The Scholia-Aratus are a body of ancient and medieval explanatory notes composed as a prose commentary on the Phaenomena, the third-century BCE astronomical poem by Aratus of Soli. They consist of accumulated marginal and interlinear annotations from various scholars over many centuries, later copied and consolidated into a continuous exegetical work. Their primary function is to elucidate Aratus's poetic text, offering clarification on difficult vocabulary, grammatical constructions, and syntax. The notes also provide extensive astronomical commentary, explaining celestial phenomena and constellations, often incorporating knowledge from later scientific traditions. A significant portion is devoted to mythological etiology, recounting the stories behind the names of constellations, and to source criticism, identifying Aratus’s primary models, such as the prose work of Eudoxus of Cnidus. Occasional remarks also address points of literary and poetic technique.
Transmitted within the medieval manuscript tradition of Aratus's poem, the scholia are preserved in the margins of key codices, most notably the ninth-century Codex Mutinensis. The commentary is not a uniform text; different manuscript families contain varying selections and historical layers of annotation, reflecting the work of multiple hands across different periods. Modern critical editions seek to organize this complex material. As a primary witness to the reception of Aratus’s work, this corpus offers crucial insight into ancient and medieval exegetical practices, the pedagogical history of astronomy, and the transmission of mythological knowledge. Its existence helped sustain the authority of the Phaenomena as a standard textbook for centuries.
| book 1 | —ἐκ Διός: πάνυ πρεπόντως ὁ Ἄρατος τὴν τῶν ἄστρων διεξιέναι μέλλων θέσιν τούτων τὸν πατέρα καὶ δημιουργὸν Δία ἐν πρώτοις προσφωνεῖ. Δία δὲ νῦν τὸν δημιουργὸν ἀκουστέον. τὸ δὲ ἐκ Διὸς ἀντὶ τοῦ ἀπὸ Διός. Πίνδαρος (Nem. 2,3). „Διὸς ἐκ προοιμίου“. τὸ δὲ ἀρχώμεσθα μετὰ τοῦ ς. ἔστι γὰρ καὶ ἀρχαισμός. Ὅμηρος (Θ 503, Ι 66)· „δόρπα τ’ ἐφοπλισόμεσθα“. καὶ Ἀρχίλοχος (fr. 304 Lasserre)· „οὔτοι τοῦτο δυνησόμεσθα“. |
| book 1 | τὸ δὲ ἐκ Διὸς ἀντὶ τοῦ ἀπὸ Διός· ἡ γὰρ ἐκ πρόθεσις ... ἀπό. ἄλλως. ἐκ Διός: ἡ τῶν Φαινομένων ἀρχὴ ἀπὸ τοῦ Διός τε καὶ θεῶν [ἀπαρχομένη]. ἔθος γὰρ δὴ τοῦτο τοῖς ἀρχαίοις φιλοθέοις οὖσιν ἐπιεικῶς ἅπασιν, ἀπὸ θεῶν ἄρχεσθαι, ὡς καὶ πάντων ἀνθρώποις καλῶν αἰτίων. Ὅμηρος μέν (Α 1) „μῆνιν ἄειδε θεά“ καὶ (α 1) „ἄνδρα μοι ἔννεπε Μοῦσα“ καὶ Πλάτων ἐν Νόμοις (624a)· „θεὸς εἴ τις ἡμῖν, ὦ ξεῖνε, τὴν ἀρχὴν εἴληχε τῆς τῶν νόμων διαθέσεωσ“. |
| book 1 | ἄλλως. ἐκ Διός: ἀπὸ Διὸς ἄρχεται ἐπειδὴ ἐπιχειρεῖ μετεωρολογεῖν. βασιλεὺς δὲ τῶν ὅλων ὁ Ζεὺς καὶ πατήρ. ὅν φασί τινες εἶναι τὴν λεπτομερεστάτην οὐσίαν τοῦ αἰθέρος καὶ νοερωτάτην, καθ’ ἣν αἰτίαν ............... τοῦ κόσμου ἀποφαίνονται. οἰκείως δὲ ἀπὸ Διὸς οὗτος ἄρχεται, τῶν ἄλλων ἁπάντων τὰς μυθικὰς ὑποθέσεις μεταχειριζομένων καὶ τὰς Μούσας ἐπικαλουμένων, ὡς ἅτε τὰ κατ’ οὐρανὸν πραγματευόμενος καὶ τὰ κατ’ αὐτὸν διηγούμενος. ὁ δὲ Ζεὺς ἡγούμενος τοῦ παντός. |
| book 1 | οὐ προσήκει δὲ τὰ νῦν τὴν οὐσίαν ζητεῖσθαι τοῦ Διός. περὶ τοῦ Διὸς σχόλιον. ἐκ Διός: ἐκ Διὸς ἄρχεται ἐπειδὴ ἐπιχειρεῖ μετεωρολογεῖν. βασιλεὺς δὲ τῶν ὅλων ὁ Ζεὺς καὶ πατήρ. οὐ προσήκει δὲ τὰ νῦν τὴν οὐσίαν ζητεῖσθαι τοῦ Διός, πότερον σῶμα ἢ πρᾶγμα, καὶ πότερόν ἐστι ψυχὴ ἢ νοῦς, ὅτι κρείττων τις δύναμις καὶ ὑπερουράνιος καὶ ἀκίνητος καθ’ ἑαυτήν. ὁ γάρ τοι Ἄρατος κατὰ τὴν κοινὴν ἁπάντων δόξαν εἴρηκε τοῦ Διὸς τὸ ὄνομα ὡς ἂν βασιλέως τῶν ὅλων. δυεῖν θάτερον· |
| book 1 | ἢ ὅτι δι’ ὅλου τοῦ κόσμου ἡ πρόνοια χωρεῖ τοῦ θείου, καὶ αὐτὸς διὰ πάντος ἔρχεται τοῦ κόσμου συνέχων αὐτόν, ἢ κατὰ μέντοι τὰς ἐπωνυμίας αἰνίττεται αὐτοῦ, ἃς ἐφ’ ἑκάστῃ πράξει 〈ἐτίθεντο〉, εἰς θεὸν ἀναφέροντες οἱ ἀρχαῖοι τὰ καλῶς γινόμενα, ὥς εἰσι, φασί, γενέτωρ, φράτριος, ὁμόγνιος, ἑταιρεῖος, φίλιος, ἱκέσιος, ξένιος, ἀγοραῖος, βουλαῖος, βρονταῖος, καὶ τὰ ὅμοια. |
| book 1 | ἐκ Διός: ἀντὶ τοῦ ἀπὸ Διός. συνηθὲς γὰρ τοῖς ποιηταῖς ἐναλλάσσειν τὰς προθέσεις. τὸν οὐδέποτ’, ἄνδρες: μετέβη ἐπὶ τὸν κατ’ ἐπωνυμίαν Δία τὸν φυσικόν, ὅς ἐστιν ἀήρ. καὶ γὰρ τὸν ἀέρα Δία λέγουσιν. οὗτός ἐστι κατὰ τοὺς Στωϊκοὺς διὰ πάντων διήκων. ἔνιοι γοῦν φασι τὸν Πρωτέα τοῦτον εἶναι [τὸν ἀέρα]. αἰνίττεται γὰρ Ὅμηρος λέγων (δ 458)· „γίνετο δ’ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον καὶ πῦρ“. |
| book 1 | ὃ γὰρ πάντα ἐστὶ καὶ ἐξ αὐτοῦ πάντα, ὡς ὁ λόγος. τὸν Δία δ’ οὐδέποτ’ ἄρρητον καὶ ἀπροσαγόρευτον ἐῶμεν οἱ ἄνθρωποι εἰκότως. οἱ γὰρ Στωϊκοὶ ὑποτίθενται, μᾶλλον δὲ πάντες οἱ ὅρον φωνῆς γράψαντες, πεπληγμένον ἀέρα αὐτὴν εἶναι. οὐδέποτε γὰρ ἄρρητον αὐτὸν ἐῶμεν, ἀεὶ δι’ αὐτοῦ τὰς ῥήσεις ποιούμεθα. ἐπικαλοῦσι δὲ αὐτῷ τὴν ἐκ πρόθεσιν ἀντὶ τῆς ἀπό παρειληφότι· ἔδει γάρ, φασίν, εἰπεῖν ἀπὸ Διός. ἀγνοοῦσι δὲ ὅτι καὶ Πίνδαρος κατεχρήσατο τῷ ἔθει τούτῳ λέγων (Nem. 2, 1—3) „ὅθεν περ καὶ Ὁμηρίδαι ῥαπτῶν ἐπέων τὰ πόλλ’ ἀοιδοὶ ἄρχονται, Διὸς ἐκ προοιμίου“ καὶ Ἀλκμάν (fr. 9 Diehl)· „ἐγὼ δ’ ἀείσομαι ἐκ Διὸς ἀρχομένα“. ἄλλως δὲ καὶ τὸ ἀπό δύσφημόν ἐστιν, ὡς εἴ τις λέγοι ἄποθεν. |
| book 1 | Δία δὲ οἳ μὲν τὸν οὐρανόν, οἳ δὲ τὸν αἰθέρα, οἳ δὲ τὸν ἥλιον, οἳ δὲ τὸν μυθικὸν ἐξεδέξαντο. οἱ μὲν οὖν τὸν οὐρανὸν λέγοντες παρατίθενται τὸν ποιητὴν λέγοντα (Τ 357)· „ὡς δ’ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται“, τουτέστιν ἐξ οὐρανοῦ, καὶ Ἄρατον αὐτὸν ἐν τοῖς ἑξῆς (224) λέγοντα περὶ τοῦ Ἵππου ἐν Διὸς εἰλεῖται, ὅ ἐστιν ἐν τῷ οὐρανῷ. οἱ δὲ Δία τὸν αἰθέρα παραλαβόντες παρατίθενται Εὐριπίδην λέγοντα (fr. 941 N)· „ὁρᾷς τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα / καὶ γῆν πέριξ ἔχονθ’ ὑγραῖς ἐν ἀγκάλαις; / τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν“. καὶ ἴσως Ζῆνα 〈ἄν〉 τις αὐτὸν καλοίη διὰ τὸ πυρώδη εἶναι τὸν αἰθέρα, ἀπὸ μὲν τοῦ αἴθεσθαι αἰθέρα, ἀπὸ δὲ τοῦ ζεῖν καὶ παρὰ τὴν ζέσιν Ζῆνα. οἱ δὲ Δία τὸν ἥλιον νοήσαντες λέγουσιν ὅτι καὶ Σοφοκλῆς Δία τὸν ἥλιον καλεῖ λέγων (fr. 752 Pearson)· „ἠέλιος οἰκτείρειέ με, / 〈ὃν〉 οἱ σοφοὶ λέγουσι γεννητὴν θεῶν / |
| book 1 | πατέρα 〈τε〉 πάντων“, καὶ ἔννοιαν τῆς δόξης ταύτης φασὶν ἔχειν τὸν ποιητὴν ὅταν λέγῃ (Ν 837)· „ἠχὴ δ’ ἀμφοτέρων ἵκετ’ αἰθέρα καὶ Διὸς αὐγάσ“, καὶ τὸ „ἠέλιός θ’, ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεισ“ (Γ 277), παρό ἐστι „πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσασ“, (Hesiod. Opp. 267). οἱ δὲ Δία τὸν ἀέρα ἀκούσαντες φέρουσι μάρτυν Φιλήμονα τὸν κωμικόν· φησὶ γάρ (fr. 91 Kock)· „ὃν οὐδὲ εἷς λέληθεν 〈οὐδὲ ἓν ποιῶν〉 / οὔτε κακὸν οὔτε γ’ ἐσθλόν, οὗτός εἰμ’ ἐγὼ / Ἀήρ, ὃν ἄν τις ὀνομάσειε καὶ Δία“. διὸ καὶ τὸν Ἄρατον ἐπάγειν (2—4)· |
| book 1 | „μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, / πᾶσαι δ’ ἀνθρώπων ἀγοραί ... πάντη γὰρ Διὸς κεχρήμεθα“. σπῶντες γὰρ τὸν ἀέρα ἀναπνέομεν. ἀλλὰ μὴν καὶ ἐν τῷ βίῳ φαμὲν τὸν Δία ὕειν καὶ διοσημείας καλοῦμεν καὶ νεφεληγερέτην παρὰ τοῖς ποιηταῖς εὑρίσκομεν. ταῦτα δὲ καὶ τὰ τοιαῦτα πάντα ἐν τῷ ἀέρι. οἱ δὲ Δία τὸν μυθικὸν τὸν Κρόνου παῖδα νοοῦσιν. ἡμῖν δὲ δοκεῖ τριχῶς ὑπὸ τοῦ Ἀράτου τὸν Δία προφέρεσθαι, μυθικῶς μέν, ὡς ὅταν λέγῃ (30—31)· „εἰ ἐτεὸν δή, / Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητι“ .... ἔστι γὰρ καὶ φυσικῶς καὶ μυθικῶς ἐξηγήσασθαι τὸ προοίμιον. τὸ δὲ „ὡς δ’ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται“ (Τ 357) ἐξ οὐρανοῦ νοῆσαι ὅλον ἐστὶ πλάσμα. Ὅμηρος γὰρ οἶδε τὸν Δία ὄμβρων παραίτιον. καὶ πάλιν τὸ ἐν Διὸς εἰλεῖται ὡσαύτως παραλαβεῖν ἀνόητον· οὐ γὰρ εἶπεν ἐν Διί, |
| book 1 | ἀλλ’ ἐν τῷ τοῦ Διὸς κλίματι ἢ οἰκητηρίῳ οὐρανῷ, κατὰ παράλειψιν, ὡς ἐν παιδοτρίβου ἢ κιθαριστοῦ. οἰκειότατα δὲ ἀπὸ Διὸς ἤρξατο ὡς ποιητοῦ καὶ τῶν ὅλων δεσπότου, ὥστε τὰ λοιπὰ προοίμια παραιτητέον. καὶ γὰρ Ἡσίοδος, οὗ μάλιστα ζηλωτὴν τὸν Ἄρατόν φαμεν γεγονέναι, ἀπὸ Διὸς ἤρξατο. ᾐτιάσαντο δέ τινες ὅτι ἔγκειται τὸ ς τῷ ἀρχώμεσθα. ὅμοιον δέ ἐστι τῷ παρὰ τῷ ποιητῇ χαζώμεσθα (Ε 34) καὶ „σοὶ πάντες μαχόμεσθα“ (Ε 875). |
| book 1 | ἀρχώμεσθα δὲ εἶπεν ὡς κοινὰ πᾶσι γράφων, οὐχ ὡς Ἀπολλώνιος ἐξ ἰδίου μόνου προσώπου (1, 1)· „ἀρχόμενος σέο, Φοῖβε“. τὸν οὐδέποτε: ἄρθρον προτακτικὸν ἀντὶ ὑποτακτικοῦ ὃν διὰ τὸν συγκρουσμόν. ἄνδρες δέ, εἰδικὸν ἀντὶ γενικοῦ τοῦ ἄνθρωποι. καὶ ὅμοιον τῷ „ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταί“ (Β 1). ἄνδρες ἀντὶ τοῦ ἄνθρωποι. εἴδει ἐχρήσατο 〈ἀντὶ〉 τοῦ γένους. τρία δὲ σημαίνει, τὸν γαμέτην, τὸν ἄρρενα, τὸ ἀνδρεῖον. |
| book 1 | ζητεῖται διὰ τί ἐκ τοῦ Διὸς ἤρξατο, καὶ οὐκ ἀπὸ τῶν Μουσῶν ὡς Ὅμηρος. οἰκειότερον ἡγήσατο ἀρχὴν τῶν Φαινομένων ποιήσασθαι ἀπὸ τοῦ Διὸς ἐπειδὴ καὶ τῶν Μουσῶν ἀρχηγέτης αὐτός ἐστιν. οὐ φαίνεται δὲ Ἄρατος μόνος οὕτως ἦρχθαι, ἀλλὰ καὶ Κράτης ὁ κωμικὸς εἰπὼν (fr. 52 Kock) „ἐξ Ἑστίας ἀρχόμενος εὔχομαι θεοῖσ“, καὶ Σώφρων (fr. 42 Kaib.)· „ἐξ Ἑστίας ἀρχόμενος καλῶ Δία πάντων ἀρχηγέτην“. |
| book 2 | —μεσταὶ δὲ Διός: οὐδὲν γάρ ἐστιν ὃ μὴ πεπλήρωται ἀέρος. Ἡσίοδος· „πάντα ἰδὼν Διὸς ὀφθαλμόσ“ (Opp. 267) Διὸς ὀφθαλμὸν τὸν ἀέρα λέγων. διὰ γὰρ τοῦ κόσμου ἡ διάνοια χωρεῖ ......... καὶ αὐτὸς διὰ παντὸς διέρχεται τοῦ κόσμου συν......... ........... καὶ μέντοι τὰς ἐπωνυμίας αἰνίττεται αὐτοῦ αἳ ἐφ’ ἑκάστῃ πράξει ................ αὗται· γενέτωρ, εὐκράτωρ, θρέπτωρ, ὁμόγνιος, ἱκέσιος, φίλιος, ξένιος, ἀστεροπαῖος, καὶ τὰ τούτων ἀδελφά. |
| book 2 | μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί: ὅτι καὶ οἱ ποιηταὶ πανόπτην καλοῦσι πανταχοῦ· „ὦ Ζεῦ πανόπτα“ (Trag. Gr. Fr. adesp. 43 Nauck) καὶ „ἠέλιος, ὃς πάντ’ ἐφορᾷσ“ (Γ 277). ἀγυιαὶ δὲ τὰ ἄμφοδα δι’ ὧν τὰ γυῖα φέρομεν. ἀγοραὶ δὲ αἱ ἐκκλησίαι καὶ αἱ σύνοδοι. λέγεται γὰρ καὶ βουλαῖος Ζεὺς καὶ ξένιος καὶ ἑταίρειος, φίλιος, φυτάλμιος, ἐπικάρπιος. |
| book 3 | —μεστὴ δὲ θάλασσα καὶ λιμένες: ἐμπόριος καὶ λιμένιος καὶ κερδῷος τοῖς ἐμπόροις. |
| book 5 | —〈τοῦ γὰρ καὶ γένος εἰμέν〉: τοῦτο ἐνδεικτικὸν τῆς προνοίας, δι’ ἣν ἡ ζωή τε ἡμῖν καὶ ἡ εὐζωία ἀπαντᾷ. τουτὶ γὰρ τὰ δύο ὀνόματα συντεθέντα δηλοῖ, τό τε τοῦ Διὸς καὶ τοῦ Ζηνός. οἳ μὲν πρὸς τὸ πάντα ὑπ’ αὐτοῦ ζῳογονεῖσθαι, οἳ δὲ παρὰ τοῦ δημιουργοῦ ὑπεδέξαντο. ἴσως μὲν ἐκ ποιητικῆς ταύτης ἀδείας τοὺς προγόνους καὶ προπάτορας ἡμῶν θεῶν παῖδας, ὡς τὸ „πατὴρ ἀνδρῶν τε θεῶν τε“. δύναιτο δ’ ἂν νοεῖν ὁ Ἄρατος τὸ δημιουργεῖσθαι ἡμᾶς ὑπό τε φύσεως καὶ θεῶν διὰ τὴν πρόνοιαν. |
| book 5 | ἔργον δὲ τὸ τῆς γεωργίας νοεῖ ἰδίως, καθὼς καὶ Ἡσίοδος (Opp. 311) „ἔργον δ’ οὐδὲν ὄνειδος, ἀεργίη δέ τ’ ὄνειδοσ“. βιότου δὲ (7) λέγει κτήσεως καὶ χρημάτων. τοῦ γὰρ καὶ γένος εἰμέν: παρὰ τὸ „πατὴρ ἀνδρῶν τε θεῶν τε“. εἰ γὰρ αὐτὸς ταῦτα ἐδημιούργησε πρὸς τὸ τοῖς ἀνθρώποις βιωφελές, αὐτοῦ ἂν κληθείημεν, αὐτὸν πατέρα καὶ δημιουργὸν ἀναγραφόμενοι. δύναται δὲ καὶ ἐπὶ τοῦ ἀέρος. αὐτὸν γὰρ ἐπισπώμενοι ἐξ αὐτοῦ ζῶμεν, καί ἐστι ζωτικὸς καὶ τῆς ἀναπνοῆς ἡμῶν αἴτιος. |
| book 5 | ὃς δ’ ἤπιος: ἁρμόδιον ἐπίθετον πατρὸς εἶπε τὸ ἤπιος. |
| book 6 | —δεξιὰ δὲ τὰ αἴσια καὶ πρὸς τὸν βίον συμφέροντα. οὕτω καὶ δεξιοὺς οἰωνοὺς λέγομεν τοὺς αἰσίους, καὶ φαινομένους πρὸ ἀγαθοῦ τινος ............. ...................... καὶ πανομφαῖος λέγεται. δεξιὰ σημαίνει: καλὰ καὶ συμφέροντα. ἔργον δὲ λέγει κατ’ ἐξοχὴν τὸ κατὰ γεωργίαν. ὃ δ’ ἤπιος ἀνθρώποισιν: ἐπεὶ „πατὴρ ἀνδρῶν τε θεῶν τε“, διὰ τοῦτο καὶ ἤπιος· „πατὴρ δ’ ὡς ἤπιος ἦεν“ (β 47 al.) |
| book 7 | —βῶλος ἀρίστη: οὐκ ἀροστή, ὡς Ἀσκληπιάδης· οὐ γὰρ δύναται μακέλλῃ βῶλος ἀροῦσθαι, ἀλλὰ σκάπτεσθαι. τὸ δὲ γυρῶσαι, φυτεῦσαι, ἢ βόθρον ὀρύξαι ἐν ᾧ τὰ φυτὰ κατατίθεται. οὗτος γὰρ σημαίνει τὰς ὥρας τῆς γεωργίας καὶ τοῦ σπόρου. λέγει γὰρ ἀντὶ τοῦ σημαίνει· „Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν“ (Β 49) λέγει δ’ ὅτε βῶλος ἀρίστη: γράφεται καὶ ἀροστή, ἢ ἀροσίμη ...... ἐπιλέγει γὰρ βουσί τε καὶ μακέλῃσι (8). μακέλαις δὲ οὐκ ἀροῦται γῆ. |
| book 8 | —μακέλῃσι: μάκελλα ἡ μονόθεν κέλλουσα, ὅ ἐστι τέμνουσα, δίκελλα δὲ ἡ διχόθεν. |
| book 9 | —καὶ φυτὰ γυρῶσαι: καλῶς περισκάψαι. τὰ γὰρ φυτὰ λαμβάνει κύκλῳ τὴν γῆν περὶ τὴν ἐπιφάνειαν πρὸς τὸ μὴ ψύχεσθαι. ἡ γὰρ θερμασία αὐτοῖς συμβάλλεται. ἢ γυρῶσαι, τουτέστι κύκλῳ τῶν φυτῶν γῆν σωρεῦσαι. γυρῶσαι: κύκλῳ περισκάψαι. πᾶν γὰρ τὸ κυκλοτερὲς γυρόν. „γυρὸς ἐν ὤμοισιν“ (τ 246). |
| book 10 | —αὐτὸς γὰρ τά γε σήματα: αὐτὸς γὰρ τῶν ὡρῶν σημεῖα ἐποιήσατο τοὺς ἀστέρας. ἐθέλει δὲ τὰς ἀνατολὰς αὐτῶν καὶ τὰς δύσεις δηλῶσαι, οἷον Πληιάδων ἑῴαν ἐπιτολὴν ἀρχῇ θέρους γίνεσθαι, δύσιν δὲ ἑῴαν ἀρχῇ χειμῶνος. κακῶς δὲ οἱ γράφοντες σηματὰ τὴν τελευταίαν ὀξύνουσιν, ἵν’ ᾖ τὰ δηλούμενα. θέλει γὰρ τοὺς ἀστέρας σημεῖα λέγειν τῶν καιρῶν. καλῶς δὲ τοὺς ἀστέρας σημεῖα εἶπεν. καὶ γὰρ ὁ ποιητὴς τὸν κομήτην ἀστέρα σημεῖον εἶναι πολέμου λέγει (Δ 76)· „ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ“. τὸ δὲ |
| book 10 | ἐσκέψατο (11) ἀντὶ τοῦ ἐφρόντισεν, ὥστε ἑκάστου μέρους ἐνιαυτοῦ σημεῖον εἶναι, οἷον Πλειάδας ἀρότου καὶ ἀμήτου, Κύνα θέρους. αὐτὸς γὰρ τά γε σήματα: τὸ ἑξῆς· αὐτὸς γὰρ τά γε ἄστρα σήματα ἐστήριξεν. ἐσκέψατο δὲ ἀντὶ τοῦ ἐθεώρησεν, ἐτήρησεν, ἐνόησεν, ἔγνω ποιῆσαι. 〈ἐσκέψατο δέ〉: λείπει ἡ περί, ἵν’ ᾖ „περὶ τῶν ὡρῶν διέταξεν εἰς τὸν ἐνιαυτὸν τοὺς δυναμένους ἀστέρας τὰ κατὰ τὴν γεωργίαν σημαίνειν“. |
| book 10 | ἐστήριξεν: ὅτι ἀκίνητοί εἰσιν οὗτοι οἱ ἀπλανεῖς καθ’ αὑτούς, συμπεριάγονται δὲ τῇ τῶν ὅλων ῥύμῃ. αὐτὸς γὰρ τάδε σήματ’ ἐν οὐρανῷ ἐστήριξε: τοὺς ἀστέρας καὶ τὰ εἴδωλα. παρὰ δὲ τὸ ἐστηρίχθαι ἠτυμολόγησε τῶν ἀστέρων τὸ ὄνομα. ἄλλοι δέ φασιν ἀπὸ Ἀστραίου. διὰ δὲ τοῦ ἐστήριξε τὸ ἀκίνητον τῶν ἀπλανῶν ἐδήλωσεν. |
| book 11 | —〈ἄστρα〉: ἄστρον δέ ἐστι νοούμενον, καὶ τὸ ἐκ πλείστων ἀστέρων σύστημα, οἷον Καρκίνος, Λέων, καὶ ἡ ἐπιτολὴ δέ τινος ἀστέρος νεωτερίζουσα τι τῶν περιγείων, οἷον Ἀρκτούρου ἐπιτολὴ ἢ Κυνός. λέγεται δὲ καὶ ὁ ἥλιος ἄστρον ἰδίως παρὰ Πινδάρῳ (Pae. IX, 2)· „ἄστρον ὑπέρτατον“. καὶ ....... σώματα δὲ καὶ οἱ διᾴττοντες. νῦν δὲ ὁ Ἄρατος τοὺς ἀστέρας ἄστρα εἴρηκεν. |
| book 11 | τί διαφέρει ἀστὴρ ἄστρου; ἄστρον μέν ἐστιν ὁλότης καὶ συναγωγὴ ἀστέρων, ὡς ὁ Κριὸς καὶ ὁ Ὠρίων, ἀστὴρ δὲ ὁ εἷς, ὡς ἡ καρδία τοῦ Λέοντος. |
| book 12 | —οἵ κε μάλιστα: τὸ ἑξῆς· οἵ κε μάλιστα τετυγμένα τῶν ὡρῶν σημαίνοιεν ἀνδράσιν. |
| book 10-13 | —ἐσκέψατο δὲ εἰς ἐνιαυτὸν τοὺς ἐν ὅλῳ τῷ ἐνιαυτῷ σημαίνοντας τὰ καθ’ ἕκαστον καιρὸν πρακτέα. ὑφ’ ἓν δὲ ἀναγνωστέον. ἀντὶ τοῦ ὥραις ταῖς δεούσαις εἶπεν ὄφρ’ ἔμπεδα. ὑποσημαίνει δὲ ἐν τούτοις τὴν τοῦ ἄστρου πρὸς ἀστέρα διαφοράν. ἀστὴρ μὲν γὰρ ἕκαστος τῶν ὁρωμένων καθ’ αὑτόν, ἄστρον δὲ τὸ ἐκ πλειόνων ἀστέρων διαγραφόμενον εἴδωλον. οἷον Αἲξ ἀστήρ, Ἡνίοχος δὲ ἄστρον. |
| book 13 | —ἔμπεδα: ἡ διάνοια τοιαύτη ἐστί· ὁ τὰ πάντα δημιουργῶν θεὸς παρορμᾷ τοὺς ὄχλους πρὸς ἀντίληψιν τῶν εἰς τὸν βίον ἐπιτηδείων, σημαίνων τοὺς οἰκείους χρόνους ἐκ τῶν ἐτησίων ὡρῶν, ἔαρος, θέρους, φθινοπώρου, χειμῶνος. ὁ τὰ πάντα δημιουργήσας θεὸς παρορμᾷ τοὺς ὄχλους πρὸς ἀντίληψιν τῶν εἰς τὸν βίον ἐπιτηδείων, σημαίνων δὴ τοὺς οἰκείους χρόνους πρὸς σπόρον καὶ φυτείαν. διὸ δὴ καλῶς ἔχον ἐστὶν εὐχαρίστως διὰ παντὸς τὴν τοῦ θεοῦ πρόνοιαν ὑμνεῖν. |
| book 12-13 | —τετυγμένα: παρῳχημένου χρόνου ἀντὶ μέλλοντος, ὡς παρὰ τῷ ποιητῇ (ε 90)· „εἰ δύναμαι τελέσαι γε, καὶ εἰ τετελεσμένον ἐστίν“, ἀντὶ τοῦ τελεσθησόμενον. ὄφρ’ ἔμπεδα πάντα φύωνται: ἀσφαλῶς φυτεύσωσι, παθητικῷ ἀντὶ ἐνεργητικοῦ, ἢ ἵνα φύηται, ὡς σπάρτα λέλυνται (Β 135). ἀνδράσιν ὡράων: ἀντὶ τοῦ ὡρῶν. |
| book 14 | —τῷ μιν ἀεὶ πρῶτόν τε: καὶ Πλάτων ἐν Νόμοις (715 e)· „ὁ μὲν θεὸς ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα πάντων ἔχων εὐθείᾳ περαίνει κατὰ φύσιν πορευόμενοσ“. ἴσως δὲ καὶ ἀπὸ τῶν σπονδῶν, τῷ τὴν μὲν πρώτην σπονδὴν εἶναι τῶν θεῶν τῶν Ὀλυμπίων, δευτέραν δὲ ἡρώων, καὶ τρίτην Διὸς σωτῆρος. Ὅμηρος δὲ ἐπὶ τοῦ βασιλέως (Ι 97)· „ἐν σοὶ μὲν λήξω, σέο δ’ ἄρξομαι“. πρῶτόν τε καὶ ὕστατον: ἀντὶ τοῦ διὰ παντὸς χρόνου καθ’ ἑκάστην ὥραν. |
| book 15 | —χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ’ ἀνθρώποισιν ὄνειαρ: „οὖλέ τε καὶ μέγα χαῖρε“ (ω 402). |
| book 16 | —〈αὐτὸς καὶ〉 προτέρη γενεή: ἐπὶ τοῦ Διὸς ἄμφω· „χαῖρε, ἐπεὶ αὐτὸς εἶ καὶ ἡ προτέρα γενεά“. οἳ δὲ προτέραν γενεὰν τοὺς Τιτᾶνάς φασιν, οὓς καλεῖσθαι τὸ νῦν οὐδένα λόγον ἔχει καταταρταρωθέντας ὑπὸ τοῦ Διός. ἄλλοι τοὺς ἀδελφοὺς τοῦ Διός· πρότερον γὰρ γεγόνασι καθ’ Ἡσίοδον. προτέραν δὲ ἡμῶν γενεάν, τοὺς πρώτους καὶ πρὸ ἡμῶν ἀστρονόμους. βέλτιον δὲ καὶ τοὺς ἥρωας τοὺς προτέρους ἡμῶν νοεῖσθαι, ὧν καὶ τὰ πολλὰ τῶν ἄστρων ἐπώνυμα, οἷον Περσεὺς Ὠρίων. |
| book 16 | αὐτὸς καὶ προτέρη γενεή: „ὦ Ζεῦ σὺ καὶ ἡ σὴ γενεά“, ἤτοι οἱ Τιτᾶνες, ὡς καὶ παρὰ Ἀντιμάχῳ, (fr. 45 Wyss)· „γηγενέας τε θεοὺς προτερηγενέας Τιτῆνασ“, καὶ Ὅμηρος (Ξ 201, 302)· „Ὠκεανόν τε, θεῶν γένεσιν, καὶ μητέρα Τηθύν“. εἰ δὲ ὡς πρὸς ἀνθρώπους προτέραν νοήσομεν, λέγοι ἂν τὴν τετάρτην ἀπὸ τοῦ χρυσοῦ γένους τὴν τῶν ἡμιθέων. ἡμεῖς γὰρ τῆς πέμπτης γενεᾶς. Τιτᾶνας δὲ διὰ τοῦτο λέγει χαίρειν, ἐπειδὴ καὶ ἐν τοῖς ἑξῆς Ἀστραῖον ἕνα τῶν Τιτάνων ὄντα ὑμνεῖ λέγων (VV. 98—99)· „εἴτ’ οὖν Ἀστραίου κείνου γένος ὅν ῥά τέ φασιν / ἄστρων ἀρχαίων πατέρ’ ἔμμεναι“. δύναται δὲ τὸ αὐτὸ καὶ τοῖς προειρημένοις καὶ τοῖς ἐπιφερομένοις συνάπτεσθαι, ὥσπερ καὶ χαίρετε δὲ Μοῦσαι καθ’ ἑαυτό. |
| book 16 | προτέρη γενεή: τινὲς τοὺς περὶ Ὀφίωνα καὶ Εὐρυνόμην καὶ Οὐρανὸν 〈καὶ〉 Κρόνον· ἀπὸ γὰρ τῶν πρώτων βασιλευσάντων πεποίηται τὴν κλῆσιν. τινὲς δὲ τοὺς ἥρωας οὓς Ἡσίοδος· „προτέρη γενεὴ κατ’ ἀπείρονα γαῖαν“ (Opp. 160). ἄλλοι τὸ χρύσειον γένος, ἐπεὶ δικαιότερον ἐγένετο. οἱ δὲ ἀκριβέστεροί φασι τὴν τῶν μαθηματικῶν καὶ ποιητῶν, παρ’ ὧν ἔλαβε [καὶ] τὴν τῶν Φαινομένων πραγματείαν. |
| book 16 | προτέρη γενεή: τινές φασι τοὺς περὶ Κρόνον καὶ τὴν Ῥέαν καὶ 〈τοὺσ〉 Τιτᾶνας. οἳ δὲ Ἄτλαντα καὶ Ἀστραῖον. οὗτοι γὰρ δοκοῦσι προγενέστεροι ἀστρολόγοι εἶναι. οἳ δὲ τοὺς ἥρωας ὧν μνημονεύει διὰ τῆς ποιήσεως. οἳ δὲ τὸ χρύσειον γένος ἔφασαν, ἐπειδὴ πρῶτοι καὶ δικαιότεροι ἐγένοντο ἄνθρωποι. οἱ δὲ ἀκριβέστερον περὶ τοῦ προκειμένου διαλαμβάνοντές φασιν ὅτι προτέραν γενεὰν ἐπικαλεῖται τὴν τῶν παλαιοτέρων ποιητῶν καὶ μαθηματικῶν, παρ’ ὧν ἔλαβε τὴν τῶν Φαινομένων πραγματείαν. τούτους γὰρ καὶ ἐν τοῖς ἑξῆς νομίζει προτέρους· περὶ γὰρ τοῦ Ὠρίωνος λέγων φησιν (637)· „Ἄρτεμις ἱλήκοις, προτέρων λόγοσ“, ἐπὶ δὲ 〈τῆσ〉 τοῦ Κενταύρου ἐκφράσεως (440— 442)· „ἐν δέ οἱ ... ἄλλο παρεσφήκωται ἐληλάμενον διὰ χειρὸς / Θηρίον, ὣς γάρ μιν πρότεροι διεφημίξαντο“. οἷς καὶ ἡμεῖς |
| book 16 | συγκατατιθέμεθα. ἡ δὲ ἐν τοῖς στίχοις διάνοια τοιαύτη· πάτερ μεγάλε μὲν καὶ ἄξιε θαυμασμοῦ, μέγα δὲ ὠφέλημα τοῦ τῶν ἀνθρώπων βίου, χαῖρε, αὐτός τε καὶ οἱ πρῶτοι καταβαλόμενοί σοι τὴν κοσμικὴν οἰκονομίαν· χαίρετε καὶ ὑμεῖς, προσηνέσταται Μοῦσαι, καὶ τῶν ἐμῶν εὐχῶν ὑπήκοοι γενόμεναι παράσχετε τεκμήρια σαφῆ τῆς τῶν ἄστρων θεωρίας τε καὶ παραδόσεως ἐμμελοῦς. |
| book 17 | —μειλίχιαι μάλα πᾶσαι: μειλίχιαι αἱ Μοῦσαι ὅτι πρὸς πάντας καὶ καθόλου εὐμενεῖς. εἶτα μάλα πᾶσαι ὑφ’ ἕν. τοὺς γὰρ λόγων εἱλουμένους πρᾴους ποιοῦντες. |
| book 17-18 | —ἐμοί γε ... ἀστέρας εἰπεῖν ᾗ θέμις εὐχομένῳ τεκμήρατε πᾶσαν ἀοιδήν: τὸ θέμις ἀμφίβολον. ἤτοι γὰρ τῷ προτέρῳ συναπτέον ἢ τῷ ἑξῆς, ἤτοι ἀστέρας εἰπεῖν ὡς προσῆκον τεκμήρατε, ἢ εὐχομένῳ ὡς προσῆκον παράσχετε εἰπεῖν, ὦ Μοῦσαι. |
| book 18 | —τεκμήρατε: πιστώσασθε, ἀπὸ τοῦ τεκμηρίου. καὶ εἰς τέλος ἀγάγετε· τὸ γὰρ τέκμωρ τέλος. ἄλλοι δὲ δείξατε. τεκμήρατε: μέχρι τέλους εἴπατε· τέκμωρ γὰρ τὸ τέλος. |
| book 19 | —οἳ μὲν ὁμῶς: λέγει ὅτι οἱ ἀπλανεῖς ὁμοίως αὑτοῖς ἕλκονται, οὐ μὴν κινοῦνται, στηρίζονται γὰρ καὶ ἀναποδίζουσιν. οὐρανῷ δὲ ἕλκονται ἀντὶ τοῦ σὺν τῷ οὐρανῷ φέρονται. ἄλλως: οἳ μὲν ὁμῶς: οἱ ἀπλανεῖς πάντες ὡς πρὸς αἴσθησιν ἐπὶ μιᾶς ὑποκείμενοι ἐπιφανείας ὁμοίως συμπεριάγονται παντὶ μέρει τοῦ οὐρανοῦ, ὁμοιοταχῶς μέν, οὐ μὴν ἰσοταχῶς. ὁμοιοταχεῖς μὲν γάρ εἰσιν ἀστέρες οἱ τὰς ὁμοίας περιφερείας ἐν ἴσῳ ἔχοντες χρόνῳ καὶ διανύοντες, ἰσοταχεῖς δὲ οἱ τὰς ἴσας περιφερείας ἐν ἴσῳ χρόνῳ κινούμενοι, καθότι 〈θᾶττον〉 κινοῦνται οἱ ἐπὶ τοῦ ἰσημερινοῦ τῶν περὶ τοὺς πόλους κειμένων. |
