρήσομαι·
τί δὴ φρονοῦσά γʼ ἐκ δόμων ἅμʼ ἑσπόμην
ξένωι, προδοῦσα πατρίδα καὶ δόμους ἐμούς;
τὴν θεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ,
ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος,
κείνης δὲ δοῦλός ἐστι· συγγνώμη δʼ ἐμοί.
ἔνθεν δʼ ἔχοις ἂν εἰς ἔμʼ εὐπρεπῆ λόγον·
ἐπεὶ θανὼν γῆς ἦλθʼ Ἀλέξανδρος μυχούς,
χρῆν μʼ, ἡνίκʼ οὐκ ἦν θεοπόνητά μου λέχη,
λιποῦσαν οἴκους ναῦς ἔπʼ Ἀργείων μολεῖν.
ἔσπευδον αὐτὸ τοῦτο· μάρτυρες δέ μοι
πύργων πυλωροὶ κἀπὸ τειχέων σκοποί,
οἳ πολλάκις μʼ ἐφηῦρον ἐξ ἐπάλξεων
πλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε.
πῶς οὖν ἔτʼ ἂν θνήισκοιμʼ ἂν ἐνδίκως, πόσι,
πρὸς σοῦ δικαίως, ἣν ὁ μὲν βίαι γαμεῖ,
τὰ δʼ οἴκοθεν κεῖνʼ ἀντὶ νικητηρίων
πικρῶς ἐδούλωσʼ; εἰ δὲ τῶν θεῶν κρατεῖν
βούληι, τὸ χρήιζειν ἀμαθές ἐστί σου τόδε.
Χορός βασίλειʼ, ἄμυνον σοῖς τέκνοισι καὶ πάτραι
πειθὼ διαφθείρουσα τῆσδʼ, ἐπεὶ λέγει
καλῶς κακοῦργος οὖσα· δεινὸν οὖν τόδε.
Ἑκάβη ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι
καὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα.
ἐγὼ γὰρ Ἥραν παρθένον τε Παλλάδα
οὐκ ἐς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ,
ὥσθʼ ἡ μὲν Ἄργος βαρβάροις ἀπημπόλα,
Παλλὰς δʼ Ἀθήνας Φρυξὶ δουλεύειν ποτέ.
οὐ παιδιαῖσι καὶ χλιδῆι μορφῆς πέρι
ἦλθον πρὸς Ἴδην· τοῦ γὰρ οὕνεκʼ ἂν θεὰ
Ἥρα τοσοῦτον ἔσχʼ ἔρωτα καλλονῆς;
πότερον ἀμείνονʼ ὡς λάβηι Διὸς πόσιν;
ἢ γάμον Ἀθάνα θεῶν τινος θηρωμένη,
ἣ παρθένειαν πατρὸς ἐξηιτήσατο
φεύγουσα λέκτρα; μὴ ἀμαθεῖς ποίει θεὰς
τὸ σὸν κακὸν κοσμοῦσα, μὴ οὐ πείσηις σοφούς.
Κύπριν δʼ ἔλεξας — ταῦτα γὰρ γέλως πολύς —
ἐλθεῖν ἐμῶι ξὺν παιδὶ Μενέλεω δόμους.
οὐκ ἂν μένουσʼ ἂν ἥσυχός σʼ ἐν οὐρανῶι
αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον;
ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος,
ὁ σὸς δʼ ἰδών νιν νοῦς ἐποιήθη Κύπρις·
τὰ μῶρα γὰρ πάντʼ ἐστὶν Ἀφροδίτη βροτοῖς,
καὶ τοὔνομʼ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς.
ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασιν
χρυσῶι τε λαμπρὸν ἐξεμαργώθης φρένας.
ἐν μὲν γὰρ Ἄργει σμίκρʼ ἔχουσʼ ἀνεστρέφου,
Σπάρτης δʼ ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλιν
χρυσῶι ῥέουσαν ἤλπισας κατακλύσειν
δαπάναισιν· οὐδʼ ἦν ἱκανά σοι τὰ Μενέλεω
μέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς.
