τίς δὲ βίος, τί δὲ τερπνὸν ἄτερ χρυσῆς Ἀφροδίτης;
τεθναίην, ὅτε μοι μηκέτι ταῦτα μέλοι,
κρυπταδίη φιλότης καὶ μείλιχα δῶρα καὶ εὐνή,
οἷʼ ἥβης ἄνθεα γίνεται ἁρπαλέα
ἀνδράσιν ἠδὲ γυναιξίν· ἐπεὶ δʼ ὀδυνηρὸν ἐπέλθηι
γῆρας, ὅ τʼ αἰσχρὸν ὁμῶς καὶ κακὸν ἄνδρα τιθεῖ,
αἰεί μιν φρένας ἀμφὶ κακαὶ τείρουσι μέριμναι,
οὐδʼ αὐγὰς προσορῶν τέρπεται ἠελίου,
ἀλλʼ ἐχθρὸς μὲν παισίν, ἀτίμαστος δὲ γυναιξίν·
οὕτως ἀργαλέον γῆρας ἔθηκε θεός.
ἡμεῖς δʼ, οἷά τε φύλλα φύει πολυάνθεμος ὥρη
ἔαρος, ὅτʼ αἶψʼ αὐγῆις αὔξεται ἠελίου,
τοῖς ἴκελοι πήχυιον ἐπὶ χρόνον ἄνθεσιν ἥβης
τερπόμεθα, πρὸς θεῶν εἰδότες οὔτε κακὸν
οὔτʼ ἀγαθόν· Κῆρες δὲ παρεστήκασι μέλαιναι,
ἡ μὲν ἔχουσα τέλος γήραος ἀργαλέου,
ἡ δʼ ἑτέρη θανάτοιο· μίνυνθα δὲ γίνεται ἥβης
καρπός, ὅσον τʼ ἐπὶ γῆν κίδναται ἠέλιος.
αὐτὰρ ἐπὴν δὴ τοῦτο τέλος παραμείψεται ὥρης,
αὐτίκα δὴ τεθνάναι βέλτιον ἢ βίοτος·
πολλὰ γὰρ ἐν θυμῶι κακὰ γίνεται· ἄλλοτε οἶκος
τρυχοῦται, πενίης δʼ ἔργʼ ὀδυνηρὰ πέλει·
ἄλλος δʼ αὖ παίδων ἐπιδεύεται, ὧν τε μάλιστα
ἱμείρων κατὰ γῆς ἔρχεται εἰς Ἀΐδην·
ἄλλος νοῦσον ἔχει θυμοφθόρον· οὐδέ τίς ἐστιν
ἀνθρώπων ὧι Ζεὺς μὴ κακὰ πολλὰ διδοῖ.
τὸ πρὶν ἐὼν κάλλιστος, ἐπὴν παραμείψεται ὥρη,
οὐδὲ πατὴρ παισὶν τίμιος οὔτε φίλος.
Τιθωνῶι μὲν ἔδωκεν ἔχειν κακὸν ἄφθιτον …
γῆρας, ὃ καὶ θανάτου ῥίγιον ἀργαλέου.
αὐτίκα μοι κατὰ μὲν χροιὴν ῥέει ἄσπετος ἱδρώς,
πτοιῶμαι δʼ ἐσορῶν ἄνθος ὁμηλικίης
τερπνὸν ὁμῶς καὶ καλόν· ἐπὶ πλέον ὤφελεν εἶναι·
ἀλλʼ ὀλιγοχρόνιον γίνεται ὥσπερ ὄναρ
ἥβη τιμήεσσα· τὸ δʼ ἀργαλέον καὶ ἄμορφον
γῆρας ὑπὲρ κεφαλῆς αὐτίχʼ ὑπερκρέμαται,
ἐχθρὸν ὁμῶς καὶ ἄτιμον, ὅ τʼ ἄγνωστον τιθεῖ ἄνδρα,
βλάπτει δʼ ὀφθαλμοὺς καὶ νόον ἀμφιχυθέν.
αἲ γὰρ ἄτερ νούσων τε καὶ ἀργαλέων μελεδωνέων
ἑξηκονταέτη μοῖρα κίχοι θανάτου,
σὴν αὐτοῦ φρένα τέρπε· δυσηλεγέων δὲ πολιτέων
ἄλλός τίς σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.
ἀληθείη δὲ παρέστω
σοὶ καὶ ἐμοί, πάντων χρῆμα δικαιότατον.