| book 19 | ὁμηρικὰ δὲ τὰ ἐπιρρήματα καὶ λαμπρά, προσεχῶς τῇ ἀρχῇ τοῦ ποιήματος. περισπαστέον δὲ τὸ ὁμῶς, ἵν’ ᾖ ὁμοίως. 〈ἤματα〉 δὲ τὰς ἡμέρας· ἀκουστέον τὸ νυχθημέρως. ἄλλοι ἐόντες: πολλοὶ τῶν γραμματικῶν ἀντὶ τοῦ ἐόντες ἰόντες ἔγραψαν διὰ τὸ πάντας τοὺς ἀστέρας πορεύεσθαι. ἔστι δὲ ὁ λόγος Ἀράτῳ περὶ τῶν φαινομένων καὶ ἀπλανῶν ἀστέρων, οὐ τῶν πλανήτων τῶν ἑπτά. οἱ γὰρ ἀπλανεῖς ἀεὶ ἐπὶ τοῦ αὐτοῦ ἑστήκασι, καὶ μόνον συγκαταφέρονται καὶ ἀναφέρονται τῷ οὐρανῷ. |
| book 19 | 〈οὐρανῷ ἕλκονται〉: [καὶ] ὑπὸ τοῦ οὐρανοῦ ἕλκονται καὶ ἀναφέρονται πᾶσαν ἡμέραν. καὶ ἐπειδὴ τοῦτο οὐκ ἤρκει, προσέθηκε τὸ συνεχές, κατὰ πᾶσαν ὥραν καὶ ἡμέραν. μάλιστα δὲ ὁ οὐρανὸς ἀδιαλείπτως κινεῖται, καθά φασιν οἱ ποιηταὶ καὶ φυσικοί, μηδὲν εἰς κίνησιν οὐρανοῦ ὀξύτερον. σκόπησαι γὰρ ὅτι ἀπὸ τοῦ ἑνὸς πέρατος τοῦ ἀνατολικοῦ τῆς γῆς ἐν ιβʹ ὥραις εἰς τὸ ἄλλο δυτικὸν ἔρχεται πέρας. ἡ δὲ τοῦ οὐρανοῦ κίνησις γίνεται ἔκ τινων ἀναθυμιάσεων κατὰ τοὺς φυσικούς, αἵτινες [ἀναθυμιάσεις] ῥυθμῷ τινι αὐτὸν κινοῦσιν. |
| book 19 | ἄλλως: οἱ μὲν δὴ ἀστέρες πολλοὶ ὄντες καὶ κατ’ ἄλλους ἄλλως τόπους κατεστηριγμένοι, συμπεριφέρονται τῷ οὐρανῷ καθ’ ἑκάστην ἡμέραν. ὁ δὲ νοούμενος ἄξων οὐδὲ κατ’ ὀλίγον κινεῖται, μένει δὲ ἀσάλευτος, ἔχων τὴν γῆν μέσην καὶ ἰσόρροπον. περὶ δὲ τὸν ἄξονα ὑπὸ τῆς ἑαυτοῦ δίνης ὁ οὐρανὸς κινεῖται. τῶν δὲ [περὶ] τὸν οὐρανὸν [ὃν] περὶ τῷ ἄξονι περατοποιούντων πόλων δύο, ὁ μὲν εἷς ἀφανὴς διὰ παντὸς ὑπὸ τῆς γῆς 〈ὁ〉 καλούμενος νότιος, ὁ δὲ ἀειφανὴς ὑπὲρ τὸν ὁρίζοντα διὰ παντὸς ὁρώμενος, ὁ καλούμενος βόρειος. ἐξ ἑκατέρου μέρους τοῦ βορείου πόλου Ἄρκτοι κατεστηριγμέναι τὴν ἴσην πορείαν ποιοῦνται. |
| book 19 | ἄλλως: οὐρανῷ ἕλκονται: ἀντὶ τοῦ ὑπὸ τοῦ οὐρανοῦ, ὁμηρικῷ σχήματι· „Ἀχιλῆϊ δαμασθείσ“ (Χ 55). ἐμφαίνει δὲ διὰ τούτων τοὺς ἀστέρας κινεῖσθαι ἐν ἐπιφανείᾳ τοῦ κόσμου, καθάπερ ἐνδεδημένους καὶ ἐστηριγμένους ἐν τῷ πέρατι τοῦ κόσμου. αὕτη δὲ ἡ ὑπόνοια ἰδιωτική. κεῖνται γὰρ οἱ ἀστέρες οὐκ εἰς ἐπιφάνειαν, ἀλλ’ ἐν βάθει πολλῷ τοῦ αἰθέρος, καὶ ἐν διαφόροις ὑψώμασιν ἀπὸ τῆς γῆς ἀφεστηκότες. ταύτην δὲ τὴν πρόληψιν ὁ Ἄρατος ἐν ὅλῃ τῇ ποιήσει τετήρηκεν. λέγει οὖν ἀγάλματα νυκτὸς ἰούσης (453) καὶ |
| book 19 | αἰὲν ἄρηρεν (22) καὶ ἐν οὐρανῷ ἐστήριξεν (10). εἰδέναι δὲ 〈δεῖ〉 ὅτι ἀπὸ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον ἡμέραν ἐπιλαμβάνει. |
| book 20 | —οὐρανῷ ἕλκονται: τί ἐστιν οὐρανός; ὁ περιέχων τὰ πάντα πλὴν αὑτοῦ. τί ἐστιν ἄξων; διάμετρος τοῦ κόσμου εὐθεῖα, διὰ τῶν πόλων ἐπιζευγνυμένη, μέσον μὲν ἔχουσα τὴν γῆν, τοὺς δὲ δύο πόλους πέρατα. καὶ περὶ ταύτην μένουσαν ἡ σφαῖρα στρέφεται. |
| book 21 | —μετανίσσεται: οὐδὲ τὸ τυχὸν μετακινεῖται, ἀλλὰ διὰ παντὸς μένει ἀσάλευτος. ὁ δὲ ἄξων οὐδὲ τὸ τυχὸν μετακινεῖται, ἀλλὰ μένει ἀσάλευτος. |
| book 22 | —ἄξων αἰὲν ἄρηρεν: τὸν ἄξονα συμβέβηκε νοεῖσθαι εὐθεῖάν τινα καὶ ἀσώματον γραμμὴν ἀπὸ τοῦ βορείου πόλου μέχρι τοῦ νοτίου, καὶ διὰ μέσης πεφυκυῖαν τῆς γῆς, ἣν συμβέβηκε κέντρον εἶναι τοῦ κόσμου, τῇ ἰδίᾳ φύσει, καθ’ ἣν ἀμετακίνητός ἐστι, καὶ ἀσάλευτον αὐτὴν περιέχει τὴν θέσιν. τὰ δὲ πέρατα τοῦ οὐρανοῦ, ἃ δὴ παρὰ τοῖς ἄκροις τοῦ ἄξονος ἐξ ἑκατέρων τῶν μερῶν νοοῦνται, πόλοι [ταῦτα] καλοῦνται. ἀτάλαντον ἁπάντη: διήκων γὰρ διὰ παντὸς τοῦ οὐρανοῦ, εἰκότως τὴν γῆν, κέντρον αὐτοῦ οὖσαν, περιέχει καὶ διαιρεῖ [αὐτήν]. μέσην οὖν τὴν γῆν διαπείρει, ὥσπερ τὰ πλευρὰ [τὰ παρ’ ἑκάτερα] τοῦ ἄξονος τῆς γῆς ἴσην αὐτὴν ἔχει καὶ ὑπ’ αὐτοῦ ταλαντευομένην. ἴσην γὰρ αὐτὴν ἐξ ἑκατέρου μέρους ποιεῖ αὐτὸς μέσος ὢν καὶ εἰς δύο αὐτὴν διαιρῶν. |
| book 22 | 〈ἢ〉 ἀτάλαντον ἁπάντη: ἴσην καὶ ὁμοίαν. καὶ αὐτὴ γὰρ σφαιροειδὴς 〈ὡσ〉 καὶ ὁ οὐρανός. Ἡσίοδος· „γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ / οὐρανὸν ἀστερόεντα.“ ἢ ἀτάλαντον, ἴσην κατὰ διάστημα ὡς πρὸς τὰ δύο ἡμισφαίρια. ὅσον γὰρ ὑπὲρ γῆς ἔχει ὕψος τοῦτο τὸ ἡμισφαίριον, τοσοῦτον ἔχει τὸ ὑπὸ γῆν μῆκος ἄλλο ἡμισφαίριον. αὐτὴ γὰρ ἐν μέσῳ τῶν δύο ἡμισφαιρίων κεῖται. |
| book 23 | —περὶ δ’ οὐρανός: πολλὴ καὶ διάφορος ἐνταῦθα ζήτησις περὶ τὴν γραφὴν ἐγένετο τοῖς μαθηματικοῖς καὶ γραμματικοῖς. οἱ μὲν γὰρ γραμματικοὶ ἀγνοήσαντες εἶπον· „περιάγει ὁ οὐρανὸς τὸν ἄξονα“. ἔστι δὲ τοῦτο τῶν ἀτοπωτάτων. εἰ γὰρ ἀκίνητον αὐτὸν ἀπεδώκαμεν, [καὶ] αὐτοῦ τοῦ Ἀράτου ἄντικρυς εἰπόντος (21—22) ἀλλὰ μάλ’ αὔτως / ἄξων αἰὲν ἄρηρεν, πῶς αὐτόν φασι περιάγεσθαι; ἀλλ’ οἱ μὲν μαθηματικοὶ τὸ αυτὸν δασύνουσιν, ἵν’ ᾖ ἑαυτόν. ὁ δὲ λόγος· „περὶ δὲ τὸν ἄξονα ἄγει καὶ στρέφει ὁ οὐρανὸς ἑαυτόν“. δύναται δὲ καὶ οὕτως ψιλουμένου τοῦ αυτόν, ἵν’ ᾖ ὡς πρὸς τὰ προειρημένα· „περὶ δὲ τὸν ἄξονα αὐτὸν πάντα τὰ ἄστρα ὁ οὐρανὸς ἀγινεῖ (ὡς τὸ προειρημένον) καὶ περιφέρει.“ ἄλλως: περιάγει, φησίν, ὁ ἄξων τὸν οὐρανόν. οὐκ οὕτως |
| book 23 | δὲ ἔχει. ὁ γὰρ οὐρανὸς ἀφ’ ἑαυτοῦ στρέφεται. ὥσπερ δὲ λέγομεν ὅτι ὁ χρόνος πάντα φέρει, καὶ τοὺς ὁδοιπόρους ἡ ὁδός, οὕτω καὶ ὁ ἄξων τὸν οὐρανόν. |
| book 24 | —καί μιν πειραίνουσι: ἀντὶ τοῦ περατοῦσι. τὰ γὰρ τοῦ ἄξονος πέρατα δύο εἰσὶ πόλοι, οὓς καὶ αὐτὸς ἐπάγει. τοῦ δὲ ἄξονος τὰ πέρατα πόλοι εἰσὶν εἰρημένοι. περὶ γὰρ αὐτοὺς πολεῖται ὁ οὐρανὸς καὶ στρέφεται. γραμμὴ δέ ἐστιν εὐθεῖα [ἡ] ἀπὸ σημείου ἀρξαμένη 〈καὶ εἰς σημεῖον λήγουσα,〉 ὡς ἔστι τὸ ὑποκείμενον. ἀπὸ γάρ τινος ἀρχῆς ἐποιήσαμεν τὴν γραμμὴν καὶ εἴς τι τέλος ἐλήξαμεν. ἡ δὲ εὐθεῖα γραμμὴ τοῦ ἄξονος τοὺς δύο πόλους ἔχει [τοὺς] ἀπὸ σημείου εἰς σημεῖον. |
| book 25 | —ἀλλ’ ὁ μὲν οὐκ ἐπίοπτος: οὐκ ἐσαφήνισεν ὁποῖον λέγει, ἀλλὰ διὰ τοῦ ἐπιφερομένου ἐσήμανε [τὸ ποῖον λέγει], δηλονότι τὸν νότιον. ζητητέον δὲ τί δήποτε τὴν ἀρχὴν ἐθέλων ποιήσασθαι πρῶτον τοῦ νοτίου ἐμνήσθη. καί φαμεν ὅτι ἤμελλε διατρίψαι ἐν τῷ βορείῳ πόλῳ, καὶ διὰ τοῦτο τὸν νότιον προέταξε τοῦ βορείου. |
| book 26 | —ὑψόθεν ὠκεανοῖο: ἀντὶ τοῦ ὠκεανοῦ. ὑψηλότερος γάρ ἐστι καὶ ἀειφανής, οὐδέποτε δυόμενος. καὶ Ὅμηρος περὶ τῆς Ἄρκτου, ἥτις ἐστὶν ἐν τούτῳ· „οἴη δ’ ἄμμορός ἐστι λοετρῶν ὠκεανοῖο“ (Σ 489, ε 275). μόνη γὰρ οὐ δύεται, τῶν ἄλλων δυομένων 〈ἢ ὅλων〉 ἢ ἀπὸ μέρους τινός, ὡς ὁ Κηφεὺς ἀπὸ ἄκρας κεφαλῆς. ἄλλως: ὠκεανὸν λέγει ὁ Ἄρατος τὸν ὁρίζοντα. ποιητικῶς δὲ 〈ὠκεανόσ〉 ἐστιν ὁ ὁρίζων, μεθ’ ὃν οὐδὲν ἔτι ἐστίν, ἐπειδὴ ἡ ἐκτὸς θάλασσα καὶ μεγάλη ὠκεανὸς καλεῖται, παρ’ ὅσον ὠκέως ῥεῖ. κύκλῳ μὲν γὰρ τὴν καθ’ ἡμᾶς περίκειται οἰκουμένην, ἐξ αὐτοῦ δὲ καὶ εἰς αὐτὸν αἵ τε δύσεις καὶ ἀνατολαὶ γίνονται, καθάπερ καὶ Ὅμηρος πολλαχοῦ εἴρηκεν. παρηκολούθηκε δὲ αὐτῷ 〈ὠκεανὸν〉 εἰπόντι τὸν ὁρίζοντα. δημιουργῷ γὰρ τῷ Ἡφαίστῳ |
| book 26 | χρησάμενος τῆς Ἀχίλλεως ἀσπίδος, ἣν ὑπέθετο κόσμου μίμημα, τελευταῖον τὸν ὠκεανὸν ἐποίησεν. ὁ δὲ Ἡρόδοτος (II, 23; IV, 36) οὐ παραδέχεται τὸν ὠκεανὸν τὸ σύμπαν, λέγων πλάσμα τι εἶναι ποιητικόν. Ἀτλαντικὸν δὲ αὐτὸ πέλαγος ... ὠκεανὸν λέγει τὸν ὁρίζοντα ἀπὸ τοῦ ὠκέως πάντα τὰ ἄστρα καὶ ἀνατέλλειν καὶ δύνειν. πρότερος δὲ Ὅμηρος ὠκεανὸν τὸν ὁρίζοντα προσηγόρευσε λέγων ἐπὶ μὲν τῆς ἀνατολῆς „Ἠὼς μὲν κροκόπεπλος ἀπ’ Ὠκεανοῖο ῥοάων / ὤρνυθ’“ (Τ 1), ἐπὶ δὲ τῆς δύσεως „ἐν δ’ ἔπες’ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο“ (Θ 485). |
| book 26-27 | —δύω δέ μιν ἀμφὶς ἔχουσαι: τὸν βόρειον πόλον. Ἄρκτοι ἅμα τροχόωσιν ἀντὶ τοῦ ἅμα τρέχουσι. διὰ τοῦτο γὰρ ἅμαξαι ὠνομάσθησαν. διτταὶ γάρ εἰσιν, ὧν τὴν μὲν μείζονα Ναύπλιος εὗρε, τὴν δ’ ἐλάττονα Θαλῆς ὁ σοφός. λέγει δὲ τὴν ἐλάττονα εἰκόνα εἶναι κυνός, ἥτις ἦν Καλλιστοῦς, ὅτι συγκυνηγὸς ἦν τῇ Ἀρτέμιδι. ἀποθανούσης δὲ αὐτῆς ἀπέθανε. τὸ δὲ ὄνομα ἔχει διὰ τὸ οὐρὰν κυνὸς ἔχειν. |
| book 27 | —Ἄρκτοι: τὴν μίαν τούτων τὴν μεγάλην, ἣν μετ’ ὀλίγον ὀνομάζει Ἑλίκην. Ἡσίοδος (fr. 163 Merkel‐ bach—West) δέ φησι Λυκάονος θυγατέρα εἶναι, καὶ ἐν Ἀρκαδίᾳ κατοικοῦσαν ἑλέσθαι μετὰ Ἀρτέμιδος τὴν περὶ τοὺς θῆρας ἀγωγὴν ἐν τοῖς ὄρεσι ποιεῖσθαι. φθαρεῖσαν δὲ ὑπὸ Διὸς ἐμμεῖναι ἐν τοῖς πρότερον λέγουσι τῇ Ἀρτέμιδι τὸ σύμπτωμα. ἤδη δὲ ἐπίτοκον οὖσαν ὀφθῆναι ὑπ’ αὐτῆς λουομένην, ἐφ’ ᾧ ὀργισθεῖσαν τὴν Ἄρτεμιν θηριῶσαι αὐτήν. καὶ οὕτως τεκεῖν ἄρκτον οὖσαν τὸν κληθέντα Ἀρκάδα. οὖσαν δὲ ἐν τῷ ὄρει θηρευθῆναι ὑπὸ αἰπόλων τινῶν, καὶ παραδοθῆναι Λυκάονι μετὰ τοῦ βρέφους. μετὰ χρόνον δέ τινα δόξαι εἰσελθεῖν εἰς τὸ Λύγκαιον, ὅ ἐστι τοῦ Διὸς λεγόμενον ἄβατον, ἀγνοήσασαν τὸν νόμον ὑπὸ τοῦ ἰδίου υἱοῦ διωκομένην. καὶ αὐτῶν |
| book 27 | τῶν Ἀρκάδων ἀναιρεῖσθαι μελλόντων, διὰ τὸν εἰρημένον νόμον, ὁ Ζεὺς διὰ τὴν συγγένειαν αὐτῆς ἐξείλετο, καὶ ἐν τοῖς ἄστροις αὐτὴν ἔθηκεν, Ἄρκτον δὲ αὐτὴν ὠνόμασε διὰ τὸ πτῶμα. ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς ἑπτὰ ἀμυδρούς, ἐφ’ ἑκατέρων τῶν νώτων δύο, ἐπὶ τοὺς ὠμοπλάτας αʹ, ἐπὶ τοὺς ἔμπροσθε πόδας δύο, ἐπ’ ἄκρον τῆς ῥάχεως ἕνα λαμπρόν, ἐπὶ δὲ τοῦ ὀπισθίου σκέλους δύο, ἐπ’ ἄκρων τῶν ποδῶν βʹ, ἐπὶ τῆς κέρκου τρεῖς. οἱ πάντες κδʹ. |
| book 27 | καὶ περὶ τῆς μείζονος Ἡσίοδος λέγει· Καλλιστὼ Λυκάονος θυγατέρα, ἐν Ἀρκαδίᾳ δὲ κατοικοῦσαν ἑλέσθαι μετὰ τῆς Ἀρτέμιδος τὴν περὶ τὰς θήρας ἀγωγὴν ἐν τοῖς ὄρεσι ποιεῖσθαι. φθαρεῖσαν δὲ ὑπὸ Διὸς μὴ δηλῶσαι τῇ Ἀρτέμιδι τὸ σύμπτωμα. ἤδη δὲ ἐπί[..]μον οὖσαν ὀφθῆναι ὑπ’ αὐτῆς λουομένης. ἐφ’ ᾧ ὀργισθεῖσαν τὴν Ἄρτεμιν θηριῶσαι αὐτὴν καὶ οὕτω τεκεῖν ἄρκτον οὖσαν τὸν κληθέντα Ἀρκάδιον. μετὰ χρόνον δέ τινα δόξαι εἰς τὸ Λύκαιον εἰσελθεῖν τὸ τοῦ Διὸς ἄβατον ἀγνοή〈σα〉σαν τὸν νόμον ἐκδιωκομένην ὑπὸ τοῦ ἰδίου υἱοῦ. ἀμφοτέρων δὲ ὑπὸ τῶν Ἀρκάδων ἀναιρεῖσθαι μελλόντων ὁ Ζεὺς διὰ τὴν συγγένειαν ἐξείλετο αὐτούς, καὶ ἐν τοῖς ἄστροις ἔθηκεν, Ἄρκτον δὲ αὐτὴν ὠνόμασεν, διὰ τὸ σύμπτωμα. |
| book 27 | ἡ δὲ μικρὰ Ἄρκτος ὑπὸ τῶν πλείστων Φοινίκη λέγεται. τὴν μείζονα Ἄρκτον Ἡσίοδος εἴρηκεν, Λυκάονος εἶναι θυγατέρα ἐν Ἀρκαδία δὲ κατοικοῦσαν ἑλέσθαι μετὰ Ἀρτέμιδος τὴν θήραν ἐν τοῖς ὄρεσι ποιεῖσθαι. φθαρεῖσαν δὲ ὑπὸ τοῦ Διὸς πρότερον λέγουσι τῆς Ἀρτέμιδι λέγουσι τὸ σύμπτωμα. ἡ δὲ ἐπὶ τόκον οὖσαν ὀφθῆναι ὑπ’ αὐτῆς λουόμενον. ἐφ’ ᾧ ὀργισθεῖσαν τὴν θεὸν θηριῶσαι αὐτήν, καὶ οὕτως τεκεῖν ἄρκτον καὶ κληθῆναι Ἀρκάδιν. τὸν γὰρ Δία φασὶν Ἀρτέμιδι ὁμοιωθέντα ἐλθεῖν εἰς τὸ ὄρος, καὶ συγκυνηγετοῦσαν ὀφθῆναι αὐτῷ. μετὰ δὲ τὸν χρόνον τῆς γαστρὸς μετεώρου γενομένου μηδὲν αἴτιον τοῦ συμπτώματος πλὴν Ἄρτεμιν. ἐφ’ ᾧ ὀργισθεῖσαν τὴν θεὸν θηριῶσαι αὐτήν. μετὰ δὲ χρόνον τινὰ ἔδοξεν εἰσελθεῖν εἰς τὴν τοῦ Διὸς αὐλήν, ἐκδιωκομένους δὲ ὑπὸ τοῦ |
| book 27 | Διὸς καὶ ὑπὸ τῶν Ἀρκάδων μελλόντων ἀναιρεῖσθαι διὰ τὸν προειρημένον νόμον, ὁ Ζεὺς διὰ τὴν συγγένειαν ἐξείλετο αὐτοὺς καὶ ἐν τοῖς ἄστροις ἔθηκεν Ἄρκτον ὀνομάσας διὰ τὸ σύμπτωμα. ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς ζʹ. ἀμαυροὺς ἐφ’ ἑκατέρων τῶν νώτων βʹ ὁ ὠμοπλάτης εἷς, (....) λαμπρὸν αʹ, ἐπὶ ποδὸς ὀπισθίου βʹ. κέρκου, τρεῖς. οὐ χρὴ δὲ ἐν τῷ οὐρανῷ τινὰ οἴεσθαι ἄρκτους ἢ ἁμάξας, ἀλλὰ πέντε τὰς αἰτίας εὐλόγως τῆς ἀστροθεσίας τίθενται. ἢ γὰρ καθ’ ὁμοίωσιν τοὔνομα τῷ ἄστρῳ, ὥσπερ ὁ Σκορπίος, ἢ κατὰ πάθος, ὡς ὁ Κύων (δοκοῦσι γὰρ ἐπὶ τῇ ἀνατολῇ τοῦ Κυνὸς λυττᾶν οἱ χερσαῖοι κύνες ὡς ἐπὶ πλήθους), ἢ μυθικῶς, ὡς ἡ μεταβληθεῖσα Καλλιστὼ εἰς ἄρκτον, ἢ κατὰ τιμήν, ὡς οἱ Διόσκουροι Δίδυμοι, ἢ διορισμοῦ καὶ διδασκαλίας χάριν, ὡς τὰ πολλὰ τῶν ζῳδίων. αἱ τοίνυν Ἄρκτοι Ἅμαξαι μὲν |
| book 27 | καθ’ ὁμοιότητα, Ἄρκτοι δὲ μυθικῶς. δεῖ γινώσκειν ὡς κατὰ πέντε αἰτίας ἡ ἀστροθεσία γέγονεν· ἢ καθ’ ὁμοίωσιν ὥσπερ ὁ Σκορπίος, ἢ κατὰ πάθος ὡς ὁ Κύων, ἢ μυθικῶς ὡς ἡ μεταβληθεῖσα Καλλιστὼ εἰς ἄρκτον, ἢ κατὰ τιμὴν ὡς Διόσκουροι οἱ Δίδυμοι, ἢ διορισμοῦ καὶ διδασκαλίας χάριν, ὡς τὰ πολλὰ τῶν ζῳδίων. ἅμα τροχόωσιν: ἀλλήλαις ἐπιφέρονται. καὶ γὰρ ἐπιεικῶς ἐν ταῖς ὁδοῖς ἀκολουθοῦσιν ἀλλήλαις αἱ ἅμαξαι, ἴσῳ τάχει τῶν βοῶν χρωμένων ἐν τῇ πορείᾳ. διαγράφεται δὲ ἐν ἑκατέρᾳ πλινθίον τι καὶ ὁ ῥυμός· |
| book 27 | οἱ μὲν τέσσαρες ἐν τῷ σώματι πλινθίον, ῥυμὸς δὲ ἡ οὐρά. Ὅμηρος Ἄρκτον κυρίως, Ἅμαξαν δὲ κατ’ ἐπίκλησιν. τὸ δὴ καλέονται Ἅμαξαι: διὰ τοῦτο, φησί, διὰ τὸ τρέχειν ὡς ἅμαξαι, ταύτην τὴν ὀνομασίαν ἔσχον, ἢ διὰ τὸ ἔχειν σχῆμα ἁμάξης τῶν τεσσάρων ἀστέρων ἀντὶ τροχῶν παραλαμβανομένων, τῶν δὲ τριῶν τῆς οὐρᾶς ἀντὶ ῥυμοῦ. Ἅμαξαι λέγονται παρὰ τὸ ὁμοῦ ἐν τῷ ἄξονι εἱλεῖσθαι. |
| book 27 | ἄλλως. Ἅμαξαι: διὰ τὸ ἅμα ἐν τῷ ἄξονι καὶ τῇ τούτου ἀρχῇ εἶναι. ἢ ὅπερ ἐπὶ τῆς μιᾶς λέγεται, τοῦτο καὶ ἐπὶ τῶν δύο εἴληφε. κυρίως γὰρ ἡ Ἑλίκη ἅμαξα λέγεται· οἱ γὰρ ἑπτὰ αὐτῆς ἀστέρες ἁμάξης τύπον ἔχουσιν· οἱ μὲν ἐπὶ τοῦ πλινθίου τέσσαρες (πλινθίον δὲ λέγεται παρὰ τοῖς γεωμέτραις πᾶν τετράγωνον), οἱ δὲ τρεῖς ἐπὶ μήκους τὸν ῥυμὸν πληροῦσι. δείξομεν δὲ καὶ παρ’ Ὁμήρῳ τὸ ἐπὶ τῶν δύο λεγόμενον (θ 229)· „δουρὶ δ’ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις οἰστῷ“. τὸ γὰρ ἀκοντίζειν ἴδιον μόνον ἐπὶ δόρατος, ὃ δὲ καὶ ἐπὶ τοῦ οἰστοῦ αὐτὸ ἔθηκεν. |
| book 27 | ἅμα τροχός ἐστιν ἡ δύο τροχῶν εἰς τὸ αὐτὸ συνέμπτωσις. ἅμα τροχόωσιν, εἰς τὸ αὐτὸ κινοῦνται. Ἄρατος δέ φησι τὴν Κυνόσουραν καὶ Ἑλίκην ἐν Κρήτῃ οὔσας γενέσθαι τρόφους τοῦ Διός, καὶ διὰ τοῦτο τῆς οὐρανοῦ μνήμης ἀξιωθῆναι. |
| book 28 | —αἳ δή τοι κεφαλάς: ἐπὶ τὰς ἀλλήλων ἰξύας τὰς κεφαλὰς ἔχουσι τετραμμένας, οὐκ ἐπὶ τὰς αὑτῶν, ὡς Ἀρίσταρχος ὁ γραμματικὸς ᾠήθη, τὰς κεφαλὰς αὐτῶν πρὸς τὴν ἰδίαν ἰξὺν ἀποστρέφεσθαι, παρὰ τὸ φαινόμενον. ὁρῶσι γὰρ εἰς τοὔμπροσθεν, καὶ οὐκ εἰσὶν ἀλλήλαις ἀνατετραμμέναι. ἡ δὲ ἰξὺς λέγεται καὶ ἄκνηστις, ἣν οὐκ ἔστι ξύσαι οὐδὲ ῥᾴδιον κνῆσαι. 〈αἳ δή τοι〉: ἀπορεῖται δὲ ἐνταῦθα· τῆς γὰρ μικρᾶς Ἄρκτου κεφαλὴν μὴ ἐχούσης, ἀλλὰ τῶν πάντων ἀστέρων ἑπτὰ ὑπαρχόντων, πῶς Ἄρατος λέγει αἳ δή τοι κεφαλὰς μὲν ἐπ’ ἰξύας αἰὲν ἔχουσι; λύεται δὲ ἀπὸ τούτου παρ’ ὅσον οἱ παλαιοὶ ἐξ ἑπτὰ ἀστέρων κατηστέριζον τὴν μικρὰν Ἄρκτον, |
| book 28 | καὶ κεφαλὴν μὲν ὑφίσταντο τὸν βορειότερον τῶν ἀστέρων τῶν ἐν τῇ ἡγουμένῃ πλευρᾷ τοῦ τετραπλεύρου, ἐμπροσθίους δὲ πόδας τὸν νοτιώτερον τοῦ τετραπλεύρου, ὀσφὺν δὲ τὸν βορειότερον τῶν ἐν τῇ ἑπομένῃ πλευρᾷ τοῦ τετραπλεύρου, ὀπισθίους δὲ πόδας τὸν νοτιώτερον, οὐρὰν δὲ τοὺς ὑπολειπομένους ἀστέρας. αἳ δή τοι: περὶ τῆς θέσεως καὶ διαμαυρώσεως ταῦτα· διώκειν γὰρ ἑαυτὰς ἐοίκασι περὶ τὸν πόλον, ὥστε τὴν τῆς ἑτέρας κεφαλὴν κατὰ τὴν 〈τῆς ἑτέρασ〉 οὐρὰν τετάχθαι. |
| book 29 | —〈αἰεὶ δὲ κατωμάδιαι〉: φιλοτέχνως· οὐ γὰρ πάντα τὰ ἄστρα ἐν τῇ περιφορᾷ τὴν αὐτὴν τάξιν τετήρηκεν, ἀλλὰ τὰ μὲν ὀρθὰ ἀνατείλαντα πλάγια δύνει, τὰ δὲ τὸ ἔμπαλιν. 〈κατωμάδιαι φορέονται〉: ἐπὶ τὰς κεφαλὰς [καὶ] ἀεὶ δύνουσι καὶ οὐδέποτε ἐπὶ τὰς οὐράς. ἄλλως: ἡ μὲν ἀναβαίνει, ἡ δὲ κάτω φέρεται. κατωμάδιαι, τῶν γὰρ προτομῶν αὐτῶν τὰ ἐμπρόσθια κατὰ τὴν δύσιν πολοῦνται. |
| book 29 | οὐχ ὥσπερ τὸν Κένταυρον· φησὶν ὅτι κατ’ οὐρὰν δύνει. 〈φορέονται〉: ἐπεὶ ἡ μὲν δύνει, ἡ δὲ ἀναβαίνει. ὅταν γὰρ ἡ μία ἐν τῷ ἀνατολικῷ ἡμισφαιρίῳ, ἡ ἑτέρα γίνεται πρὸς τὴν δύσιν. |
| book 30 | —ἔμπαλιν: χωρὶς εἰς τοὐπίσω· ὃ καὶ ἐπιφέρει λέγων εἰς ὤμους τετραμμέναι. |
| book 30-33 | —εἰ ἐτεὸν δή: ὁ Ἄρατος τὸ ποίημα τὸ ἑαυτοῦ τοῖς ποιητικοῖς μᾶλλον εἶναι θελήσας, ἀλλ’ οὐχὶ μόνον φυσικώτατον, ὅπερ ἐστὶν ἴδιον ποιητοῦ, τοῦτο μεταχειρίζεται, λέγω δὴ τὸν μῦθον, κατὰ καιρὸν μέντοι, οὐκ ἀπιθάνως, καὶ ὡς μὲν ποιητὴς παρεισάγει, ὡς δὲ περὶ φυσικῶν διαλεγόμενος οὐ πάνυ τῷ μύθῳ συντρέχειν δοκεῖ. ἐπήγαγε γοῦν τὸ εἰ ἐτεὸν δή, ὅπερ ἐστὶν ἀμφιβάλλοντος. ὁ δὲ μῦθος βούλεται ταύτας ἀνατετραφηκέναι τὸν Δία ἐν Κρήτῃ, ὅτε τὴν Πυρρίχην (ἥ ἐστιν ἐνόπλιος ὄρχησις) [ἣν] ὀρχούμενοι οἱ Κορύβαντες ἐπὶ ὅλον ἐνιαυτὸν τὸν Δία ἔθρεψαν λαθόντες τὸν Κρόνον. |
| book 30-33 | παρὰ πᾶσιν ᾖσται ὅτι χρησμὸν ἔχων ὁ Κρόνος παρὰ τῆς Γῆς ἐφυλάττετο τὰς ἐκ τῶν ἀρρένων ἐπιβουλάς, διὸ καὶ κατέπινε τοὺς γεννωμένους. ἡ δὲ Ῥέα, ὅτε τὸν Δία ἔτεκεν, λίθον σπαργανώσασα προσήνεγκεν, ὃν καταπιὼν ὕστερον ἐξέβαλε. καί φασιν ὅτι εἰς Δελφοὺς κατηνέχθη, μέχρι τοῦ νῦν διὸς ῆρον καλούμενος, ὑπὸ δέ τινων καὶ βαίτυλος. τὸ δὲ βρέφος ἐκθεῖναι τὴν Ῥέαν παρὰ τὸ Δικταῖον ὄρος. |
| book 30-33 | Δίκτῳ: Δίκτον ἀκρωτήριον τῆς Κρήτης πλησίον τῆς Ἴδης τοῦ Κρητικοῦ ὄρους, ἔνθα ἐστὶν Ἀλσείου Διὸς τέμενος, παρὰ τὸ παρακείμενον ἄλσος. |
| book 32 | —ὅ μίν ποτε: ὅμοιόν ἐστι τῷ „ὅ μοι γέρας ἔρχεται ἄλλῃ“ (Α 120). ἀντὶ τοῦ ὅτι. αὐτὸς γὰρ ὁ ὅτι σύνδεσμος ἀπεκόπη, καὶ ἐγένετο ὅ. οὐ γάρ ἐστιν ἄρθρον ἀντὶ συνδέσμου· οὐδέποτε γὰρ τοῦτο εὑρέθη. |
| book 34 | —σχεδὸν Ἰδαίοιο: εἰ ἡ Δίκτη πλέον ἢ χιλίους σταδίους ἀπέχει τῆς Ἴδης, ἁμαρτάνεται τῷ Ἀράτῳ γράφοντι ταῦτα [τὸ ὄρεος σχεδὸν Ἰδαίοιο]. ὅθεν ἔνιοι μὲν γράφουσι σχεδὸν Αἰγείοιο, παρ’ Ἡσιόδου λαβόντες, φάσκοντος τραφῆναι τὸν Δία Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι (Theog. 484). εἰ δὲ μηδέν ἐστιν ὄρος ἐν Κρήτῃ Αἰγαῖον, ἄμεινον διαστέλλειν τῇ ἀναγνώσει ὅ μιν (ὅτι αὐτόν) κουρίζοντα Δίκτῳ ἐν εὐώδει, καὶ ἀφ’ ἑτέρας ἀρχῆς ὄρεος σχεδὸν Ἰδαίοιο ἄντρῳ ἐγκατέθεντο, καὶ νοεῖν ὅτι ἐγεννήθη μὲν ἐν τῇ Δίκτῃ, μετεκομίσθη δὲ ἐπὶ τὸ ἄντρον τῆς Ἴδης. |
| book 34 | Ζηνόδοτος δὲ ὁ Μαλλώτης δίκτον ἤκουσε τὸ καλούμενον δίκταμνον, καὶ διὰ τοῦτο καὶ εὐῶδες τοῦτο εἰρῆσθαι. δοκεῖ δὲ πρὸς εὐτοκίαν συμβάλλεσθαι αὐτό, ᾧ καὶ τὴν Εἰλείθυιαν στέφουσι· καί που ἐπ’ αὐτῆς Εὐφορίων (fr. 111 Powell) „στεψαμένη θαλεροῖσι συνήντετο δικτάμνοισι“. καὶ ταῖς αἰξὶ δὲ προσφιλὴς ἡ βοτάνη· βέλει γὰρ τρωθεῖσαι καὶ ὀρύττουσαι αὐτὴν ἀποβάλλονται τὸ βέλος. |
| book 34 | Κούρητες καὶ Κορύβαντες καὶ Ἰδαῖοι Δάκτυλοι οἱ αὐτοί εἰσι, περὶ ὧν καὶ Ἀπολλώνιος (I, 1129—1131)· „Δάκτυλοι Ἰδαῖοι Κρηταιέες, οὕς ποτε νύμφη ...... δραξαμένη“. Ἰδαίοιο: ζητοῦσι δέ τινες τίνος χάριν τὴν Δίκτην φησὶν εἶναι πλησίον τοῦ Ἰδαίου ὄρους· ἔστι γὰρ πολὺ τὸ διάστημα. ἀλλ’ ἐὰν στίξωμεν εἰς τὸ εὐώδει, οὐδὲν ζητηθήσεται. καὶ τὸ ὄρεος σχεδὸν Ἰδαίοιο συναπτέον εἰς τὸ ἄντρῳ ἐγκατέθεντο. |
| book 34 | ἔδει δὲ εἰπεῖν Δίκτῃ, ἀλλ’ οἱ ποιηταὶ εἰώθασι τὰ γένη ἐναλλάσσειν· ὡς χώρα χῶρος, ὠνὴ ὦνος, οὕτως οὖν Δίκτη Δίκτος γίνεται, παρὰ τὸ ἐκεῖσε τὸν Δία τεχθῆναι [κατὰ τροπὴν οὖν τοῦ τ εἰς δ]. εὐώδει δὲ διὰ τὴν ἐκεῖσε λεγομένην φύεσθαι βοτάνην τὴν δίκταμνον καλουμένην. |
| book 30-33bis | —εἰ ἐτεὸν δή: ἀπιστεῖ τῷ περὶ τῶν Ἄρκτων μύθῳ, παρεκβάσει δὲ ἐνταῦθα χρῆται διήγημα παρεκβαλὼν διὰ τὸ κατ’ ἀνάπαυσιν τοῦ ἀκροατοῦ. ὅ μιν: ἀντὶ τοῦ αὐτὸν τὸν Δία. Δίκτῳ: ἀντὶ τοῦ Δίκτῃ· ἔθος γὰρ τοῖς ποιηταῖς ἐναλλάσσειν τὰ γένη, ὡς Ὅμηρος· „χόλῳ ἄρα ς’ ἔτρεφε μήτηρ“ (π 203). ὄρεος σχεδὸν Ἰδαίοιο: περιφραστικῶς τὴν Ἴδην. περὶ Δίκτου: Δίκτη ἦν, καὶ εἶπεν αὐτὸ Δίκτος· ἔθος γὰρ παρεναλλάσσειν τὰ γένη, ὡς παρ’ Ὁμήρῳ χολὴ χόλος. οὕτως δὲ ὀνομάζεται διὰ τὸ δίκταμον γίνεσθαι ἐν ἐκείνῳ τῷ ὄρει. προσφιλὴς δὲ αὕτη ἡ βοτάνη ταῖς αἰξίν· βέλει γὰρ τρωθεῖσαι καὶ ὀρύττουσαι αὐτὴν ἀποβάλλονται τὸ βέλος. |
| book 30-33bis | καὶ ἡ Ῥέα τούτου ἐπιλαβομένη εὐτόκησεν καὶ εὐώδης ἐγένετο. οὐ τὸ Δίκτον ὄρος σχεδὸν Ἰδαίοιό φησιν· οὐ γάρ ἐστιν ἐγγύς, ἀλλὰ χίλιοί που στάδιοι. μεταξὺ δὲ 〈δεῖ〉 διαστεῖλαι, καὶ τὸ μὲν πρῶτον συνάπτειν ὅ μίν ποτε κουρίζοντα Δίκτῳ ἐν εὐώδει, καὶ ἑξῆς ὄρεος σχεδὸν Ἰδαίοιο ἄντρῳ ἐγκατέθεντο. τὸ δὲ ὅλον· αὐτόν ποτε τεχθέντα καὶ κουρίζοντα ἐν τῇ Δίκτῃ (τουτέστι κλαυθμυριζόμενον καὶ γινόμενον διὰ τοῦτο κατάφωρον) ἔργον ποιουμένης τῆς Ῥέας λαθεῖν τὸν Κρόνον, εἰς τὰς πλησίας τοῦ Ἰδαίου ὄρους κατέθεντο, καὶ εἰς ἐνιαυτὸν Ἄρκτοι ἔτρεφον. ἐγεννήθη δὲ ὁ Ζεὺς ἐν τῇ Δίκτῃ (τοῦτο δέ ἐστιν ἀκρωτήριον ἀνατεῖνον εἰς τὸ Λιβυκὸν πέλαγος), ἐτράφη δὲ ἐν τῇ Ἴδῃ μετενεχθεὶς ὑπὸ τῶν Κουρήτων λάθρα τοῦ Κρόνου εἰς τὸ ἄντρον. —Δίκτῃ ὤφειλεν 〈εἰπεῖν〉, ἀλλ’ οἱ ποιηταὶ εἰώθασιν ἐναλλάσσειν τὰ γένη, ὡς χώρα χῶρος, ὠνὴ ὦνος. |
| book 35 | —Δικταῖοι Κούρητες: οἱ Κούρητες ἐκάλουν τὴν μὲν μικρὰν Κυνόσουραν διὰ τὴν τῆς οὐρᾶς ὁμοιότητα, τὴν δὲ ἑτέραν Ἑλίκην διὰ τὸ ἑλίσσεσθαι καὶ ἑλικώδη πως τὴν οὐρὰν ἔχειν. καὶ διὰ τὸ ἕλκεσθαι ὑπὸ οὐρανοῦ κατ’ ἐξοχὴν ὠνομάσθη πάντων, ὡς ὁ λέων θὴρ κατ’ ἐξοχὴν πάντων. Κυνόσουραν τὴν ἐλάττω λέγει μὴν ὅτι τοῖς κυσὶν ὁμοίαν ἔχει τὴν οὐρὰν ἀνακεκλασμένην. |
| book 37 | —τὴν δ’ ἑτέρην Ἑλίκην: τὴν μείζονα Ἄρκτον Ἑλίκην παρὰ τὰς ἕλικας καὶ συστροφὰς αὐτῆς. μείζους γὰρ ἔχει τὰς περιφορὰς τῆς Κυνοσούρας, ἅτε καὶ μείζων οὖσα κατὰ τὸ μέγεθος. ἡ μὲν γὰρ Κυνόσουρα περὶ τὸν πόλον ἐστίν, ἡ δὲ περὶ τὸν ὅλον βόρειον κύκλον. τινὲς δὲ λέγουσι καὶ ἑλίκωπας ἐντεῦθεν τοὺς Ἕλληνας ὀνομασθῆναι ὅτι πρὸς τὴν Ἑλίκην ἔχουσι τοὺς ὦπας πλέοντες. |