εἶἑν· βίαι γὰρ παῖδα φήις σʼ ἄγειν ἐμόν·
τίς Σπαρτιατῶν ἤισθετʼ; ἢ ποίαν βοὴν
ἀνωλόλυξας, Κάστορος νεανίου
τοῦ συζύγου τʼ ἔτʼ ὄντος, οὐ κατʼ ἄστρα πω;
ἐπεὶ δὲ Τροίαν ἦλθες Ἀργεῖοί τέ σου
κατʼ ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία,
εἰ μὲν τὰ τοῦδε κρείσσονʼ ἀγγέλλοιτό σοι,
Μενέλαον ἤινεις, παῖς ὅπως λυποῖτʼ ἐμὸς
ἔχων ἔρωτος ἀνταγωνιστὴν μέγαν·
εἰ δʼ εὐτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε.
ἐς τὴν τύχην δʼ ὁρῶσα τοῦτʼ ἤσκεις, ὅπως
ἕποιʼ ἅμʼ αὐτῆι, τἀρετῆι δʼ οὐκ ἤθελες.
κἄπειτα πλεκταῖς σῶμα σὸν κλέπτειν λέγεις
πύργων καθιεῖσʼ, ὡς μένουσʼ ἀκουσίως.
ποῦ δῆτʼ ἐλήφθης ἢ βρόχοις ἀρτωμένη
ἢ φάσγανον θήγουσʼ, ἃ γενναία γυνὴ
δράσειεν ἂν ποθοῦσα τὸν πάρος πόσιν;
καίτοι σʼ ἐνουθέτουν γε πολλὰ πολλάκις·
Ὦ θύγατερ, ἔξελθʼ· οἱ δʼ ἐμοὶ παῖδες γάμους
ἄλλους γαμοῦσι, σὲ δʼ ἐπὶ ναῦς Ἀχαιικὰς
πέμψω συνεκκλέψασα· καὶ παῦσον μάχης
Ἕλληνας ἡμᾶς τʼ. ἀλλὰ σοὶ τόδʼ ἦν πικρόν.
ἐν τοῖς Ἀλεξάνδρου γὰρ ὕβριζες δόμοις
καὶ προσκυνεῖσθαι βαρβάρων ὕπʼ ἤθελες·
μεγάλα γὰρ ἦν σοι. κἀπὶ τοῖσδε σὸν δέμας
ἐξῆλθες ἀσκήσασα κἄβλεψας πόσει
τὸν αὐτὸν αἰθέρʼ, ὦ κατάπτυστον κάρα·
ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις,
φρίκηι τρέμουσαν, κρᾶτʼ ἀπεσκυθισμένην
ἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέον
ἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις.
Μενέλαʼ, ἵνʼ εἰδῆις οἷ τελευτήσω λόγον,
στεφάνωσον Ἑλλάδʼ ἀξίως τήνδε κτανὼν
σαυτοῦ, νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲς
γυναιξί, θνήισκειν ἥτις ἂν προδῶι πόσιν.
Χορός Μενέλαε, προγόνων τʼ ἀξίως δόμων τε σῶν
τεῖσαι δάμαρτα κἀφελοῦ πρὸς Ἑλλάδος
ψόγον τὸ θῆλύ τʼ, εὐγενὴς ἐχθροῖς φανείς.
Μενέλαος ἐμοὶ σὺ συμπέπτωκας ἐς ταὐτὸν λόγου,
ἑκουσίως τήνδʼ ἐκ δόμων ἐλθεῖν ἐμῶν
ξένας ἐς εὐνάς· χἠ Κύπρις κόμπου χάριν
λόγοις ἐνεῖται. βαῖνε λευστήρων πέλας
πόνους τʼ Ἀχαιῶν ἀπόδος ἐν σμικρῶι μακροὺς
θανοῦσʼ, ἵνʼ εἰδῆις μὴ καταισχύνειν ἐμέ.