Αἰπὺ … τε Πύλον Νηλήϊον ἄστυ λιπόντες
ἱμερτὴν Ἀσίην νηυσὶν ἀφικόμεθα,
ἐς δʼ ἐρατὴν Κολοφῶνα βίην ὑπέροπλον ἔχοντες
ἑζόμεθʼ, ἀργαλέης ὕβριος ἡγεμόνες·
κεῖθεν διαστήεντος ἀπορνύμενοι ποταμοῖο
θεῶν βουλῆι Σμύρνην εἵλομεν Αἰολίδα.
οὐδέ κοτʼ ἂν μέγα κῶας ἀνήγαγεν αὐτὸς Ἰήσων
ἐξ Αἴης τελέσας ἀλγινόεσσαν ὁδόν,
ὑβριστῆι Πελίηι τελέων χαλεπῆρες ἄεθλον,
οὐδʼ ἂν ἐπʼ Ὠκεανοῦ καλὸν ἵκοντο ῥόον.
Αἰήταο πόλιν, τόθι τʼ ὠκέος Ἠελίοιο
ἀκτῖνες χρυσέωι κείαται ἐν θαλάμωι
Ὠκεανοῦ παρὰ χεῖλος, ἵνʼ ὤιχετο θεῖος Ἰήσων.
Ἠέλιος μὲν γὰρ ἔλαχεν πόνον ἤματα πάντα,
οὐδέ ποτʼ ἄμπαυσις γίνεται οὐδεμία
ἵπποισίν τε καὶ αὐτῶι, ἐπεὶ ῥοδοδάκτυλος Ἠὼς
Ὠκεανὸν προλιποῦσʼ οὐρανὸν εἰσαναβῆι.
τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνή,
ποικίλη, Ἡφαίστου χερσὶν ἐληλαμένη,
χρυσοῦ τιμήεντος, ὑπόπτερος, ἄκρον ἐφʼ ὕδωρ
εὕδονθʼ ἁρπαλέως χώρου ἀφʼ Ἑσπερίδων
γαῖαν ἐς Αἰθιόπων, ἵνα δὴ θοὸν ἅρμα καὶ ἵπποι
ἑστᾶσʼ, ὄφρʼ Ἠὼς ἠριγένεια μόληι·
ἔνθʼ ἐπέβη ἑτέρων ὀχέων Ὑπερίονος υἱός.
ὣς οἳ πὰρ βασιλῆος, ἐπεί ῥʼ ἐνεδέξατο μῦθον,
ἤϊξαν κοίληις ἀσπίσι φραξάμενοι.
οὐ μὲν δὴ κείνου γε μένος καὶ ἀγήνορα θυμὸν
τοῖον ἐμέο προτέρων πεύθομαι, οἵ μιν ἴδον
Λυδῶν ἱππομάχων πυκινὰς κλονέοντα φάλαγγας
Ἕρμιον ἂμ πεδίον, φῶτα φερεμμελίην·
τοῦ μὲν ἄρʼ οὔ ποτε πάμπαν ἐμέμψατο Παλλὰς Ἀθήνη
δριμὺ μένος κραδίης, εὖθʼ ὅ γʼ ἀνὰ προμάχους
σεύαιθʼ αἱματόεντος ἐν ὑσμίνηι πολέμοιο,
πικρὰ βιαζόμενος δυσμενέων βέλεα·
οὐ γάρ τις κείνου δηίων ἔτʼ ἀμεινότερος φὼς
ἔσκεν ἐποίχεσθαι φυλόπιδος κρατερῆς
ἔργον, ὅτʼ αὐγῆισιν φέρετʼ ὠκέος ἠελίοιο
καί μιν ἐπʼ ἀνθρώπους βάξις ἔχει χαλεπή.
ἀργαλέης αἰεὶ βάξιος ἱέμενοι.
Παίονας ἄνδρας ἄγων, ἵνα τε κλειτὸν γένος ἵππων.
Τροιζηνίας δὲ τραῦμα φοιτάδος πλάνης
ἔσται κακῶν τε πημάτων παραίτιον,
ὅταν θρασεῖα θουρὰς οἰστρήσῃ κύων
πρὸς λέκτρα· τύμβος δʼ αὐτὸν ἐκσώσει μόρου
Ὁπλοσμίας, σφαγαῖσιν ηὐτρεπισμένον.
κολοσσοβάμων δʼ ἐν πτυχαῖσιν Αὐσόνων κτλ.
οἷα δὴ φιλοῦσιν ἰατροὶ λέγειν
τὰ φαῦλα μείζω καὶ τὰ δείνʼ ὑπὲρ φόβον,
πυργοῦντες αὑτούς.
δεινοὶ γὰρ ἀνδρὶ πάντες ἐσμὲν εὐκλεεῖ
ζῶντι φθονῆσαι, κατθανόντα δʼ αἰνέσαι.
ὦ Ζεῦ πολυτίμητʼ, ὡς καλαὶ νῷν αἱ γυναῖ