| book 38 | —〈ἵνα χρὴ νῆας ἀγινεῖν〉: ποῦ δέον τὰς ναῦς ἀγαγεῖν. |
| book 39 | —τῇ δ’ ἄρα Φοίνικες: ἐν ταύτῃ τῇ Ἄρκτῳ τῇ ἐλάττονι οἱ Φοίνικες πεποιθότες. ὄντως ὑπ’ αὐτῶν ἐτιμήθη Φοινίκη καλουμένη. ἐτιμήθη δὲ καὶ παρὰ τῆς Ἀρτέμιδος διὰ τὰ προλεχθέντα ἔμπροσθεν συμπτώματα. ἀγνοοῦσα γὰρ ὅτι ὁ Ζεὺς αὐτὴν ἔφθαρκεν, ἠγρίωσεν αὐτήν. ὕστερον δὲ αἰσθανομένην λέγεται δόξαν αὐτῇ ἀντιθῆναι ἕτερον εἴδωλον ἐν τοῖς ἄστροις ὥστε δισσὰς ἔχειν τινάς. Ἀντισθένης δὲ ἐν τοῖς ἁμαξιακοῖς φησὶ τροφὸν γεγονέναι τοῦ Διὸς Κυνόσουραν εἶναι τῶν Ἰδαίων νυμφῶν. ἀφ’ ἧς εἶναι μέν, ὑπὲρ Νικόστρατον τῇ πόλει τῇ καλουμένῇ τοὔνομα. ἔκτισαν δὲ καὶ τὸν ἐν αὐτῆ λιμένα, καὶ τὸν περὶ αὐτὴν τόπον Κυνόσουραν τὸν τόπον κληθῆναι. ἐλθεῖν δὲ μετὰ τῶν Τελχίνων ὡς εἶναι τῆς Ῥέας παραστάτην, ὥσπερ Κουρῆτας καὶ Ἰδαίους Δακτύλους. Ἄρατος δὲ αὐτὴν καλεῖ Ἑλίκην ἐκ Κρήτης οὖσαν καὶ γενέσθαι Διὸς τροφόν. καὶ διὰ τοῦτο ἐν τῷ οὐρανῷ τιμηθῆναι. ἔχει δὲ ἀστέρας ἐπὶ μὲν ἑκάστης γωνίας τοῦ πλινθίου αʹ. ἐπὶ δὲ τῆς κέρκου λαμπροὺς γʹ. |
| book 39 | τῇ δ’ ἄρα Φοίνικες: τῇ Κυνοσούρᾳ τῇ μικρᾷ· βραχεῖα γὰρ οὖσα ἐν τῷ αὐτῷ στρέφεται, καὶ ἔστι μᾶλλον εὐσύνοπτος, οὐ τῇ λαμπηδόνι (ἀμυδρὰ γάρ), ἀλλὰ τῷ ἐν τῷ αὐτῷ στρέφεσθαι. ἡ γὰρ ἑτέρα ἐν τῇ περιφορᾷ μείζων κυκλουμένη οὐκ ἔστιν εὐσύνοπτος διὰ τὸ πολυφερές. πεπίστευνται δὲ ὡς ἀκριβέστεροι Φοίνικες τὰ ναυτικὰ καὶ ἐμπειρότεροι τῶν Ἑλλήνων πρὸς τὴν ἐλάσσω βλέποντες. ὁ γὰρ εὑρετὴς αὐτῆς Θαλῆς εἰς Φοίνικας ἀνάγει τὸ γένος. οἱ δὲ Ἕλληνες ἐν ἀγνωσίᾳ τῆς μικρᾶς ὄντες πρὸς τὴν Ἑλίκην ὁρῶντες ὡς μείζονα διέπλεον καὶ πλέουσιν, ὅθεν [αὐτοὺς] Ὅμηρος „ἑλίκωπες Ἀχαιοί“ (Α 389 al.) ὡς εἰς αὐτὴν τοὺς ὦπας ἀνατείνοντες. οἱ δὲ λέγοντες εὐοφθάλμους τοὺς ἑλίκωπας ἁμαρτάνουσι. παρθένων γὰρ τὸ ἐπίθετον. |
| book 41 | —πολλὴ φαινομένη: οὐ τῷ μεγέθει, ἀλλὰ τῇ λαμπηδόνι. τὸ δὲ πρώτης ἀπὸ νυκτός, ἀπὸ ἑσπέρας. εὐθέως γὰρ δύναντος ἡλίου φαίνεται. ἔστι μὲν γὰρ δι’ ὅλου, ἀλλὰ μεθ’ ἡμέραν ὑπὸ τοῦ ἡλίου κρύπτεται. |
| book 42 | —ἡ δ’ ἑτέρη ὀλίγη μέν: ἡ δὲ Κυνόσουρα τῷ φωτὶ μὲν ὀλίγη, ἔστι γὰρ ἀμυδροτέρα, τοῖς δὲ ναυτιλλομένοις ἐπιτηδειοτέρα. καὶ ἐπιφέρει ὅτι ἐλάττονι στροφῇ χρῆται καὶ περιφορᾷ, ὥστε ἐν τῷ αὐτῷ στρεφομένη εὐσύνοπτός ἐστιν οὐ μεγάλην τὴν περιφορὰν ποιουμένη καὶ ἀποπλανῶσα τοῦ τόπου τὴν θέαν ὡς ἡ Ἑλίκη. |
| book 37-44 | —ἄλλως: ἡ δὲ ἑτέρη Ἑλίκη περὶ μικρὸν εἰλουμένη καὶ τὴν περιστροφὴν ποιοῦσα περὶ τὸν πόλον αὐτόν, βεβαίαν καὶ ἀπλανῆ τὴν τήρησιν παρέχει τοῖς Σιδωνίοις, οὐκ ἐπὶ πολλὰ μέρη νεύουσα ταῖς περιφοραῖς. καθολικῶς δὲ Σιδωνίους τοὺς Φοίνικάς φησιν ἀπὸ μιᾶς πόλεως τῆς Σιδῶνος. Ἄμφις ὁ τῶν κωμωδιῶν ποιητὴς περὶ τῆς τοῦ μείζονος Ἄρκτου φησὶν ὅτι τὸν Δία ὁμοιωθέντα Ἄρτεμιν καὶ κυνηγετοῦντα εἰς τὸ ὄρος φθεῖραι αὐτήν. ὕστερον δὲ ἐταζομένην εἰπεῖν μηδένα ἕτερον αἴτιον εἶναι τοῦ συμπτώματος, πλὴν Ἄρτεμιν. ἐφ’ ᾧ ὀργισθεὶς ἐκθηριῶσαι αὐτήν. |
| book 44 | —γράφεται τῷ καὶ Σιδόνιοι, ἵν’ ᾖ τὸ τῷ οὐκ ἄρθρον, ἀλλὰ σύνδεσμος αἰτιώδης. ἔστι γὰρ διὸ καί. Σιδόνιοι χρῶνται σκοπῷ τῇ μικρᾷ Ἄρκτῳ, ἐπειδὴ ἐλάττονα κύκλον περιγράφει τῇ στροφῇ καὶ τῷ πόλῳ. |
| book 45 | —οὗτος ὁ μέγας καὶ ἀμφοτέρων τῶν Ἄρκτων κείμενος λέγεται εἶναι ὁ δράκων. ὃν κατέστησεν Ἥρα ἐπὶ γῆς ἑσπέρας φύλακα τῶν χρυσέων μήλων. Φερεκύδης γάρ φησιν ὅτε ἐγάμει ὁ Ζεὺς τὴν Ἥραν, φέρειν τοὺς θεοὺς δῶρα. ἐλθεῖν δὲ καὶ τὴν γῆν καὶ φέρειν χρύσεα μῆλα. ἐκείνους δὲ θαυμάσαι καὶ εἰπεῖν καταφυτεῦσαι εἰς τὸν τῶν θεῶν κῆπον ὃς ἦν παρὰ τῷ Ἄντλαντι. ὑπὸ δὲ τῶν ἐκείνου παρθένων ὑφαιρουμένων ἀεὶ τῶν μήλων κατέστησε φύλακα τὸν ὄφιν ὑπερμεγέθη ὄντα. ἔχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς ἄκρας λαμπροὺς γʹ. ἐπὶ δὲ τοῦ σώματος ἕως τῆς κέρκου ιθʹ παραπλησίους ἀλλήλοις. |
| book 45 | τὰς δὲ δι’ ἀμφοτέρας: ἀντὶ τοῦ δι’ ἀμφοτέρων αὐτῶν ὁ Δράκων εἰλεῖται, [ἢ ὅτι] διαχωρίζει τὰς ἀμφοτέρας. πτῶσις δὲ ἀντὶ πτώσεως· ἔστι δὲ τὸ τοιοῦτον ἑλληνισμός. ἀπορρώξ: ὡς καὶ Ὅμηρος (Β 755, κ 514)· „Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ“. ἀπόρροια καὶ ἀπόσπασμα. τὸ δὲ ποταμοῖο ἅμα καὶ πρὸς τὸ πολυκαμπὲς τῶν ποταμίων ὑδάτων καὶ πρὸς τὸ τοῦ Δράκοντος μέγεθος. καὶ ἐν τούτῳ δὲ Ἡσιόδου ζηλωτὴς φαίνεται· οὗτος γὰρ ποταμὸν εἴκασε δράκοντι εἰπών (fr. 70, 23 Merkelbach—West)· „καί τε δι’ Ἐρχομενοῦ ἠπείγμενος εἶσι δράκων ὥσ“, οὗτος δὲ τοὐναντίον δράκοντα ποταμῷ ἀπείκασεν. |
| book 45 | Δράκων δὲ οὗτός ἐστιν ὃν ἀνεῖλε Κάδμος, καθ’ ἑτέρους δὲ ὁ τὰ μῆλα φυλάσσων τῶν Ἑσπερίδων· ὡς δὲ ὁ πολὺς λόγος, ὁ ὑπὸ Ἀπόλλωνος ἀναιρεθείς, ὁ Πύθων. |
| book 46 | —εἰλεῖται μέγα θαῦμα: καθ’ ὑπερβολὴν λαμπρὸς ὢν καὶ μέγας ἀμφοτέρας διέζωκε τὰς Ἄρκτους. φέρεται δὲ περὶ τοῦ Δράκοντος κρητικὸς μῦθος· ἐπιόντος ποτὲ τοῦ Κρόνου, ὁ Ζεὺς εὐλαβηθεὶς ἑαυτὸν μὲν εἰς δράκοντα μετεμόρφωσε, τὰς δὲ τροφοὺς εἰς ἄρκτους, καὶ ἀπατήσας τὸν πατέρα, μετὰ τὸ παραλαβεῖν τὴν βασιλείαν, τὸ συμβὰν ἑαυτῷ τε καὶ ταῖς τροφοῖς τῷ ἀρκτικῷ ἐνεστήριξε κύκλῳ. ὡς ἂν οὖν εἰδὼς ὁ ποιητὴς ὅτι μετεμορφώθη εἰς δράκοντα εἶπε μέγα θαῦμα. τὸ δὲ περί τ’ ἀμφί τε, ἀντὶ τοῦ περὶ τὰς Ἄρκτους καὶ ὑπὸ τὰς Ἄρκτους κεκλασμένος. |
| book 46 | φασὶν ὅτι ὁ Ζεὺς ἐν Κρήτῃ τιθηνούμενος, εἶτα φοβηθεὶς τὸν Κρόνον μετεσχηματίσθη αὐτὸς μὲν εἰς δράκοντα, τὰς δὲ μαίας μετεποίησεν εἰς ἄρκτους. ἡ δὲ τῶν στίχων διάνοια οὕτως· μεταξὺ δὲ τῶν δύο Ἄρκτων καθάπερ τις χείμαρρός ποτε ὁ Δράκων ἐπὶ πολὺν τόπον διήκων θεωρεῖται. ἐξ ἑκατέρου μέρους τῶν τοῦ σώματος καμπῶν αἱ Ἄρκτοι τὴν περιστροφὴν λαμβάνουσιν, ἄδυτοι καθεστηκυῖαι. αὐτὸς δὲ ὁ Δράκων ἐξέχει τὸ μὲν ἄκρον τῆς οὐρᾶς παρὰ τὴν κεφαλὴν τῆς μεγάλης Ἄρκτου, τῇ δὲ τοῦ σώματος καμπῇ παραλαμβάνει τὴν κεφαλὴν τῆς μικρᾶς Ἄρκτου, ἐνεγχθεὶς δὲ μέχρι τῶν πόλων αὐτῶν εἰς τοὐπίσω ἀνακλᾶται. ἔχει δὲ ἐπὶ τῆς κεφαλῆς ἀστέρας πέντε, δύο τῶν ὀφθαλμῶν καὶ δύο τῶν κροτάφων, ἕνα δὲ τοῦ γενείου. ὁ δὲ Ἵππαρχος εὐθύνειν πειρᾶται τὸν Ἄρατον ὡς μὴ ἀκριβῶς τὰ περὶ τῶν Ἄρκτων εἰπόντα, ὡς τῆς οὐρᾶς ἑκατέρωθεν, ἀλλ’ οὐχὶ τῆς σπείρας εἰσίν. |
| book 46 | ὁ δὲ Δράκων οὗτος ἐστὶν ὃς ἐφύλαττε τὰ χρυσᾶ μῆλα, ὃν ἐφόνευσεν Ἡρακλῆς. |
| book 47 | —αἳ δ’ ἄρα οἱ σπείρης ἑκάτερθε: ἑκατέρωθεν αὐτοῦ τῆς σπείρας. αἵτινες ἄρκτοι τὸν ὠκεανὸν φυλάττονται· μόναι γὰρ οὐ δύνουσι διὰ τὸ εἶναι αὐτὰς ἐν τῷ βορείῳ. ἤτοι μόναι τῶν ἄλλων ἄστρων φυλάσσονται καὶ οὐ κρύπτονται ὑπὸ τοῦ ὠκεανοῦ. |
| book 49 | —αὐτὰρ ὅ γ’ ἄλλην μὲν νεάτῃ: περὶ τῶν δύο Ἄρκτων ὁ λόγος. λέγει δέ· ὁ Δράκων 〈τῆσ〉 ἑτέρας μὲν τῶν Ἄρκτων τῇ ἐσχάτῃ οὐρᾷ αὑτοῦ ἀποτείνεται. [γράφεται δὲ καὶ ἐπιτέλλεται.] κατὰ γὰρ τὴν οὐρὰν ἀποτέταται ὁ Δράκων. ἔστιν οὖν περὶ τὴν κεφαλὴν τῆς Ἑλίκης ἡ οὐρά, ὥς φησιν ἑξῆς. περιτέμνεται ἀντὶ τοῦ περιλαμβάνει τὴν Κυνόσουραν. τῆς μεγάλης Ἄρκτου. ἐν δὲ τῇ σπείρᾳ αὐτοῦ ἡ Κυνόσουρα τὴν κεφαλὴν ἔχει. τοῦ Δράκοντος δὲ τὴν κεφαλὴν ἐδήλωσεν ἀκριβῶς ὅτι ἐν αὐτῇ κεῖνται ἀστέρες ῥομβοειδὲς ποιοῦντες σχῆμα. |
| book 49 | 〈περιτέμνεται〉, περιλαμβάνει, ἀποχωρίζει, τῆς ἄλλης δηλονότι. |
| book 53 | —καὶ οἱ ποδὸς ἔρχεται ἄχρις: ἡ σπεῖρα φθάνει ἄχρι τοῦ ὀπισθίου. |
| book 54 | —ἐκ δ’ αὖτις παλίνορσος: ἡ σπεῖρα ἐξ ὑποστροφῆς ἀναστρέφει. ὅπερ δὲ ὁ ποιητὴς ἐπὶ τοῦ φοβουμένου τὸν δράκοντα εἶπεν (Γ 33) „ὡς δ’ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη“, τοῦτο οὖν ὁ Ἄρατος ἐπὶ τοῦ Δράκοντος. τοιοῦτον αἰνίττεται· τῇ μὲν οὐρᾷ περιλαμβάνει τὴν κεφαλὴν τῆς Ἑλίκης, τῇ δὲ σπείρᾳ οὐ πάσῃ περιλαμβάνει τὴν Κυνόσουραν ἄχρι τῶν ὀπισθίων ποδῶν, εἶτα αὖθις ὡς εἰς ἀνατολὴν νεύσας πάλιν ἀποκλίνει εἰς δύσιν. καὶ τὴν κεφαλὴν ἔχει ὑπὸ τοὺς πόδας τοῦ Ἐν γούνασιν. |
| book 54 | οὐ μὲν ἐκείνῃ: τῇ σπείρᾳ. |
| book 55 | —οἰόθεν οὐδ’ οἶος: ἐξ ἑνὸς μέρους οὐδὲ εἷς, ἀλλὰ πολλοί εἰσιν ἐπικείμενοι τῇ τοῦ Δράκοντος κεφαλῇ φαιδροὶ ἀστέρες εʹ. |
| book 58-60 | —τὸ μέσον κρατὸς ὠτὸς καὶ φωτός. εἷς δὲ ὑπεράνωθεν τῆς γένους τοῦ δεινοῦ πελώρου τὴν ἐσχατίαν ἔχει θέσιν. ἵνα μή τις εἴπῃ ὅτι ἡ κεφαλὴ αὕτη κεῖται ἐν τοῖς ποσὶ τοῦ Ἐν γόνασι (πολὺ δέ ἐστι τὸ διάστημα ἄχρι τῆς οὐρᾶς τῆς Ἑλίκης), φησὶν ὅτι εἰ ἄξει 〈τισ〉 τὴν γραμμὴν κατ’ εὐθεῖαν, ἴσην τὴν θέσιν εὑρήσει. |
| book 59-60 | —λοξὸν δ’ ἐστὶ κάρη: λίαν διδασκαλικῶς. ἡ δὲ κεφαλὴ αὐτοῦ λελόξωται, καὶ οὐκ ἔστιν ἀνατεταμένῃ ἴση, ἀλλ’ ὥσπερ ὀλίγον ἐπινεύουσιν εἰς ἄκραν τὴν οὐρὰν τῆς Ἑλίκης τό τε στόμα τοῦ Δράκοντος καὶ ὁ δεξιὸς κρόταφος. δεξιὰ δέ φησιν ὁ μαθηματικὸς Διόδωρος λέγεσθαι νῦν τὰ βόρεια, καθάπερ προείπομεν. ὁ γὰρ Ἵππαρχος τὸν ἀριστερὸν κρόταφον ἐπ’ εὐθεῖαν λέγει καὶ τὸ στόμα τῇ τῆς Ἑλίκης οὐρᾷ. |
| book 60 | —τὸ στόμα τοῦ Δράκοντος καὶ τὸ δεξιὸν μέρος τοῦ ἀριστεροῦ κροτάφου νεῦον τῇ οὐρᾷ τῆς Ἑλίκης. τινὲς δὲ ἐξηγοῦνται ὅτι καὶ ὁ δεξιὸς κρόταφος τοῦ Δράκοντος τῇ οὐρᾷ τῆς Ἑλίκης νεύει. ἀμαθῶς δέ· ὁ γὰρ ἀριστερὸς κρόταφος αὐτοῦ ἐστιν ὁ νεύων. δεξιὰ δέ φησιν ὁ μαθηματικὸς Διόδωρος λέγεσθαι τὰ βόρεια. ἐπιλαμβάνονται δέ τινες καὶ λέγουσι μὴ εἶναι τὰ δεξιὰ ἀλλὰ τὰ ἀριστερά. ἀπολογητέον δὲ ὅτι τοῦ ἀριστεροῦ κροτάφου τοῦ Δράκοντος τὸ δεξιὸν μέρος οὕτως εἶπεν. |
| book 60 | ἔνιοι δὲ βοηθοῦντες τῷ Ἀράτῳ ἀναστρέφουσι τὴν κεφαλὴν τοῦ Δράκοντος καὶ ποιοῦσι βλέπειν εἰς τὸν ὑπερκείμενον αἰθέρα, ἵνα ὁ δεξιὸς κρόταφος ἀριστερὸς γένηται μετὰ τὴν ἐπιστροφὴν τῆς κεφαλῆς. ἀλλ’ ἔστι βεβιασμένον. |
| book 62 | —ἄλλως: τὴν τοῦ Ὄφεως κεφαλὴν κοινὴν εἶναι λέγει τῶν δύο ἡμικυκλίων, τοῦ τε τὰς ἀνατολὰς ὁρίζοντος καὶ τοῦ τὰς δύσεις. δεῖ δὲ τοῦτο νοεῖν οὐ κατὰ πάντας τοὺς τῆς γῆς τόπους, ἀλλὰ κατὰ τὸ τῆς Ἑλλάδος κλίμα, ἐν ᾧ καὶ σφαιροθετεῖ. τοῦτο λίαν ἠπόρηται. Κράτης μὲν οὕτως ἐπιλύεται· „ἡ τοῦ Δράκοντος κεφαλή, ἐπὶ τοῦ ἀρκτικοῦ κατεστηριγμένη κύκλου, ὃν συμβέβηκεν ἀειφανῆ εἶναι κατὰ τὴν περιαγωγὴν τοῦ οὐρανοῦ, περιαγίνεται ἐπ’ αὐτὸν τὸν ὁρίζοντα, καὶ τὸ μὲν ἄλλο αὐτοῦ σῶμα ἀειφανές, ἡ δὲ γλῶσσα καὶ τὰ ἄκρα τοῦ στόματος πρὸς ἐλάχιστον ὑποβάντα τῷ ὁρίζοντι, ἅμα νοήματι προκύπτει. καὶ τοῦτο γίνεται τὸ λεγόμενον ὑπὸ τοῦ Ἀράτου· ὁμολογουμένως γὰρ φθανούσης τῇ δύσει τῆς ἀνατολῆς, ἄκρατος μίξις γίνεται ἀμφοτέρων τῶν ἰδιωμάτων, ὡς ἔχει καὶ παρὰ τῷ ποιητῇ ἐπὶ τῶν Λαιστρυγόνων (κ 86)· „ἐγγὺς γὰρ νυκτὸς καὶ ἤματός εἰσι κέλευθοι“. ἐπὶ γὰρ ἐκείνοις ἡ μὲν ἡμέρα ὡρῶν ἐστιν εἴκοσιν, ἡ δὲ νὺξ τεσσάρων, συναπτούσης ὅσον οὐδέπω τῆς δύσεως τῇ |
| book 62 | ἀνατολῇ. εὐλόγως οὖν ἐπήνεγκεν „ἐγγὺς γὰρ νυκτὸς καὶ ἤματοσ“. Ἀρίστυλλος δὲ καὶ Βοηθὸς οἱ μαθηματικοὶ πιθανοτέραν δοκοῦσιν ὑποβάλλειν λύσιν. μίσγονται δύσιές τε καί: αἱ δύσεις καὶ αἱ ἀνατολαὶ πλησιάζουσιν ἀλλήλαις, λήγουσα μὲν ἡ ἀνατολή, ἀρχομένη δὲ ἡ δύσις, κατὰ τὸν μεσημβρινὸν πόλον, ὅς ἐστι μεσαίτατος πάσης τῆς σφαίρας. ἐκεῖ γὰρ γενόμενος ὁ ἥλιος μεσημβρινὸς γίνεται, καὶ λοιπὸν ἑβδομὴν ὥραν ἀπ’ αὐτοῦ ὡς ἐπὶ δύσιν ἄρχεται ποιεῖν. ἡ δὲ τοῦ Δράκοντος κεφαλὴ ὑπὸ τὸ πέλμα οὖσα τοῦ Ἐν γούνασι, καὶ τοῦ ὑπὸ τὸν πόδα κύκλου ἐπιψαύουσα ἐν τῷ τὸν οὐρανὸν κινεῖσθαι, γινομένη περὶ τὸν μεσημβρινὸν κύκλον, ἐπ’ ἄκροις τοῖς τοῦ ὠκεανοῦ ὕδασιν ἔρχεται. οὐ γὰρ καταδύεται, ἀλλ’ ὥσπερ αὐτοῖς ἐπινήχεται. ὀλίγον γὰρ σφόδρα τοῦ ὁρίζοντος ἐπιψαύει. ὁ δὲ |
| book 62 | νοῦς· ἐκείνη δὲ ἡ κεφαλὴ ἡ τοῦ Δράκοντος κατὰ τοῦτο τὸ μέρος νήχεται καὶ κολυμβᾷ, ἄκρῳ τοῦ ὠκεανοῦ, τουτέστι τοῦ ὁρίζοντος, ἐπιψαύουσα, ὅπου ἥ τε δύσις καὶ ἡ ἀνατολὴ ψαύουσιν ἀλλήλων, δηλονότι περὶ τὸν μεσημβρινὸν πόλον ἤγουν κύκλον. ὁ δὲ Κράτης φησίν· „ὑπὸ τὸν ὁρίζοντα μίξις ἀμφοτέρων γίνεται, ὡς καὶ Ὅμηρος (κ 86)· „ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι“. ἐπεὶ γὰρ παρ’ ἐκείνοις ἡ ἡμέρα ὡρῶν εἴκοσιν, ἡ δὲ νὺξ τεσσάρων, συναπτούσης ὅσον οὐδέπω τῆς δύσεως τῇ ἀνατολῇ, εὐλόγως εἶπεν. |
| book 61-62 | —κείνη που κεφαλή: ἐκείνῃ τῇ ὁδῷ πορεύεται ἡ κεφαλὴ τοῦ Δράκοντος, καθ’ ἣν ἔχει συμβολὴν ἡ δύσις καὶ ἡ ἀνατολή. προεῖπε τὸ ἔξαρμα τοῦ κόσμου ὁρίζειν τῇ κεφαλῇ τοῦ Δράκοντος ἐφαπτομένῃ τοῦ ὁρίζοντος. δράκοντα δ’ ἐν ἰδέᾳ μεταβάλλοντα ἐπὶ τόξον διωκόμενον ὑπὸ Κρόνου κεραυνωθῆναι, καὶ δράκοντα τὸ πῦρ γενέσθαι καὶ εἰς οὐρανὸν τὸν Διόνυσον ἀγαγεῖν. |
| book 63 | τῆς δ’ αὐτοῦ: ἀντὶ τοῦ σύνεγγυς. Ἄρατος ἀπὸ τῶν ἐγνωσμένων ἤδη τὰ μὴ ἐγνωσμένα διδάσκει. ἐπειδὴ γὰρ τὰ περὶ τῆς τοῦ Δράκοντος κεφαλῆς διεξῆλθεν, ἐξ αὐτῆς τὸν ἐπικείμενον Ἐν γούνασι καλούμενον διδάσκει. ὁ δὲ λόγος· πλησίον δὲ τῆς κεφαλῆς ἀνδρὶ μογέοντι καὶ κάμνοντι ὅμοιον κυλίνδεται (οὐχ οὕτω δὲ αὐτὸ κυλίνδεται, ἀλλὰ συγκαταφερομένῳ τῷ οὐρανῷ συμφέρεται), ὡς πρὸς τὴν θέσιν. ὀκλάσας γάρ ἐστι καὶ ὥσπερ καταπεσὼν ἀπό τινος καμάτου. |
| book 63 | περὶ δὲ τοῦ εἰδώλου τούτου οὐδεὶς ἱστορῆσαι ἴσχυσεν, ἀλλὰ μόνον τὸν Ἐν γούνασιν αὐτὸ προσεῖπον, τουτέστιν ἐπωνόμασαν, ὀκλάζον γάρ ἐστι, κατὰ τὴν θέσιν. εἴδωλον δέ ἐστιν ἀφωμοιωμένον ἀνθρώπῳ. περὶ δὲ τοῦ εἰδώλου ὁ μὲν Ἄρατος οὐδεμίαν ἱστορίαν 〈παρὰ τῶν〉 ἀρχαίων παρειληφὼς ἀνώνυμον εἴασεν εἶναι τὸ εἴδωλον. |
| book 64 | —ἀμφαδὸν ἀντὶ τοῦ φανερῶς, σαφῶς. Ὅμηρος (Β 308)· „δράκων ἐπὶ νῶτα δαφοινόσ“. |
| book 65 | —〈οὐδ’ ὅτινι ... πόνοσ〉: οὐδὲ οὗτινός ἐστιν εἴδωλον, οὐδὲ ᾧτινι ὁ τοσοῦτος ἐπήρτηται πόνος. οἱ δὲ τὰς ἀστρομυθίας ἐπιγραφόμενοι ἱστοροῦσι Προμηθέα ἢ Σαλμωνέα ἢ Σίσυφον ἢ Θάμυριν ἢ Ὀρφέα ἢ Θησέα τὸν ἐπεγείραντα τὴν πέτραν. οἱ δὲ εἰς Τάνταλον καὶ Ἡρακλέα διεσκεύασαν. οὐδ’ ὅτινι 〈κρέμαται〉: ἀντὶ τοῦ ἐπίκειται· οὐδέ τινι ἐκεῖνος ὁ πόνος ἐπίκειται. κατὰ κοινοῦ εἶπε τίς ἐστιν. ἀμφοτέρας τὰς χεῖρας ἁπλοῖ ὡς ἀπειρηκὼς καμάτῳ, καὶ ὀκλάζει ἐκ τοῦ καμάτου. |
| book 69 | —περὶ τοῦ Ἐν γούνασιν. ὅσσον ἐπ’ ὀργυιήν: βουλόμενος δεῖξαι ὅτι πάντη ἐκτεταμέναι εἰσὶν αἱ χεῖρες, τὴν ὀργυιὰν εἶπεν. ἔστι γὰρ ἡ ὀργυιὰ ἡ τῶν δύο χειρῶν ἔκτασις. μέσσῳ δ’ ἐφύπερθε καρήνῳ: ὑπεράνωθεν δὲ τῆς κεφαλῆς τοῦ Δράκοντος ὁ Ἐν γούνασι τὸ ἄκρον τοῦ ποδὸς αὑτοῦ ἔχει, τοῦ ἀριστεροῦ. τὸ δεξιτεροῦ συντακτέον τῷ Δράκοντος, ἵν’ ᾖ τοῦ βορειοτέρου Δράκοντος. ὁ γὰρ Δράκων βορειότερός ἐστι τοῦ Ἐν γούνασι, τὸ δὲ δεξιτεροῦ σημαίνει τὸ βορειοτέρου. καὶ ἰστέον ὅτι εὐλογώτατα ἡμᾶς διδάσκει· ἡμῶν γὰρ ἱσταμένων πρὸς τὴν τοῦ παντὸς κίνησιν, τὰ δεξιὰ μέρη ἐστὶ τὰ βόρεια, τὰ δὲ ἀριστερὰ τὰ νότια, ὥστε οὖν φυσικῶς τὸ δεξιτεροῦ ἐστι βορειοτέρου. ἡ δὲ τοῦ παντὸς κίνησις πρὸς δυσμὰς γίνεται. |
| book 69 | συντακτέον οὖν οὕτως· μέσσῳ δ’ ἐφύπερθε καρήνῳ δεξιτεροῦ κροτάφου ποδὸς ἀριστεροῦ ἄκρον ἔχει σκολιοῖο Δράκοντος. καὶ ὅτι οὕτως ἐνόησεν ὁ Ἄρατος, αὐτὸς διὰ τῶν ἑξῆς γραφέντων περὶ τῆς Λύρας οὕτω φησίν (270—272)· κὰδ δ’ ἔθετο προπάροιθεν ἀπευθέος εἰδώλοιο / οὐρανὸν εἰσαγαγών. τὸ δ’ ἐπὶ σκελέεσσι πέτηλον / γούνατί οἱ σκαιῷ πελάει“. παράκειται δὲ ἡ Λύρα τῷ ἐπιβεβηκότι ποδί. διὰ μέντοι τὸν σχηματισμὸν τῶν διατυπούντων αὐτὸ ἀστέρων προσηγορεύθη Ἐν γούνασι. παραπλήσιον ὑπάρχει ἀνθρώπῳ. |
| book 69 | λέγουσι δὲ τὸν Ἡρακλέα εἶναι τὸν μαχεσάμενον τῷ 〈τὰ〉 χρύσεα μῆλα φυλάττοντι δράκοντι. ἐναργῶς γὰρ αὐτὸν ἑστάναι τό τε ῥόπαλον τῇ δεξιᾷ χειρὶ ἀνατετακότα, ὡς μέλλοντα παίειν, καὶ τῇ ἀριστερᾷ χειρὶ τὴν λεοντῆν περιβεβλημένον, καὶ τὸ μὲν δεξιὸν 〈γόνυ〉 τεθηκότα ἕδρας ἕνεκεν, τῷ δὲ σκαιῷ ἐπιβεβηκότα τῇ τοῦ Δράκοντος κεφαλῇ φυλάσσεσθαι τὸ δῆγμα. λέγεται δὲ οὗτος εἶναι ὁ τὰ χρύσεα μῆλα φυλάττων, καὶ ἀπολόμενος ὑπὸ Ἡρακλέους. ἐν δὲ τοῖς ἄστροις ἐδόθη τάξις αὐτῷ δι’ Ἥραν, ἣ καὶ κατέστησεν αὐτὸν ἐπὶ τῆς ἑσπέρας φύλακα τῶν κήπων. Φερεκύδης γάρ φησιν ὅτε ἐγαμεῖτο Ἥρα ὑπὸ τοῦ Διός, φερόντων τῶν θεῶν δῶρα τὴν Γῆν ἐλθεῖν φέρουσαν τὰ μῆλα τὰ χρύσεα σὺν τοῖς κλάδοις. ἰδοῦσα 〈..〉 θαυμάσαι τε καὶ εἰπεῖν καταφυτεῦσαι εἰς τὸν τῶν θεῶν κῆπον ὃς ἦν παρὰ τῷ |
| book 69 | Ἄτλαντι. παρὰ δὲ τῶν ἐκείνου παρθένων ἀεὶ ὑφαιρουμένων τῶν μήλων, κατέστησε φύλακα τὸν ὄφιν. ἔχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς ἄκρας λαμπροὺς τρεῖς, ἐπὶ δὲ τοῦ σώματος ἕως τῆς κέρκου παραπλησίως διεστῶτας. ὀκλάζειν δέ φασι τὸν Ἐν γόνασιν, ὅς ἐστιν Ἡρακλῆς, ὅτι Ἄτλαντος ἀπελθόντος καθελεῖν αὐτῷ τὰ μῆλα, τὸν οὐρανὸν αὐτὸς ἀντεβάστασε, καὶ πρὸς τὸ βάρος ὤκλασεν. ἱστορεῖται γὰρ ὅτι συναισθομένη τὸ γεγονὸς ἡ Ἥρα κατ’ αὐτὸν ἔστη ἐπιθλίβουσα κατὰ τῆς 〈κεφαλῆσ〉 Βουλομένη αὐτὸν ὦσαι. |
| book 69 | οὗτος ἐστιν ὁ Ἡρακλῆς ἐπὶ τοῦ ὄφεως ἐπιβεβηκώς. ἐν〈αργῶσ〉 δὲ ἕστηκε καὶ τὴν λεοντὴν προβεβλημένος λέγεται ὅτε ἐπὶ τὰ χρύσεα μῆλα τεταγμένον φύλακα ἔχειν πολλὰ πράγματα ἔχοντα. πολύφωνός τε γὰρ ἦν καὶ τῷ μεγέθει ὑπερβάλλων καὶ τῇ δυνάμει θαυμαστός. καὶ οὐδὲ ὕπνος ἐθίγγανεν αὐτοῦ. ἔχει δὲ οὗτος ὁ Ἡρακλῆς ἀστέρας ἐπὶ τῆς κεφαλῆς αʹ. ἐπὶ τοῦ βραχίονος ἐφ’ ἑκατέρων τῶν ὤμων λαμπρὸν αʹ. ἐπὶ τοῦ ἀγκῶνος τοῦ ἀριστεροῦ αʹ. ἐπὶ τῆς κνήμης αʹ. ὑπὸ τὴν δεξιὰν χεῖρα καλεῖται ῥόπαλον. πάντες δ’ εἰσὶ ιγʹ. |
| book 69 | ἄλλοι δὲ λέγουσιν εἶναι Προμηθέα, οἱ δὲ Θησέα ἐπεγείραντα πέτραν, οἱ δὲ Ἡρακλέα. ἐπιλελοιπότων δὲ αὐτῷ τῶν βέλων, κλῖναι τὸν γόνυ δεόμενον, ὃν κατηστέρισεν ὁ Ζεὺς διότι μετὰ κόπου τὸν ὄφιν ἔκτανεν. οὗτος δέ ἐστι κατά τινας Ἡρακλῆς ἐπὶ τοῦ ὄφεως βεβηκώς, οἱ δὲ Προμηθέα λέγουσιν, οἱ δὲ Τάνταλον, ἄλλοι Θάμυριν ἢ Θησέα. ἄλλοι δέ φασιν αὐτὸν εἶναι τὸν Ἡρακλέα τοῖς Λίγυσι πολεμοῦντα. ἐπιλιπόντων δὲ αὐτῷ τῶν τοξευμάτων, ἐπὶ γόνυ πεσόντα, λίθους βάλλειν, οὓς αὐτῷ Ζεὺς ὗσεν εὐξαμένῳ. τινὲς δὲ Ἰξίονα αὐτὸν λέγουσιν εἶναι. |
| book 71 | —περὶ τοῦ Στεφάνου. αὐτοῦ κἀκεῖνος Στέφανος: τὸν κίσσινον στέφανον ὃν ἐφόρει μετὰ θάνατον τῆς Ἀριάδνης ἰσχυροπαθῶν, ἀπέθετο καὶ κατηστέρισε μνημόσυνον τῆς ἐπὶ Ἀριάδνῃ συμφορᾶς. τινὲς δὲ αὐτὸν εἶναί φασιν ὃν ἔλαβεν Ἀριάδνη γαμουμένη Διονύσῳ δῶρον παρ’ Ἀφροδίτης καὶ τῶν Ὡρῶν, καταστερισθῆναι δὲ ἐπὶ μνήμῃ τῆς Διονύσου φιλίας. περὶ τοῦ βορείου Στεφάνου: φασὶ τὴν Ἀριάδνην εἰς γάμον ἐλθοῦσαν τῷ Διονύσῳ δῶρον παρ’ Ἀφροδίτης καὶ τῶν Ὡρῶν λαβεῖν στέφανον, ὃν μετὰ θάνατον Ἀριάδνης κατηστέρισεν ὁ Διόνυσος διὰ τὸν πρὸς αὐτὴν ἔρωτα. |
| book 71 | τὸν ἀγαυὸς ἔθηκεν: ἐὰν μὲν ἀγαυός ἀναγνῶμεν, ὁ Διόνυσος· ἐὰν δὲ ἀγαυόν ᾖ, τὸν ἐπίσημον (σημαίνει δὲ καὶ τὸν ἔνδοξον), ὅτι τὸν τῆς ἐρωμένης στέφανον ἀγαυὸν ἐποίησεν ἐν οὐρανῷ, τουτέστι λαμπρόν. πέντε γάρ εἰσι λαμπρότατοι ἀστέρες οἵτινες ἀποτελοῦσι τὸν Στέφανον. |
| book 73 | —νώτῳ ὑποστρέφεται: τὸ στρέφεται ἤγουν συγκινεῖται τῷ οὐρανῷ, ἢ ἐπιστρέφεται τῷ νώτῳ. δοκεῖ γὰρ ὥσπερ ἐπικυλίεσθαι τῷ νώτῳ τοῦ Ἐν γούνασιν. κεκμηότος εἰδώλοιο: ἀπὸ τοῦ ἐγνωσμένου τὸ ἄγνωστον ἔδειξεν, ἀπὸ τοῦ εἰδώλου τὸν Στέφανον. τῷ δὲ κεκμηότος διδασκαλικῶς πάλιν χρῆται, ὡς πρὸς τὰ προειρημένα. δοκεῖ γὰρ κάμνειν διὰ τὸ ὀκλάζειν καὶ διὰ τὸ τὰς χεῖρας τείνειν. |
| book 73 | ἄλλως: οἱ παλαιοὶ ἀδεῶς ταῖς γυναιξὶν ἐχρῶντο, καὶ τὸ πολλὰς ἔχειν γαμετὰς οὐχ ἡγοῦντο ἀσεβές. ὅπερ καὶ ἐπὶ τοῦ Διὸς ἱστοροῦσι, τύραννον μὲν αὐτὸν γεγονέναι Κρήτης, τεθάφθαι δὲ ἐκεῖ, πολλὰς δὲ γυναῖκας ἐσχηκέναι, ἀφ’ ὧν καὶ παῖδας πεποίηκεν, ἐκ μὲν τῆς Σεμέλης τῆς Κάδμου Διόνυσον, ὃς τὴν Ἀριάδνην, ἀναγομένην ἀπὸ Κρήτης μετὰ Θησέως, ἀφείλετο. ἦν δὲ ἄριστος στρατηγὸς καὶ στράτευμα πολὺ ἔχων. τὰς γὰρ θηλείας ἅμα τοῖς ἄρρεσιν ἐστράτευε. διά τοι τοῦτο μιξόθηλυν αὐτόν φασι καὶ γράφουσι. καὶ ἐπαίδευε καὶ |
| book 73 | αὐτὴν τὴν Ἀριάδνην τὰ τοῦ πολέμου, ὡς ἡγεῖσθαι μὲν αὐτὴν τῶν θηλειῶν, αὐτὸν δὲ τῶν ἀρρένων. ἐν ᾧ ἐπιτηδεύματι καὶ θανάτῳ ἐδυστύχησεν. ἐν γὰρ τῷ πολέμῳ τῷ πρὸς Περσέα ἐν τῇ Πυθίᾳ τρωθεῖσα ὑπὸ Περσέως τέθνηκε, καὶ ταύτην ἀμύναι θέλων ὁ Διόνυσος ἀνῃρέθη ὑπ’ αὐτοῦ τοῦ Περσέως, καὶ μνῆμα ἐν τῷ Πυθίῳ ἱερῷ ἤγειρον αὐτοῖς περικαλλὲς οἱ στρατιῶται. τὸν γοῦν περικαλλῆ στέφανον ὅνπερ ἔσχεν αὕτη ἐν τῷ οὐρανῷ ἐστήριξε, σημεῖον εἶναι τῆς Ἀριάδνης καὶ τοῦ πρὸς αὐτὴν ἔρωτος. |
| book 73 | φαίνεται δὲ αὑτῷ Ἄρατος ἐναντιούμενος 〈ὥσπερ〉 τοῖς προιστορήσασι· προειπὼν γὰρ περὶ τοῦ Διός (10)· „αὐτὸς τάδε σήματ’ ἐν οὐρανῷ ἐστήριξε“, νῦν τὸν Διόνυσον λέγει τὸν Στέφανον ἀναθεῖναι τῷ οὐρανῷ. οὗτος ὁ Στέφανος λέγεται τῆς Ἀριάδνης. Διόνυσος δὲ αὐτὴν εἰς τὰ ἄστρα ἔθηκεν. ὅτε τοὺς γάμους ἐποίησαν ἐν τῇ καλουμένῇ διάνῇ. βουλόμενος ἐπιφανῆ γεγενῆσθαι ᾧ καὶ πρῶτον ἡ νύμφη ἐστεφανώσατο. παρ’ Ὡρῶν λαβοῦσα καὶ Ἀφροδίτης. ὁ δὲ τὰ κρητικὰ γεγραφὼς λέγει ὅτε ἦλθε Διόνυσος πρὸς Μίνω φθεῖραι βουλόμενος αὐτὴν δῶρον ἔδωκεν. ᾧ ἠπατήθη ἡ Ἀριάδνη. Ἡφαίστου δὲ ἔργον ἦν ἐκ χρυσοῦ πυρώδους καὶ λίθων ἰνδικῶν. ἱστορεῖται δὲ διὰ τούτου τὸν Θησέα σῶσαι ἐκ τοῦ λαβυρίνθου ποιοῦντος φέγγος. ἐν δὲ τοῖς ἄστροις |