Ἑλένη μή, πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶν
προσθεὶς ἐμοὶ κτάνηις με, συγγίγνωσκε δέ.
Ἑκάβη μηδʼ οὓς ἀπέκτεινʼ ἥδε συμμάχους προδῶις·
ἐγὼ πρὸ κείνων καὶ τέκνων σε λίσσομαι.
Μενέλαος παῦσαι, γεραιά· τῆσδε δʼ οὐκ ἐφρόντισα.
λέγω δὲ προσπόλοισι πρὸς πρύμνας νεῶν
τήνδʼ ἐκκομίζειν, ἔνθα ναυστολήσεται.
Ἑκάβη μή νυν νεὼς σοὶ ταὐτὸν ἐσβήτω σκάφος.
Μενέλαος τί δʼ ἔστι; μεῖζον βρῖθος ἢ πάροιθʼ ἔχει;
Ἑκάβη οὐκ ἔστʼ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ.
Μενέλαος ὅπως ἂν ἐκβῆι τῶν ἐρωμένων ὁ νοῦς.
ἔσται δʼ ἃ βούληι· ναῦν γὰρ οὐκ ἐσβήσεται
ἐς ἥνπερ ἡμεῖς· καὶ γὰρ οὐ κακῶς λέγεις.
ἐλθοῦσα δʼ Ἄργος ὥσπερ ἀξία κακῶς
κακὴ θανεῖται καὶ γυναιξὶ σωφρονεῖν
πάσαισι θήσει. ῥάιδιον μὲν οὐ τόδε·
ὅμως δʼ ὁ τῆσδʼ ὄλεθρος ἐς φόβον βαλεῖ
τὸ μῶρον αὐτῶν, κἂν ἔτʼ ὦσʼ αἰσχίονες.
Χορός οὕτω δὴ τὸν ἐν Ἰλίωι
ναὸν καὶ θυόεντα βω-
μὸν προύδωκας Ἀχαιοῖς,
ὦ Ζεῦ, καὶ πελανῶν φλόγα
σμύρνας αἰθερίας τε κα-
πνὸν καὶ Πέργαμον ἱερὰν
Ἰδαῖά τʼ Ἰδαῖα κισσοφόρα νάπη
χιόνι κατάρυτα ποταμίαι
τέρμονά τε πρωτόβολον ἕωι,
τὰν καταλαμπομέναν ζαθέαν θεράπναν;
φροῦδαί σοι θυσίαι χορῶν τʼ
εὔφημοι κέλαδοι κατʼ ὄρφ-
ναν τε παννυχίδες θεῶν,
χρυσέων τε ξοάνων τύποι
Φρυγῶν τε ζάθεοι σελᾶ-
ναι συνδώδεκα πλήθει.
μέλει μέλει μοι τάδʼ εἰ φρονεῖς, ἄναξ,
οὐράνιον ἕδρανον ἐπιβεβὼς
αἰθέρα τε πόλεος ὀλομένας,
ἃν πυρὸς αἰθομένα κατέλυσεν ὁρμά.
ὦ φίλος, ὦ πόσι μοι,
σὺ μὲν φθίμενος ἀλαίνεις
ἄθαπτος ἄνυδρος, ἐμὲ δὲ πόντιον σκάφος
ἀίσσον πτεροῖσι πορεύσει
ἱππόβοτον Ἄργος, ἵνα τε τείχη
λάϊνα Κυκλώπιʼ οὐράνια νέμονται.
τέκνων δὲ πλῆθος ἐν πύλαις
δάκρυσι κατάορα στένει βοᾶι βοᾶι
Μᾶτερ, ὤμοι, μόναν δή μʼ Ἀχαιοὶ κομί-
ζουσι σέθεν ἀπʼ ὀμμάτων
κυανέαν ἐπὶ ναῦν
εἰναλίαισι πλάταις
ἢ Σαλαμῖνʼ ἱερὰν
ἢ δίπορον κορυφὰν
Ἴσθμιον, ἔνθα πύλας
Πέλοπος ἔχουσιν ἕδραι.