| book 73 | ὕστερον αὐτὸν τεθῆναι ὅτε εἰς Νάξον ἦλθον ἀμφότεροι. φασὶ δὲ καὶ τὸν πλόκαμον ταύτης εἶναι τὸν φαινόμενον ὑπὸ τὴν κέρκω τοῦ Λέοντος. ἔχει δὲ ὁ Στέφανος, ἀστέρας ἐννέα. ἐν κύκλω κειμένους ὧν οἱ τρεῖς λαμπροὶ κατὰ τὴν κεφαλὴν τοῦ ὄφεως Ἀρκτούρου. οὗτος λέγεται ὁ τῆς Ἀριάδνης. Διόνυσος δὲ αὐτὸν εἰς τοὺς ἀστέρας ἔθηκεν ὅτε τοὺς γάμους οἱ θεοὶ ἐν τῇ καλουμένη Ἴδη, ἐποίησαν αὐτοῖς βουλόμενος ἐπιφανεὶς γενέσθαι. ὁ δὲ τὰ κρητικὰ γεγραφὼς λέγει ὅτι |
| book 73 | ἦλθεν ὁ Διόνυσος παρὰ τῶ Μίνωϊ ἐπὶ τὸ φθεῖραι αὐτήν. καὶ δῶρον δέδωκεν, ᾧ ἠπατήθη ἡ Ἀριάδνη. Ἡφαίστου δὲ ἔργον εἶναι φησὶν ἐκ χρυσοῦ πυρώδους καὶ λίθων ἰνδικῶν ἱστορεῖται. διὰ τοῦτο καὶ τὸν Θησέα σωθῆναι ἐκ τοῦ λαβυρίνθου ποιοῦντος τοῦ στεφάνου φέγγος. ἐν δὲ τοῖς ἄστροις ὕστερον αὐτὸν τεθῆναι ὅτε εἰς Νάξον ἦλθον ἀμφότεροι σημεῖον τῆς αἱρέσεως. φασὶ δὲ καὶ τὸν πλόκαμον αὐτῆς εἶναι τὸν φαινόμενον ὑπὸ τὴν κέρκον ουλέγεται. ἔχει δὲ ἀστέρας ὁ Στέφανος θʹ. ὧν γʹ κατὰ τὴν κεφαλὴν τοῦ ὄφεως λαμπροὶ τοῦ διὰ τῶν Ἄρκτων. |
| book 75 | —σκέπτεο πὰρ κεφαλήν: συνήθως πάλιν ἐκ τοῦ ἐγνωσμένου τὸ μήπω ἡμῖν γνωσθὲν εἰς γνῶσιν φέρει. ὁ δὲ νοῦς· παρὰ δὲ τῇ ἄκρᾳ κεφαλῇ τοῦ Ἐν γούνασι, τὴν κεφαλὴν τοῦ Ὀφιούχου βλέπε. ἐπιψαύει γὰρ ἡ κεφαλὴ τοῦ Ὀφιούχου τῇ τοῦ Ἐν γούνασιν. εἴρηται δὲ Ὀφιοῦχος ὅτι ὄφιν ἔχει καὶ φέρει. |
| book 77 | —τοῖοί οἱ κεφαλῇ: θαυμαστικῶς φησι· τοιοῦτοι γὰρ οἱ ὦμοι ὑπὸ τὴν κεφαλὴν αὐτοῦ ὄντες λάμπουσιν. οἱ γὰρ τοὺς ὤμους αὐτοῦ ἀποτελοῦντες ἀστέρες καθ’ ὑπερβολήν εἰσι λαμπροί. |
| book 74-81 | —παρὰ τὴν ἄκραν κεφαλὴν τοῦ Ἐν γούνασι σκέπτου τὴν τοῦ Ὀφιούχου κεφαλήν, ἐκ δὲ τῆς κεφαλῆς τοῦ Ὀφιούχου αὐτὸν ἐπινοήσεις. λαμπροὶ γὰρ ἐπίκεινται τοῖς ὤμοις ἀστέρες, ὡς καὶ διχόμηνιν ἀγούσης τῆς σελήνης καὶ πάσης φωτὸς πεπληρωμένης ὁρᾶσθαι. αἱ δὲ χεῖρες οὐκ ἴσαι τοῖς ὤμοις. ὅμως καὶ αὐταὶ ὁρῶνται. |
| book 75-82 | —σκέπτεο: οὗτος ἐστὶν ὁ ἐπὶ τοῦ Σκορπίου συνεστηκὼς ἔχων ἐν ταῖς χερσὶν ἀμφοτέραις ὄφιν. λέγεται δὲ εἶναι ὁ Ἀσκληπιὸς ὑπό τινων ἀστρολόγων. ὃν ὁ Ζεὺς χαριζόμενος Ἀπόλλωνι διὰ τὴν κεραυνοβολίαν. δοκεῖ αὐτῷ τιμὰς δημοτικὰς ἀπονεῖμαι. ταύτας ἐν τοῖς ἀνθρώποις ὤν, τῇ τέχνῇ τῇ ἰατρικῇ χρώμενος τοὺς ἤδη τεθνηκότας ἤγειρε. διὸ ὀργισθέντα κεραυνοβολῆσαι τὴν οἰκίαν αὐτοῦ. τοῦτον δὲ εἰς τὰ ἄστρα ἄγει διὰ τὸν Ἀπόλλωνα. ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν αʹ. ἐφ’ ἑκατέρων τῶν ὤμων αʹ. λαμπροὺς ἐπὶ τῆς ἀριστερᾶς χειρὸς γʹ. ἐπὶ δὲ τῆς δεξιᾶς δʹ. ἐφ’ ἑκατέρων τῶν ἰσχίων ἀνὰ αʹ. ἐφ’ ἑκατέρων τῶν γονάτων ἀνὰ αʹ. ἐπὶ τῆς δεξιᾶς κνήμης αʹ. ἐφ’ ἑκατέρῳ ποδὶ, αʹ. τοὺς πάντας ιζʹ. |
| book 75-82 | εἰσωποί (79): ἴσοι κατὰ τὴν λαμπρότητα. [para]ἀτὰρ χεῖρες (79): οὐ λαμπροὶ ὡς οἱ ὦμοι. τῇ καὶ τῇ (80): 〈τῇ〉 δεξιᾷ καὶ τῇ ἀριστερᾷ χειρί. ἀμφότεραι δὲ αἱ χεῖρες τοῦ Ὀφιούχου πονοῦσι (ἑλληνισμὸς δέ· πανταχοῦ γὰρ τούτου φροντίζει) ἀντὶ τοῦ περὶ τὸν ὄφιν πονοῦσι καὶ ἐνεργοῦσιν αἱ χεῖρες τοῦ Ὀφιούχου. [para]ὅς ῥά τε (82): περὶ μέσον φέρεται τοῦ Ὀφιούχου. τὸ μέσον δὲ ἀντὶ τοῦ ἐν πλάτει. σχεδὸν γὰρ ἡ σπεῖρα εἰς μέσους τοὺς μηροὺς κεχάλασται. |
| book 78 | —καὶ ἂν διχόμηνι σελήνῃ: διχομήνῳ. οὐ δεῖ δὲ τῶν μεταπλασμῶν τὰς εὐθείας ἐπιζητεῖν, ὡς τὸ ἐρυσάρματες (Π 370). τὸ δὲ εἰσωποί (79), ἴσοι κατὰ τὴν λαμπρότητα. οὐ μὴν καὶ αἱ χεῖρες. |
| book 80 | —λεπτὴ γὰρ τῇ καὶ τῇ: καὶ τῇ ἀριστερᾷ γὰρ χειρὶ καὶ τῇ ἄλλῃ, ἤγουν τῇ δεξιᾷ, λεπτοτέρα καὶ ἀμυδροτέρα ὡς πρὸς σύγκρισιν τῶν ὤμων ἐπίκειται λαμπηδών. ἀγνοεῖ δὲ καὶ ἐν τούτοις. οἱ γὰρ ἐν ταῖς χερσὶ τοῦ Ὀφιούχου κείμενοι ἀστέρες κοινοί εἰσι καὶ τοῦ Ὄφεως. καθ’ ὑπερβολήν εἰσι λαμπροί, καὶ οὐχ ἥσσονες τῶν ἐν τοῖς ὤμοις, οὓς καὶ ἐν πανσελήνῳ φησὶν ὁρᾶσθαι. |
| book 82 | —ἀμφότεραι δ’ Ὄφιος πεπονείαται: ἀμφότεραι δὲ αἱ χεῖρες τοῦ Ὀφιούχου περὶ τὸν Ὄφιν πονοῦσι καὶ ἐνεργοῦσιν. ὅστις Ὄφις μέσον περιφέρεται τὸν Ὀφιοῦχον, καὶ περιειλεῖται. μέσον δὲ ἀκουστέον ἐν πλάτει· σχεδὸν γὰρ εἰς μέσους τοὺς μηροὺς ἡ σπεῖρα κεχάλασται. |
| book 83 | —ὃ δ’ ἐμμενές: ὁ δὲ Ὀφιοῦχος ἀσφαλῶς δ’ ὅλου βαίνων ἀμφοτέροις τοῖς ἑαυτοῦ ποσὶ τὸ μέγα θηρίον, τὸν Σκορπίον, ἐκθλίβει καὶ πατεῖ, τῷ μὲν ἀριστερῷ ποδὶ ἐπὶ τοῦ ὀφθαλμοῦ βαίνων, τῷ δὲ δεξιῷ ἐπὶ τοῦ θώρακος. Εὐδόξῳ δὲ καὶ Ἱππάρχῳ, ἀρχαιοτέροις οὖσιν Ἀράτου, οὐ δοκεῖ ἀμφοτέρους τοὺς πόδας βεβηκέναι [τοῦ Ὀφιούχου] ἐπὶ τοῦ Σκορπίου, ἀλλὰ μόνον τὸν ἕτερον, τὸν δ’ ἕτερον ὑπὸ τὸν Σκορπίον εἶναι καὶ μὴ φαίνεσθαι ὅλως τὸν ταρσόν. ἵνα οὖν μὴ δῶμεν αὐτὸν Εὐδόξῳ καὶ Ἱππάρχῳ δοκίμοις οὖσιν ἐναντιοῦσθαι, ἁρμόσομεν αὐτοῦ τὸ ῥητὸν πρὸς τὴν ἔκδοσιν οὕτως· |
| book 83 | ὃ δ’ ἐμμενὲς εὖ ἐπαρηρὼς ποσίν, εἶτα εἰς μέσον ἐπιθλίβει μέγα θηρίον τῷ ἑνὶ ποδὶ κατ’ ἀμφότερα. ὁ γὰρ εἷς ποῦς κεῖται μεταξὺ τοῦ ὀφθαλμοῦ καὶ τοῦ θώρακος. μέγα δὲ θηρίον ἢ ὅτι τὸν Ὠρίωνα ἀνεῖλεν, ἢ διὰ τὸ μέγεθος τοῦ Σκορπίου. ἢ διότι ἐφόνευσε τὸν Ὠρίωνα, μέγιστον ὄντα τῶν ἡρώων, ἐρασθέντα τῆς Ἀρτέμιδος. διὸ καὶ ἀνῆκεν αὐτὸν ἐκ τῆς γῆς. ἢ διὰ τὸ μέγεθος τῶν ἀστέρων τῆς περιγραφῆς αὐτοῦ, καὶ ὅτι δύο ζῳδίων τόπον ἀπολαμβάνει μετὰ τῶν Χηλῶν. ὀρθὸς δὲ 〈ὁ〉 Ὀφιοῦχος ὡς πρὸς τὸν Ἐν γούνασιν. ἐκεῖνος γὰρ πάνυ κεκλιμένος ἐστίν. |
| book 86 | —ὀρθός: τοῦτο ἀντιδιαστολὴν τοῦ Ἐνγόνασι δίδωσι [τοῦ Ὀφιούχου]. ἐκεῖνος γὰρ ὀκλάζει. οὐδὲ ὀρθῶς. ἐμμενές (83): διηνεκῶς. —εὖ ἐναρηρώς (83): ἐστηριγμένος. —ὀρθός (86): ἐπ’ ἐυθείας φερόμενος. ἀτάρ οἱ Ὄφις γε δύω στρέφεται μετὰ χερσί: πάλιν ἐπεξεργάζεται. ὁ δὲ Ὄφις ἀμφοτέραις ταῖς χερσὶ τοῦ Ὀφιούχου ἑλίσσεται. καὶ ἐν τῇ δεξιᾷ ὀλίγος ἐστὶν ὁ δράκων. βραχὺ γὰρ αὐτοῦ ἐστιν ἐν τῇ δεξιᾷ τὸ περὶ τὴν οὐράν, ἐν δὲ τῇ ἀριστερᾷ τὸ λοιπὸν σῶμά ἐστιν. |
| book 86 | κάτω δὲ τῆς τοῦ Ὀφιούχου ἀριστερᾶς καὶ τῆς τοῦ δράκοντος σπειρώσεως, καὶ τὰς τοῦ Σκορπίου μεγάλας Χηλὰς ἐπιζήτει. καλῶς δὲ εἶπεν ἐπιμαίεο (89)· ἐπειδὴ γὰρ ἑξῆς ὡς ἀμυδρὰς αὐτάς φησι, διὰ τοῦτό φησι „σκέπτου καὶ κατανόει, οὐ γάρ εἰσιν ἔκλαμπροι“. |
| book 88 | —καὶ δή οἱ Στεφάνῳ: ἔχει ὁ Ὄφις τὴν κεφαλὴν συνάπτουσαν τῷ Στεφάνῳ, τὴν δὲ τοῦ σώματος καμπὴν κατ’ εὐθεῖαν ταῖς Χηλαῖς. μεγάλας δὲ εἶπε τὰς Χηλὰς ὅτι ζῳδίου μέγεθος ἔχουσιν, ἢ πρὸς σύγκρισιν τῶν τοῦ Καρκίνου χηλῶν, ἢ ὅτι ἓν δωδεκατημόριον ἐπέχουσιν αἱ Χηλαὶ τοῦ Σκορπίου. ταύτας δὲ οἱ ἀστρολόγοι Ζυγὸν εἶναί φασιν, ἢ ὅτι ἐμφερεῖς εἰσι πλάστιγγι, ἢ ὅτι παρὰ τοῖς ποσίν εἰσι τῆς Παρθένου. ἡ αὐτὴ δέ ἐστι Δίκη, ἥτις τὰ ζυγὰ ταλαντεύει. |
| book 89-90 | —κάτωθεν δὲ τῆς τοῦ δράκοντος σπειρώσεως καὶ 〈τῆσ〉 τοῦ Ὀφιούχου ἀριστερᾶς, τὰς μεγάλας Χηλὰς ἐπιζήτει. μεγάλαι δὲ ὅτι ζῳδίου τόπον ἐπέχουσι τῷ τόπῳ. λέγονται δὲ Ζυγός. τοὺς δὲ ἀστέρας ὀλίγους καὶ οὐ πάνυ λαμπροὺς ἔχουσι· φαέων γάρ εἰσιν ἐπιδευέες, καὶ οὐδὲν τοῦ μεγέθους ἄξιον ἔχουσι κατὰ τοὺς διατυποῦντας ἀστέρας. διὰ γὰρ τοῦτο εἶπε καὶ ἐπιμαίεο, ἐπειδὴ ἀμυδρὰ καὶ ἀλαμπής ἐστιν ἡ τῶν ἀστέρων αὐτοῦ ὑποτύπωσις. διὰ τοῦτο σκέπτου καὶ κατανόει. οὐ γάρ εἰσιν ἔκλαμπροι. |
| book 89-90 | ὁ δὲ Ὀφιοῦχός ἐστιν ὁ Ἀσκληπιός, ὃν ὁ Ζεὺς μετὰ τὴν κεραυνοβολίαν κατηστέρισε χαριζόμενος Ἀπόλλωνι. οὗτος διὰ τὸ μέγεθος εἰς δύο δωδεκατημόρια διαιρεῖται. καὶ τὸ μὲν ἐπέχουσιν αἱ Χηλαί, θάτερον δὲ τὸ σῶμα καὶ τὸ κέντρον. δοκεῖ δὲ οὗτος ὡρίων ὑπὸ γῆς ἀποκτανθῆναι τῇ Ἀρτέμιδι ἐπαγγειλάμενος μηδὲν αὐτὴν διαφύγοι θηρίον. φαίνεται δὲ τῆς πράξεως τοῦτο εἶναι σύμβολον. λέγουσι τὸν Ὠρίωνα πληγῆναι καὶ οὕτως ἀποθανεῖν. διὰ δὲ τὸ τῆς γῆς παράδοξον, ὁ Ζεὺς ἐν τοῖς ἄστροις ἔθηκεν. ἵν’ εἰδῶσιν οἱ ἐπειγόμενοι τὴν φύσιν αὐτοῦ καὶ τὴν δύναμιν. ἔχει δὲ ἀστέρας ἐφ’ ἑκατέρων τῶν χηλῶν ἀνὰ βʹ. οἱ μὲν πρῶτοι μεγάλοι οἱ δὲ βʹ ἀμαυροί. ἐπὶ τοῦ μετώπου γʹ. ὧν ὁ μέσος λαμπρός. |
| book 89-90 | ἐπὶ τῆς ῥάχεως γʹ λαμπρούς. ἐπὶ κοιλίας βʹ. ἐπὶ τῆς κέρκου εʹ. ἐπὶ τοῦ κέντρου λαμπροὺς βʹ. οἱ πάντες ιθʹ. |
| book 89 | —νειόθι δέ: περὶ τῶν φαινομένων ἐστιν ὁ λόγος καὶ οὐκ ἀφανῶν. αἱ Χηλαὶ παρ’ Ἕλλησιν ἀντὶ τοῦ Ζυγοῦ παραλαμβάνονται· παρὰ δὲ τοῖς Αἰγυπτίοις δοκεῖ εἶναι Ζυγὸς ἀνήρ τις ζυγὸν κατέχων. |
| book 91 | —ἐξόπιθεν: καλῶς κέχρηται τῇ ἀκολουθίᾳ ὁ Ἄρατος. ἀπὸ γὰρ τῶν βορείων κατῆλθεν ἕως τοῦ ζῳδιακοῦ κύκλου, νῦν 〈δ’〉 οὖν ἀπὸ 〈τοῦ〉 Σκορπίου καὶ τῶν Χηλῶν ἐπὶ τὸν Βοώτην πάλιν ἐπὶ τὰ βόρεα. ἐξόπιθεν δ’ Ἑλίκης: ἐπλεόνασε δὲ ἡ ἐξ πρόθεσις. [para]ἐπανατρέχει πάλιν ἐπὶ τὰ βόρεια τῶν ἄστρων ἁψάμενος τοῦ ζῳδιακοῦ. οὗτος γὰρ διαιρεῖ τὰ βόρεια ἀπὸ τῶν νοτίων. Ἀρκτοφύλαξ δὲ οὐχ ὅ〈μοιοσ〉 τῷ Ἀρκτούρῳ, ἀλλ’ ἕτερος· σαφῶς διορίζει. Ἀρκτοῦρος μὲν γὰρ ὁ ἀστήρ, ὁ Ἀρκτοφύλαξ δὲ ζῴδιον, παρὰ τὸ εἶναι πλησίον τῆς Ἄρκτου. |
| book 92 | —Βοώτην δὲ οἱονεὶ ἁμαξηλάτην, ἔχοντα ἐν τῇ δεξιᾷ ῥόπαλον. Βοώτην: λέγ. ὅτι οὗτος ἐστὶν Ἀρκὰς ὁ Καλλίστους καὶ Διὸς γεγονώς. ᾤκησε δὲ παρὰ τὸ Λύκαιον φθείραντος αὐτὴν Διός. οὐ προσποιησάμενος Λυκάων τὸν Δία ἐξένιζεν ὡς φησὶν Ἡσίοδος. ὃς καὶ τὸ βρέφος κατακόψας παρέθηκεν ἐπὶ τῆς τραπέζης. ὅθεν ἐκείνην μὲν ἀνατρέπει. ἐφ’ ᾧ Τραπεζοῦς καλεῖται πόλις. τὴν δὲ οἰκίαν ἐκεραύνωσε, τὸν δὲ Λυκάωνα ἀπεθηρίωσε καὶ λύκον ἐποίησε. τὸν δὲ Ἀρκάδα πάλιν πλάσας ἔθηκεν ἄρτιον. καὶ ἐτράφη παρὰ Αἰτωλῷ τινί. νεανίσκος δὲ ὢν ἤδη, δοκεῖ καταδραμεῖν εἰς τὸ Λύκαιον. καὶ ἀγνοῆσαι τὴν μητέρα. οἱ δὲ κατοικοῦντες τὸν τόπον ἀμφοτέρους κατὰ νόμους θύειν ἔμελλον. ὁ δὲ Ζεὺς ἐξελόμενος αὐτοὺς διὰ τὴν συγγένειαν, εἰς τὰ ἄστρα ἀνήγαγεν. ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν αʹ. ἐφ’ ἑκατέρων τῶν ὤμων αʹ. ἐπὶ τῶν μασθῶν, ἀνὰ αʹ. ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος αʹ. εἰς μέσον τῶν γονάτων αʹ. καὶ ἐπὶ τῆς δεξιᾶς χειρός, δʹ. οἳ οὐ δύονται. |
| book 91bis | —ἐξόπιθεν δ’ Ἑλίκης φέρεται: σφόδρα καλῶς καὶ πρεπόντως τῇ ἀκολουθίᾳ χρῆται. ἀπὸ γὰρ τῶν βορείων κατῆλθεν ἐπὶ τὸν 〈ζῳδιακὸν〉 κύκλον, καὶ πάλιν ἐπὶ τὰ λειπόμενα ἀνατρέχει. ὁ δὲ νοῦς οὕτως· ὄπισθεν δὲ τῆς Ἑλίκης Ἄρκτου φέρεταί τις ἐλαύνοντι ὅμοιος, ὁ καλούμενος Ἀρκτόφυλαξ. τὸ δὲ ἐλάοντι ἐοικὼς ὅτι τῇ δεξιᾷ καλαύροπα φέρει, καὶ ὥσπερ τῇ ἀριστερᾷ ἐφαπτόμενος τῆς Ἁμάξης (τῆς Ἄρκτου δηλονότι) δοκεῖ αὐτὴν φυλάττειν, βοωτεῖν δὲ τῆς Ἁμάξης τῆς λεγομένης Ἄρκτου, ὥσπερ τὰς ἐν αὐτῇ βοῦς ἐλαύνων. καλαύροπα φέρει ὅ ἐστι ῥόπαλον. |
| book 91bis | ἄλλως: οὗτος ὁ Ἀρκτοφύλαξ Ἀρκάς ἐστι, Διὸς καὶ Καλλιστοῦς παῖς, ὃς ᾤκει τὸ Λύκαιον παρ’ αἰπόλῳ τινὶ τραφείς, ὃν λέγεται κινδυνεῦσαι σὺν τῇ μητρὶ ἀναιρεθῆναι κατὰ τὸν νόμον ἐν τῷ Λυκαίῳ. Ζεὺς δὲ αὐτὸν ἐλεήσας κατηστέρισε. τοῦτον δὲ λέγουσιν εἶναι Ἀρκτοφύλακα καὶ Βοώτην καὶ Ὠρίωνα. φησὶν ὁ ποιητής (ε 272) „καὶ ὄψε δύοντα Βοώτην“. λέγεται δὲ καὶ τρυγητήρ. |
| book 94 | —καὶ μάλα πᾶς ἀρίδηλος: σφόδρα γὰρ ἔχει τοὺς πάντας λαμπροτάτους ἀστέρας, ἕνα δὲ ἔχει ἐν μέσῃ τῇ ζώνῃ, ὅστις διὰ τὴν ὑπερβολὴν τῆς λαμπρότητος ἰδίως καὶ αὐτὸς λέγεται Ἀρκτοῦρος [ὡς τῷ παντὶ Ἀρκτούρῳ]. λαμπηδόνα γὰρ οὐ τὴν τυχοῦσαν ἔχει. ὅτι τριώνυμός ἐστιν ὁ Ἀρκτοφύλαξ· λέγεται γὰρ Βοώτης καὶ Ὠρίων καὶ Ἀρκτοφύλαξ. καὶ ἀλλαχοῦ [τὸν Ὠρίωνα] τὸν αὐτόν φησι Βοώτην, ὅτι φαίνεται ἐφαπτόμενος τῆς Ἄρκτου, ἥ γε ἐστὶν ἅμαξα. τοῦτον δὲ ἄλλοι Τριπτόλεμον εἶπον. |
| book 91-95 | —ὁ δὲ νοῦς· ἐκ τῶν ὄπισθεν μερῶν τῆς Ἑλίκης Ἄρκτου ἐλαύνοντι παραπλήσιος φαίνεται ὁ Ἀρκτοφύλαξ, ὃν δὴ οἱ ἄνθρωποι ἐπικαλοῦσι Βοώτην, ὅτι τῇ μὲν δεξιᾷ καλαύροπα φέρει, τῇ δὲ ἀριστερᾷ ἐφάπτεσθαι δοκεῖ τῆς Ἁμάξης Ἄρκτου, καὶ ὥσπερ φυλάττειν αὐτήν. θεωρεῖται δὲ ὅλος ὑπερέχειν ἐκφανής. ὑπὸ δὲ τῇ ζώνῃ ἐκλαπρώτατον ἔχει τῶν ἄλλων ἀστέρα, τὸν καλούμενον Ἀρκτοῦρον. ὁ αὐτὸς καὶ Ἀρκτοφύλαξ, ἐπειδὴ τῆς Ἄρκτου φυλακτής. οὐρεῖν γάρ ἐστι τὸ φυλάσσειν. τὸ δὲ αὐτὸς κατ’ ἐξοχήν, ὡς παρ’ Ὁμήρῳ, οἶος ἀπ’ ἄλλων. καλεῖται δὲ Βοώτης ὡς ἐοικὼς ζευγηλάτῃ καὶ μέλλοντι ῥαπίζειν τὴν Ἄρκτον· ἢ ὅτι, ἁμάξης αὐτῆς τῆς Ἄρκτου καλουμένης, οὗτος παρακολουθεῖ. βοωτεῖν γὰρ τὸ βουσὶν ἀκολουθεῖν. |
| book 91-95 | 〈Ἀρκτοῦροσ〉: ὁμωνύμως τῷ ὅλῳ ἄστρῳ λέγεται, ὡς καὶ ὁ ἐπὶ τῆς Λύρας λαμπρὸς ἀστὴρ ὁμωνύμως τῷ ὅλῳ ἄστρῳ καλεῖται Λύρα, καὶ ὁ ἐν τῷ Ἀετῷ παραπλησίως Ἀετὸς προσαγορεύεται, καὶ ὁ ἐπὶ 〈τῆσ〉 γένυος τοῦ Κυνὸς Κύων. ὡς κύριον δὲ ὄνομα προπερισπᾶται, καὶ παρὰ τὸ ὠρεῖν. τὰ γὰρ προσηγορικὰ ὀξύνονται· πηλωρός, κηπουρός. τοῦτον δέ φασιν εἶναι Φιλόμηλον τὸν τῆς Δήμητρος παῖδα. τοῦ δὲ ἀδελφοῦ τοῦ Πλούτου μηδὲν μεταδίδοντος, ἐξ ὧν εἶχε πριάμενος δύο βοῦς καὶ ἅμαξαν, εἰργάζετο. ἡ δὲ Δήμητρα ἀποδεξαμένη κατηστέρισεν 〈αὐτόν〉. |
| book 96-97 | —Παρθένον: ὑπὸ δὲ τοῖς ἀμφοτέροις ποσὶ τοῦ Βοώτου ἐστὶν ἡ Παρθένος· Στάχυς δέ ἐστιν ἐπὶ τῆς ἀριστερᾶς αὐτῆς χειρός, πρώτου μεγέθους, ὅθεν καὶ αἰγλήεντα. ἡ δὲ Παρθένος τὸ ἑαυτῆς δωδεκατημόριον πληροῖ, καὶ προσέτι τοὺς πόδας ἔχει ἐν τῷ τῶν Χηλῶν οἴκῳ. διὰ τί στάχυν φέρει; ἐπεὶ εὐσεβεστάτη ἐστὶν ἡ γεωργία. ὑπ’ ἀμφοτέροις δὲ τοῖς ποσὶ τοῦ Βοώτου σκέπτου τὴν Παρθένον, ἥτις ἐστὶ Δίκη· στάχυν δὲ φέρει ἐπεὶ ἡ γεωργία εὐσεβεστάτη ἐστίν. |
| book 96-97 | περὶ τῆς Παρθένου. Παρθένον: πάντες μὲν ὅσοιπερ κατέλεξαν περὶ τῆς Παρθένου ληροῦσι. πεποίηται δὲ τὸ πᾶν ποιητικῇ αἰνιγματώδει ἐξουσίᾳ κεχρημένου τοῦ ποιητοῦ, τὴν Δίκην ὡς ἀδιάφθαρτον ὑποτιθεμένου, καὶ καταλιποῦσαν μὲν τὸν περίγειον κόσμον διὰ τὴν τῆς πονηρίας αὔξησιν, καταλαβοῦσαν δὲ τὸν οὐρανόν. ὅπερ που καὶ Ἡσίοδος (Opp. 197) ἐπὶ τῆς Αἰδοῦς καὶ Νεμέσεως εἶπε· „καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονόσ“, καὶ τὰ ἑξῆς, οἷον διὰ τοῦ ὀνείδους πειρώμενος πρὸς δικαιοσύνην ἐπιστρέφειν. |
| book 96-97 | ὥστε κατὰ τοῦτον τὸν λόγον δείκνυται ὁ Ἄρατος ποιητὴς μὲν ὑπάρξαι, παρειληφέναι δὲ παρὰ τῶν ἀστρολόγων τὴν τούτων θέσιν. ... οἵτινες τὰ πολλὰ ἀπεράντῳ μυθολογίᾳ μυθολογοῦσιν, ὀλίγα δὲ ἀληθεύουσιν, ὥσπερ αὐτῆς τῆς ἀληθείας ἑλκούσης τὴν περὶ αὑτῆς 〈ὑ〉φήγησιν καλῶς διελθεῖν, ὅτε καὶ τῇ ἰδίᾳ μοχθηρίᾳ ἁλίσκονται. πῶς γὰρ οὐκ αἰσχρόν, εἰ πεπιστεύκαμεν πάντα 〈μὲν〉 τὰ ἄστρα τὸν θεὸν διατάξαι εἰς σημεῖα καὶ εἰς καιρούς, τὴν δὲ Δίκην φεύγουσαν τὴν περιττὴν 〈τῶν〉 ἀνθρώπων κακίαν ἐλθεῖν εἰς τὸν οὐρανὸν καὶ γενέσθαι ἄστρον; ὥστε κατ’ αὐτοὺς οὐκέτι ὁ θεὸς τὰ ἄστρα εἰς σημεῖα τοῖς ἀνθρώποις διέταξεν. ἀλλὰ ληρώδεις οὗτοι οἱ λόγοι. τὰ γὰρ ἄστρα καὶ διέταξε καὶ ἵδρυσε, τὰ δ’ ὀνόματα καὶ |
| book 96-97 | τὰς σημειώσεις ὕστερον οἱ ἀστρολόγοι ὡς ἔμπειροι προσέθεσαν, οἳ αὐτοὶ καὶ μύθους οἰκείους προσέπλασαν. οὐδὲν οὖν κωλύει δημιουργὸν λέγειν τὸν θεόν, Δίκην δέ τινα ὑπὸ τῶν ἀστρολογησάντων κεκλῆσθαι. τοῦτο γὰρ ὁ Ἄρατός φησιν (100)· λόγος γε μὲν ἐντρέχει ἄλλος 〈ἀνθρώποισ〉. τοῦτο δὲ ἰσοκρατικόν· „ὡς οἱ μῦθοι λέγουσιν“. ἠπατήθη δὲ περὶ τοῦ Ἡσιόδου φήσαντος τὴν Αἰδῶ καὶ Νέμεσιν ἀνεληλυθέναι πρὸς τὸν οὐρανὸν διὰ τὴν κακίαν τῶν ἀνθρώπων· „καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείησ“, ἴσως πρὸς δικαιοσύνην πειρώμενος ἐπιστρέφειν τοὺς ἀνθρώπους, ἄλλως τε καὶ ἀγνοήσας ὅτι ἀλληγορικῶς εἴρηκεν Ἡσίοδος ἐν μὲν τοῖς ὑλικοῖς καὶ ταῖς περὶ ταῦτα ἡδοναῖς δίκαιον μὲν οὐδὲν εἶναι, ἐν δὲ τοῖς οὐρανίοις, θεοῖς καὶ τοῖς ἐκεῖσε τὸν νοῦν ἔχουσιν, ὑπάρχειν τὰ δίκαια. οὕτω καὶ Ὅμηρος περὶ τῆς Ἄτης πεποίηκεν, ἀπὸ τοῦ οὐρανοῦ ἐρρίφθαι φήσας (Τ 130—131) ὡς νοεῖν ἡμᾶς ὅτι αὐτῷ πᾶν εἶδος ἀπεχθὲς καὶ περίγειον πνεῦμα, ἀλλότριον τῶν οὐρα‐ |
| book 96-97 | νίων. ἕτεροι δὲ μυθολογοῦσιν εἶναι τὴν Τύχην, διὰ τὸ ἀστέρα ἐπὶ τῆς κεφαλῆς φέρειν ἀφεγγῆ, οἱ δὲ Δήμητραν διὰ τὸ μάλιστα κατέχειν στάχυν ἐν τῇ χειρί. ταύτην φησὶν Ἡσίοδος ἐν τῇ Θεογονίᾳ θυγατέρα εἶναι τοῦ Διὸς καὶ τῆς Ἀρτέμιδος, καλεῖσθαι δὲ αὐτὴν Δίκην. λέγει δὲ Ἄρατος παρὰ τοῦ αὐτοῦ λαβὼν τὴν ἱστορίαν, ὡς οὖσαν αὐτὴν τὸ πρότερον ἀθάνατον καὶ ἐπὶ γῆς σὺν τοῖς ἀνθρώποις ἦν. καὶ τοῖς μὲν ἀνδράσιν οὐκ ὠπτάνετο, μετὰ δὲ τῶν γυναικῶν ἦν. καὶ ὅτι Δίκην ἐκάλουν αὐτὴν αἱ γυναῖκες. λέγονται μὲν καὶ ἕτεροι λόγοι περὶ αὐτῆς. οἱ μέν φασιν αὐτὴν Δήμητραν. οἱ δὲ Ἴσιν. οἱ δὲ Τύχην. ὅθεν καὶ ἀκέφαλον αὐτὴν σχηματίζουσιν. ἔχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς, ἀμαυρὸν αʹ. ἐφ’ ἑκατέρας πτέρυγος βʹ. ἐφ’ ἑκατέρου ἀγκῶνος |
| book 96-97 | αʹ. ἐπὶ τῆς πέζης τοῦ χιτῶνος ϛʹ. ἐφ’ ἑκατέρου ποδὸς αʹ. |
| book 97 | —ἐν χερσὶ φέρει Στάχυν: οὐ διεσάφησε ποίᾳ χειρί, ἴσως διὰ τὸ μέτρον ἐμποδιζόμενος. θεωρεῖται δὲ ἐν τῇ ἀριστερᾷ. τινὲς δέ φασιν Ἀστραῖον ἀρχαῖον γεγονέναι μαθηματικόν, τὸν πρῶτον εὑρόντα τὴν τῶν ἄστρων ὀνομασίαν, ὅθεν καὶ πατέρα ἄστρων ὀνομασθῆναι. πολὺς δὲ καὶ διάφορος λόγος τοῖς παλαιοτέροις περὶ ταύτης τῆς Παρθένου ἐκινήθη, καὶ οἱ μὲν αὐτὴν ἔφασαν εἶναι, καθὼς καὶ Ἡσίοδος, Διὸς θυγατέρα (Opp. 256)· „Δίκη Διὸς ἐκγεγαυῖα“, ἄλλοι δὲ αὐτὴν Ἀστραίου καὶ Ἡμέρας. ἐπειδὴ οὖν πολὺς καὶ |
| book 97 | διάφορος περὶ αὐτῆς ὁ λόγος, φησὶν Ἄρατος εἴτ’ οὖν Ἀστραίου, εἴτε τευ ἄλλου, ἁπλῶς μὲν ἐπισημαινόμενος εἶναι αὐτὴν Ἀστραίου, οὐχὶ δὲ καὶ τοῖς ἄλλοις ἐναντιούμενος. οὐ διεσάφησε δὲ ἐν ποίᾳ χειρί, ἴσως διὰ τὸ μέτρον ἐμποδιζόμενος. θεωρεῖται δὲ ἐν τῇ ἀριστερᾷ. αἰγλήεις δὲ καὶ λαμπρὸς ὁ Στάχυς. Ἀστραίου δὲ αὐτὴν λέγει θυγατέρα, ὁ 〈δ’〉 Ἡσίοδος ἐν τῇ Θεογονίᾳ γενεαλογεῖ (Th. 378)· „Ἀστραίῳ δ’ Ἠὼς ἀνέμους τέκε καρτεροθύμουσ“. τὸν δὲ Ἀστραῖόν φασι γεγονέναι ἀρχαιότερον μαθηματικὸν τὸν πρῶτον εὑρόντα τὴν τῶν ἄστρων θέσιν, ὅθεν καὶ ὀνομασθῆναι αὐτὸν πατέρα τῶν ἄστρων. ἐσχηκέναι δὲ αὐτὸν καὶ θυγατέρα, ἣν βουλόμενος δοξάσαι ἀπὸ ἐκείνης τὸ ἀστροθέτημα Παρθένον ὠνόμασεν. |
| book 97 | ἄλλοι δέ φασιν αὐτὴν εἶναι θυγατέρα Ἀστραίου καὶ Ἡμέρας, Φανόδικος δὲ Σταφύλου ἐν αʹ Δηλιακῶν καὶ Χρυσοθέμιδος. Ἑλλάνικος Φυρονίου φησί, Ἐρατοσθένης δὲ αὐτήν φησιν εἶναι τὴν Ἠριγόνην τοῦ Ἰκαρίου, Ἀμφίων δὲ τὴν ἐκ τῶν Μουσῶν Θέσπειαν Ἀσωποῦ παῖδα. καὶ διὰ τοῦτο Ἄρατος εἴτ’ οὖν Ἀστραίου κείνη γένος. |
| book 100 | —εὔκηλος φορέοιτο: ἥσυχος· ἐπλεόνασε δὲ τὸ υ· εὐμενὴς φέροιτο ἐν οὐρανῷ. τῶν μὲν οὖν ἄλλων μύθων ἐπιψαύει μέν, ἐνδεικνύμενος τὸ μὴ ἀγνοεῖν, τὸν δὲ ἐπὶ τῆς Δίκης μόνον σχεδὸν ἐξείργασται, δεόντως. ἐκπομπεύει γὰρ τοῖς κατὰ τὴν Δίκην τὸ χρήσιμον καὶ βιωφελὲς ἐκ τοῦ μύθου τοῖς ἀνθρώποις, ἐνδεικνύμενος λαμπρῶς καὶ μεγαλοφώνως, καὶ ὡς ἂν εἴποι τις ὁμηρικῷ πλάσματι χρησάμενος. |
| book 101 | —ἦεν ἀντὶ τοῦ ὑπῆρχεν, κατὰ παρένθεσιν τοῦ ν. τινὲς δὲ γράφουσι μετὰ τοῦ ι προσγραφομένου, ἵν’ ᾖ ἀντὶ τοῦ ἐπορεύετο. |
| book 102 | —ἤρχετο δ’ ἀνθρώπων κατεναντίη: εἰς συνάντησιν τῶν ἀνθρώπων ἤρχετο, τουτέστι φανερῶς ἑωρᾶτο. ἐκ τοῦ φανεροῦ τὸ δίκαιον τῶν προτέρων ἀνθρώπων θέλων ὁ Ἄρατος δεῖξαι, „καὶ θεὸς οὖσα, φησί, κατ’ αὐτοὺς ἐφοίτα εἰς τὸ φανερὸν τοῖς ἀνθρώποις, διὰ τὸ εἶναι αὐτοὺς δικαίουσ“. 〈ἀνδρῶν〉: εἰρηκὼς δὲ τὸ γένος διὰ τοῦ ἀνθρώπων, διαιρεῖ εἰς ἄρρεν καὶ θῆλυ. |
| book 102-103 | —ἀρχαίων ἀνδρῶν καὶ γυναικῶν φῦλα, τὰ ἐπὶ τοῦ χρυσοῦ γένους. τὸ δὲ ἀρχαῖον τὸ χρυσοῦν γένος. |
| book 104 | —ἀλλ’ ἀναμὶξ ἐκάθητο: παρὰ τὸ ἡσιόδειον (fr. 1, 6 M.—W.)· „ξυναὶ γὰρ τότε δαῖτες ἔσαν, ξυνοὶ δὲ θόωκοι“. |
| book 105 | —ἀγειρομένη δέ: τὸ δέ ἀντὶ τοῦ γάρ. εἰπὼν γὰρ καί ἑ Δίκην καλέεσκον αἰτίαν ἐπιφέρει. Ἀγειρομένη δὲ γέροντας: ἀντὶ τοῦ ἀγείρουσα. τοὺς δὲ παλαιοτέρους ἀνθρώπους συναγείρουσα, ἤτοι ἔν τινι ἐκκλησίᾳ, ἢ ἐκ τοῦ παρατυχόντος ἐν ὁδῷ, τὰς δημωφελεῖς θέμιστας ἐξηγεῖτο. τὸ δὲ ἐπισπέρχουσα ἐπισπουδάζουσα διδάσκουσα. δημοτέρας δὲ δημοτικάς. ὑποδεικνῦσα τὴν δικαιοσύνην καὶ διδάσκουσα. |
| book 105 | ἄλλως: ὅλην τὴν ἱστορίαν παρ’ Ἡσιόδου εἴληφεν, ὅτι συνάγουσα τοὺς πρεσβυτέρους εἰς τὰς ἐκκλησίας ἡ Δίκη αὐτοῖς ἐξηγεῖτο. οὐδέπω δὲ τότε οἱ ἄνθρωποι περὶ κακῆς στάσεως ἔννοιαν εἶχον, οὐδὲ τὸ δίκαιον ἀνετρέπετο, ἀλλ’ ἀπὸ γεωργίας ἔζων· καθ’ οὓς χρόνους ἦν τὸ χρυσοῦν γένος. μεταστάντων δὲ ἐκείνων, οὐκέτι ὁμοίως συνῆν αὐτοῖς, ἀλλ’ εἰς τὰ ὄρη τέως ἀνεχώρει διὰ τὰς ἐπιγενομένας ἀδικίας, τὸ ἀνθρώπινον γένος μισήσασα. καὶ λοιπὸν τοῖς ἄστροις συνηριθμήθη. |
| book 105 | δημοτέρας δὲ πραείας καὶ οὐ τυραννικάς. τὴν γὰρ Δίκην οὗτός 〈φησι〉 μίαν τῶν ἐκ Θέμιδος 〈καὶ〉 Διὸς εἶναι. ἐπανεστρέφετο δὲ τοῖς ἐπὶ τοῦ χρυσείου γένους ἀνθρώποις, συνόμιλος ἅμα καὶ σύμβουλος γινομένη. οὐδέπω γὰρ φιλονεικίας οὐδὲ πλεονεξίας πεῖραν εἶχεν ὁ βίος τῶν ἀνθρώπων, οὐδὲ τὸ δίκαιον ἀνετρέπετο, ἀλλ’ ἀπὸ γεωργίας ἔζων τότε, καὶ ὁ τῆς θαλάσσης πλοῦς ἠγνοεῖτο καὶ ἡ γῆ τοὺς καρποὺς ἐτελεσφόρει αὐτοῖς. ἡ δὲ Δίκη συναναστρεφομένη τοῖς ἀνθρώποις παρηγγύα ὁμόνοιαν καὶ δικαιοσύνην. ἐπιγενομένου δὲ τοῦ ἀργυροῦ γένους καὶ τῆς κακίας ἀρχὴν λαμβανούσης, χωρήσασαν εἰς τοὺς ......... καὶ ὀρεινοὺς τόπους, ἀπὸ διαστήματος τοὺς ἀνθρώπους ἀποτρέπειν τῆς ἐπὶ τὰς πονηρὰς πράξεις ὁρμῆς, μηνύουσα ὅτι, εἰ μὴ παύσαιντο τῆς ἀδικίας, πολλῷ χείρονας |
| book 105 | υἱοὺς αὑτῶν γεννήσουσι. μὴ πεισθέντων δὲ τῶν ἐπὶ τοῦ ἀργυροῦ γένους, καὶ διαδεξαμένου τοῦ χαλκοῦ, καὶ τῆς κακίας ἐπὶ τὸ χεῖρον προκοπτούσης, καὶ πολλῶν πλημμελημάτων καὶ χρόνων συντετελεσμένων, στυγήσασαν τὸ μετὰ τοιούτων ἀναστρέφεσθαι, ἀναπτῆναι εἰς τὸν οὐρανόν, καὶ καθιδρύσαι ἑαυτὴν ὑπὸ τοὺς πόδας τοῦ Βοώτου, διὰ τὸ κἂν τῇ νυκτὶ τοῖς ἀνθρώποις θεωρεῖσθαι. |
| book 108 | —οὔπω λευγαλέου τότε νείκεος: ἑλληνισμὸς πάλιν τὸ τοιοῦτον. οὔπω ἠπίσταντο νείκεος ἀντὶ τοῦ οὔπω ᾔδεσαν τὰς ἀδίκους στάσεις ταύτας καὶ φιλονεικίας. τὸ δὲ διακρίσιος περιμεμφέος, τῆς ἀδίκου διαχωρίσεως τῆς ἐχούσης μέμψεις καὶ ψόγους καὶ ἀμφισβητήσεις. |
| book 110 | —αὕτως δ’ ἔζωον: ἁπλῶς, ἀκάκως, χωρὶς δίκης καὶ τῶν ἄλλων κακῶν. τὸ δὲ χαλεπὴ δ’ ἀπέκειτο θάλασσα ἀντὶ τοῦ οὐ παρεκινδύνευον ἄνθρωποι ἐν θαλάσσῃ διὰ τὸν βίον. ἱκανὴ γὰρ ἦν ἡ γεωργία, καὶ ἑκάστῳ τὰ ἐπιχώρια ἤρκει τε καὶ ἤρεσκε. καὶ Πίνδαρος (O 2, 64)· „οὐδὲ πόντιον ὕδωρ κενεὰν παρὰ δίαιταν“, περὶ τῶν μακάρων λέγων. ἀπέκειτο, ἄπωθεν τοῦ νοῦ αὐτῶν ἔκειτο, καὶ οὐκ ἐνεθυμοῦντο πλεῖν. |
| book 110 | ὥσπερ δέ φαμεν, πρόσκειται τοὐναντίον ἀπέκειτο. τὸ δὲ αὕτως, ἁπλῶς καὶ ἄνευ πανουργίας ἔζων. χαλεπὴ δὲ ἤτοι διὰ τὸ λῃστεύεσθαι τότε, ἢ διὰ τοὺς χειμῶνας, ἢ δι’ ἀπειρίαν. καὶ βίον οὔπω νῆες: ἀλλ’ ἕκαστος ἠρκεῖτο τοῖς ἐν τῇ ἰδίᾳ χώρᾳ γινομένοις. |
| book 110-111 | —αὕτως δ’ ἔζωον: ἀντὶ τοῦ ἀφειμένως, τουτέστιν ὡς ἔτυχε καὶ ἀκεραίως. καὶ τὴν αἰτίαν ἀποδιδοὺς ἐπιφέρει χαλεπὴ δ’ ἀπέκειτο θάλασσα, ὅτι ἄποθεν αὐτῶν ἔκειτο, μηδεμιᾶς σπουδῆς ἀξιουμένη, ἢ διὰ τὸ λῃστεύεσθαι, ἢ διὰ τοὺς χειμῶνας, ἢ δι’ ἀπειρίαν. βίον δὲ νῦν τὴν τῶν φροντιζομένων κτῆσιν, ἅτε μήποτε ἐμπορίας ἐπινενοημένης. ἠγίνεσκον δὲ ἀντὶ τοῦ ἔφερον. |
| book 114 | —τόφρ’ ἦν ὄφρ’ ἔτι γαῖα: τὸ τηνικαῦτα δὲ καὶ ἐπὶ τῆς γῆς καὶ ἐν ταῖς πόλεσιν ἦν, ἕως περιῆν καὶ τὸ χρυσοῦν γένος ἐπὶ τῆς γῆς. τῷ δὲ ἀργυρέῳ σπανίως καὶ ὀλίγως διέτριβεν. τὸ τόφρα τοῦ ὄφρα ἐστὶν ἀνταποδοτικόν, ὡς τὸ τόσον τοῦ ὅσον· ἐπὶ τοσοῦτον ἦν ἐπὶ τῆς γῆς καὶ ἐν ταῖς πόλεσιν ἕως περιῆν τὸ χρυσοῦν γένος. |
| book 117 | —ἀλλ’ ἔμπης ἔτι κεῖνο: ἀλλ’ ὅμως, φησίν, εἰ καὶ τοὺς παλαιοτέρους ἐπόθει, καὶ κατ’ ἐκεῖνο ἦν τοῖς ἀνθρώποις, ἤγουν κατὰ τὸ ἀργυροῦν γένος. ἠπείλει δὲ αὐτοῖς, τὴν ἐνυπάρχουσαν κακίαν διελέγχουσα. ἑλληνισμὸς δὲ τὸ ἠπείλει κακότητος ἀντὶ τοῦ διήλεγχε τὴν κακίαν αὐτῶν, ὅτι τοιαύτην γενεὰν οἱ χρύσειοι ἔλιπον. |
| book 118 | —ἤρχετο δ’ ἐξ ὀρέων: παρεγίνετο δὲ ἐν ταῖς πόλεσιν ἐπὶ εἰρήνῃ ἐκ τῶν ὀρῶν. ἐν γὰρ τοῖς ὄρεσι διέτριβε, μηκέτι ταῖς ἀστικαῖς διατριβαῖς ἀρεσκομένη. ἑσπέρας δὲ ἤρχετο ἐν ταῖς πόλεσιν, ὅτε αὐτὴν οὐδεὶς ἑώρα. φησὶ γὰρ ὅτι οὐδενὶ ἤθελεν ἀναμίγνυσθαι. τὸ δὲ μουνάξ, σὺν ἑνὶ μόνῳ ἀνδρί, κἀκείνῳ δὲ συνετύγχανε ἐπὶ τῷ τὴν κακίαν τοῦ γένους ἐλέγξαι. |
| book 120 | —ἀλλ’ ὁπότ’ ἀνθρώπων: ἀλλ’ ὁπηνίκα ποιουμένη ἐν τοῖς ὄρεσι τὰς διατριβάς (οὐκέτι γὰρ ἐν ταῖς πόλεσιν) ἀνδρῶν ἐπλήρου τὰς κολώνας ἐκείνους τοὺς ἄνδρας μεταπεμπομένη, ἠπείλει τοῖς λοιποῖς καὶ διήλεγχε τὴν αὐτῶν κακίαν. ἐποιεῖτο γὰρ τὴν ἐκκλησίαν οὐκέτι συμβουλεύουσα, ἀλλὰ τὰ προιόντα διελέγχουσα. μεγάλας πλήσαιτο κολώνας: ἐν γὰρ τοῖς ὄρεσι λοιπὸν τοὺς ἀνθρώπους ἐσώρευε καὶ ἐν ταῖς κολώναις. τοῦτο δὲ αἰνίττεται ὅτι 〈οἱ περὶ〉 τὰ μεσόγαια δικαίοις ζῶσι καμάτοις, γεωργίᾳ προσέχοντες καὶ οὐκ ἐμπορίαις καὶ ἀδικίαις κέρδους. |
| book 123 | —οἵην χρύσειοι πατέρες γενεὴν ἐλίποντο: ἐκ προσώπου τῆς Δίκης θαυμαζούσης ὅτι χρύσειοι πατέρες χείρω γενεὴν ἐλίποντο. |
| book 125 | —καὶ δή που: ἐκ τοῦ ἐπιγινομένου γένους τοῦ χαλκείου. ἐπικείσεται δὲ ἄλγος ἑκάστῳ, καὶ διὰ τοὺς πολέμους καὶ διὰ τὰ φαῦλα. 〈ἀνάρσιον〉: γράφεται καὶ ἀνάρθμιον, κατὰ στέρησιν τοῦ ἀρθμοῦ καὶ τῆς φιλίας. Ὅμηρος (π 427)· „οἱ δ’ ἡμῖν ἄρθμιοι ἦσαν“, ἀντὶ τοῦ φίλοι· καί (Η 302)· „διέτμαγον ἀρθμήσαντεσ“, ἀντὶ τοῦ εἰς φιλίαν ἐλθόντες. ἀνάρσιον δὲ ἀντὶ τοῦ πολέμιον. Ὅμηρος (λ 401)· „ἦέ ς’ ἀνάρσιοι ἄνδρεσ“. |
| book 127 | —ὣς εἰποῦς’ ὀρέων ἐπεμαίετο: ταῦτα εἰποῦσα ἀπὸ τῶν κολωνῶν ἐπὶ τὰ ὑψηλότερα τῶν ὀρῶν ἔβαινεν, ἀεὶ τῆς ὀρείου διαίτης φροντίζουσα, ὅμως μέντοι ἐπὶ γῆς οὖσα καὶ ἐν ὄρεσι. τοὺς 〈δ’〉 ὄχλους εἰς αὐτὴν ἀφορῶντας κατελίμπανεν. τισὶ δὲ ἐφέρετο τὸ ἐπεμαίετο. ἐπιμαίεσθαι δὲ τὸ ἐφάπτεσθαι λέγουσιν. Ὅμηρος (Ε 748)· „ἐπεμαίετ’ ἄρ’ ἵππουσ“. |
| book 130 | —χαλκείη γενεή: ἐν σχήματι εἴρηται, ὡς τὸ „πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο“ (Ο 305). |
| book 131 | —〈μάχαιραν〉: οὕτω δεόντως ἀντὶ τοῦ ξίφος, ἐπειδὴ καὶ Ὅμηρος 〈μάχαιραν〉 λέγει τὸ ξίφος (Τ 252)· „Ἀτρείδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν“. 〈χαλκείη〉: αἱ διαφοραὶ τῶν ὑλῶν παριστῶσι τὰς μεταβολὰς τῶν ἀνθρώπων. |
| book 132 | —εἰνοδίη μάχαιρα, ἡ λῃστρική. τὸ δὲ εἰνοδίην ἀντὶ τοῦ λῃστρικήν. πρῶτοι δὲ βοῶν ἐπάσαντ’ ἀροτήρων: καὶ εἰς τοῦτο ἱκανῶς μέμφεται αὐτοῖς, ὡς ἀρξαμένων αὐτῶν κρεωβορεῖν, τῆς προτέρης γενεᾶς μήπω τοῦτο ἐργασαμένης, καὶ τοῦτο πρῶτον δρασάντων εἰς τοὺς συνεργοὺς καὶ αἰτίους τῆς γεωργίας, ἐξ ὧν καὶ τὴν τροφὴν ἔσχον. τοῦτο δὲ εἶπεν ὡς τῶν προτέρων περὶ τὰ ἄψυχα μᾶλλον γινομένων καὶ φιλοσοφικώτερον διατριβόντων. |
| book 132 | πικρῶς δὲ ὀνειδίζει αὐτοὺς καὶ μέμφεται ὡς ἀρξαμένων αὐτῶν πρώτων κρεοβορεῖν, τῆς προτέρας γενεᾶς οὐ τοῦτο ἐργασαμένης. προσκείμενον δὲ καὶ τὸ ἀροτήρων ἔτι προσεμφαίνει αὐτοῖς. οἱ ἀρχαῖοι ἐφυλάττοντο τοῦς ἐργάτας βοῦς καθιερεύειν. τοῦτο δὲ καὶ Ὅμηρος οἷδε (γ 382—383)· „βοῦν ... ἀδμήτην, ἣν οὔπω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ“, καὶ (Ζ 94) „ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ’ ἐλεήσῃ“, καὶ (Λ 729) „βοῦν ἀγελαίην“. ἀσεβὲς γὰρ ἦν τὸν ἀρότην βοῦν φαγεῖν. πρῶτοι δὲ Ἀθηναῖοι ἐγεύσαντο τῶν τοιούτων βοῶν, ἐπεί ποτε βοῦς, θυσίας ἀγομένης, τὸ πόπανον κατέφαγε. φασὶ δὲ καὶ τοὺς ἑταίρους τοῦ Ὀδυσσέως τοιούτους βοῦς κατεδηδοκέναι, ὠργίσθαι δὲ τὸν Ἥλιον, ἐπεὶ οἱ ἀροτῆρες βοῦς τοῦ ὁρᾶν ἡμᾶς τὸν ἥλιόν εἰσιν αἴτιοι, τροφῆς ὄντες ποριστικοί. |
| book 134 | —ἔπταθ’ ὑπουρανίη: οἶδε γὰρ ὁ Ἄρατος τὴν Παρθένον δύο πτέρυγας ἔχουσαν, καθάπερ καὶ ἄλλοι μαρτυροῦσι [τὸ πτέρυγας αὐτὴν ἔχειν] ἐν τοῖς καταστερισμοῖς. |
| book 135 | —ᾗχί περ ἐννυχίη ἔτι φαίνεται: ὥσπερ ποιητικευόμενός φησιν ὅτι πρότερον ἐπὶ γῆς συνοῦσα τοῖς ἀνθρώποις διὰ τὰς ἐπιγινομένας ἀδικίας μόγις ἐν οὐρανῷ οὖσα τοῖς ἐν τῇ γῇ ἐν νυκτὶ φαίνεται. |
| book 136 | —τὸ δὲ ἐγγὺς Βοώτεω: καὶ τοῦτο ποιητικῶς, ὅτι, ἐπειδὴ τῶν τοιούτων ἦν φίλη, τοῦ γεωργεῖν καὶ τοῦ ἀπράγμονα βίον μετιέναι τοὺς ἀνθρώπους, διὰ τοῦτο ἐγγὺς τοῦ Βοώτου κατηστέρισται. πολυσκέπτοιο δὲ τοῦ λίαν λαμπροῦ. τοῦ ἄγαν λαμπροῦ Βοώτου, λέγει δὲ πολυσκέπτου. προείπομεν δὲ περὶ αὐτοῦ. τινὲς δὲ τῷ Ἀράτῳ ὡς παρατείνοντι τὴν μυθολογίαν ἐμέμψαντο 〈μᾶλλον ἢ〉 ἐν τῷ προτέρῳ μύθῳ. καί φαμεν ὅτι ἐπειδὴ ἐκεῖνος καὶ βλασφημίαν τινὰ εἶχεν, ὁ περὶ Ἄρκτων καὶ τοῦ Διός, οὗτος δὲ βιωφελής ἐστι τοῖς ἀνθρώποις, διὰ τοῦτο καὶ παρεξέτεινεν αὐτόν. |
| book 136 | τινὲς μέμφονται τῷ Ἀράτῳ ὡς παρατείναντι τὴν μυθολογίαν αὑτοῦ ταύτῃ. καὶ φαίνεται ὅτι ἐκεῖνος ἐπειδὴ καὶ βλασφημίαν τινὰ εἶχεν ὁ περὶ Ἄρκτων καὶ Διός, διὰ τοῦτο παρεξέτεινε καὶ μακροτέραν ταύτην εἰργάσατο. |
| book 137 | —τῆς ὑπὲρ ἀμφοτέρων: ἐπειδὴ πολὺς ἐνέμεινε τῷ μυθικῷ καὶ δοκεῖ παρεκτετράφθαι, διὰ τοῦτο λοιπὸν ἐπαναλαμβάνει, καὶ ἐπὶ τὴν τῶν θεωρουμένων ἀκρίβειαν ἔρχεται, καὶ ἐπὶ τοῦ ἀστέρος τοῦ ἐπικειμένου ἐν τῷ δεξιῷ ὤμῳ τῆς Παρθένου, ὅστις σφόδρα ἐστὶ λαμπρὸς καὶ καλεῖται Προτρυγητήρ· πρὸ γὰρ τῆς τοῦ τρυγητοῦ ὥρας ὀλίγον προανατέλλει. ἐπιτέλλει γὰρ ἡ κεφαλὴ καὶ οἱ ὦμοι τῆς Παρθένου τῷ Λέοντι. |
| book 137 | ἄλλο δὲ ἐπιτολὴ καὶ ἄλλο ἀνατολή. ἀνατολὴ μὲν γάρ ἐστιν ἡ τοῦ ζῳδίου παντός, καθό ἐστιν ἡ τοῦ ἡλίου, ἐπιφάνεια, ἐπιτολὴ δὲ τὸ ὑπὸ τὸ ζῴδιον· ὅταν συνανατείλῃ ἐπί τινι, ἐπιτέλλειν τι λέγεται. ὡς τὸ „Πληιάδων ... ἐπιτελλομενάων“ (Hes. Opp. 383). αἱ γὰρ Πλειάδες ἐπὶ τὴν τοῦ Ταύρου εἰσὶ τομήν, αἵτινες τῷ Κριῷ ἐπιτέλλονται, ὅτε ὁ ἥλιος ἐν Κριῷ ἐστι καὶ ὅτε γίνεται καὶ θερισμοῦ ἀρχή, ὅτε πρῶτον τὰς κριθὰς θερίζουσι. |
| book 137 | τὸ δὲ ὑπὲρ ἀμφοτέρων ὤμων ὅτι οὐδὲ ὁ ἀστὴρ τοῦ δεξιοῦ ἐπιψαύει. ἀλλ’ ὥσπερ ὀλίγον ἤρτηται, διὸ εἶπεν ὑπὲρ ... ὤμων ἑλίσσεται σὺν οὐρανῷ καὶ αὐτῇ τῇ Παρθένῳ. ἔνιοι δὲ ὀξυτονοῦσι τὴν προηγουμένην συλλαβὴν τῆς ὑπὲρ προθέσεως, βουλόμενοι ἀντ’ ἐπιρρήματος τοπικοῦ εἶναι. ἄλλως: τοῦτον οἱ μὲν Προτρυγητῆρα καλοῦσιν ὅτι προανατέλλει τοῦ Ἀρκτούρου, ἐπειδὴ σημαίνει ἡ ἀνατολὴ αὐτὴν τὴν ὥραν τῆς τρύγης. τοῦτο καὶ Ἡσίοδος (Opp. 609—611)· „εὖτ’ ἂν δ’ Ὠρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ / οὐρανόν, Ἀρκτοῦρον δὲ ἴδοι ῥοδοδάκτυλος Ἠώς, / ὦ Πέρση, τότε πάντας ἀπόδρεπε οἴκαδε βότρυσ“. ὡς καὶ ὁ Προκύων τοῦ Κυνός. |
| book 137 | ἐν τῷ δεξιῷ ὤμῳ τῆς Παρθένου κεῖται ἀστὴρ λαμπρός, καλούμενος Προτρυγητήρ. πρὸ γὰρ τῆς τοῦ τρυγητοῦ ὥρας ὀλίγον προανατέλλει. καὶ πλησίον αὐτοῦ εἰσὶν ἕτεροι δʹ ἀστέρες καλοί, εἷς μὲν πρὸ ποδῶν αὐτῆς, εἷς δὲ ὑπὸ τοὺς ὤμους, εἷς δὲ κάτω τῆς ὀσφύος, ἕτερος δὲ μεταξὺ τῆς οὐρᾶς καὶ τῶν ὀπισθίων γονάτων τῆς Ἄρκτου τῆς μεγάλης. εἰσὶ τοίνυν οὗτοι ἀστέρες ἀκατονόμαστοι εʹ, καὶ οὐκ ἐπί τινι εἰδώλῳ κείμενοι. Κόνων δὲ ὁ μαθηματικὸς Πτολεμαίῳ χαριζόμενος Βερενίκης πλόκαμον ἐξ αὐτῶν κατηστέρισεν. ἦν γὰρ ἡ Βερενίκη Αἰγυπτία γυνὴ τοῦ Πτολεμαίου τοῦ πρώτου. |
| book 139 | —τόσσος μὲν μεγέθει: ὀλίγος μὲν οὗτος τῷ μεγέθει καὶ τῇ λαμπηδόνι [ἐγκείμενος], ὁποῖος καὶ τῆς μεγάλης Ἄρκτου, τῆς Ἑλίκης, φαίνεται ὑπὸ τὴν οὐράν. καὶ διδασκαλικώτατον πεποίηκεν. ἅμα γὰρ τῷ παραβάλλειν ἐδίδαξε, καὶ τεχνικῶς πάλιν δέδωκεν ἀφορμὴν αὑτῷ ὥστε ἀνελθεῖν ἐπὶ τὰ βόρεια, κἀκεῖθεν πάλιν ἄρξασθαι ἄλλων. |
| book 141 | —〈δεινή〉: φοβερά, διάπυρος, λαμπρά· λέγει δὲ τὴν οὐρὰν τῆς Ἄρκτου. 〈ἐπιτεκμήραιο〉 (142): αὐτὴν τὴν Ἄρκτον. δεινὴ γάρ: ἀντὶ τοῦ καταπληκτικὴ (οὐκ ἀγρία) διὰ τὴν λαμπρότητα τῶν ἀστέρων. λαμπρὰ δέ ἐστιν ἅπασα (καὶ Ὅμηρος (Π 104—105)· „δεινὴ δὲ περὶ κροτάφοισι φαεινὴ πήληξ“)· οὐ μόνον δὲ αὕτη, ἀλλὰ καὶ οἱ πλησίον παρακείμενοι αὐτῇ, ἀνωνόμαστοι ὄντες, λαμπροί εἰσιν, οἷον ὁ τῆς οὐρᾶς. ἕνα δὲ λέγει τῶν τὸν ῥυμὸν τῆς Ἄρκτου ἀποτελούντων. |
| book 141 | δεινὴ γὰρ κείνη: ἀντὶ τοῦ λαμπρά· κἀκείνη ἡ Ἄρκτος λαμπρά ἐστιν ἅπασα. Ὅμηρος (Π 104—105)· „δεινὴ δέ οἱ περὶ κροτάφοισι φαεινὴ πήληξ“. ἐγγύθεν δὲ πλησίον. τόδε λέγει· οἷον ὁ τῆς οὐρᾶς ἀστήρ, τῆς Ἄρκτου δηλονότι. ἕνα λέγει τῶν τὸν ῥυμὸν τῆς Ἄρκτου ἀποτελούντων. |
| book 142 | —οὐκ ἂν τούς γε ἰδών: οὐκ ἄν, φησί, τούτους τοὺς τῆς Ἄρκτου θεασάμενος ἀστέρας, ἔτι κατασκοπήσειας πρὸς τὸ γνωρίσαι αὐτήν. ἰδὼν γὰρ ἐκείνους ἐγνώρισας. τοῦτό ἐστι τὸ ἐπιτεκμήραιο. ἐπὶ τούτοις τοῖς ὀφθεῖσι λαμπροῖς ἄστρασιν οὐκ ἄλλου τινὸς πρὸς τὴν κατάληψιν τῆς Ἄρκτου χρείαν 〈ἂν〉 σχοίης. τινὲς δὲ τῆς μεγάλης οὐρᾶς τῆς Κυνοσούρας ἤκουσαν. μεγάλη δὲ αὐτὴ ἡ οὐρὰ ὡς πρὸς τὴν τῆς Ἑλίκης, ἀλλ’ εἰσὶν οἱ ἀστέρες ἀμυδροί. |
| book 142 | μεγάλης οὖν Ἄρκτου οὐρήν. τοῦτο ὑπερβατόν. |
| book 143 | —οἷός οἱ πρὸ ποδῶν: τὸ οἷος οὐκ εἰκασμοῦ, ἀλλὰ θαύματος. τοιοῦτον· ὁποῖος τῶν ἐμπροσθίων ποδῶν ἄνωθεν περὶ μηροὺς φέρεται ἀστήρ. 〈καλός τε μέγας τε〉: τοῦτο δὲ κοινὸν ὑπάρχει πρὸς ἑκάτερον τῶν ἐπιφερομένων. |
| book 144-145 | —〈εἷς μέν〉: λέγει γὰρ περὶ τῶν τῆς Ἄρκτου ἀστέρων, ὅτι πλησίον τοῦ Προτρυγητῆρός εἰσιν ἀστέρες δύο [εἷς μὲν] πρὸς τῶν ποδῶν αὐτῆς, εἷς μὲν ὑπὸ τοὺς ὠμαίους πόδας, τουτέστι τοὺς ἐμπροσθίους, εἷς δὲ ὑπὸ τῶν ἰξυόθεν κατιόντων, τουτέστι τῶν ὀπισθίων· διὸ ὡς περὶ τρίτου τινὸς μέλλων λέγειν, ἄλλος δ’ οὐραίοις ὑπὸ γούνασι, τοῖς ὀπισθίοις λέγων, εἴπερ ἐστὶν ὑπὸ τὴν οὐρὰν κείμενος κατ’ ἀντιδιαστολὴν τῶν ὑπὸ τοὺς ἐμπροσθίους ὤμους γονάτων. |
| book 144-145 | ἄλλως: πρότερον μνησθεὶς τῆς Ἄρκτου τῆς μεγάλης, τῶν περὶ τὰ ὀπίσθια κειμένων αὐτῇ ἀστέρων οὐκ ἐμν〈η〉μόνευσε. νῦν οὖν οἰκεῖον λαβὼν καιρὸν ἀπὸ τῆς ὁμοιότητος τῆς τοῦ Προτρυγητοῦ, ἀνακάμπτει πάλιν ἐπὶ τοὺς πρότερον ἀπολελειμμένους ἀστέρα〈σ〉. πολλὴν δ’ ἀπορίαν παρέξει τοῖς μὴ γινώσκουσιν [ὁ Ἄρατος] ὅτι ἐξ ἑπτὰ ἀστέρων καὶ τὴν μεγάλην Ἄρκτον κατηστέρισεν, ὧν εἷς μὲν ὑπωμαίων, εἰς ἑ〈κά〉τερον τῶν ἐμπροσθίων ποδῶν, εἷς δ’ εἰς ἑκάτερον τῶν ὀπισθίων, ὥστε τέως τέσσαρες, καὶ τοῖς γούνασι δύο πρὸς τῇ οὐρᾷ, καὶ ὁ Προτρυγητὴρ ὁ ἐν α〈ὐτῇ〉 τῇ οὐρᾷ· πάντες ἑπτά. |
| book 144-145 | εἷς μὲν ὑπωμαίων: περὶ τῶν τῆς Παρθένου ἀστέρων διαλέγεται, ὅτι πλησίον τοῦ Προτρυγητῆρός εἰσιν ἀστέρες δʹ, εἷς μὲν πρὸς τῶν ποδῶν αὐτῆς, εἷς δὲ ὑπὸ τοὺς ὤμους, εἷς δὲ ἀπὸ τῆς ὀσφύος κάτω, εἷς δὲ μεταξὺ τῆς οὐρᾶς καὶ τῶν ὀπισθίων γονάτων τῆς Ἄρκτου τῆς μεγάλης. |
| book 146 | —ἁπλόοι δέ, τουτέστιν ἀκατονόμαστοί εἰσι, καὶ οὐδὲν συμπληροῦται εἰς τύπον ἐξ αὐτῶν. οἳ δὲ Ἠλακάτην. Κόνων δὲ ὁ μαθηματικὸς Πτολεμαίῳ χαριζόμενος Βερονίκης πλόκαμον ἐξ αὐτῶν κατηστέρισε. τοῦτο καὶ Καλλίμαχός πού φησιν (fr. 110, 7—8 Pf.)· η με Κόνων ἔβλεψεν ἐν ἠέρι τὸν Βερονίκης / βόστρυχον, ὃν κείνη πᾶσιν ἔθηκε θεοῖσ“. ἢ ἀπλόοι, οἷς οὐδεὶς πλέει διὰ τὸ ἀνώνυμον. |
| book 146 | τὸ ἁπλόοι Μενεκράτης ἀναγινώσκει ἄπλοοι, ὡς ἄλογοι τῷ τόνῳ, καὶ ψιλοῖ τὸ α, ἵνα σημαίνηται ὅτι πρὸς τούτους τοὺς ἀστέρας οὐ πλέουσιν οἱ ναυτιλλόμενοι, διὰ τὸ ὑπ’ αὐτοῦ εἶναι τοῦ πλινθίου τῆς Ἄρκτου. ἡμεῖς δὲ ἀναγινώσκομεν ἁπλόοι, παρὰ τὴν ἁπλότητα τῆς φαντασίας αὐτῶν. εἰσὶ γάρ τινες διπλοῖ καὶ τριπλοῖ κατὰ τὴν ἀντίληψιν τῆς θεωρίας διῃρημένοι· διὰ τοῦτο καὶ ἁπλοῖ τινές εἰσι καὶ οὐ διώνυμοι καὶ οὐ τετυχότες ἐπισημασίας. τινὲς δὲ διὰ τὸ μὴ λαμπροὶ εἶναι, διὸ καὶ ἐπήνεγκεν ἀνωνυμίᾳ φέρονται. |
| book 147 | —κρατὶ δέ οἱ Δίδυμοι: εἰς τρία διαιρεῖ τὴν Ἄρκτον, καί φησιν ὅτι τῆς μὲν κεφαλῆς αὐτῆς τὸ διάμετρον ἄνω τῶν Διδύμων, τὸ δὲ μέσον τοῦ Καρκίνου, οἱ δὲ ὄπισθεν πόδες ἄνω τοῦ Λέοντος. καὶ ἐπειδὴ οὐδὲν ἦν τὸ μεταξὺ τῆς 〈Ἄρκτου〉 κατὰ τοῦτο τὸ μέρος καὶ τοῦ ζῳδιακοῦ, ἀπ’ αὐτῆς τὸν ζῳδιακὸν διηγεῖται. ἔστι γὰρ ταῦτα τὰ ζῴδια σφόδρα βόρεια. ἄλλως: ἀπὸ τῆς προγνωσθείσης τὰ ἀγνοούμενα διδάσκει. |
| book 147 | οἱ Δίδυμοι λέγονται εἶναι οἱ Διόσκουροι, ὑπερβαλόντες δὲ τῇ φιλαδελφίᾳ πάντας, ἠξιώθησαν οὐρανίου τιμῆς. 〈Δίδυμοι〉: οὗτοι δὲ λέγονται εἶναι οἱ Διόσκουροι ἐν δὲ τῇ Λακωνικῇ γράφεται ἐπιφάνειαν ἔσχον. φιλαδελφία γὰρ ὑπερήνεγκαν πάντας. οὔτε γὰρ περὶ ἀρχῆς, οὔτε περὶ ἄλλου τινὸς ἤρισαν, ἀλλ’ ἅμα πάντα ὁμοῦ ἔπραττον. τοῦ δὲ ἑνὸς πεσόντος ἐν τῇ πρὸς Ἀθηναίους μάχῃ ἕτερος ἐφώνει τὸν ἴσον χρόνον ἵνα ὦσι μετ’ αὐτῶν. ἔχουσιν οὖν ἀστέρας τοὺς πάντας δέκα. |
| book 147 | μέσσῃ δ’ ὕπο: οὗτος ὁ Καρκῖνος δοκεῖ τεθνᾶναι ἐν τοῖς ἄστροις δι’ Ἥραν. ὅτε γὰρ ὁ Ἡρακλῆς τὴν ὕδραν ἀνῄρει, ἐκπηδήσας οὗτος, ἔδακεν αὐτοῦ τὸν πόδα. ἔχει δὲ ἀστέρας ἐν τῷ ὀστράκῷ λαμπροὺς βʹ. ἐπὶ τοῖς δεξιοῖς ποσὶν ἐφ’ ἑκάτερον αʹ. ἐπὶ τοῦ ἀριστεροῦ ποδός, αʹ. ἐπὶ τῆς δεξιᾶς χηλῆς γʹ. ἐπὶ τῆς ἀριστερᾶς βʹ. τοὺς πάντας ιβʹ. ποσσὶ δ’ ὀπισθοτέροισι (148): οὗτος ἔστι μὲν τῶν ἐπιφανῶν ἀστέρων. δοκεῖ δὲ ὑπὸ τοῦ Διὸς τιμηθῆναι τὸ ζῶον. διότι τῶν τετραπόδων ἡγεῖται. |
| book 147 | τινὲς ὅτι πρῶτος ἆθλος τοῦ Ἡρακλέος ἦν. ἔχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς, γʹ. ἐπὶ δὲ τοῦ τραχήλου, βʹ. ἐπὶ δὲ τοῦ στήθους, αʹ. ἐπὶ τῆς ῥάχεως γʹ. ἐπὶ τῆς κέρκου αʹ λαμπρόν. ἐπὶ τοῦ .... βʹ. ἐπὶ τοῦ ἐμπροσθίου ποδός, αʹ. τοῦς πάντας ιγʹ. ἄλλως: τινὲς ἐμέμψαντο τῷ Ἀράτῳ λέγοντες ὅτι· τριάκοντα μοιρῶν οὖσα μόλις ἡ Ἄρκτος, πῶς ἐπέχει ἐνενήκοντα μοιρῶν [ὡς πρὸς τὰ γʹ ζῴδια] τὴν ἔκτασιν; καί φαμεν ὅτι ἀεὶ ὁμοχρόνως καὶ ἰσοπαλῶς αἱ σφαιροειδεῖς θέσεις τὰς κινήσεις ἔχουσιν. ἓν γὰρ καὶ μία ἡ περικειμένη ἐπιφάνεια καὶ πᾶσιν ἴση. καὶ ὅτι τοῦτό ἐστιν, ὁ μέγιστος τῶν κύκλων, ὁ ἰσημερινός, τῷ βορείῳ κύκλῳ, καταπολεύοντι βραδυτέρω, ὅμως κατὰ τὴν σφαιροθεσίαν ὁμοχρόνως κινεῖται. ὅταν οὖν |
| book 147 | ἡ Ἄρκτος ἡ μείζων ἐν τῇ στροφῇ γένηται περὶ τὸν μεσημβρινὸν κύκλον, τότε ἄρχεται ὁ Ταῦρος ἀνατέλλειν, καὶ πάλιν ἐν πάσῃ τῇ περιφερείᾳ ἕως 〈ἂν〉 γένηται πάλιν περὶ τὸν μεσημβρινόν, οὐκ ἀνατέλλει ὁ Ταῦρος· ἐπειδὰν δὲ γένηται, ἀνατέλλει. οὕτως ἡ σφαιροειδὴς κίνησις ἡ αὐτὴ δι’ ὅλου. Καρκίνος ἐστίν: οὗτος δοκεῖ ἐν τοῖς ἄστροις τεθῆναι διὰ τὴν Ἥραν. μόνος, τῷ Ἡρακλεῖ τῶν ἄλλων συμμαχούντων, ὅτε τὴν Ὕδραν ἀνῄρει, ἐκ τῆς λίμνης πηδήσας ἔδακεν αὐτόν. καλοῦνται δέ τινες αὐτοῦ ἀστέρες Ὄνοι, οὓς Διόνυσος ἀνήγαγεν ἐπὶ τὰ ἄστρα. |
| book 147 | ὁ Καρκίνος ἐτέθη ἐν τοῖς ἄστροις ἐξ οἰκονομίας τῆς Ἥρας διότι τῶν ἄλλων βοηθούντων τῷ Ἡρακλεῖ ὅτε ἐμάχετο τῇ Ὕδρᾳ ἔδακεν αὐτοῦ τὸν πόδα σπουδῇ ἐπελθών. |
| book 148 | —Λέων ὕπο καλὰ φαείνει: ὁ Λέων ἔχει ἐπὶ τῆς καρδίας ἀστέρα λαμπρὸν Βασιλίσκον λεγόμενον, ὃν οἱ Χαλδαῖοι νομίζουσιν ἄρχειν τῶν οὐρανίων. ὄντος δὲ ἡλίου ἐν Λέοντι ὁ Νεῖλος ἐμβαίνει. |
| book 149 | —ἔνθα μὲν ἠελίοιο: ἐζήτηται διὰ ποίαν αἰτίαν ὁ Ἄρατος τὰς θερμοτάτας ἡμέρας ἐν τῷ Λέοντι εἶπε γίνεσθαι, καὶ οὐκ ἐν τῷ Καρκίνῳ. ῥητέον δὴ ἴσως μὲν καὶ φυσικῷ τινι λόγῳ καύματα γίνεσθαι ἐν τῷ Λέοντι, διὰ τὸ ἐν ἐκείνῳ τῷ καιρῷ ἀνατέλλειν τὸν Κύνα, πυρωδέστατον ἀστέρα καὶ προδήλως τ〈ὸν Λα〉γωὸν πλεονάζοντα, τὸν δὲ Ἄρατον μὴ ἐφ’ ἑνὸς ζῳδίου τὸ συμβαῖνον παραδεδωκέναι, ἀλλ’ ἐπὶ τῶν τριῶν· προτάξας γὰρ τοὺς Διδύμους καὶ Καρκίνον καὶ Λέοντα, ἐν οἷς συμβαίνει τὰς θερμοτάτας ἡμέρας γίνεσθαι, ἐπήνεγκεν ἔνθα μὲν ἠελίοιο θερείταταί εἰσι κέλευθοι, τουτέστιν ἐν τοῖς τρισὶ ζῳδίοις, |
| book 149 | πέρα δὲ ἀντιδιέστειλε τὸ ἐξαιρέτως τῇ ἐν τῷ Λέοντι πορείᾳ τοῦ ἡλίου συμβαῖνον, διὰ τὸ καὶ τὰ δύο θερινὰ ζῴδια προθερμαινόμενα καὶ ἐμπυρούμενα ὑπὸ τοῦ ἡλίου τὸν Λέοντα θερμότερον ποιεῖν γίνεσθαι. „ἔδει δὲ μᾶλλον ἐπὶ τοῦ Καρκίνου εἰρῆσθαι τοῦτο“. λεκτέον δὲ ὅτι ἤδη ὑπὸ τοῦ θέρους κεκμηκότες οἱ ἄνθρωποι πλέον ἀντιλαμβανόμεθα ὅταν ὁ ἥλιος ἐν τῷ Λέοντι ᾖ. ὡς γὰρ ἐν ἡμέρᾳ θερινῇ οὐχ οὕτω κατὰ τὴν ἕκτην ὥραν μεσοῦντος τοῦ ἡλίου ἀντιλαμβανόμεθα τοῦ καύματος ὡς κατὰ τὴν ἑβδόμην, οὕτω καὶ ἐπὶ τοῦ Λέοντος νοητέον, |
| book 149 | ἅτε προτεθερμασμένῃ τῇ γῇ ἐντυγχάνοντος τοῦ ἡλίου. κατὰ ταὐτὰ δὲ καὶ τὸν Ὑδροχόον διαπορευομένου, τὸ ψῦχος ἐπιτείνεται, προκατεψυγμένῃ ὁμιλοῦντος τῇ γῇ. κατὰ ταὐτὸν δὲ καὶ τὰ βαλανεῖα πρώτως ἐκκαιόμενα οὐκ εὐθέως πυρώδη γίνεται, ἀλλ’ ἐν χρόνῳ αὐξάνεται. τὸν δὲ Λέοντα: οἳ μὲν ὅτι ὑπὸ Διὸς ἐτιμήθη διότι τῶν τετραπόδων ἡγεῖται, ἢ ὅτι πρῶτος ἆθλος Ἡρακλέος. ἔστι δὲ τῶν ἐπιφανῶν ἄστρων. |
| book 147-148 | —ἄλλως: σαφῶς καὶ [πά]νυ καταλήξας ἐπὶ τὴν Παρθένον, μετ’ εὐλόγου προφάσεως τῆς κατὰ τὴν ὁ[μοι]ότητα τῶν ἀστέρων ἐπὶ τὴν Παρθένον μετῆλθε πάλιν, ἀφ’ ἧς π[ροὔθ]ετο τὴν ἀρχήν. ἐπειδὴ ἀνάστερα ἦν τὰ ὑπ’ αὐτήν, καταλέγει τὰ ὑποπε[πτη]‐ κότα τῷ Ζῳδιακῷ, καί φησιν ὑποκεῖσθαι ἑκάστῳ μέρει τῆς Ἄρκτου ζ[ῴ]διον ἕκαστον, τῇ μὲν κεφαλῇ τοὺς Διδύμους, τῇ δὲ γαστρὶ τὸ[ν Καρ]κίνον, ὑπὸ δὲ τοὺς ὀπισθίους πόδας τὸν Λέο[ντα]. τὸ δὲ μέγεθος τῆς Ἄρκτου βουλόμενος παραστήσασθαι, τὸν ἀριθμὸν τοῦτ[ον] ποιεῖται τῶν ζῳδίων. |
| book 150 | —κενεαὶ φαίνονται ἄρουραι: λοιπὸν γὰρ κεκενωμέναι εἰσὶ καρπῶν. αἱ γὰρ προτρυγήσεις διὰ τοῦ ἡλίου τὸ κατ’ ἀρχὰς συνερχομένου τῷ Λέοντι. τινὲς δὲ τολμῶσι γράφειν ἠελίῳ τὰ πρῶτα συνερχομένοιο Λέοντος ἀπαιδεύτως. οὐ γὰρ τὰ ζῴδια συνέρχονται, ἀλλ’ ὁ ἥλιος ἕκαστον ἐπιπορεύεται. ἅπτεται πως καὶ θεολογίας ἐνταῦθα ὁ Ἄρατος, τὴν τῆς Κόρης ἁρπαγὴν δηλῶν καὶ τὸν πρὸς Ἅιδην γάμον ἐν τῷ λέγειν κενεαὶ ἄρουραι· αὐτὴν γὰρ εἶναι τοὺς καρποὺς καὶ τὴν μητέρα τὴν γῆν. |
| book 150 | καὶ γὰρ παρ’ Αἰγυπτίοις κατὰ τὸν Ἐπιφὶ μῆνα, ὅτε ἐν Λέοντι γίνεται ὁ ἥλιος, τότε καὶ ἡ τῆς Κόρης ἁρπαγὴ τελεῖται. περὶ τὴν ὀγδόην καὶ εἰκάδα τοῦ Ἐπιφὶ μηνὸς γίνεται ἐν Λέοντι ὁ ἥλιος, ὅτε καὶ ὁ Κύων τὰς ἐπιτολὰς ποιεῖται. οὐ γὰρ πάντως περὶ πέμπτην καὶ εἰκάδα ὁ Κύων τὰς ἐπιτολὰς ποιεῖται, ἀλλὰ καὶ 〈περὶ〉 κθʹ καὶ λʹ πρὸς τὴν βραδυτέραν τοῦ ἡλίου κίνησιν. |
| book 152 | —τῆμος καὶ κελάδοντες: τότε, φησί, καὶ κελάδοντες ἄνεμοι ἐμπίπτουσι τῷ πόντῳ ὅτε ὁ ἥλιος ἐν τῷ Λέοντι. καὶ παρ’ Αἰγυπτίοις αἱ κληίδες τῶν ἱερῶν λεόντων φέρουσι πρόσωπα καὶ τοῦ χασμήματος ἁλύσεις ἀπῃώρηνται καρδίαν ἐξηρτημένην ἔχουσαι. τὸ δὲ πλῆθος τῶν βρόχων τῆς ἁλύσεως τοσοῦτόν ἐστιν ὅσας λέγουσι μοίρας ἐπέχειν τὸ ἄστρον ἐν τῷ δωδεκατημορίῳ τοῦ Λέοντος ἀπὸ τῆς ἀρχῆς ἀριθμουμένου. |