εἴθʼ ἀκάτου Μενέλα
μέσον πέλαγος ἰούσας
δίπαλτον ἱερὸν ἀνὰ μέσον πλατᾶν πέσοι
αἰγαίου κεραυνοφαὲς πῦρ,
Ἰλιόθεν ὅτε με πολυδάκρυτον
Ἑλλάδι λάτρευμα γᾶθεν ἐξορίζει,
χρύσεα δʼ ἔνοπτρα, παρθένων
χάριτας, ἔχουσα τυγχάνει Διὸς κόρα·
μηδὲ γαῖάν ποτʼ ἔλθοι Λάκαιναν πατρῶι-
όν τε θάλαμον ἑστίας,
μηδὲ πόλιν Πιτάνας
χαλκόπυλόν τε θεάν,
δύσγαμον αἶσχος ἑλὼν
Ἑλλάδι τᾶι μεγάλαι
καὶ Σιμοεντιάσιν
μέλεα πάθεα ῥοαῖσιν.
ἰὼ ἰώ, καίνʼ ἐκ καινῶν μεταβάλλουσαι
χθονὶ συντυχίαι. λεύσσετε Τρώων
τόνδʼ Ἀστυάνακτʼ ἄλοχοι μέλεαι
νεκρόν, ὃν πύργων δίσκημα πικρὸν
Δαναοὶ κτείναντες ἔχουσιν.
Ταλθύβιος Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος
λάφυρα τἀπίλοιπʼ Ἀχιλλείου τόκου
μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας·
αὐτὸς δʼ ἀνῆκται Νεοπτόλεμος, καινάς τινας
Πηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸς
Ἄκαστος ἐκβέβληκεν, ὁ Πελίου γόνος.
οὗ θᾶσσον οὕνεκʼ, οὐ χάριν μονῆς ἔχων,
φροῦδος, μετʼ αὐτοῦ δʼ Ἀνδρομάχη, πολλῶν ἐμοὶ
δακρύων ἀγωγός, ἡνίκʼ ἐξώρμα χθονός,
πάτραν τʼ ἀναστένουσα καὶ τὸν Ἕκτορος
τύμβον προσεννέπουσα. καί σφʼ ἠιτήσατο
θάψαι νεκρὸν τόνδʼ, ὃς πεσὼν ἐκ τειχέων
ψυχὴν ἀφῆκεν Ἕκτορος τοῦ σοῦ γόνος·
φόβον τʼ Ἀχαιῶν, χαλκόνωτον ἀσπίδα
τήνδʼ, ἣν πατὴρ τοῦδʼ ἀμφὶ πλεύρʼ ἐβάλλετο,
μή νιν πορεῦσαι Πηλέως ἐφʼ ἑστίαν
μηδʼ ἐς τὸν αὐτὸν θάλαμον οὗ νυμφεύσεται,
ἀλλʼ ἀντὶ κέδρου περιβόλων τε λαΐνων
ἐν τῆιδε θάψαι παῖδα· σὰς δʼ ἐς ὠλένας
δοῦναι, πέπλοισιν ὡς περιστείληις νεκρὸν
στεφάνοις θʼ, ὅση σοι δύναμις, ὡς ἔχει τὰ σά·
ἐπεὶ βέβηκε καὶ τὸ δεσπότου τάχος
ἀφείλετʼ αὐτὴν παῖδα μὴ δοῦναι τάφωι.
ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσηις νέκυν,
γῆν τῶιδʼ ἐπαμπισχόντες ἀροῦμεν δόρυ·
σὺ δʼ ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα.
ἑνὸς μὲν οὖν μόχθου σʼ ἀπαλλάξας ἔχω·
Σκαμανδρίους γὰρ τάσδε διαπερῶν ῥοὰς
ἔλουσα νεκρὸν κἀπένιψα τραύματα.