| book 152 | ὅλον δὲ τὸ ἄστρον ἀνιερώκασιν Ἡλίῳ. τότε γὰρ ἐμβαίνει καὶ ὁ Νεῖλος, καὶ ἡ τοῦ Κυνὸς ἐπιτολὴ περὶ τὴν ἠῶ φαίνεται, καὶ ταύτην ἀρχὴν ἔτους τίθενται, καὶ τῆς Ἴσιδος ἱερὸν εἶναι [τὸν Κύνα] λέγουσιν [αὐτοῦ τὴν ἐπιτολήν], ἐφ’ ἣν καὶ τὸν ὄρτυγα θύουσι, τῷ παλμῷ τοῦ ζῴου σημειούμενοι τὸν καιρὸν τῆς ἐπιτολῆς τοῦ ἄστρου. ἄλλως: ἡλίου τὰ πρῶτα συνερχομένου τῷ Λέοντι (151). 〈ἐτησίαι εὐρέι πόντῳ〉: λείπει γὰρ ἡ ἀνά, κατὰ παράλειψιν ταύτης εἴρηται. |
| book 152 | ἐτησίαι ἄνεμοι σφοδρότερον πνέουσι καὶ ὁ καιρὸς οὐκέτι τῆς ἐπικώπων πλοίων εἰρεσίας. διὰ τί δέ, τῶν ἐτησίων ἀπὸ τῆς τοῦ ἡλίου ἐν τῷ Καρκίνῳ 〈πορείασ〉 ἀρχομένων πνεῖν, οὗτος λέγει ἐν τῷ Λέοντι; καί φαμεν [ὅτι] ἄρχεσθαι τοὺς ἐτησίας πνεῖν ἔτι ὄντος ἡλίου ἐν τῷ Καρκίνῳ, σφοδροτέ〈ρουσ〉 δὲ γίνεσθαι ὅτε ἐν τῷ Λέοντι. πνέουσι δὲ μέχρι Ἄρκτου ἐπιτολῆς ὡς ἐπὶ πλῆθος ἑξήκοντα ἡμερῶν. ὠνομάσθησαν δὲ ἐτησίαι ἀπὸ τοῦ συμβεβηκότος, ἢ ὅτι κατ’ ἔτος πνέουσι ταῖς τακταῖς αὐτῶν ἡμέραις καὶ τεταγμένοις χρόνοις ἀρχόμενοι, παρὰ τὸ ἔτος, ἢ παρὰ τὸ ἐτεόν, διὰ τὸ μηδέποτε αὐτοὺς μεταβάλλειν ὅταν καιρὸς αὐτῶν ᾖ. |
| book 152 | καλῶς δὲ τὸ μεγάλα σκ〈ά〉φη τότε χρήσιμα (154)· τότε γὰρ κῦμα μέγα καὶ τὸ πνεῦμα σφοδρόν. παρηκολούθησε δὲ Ἡσιόδῳ (Opp. 643)· „νῆ’ ὀλίγην αἰνεῖν, μεγάλῃ δ’ ἐνὶ φορτία θέσθαι“. ἐτησίαι εὐρέι πόντῳ: οἱ ἐτησίαι ἀπὸ τῆς τοῦ Κυνὸς ἑῴας ἐπιτολῆς μέχρι Ἄρκτου ἐπιτολῆς ὡς ἐπὶ πλῆθος ἑξήκοντα ἡμερῶν πνέουσιν. ὠνομάσθησαν δὲ ἤτοι ὅτι κατ’ ἔτος πνέουσι ταῖς τακταῖς αὐτῶν ἡμέραις, παρὰ τὸ ἔτος, ἢ παρὰ τὸ ἐτεόν, διὰ τὸ μηδέποτε αὐτοὺς μεταβάλλειν ὅταν καιρὸς αὐτῶν ᾖ. |
| book 152 | καλῶς δὲ τὸ μεγάλα σκάφη τότε χρήσιμα (154)· τότε γὰρ τὸ κῦμα μέγα καὶ τὸ πνεῦμα σφοδρόν. παρηκολούθησε δὲ Ἡσιόδῳ (Opp. 643)· „νῆ’ ὀλίγην αἰνεῖν, μεγάλῃ δ’ ἐνὶ φορτία θέσθαι“. |
| book 155 | —〈τὰ πηδά〉: πηδὰ δὲ τὰ πηδάλια κατὰ ἀποκοπήν. τινὲς δὲ προπερισπῶσι, πῆδα ξύλα λέγοντες εἶναι ἐξ ὧν τὰ πηδάλια κατασκευάζεται βέλτιον ὑπομένοντα 〈τὴν〉 ἀπὸ τῆς θαλάσσης δριμύτ〈η〉τα, ὥστε λέγεσθαι ἀφ’ οὗ κατεσκευάσθησαν, ὡς μελίη. τότε δὴ ἐνδέχεται ἔχειν τὰ πηδὰ πρὸς τὸν ἄνεμον καὶ μὴ τὰς κώπας, ἤτοι ἀντέχειν πρὸς τὸν ἄνεμον διὰ πηδῶν καὶ μὴ διὰ κωπῶν. |
| book 155 | εἰς ἄνεμον δὲ τὰ πηδά: κατὰ συγκοπὴν τὰ πηδάλια, ἢ τὰς κώπας, ἀπὸ τοῦ πηδῶ. καὶ Ὅμηρος (ν 78)· „ἀνερρίπτουν ἅλα πηδῷ“. 〈κυβερνητῆρεσ〉: οἱ δὲ κυβερνηταὶ θαρροῦντες τοῖς ἀνέμοις ἔχοιεν τὰ πηδάλια. |
| book 156 | —περὶ τοῦ Ἡνιόχου. εἰ δέ τοι Ἡνίοχόν τε: ἐπανῆλθε πάλιν ἐκ τοῦ ζῳδιακοῦ πρὸς τὰ βόρεια. τὸ δὲ ἀστέρας διδασκαλικῶς· τρεῖς γὰρ ἔχει ἐν τῇ χειρί, ὧν ὁ μὲν ὑπὸ τὸν ὦμον σφόδρα ἐστὶ λαμπρός, καὶ καλεῖται Αἴξ, οἱ δὲ ἄλλοι δύο ἑξῆς ἀμαυρότεροι, οἳ καλοῦνται Ἔριφοι. καὶ χαριέντως τὸν μὲν ἐπίλαμπρον ὡς ἐπὶ μητρὸς Αἶγα εἶπε, τοὺς δὲ ἀμυδροτέρους Ἐρίφους, ὡς νεογνά. ὁ δὲ μῦθος οὕτως ἔχει, ὅτι ἡ Αἲξ αὕτη γυνὴ ἦν Ἀρκαδική, ἥτις ἀνέθρεψε τὸν Δία. καί φασιν ὅτι μετὰ θάνατον λαβὼν αὐτῆς τὸ δέρμα κατὰ συνείλησιν περιέθετο, καὶ αὐτὴν κατηστέρισε. διὸ „Αἰγίοχος κικλήσκεται ἀνθρώποισι“. ταύτην δὲ καλοῦσι καὶ Ἀμάλθειαν, καὶ Ἀμαλθείας κέρας τὸ τῆς Αἰγός. |
| book 158 | —εἰν ἁλὶ πορφυρούσῃ: μελαινομένῃ· κινουμένη γὰρ ὑπὸ τῶν ἀνέμων ταύτην ποιεῖται τὴν σύστασιν. τὸ δὲ κεδαιομένους ἀντὶ τοῦ φθειρομένους. γράφεται κεραιομένους ἀντὶ τοῦ κεραϊζομένους. ἡ γὰρ ἑῴα δύσις τῶν Ἐρίφων χειμῶνα φέρει ἡλίου Τοξότην διανύοντος, ἡ δὲ Αἲξ τὴν ἑῴαν ποιεῖται δύσιν ἡλίου ὄντος ἐν Αἰγοκέρωτι περὶ τὰς χειμερινὰς τροπάς. |
| book 159 | —κεδαιομένους: σκορπιζομένους. εἰ δὲ διὰ τοῦ ρ γράφοιτο, φθειρομένους. ὅθεν τὸ ἀδιάφθαρτον ἀκέραιον καλοῦσι, διὰ στέρησιν τοῦ κεραίω. |
| book 160 | —Διδύμων ἐπὶ λαιά: ὁ γὰρ Ἡνίοχος βορειότερός ἐστι τῶν Διδύμων, ὥστε ἀνατελλόντων τῶν Διδύμων κατὰ πόδας τὰ εὐώνυμα μέρη αὐτῶν ὁρίζεσθαι πρὸς βορρᾶν, καὶ διὰ τοῦτο 〈λέγει〉 τὸν Ἡνίοχον κατὰ κεφαλὴν ἀνατέλλοντα παρακεῖσθαι τοῖς εὐωνύμοις μέρεσι τῶν Διδύμων. |
| book 161 | —κεκλιμένον δήεις: σφόδρα ἀκριβῶς ὁ Ἄρατος προσέχων τῷ ζῳδίῳ κατὰ θέσιν φησὶ τὸ κεκλιμένον· οὐ γάρ ἐστιν ἔξορθος, ἀλλ’ ὥσπερ ἐπινεύων καὶ πρὸς τὸ ἐλαύνειν ἐπειγόμενος. Ἑλίκης δέ οἱ ἄκρα κάρηνα: πληθυντικῷ ἐχρήσατο ἀντὶ ἑνικοῦ· ἀντὶ τοῦ ἡ κεφαλὴ αὐτοῦ (κατὰ διάμετρον, σημαίνει, κειμένη) ἀντία δινεύει. ἱερὰ δὲ (163) ὅτι τὸν Δία ἐθήλασεν, ἢ ὅτι πλουτοδότειρά ἐστι, καθὸ λέγουσιν Ἀμαλθείας κέρας. Ἀμάλθεια γὰρ αὕτη καλεῖται. |
| book 161 | ἄλλως: ἡ τοῦ Ἡνιόχου κεφαλὴ ἐξ ἐναντίας τῶν γενύων τῆς Ἑλίκης κεῖται. εὐθεῖα γὰρ γραμμὴ ἐξηνέχθη ἀπὸ τῆς ἄκρας κεφαλῆς τοῦ Ἡνιόχου κατὰ τὰ τῆς Ἑλίκης γένεια, καὶ οὕτως ἐξ ἐναντίας κεῖται. ἄλλως: ἡ τοῦ Ἡνιόχου κεφαλὴ ὡς ἐπὶ ἀνατολὴν νεύει, ἡ δὲ τῆς Ἑλίκης ἐπὶ δύσιν, ὅθεν εἶπε ἀντία δινεύει. τὸ δὲ κάρηνα (161) ἐπ’ ἀμφοτέροις δύναται λαμβάνεσθαι. Ἡνίοχος κατὰ τὰ λαιὰ αἰγίζων εἴρηται. καὶ Ὅμηρος (Β 148)· „λάβρος ἐπαιγίζων“. κατὰ δὲ τὸν καρπὸν τῆς χειρὸς ἔχει ἀστέρας Ἐρίφους καλουμένους· δοκοῦσι δὲ ἑῴαν δύσιν ποιούμενοι σημαίνειν χειμῶνα, ἡλίου ἐν Τοξότῃ ὄντος. Καλλίμαχος (Epigr. 18, 5—6)· „φεῦγε θαλάσσῃ / συμμίσγειν Ἐρίφων, ναυτίλε, δυομένων“. |
| book 161 | οἱ δὲ μυθολόγοι τὸν Ἡνίοχον λέγουσιν εἶναι εἴδωλον ἢ Βελλεροφόντου, ἢ Τροχίλου τοῦ Καλλιθυίας παιδός, τῆς πρώτης ἐν Ἄργει γενομένης ἱερείας, ἅρμα πρώτου ζεύξαντος· οἳ δὲ Μυρτίλου, οἳ δὲ Κίλλαντος τοῦ Πέλοπος ἡνιόχου εἶπον, ἄλλοι δὲ Οἰνομάου, τὴν δὲ Αἶγα Νίκανδρος (fr. 114 Schn.) Ἀμάλθειαν καὶ Διὸς τροφόν. φαίη δ’ ἄν τις ἀτεχνῶς εἴδωλα τοὺς περὶ θεῶν ταῦτα ληροῦντας. |
| book 161 | ὠλενίη δὲ λέγεται διὰ τὸ 〈εἶναι〉 ἐπὶ τῆς ὠλένης τοῦ Ἡνιόχου. ἤ, ὡς ἄλλοι, Ὠλένου θυγάτηρ, ἢ ἐξ Ὠλένου πόλεως. |
| book 167 | —περὶ τοῦ Ταύρου. πὰρ ποσὶ δ’ Ἡνιόχου: πάλιν ἐγνωσμένως ἀπὸ τῶν παρακολουθούντων εἰς τὸν ζῳδιακὸν κατέρχεται. καὶ νῦν ἀπὸ τοῦ Ἡνιόχου ἐπὶ τὸν ὑποκείμενον Ταῦρον ἐχώρησεν, ὅς ἐστιν ἐν ἀρχῇ τοῦ ζῳδιακοῦ κύκλου. κεραὸν δὲ διὰ τὴν τῶν κεράτων θέσιν, τὸ δὲ πεπτηότα διὰ τὸ ποιὸν κατάστημα. ὥσπερ γὰρ ὀκλάσας ἐστίν, ἡμίτομος δέ, καὶ τοὺς ὀπισθίους οὐκ ἔχων πόδας. |
| book 167 | τοῦτον οὖν οἳ μὲν τὸν τὴν Εὐρώπην διαγαγόντα ἐκ Φοινίκης εἰς Κρήτην διὰ πελάγους κατηστερίσθαι φασίν, οἳ δὲ τοῦτον οὗ Πασιφάη ἠράσθη, οἳ δὲ τὸν ἐκ Κρήτης εἰς Μαραθῶνα παραγενόμενον, ὃν Θησεὺς κατηγωνίσατο. τὸ δὲ μαίεσθαι ἐπισκοπεῖν, ἐπιζητεῖν, κατοπτεύειν. ὁ δὲ νοῦς· παρὰ δὲ τοῖς ποσὶ τοῦ Ἡνιόχου ὑποπεσόντα ζήτει τὸν Ταῦρον. τὸ δὲ ἐοικότα, ὅμοια. οἱ γὰρ ἀστέρες αὐτοῦ βούκρανον ἀληθῶς διαγράφουσι, καὶ διὰ τοῦτό εἰσι γνώριμοι, οὐδὲν τῶν γειτνιώντων πρὸς κατανόησιν δεόμενοι, ὡς ὁ Κριὸς ἀμυδρὸς ὢν ὑπ’ ἄλλων εὑρίσκεται. |
| book 169 | —τοίη οἱ: θαυμαστικῶς τὸ τοίη ἀντὶ τοῦ τοιαύτη. σφόδρα γὰρ ἔκλαμπρος ἡ κεφαλὴ ὑποφαίνεται, καὶ ἔκκριτός ἐστι, καὶ οὐκ ἄν τις ἐξ ἄλλου τεκμηρίου ἔτι σκέψαιτο τὴν τοῦ Ταύρου κεφαλήν, ἀλλ’ ἐκ τῶν τὸ πρόσωπον ἀποτελούντων ἀστέρων. |
| book 171 | —ἀστέρες ἀμφοτέρωθεν: ἐκ τῶν δύο γραμμῶν τοῦ Υ στοιχείου· αἱ γὰρ Ὑάδες τοῦτο τὸ στοιχεῖον ἀπομιμούμεναι τὸ ταύρειον ἀποτελοῦσι πρόσωπον, ἔνθεν καί τινες Ὑάδας αὐτὰς εἶπον. οἳ δὲ ὅτι δυόμεναι αἴτιαι ὑετοῦ γίνονται. οὗτος ἐστὶν ἐν τῇ τάξει τέταρτος. ὁ δ’ ἀρκτικὸς κύκλος αὐτοῦ ἐπιλαμβάνει ἀπὸ ποδῶν ἕως στήθους αὐτοῦ τοῦ ἀρκτικοῦ καὶ θερινοῦ τροπικοῦ. ἦν δὲ ὡς Εὐριπίδης φησίν, Αἰθιόπων βασιλεύς. Ἀνδρομέδου δὲ πατήρ. τὴν δὲ ἑαυτοῦ θυγατέρα τῷ κήτεϊ δοκεῖ προθεῖναι. δι’ ἣν Περσεὺς ὁ Διὸς γεγονώς. ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς βʹ. ἐπὶ δὲ τῆς δεξιᾶς χειρός, λαμπρὸν αʹ. ἐφ’ ἑκατέρων τῶν ὤμων, αʹ. ἐπὶ τοῦ γόνατος βγʹ λοξαί. ἐπὶ τῆς δεξιᾶς λαγόνος ζʹ. ἐπὶ τοῦ ἀριστεροῦ γόνατος βʹ. |
| book 171 | οὗτος δὲ ὁ Ταῦρος λέγεται λέγεται ἐν ἄστροις τεθῆναι διὰ τὸ Εὐρώπην ἀγαγεῖν ἀπὸ Φοινίκης εἰς Κρήτην ἀσφαλῶς διὰ τοῦ πελάγους. ὡς Εὐριπίδης. χάριν δὲ τούτου ἐν τοῖς ἐπιφανεστάτοις ἐστὶν ὑπὸ Διὸς τιμηθείς. ἕτεροι δέ φασι βοῦν ἐμιμήσαντο ἐν τοῖς ἄστροις. τοῦ δὲ Ταύρου τὸ μὲν μέτωπον αἱ Ὑάδες καλοῦνται. ἔχει ἀστέρας ὁ Ταῦρος ἐπὶ μὲν τῶν κεράτων ἑκατέρων αʹ. ἐπὶ δὲ τοῦ μετώπου βʹ. ἐφ’ ἑκατέρων τῶν ὀφθαλμῶν, αʹ. ἐπὶ τοῦ μυκτῆρος αʹ. οὗτοι Ὑάδες λέγονται. |
| book 171 | ἐπὶ δὲ τοῦ ἐμπροσθίου γόνατος, αʹ. ἐπὶ τοῦ τραχήλου βʹ. ἐπὶ τῆς ῥάχεως γʹ. ἐπὶ τῆς χηλῆς αʹ. ἐπὶ τοῦ δεξιοῦ γόνατος, αʹ. ἐπὶ τὴν κοιλίαν βʹ. ἐπὶ τοῦ στήθους αʹ. τοὺς πάντας ιηʹ. |
| book 172 | —καὶ λίην κείνων: οὐκ ἀνώνυμοι, φησίν, αἱ Ὑάδες αἱ ἐπὶ τοῦ μετώπου τοῦ Ταύρου. Θαλῆς μὲν οὖν (11 (1) B 2 Diels) δύο αὐτὰς εἶπεν εἶναι, τὴν μὲν βόρειον, τὴν δὲ νότιον, Εὐριπίδης δὲ ἐν τῷ Φαέθοντι (fr. 780 Nauck) τρεῖς, Ἀχαιὸς δὲ (fr. 46 Nauck) τέσσαρας, Μουσαῖος εʹ (2 (67) B 18 Diels), Ἱππίας δὲ καὶ Φερεκύδης (F. Gr. Hist. 6 F 9 et 3 F 90) ἑπτά. ἡ δὲ προσωνυμία ὅτι τὸν Διόνυσον ἀνεθρέψαντο, Ὕης δὲ ὁ Διόνυσος. Εὐφορίων (14 Powell)· „Ὕῃ ταυροκέρωτι Διωνύσῳ κοτέσσασα“. οἱ μὲν οὖν δύο λέγοντες ἐπὶ τῶν ὀφθαλμῶν τοῦ Ταύρου φασίν, |
| book 172 | οἱ δὲ τρεῖς προσλαμβάνουσι καὶ τὸν ἐπὶ τῷ χελυνίῳ. Εὐριπίδης μὲν οὖν Ἐρεχθεῖ (fr. 357 Nauck) τὰς Ἐρεχθέως θυγατέρας Ὑάδας φησὶ γενέσθαι τρεῖς οὔσας, ὁ δὲ Μυρτίλος (F. Gr. Hist. 477 F 15) τὰς Κάδμου θυγατέρας, κληθῆναι δὲ οὕτως δι’ ἣν προείπομεν αἰτίαν. Ἡσίοδος γάρ φησι περὶ αὐτῶν (fr. 291 Merkelbach‐ West)· „νύμφαι Χαρίτεσσιν ὁμοῖαι, / Φαισύλη ἠδὲ Κορωνὶς εὐστέφανός τε Κλέεια, / Φαιώ θ’ ἱμερόεσσα καὶ Εὐδώρη τανύπεπλος, / ἃς Ὑάδας καλέουσιν ἐπὶ χθονὶ φῦλ’ ἀνθρώπων“. |
| book 172 | αἱ μέντοι Πλειάδες παρὰ τὸ διχότομον αὐτοῦ εἰσιν, ὡς ἐπὶ τὴν ἰξὺν ἀνακλώμεναι, καὶ σχῆμα κατά τινας οὐρᾶς ἀποτελοῦσιν, ὡς καὶ ὁ Νίκανδρός φησι πλαγιασθείς (Ther. 122—123)· „Πληιάδων φάσις δεδοκημένος, αἵ θ’ ὑπὸ Ταύρου / ὁλκαίην ψαίρουσαι ὀλίζωνες φορέονται“. οὐκ ἔστι δὲ οὐρὰ τοῦ Ταύρου. πόθεν γάρ, ὁπότε μηδὲ ὀπίσθια ἔχων δείκνυται; ἢ ὅτι παραπλησίως τῷ Υ στοιχείῳ κεῖνται, ἢ ὅτι δύνουσαι ποιοῦσιν ὑετόν, ἢ κατ’ ἔλλειψιν τοῦ θ θυάδας. |
| book 174 | —λαιοῦ δὲ κεράατος ἄκρον: παρὰ δὲ τὸ ἄκρον τοῦ ἀριστεροῦ κέρατος τοῦ Ταύρου, καὶ τὸν ἀριστερὸν πόδα τοῦ Ἡνιόχου εἷς ἀστὴρ ἐπέχει. συνεληλάμενοι δὲ τῷ τόνῳ ὡς οὐτάμενοι. ὑφαιρεθέντος γὰρ τοῦ ς ἀναβιβάζεται ὁ τόνος. ὁ δὲ νοῦς· συνηρμοσμένοι δὲ φέρονται. ταύτας δὲ τὰς Ὑάδας Διονύσου τιθήνας φασὶν εἶναι. ἢ ὅτι ἐν τῇ γενέσει τοῦ Διονύσου ὕσεν ὁ Ζεύς. τὰ δὲ ὀνόματα τούτων εἰσὶ ταῦτα· Ἀμβρόσια, Φαισύλη, Κλειτή, Εὐδώρα, Βρομεία, Κισσηίς. |
| book 177-178 | —ἀλλ’ αἰεὶ Ταῦρος: ἅπερ κατὰ φυσικὴν αἰτίαν εἴωθε γίνεσθαι, ταῦτα οἱ ποιηταὶ ὡς ἐν παραδόξῳ λαμβάνουσι, καὶ ὡς καινότερα αὐτὰ καὶ ἀδύνατα προφέρονται, ὡς καὶ νῦν ἐπὶ τοῦ Ταύρου καὶ τοῦ Ἡνιόχου φησὶν ὁ Ἄρατος, ὅτι καὶ τὸ καινότερον ἔχει τι ἄμεινον· [ἀνατέλλων ὁ Ταῦρος·] κρείττων γάρ ἐστι καὶ ταχίων εἰς τὸ δύεσθαι. τριῶν κύκλων τῶν παραλλήλων παραδιδομένων, συμβέβηκε διαιρεῖσθαι τὸ ὅλον σχῆμα εἰς μέρη ηʹ, 〈καὶ〉 τοῦ μὲν θερινοῦ τροπικοῦ ἐν τῷ βορείῳ μέρει τὰ εʹ μέρη διηνεκῶς εἶναι ὑπὲρ γῆν, τὰ δὲ γʹ ὑπὸ γῆν, τοῦ δὲ ἰσημερινοῦ, ἴσον ἔχοντος τὸ ὑπὲρ γῆς τῷ ὑπὸ γῆν ..... κατὰ δὲ τὴν διαίρεσιν ταύτην ἀνατελλέτωσαν ὁ μὲν Ἡνίοχος ἐπὶ τοῦ θερινοῦ τροπικοῦ, ὁ δὲ Ταῦρος ἐπὶ τοῦ ἰσημερινοῦ. περιενεχθέντος οὖν τοῦ οὐρανοῦ, ὁ μὲν Ταῦρος λήψεται ἐκ τοῦ ὑπὸ γῆν τμῆμα αʹ (λοιπόν, ἐκ τῶν ηʹ, τὰ γʹ), ὁ δὲ Ἡνίοχος ἐφάψεται τοῦ ὁρίζοντος, ὥστε τὰ λοιπὰ ἔχειν ὑπὸ γῆς γʹ. περιενεχθέντος οὖν πάλιν τοῦ οὐρανοῦ [τὰ λείποντα εἰς ηʹ τμή‐ |
| book 177-178 | ματα, τὰ γʹ] συμβήσεται τὸν Ἡνίοχον καὶ τὸν Ταῦρον ὑπὸ τὸν αὐτὸν χρόνον ἀνατεῖλαι. ἀλλ’ αἰεὶ Ταῦρος: τάχιον δύνει ὁ Ταῦρος ἐπεὶ νοτιώτερός ἐστι τοῦ Ἡνιόχου, τὰ δὲ νότια πλέον ὑπὸ γῆν μέρος ἔχει· καὶ ὅλως τὰ ἐπὶ διαφόρων παραλλήλων κύκλων ἄστρα, τὰς ἀνατολὰς ἅμα ποιησάμενα, οὐχ ἅμα δύσεται. τὸ γὰρ βορειότερον, κατὰ μείζονος κύκλου φερόμενον, ὑστερεῖ τῷ χρόνῳ τῆς δύσεως, τὸ δὲ νοτιώτερον 〈τάχιον〉 κατανεχθήσεται ὡς ἀν’ ἐλάσσονα κύκλον φερόμενον. ἀκουστέον δὲ συνανατέλλειν τῷ Ταύρῳ τὸν Ἡνίοχον οὐχ ὅλον ὅλῳ (τοῦτο γὰρ ψεῦδος), ἀλλ’ ὅσα τῶν μερῶν συνανατέλλει, ταῦτα οὐ συγκαταδύεται διὰ τὴν ἔγκλισιν τοῦ κόσμου. |
| book 177-178 | 〈ὁμηλυσίῃ περ ἀνελθών〉: ὡσεὶ εἶπεν καίπερ ὁμοῦ ἀνελθών. λέγει δὲ ὅτι ὁ Ταῦρος, σὺν τῷ Ἡνιόχῳ ὁμοῦ ἀνελθών, πρότερος δύνει. τὸ δὲ ὁμηλυσίῃ ἀντὶ τοῦ ἅμα καὶ κατὰ τὸ αὐτό. τὸ δὲ αἴτιον ὅτι τὰ βόρεια ἢ ὅλως οὐ δύεται, ἢ κατά τι δύεται, ἢ βραδέως δύεται· οἷον Ἄρκτοι ὅλως οὐ δύνουσιν, ὁ Κηφεὺς καταδύεται ὅσον αὐτοῦ ἐστιν ἐκ τοῦ νοτίου· οὕτω καὶ ὁ Ἡνίοχος βραδέως δύνει ὡς πρὸς τὰ ὑποκείμενα αὐτῷ νοτιώτερα ζῴδια. |
| book 177-178 | οὗτος οὖν ὁ Ταῦρος, νοτιώτερος αὐτοῦ ὤν, πρωῒ μᾶλλον καταφέρεται, ἐκεῖνος δὲ βραδύτερος, ὅσῳ καὶ βορειότερος. ἅμα δὲ ἀνατέλλουσι διὰ τὸ ἐξ ἀντολῶν ὥσπερ ἐπινενευκότα καὶ κεκυρτωμένον ἄνω φέρεσθαι τὸν Ἡνίοχον. ὅτε μέντοι δύεται, καὶ πλείονα χρόνον ἀναλίσκει δυόμενος, ὅτι τῶν ἐπὶ τῆς κινουμένης σφαίρας ἀνατελλόντων ἅμα σημείων ὕστερον δύνει τὰ προσεγγίζοντα τῷ φανερῷ πόλῳ. μείζους γὰρ κατὰ τὴν ὁμοιότητα διανύει περιφερείας διὰ τὸ μετέωρον τοῦ πόλου. λήξας οὖν ἐπὶ τὸν Ταῦρον, ἄνεισι πάλιν ἐπὶ τὰ συνεχῆ καὶ βόρεια. |
| book 179 | —οὐδ’ ἄρα Κηφῆος: πάλιν ἕως τοῦ ζῳδιακοῦ ἐλθὼν καὶ διδάξας τὰ περὶ τοῦ Ταύρου ἀνέδραμεν ἐπὶ τὰ τοῦ βορείου λειπόμενα, πάλιν δὲ οὐδὲ τὸν Κηφέα ἀφ’ ἑαυτοῦ διδάσκει, ἀλλ’ ὥσπερ τὰ φθάσαντα διὰ τῶν ἐγνωσμένων, οὕτω καὶ τοῦτον διὰ τῆς ἤδη γνωσθείσης Κυνοσούρας Ἄρκτου. τὸ δὲ μογερὸν διὰ τὴν συμβᾶσαν συμφορὰν ἐν τῷ οἴκῳ αὐτοῦ χάριν Κασσιεπείας. αὕτη γὰρ ἤρισε ταῖς Νηρηΐσι περὶ κάλλους, αἱ δὲ ὀργισθεῖσαι κῆτος ἐπαφῆκαν τῇ Αἰθιοπίᾳ. |
| book 179 | ἔχρησε δὲ ὁ θεός, εἰ μὴ ἡ ταύτης θυγάτηρ Ἀνδρομέδα παραδοθῇ τῷ κήτει, μὴ παύσασθαι 〈τὸ δεινόν〉. ἡ δὲ ἐξετέθη· παριὼν δὲ ὁ Περσεὺς ἔσωσε τῇ Γοργόνι τὴν Ἀνδρομέδαν. πάντες οὖν κατηστερίσθησαν ἁπλώσαντες τὰς χεῖρας, ὥσπερ ὑπόμνημα τοῦ πάθου φέροντες. ἡ Κασσιέπεια, γυνὴ οὖσα τοῦ Κηφέως ἤρισε ταῖς Νηρηΐσι περὶ κάλλους. αἱ δὲ ὀργισθεῖσαι κῆτος ἐπαφῆκαν τῇ Αἰθιοπίᾳ. ἔχρησεν οὖν ὁ θεός, εἰ μὴ ἡ ταύτης θυγάτηρ Ἀνδρομέδα ἐκδοθῇ τῷ κήτει, μὴ παύσασθαι τὸ δεινόν. ὅθεν καὶ προετέθη μετὰ τῶν οἰκείων κόσμων, προσηλώθη δὲ ἵνα μὴ ἀποδράσῃ. μέλλοντος δὲ ἤδη τοῦ κήτους ἐξιέναι καὶ βορὰν ποιεῖσθαι αὐτήν, παριὼν ὁ Περσεὺς τὸ μὲν κῆτος ..... ἀπέκτεινε, τὴν δὲ Ἀνδρομέδαν ἠλευθέρωσε. πάντες γοῦν κατηστερίσθησαν ἁπλώσαντες τὰς χεῖρας, ὥσπερ ὑπόμνημα τοῦ πάθους φέροντες. |
| book 179 | Ἰασίδαο: Ἰασίδην τὸν Κηφέα εἶπε διὰ τὸ ἔχειν τὸ γένος ἀπὸ 〈Ἰοῦς τῆσ〉 Ἰνάχου. ἀπὸ μητρὸς δὲ αὐτὸν ὠνόμασεν. οὐ γάρ ἐστι Κηφεὺς Ἰάσου, ἀλλ’ Ἰοῦς τῆς Ἰνάχου. Ἰασίδης οὖν υἱὸς Ἰοῦς. Ἰοῦς γὰρ Ἔπαφος, οὗ Λιβύη, ἧς Βῆλος, οὗ Ἀγήνωρ, οὗ Κηφεύς. |
| book 181 | —ἐπεὶ Διὸς ἐγγύθεν ἦσαν: ἐπεὶ δοκοῦσιν οἱ βασιλεῖς ἀπὸ Διὸς ἔχειν τὸ γένος. ἢ αὐτοῦ πρὸς γένους. ἀλλ’ ἄρα καὶ τὸν οὐρανὸν ἔφθασεν ὁ Κηφεύς. ἐπειδὴ Διὸς ἦν. πρὸς γένους αὐτοῦ ἐστιν Ἰώ. |
| book 184 | —ἴση οἱ στάθμη: ἴση εὐθεῖα, ἴση διάμετρος ἀπὸ τῆς Ἄρκτου ἕως τῶν ποδῶν ἀμφοτέρων τοῦ Κηφέως. |
| book 185 | —ὅσση ποδὸς εἰς πόδα τείνει: ὅσον ἀπέχουσιν ἑαυτῶν οἱ πόδες, τοσοῦτον ἀπέχει ἡ οὐρὰ τῆς Ἄρκτου ἑκατέρου ποδὸς τοῦ Κηφέως. Ὅμηρος (Ο 410)· „στάθμη 〈δόρυ〉 νήϊον ἐξιθύνει“. ἄλλως: στάθμη ἐστὶν ἡ εὐθεῖα γραμμή. νεάτης δὲ οὐρᾶς τῆς Κυνοσούρας Ἄρκτου. ἀπὸ ἄκρας τῆς οὐρᾶς εὐθεῖά τις γραμμὴ φέρεται εἰς ἑκάτερον πόδα τοῦ Κηφέως, τοσοῦτον ἀπέχοντα τὸ διάστημα ὅσον καὶ ἀπὸ τοῦ ποδὸς τοῦ Κηφέως ἐπὶ τὸν ἄλλον πόδα, ὡς τὸ μέγεθος εἶναι τρίγωνον ἰσόπλευρον ἀπὸ τῆς οὐρᾶς ἐπὶ τοὺς δύο πόδας καὶ τὸ τῶν δύο ποδῶν αὐτοῦ διάστημα. |
| book 185 | ἄλλως: ἶσόν φησιν ἀφεστάναι ἀπὸ τῆς οὐρᾶς τῆς Κυνοσούρας εἰς ἀμφοτέρους τοὺς πόδας τοῦ Κηφέως αὐτῷ τῷ τῶν ποδῶν διαστήματι. ἴση εὐθεῖά ἐστιν, ὡς εἶναι τὸ σχῆμα τρίγωνον ἰσόπλευρον. |
| book 186 | —αὐτὰρ ἀπὸ ζώνης: ἐπειδὴ ἡ τοῦ Κηφέως ζώνη ἀμυδρά ἐστιν, ἐκ τοῦ παρακειμένου Δράκοντος διδάσκει. ὁ δὲ νοῦς· κάτω δὲ τῆς τοῦ Κηφέως ζώνης ὀλίγον 〈ἂν〉 ἱέμενος καὶ περισκοπήσας βλέψειας 〈τὴν〉 τοῦ Δράκοντος πρώτην καμπήν, τὴν ἀπὸ τῆς κεφαλῆς τοῦ Δράκοντος κύκλωσιν. |
| book 188 | —προκυλίνδεται: ἀνατολικωτέρα προθεωρεῖται. τὸ δὲ κυλίνδεται, οὐκ εὐσχημόνως κεῖται· πλατεῖα γὰρ καθ’ ἑκάτερα. ἄλλως: ἔνιοι νομίζουσιν ἠγνοηκέναι τὸν Ἄρατον ὅτι ἡ Κασσιέπεια ἐπανατέλλει τῷ Κηφεῖ καὶ ἐπικαταδύνει, μὴ νοήσαντες ὅτι ἔθος ἐστὶ τῷ ποιητῇ τὴν ἀνατολὴν προτέραν καλεῖν. τὸ οὖν προκυλίνδεται σημαίνει ὅτι ἡ Κασσιέπεια ἀνατολικωτέρα Κηφέως προθεωρεῖται. |
| book 188 | πρὸ αὐτοῦ τοῦ Κηφέως φέρεται. τὸ δὲ δαιμονίη ἤτοι κακοδαίμων διὰ τὰ φαινόμενα καὶ συμβάντα αὐτῇ, ἢ μακαρία διὰ τὸ ἐν θεοῖς εἶναι. οὐ μάλα πολλή: καὶ γὰρ μικρὸν ἐπέχει τοῦ οὐρανοῦ τόπον, καὶ οὐ πάντη ἐν νυκτὶ πανσελήνῳ λαμπρὰ φαίνεται. οὐ γὰρ πολλοὶ αὐτὴν λαμπρύνουσιν ἀστέρες. |
| book 189 | —παμμήνιδι: πανσελήνῳ. προκυλίνδεται Κασσιέπεια οὐ μάλα πολὺ φαινομένη ἐν παμμήνιδι νυκτί. |
| book 188bis | —τοῦ δ’ ἄρα δαιμονίη: πλησίον δὲ τοῦ Κηφέως. τὸ δαιμονίη διὰ τὸ ποιὸν αὐτῆς κατάστημα, ὥσπερ ἐν συμφοραῖς οὔσης διὰ τὴν παῖδα. ἐν νυκτὶ δὲ ἐχούσῃ πλήρη τὴν σελήνην οὐ πολλὴ καὶ λαμπρὰ φαίνεται ἡ Κασσιέπεια· ἀμυδροτέρους γὰρ ἔχει τοὺς ἀστέρας. ταύτην δὲ τὴν Κασσιέπειαν ἱστορεῖ Σοφοκλῆς τῶν τραγῳδῶν ποιητὴς ἐν τῇ Ἀνδρομέδᾳ ἐρίσασαν περὶ κάλλους καὶ ἐλθεῖν εἰς τὸ σύμπτωμα. καὶ τὸν Ποσειδῶνα δι’ αὐτὴν τὴν χώραν διαφθεῖραι τὸ κῆτος ἐπιπέμψαι. ὅθεν ὡς εἴρηται ἐν τοῖς ἄστροις ἐτέθη. ἐσχημάτισται δὲ καὶ αὐτὴ παρὰ τοῦ δίφρου καθημένη. ἔχει δὲ καὶ ἀστέρα ἐπὶ τῆς κεφαλῆς λαμπρὸν αʹ. |
| book 188bis | ἐφ’ ἑκατέρου ὤμου αʹ. ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος, αʹ. ἐπ’ ἄκρου τῆς χειρὸς λαμπρὸν αʹ. ἐπὶ τῆς ὀσφύος λαμπρὸν μέγα αʹ. ἐπὶ τοῦ ἀριστεροῦ μηροῦ ἐπὶ τοῦ γόνατος αʹ. ἐφ’ ἑκατέρας τὰς γωνίας, λαμπρὸν αʹ. τοὺς πάντας ιγʹ. ἐσχημάτισται αὐτὴ ἐπ’ ἀνακλίτου δίφρου καθημένη. |
| book 190 | —οὐ γάρ μιν πολλοί: ἡ Κασσιέπεια ἀστέρας ἔχει [ἐπὶ τοῦ σώματος] ἐκ διαστήματος ἀλλήλων κατ’ εὐθεῖαν ὡς ἔγγιστα κειμένους· ὧν ὁ βορειότατος ἐπὶ τῆς καθέδρας ἐστίν, ὁ δὲ νοτιώτατος ἐπὶ τῆς κεφαλῆς, οἱ δὲ τούτων μεταξὺ δύο τὸ τῆς λακωνικῆς δικλίδος σχῆμα ποιοῦντες τοιοῦτον, ☽, ὧν ἡ μὲν πρώτη γραμμή ἐστι τὸ σῶμα, ἡ δὲ πλαγία τὰ γόνατα. |
| book 191 | —〈ἐπιρρήδην〉: ὀνομαστῶς ἐπέχουσιν, ἐφηρμοσμένως. |
| book 192 | —οἵην δὲ κληῖδι: τὸ ἔνδοθεν ἡρμοσμένην εἶναι τὴν κλεῖν ἀρχαϊκόν ἐστιν. οὐ γὰρ ὡς νῦν ἐκτὸς ἦσαν αἱ κλεῖδες, ἀλλ’ ἔνδον τὸ παλαιὸν παρ’ Αἰγυπτίοις καὶ Λάκωσι. καὶ Ὅμηρος οἶδε τὸ τοιοῦτον, [ὅτι] ἔσωθεν τὰ θυρώματα ἀνακρουόμενα κληῖδι· „θυρέων ἀνέκοπτεν ὀχῆας ... τὰ δ’ ἀνέβραχε“ (φ 47) [δαίδαλα πάντα (Τ 13) ἀσφαλίσματα]. ἔστιν οὖν ἡ Κασσιέπεια ἐν οὐρανῷ [οὐχὶ πᾶσα, ὡς γέγραπται, ἀλλ’ οὕτω .....] κλειδὸς ἔχουσα ἀρχαίας σχῆμα, καὶ οἱ ἀθρόοι ἀστέρες τὸ σῶμα ἀποτελοῦσιν, οἱ δὲ πλάγιοι τὰς χεῖρας, ἐκτεταμένας [οἱ δὲ κατωτέρω ἅμα καὶ πόδας καὶ τὴν καθέδραν] ὡς δικλίδα [ὡς] πρόθυρα. |
| book 193 | —τὸ δὲ δικλίδα δίθυρον. |
| book 194 | —μουνὰξ δὲ εἷς ὑφ’ ἕνα, οὐχ ἅμα πολλοί, ὀλίγων τῶν ἀμυδρῶν ὄντων. |
| book 195 | —ἀποτείνεται ὤμων: ἡ δὲ Κασσιέπεια ἀποτεταμένας ἔχει τὰς χεῖρας εἰς ὀργυιάν. ἐσχημάτισται γὰρ ὥσπερ στερνοκοπουμένη. ἄλλως: ἀποτελεῖ ὀργυιάν, καὶ εἴποις ἂν αὐτὴν τῷ ποιῷ σχήματι ὥσπερ ἐπανιᾶσθαι τῇ παιδί. ὅ ἐστιν ἀνιάζειν, λυπεῖσθαι. μουνὰξ δὲ κατὰ μόνας, ἐπεὶ ἐκ διαστήματός εἰσι καθ’ ἕνα καὶ οὐκ ἄθροισμα. ἰνδάλλονται ... |
| book 197 | —αὐτοῦ γὰρ κἀκεῖνο: τὸ χαλεποῖς πάθεσιν ὑποπεπτωκός. [para]κεκασμένον (198) διατετυπωμένον. [para]τὸ δὲ κυλίνδεται ............ πάλιν τὴν θέσιν πρὸς τὴν συμφοράν. τὸ δὲ ἄγαλμα ἤτοι καταχρηστικῶς τὸ εἴδωλον, ἢ ἄγαλμα διότι κατηστέρισται μετὰ παντὸς τοῦ γυναικείου κόσμου καὶ ὥσπερ κεκοσμημένον ἐστίν. |
| book 198 | —Ἀνδρομέδης: αὕτη κεῖται διὰ τὴν ἐν τοῖς ἄστροις τὸ Περσέως ἄθλοις ὑπόμνημα. διατεταμένας δὲ ἔχει τὰς χεῖρας, ὡς καὶ προετέθη τῷ κήτει ἀνθ’ ὧν ἐσώθη ὑπὸ Περσέως, ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν αʹ. ἐπὶ τοῦ ἀγκῶνος τοῦ δεξιοῦ αʹ. ἐπ’ ἄκρου τῆς χειρὸς αʹ. ἐφ’ ἑκατέρων τῶν ὤμων, αʹ. ἐπὶ ζώνης γʹ. ὑπὲρ τὴν ζώνην, δʹ. ἐφ’ ἑκατέρων τῶν γονάτων, λαμπρὸν αʹ. ἐπὶ τοῦ ποδὸς γʹ. ἐπὶ τοῦ ἀριστεροῦ αʹ πάντας ιζʹ. φησὶ δὲ καὶ Εὐριπίδης ἐν τῷ αὐτῷ δράματι. |