ἀλλʼ εἶμʼ ὀρυκτὸν τῶιδʼ ἀναρρήξων τάφον,
ὡς σύντομʼ ἡμῖν τἀπʼ ἐμοῦ τε κἀπὸ σοῦ
ἐς ἓν ξυνελθόντʼ οἴκαδʼ ὁρμήσηι πλάτην.
Ἑκάβη θέσθʼ ἀμφίτορνον ἀσπίδʼ Ἕκτορος πέδωι,
λυπρὸν θέαμα κοὐ φίλον λεύσσειν ἐμοί.
ὦ μείζονʼ ὄγκον δορὸς ἔχοντες ἢ φρενῶν,
τί τόνδʼ, Ἀχαιοί, παῖδα δείσαντες φόνον
καινὸν διειργάσασθε; μὴ Τροίαν ποτὲ
πεσοῦσαν ὀρθώσειεν; οὐδὲν ἦτʼ ἄρα,
ὅθʼ Ἕκτορος μὲν εὐτυχοῦντος ἐς δόρυ
διωλλύμεσθα μυρίας τʼ ἄλλης χερός,
πόλεως δʼ ἁλούσης καὶ Φρυγῶν ἐφθαρμένων
βρέφος τοσόνδʼ ἐδείσατʼ· οὐκ αἰνῶ φόβον,
ὅστις φοβεῖται μὴ διεξελθὼν λόγωι.
ὦ φίλταθʼ, ὥς σοι θάνατος ἦλθε δυστυχής.
εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως ἥβης τυχὼν
γάμων τε καὶ τῆς ἰσοθέου τυραννίδος,
μακάριος ἦσθʼ ἄν, εἴ τι τῶνδε μακάριον·
νῦν δʼ αὔτʼ ἰδὼν μὲν γνούς τε σῆι ψυχῆι, τέκνον,
οὐκ οἶσθʼ, ἐχρήσω δʼ οὐδὲν ἐν δόμοις ἔχων.
δύστηνε, κρατὸς ὥς σʼ ἔκειρεν ἀθλίως
τείχη πατρῶια, Λοξίου πυργώματα,
ὃν πόλλʼ ἐκήπευσʼ ἡ τεκοῦσα βόστρυχον
φιλήμασίν τʼ ἔδωκεν, ἔνθεν ἐκγελᾶι
ὀστέων ῥαγέντων φόνος, ἵνʼ αἰσχρὰ μὴ στέγω.
ὦ χεῖρες, ὡς εἰκοὺς μὲν ἡδείας πατρὸς
κέκτησθʼ, ἐν ἄρθροις δʼ ἔκλυτοι πρόκεισθέ μοι.
ὦ πολλὰ κόμπους ἐκβαλών, φίλον στόμα,
ὄλωλας, ἐψεύσω μʼ, ὅτʼ ἐσπίπτων πέπλους,
Ὦ μῆτερ, ηὔδας, ἦ πολύν σοι βοστρύχων
πλόκαμον κεροῦμαι πρὸς τάφον θʼ ὁμηλίκων
κώμους ἐπάξω, φίλα διδοὺς προσφθέγματα.
σὺ δʼ οὐκ ἔμʼ, ἀλλʼ ἐγὼ σὲ τὸν νεώτερον,
γραῦς ἄπολις ἄτεκνος, ἄθλιον θάπτω νεκρόν.
οἴμοι, τὰ πόλλʼ ἀσπάσμαθʼ αἵ τʼ ἐμαὶ τροφαὶ
ὕπνοι τʼ ἐκεῖνοι φροῦδά μοι. τί καί ποτε
γράψειεν ἄν σοι μουσοποιὸς ἐν τάφωι;
Τὸν παῖδα τόνδʼ ἔκτειναν Ἀργεῖοί ποτε
δείσαντες; αἰσχρὸν τοὐπίγραμμά γʼ Ἑλλάδι.
ἀλλʼ οὖν πατρώιων οὐ λαχὼν ἕξεις ὅμως
ἐν ἧι ταφήσηι χαλκόνωτον ἰτέαν.
ὦ καλλίπηχυν Ἕκτορος βραχίονα
σώιζουσʼ, ἄριστον φύλακʼ ἀπώλεσας σέθεν.
ὡς ἡδὺς ἐν πόρπακι σῶι κεῖται τύπος
ἴτυός τʼ ἐν εὐτόρνοισι περιδρόμοις ἱδρώς,
ὃν ἐκ μετώπου πολλάκις πόνους ἔχων
ἔσταζεν Ἕκτωρ προστιθεὶς γενειάδι.
φέρετε, κομίζετʼ ἀθλίωι κόσμον νεκρῶι
ἐκ τῶν παρόντων· οὐ γὰρ ἐς κάλλος τύχας
δαίμων δίδωσιν· ὧν δʼ ἔχω, λήψηι τάδε.
θνητῶν δὲ μῶρος ὅστις εὖ πράσσειν δοκῶν
βέβαια χαίρει· τοῖς τρόποις γὰρ αἱ τύχαι,
ἔμπληκτος ὡς ἄνθρωπος, ἄλλοτʼ ἄλλοσε
πηδῶσι, κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε.
Χορός καὶ μὴν πρὸ χειρῶν αἵδε σοι σκυλευμάτων
Φρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῶι.
Ἑκάβη ὦ τέκνον, οὐχ ἵπποισι νικήσαντά σε
οὐδʼ ἥλικας τόξοισιν, οὓς Φρύγες νόμους
τιμῶσιν οὐκ ἐς πλησμονὰς θηρώμενοι,
μήτηρ πατρός σοι προστίθησʼ ἀγάλματα
τῶν σῶν ποτʼ ὄντων· νῦν δέ σʼ ἡ θεοστυγὴς
ἀφείλεθʼ Ἑλένη, πρὸς δὲ καὶ ψυχὴν σέθεν
ἔκτεινε καὶ πάντʼ οἶκον ἐξαπώλεσεν.
Χορός ἒ ἔ, φρενῶν
ἔθιγες ἔθιγες· ὦ μέγας ἐμοί ποτʼ ὢν ἀνάκτωρ πόλεως.
Ἑκάβη ἃ δʼ ἐν γάμοισι χρῆν σε προσθέσθαι χροῒ
Ἀσιατίδων γήμαντα τὴν ὑπερτάτην,
Φρύγια πέπλων ἀγάλματʼ ἐξάπτω χροός.
σύ τʼ, ὦ ποτʼ οὖσα καλλίνικε μυρίων
μῆτερ τροπαίων, Ἕκτορος φίλον σάκος,
στεφανοῦ· θανῆι γὰρ οὐ θανοῦσα σὺν νεκρῶι·
ἐπεὶ σὲ πολλῶι μᾶλλον ἢ τὰ τοῦ σοφοῦ
κακοῦ τʼ Ὀδυσσέως ἄξιον τιμᾶν ὅπλα.
Χορός αἰαῖ αἰαῖ·
πικρὸν ὄδυρμα γαῖά σʼ, ὦ
τέκνον, δέξεται.
στέναζε, μᾶτερ Ἑκάβη αἰαῖ.
Χορός νεκρῶν ἴακχον. Ἑκάβη οἴμοι.
Χορός οἴμοι δῆτα σῶν ἀλάστων κακῶν.
Ἑκάβη τελαμῶσιν ἕλκη τὰ μὲν ἐγώ σʼ ἰάσομαι,
τλήμων ἰατρός, ὄνομʼ ἔχουσα, τἄργα δʼ οὔ·
τὰ δʼ ἐν νεκροῖσι φροντιεῖ πατὴρ σέθεν.
Χορός ἄρασσʼ ἄρασσε κρᾶτα
πιτύλους διδοῦσα χειρός.