| book 197-198 | —τὸ οὖν ἑξῆς· κυλίνδεται κατὰ μεσημβρίαν, λοξὴν τὴν κεφαλὴν ἔχουσα κατὰ δύσιν, τοὺς δὲ πόδας κατὰ ἀνατολάς. Ἀνδρομέδης ὑπὸ μητρὶ κεκασμένον: ὡς πρὸς σύγκρισιν τῆς μητρός. τὸ δὲ κεκασμένον κεχωρισμένον· οὐ γὰρ πάνυ πλησίον αὐτῆς ἐστιν. γράφεται καὶ κεκομμένον, ἵν’ ᾖ τεθρηνημένον. κεῖται δὲ ἐν τοῖς ἄστροις ἡ Ἀνδρομέδα διὰ τὴν Ἀθηνᾶν, τῶν Περσέως ἄθλων ὑπόμνημα. ἔχει δὲ καὶ αὕτη τὰς χεῖρας ἐκτεταμένας, ὡς προετέθη τῷ κήτει. |
| book 197-198 | οὔ σε μάλ’ οἴω: ὁ νοῦς οὕτως· οὐδαμῶς δέ σε ὑπολαμβάνω νύκτα ἐπιτηρῆσαι ἀσέληνον ἵνα εὐσυνόπτως τὴν Ἀνδρομέδαν θεάσῃ· καὶ γὰρ αὐτόθεν λαμπροτάτη οὖσα καὶ ἐν παμμήνιδι νυκτὶ φαίνει. τὰ δὲ ζώματα (201) ἱμάτια. διωλενίη δὲ (202) ἐκτεταμένας χεῖρας ἔχουσα. 〈οὐ〉 ζητήσεις δέ, φησί, νύκτα ὅπως μᾶλλον ἴδῃς· ἐν γὰρ πάσῃ νυκτὶ φαίνεται, κἂν ὅτι μάλιστα πληροσέληνος ᾖ. ἐπέχει δὲ μοίρας μʹ κατὰ μῆκος καὶ 〈κατὰ〉 πλάτος κζʹ. |
| book 203 | —δεσμὰ δέ οἱ κεῖται καὶ ἐν οὐρανῷ: διατέταται, φησί, τὰς χεῖρας καὶ ἐν οὐρανῷ, ὥσπερ δεδεμένη, καθάπερ προὔκειτο τῷ κήτει. |
| book 205 | —ἀλλ’ ἄρα οἱ καὶ κρατὶ πέλωρ: πάλιν ἀπὸ τῆς Ἀνδρομέδας διδάσκει τὸν Πήγασον, ὅς ἐστιν ἡμίτομος κατὰ τὸν στηριγμόν, ἐπὶ τῆς κεφαλῆς τῆς Ἀνδρομέδας κείμενος. πέλωρ δὲ ἤτοι ἀπὸ τοῦ τμήματος τὸν ὅλον ἀναλογιζόμενος, ἢ διὰ τὸ λαμπροὺς ἔχειν ἀστέρας. ἡμιτελὴς δέ (215) ἐστιν αὐτὰ τὰ ἐμπρόσθια φαίνων ἄχρι τοῦ ὀμφαλοῦ. οἳ μὲν αὐτὸν λέγουσι τὸν κολάψαντα τὴν κρήνην ἐν τῷ Ἑλικῶνι, οἳ δὲ τὸν Πήγασον. μίμημά φασιν εἶναι τοῦ Ἵππου [τοῦ Πηγάσου] ὃς πορευόμενος διὰ τοῦ Ἑλικῶνος τοῖς ποσὶν ἔρρηξε πηγὴν τὴν καλουμένην Ἵππου κρήνην. ἱερὸς δὲ (215) ὁ Ἵππος ὅτι κατηστέρισται, ἢ ὅτι Ποσειδῶν αὐτὸν ἐγέννησεν, ἢ ὅτι „βροντήν τε στεροπήν τε φέρει Διὶ μητιόεντι“ (Hes. Th. 286). εἴληφε δὲ τὴν ἱστορίαν παρ’ Ἡσιόδου, διό φησιν (220—221) οἱ δὲ νομῆες / πρῶτοι κεῖνο ποτόν .. |
| book 205bis | —Ἵππος: οὗτος φαίνεται ἡμιτελὴς αὐτὰ τὰ ἐμπρόσθια φαίνων, ἕως ὀμφαλοῦ. Ἄρατος μὲν οὖν φησὶ τὸν ἐπὶ τοῦ Ἑλικῶνος εἶναι ποιήσαντα κρήνην τῇ ὁπλῇ, ὑφ’ οὗ καλεῖσθαι Ἵππου κρήνην. ἄλλοι δὲ τὸν Πήγασον εἶναι τὸν εἰς τὰ ἄστρα ἀναπτάντα ὑπὲρ τῆς τοῦ Βελεροφόντου τρώσεως. διὰ δὲ τὸ μὴ ἔχειν πτέρυγας ἀπίθανον τοῦτο τισὶ δοκεῖ. Εὐριπίδης δὲ ἐν τῇ Μελανίππω ἵππιν εἶναι τὴν Χείρονος καὶ ἀπατηθεῖσαν ὑπ’ Αἰόλου, φθαρῆναι. καὶ ἕως μὲν τινὸς κρύπτειν. ἐπειδὴ δὲ καταφανὴς ἦν διὰ τὸν ὄγγον τῆς γαστρός, φυγεῖν εἰς τὰ ὄρη. κἀκεῖ ὠδινούσης αὐτῆς τὸν πατέρα ἐλθεῖν κατὰ ζήτησιν. τὴν δὲ εὔξασθαι καταλαμβανομένην πρὸς τὸ μὴ γνωσθῆναι, μεταμορφωθῆναι. καὶ οὕτως γενέσθαι ἵππον τεκοῦσαν τὸ παιδίον. διὰ δὲ τὴν εὐσέβειαν αὐτῆς καὶ τοῦ πατρός, εἰς τὰ ἄστρα ὑπὸ τῆς Ἀρτέμιδος τεθῆναι. ὅθεν τῷ Κενταύρῷ οὐχ ὁρατή ἐστιν. ἔχει δὲ ἀστέρας ἐπὶ τοῦ ῥυχμοῦ, δύο. ἐπὶ τῆς κεφαλῆς αʹ. ἐπὶ τῆς σιαγόνος αʹ. ἐφ’ ἑκατέρων τῶν νώτων αʹ ἀμαυρούς. ἐπὶ τοῦ τραχήλου αʹ. ἐπὶ τῆς |
| book 205bis | κεφαλῆς λαμπρὸν αʹ. ἐπὶ τοὺς ὤμους ὅμοιον αʹ. ἐπὶ τοῦ στήθους αʹ. ἐπὶ τῆς ῥάχεως αʹ. ἐπὶ τῶν ἐμπροσθίων γονάτων, βʹ. ἐφ’ ἑκατέρας ὁπλῆς, βʹ. τοὺς πάντας ιηʹ. |
| book 206 | —γαστέρι νειαίρῃ: τῇ ἐσχάτῃ τῆς ἡμιτόμου γαστρὸς ἐπιψαύει τῆς Ἀνδρομέδας. εἷς δὲ ἀστήρ ἐστιν, ὃς διαζεύγνυσι τῆς τε Ἀνδρομέδας τὴν κεφαλὴν καὶ τὴν τοῦ Ἵππου ἡμίτομον γαστέρα. |
| book 208 | —οἱ δ’ ἂρ ἔτι τρεῖς ἄλλοι: ἡ διάνοια τοιαύτη ἐστίν· εἰσὶ δὲ καὶ ἄλλοι τρεῖς ἀστέρες κατὰ τὰ πλευρὰ τοῦ Ἵππου, οἵτινες ἴσον ἔχοντες διάστημα πρὸς τὸν εἰρημένον ἀστέρα. τετράγωνον ἰσόπλευρον ἀποτελοῦσι καὶ τὸν εἰκονισμὸν τοῦ Ἵππου εὔσημον ποιοῦσι λαμπρότατοι ὄντες. ἄλλως: δʹ εἰσὶν ἀστέρες οἱ τὸ τοῦ Ἵππου σῶμα ἀποτελοῦντες, καὶ ἄλλοι οἱ τὸν αὐχένα καὶ τὴν κεφαλήν· οἱ δὲ δʹ οὗτοι σφόδρα εἰσὶ λαμπροί. |
| book 210 | —κεφαλὴ δέ οἱ οὐδὲν ὁμοίη: κατὰ τὸ φῶς. ἀμυδροὶ γὰρ οἱ ἐκεῖσε ἀστέρες. τὸ δὲ δολιχός περ ἐὼν οἶδε καὶ Ὅμηρος, τοὺς ἵππους ἐριαύχενας λέγων. διὸ καὶ οὗτός φησι πέλωρ ἵππος. |
| book 212 | —αἰθομένης γένυος: καταλαμπούσης· ἐπ’ ἄκραν γὰρ τὴν γένυν ἀστέρα ἔχει ὃς τοῖς προειρημένοις τέτρασιν ἄστρασιν ἴσος ἐστὶ κατὰ τὸ φῶς. ἡμιτελὴς δὲ (215) καὶ οὐχ ὁλοτελής ἐστιν, ἀλλ’ ἀπὸ τοῦ ὀμφαλοῦ σὺν τοῖς ἐμπροσθίοις μέρεσι θεωρεῖται. τὸν Ἵππον δὲ ἱερὸν (215) λέγει ὅτι Ποσειδῶνός 〈ἐστιν〉 ἐκ τῆς Γοργόνος· „τῆς δ’ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν“, φησὶν Ἡσίοδος (Theog. 280). |
| book 222 | —ἀλλὰ τὸ μὲν πέτρης: ἀλλὰ τὸ μὲν τοῦ Πηγάσου ὕδωρ ἀπὸ τῆς γῆς ῥεῖ, καὶ οὐδέποτε τοῦτο τὸ ὕδωρ τῶν τὴν Θέσπειαν οἰκούντων ἐκτὸς ὄψει. ὑπὸ τὰς ὑπωρείας γὰρ τοῦ Ἑλικῶνος ἡ Θέσπεια κεῖται, ἐν δὲ ταῖς ὑπωρείαις ἡ κρήνη εἰς Θέσπειαν ἐμβάλλεται. |
| book 223 | —αὐτὰρ ὁ Ἵππος: ὁ δὲ Ἵππος ἐν τῷ οὐρανῷ εἰλεῖται, ἀντὶ τοῦ κύκλῳ συστρέφεται, καὶ δυνατὸν κατοπτεῦσαι. ἡ μὲν κρήνη ἐν Θεσπείᾳ, ὁ δὲ Ἵππος ἐν τῷ τοῦ Διὸς οἴκῳ, ἐν τῷ οὐρανῷ· ἤ, ὡς Διόδωρος, ἔνδιος ὁ μεσημβρινός· „ἔνδιος δ’ ὁ γέρων ἦλθ’ ἐξ ἁλόσ“ (δ 450). κεῖται γὰρ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τοῦ ἰσημερινοῦ. οὐ βέβαιον δέ· καὶ γὰρ ἐπὶ τοῦ Περσέως εἶπεν Ἄρατος (253) ἴχνια μηκύνει κεκονιμένος ἐν Διὶ πατρί. |
| book 223 | Θέσπεια δὲ πόλις Βοιωτίας ὑπὸ τῷ Ἑλικῶνι, ἀπὸ Θεσπείας τῆς Ἀσωποῦ, ᾗ τρεῖς δωρεὰς Ἀπόλλων ἔδωκεν, ἐπώνυμον αὐτῆς πόλιν ἐπὶ γῆς, ἐν οὐρανῷ τὴν Παρθένον, ἐν τοῖς μαντείοις τὸ θεσπίζειν. αὐτὸς οὖν οὗτος δοκεῖ εἶναι ὁ τὸν Φρύξον διακομίσας καὶ τὴν ἕλληνα ὃς εἶχε χρυσῆν δορὰν ὡς Ἡσίοδος. διακομίζων δὲ αὐτὸς τὴν μέν, κατὰ τὸ στενότατον τοῦ πελάγους ἐᾶσαι. ἣν φθείρας Ποσειδῶν ἔσχεν ἐξ αὐτῆς Παίονα. τὸν δὲ Φρύξον εἰς τὸν εὔξεινον πόντον σωθῆναι πρὸς τὸν Αἰήτην. δέδωκε δὲ καὶ τὴν χρυσῆν δορὰν ὅπως ἔχῃ μνημόσυνον. αὐτὸς δὲ εἰς τοὺς ἀστέρας ἀπῆλθεν. ἔχει δὲ ἀστέρα ἐπὶ μὲν τῆς κεφαλῆς λαμπρὸν αʹ. ἐπὶ τῶν μυκτήρων γʹ. ἐπὶ τοῦ τραχήλου βʹ. ἐπ’ ἄκρου τοῦ ἐμπροσθίου ποδὸς αʹ. ἐπὶ τῆς ῥάχεως, δʹ. ἐπὶ τῆς κέρκου αʹ. ἐπὶ τῆς κοιλίας γʹ. ἐπὶ τοῦ ἰσχίου |
| book 223 | αʹ. ἐπ’ ἄκρου τοῦ ποδὸς αʹ. τοὺς πάντας ιζʹ. |
| book 225 | —αὐτοῦ καὶ Κριοῖο: τοῦτον τὸν Κριὸν Ἐρατοσθένης εἶναί φησι τὸν Ἕλλης καὶ Φρίξου, ὃν θύσας τῷ Φυξίῳ Διὶ Φρίξος τὴν δορὰν ἔδωκεν Αἰήτῃ· διὸ καὶ τοὺς ἀστέρας αὐτοῦ ἀμαυροῦσθαί φησιν ὡς ἐκδαρέντος. τὸ δὲ αὐτοῦ ἐπὶ τοῦ Ἵππου κεῖται. φησὶ δὲ τοῦ τε Ἵππου καὶ τοῦ Κριοῦ, διὰ τὸ πλησίον εἶναι τοῦ ἰσημερινοῦ, ταχυτάτην εἶναι τὴν κίνησιν. δύναται δὲ τοπικῶς τὸ αὐτοῦ ὑπακούεσθαι, οἷον ἐνθάδε. |
| book 225 | φασὶ δέ τινες ὅτι ἀκαίρως ἦλθεν ἐπὶ τὸν Κριὸν ἀπὸ τοῦ Ἵππου· ἔδει γὰρ τὰ ὑποκείμενα δηλῶσαι, τοὺς Ἰχθῦς ἢ τὸν Ὑδροχόον. ἀλλά φαμεν ὅτι ἀπὸ τοῦ Ταύρου ἐφεξῆς τοὺς ἄλλους διδάξας, ἐπὶ τὰ ἑξῆς ἦλθεν, ἐπὶ τὸν Κριόν· αὐτὸς δὲ πλησίον Ἀνδρομέδας. καὶ πόθεν τοῦτο; ὑποκατιών φησιν Ἀνδρομέδης, ὀλίγον γὰρ ὑπ’ αὐτὴν ἐστήρικται (230). θοώταται δὲ διὰ τὴν ἐπαγομένην θεωρίαν. |
| book 226 | —ὅς ῥά τε καὶ μήκιστα: ὁ Κριός. πληθυντικῶς δὲ εἶπε, μέγιστον κύκλον, τὸν ἰσημερινόν. μέγιστος γάρ ἐστι πάντων, ἐπειδὴ καὶ μέσην τέμνει τὴν σφαῖραν. τὸ δὲ διωκόμενος χαριέντως εἶπεν, ὡς πρὸς τὰς ταχείας αὐτοῦ ὁδούς. ὅπερ οὖν κατὰ φύσιν ἔχει, τοῦτο καὶ προείπομεν ὅτι ἐν θαυμασμῷ λαμβάνει. ὁ Κριὸς οὗτος, ἐπὶ τοῦ μεγίστου τῶν παραλλήλων κύκλων, τοῦ ἰσημερινοῦ, ὤν, ἐν ἴσῳ χρόνῳ ἀπὸ σημείου ἐπὶ σημεῖον φέρεται ἐν ὅσῳ καὶ ἡ μικρὰ Ἄρκτος, τὸν ἐλάχιστον περιγράφουσα κύκλον, φύσει τῶν περὶ ἄξονα κινουμένων κύκλων, τῶν τε μεγίστων καὶ ἐλαχίστων, ἰσόχρονον ἐχόντων τὴν ἀποκατάστασιν, ὡς καὶ ἐπὶ θύρας. ἐν ταὐτῷ γὰρ ἀποκαθίσταται ὁ στρόφιγξ καὶ τὸ ἀκρότατον μέρος τῆς θύρας, ἀνοιγομένης καὶ κλειομένης αὐτῆς. |
| book 226 | οὕτως οὖν καὶ ἡ σφαῖρα ὁμοχρόνως ἑαυτῇ πᾶσα κινεῖται. ἔστι δὲ ὁ Κριὸς μέσος ὑπὸ τοῦ ἰσημερινοῦ τεμνόμενος· διὸ καὶ ἰσημερία ἐστὶ τοῦ ἡλίου ἐν Κριῷ γινομένου. ἀνατέλλοντος τοίνυν τοῦ Κριοῦ, ἡ Κυνόσουρα μέση ἐστὶν ὑπὸ τὸν μεσημβρινὸν πόλον· ἀνύοντος δὲ τοῦ Κριοῦ τὸ ὑπὲρ γῆν ἡμισφαίριον, καὶ τῶν ὑπὸ γῆν πάλιν ἐπ’ ἀνατολὰς ἐρχομένων, ἰσοχρόνως κινεῖται ἡ Κυνόσουρα καὶ πάλιν εὑρίσκεται ὑπὸ τὸν μεσημβρινὸν πόλον. εἰ καὶ ὀλίγον οὖν κινεῖται ἡ Κυνόσουρα περὶ τὸν βόρειον πόλον, ὅμως, φησί, μέγιστα τὰ κύκλα ἀνύων ὁ Κριὸς κατ’ οὐδὲν αὐτῆς βραδύτερον κινεῖται. ἔστι δὲ ἰδεῖν καὶ ἐπὶ τοῦ τροχοῦ τοῦτο καὶ χοινικίδος. |
| book 226 | τῷ γὰρ παντὶ κύκλῳ τοῦ τροχοῦ ἡ χοινικίς, καίτοι ἔλαττον στρεφομένη, ἰσοχρόνως κινεῖται. |
| book 228 | —αὐτὸς μὲν νωθής: βραδύς. δοκεῖ δὲ ἐναντίον εἶναι τοῖς προειρημένοις, ἀλλὰ τὸ βραδὺς εἴρηται πρὸς τὴν κατάληψιν· ἀμυδρὸς γάρ ἐστι. τὸ δὲ οἷα σελήνῃ: ὥσπερ ἐν πληθούσῃ σελήνῃ φαινόμενος. αὕτη γὰρ ὅτε πλήθει ἀμυδρότερα ποιεῖ τὰ ἄστρα. ἄνευ οὖν καὶ σελήνης αὐτὸς ἀμυδρός ἐστι. λαμπροὺς δὲ ἔχει μόνους τοὺς ἐπὶ τῆς κεφαλῆς. ἀνάστερος δὲ οἷον μὴ λαμπροὺς ἔχων ἀστέρας. |
| book 228 | ἔχει γὰρ ἀστέρας τέσσαρας. νωθὴς δὲ εἴρηται διὰ τὸ ἀμυδρὸς εἶναι τοῖς ἄστροις, οὐχὶ τῇ φορᾷ. ὀξύτατος γάρ ἐστιν. ἢ ἀμαυρὸς καὶ ἀμυδροὺς ἔχων ἀστέρας. αὐτὸς μὲν νωθής: ἀμυδροὺς ἔχων ἀστέρας. οἷα σελήνῃ σκέψασθαι: ἀμυδρὸς ...... ἐστιν οὗ πανσέληνος. νωθής: ἀμυδρὸς τοῖς ἄστροις, οὐ τῇ φορᾷ· ὀξύτατος γάρ, νωθὴς δὲ ἐν πανσελήνῳ. λαμπροὺς δὲ ἔχει μόνους τοὺς ἐπὶ κεφαλήν. ἀνάστερος δέ, οἷον μὴ λαμπρὸν ἔχων ἀστέρα. ἔχει δὲ ιδʹ. |
| book 229 | —ζώνῃ δ’ ἂν ὅμως ἐπιτεκμήραιο: ἆρα οὖν ἀπροόρατος ὁ Κριός, καὶ οὐκέτι ὁ περὶ τῶν φαινομένων λόγος ἔρρωται; ὑπὸ γὰρ τὴν Ἀνδρομέδας ζώνην ἐστίν, ἥτις ζώνη λαμπρὰ πεπίστευται. τὸ δὲ ἐστήρικται καλῶς ἐπήνεγκεν, ἐπειδὴ εἶπε διωκόμενος, ἵνα μή τις νομίσῃ ὅτι τῶν πλανήτων ἐστίν. |
| book 231 | —μεσσόθι δὲ τρίβει μέγαν οὐρανόν: ἀνύει διαπορεύεται, ὅθεν καὶ τρίβους τὰς τετριμμένας ὁδούς φαμεν. ὁ νοῦς· κατὰ τὸ μέσον τοῦ οὐρανοῦ πορεύεται· ἐν γὰρ τῷ ἰσημερινῷ κύκλῳ ἐστίν. εἶτα ἐπειδὴ ὄψει οὐκ εἰσὶν οἱ κύκλοι καταληπτοί, πλὴν μόνου τοῦ γαλαξίου, διὰ τοῦτο δίδωσιν ἕτερα σημεῖα ὧν ὁ ἰσημερινὸς ἐφάπτεται κύκλος, ὅπου, φησίν, ἄκραι αἱ τοῦ Σκορπίου Χηλαί. ἄκρως γὰρ ἀμφοτέρων τῶν Χηλῶν ἐπιψαύει καὶ τῆς ζώνης τοῦ Ὠρίωνος. μέσος δὲ ὁ κύκλος οὗτος ἐπίκειται. |
| book 232 | —Χηλαὶ καὶ ζώνη: σαφηνίσας τὰ περὶ τοῦ Κριοῦ, ἐν ᾧ ἰσημερίαν ἐαρινὴν ὁ ἥλιος ποιεῖται, ἐπεμνήσθη καὶ τῶν Χηλῶν, ἐν αἷς ἡ φθινοπωρινὴ ἰσημερία γίνεται, ἐπεὶ δι’ αὐτοῦ καὶ τῶν Χηλῶν καὶ τῆς τοῦ Ὠρίωνος ζώνης γράφεται ὁ ἰσημερινός, μέσος ὢν τῶν παραλλήλων κύκλων καὶ μέγιστος. |
| book 233 | —ἔστι δέ τοι καὶ ἄλλο: ἐπειδὴ ἀμυδρὸς ὢν ὁ Κριὸς δυσκαταλήπτως ἔχει, πειρᾶται διὰ πολλῶν σημείων εὐκατάληπτον 〈αὐτὸν〉 ποιῆσαι, καί φησιν ὅτι καὶ ἄλλο ἐστὶ σημεῖον πλησίον αὐτοῦ ὑπὸ τῆς Ἀνδρομέδας, ὃ Δελτωτὸν καλεῖται· τῷ γὰρ δέλτα στοιχείῳ εἴκασται. |
| book 235 | —Δελτωτόν: τοῦτο ἐστὶν ὑπὲρ μὲν τῆς κεφαλῆς τοῦ Κριοῦ κείμενον. λέγεται δὲ διὰ τὸ ἀμαυρότερον εἶναι, εὔσημον ἐπ’ αὐτοῦ γράμμα κεῖσθαι. ἀπὸ Διὸς τὸ πρῶτον τοῦ ὀνόματος δι’ Ἑρμοῦ τεθέν. ὃς τὸν διακόσμον τῶν ἄστρων ἐποιήσατο. φασὶ δέ τινες καὶ τὴν τῆς Αἰγύπτου θέσιν ἐν τοῖς ἄστροις εἶναι τριγώνως. καὶ τὸν Νεῖλον τοιαύτην περιοχὴν ποιήσασθαι τῆς χώρας ὡς ἅτε τὴν ὠφέλειαν τῆς χώρας ποριζόμενος εἴς τε τὸν σπόρον εὐμαρεστέραν ποιούμενος καὶ |
| book 235 | εἰς τὴν τῶν καρπῶν ἀνακομιδήν. ἔχει δὲ ἀστέρας ἐφ’ ἑκάστης γονίας ϛʹ. Δελτωτὸν πλευρῇσι: τὸ Δελτωτὸν τρίγωνόν ἐστιν ἰσοσκελές, οὐκ ἰσόπλευρον. τὰς γὰρ κατιούσας πλευρὰς ἴσας ἔχει, τὴν δὲ κάτωθεν ὑποτείνουσαν βραχυτέραν ἐκείνων. τούτων δὲ τῶν σημείων, τοῦ τε Δελτωτοῦ καὶ τῆς ζώνης τῆς Ἀνδρομέδας, μικρὸν διεστὼς ὁ Κριὸς νοτιωτέραν ἔχει τὴν θέσιν. |
| book 235 | ἀλλὰ τοῦτό ἐστι μὲν ὑπὲρ τὴν κεφαλὴν τοῦ Κριοῦ κείμενον. λέγεται δὲ διὰ τὸ τὸν Κριὸν ἀμαυρότερον εἶναι ἐπίσημον ἐπ’ αὐτοῦ κεῖσθαι τὸ γράμμα, ἀπὸ Διὸς τὸ πρῶτον τοῦ ὀνόματος δι’ Ἑρμοῦ τεθέντος. φασὶ δὲ καὶ τὴν τῆς Αἰγύπτου θέσιν εἶναι 〈ἐκ〉 τοῦ ἐν τοῖς ἄστροις τριγώνου. ἔχει δὲ ἐφ’ ἑκάστης γωνίας δʹ. ἔστι δὲ ἐν τῷ βορείῳ ἡμισφαιρίῳ. τὸ δὲ Δελτωτόν φασιν τῷ Κριῷ γειτνιᾶν. ἔχει βραχυτάτην βάσιν καὶ ἐπίσημον γράμμα ἀπὸ Διὸς τεθέν. |
| book 236 | —ἡ δ’ οὔτι τόση: τῶν γὰρ τεσσάρων ἀστέρων τοῦ τριγώνου οἱ γʹ ἐπὶ τῆς βάσεως αὐτοῦ. τούτων οὖν τῶν ἐν τῇ βάσει τοῦ τριγώνου ἀστέρων οἱ ἐν τῷ Κριῷ νοτιώτεροι ὀλίγον εἰσίν. ὁμολογουμένως γὰρ ἐν τῷ βορείῳ μέρει τὸ τρίγωνον, ὁ δὲ Κριὸς αὐτοῦ νοτιώτερος. φασὶ δὲ [ὅτι] καὶ τὴν τῆς Αἰγύπτου θέσιν [καὶ μίμημα] ἐκ τοῦ [Δελτωτοῦ] τριγώνου τοῦ[το] ἐν τοῖς ἄστροις εἶναι. ἐμφερὴς γὰρ ἡ Αἴγυπτος τῷ δελτωτῷ σχήματι, ἡ Ἀλεξάνδρεια χλαμύδι στρατιωτικῇ, ἡ Ἰταλία κιττῷ καὶ ἡ Νάξος φύλλῳ ἀμπέλου. |
| book 237 | —〈πολέων〉: λείπει τῶν ἀστέρων, λαμπρῶν ὄντων. ἡ κάτω τοῦ Δελτωτοῦ γραμμὴ εὐκατάληπτός ἐστι. περισσῶς γὰρ τῶν προκειμένων ἀστέρων ἐστὶν ἔκλαμπρος. ἄλλως: τούτων τῶν ἐν ἐκείνῃ τῇ γραμμῇ τοῦ Δελτωτοῦ ἀστέρων οἱ δύο τοῦ Κριοῦ νοτιώτεροί εἰσι, κατωτέρῳ γάρ. τὸ 〈δὲ〉 Δελτωτὸν βορειότερον. |
| book 239 | —οἱ δ’ ἄρ’ ἔτι προτέρω: οἱ δὲ τοῦ Δελτωτοῦ ἀστέρες προτέρω. βορειότεροι γάρ εἰσιν. ἔτι δ’ ἐν προμολῇσι νότοιο: τοῦ Κριοῦ οἱ Ἰχθύες καὶ δυτικώτεροι καὶ νοτιώτεροί εἰσιν. οὐ τοὺς δύο δὲ ἀκουστέον νοτιωτέρους κατὰ τὸ ἀληθές. ὁ γὰρ ἕτερος ἐν τῷ βορείῳ καὶ τοῦ Κριοῦ βορειότερος, καὶ ἐπιψαύει τοῦ ὤμου τῆς Ἀνδρομέδας. ἀπὸ τοῦ Κριοῦ ἐπὶ τοὺς Ἰχθῦς, οἵ εἰσιν ἐπίπροσθεν τοῦ Κριοῦ νοτιώτεροι καὶ τοῦ Δελτωτοῦ νοτιώτεροι. |
| book 239 | προμολῇσι δὲ προόδοις καὶ πνοαῖς. Ἰχθύες: οὗτοι εἰσὶ μεγάλου ἔγγονοι περὶ ὧν τὴν ἱστορίαν ἀποδώσομεν σαφέστατα ὅταν ἐπ’ αὐτοὺς ἔλθωμεν. τούτων δὲ ἑκατέρων μεριδα διαλλάσσων. ὁ μὲν γὰρ νότειος ὁ δὲ βόρειος κεῖται. ἔχουσι δὲ καὶ σύνδεσμον ἀλλήλων ἕως τοῦ ἐμπροσθίου τοῦ κριοῦ. ἔχει δὲ ὁ μὲν βόρειος ἀστέρας ιβʹ, καὶ ἐπὶ τοῦ συνδέσμου αʹ. ὁ δὲ νότιος ιεʹ. τὴν δὲ λῖνον αὐτῶν οὐ συνέρχονται. ἔχει δὲ ἀστέρας ἐπὶ τοῦ βορείου γʹ. ἐπὶ τοῦ συνδέσμου γʹ. τοὺς πάντας λεʹ. |
| book 239 | ὁ βόρειος Ἰχθὺς μᾶλλον τοῦ βορέου αἰσθάνεται. ἀκούει, εἶδος ἀντὶ γένους. οὗτοι δέ εἰσιν οἱ τοῦ μεγάλου Ἰχθύος ἔκγονοι, περὶ οὗ ἐν τοῖς ἑξῆς ἐρεῖ. οἵτινες Δερκετὼ τὴν Ἀφροδίτης θυγατέρα ἐμπεσοῦσαν εἰς θάλασσαν ἔσωσαν. ὅθεν εἰς τιμὴν τῆς θεοῦ οἱ Σύροι ἰχθύων ἀπέχονται. τούτων δὲ ὃ μὲν βόρειος, ὃ δὲ νότιος. ἔχουσι δὲ σύνδεσμον ἀλλήλοις ἕως τοῦ ἐμπροσθίου ποδὸς τοῦ Κριοῦ. |
| book 239 | εἰσὶ δὲ ἐν ἀμφοτέροις τοῖς ἡμισφαιρίοις. καὶ ἔχουσι τοὺς πάντας ἀστέρας μʹ. |
| book 240 | —ἀλλ’ αἰεὶ ἕτερος προφερέστερος: ἀλλ’ ὁ ἕτερος αὐτῶν, ὅς ἐστιν ἐκτὸς τοῦ ζῳδιακοῦ κύκλου πλὴν μόνης οὐρᾶς [ὃς] καὶ τῆς Ἀνδρομέδας ἐπιψαύει, τοῦ νοτιωτέρου ἐστὶ κρείσσων καὶ ἀμείνων, ὥστε τοῦ βορέου μᾶλλον πνέοντος αἰσθάνεσθαι ὅσῳ βορειότερός ἐστι. τὸ δὲ προφερέστερος οὐχὶ τὸ πρότερος ἐλθὼν ἐπὶ τὴν δύσιν, ὡς ὁ Ταῦρος προφερέστερος Ἡνιόχοιο (177), ἀλλὰ τὸ κρείττων, ὑπὸ λαμπροτέρων ἀστέρων διατυπούμενος. ὁ δὲ Ἵππαρχος (I, 6, 8, p. 58 Man.) οὐχ ὡς |
| book 240 | πρὸς τὸ Δελτωτόν, ἀλλ’ ὡς πρὸς τὸν Κριὸν ἐν προμολῇσι νότοιο λέγοντα τοὺς Ἰχθύας εἶναι τὸν Ἄρατον εὐθύνει. βέλτιον δὲ καὶ ἀνυπεύθυνον ἀκούειν ἐκείνως. |
| book 241 | —〈βορέαο:〉 ὅτι ἀπὸ τῶν ὑψηλῶν πρὸς τὰ κάτω πνεῖ. |
| book 242 | —ἀμφοτέρων δέ σφεων: ὁ νοῦς· ἀμφοτέρων δὲ ἐκ τῶν οὐραίων δεσμός τις ἀποτείνεται· εἰκός, ἀλλήλων ὄντων ἐγγὺς καὶ ταῖς οὐραῖς μόνον ἐπιψαυόντων. προείπομεν γὰρ ὅτι πρὸς τὸν ὦμον Ἀνδρομέδας 〈ὁ βορειότεροσ〉 Ἰχθὺς μόνην τὴν οὐρὰν ἔχων ἐπὶ τῷ ζῳδιακῷ κεῖται, 〈καὶ〉 τοῦ ἑτέρου, τοῦ ἀφορῶντος πρὸς τὸν Κριόν, οὐραίοις ἐπιψαύει. τοῦτον τοίνυν τὸν βορειότερον Ἰχθὺν χελιδόνος ἔχειν τὴν κεφαλήν φασιν. ὃν Χαλδαῖοι καλοῦσι χελιδονίαν Ἰχθύν. |
| book 242 | τὸ μέντοι σῶμα πλὴν τῆς κεφαλῆς. |
| book 249 | —Περσέως: περὶ τοῦτον ἱστόρηται ἐν τοῖς ἄστροις τεθῆναι τῇ γὰρ Δανάῇ μιγεὶς ὁ Ζεὺς ἐγέννησεν αὐτόν. ἐπὶ δὲ πολὺ δέος πεμφθεὶς ἐπὶ τὰς γοργόνας τήν τε κυνῆν ἔλαβε παρ’ Ἑρμοῦ καὶ πέδιλα ἐν οἷς διὰ τοῦ ἀέρος ἐποιεῖτο τὴν πορείαν ἐδόκει δὲ καὶ ἅρπην παρ’ Ἡφαίστου λαβεῖν ἐξ ἀδάμαντος ὥς φησιν Αἰσχύλος. ἕνα γὰρ ὀφθαλμὸν εἶχον. καὶ τοῦτον ἀλλήλαις παρεδίδοσαν κατὰ φυλακήν. τηρήσας οὖν ὁ Περσεὺς ἐν τῇ παραδόσει καὶ λαβών, ἔρριψεν εἰς τὴν Τριγωνίδα λίμνην. καὶ οὕτως ἐπὶ τὰς γοργόνας ἐλθὼν ὑπνωκυίας ἀφεῖλε τῆς Μεδούσης τὴν κεφαλήν. ἣν Ἀθηνᾶ παρὰ τὰ στήθη ἔθηκε τὰ ἑαυτῆς. τῶ δὲ Περσεῖ τὴν εἰς τὰ ἄστρα θέσιν πεποίηκε. |
| book 244 | —καὶ τὰ μὲν εἷς ἀστὴρ ἐπέχει: τὰ μὲν δεσμὰ εἷς ἀστὴρ ἐπέχει. τὸ δὲ εἰς ἓν ἰόντων, εἰς συναφὴν παραγινομένων τῶν οὐρῶν. εἷς ἀστήρ ἐστιν ἐν μέσῳ τῶν οὐρῶν, ὅστις ὥσπερ συνδεῖ ἀμφοτέρους, ὃν καλοῦσιν οὐραῖον δεσμόν. |
| book 245 | —ὑπούραιον: εἰ δὲ βʹ μέρη λόγου, ὑπ’ οὐραῖον. |
| book 247 | —〈σῆμα:〉 σημεῖόν σοι γίνεται τοῦ βορειοτέρου Ἰχθύος. |
| book 248 | —ἀμφότεροι δὲ πόδες: σφόδρα θαυμάσαι ἐστὶν αὐτόν, πῶς εὐαφόρμως προφάσεις ἑαυτῷ δίδωσιν. ἐπειδὴ γὰρ ὑπολείπεται αὐτῷ εἰς τὸ κατὰ Κηφέα ὁ Περσεύς, 〈ἐπεὶ〉 ἐπὶ τὸν Κριὸν καὶ τὸν Ἵππον καὶ τοὺς Ἰχθῦς ἐξώκειλε τέως, ἁψάμενος διὰ τῶν Ἰχθύων τῆς Ἀνδρομέδας, ἑτέραν πάλιν δίδωσιν ἀφορμήν, ὥστε τοῦ βορειοτέρου Ἰχθύος τεκμήριον γίνεται ὁ ἀριστερὸς ὦμος τῆς Ἀνδρομέδας, λαμπρότερος ὢν καὶ ἔγγιστα κείμενος αὐτοῦ, οἱ δὲ ἐπὶ τῶν ποδῶν τῆς Ἀνδρομέδας συνάπτουσι τοῖς ὤμοις τοῦ Περσέως καὶ παρέχουσιν αὐτὸν εὐσημείωτον. |
| book 248 | ἄλλως: τὸν ὑποκείμενον ὑπὸ τοὺς πόδας αὐτῆς Περσέα διηγεῖσθαι βούλεται. γαμβροῦ δὲ τοῦ νυμφίου κατὰ Αἰολέας. ἑλληνισμὸς δὲ τὸ σχῆμα ἀντὶ τοῦ γαμβρὸν οἱ πόδες αὐτῆς σημαίνοιεν τὸν Περσέα. ἀεὶ γὰρ ὑπὲρ τῶν ὤμων αὐτοῦ φέρονται. τὸ δὲ ἐπωμάδιοι (249), κατὰ τῶν ὤμων τοῦ Περσέως. ὁ ἀριστερὸς ὦμος τῆς Ἀνδρομέδας λαμπρός ἐστιν, ἐξ οὗ διδάσκει τὸν ἀμυδρὸν Ἰχθύν. ὁ δὲ ἀριστερὸς ὦμος τῆς Ἀνδρομέδας πλησιάζει τῷ Ἰχθύι ἐν τῇ σφαιρογραφίᾳ, τῷ δεξιῷ δὲ τῇ οὐρανοθεσίᾳ. ἐμπέπηγε γὰρ |
| book 248 | ἐπ’ ὄψιν τῷ οὐρανῷ τὰ ζῴδια, καὶ τὰ νῶτα αὐτῶν ἡμεῖς ὁρῶμεν. οὐ γὰρ δύνατον ἐν τῇ σφαίρᾳ γραφῆναι οὕτως· οὐ γὰρ ἂν ἑωρῶμεν. ἄλλως: ἀμφότεροι δὲ οἱ πόδες οἵ ῥά οἱ αἰὲν ἐπωμάδιοι [Περσέως] φορέονται (249), γαμβροῦ τοῦ Περσέως τὸ εἴδωλον διασημαινέτωσάν σοι. |
| book 250 | —περιμήκετος ἄλλων: περὶ Ἀνδρομέδας εἰπών, μετῆλθεν ἐπὶ τὸν Περσέα, τοὺς πόδας αὐτῆς λέγων ἐπὶ τοῖς ὤμοις τοῦ Περσέως κεῖσθαι. γαμβρὸν δὲ Αἰολικῶς τὸν ἄνδρα. Σαπφώ (fr. 117 Lobel—Page)· „χαῖρε νύμφα, χαιρέτω δὲ ὁ γαμβρόσ“. φέρεται δὲ οὕτως ἐν τῷ βορείῳ ἡμισφαιρίῳ. ἄλλων: τῶν ἄλλων μᾶλλον, μείζων κατὰ φαντασίαν τῶν ἐκ τοῦ αὐτοῦ γένους, ἢ τῶν προειρημένων, οἷον Δελτωτοῦ, Κριοῦ, Ἀνδρομέδας, Ἰχθύων, Κασσιεπείας, καὶ αὐτοῦ τοῦ Κηφέως. |
| book 251 | —καί οἱ δεξιτερὴ μέν: πάλιν ἐν οὐρανῷ ἡ τοῦ Περσέως δεξιὰ πρὸς τὴν τῆς Κασσιεπείας καθέδραν ἐκτέταται ἐπειδὴ ἔνδον ὁρᾷ τὰ ζῴδια ὡς πρὸς τὸν οὐρανόν, ἡμεῖς δὲ τὰ νῶτα ὁρῶμεν ἐν ταῖς σφαίραις. ἐκεῖνα δὲ οὐκέτι οὕτως, ἀλλὰ τὰ νῶτα πρὸς τὴν σφαῖραν ἔχουσι πρὸς τὸ ὁρᾶσθαι τὴν ὄψιν. διὸ ἐὰν λέγῃ δεξιὰν χεῖρα ἢ ἀριστεράν, καὶ εὕρωμεν τὸ ἀνάπαλιν ἐν τῇ σφαίρᾳ, μὴ ξενιζώμεθα. ἔνδον γὰρ ὤφειλε τὰ ζῴδια ὡς πρὸς τὴν σφαίραν ἔχειν τὴν ὄψιν ὡς καὶ |
| book 251 | ἐν οὐρανῷ, ἀλλ’ ἐκτὸς γράφεται πρὸς τὸ καὶ ἡμᾶς ἀκριβῶς γνῶναι. κατεστήρικται δὲ ὁ Περσεὺς ἐν τῷ οὐρανῷ διὰ τὴν δόξαν, ὅτι ἐπὶ τὰς Γοργόνας σταλεὶς ὑπὸ τοῦ Πολυδέκτου τὸν ἆθλον κατώρθωσε λαβὼν παρ’ Ἡφαίστου ἅρπην καὶ παρ’ Ἑρμοῦ πέδιλα. θεωρεῖται δὲ ἐν τοῖς ἄστροις τὴν Γοργόνος κατέχων κεφαλήν. |
| book 252 | —τὰ δ’ ἐν ποσὶν οἷα: τὰ δὲ ἐν τοῖς ποσὶν ἴχνη καὶ τὰς τῶν ποδῶν βάσεις ὥσπερ διώκων καὶ ἐπαίρων πρὸς δρόμον μηκύνει καὶ ἐκτείνει. ἔστι δὲ κατανοήσαντα ἰδεῖν ὡς ἀληθῶς ἐπὶ δρόμον σπεύδοντα αὐτόν. τὸ δὲ κεκονιμένος διὰ τὴν ὑπόνοιαν τῶν προειρημένων, τῆς σπουδῆς τοῦ δρόμου. |
| book 253 | —κεκονιμένος ἐν Διὶ πατρί: ἡ ἱστορία δίδωσιν αὐτῷ τὸν δρόμον μετὰ τὸν Ἡσίοδον (Scut. 228—231), ὅτι ὑπὸ τῶν ἄλλων Γοργόνων ἐδιώκετο. ἄλλως. κεκονιμένος: καὶ Ὅμηρος (Ν 820, Ψ 372, 449, θ 122)· „κονίοντες πεδίοιο“, κονιόμενοι. καὶ γὰρ νεφελοειδεῖς εἰσι περὶ τοὺς πόδας αὐτοῦ συστροφαὶ καὶ κονιορτώδεις, ἅτε τοῦ Γαλαξίου κύκλου γειτνιῶντος. τὸ ἐν Διὶ δὲ ἐν τῷ οὐρανῷ. |
| book 254 | —ἄγχι δέ οἱ σκαιῆς: τὸ ἀριστερὸν τοῦ Περσέως γόνυ ὀλίγον ἀνωτέρω ὀφείλει εἶναι τοῦ ταυρείου διχοτομήματος, ὅπου καὶ τὰς Πλειάδας εἶναι ἐλέγομεν [ἐπὶ τὴν ἰξὺν βότρυος δίκην] προσανακεκλιμένας τῇ τοῦ Ταύρου ἰξύι, οὐρᾶς τόπον ἀποπληρούσας. τὸ δὲ ἤλιθα ἀντὶ τοῦ ἅμα καὶ κατὰ τὸ αὐτό. ἐπάγει γὰρ ὅτι οὐ πολύς ἐστι τόπος ὃς ἐπέχει αὐτάς, ἀλλ’ ὀλίγος. σφόδρα γὰρ πλησίον ἀλλήλων καὶ οὐ διεστῶσαί εἰσιν. |