ἰώ μοί μοι.
Ἑκάβη ὦ φίλταται γυναῖκες.
Χορός Ἑκάβη, σὰς ἔνεπε· τίνα θροεῖς αὐδάν;
Ἑκάβη οὐκ ἦν ἄρʼ ἐν θεοῖσι πλὴν οὑμοὶ πόνοι
Τροία τε πόλεων ἔκκριτον μισουμένη,
μάτην δʼ ἐβουθυτοῦμεν. εἰ δὲ μὴ θεὸς
ἔστρεψε τἄνω περιβαλὼν κάτω χθονός,
ἀφανεῖς ἂν ὄντες οὐκ ἂν ὑμνηθεῖμεν ἂν
μούσαις ἀοιδὰς δόντες ὑστέρων βροτῶν.
χωρεῖτε, θάπτετʼ ἀθλίωι τύμβωι νεκρόν·
ἔχει γὰρ οἷα δεῖ γε νερτέρων στέφη.
δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχὺ
εἰ πλουσίων τις τεύξεται κτερισμάτων·
κενὸν δὲ γαύρωμʼ ἐστὶ τῶν ζώντων τόδε.
Χορός ἰὼ ἰώ· μελέα μήτηρ, ἣ τὰς μεγάλας
ἐλπίδας ἐν σοὶ κατέκναψε βίου·
μέγα δʼ ὀλβισθεὶς ὡς ἐκ πατέρων
ἀγαθῶν ἐγένου
δεινῶι θανάτωι διόλωλας.
ἔα ἔα· τίνας Ἰλιάσιν τούσδʼ ἐν κορυφαῖς
λεύσσω φλογέας δαλοῖσι χέρας
διερέσσοντας; μέλλει Τροίαι
καινόν τι κακὸν προσέσεσθαι.
Ταλθύβιος αὐδῶ λοχαγοῖς, οἳ τέταχθʼ ἐμπιμπράναι
Πριάμου τόδʼ ἄστυ, μηκέτʼ ἀργοῦσαν φλόγα
ἐν χερσὶ σώιζειν ἀλλὰ πῦρ ἐνιέναι,
ὡς ἂν κατασκάψαντες Ἰλίου πόλιν
στελλώμεθʼ οἴκαδʼ ἄσμενοι Τροίας ἄπο.
ὑμεῖς δʼ, ἵνʼ αὑτὸς λόγος ἔχηι μορφὰς δύο,
χωρεῖτε, Τρώων παῖδες, ὀρθίαν ὅταν
σάλπιγγος ἠχὼ δῶσιν ἀρχηγοὶ στρατοῦ,
πρὸς ναῦς Ἀχαιῶν, ὡς ἀποστέλλησθε γῆς.
σὺ δʼ, ὦ γεραιὰ δυστυχεστάτη γύναι,
ἕπου· μεθήκουσίν σʼ Ὀδυσσέως πάρα
οἵδʼ, ὧι σε δούλην κλῆρος ἐκπέμπει πάτρας.
Ἑκάβη οἲ ʼγὼ τάλαινα· τοῦτο δὴ τὸ λοίσθιον
καὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν·
ἔξειμι πατρίδος, πόλις ὑφάπτεται πυρί.
ἀλλʼ, ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις,
ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν.
ὦ μεγάλα δή ποτʼ ἀμπνέουσʼ ἐν βαρβάροις
Τροία, τὸ κλεινὸν ὄνομʼ ἀφαιρήσηι τάχα.
πιμπρᾶσί σʼ, ἡμᾶς δʼ ἐξάγουσʼ ἤδη χθονὸς
δούλας. ἰὼ θεοί· καὶ τί τοὺς θεοὺς καλῶ;
καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι.
φέρʼ ἐς πυρὰν δράμωμεν· ὡς κάλλιστά μοι
σὺν τῆιδε πατρίδι κατθανεῖν πυρουμένηι.
Ταλθύβιος ἐνθουσιᾶις, δύστηνε, τοῖς σαυτῆς κακοῖς.
ἀλλʼ ἄγετε, μὴ φείδεσθʼ· Ὀδυσσέως δὲ χρὴ
ἐς χεῖρα δοῦναι τήνδε καὶ πέμπειν γέρας.
Ἑκάβη ὀτοτοτοτοῖ.
Κρόνιε, πρύτανι Φρύγιε, γενέτα
πάτερ ἀνάξια τῆς Δαρδανίου
γονᾶς, τάδʼ οἷα πάσχομεν δέδορκας;
Χορός δέδορκεν· ἁ δὲ μεγαλόπολις
ἄπολις ὄλωλεν οὐδʼ ἔτʼ ἔστι Τροία.
Ἑκάβη ὀτοτοτοτοῖ.
λέλαμπεν Ἴλιος, Περ-
γάμων τε πυρὶ καταίθεται τέραμνα
καὶ πόλις ἄκρα τε τειχέων.
Χορός πτέρυγι δὲ καπνὸς ὥς τις οὐ-
ρίαι πεσοῦσα δορὶ καταφθίνει γᾶ.
Ἑκάβη ἰὼ γᾶ τρόφιμε τῶν ἐμῶν τέκνων.
Χορός ἒ ἔ. Ἑκάβη ὦ τέκνα, κλύετε, μάθετε ματρὸς αὐδάν.
Χορός ἰαλέμωι τοὺς θανόντας ἀπύεις.
Ἑκάβη γεραιά γʼ ἐς πέδον τιθεῖσα μέλεʼ ἐμὰ
καὶ χερσὶ γαῖαν κτυποῦσα δισσαῖς.
Χορός διάδοχά σοι γόνυ τίθημι γαίαι
τοὺς ἐμοὺς καλοῦσα νέρθεν
ἀθλίους ἀκοίτας.
Ἑκάβη ἀγόμεθα φερόμεθʼ Χορός ἄλγος ἄλγος βοᾶις.
Ἑκάβη δούλειον ὑπὸ μέλαθρον. Χορός ἐκ πάτρας γʼ ἐμᾶς.
Ἑκάβη ἰὼ ἰώ, Πρίαμε Πρίαμε,
σὺ μὲν ὀλόμενος ἄταφος ἄφιλος
ἄτας ἐμᾶς ἄιστος εἶ.
Χορός μέλας γὰρ ὄσσε κατεκάλυ-
ψε θάνατος ὅσιος ἀνοσίοις σφαγαῖσιν.
Ἑκάβη ἰὼ θεῶν μέλαθρα καὶ πόλις φίλα,
Χορός ἒ ἔ. Ἑκάβη τὰν φόνιον ἔχετε φλόγα δορός τε λόγχαν.
Χορός τάχʼ ἐς φίλαν γᾶν πεσεῖσθʼ ἀνώνυμοι.
Ἑκάβη κόνις δʼ ἴσα καπνῶι πτέρυγι πρὸς αἰθέρα
ἄιστον οἴκων ἐμῶν με θήσει.
Χορός ὄνομα δὲ γᾶς ἀφανὲς εἶσιν· ἄλλαι δʼ
ἄλλο φροῦδον, οὐδʼ ἔτʼ ἔστιν
ἁ τάλαινα Τροία.
Ἑκάβη ἐμάθετʼ, ἐκλύετε; Χορός περγάμων γε κτύπον.
Ἑκάβη ἔνοσις ἅπασαν ἔνοσις Χορός ἐπικλύζει πόλιν.
Ἑκάβη ἰὼ ἰώ, τρομερὰ τρομερὰ
μέλεα, φέρετʼ ἐμὸν ἴχνος· ἴτʼ ἐπὶ
δούλειον ἁμέραν βίου.
Χορός ἰὼ τάλαινα πόλις. ὅμως
δὲ πρόφερε πόδα σὸν ἐπὶ πλάτας Ἀχαιῶν.