| book 254-255 | —ἤλιθα πᾶσαι Πληιάδες: τὸ μὲν ἤλιθα ἀθρόως, παρὰ τὸ ἅλις· ἔνθεν καὶ ἁλίαν οἱ Δωριεῖς τὴν ἐκκλησίαν καλοῦσιν. Ἄτλαντος δὲ καὶ Πληιόνης γενεαλογοῦνται Πλειάδες, παρ’ ὃ καὶ λέγονται· ἢ ἐπεὶ πλείοσιν εἰσὶ χρειώδεις, τοῖς τε πλέουσι καὶ γεωργοῦσι· ἢ ὅτι εἰς πελείας μετεμορφώθησαν τὸν Ὠρίωνα φεύγουσαι· ἢ ἀπὸ τοῦ πολεῖν ἐκ περιόδου καὶ συμπληροῦν τὸν ἐνιαυτόν· ἀπὸ τούτων γὰρ κατ’ ἐξοχὴν πλειὼν ἐκλήθη ὁ ἐνιαυτός. |
| book 254-255 | ὁμοῦ μὲν ὁρώμεναι λαμπραί, καθ’ ἑκάστην δὲ ἀμυδραί. καὶ ἔχουσι σχῆμα τρίγωνον, οὗ ἡ βάσις ἐπ’ ἀνατολὴν τέτραπται. Νίκανδρος μὲν οὖν ἐπὶ τῆς οὐρᾶς τοῦ Ταύρου τίθησιν αὐτάς (Ther. 122—123)· „αἵ θ’ ὑπὸ Ταύρου / ὁλκαίην ψαίρουσαι ὀλίζωνες φορέονται“· Ἵππαρχος δὲ ἐπὶ τοῦ Ταύρου, καὶ γὰρ αὐτὸς ἡμίτομον τὸν Ταῦρον ποιεῖ, φησὶ δὲ τῷ μὲν ποδὶ τοῦ Περσέως μᾶλλον αὐτὰς πλησιάζειν, πόρρω δὲ εἶναι τοῦ ἀριστεροῦ γόνατος. πρὸς ὃ Διόδωρος μὲν ὑπογουνίδος γράφει, ὅπως ἡ κνήμη σημαίνοιτο. Μηνόφαντος δὲ ἐπιγουνίδα τὴν κνήμην ἀκούει, διὰ τὸ εἶναι ἐπ’ αὐτῆς τὸ γόνυ. δύναιτο δ’ ἂν καὶ ἀπὸ μέρους ὅλον τὸ σκέλος ἀκούεσθαι. παρ’ Ὁμήρῳ δὲ ἐπιγουνὶς τὸ ἄνω τοῦ γόνατος, ὡς Ἀρίσταρχος, ὡς δὲ Κράτης ἐπωμίς, ὡς δὲ Χάρης ἡ ἐφ’ ὅλου τοῦ σώματος εὐσαρκία. οὐκ ἐπὶ |
| book 254-255 | πολὺ δὲ αὐτὰς χωρίον ἐπέχειν φησίν, ἐπειδὴ κατὰ μὲν μῆκος μίαν μοῖραν ἐπέχουσι, κατὰ δὲ πλάτος ἥμισυ καὶ ὄγδοον. ἑῴαν δὲ ἐπιτολὴν ποιοῦνται μεθ’ ἡμέρας νβʹ τῆς ἐαρινῆς ἰσημερίας, καὶ ὁ ἥλιός ἐστι μοιρῶν ιζʹ ἐν Ταύρῳ, δύνουσι δὲ μεθ’ ἡμέρας νβʹ τῆς φθινοπωρινῆς ἰσημερίας, ἡλίου ὄντος ἐν Τοξότῃ μοιρῶν ιθʹ. φασὶ δὲ ὅτι μία τῶν Πλειάδων ἐκεραυνώθη, διὸ οὐ φαίνεται. |
| book 256 | —〈ἀφαυραί〉: ἀμαυρόταται γάρ εἰσι κατὰ τὸ φῶς, ἀλλ’ ἐπειδὴ ἅμα εἰσί, διὰ τοῦτο γνώριμοι ἐκ τῆς συνόδου καθεστήκασιν. |
| book 257 | ἑπτάποροι δὴ ταί γε: ἓξ οὖσαι, φησί, δοξάζονται παρὰ τοῖς ἀνθρώποις ἑπτά, διὰ τὸ ἀμυδρῶς [μὲν] τὴν ἑβδομὴν ὁρᾶσθαι [τὰς δὲ ἓξ ἐναργῶς]. ἄλλως: φασὶν ἑπτὰ εἶναι μετ’ ἀνθρώπους, τῇ δὲ ἀληθείᾳ ἕξ εἰσι μόναι φαινόμεναι. ὁ γὰρ Εὐριπίδης (Or. 1005—1006)· „ἑπτάπορον δρόμημα Πλειάδος .. ὁδόν“. φασὶ δέ τινες τοιοῦτον μῦθον, ὅτι μία ἐκ τῶν ἑπτὰ τὸ τῆς Ἰλίου πάθος ἰδοῦσα [ἡ Ἠλέκτρα] ὑπεχώρησε τοῦ συστήματος· [ἔστι γὰρ ἡ μήτηρ Δαρδάνου·] καὶ ὑπὸ τὸν δεύτερον ἀστέρα τοῦ ῥυμοῦ ἦλθε πλησίον, ὃς λέγεται εἶναι τῆς Ἠλέκτρας. τοῦτον δὲ τὸν ἀστέρα, τὸν ὑπὸ τὸν ῥυμὸν τῆς Ἄρκτου ἐκ τῶν Πλειάδων ἀναχωρήσαντα, Ἀλώπεκά τινες καλοῦσιν. |
| book 259 | —οὐ μέν πως ἀπόλωλεν: τοῦτο χαριεντιζόμενος ἐπὶ τῇ μυθολογίᾳ ὅτι ἑπτά εἰσι. φησίν· οὐδέποτε ἀνήκουστος ὢν ὁ ἀστήρ 〈....〉, οὐδὲ τοῦτο ἠκούσαμεν ἀφ’ οὗ ἐγεννήθημεν καὶ ἀφ’ οὗ τὰ ἄστρα γεγένηνται, ἀπολωλότα καὶ ἀνήκουστον γεγενημένον ἀστέρα. εἰ οὖν οὐδέποτε, διὰ τί οἱ ἑπτά, ὡς λέγουσιν, οὐ φαίνονται ἀστέρες; ἀλλὰ τοῦτο, φησί, τὸ περὶ τῶν ἓξ ὅτι ἑπτὰ εἶναι λέγονται, μάταιόν ἐστιν· ἓξ γάρ εἰσιν ἀληθῶς. ὅμως δὲ ἐπιρρήδην καὶ ἐκ τοῦ φανεροῦ ἁπλῶς μυθολογοῦντες ἑπτὰ αὐτάς φασιν, καὶ τὰ ὀνόματα αὐτῶν προσφέρονται. |
| book 259 | ἄλλως: τοῦτο πρὸς τοὺς εἰπόντας, ὧν ἐστι καὶ αὐτὸς ἐν τῷ εἰς Θεόπροπον ποιήματι, τὴν Ἠλέκτραν φυγεῖν καὶ μὴ ὑπομεῖναι ἰδεῖν τὴν Ἴλιον ἁλισκομένην καὶ τοὺς ἐκγόνους δυστυχοῦντας. τὸν γὰρ Δάρδανον παῖδα Διὸς καὶ Ἠλέκτρας εἰρήκασιν. δύναιτο δ’ ἂν καὶ ὑπερβατὸν εἶναι· „ἑπτάποροι οὖσαι, καὶ ἐπόψιαι ὀφθαλμοῖσιν ἓξ οἶαι, παρ’ ἀνθρώποις ὑδέονται“. τῶν γὰρ ἑπτὰ ὀνομάτων λέγων τὸν κατάλογον σύνδηλός ἐστι συναινῶν τῷ ἀριθμῷ τούτῳ καὶ συντιθέμενος. |
| book 259 | ὑδέονται δέ (257), σημαίνουσιν αἱ Πλειάδες καιρούς. ἑῷαι μὲν γὰρ ἀνατέλλουσαι σημαίνουσι θέρους ἀρχήν, ἑῷαι δὲ δύνουσαι ἀντίληψιν τῶν κατὰ σπόρον ἔργων, ἑσπερίαν δὲ ἀνατολὴν ποιούμεναι χειμῶνος ἀρχὴν σημαίνουσι. τῆς δὲ ἑσπερίου δύσεως οὐκ ἐμνήσθη διὰ τὸ συμβαίνειν αὐτὴν περὶ τὴν ἐαρινὴν ἰσημερίαν καὶ μηδὲν ἐξαίρετον περιέχειν σημεῖον. ἀπευθὴς 〈ἐκ Διόσ〉: ἄπυστος ἐκ τοῦ οὐρανοῦ. φασὶ δὲ ὅτι μία τῶν Πλειάδων ἐκεραυνώθη, διὸ οὐ φαίνεται. |
| book 259 | τὸ δὲ ἐξ οὗ καὶ γενεῆθεν (260), ἀποσκευάζεται τὸν μῦθον τὸν ἐπ’ αὐταῖς λέγοντα φυγεῖν τὴν μίαν, τὴν Μερόπην, ὑπ’ αἰδοῦς, θνητῷ μιγεῖσαν τῷ Σισύφῳ, ἢ τὴν ἐκ Διὸς τεκοῦσαν Δάρδανον Ἠλέκτραν. |
| book 264 | —αἱ μὲν ὁμῶς: μικρὸν κατειληφυῖαι τόπον καὶ ἐξ ἀμαυρῶν συγκείμεναι ἀστέρων. ἀλλ’ ὀνομασταὶ ἀντὶ τοῦ ὀνομασταί εἰσι καὶ ἐπίδοξοι διὰ τὸ καὶ τὴν ἀνατολὴν αὐτῶν καὶ τὴν δύσιν πρὸς ἀναγκαῖον εἶναι τοῖς ἀνθρώποις. „ἐπιτελλομενάων γὰρ ἄρχεσθ’ ἀμήτου, ἀρότοιο δὲ δυσομενάων“ (Hesiod. Opp. 383—384). |
| book 265 | —ἦρι καὶ ἑσπέριαι: ἦρι, τὸν ὄρθρον ἀντὶ τοῦ τὴν ἀνατολήν, ὅτε ὑπὸ τὸν ὄρθρον ἀνατέλλουσι σὺν ἡλίῳ ὄντι ἐν Ταύρῳ, ἀπὸ εʹ καὶ εἰκάδος τοῦ Φαρμουθὶ μηνός, ὅς ἐστι κατὰ Ῥωμαίους Ἀπρίλιος, ὅτε καὶ τοῦ θερίζειν ὁ καιρὸς παρ’ Αἰγυπτίοις. ἑσπέριαι δὲ δυτικαὶ ἀπὸ τῆς ἑσπέρας, ὅτε ἑῷαι δύνουσιν, ἡλίου ὄντος ἐν Σκορπίῳ, Ἀθὺρ μηνί, ὅς ἐστι κατὰ Ῥωμαίους Νοέμβριος, ὅτε καὶ καιρὸς τοῦ ἀροτριᾶν. τὸ γὰρ ἑσπέριαι οὐκ ἔστι „πρὸς ἑσπέραν δύνουσαι,“ οὐδὲ γάρ εἰσι πρὸς ἑσπέραν δυόμεναι, ἀλλὰ κατὰ τὴν ἕω τὴν δύσιν ποιοῦνται. |
| book 265 | ὅτε γὰρ σὺν Σκορπίῳ ἀνατέλλει ὁ ἥλιος, τότε Ταῦρος εἰς δύσιν ἑῷος καταφέρεται. τὸ δὲ ἑξῆς τοῦ ῥητοῦ οὕτως ἔχει· αἱ δὲ ὀνομασταὶ ἦρι καὶ ἑσπέριαι εἰλίσσονται καὶ συμπεριφέρονται τῷ οὐρανῷ, καὶ τούτων ὁ Ζεὺς αἴτιος [ὃς κατηστέρισεν], ὅστις αὐταῖς καὶ θέρους ἀρχομένου 〈...........〉 ληπτέον· ἑῷαι Φαρμουθί, ἀρχομένου θέρους, ἀνατέλλουσιν· ἑῷαι δύνουσι τοῦ Ἀθύρ, ἀρχομένου χειμῶνος. |
| book 268 | —καὶ χέλυς, ἥ τ’ ὀλίγη: τὰ ὑπολειπόμενα τῷ βορείῳ διδάσκει, τήν τε Χέλυν καὶ τὸν Ὄρνιν. οὐκ ἀφ’ ἑαυτῶν δὲ ταῦτα διδάσκει, ἀλλ’ ἐκ τῶν προεγνωσμένων. ὑποκατιὼν γάρ φησι (270)· κὰδ δ’ ἔθετο προπάροιθεν ἀπευθέος εἰδώλοιο. Χέλυς δὲ ὅτι χελώνην ὁ Ἑρμῆς ἐκδείρας αὐτὴν κατεσκεύασε. καὶ Νίκανδρός φησι περὶ αὐτῆς. καὶ Χέλυς: τὰ ὑπολειπόμενα ἐν τῷ βορείῳ διδάσκει, τήν τε Χέλυν καὶ τὸν Ὄρνιν. καὶ ταῦτα δὲ οὐκ ἀφ’ ἑαυτῶν διδάσκει. ὑποκατιὼν οὖν φησίν· κὰδ δ’ ἔθετο προπάροιθεν. Χέλυς δὲ ὅτι χέλυν ἐκδείρας ὁ Ἑρμῆς κατετόρευσε λύραν τῷ Ἀπόλλωνι ὑπὲρ τῆς κλοπῆς τῶν βοῶν. καὶ ὁ Νίκανδρός φησιν (Alex. 562)· „ἀγκῶνας δὲ δύω παρετείνατο“. ὡς γὰρ ἑάλω ὁ Ἑρμῆς κεκλοφὼς τοὺς βόας Ἀπόλλωνος, ταύτην ἐδωρήσατο ἀντίλυτρον αὐτῶν. |
| book 268 | καὶ παρὰ λίκνῳ: σφόδρα νήπιος ὢν καὶ βραχὺς ὁ Ἑρμῆς τὴν κιθάραν κατεσκεύασεν. ἐν δὲ τοῖς λικμητηρίοις γεννώμενα τὰ βρέφη ἐτίθεσαν εἰς σύμβολον εὐτροφίας. Δήμητρος γὰρ καρπῶν τὸ ἐργαλεῖον. ἡ ἱστορία δὲ ὅτι τριταῖος ὢν ἀπὸ τοῦ τόκου ὁ Ἑρμῆς καὶ σφόδρα μικρὸς ὢν ἐποίησε τὴν λύραν. ὡς γὰρ ἑάλω κεκλοφὼς τὰς Ἀπόλλωνος βοῦς, ἐπὶ ποινῇ τῆς κλοπῆς ἐδωρήσατο αὐτῷ τὴν λύραν κατασκευάσας, ἥν φασι κατηστερίσθαι. παρὰ λίκνῳ δὲ ἐν ᾧ τὰ νήπια κατετίθεσαν. |
| book 268 | παρὰ λίκνῳ, ἐν τῇ παιδικῇ κοίτῃ, τουτέστι παῖς ἔτι ὤν. |
| book 269 | —λύρην δέ μιν εἶπε λέγεσθαι: αὐτός, φησι, καὶ τὴν ὀνομασίαν δέδωκε τῷ ὀργάνῳ κατασκευάσας αὐτήν. αὕτη δὲ κατεσκευάσθη μὲν ὑφ’ Ἑρμοῦ πρῶτον ἐκ τῆς χελώνης ἑπτάχορδος, ἀπὸ τοῦ ἀριθμοῦ τῶν Ἀτλαντίδων. μετέλαβε δὲ αὐτὴν ὁ Ἀπόλλων καὶ Ὀρφεῖ παρέδωκεν, ὃς ἐννεάχορδον ἐποίησεν ἀπὸ τοῦ τῶν Μουσῶν ἀριθμοῦ. καὶ μετὰ θάνατον αὐτοῦ τὴν λύραν αἱ Μοῦσαι ἔδωκαν Μουσαίῳ ἀξιώσαντι τὸν Δία ὅπως αὐτοῦ μνημόσυνον εἴη ἐν τοῖς ἄστροις. |
| book 269 | λίκνον δέ ἐστι σκεῦος ἐν ᾧ διαχωρίζουσιν ἀπὸ τοῦ πυροῦ τὴν ἀκαθαρσίαν, τὸ λεγόμενον λικμητήριον. ἔστι δὲ λίκνον ξύλινον σκεῦος ἐν ᾧ διακρίνεται ἡ τοῦ σίτου ἀκαθαρσία. τὰ οὖν παιδία ἐπὶ τούτοις ἐτίθεσαν αἰσιούμενοι αὐτῶν τὸ εὐθηνεῖσθαι. τὸ δὲ ἥτ’ ὀλίγη (268) ἤτοι ὀλίγων ἀστέρων (κατὰ μὲν Ἵππαρχον ιʹ, ὡς δὲ Τιμοχάρις ηʹ, ὡς δὲ Εὔδημος ἐννέα), ἢ ὅτι ὀλίγας ἐπέχει μοίρας. |
| book 269 | ἀπευθέος δὲ (270), τοῦ Ἐν γούνασιν, ἐπεὶ οἱ μὲν Ἡρακλέα, ἄλλοι δὲ Ἰξίονα λέγουσι. τὸ δὲ ἐπὶ σκελέεσσι πέτηλον (271): τὸ τοῦ Ἐν γούνασιν εἴδωλον ἐπὶ τοῖς σκέλεσι πίπτει. πέτηλον δὲ ἢ τὸ ἀναπεπταμένον, ἢ τὸ πεπτωκός. |
| book 273 | —ἣ δὲ μεσηγύ: ἡ Λύρα δοκεῖ Ἑρμοῦ ἔργον εἶναι. κεῖται δὲ πρὸς τὸ Ἐν γούνασι παρὰ τὸ ἀριστερὸν αὐτοῦ γόνυ. τῆς δὲ κεφαλῆς τοῦ Ἐν γούνασι πλησίον ἐστὶν ὄρνις Κύκνος, οὗ μεταξὺ καὶ τοῦ Ἐν γούνασι γόνατος κεῖται ἡ Λύρα. ἐπειδὴ ἀμυδρά ἐστιν ἡ Χέλυς, ὡς ἔφαμεν, διὰ πολλῶν εὐκατάληπτον αὐτὴν πειρᾶται δεικνύναι, καί φησιν· ἣ δὲ μεταξὺ τῆς Ὄρνιθος κεφαλῆς καὶ τοῦ γόνατος τοῦ εἰδώλου κεῖται, ὥστε ἴσον ἀπέχειν διάστημα τὴν Λύραν τοῦ τε γόνατος καὶ τῆς Ὄρνιθος κεφαλῆς. τοῦτο γὰρ σημαίνει τὸ μεσηγύ. |
| book 273 | πάλιν δὲ λαβὼν καιρὸν συντόμως τὸν Ἐν γόνασι ... τὸ δὲ γούνατί οἱ σκαιῷ (272): ἐνταῦθα φανερὸν ὅτι τὸν δεξιὸν ἐν τῇ κεφαλῇ τοῦ Δράκοντος ἔχει πόδα ὁ Ἐν γόνασιν. |
| book 275 | —ἤτοι γὰρ καὶ Ζηνί: πάλιν τῷ οὐρανῷ. τὸ δὲ παρατρέχει ἢ ὅτι τὰς πτέρυγας ἁπλώσας ἔμφασιν δρόμου καὶ πτήσεως ἐμφαίνει, καὶ διὰ τοῦτο εἶπε παρατρέχει, ἢ ὅτι οὐρανῷ συμφέρεται. τοῦτο γὰρ τὸ Ζηνὶ παρατρέχει. οὐκ ἀπεικὸς δέ, ὡς μουσικὸν ὄντα, τὸν Ὄρνιν πλησίον εἶναι τῆς Λύρας. παρατρέχει: οἳ μὲν παροξύνουσι τὴν παρα, ἵν’ ᾖ παρὰ Διί. ἄμεινον δὲ ὑφ’ ἓν ἀναγινώσκειν, ἵν’ ᾖ παρατρέχειν. |
| book 275 | αἰόλος Ὄρνις: τοῦτον τὸν Ὄρνιν οἳ μὲν λέγουσι κύκνον ὄντα καταστερισθῆναι μὲν εἰς τιμὴν τοῦ Ἀπόλλωνος ἅτε μουσικὸν ὄντα. οἳ δέ, ᾧ Ζεὺς εἰκασθεὶς ὡμίλησε Λήδᾳ. κατὰ δὲ τοὺς πλείστους, Νεμέσει. ἐκ ταύτης γὰρ τὴν Ἑλένην γενέσθαι καὶ τοὺς Διοσκούρους ἐν ᾠῷ. τὸ δὲ αἰόλος ἐπεὶ τὰ μέν εἰσιν αὐτοῦ ἀνάστερα, τὰ δὲ ἠστέρωται. τοῦτον δὲ ὁμολογοῦσι κατηστερίσθαι εἰς τιμὴν τοῦ Ἀπόλλωνος ὡς μουσικόν. οἳ δὲ λέγουσιν ὅτι τούτῳ εἰκασθεὶς ὁ Ζεὺς ὡμίλησε τῇ Λήδᾳ. ἐκ ταύτης γάρ φασι τὴν Ἑλένην καὶ τοὺς Διοσκούρους. εἰσὶ δὲ τὰ μὲν αὐτοῦ ἀνάστερα, τὰ δὲ ἀστρώδη. οἱ δὲ περὶ τὰς πτέρυγας ἀστέρες οὐ σφόδρα μεγάλοι. |
| book 276 | —ἀλλ’ ὁ μὲν ἠερόεις: ἀλλ’ ὁ μὲν Κύκνος ἀμυδρός πως ἐστί, τὰ δὲ πτερὰ αὐτοῦ τετράχυνται, καὶ αὐτὰ οὐ πάνυ λαμπρά, λαμπρὸς δέ ἐστιν ὁ ἐπὶ τοῦ ῥάμφους καὶ ὁ ἐπὶ τοῦ ὀρθοπυγίου. |
| book 277 | —ἄστρασιν οὔτι λίην μεγάλοις: ἤτοι ὅτι πολλοὶ ἀστέρες τὰς ἁπλώσεις τῶν πτερῶν ἀποτελοῦσι, διὸ τετράχυνται, ἢ ὅτι τοῦ πτεροῦ ἐπιψαύει ὁ Γαλαξίας κύκλος, διὸ ὥσπερ τραχὺ ἀποτελεῖ, ὅπερ καὶ ἐπὶ τοῦ Περσέως ἐλέγομεν. τὸ δὲ οὐ μὲν ἀφαυροῖς, ἀμαυροῖς μέν, οὐ παντελῶς δὲ ἀφανέσιν. |
| book 279 | —οὔριος εἰς ἑτέρην φέρεται: ἐπὶ τὴν δύσιν, ὡς πρὸς ἀντιδιαστολὴν τῆς ἀνατολῆς. τὸ δὲ φέρεται ὡς πρὸς τὴν τῆς πτήσεως ἔμφασιν, διὰ τὸ ἡπλῶσθαι τὰς πτέρυγας. ἢ συμπεριφέρεται. τὸ δὲ εὐδιόωντι· δύνει ὀρθός. ἠρεμαίας δέ, φησιν, ἀποτέτακε τὰς πτέρυγας. οἱ γὰρ ἐπειγόμενοι κατὰ τάχος χειμῶνι βιαζόμενοι κραδαίνουσιν. |
| book 280 | —ταρσοῖο τὰ δεξιά: ὁ νοῦς· φέρεται ὁ Κύκνος 〈κατὰ δεξιὰ〉 τῆς κηφείας χειρός, κατὰ τὸ δεξιὸν ταρσοῦ τέλος. παράκειται γὰρ τῇ τοῦ Κηφέως δεξιᾷ ὁ δεξιὸς ταρσὸς τοῦ Κύκνου, ἤγουν ἡ πτέρυξ. ἡ μὲν οὖν δεξιὰ πτέρυξ κατὰ τῆς δεξιᾶς χειρὸς τοῦ Κηφέως, ἡ δὲ ἀριστερὰ κατὰ τὸν πόδα τοῦ Ἵππου. |
| book 281 | —σκαρθμός: ἡ συνεχὴς κίνησις τῶν ποδῶν. σκαρθμὸς γὰρ σημαίνει τὸν πόδα, κατὰ πλεονασμὸν τοῦ θῆτα παρὰ τὸ σκαίρειν. σκαρθμὸν δὲ εἶπε τὸν πόδα κατὰ πλεονασμὸν τοῦ θ παρὰ τὸ σκαίρειν· ἢ ἡ ὁπλή. |
| book 282 | —τὸν δὲ μέτα σκαίροντα: τὸν Ἵππον φησί. σφόδρα δὲ πάλιν καθαρὰν ἑαυτῷ δέδωκε πρόφασιν ὥστε ἐλθεῖν ἐπὶ Περσέα καὶ Χέλυν καὶ Ὄρνιν, καὶ ἀπὸ τοῦ Ἵππου πάλιν ἐπὶ τοὺς ὑποκειμένους Ἰχθῦς, καὶ λέγει· τὸν δὲ μέτα σκαίροντα, καὶ ὥσπερ ἔμφασιν ἔχοντα τοῦ σκαρίζειν, οἱ βʹ Ἰχθύες κεῖνται. εἶτα, ἀπὸ τῶν ἐγνωσμένων Ἰχθύων καὶ τοῦ Ἵππου, ἐπάγει· πὰρ δ’ ἄρα οἱ κεφαλῇ, παρὰ δὲ τῇ κεφαλῇ τοῦ Ἵππου, ἡ Ὑδροχόου χείρ. |
| book 282 | αἴγης. οὗτος ἐστὶ μὲν ὅμοιος τῷ αἰγειπανί. ἐπ’ ἐκείνου δὲ γέγονεν. ἐπέχει δὲ θηρίου τὰ κάτω. καὶ κέρατα ἐπὶ τῇ κεφαλῇ. ἐτιμήθη δὲ διὰ τὸ σύντροφον εἶναι τῷ Διί. καθάπερ ὁ τὰ κρητικὰ ἱστορῶν ὅτι ἐν τῇ Ἴδῇ συνῆν αὐτῷ. ὅτε ἐπὶ τοὺς Τιτάνας ἐστρατεύετο. παραλαβὼν δὲ τὴν ἀρχὴν ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκε καὶ τὴν αἶγα τὴν μητέρα. διὰ δὲ τὸν κόχλον ἐν τῇ θαλάσσῇ παράσημον οὐρὰν ἰχθύος ἔχει. εἰσὶ δ’ ἀστέρες ἐφ’ ἑκατέρου κέρατος βʹ. ἐπὶ τοῦ μυκτῆρος λαμπρὸς αʹ. ἐπὶ τῆς κεφαλῆς βʹ. ἐπὶ τοῦ τραχήλου λαμπρὸν αʹ. ἐπὶ τοῦ στήθους βʹ. ἐπὶ τοῦ ἐμπροσθίου ποδὸς αʹ. ἐπ’ ἀκροῦ αὐτοῦ αʹ. ἐπὶ τῆς ῥάχεως εʹ. ἐπὶ τῆς γαστρὸς δʹ. ἐπὶ τοῦ οὐραίου βʹ. οἱ πάντες κʹ. |
| book 283 | —χεὶρ Ὑδροχόοιο: οὗτος δοκεῖ κεκλῆσθαι ἀπὸ τῆς πράξεως. ἔχων γὰρ ἕστηκεν οἰνοχόην, καὶ ἔκχυσιν πολλὴν ποιεῖται ὑγροῦ, ἥτις εἰκάζεται τῷ νέκταρι. Γανυμήδην γὰρ αὐτὸν ἔφησαν. οἳ δέ, τὸν παρὰ τῷ Πινδάρῳ (fr. 282 Snell) ἑκατοντόργυιον ἀνδριάντα ἀφ’ οὗ τῆς κινήσεως τῶν ποδῶν τὸν Νεῖλον πλημμυρεῖν. ὁ δὲ Αἰγόκερως ὅμοιός ἐστι τῷ Αἰγίπανι. κατηστερίσθη δὲ εἰς τιμὴν τοῦ Πανός. εἰς γὰρ τοῦτον μετεβλήθη διωκόμενος μετὰ τῶν ἄλλων θεῶν. ἢ ὅτι σύντροφός ἐστι τοῦ Διός. εὗρε δὲ οὗτος τὸν κόχλακα ἐν θαλάσσῃ, διὸ παράσημον οὐρὰν ἰχθύος ἔχει. τῷ δὲ ἤχῳ αὐτοῦ, πανικῷ καλουμένῳ, τοὺς Τιτᾶνας ἐτρέψατο. |
| book 283 | εἰς Αἰγόκερων μετεσχηματίσθη ὁ Πὰν διωκόμενος καὶ αὐτὸς μετὰ τῶν ἄλλων θεῶν ὑπὸ τῶν Τιτάνων, καὶ διὰ τοῦτο κατηστερίσθη καὶ ὁ Αἰγόκερως. ἐστὶ δὲ χέρσυδρος, διὸ καὶ οὐρὰν ἔχει ἰχθύος. |
| book 285 | —αὐτὰρ ὅ γε πρότερος καὶ νειόθι μᾶλλον: ὁ Αἰγόκερως πρότερός ἐστιν αὐτοῦ τῇ θέσει, ὃς καὶ πρότερον αὐτοῦ ἀνατέλλει, [ἤγουν τοῦ Ὑδροχόου]. τὸ δὲ νειόθι κατωτέρω· πρότερος καὶ μᾶλλον πρὸς νότον ὁ Αἰγόκερως τοῦ Ὑδροχόου κεῖται, καὶ ἔστι πάντων τῶν δώδεκα ζῳδίων νοτιώτατος. |
| book 286 | —ἵνα τρέπεται ἠελίοιο ἴς: ὅπου συμβαίνει τὰς χειμερινὰς τροπὰς γίνεσθαι. ἐντεῦθεν ἐπὶ τὰ βόρεια καὶ εἰς εὐδίαν ἐκ τοῦ χειμῶνος ἀνατρέχει. |
| book 287 | —μὴ κείνῳ ἐνὶ μηνί: πολλάκις εἴπομεν ὅτι οὐ μόνον ἕνεκα τῆς γνώσεως τῶν φαινομένων γράφει ὁ Ἄρατος, ἀλλὰ καὶ διὰ τούτων βιωφελεῖς εἰσάγει καιροὺς τοῖς ἀνθρώποις. καὶ νῦν τὸν χειμερινὸν καιρὸν διαγράφων φησίν [ἀρχὴ γὰρ χειμῶνος ὅτε ἐν τῷ Αἰγοκέρωτι γίνεται ὁ ἥλιος, ἐπάγει γοῦν ὅτι]· μὴ κατ’ ἐκεῖνον τὸν καιρὸν (λέγει δὲ τὸν Τυβὶ μῆνα, ὅς ἐστι κατὰ Ῥωμαίους Ἰανουάριος· τότε γὰρ σφοδρός ἐστι χειμών) ὑπὸ τῆς θαλάσσης περικλύζου [πλέων καὶ ναυτιλλόμενος], ἐν ἀναπεπταμένῳ πελάγει τὸν πλοῦν ποιούμενος. |
| book 288 | —οὔτε κεν ἠοῖ: οὔτε γὰρ πολλὴν θάλασσαν δυνατὸς εἶ διαπερᾶσαι διὰ μιᾶς ἡμέρας, μικραὶ γὰρ τὸ τηνικαῦτα αἱ ἡμέραι, οὔτε ἐν νυκτί σοι φόβον καὶ κίνδυνον ἐκ τοῦ χειμῶνος ἔχοντι μετ’ ὀλίγον 〈ἂν〉 ἐπέλθοι ἡ ἡμέρα, μακρόταται γὰρ αἱ νύκτες· [„μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσί“ (Hes. Opp. 560)] ταχέως δὲ τὴν ἑσπέραν προσδόκα, βραδέως δὲ τὴν ἠῶ. [καὶ τὴν διὰ νυκτὸς δυστυχίαν, κατὰ τὸ ποιητικὸν „ἐκ νυκτῶν ἄνεμοι χαλεποί, δηλήματα νηῶν“ (μ 286).] τὸ δὲ ταχινώταταί εἰσιν (289), αἱ ἡμέραι δηλονότι. |
| book 291 | —πολλὰ βοωμένῳ: καὶ σφόδρα ἐπικαλουμένῳ ὥστε ἐλθεῖν τὴν ἡμέραν διὰ τὸν παρόντα κίνδυνον. μηδὲ τῇ νυκτί, φησί, πίστευε· μακρὰ γὰρ ἤδη, καὶ βραδέως ἡ ἡμέρα τοῖς κινδυνεύουσιν ἐπιφαίνεται. τὸ τηνικαῦτα δὲ καὶ ὁ νότος πολὺς πνεῖ. |
| book 294 | —ναύτῃ μαλκιόωντι: ναρκῶντι τῷ ναύτῃ. μάλκη δέ ἐστιν ἡ ἐκ ψύχους ἐπὶ ἄκρας χεῖρας καὶ πόδας ἐπανάστασις τοῦ χείματος, τὰ λεγόμενα χείμετλα. μαλκιόωντι οὖν εἰωθότι ἐν ψυχροῖς τόποις καὶ ὑγροῖς διάγειν. τινὲς δὲ μαλκιόωντι τῷ ἐντὸς ἔχοντι τὰς χεῖρας διὰ τὸ κρύος. ἀλλὰ καὶ ἔμπης: τοῦτο ὡς πρὸς τὸ ἑτοίμους εἶναι τοὺς ἀνθρώπους διὰ χρήματα ἀποκινδυνεύειν καὶ μηδὲ τὸν τοιοῦτον καιρὸν παραιτεῖσθαι. |
| book 294 | ὁ δὲ λόγος· ἀλλ’ ὅμως, φησίν, εἰ καὶ τοιαῦτα κακά ἐστι τοῖς κατὰ τὴν θάλασσαν πλέουσι, καὶ τοσούτων ἐπηρτημένων κινδύνων τοῖς ἐν χειμῶνι πλωϊζομένοις, ἤδη πάντ’ ἐνιαυτόν, (ἀντὶ τοῦ ἐν παντὶ καιρῷ τοῦ ἐνιαυτοῦ) ἡ θάλασσα διαπερᾶται. ὑπὸ στείρῃσι .. πορφύρει (295—296): μελαίνεται, κινεῖται ὑπὸ νηῶν. μὴ κείνῳ ἐνὶ μηνί: κατὰ τὸν χρόνον ὃν διεξέρχεται ὁ ἥλιος τὸν Αἰγόκερων, παρεγγυᾷ μὴ πλεῖν μεγάλα πελάγη. οὔτε γὰρ δι’ ἡμέρας ἔστιν αὐτὰ ἀνύσαι, βραχεῖα γὰρ ἤδη, οὔτε χειμαζομένης νυκτὸς ἀπαντήσαι ταχέως ἡ ἡμέρα διὰ τὸ μῆκος τῶν νυκτῶν. τότε δέ, φησί, νότια φαίνεται πνεύματα. τοῦτο δὲ ὡς ἐπὶ πολὺ σημαίνει. μᾶλλον γὰρ μετὰ τροπὰς χειμερινὰς Ζέφυροι πνέουσιν. ἐν δὲ τοῖς ἑξῆς καθάπτεται τῆς θρασύτητος τῶν ἐν παντὶ καιρῷ πλεῖν ἀξιούντων, οἵτινες κινδυνεύοντες ἐν τοῖς πελάγεσιν εἰς γῆν βλέπουσιν ἐκ σκαφῶν καθεζόμενοι, καὶ τοὺς αἰγιαλοὺς περιβλέπονται, οἳ δ’ ἔτι πόρρω (298) εἰσὶν οἱ αἰγιαλοί. τὸ δὲ ἑξῆς ἐπιφωνηματικῶς, τάχα μὲν τὸ τοῦ Ὁμήρου παρα‐ |
| book 294 | ποιήσας (Ο 628)· „τυτθὸν γὰρ ὑπὲκ θανάτοιο φέρονται“, ἴσως δὲ καὶ 〈τὸ〉 τοῦ Ἀναχάρσιδος, ὃς ἔλεγε πλέων „δύο δακτύλους λείπεσθαι τὸν θάνατον“. |
| book 296 | —ἴκελοι δὲ κολυμβίσιν: ἡ αἴθυια ἐν τοῖς παραλίοις τόποις ζῇ. ὁμοίως δὲ αἰθυίαις τὸ διόλου βιοῦν ἐν τοῖς ὑγροῖς, δίκην αἰθυιῶν ἐν τῇ θαλάσσῃ διὰ παντὸς διάγοντας. |
| book 298 | —ἥμεθ’ ἐπ’ αἰγιαλούς: ἐπὶ ταῖς χειμαζομέναις ναυσὶν ἥμεθα, τὸ πέλαγος περιβλέποντες καὶ περισκοποῦντες τοὺς αἰγιαλούς, εὐχόμενοι λιμένος τυχεῖν. οἳ δ’ ἔτι πόρσω κλύζονται, ἀντὶ τοῦ πόρρω δέ εἰσιν οἱ αἰγιαλοί. |
| book 299 | —ὀλίγον δὲ διὰ ξύλον: ὀλίγον δὲ καὶ εὐτελὲς ξύλον διείργει τὸν θάνατον, ἀντὶ τοῦ ἡ ναῦς. καὶ Ἡσίοδος (Opp. 686—687)· „χρήματα δὲ ψυχὴ πέλεται δειλοῖσι βρότοισι, / δεινὸν δ’ ἐστὶ θανεῖν μετὰ κύμασιν Ἀμφιτρίτησ“, καὶ Καλλίμαχος (fr. 178 Pf. vv. 33—34)· „ἀλλ’ ἐμὸς αἰὼν / κύμασιν αἰθυίης μᾶλλον ἐσῳκίσατο“. |
| book 300 | —καὶ δ’ ἂν ἔτι προτέρῳ: ἀπὸ κοινοῦ τὸ μηνί. πρότερος δὲ μὴν τοῦ Αἰγόκερω ὁ Χοιάχ, ὅς ἐστι κατὰ Ῥωμαίους Δεκέμβριος, ὅτε ἐν Τοξότῃ ὁ ἥλιος. ὁ δὲ νοῦς· καὶ ἐν τῷ προτέρῳ μηνὶ τοῦ Τυβί, ὅς ἐστιν Ἰανουάριος (λέγει δὲ καὶ κατὰ τὸν Χοιὰχ μῆνα), πολλὰ παθὼν κατὰ θάλασσαν πρὸς τὴν ἑσπέραν ὁρμίζου. μακραὶ γάρ εἰσι τότε αἱ νύκτες, καὶ οὐκ ἔστι σοι εὐχερὲς τότε διαπεραιοῦσθαι. |
| book 300 | προτέρῳ: πρότερος γάρ ἐστιν ὁ Τοξότης τοῦ Αἰγοκέρωτος. ὁ γὰρ ἥλιος ἐπὶ ἀνατολὰς τὰ ζῴδια διαπορεύεται, ὁ μέντοι οὐρανὸς ἐπὶ δυσμὰς καταφέρεται κινούμενος καὶ ἑκάστην μοῖραν τοῦ ζῳδιακοῦ ἀνύει. διὸ Εὐριπίδης τὸ φυσικὸν ὡς μυθικὸν παρείληφε λέγων (Or. 1006)· „εἰς ὁδὸν ἄλλην Ζεὺς μεταβάλλει“. τὸ δὲ καὶ δ’ ἂν ἔτι προτέρῳ: φησὶ τοὺς πλέοντας ἡσυχάζειν καὶ μὴ πελαγίζειν οὐ μόνον τῇ χειμερινῇ τροπῇ, ἀλλὰ καὶ τῷ προτέρῳ μηνί, ἐν ᾧ ὁ ἥλιος διέρχεται Τοξότην, καλῶς δὲ ἔχειν ἑσπέρας κατάγεσθαι (302) καὶ μὴ πιστεύειν ταῖς νυξίν. ἐπειδὴ καὶ |
| book 300 | ὁ Τοξότης ἀόρατός ἐστιν, τὸ τηνικαῦτα τὰ σημεῖα τοῦ καιροῦ δίδωσι. τὸ δὲ Τόξον ὅτ’ ἠέλιος (301): τοῦτο σημαντικόν ἐστι τοῦ προειρημένου μηνὸς Χοιάχ. τὸ δὲ πεποιθὼς οὐκέτι νυκτί (302): μηκέτι, φησί, τῇ νυκτὶ πίστευε. μακρὰ γὰρ ἤδη, καὶ βραδέως ἡ ἡμέρα τοῖς κινδυνεύουσιν ἐπιφαίνεται. προανατέλλει δὲ τοῦ Τοξότου Σκορπίος. ἄλλοι δὲ προτάσσουσιν ἑσπέριος κατάγοιο πεποιθώς (302), εἶτα ἀναγινώσκουσι τόξον ὅτ’ ἠέλιος (301). |
| book 303 | —σῆμα δέ τοι κείνης ὥρης: ἐπειδὴ ἐν τῷ Τοξότῃ ὢν ὁ ἥλιος οὐκ ἐᾷ αὐτὸν φαίνεσθαι, ἐξ ἄλλων τεκμηρίων τοῦ μηνός σοι δίδωσι κατάληψιν. ὁ δὲ νοῦς· τεκμήριόν σοι ἔστω τοῦ καιροῦ καὶ τοῦ μηνὸς ἐκείνου ὁ Σκορπίος ἀνατέλλων ἐπὶ τῆς ἐσχάτης νυκτὸς, ἤγουν ἐπὶ ὄρθρου. περὶ γὰρ ἑνδεκάτην καὶ δωδεκάτην ὥραν ὁ Σκορπίος ἀνατέλλει. αὐτὸς γὰρ ὁ Τοξότης ὑπὸ τοῦ ἡλίου τότε κατέχεται. |
| book 306 | —τοξευτὴς ὀλίγον: οὗτος ἐστὶ τοξεύων ὃν οἱ πλεῖστοι λέγουσιν εἶναι κένταυρον. ἕτεροι διὰ τὸ μηδένα κένταυρον τόξῳ χρῆσθαι οὐ λέγουσιν. οὗτος δὲ ἀνὴρ ὢν ἵππου ἔχει σκέλη καὶ κέρκον καθάπερ οἱ σάτυροι. ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς βʹ. ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος αʹ. ἐπ’ ἄκρου τῶν χειρῶν αʹ. ἐπὶ τῆς κοιλίας λαμπρὸν αʹ. ἐπὶ τῆς ῥάχεως βʹ. ἐπὶ τοῦ ἐμπροσθίου γόνατος αʹ. ἐπ’ ἄκρου ποδὸς αʹ. ἐπὶ τοῦ ὀπισθίου γόνατος αʹ. ἐπὶ τῆς ὁπλῆς αʹ. ἐπὶ τοῦ τόξου βʹ. ἐπὶ τῆς μηλωτῆς αʹ. ιεʹ. |
| book 307 | —Σκορπίος ἀντέλλων: ὁ Σκορπίος μικρὸν πρὸ τῆς τοῦ ἡλίου ἀνατολῆς θεωρεῖται ἐπὶ [τῆς ἀνατολῆς] τοῦ ὁρίζοντος. τότε γὰρ συμβαίνει τὸ κέντρον τοῦ Σκορπίου ἀνατέλλον θεωρεῖσθαι καὶ τὴν τοῦ Τόξου κορωνίδα συνάπτουσαν τῷ κέντρῳ. |
| book 308 | —τῆμος καὶ κεφαλή: ἐπειδὴ συμβαίνει τὸ τηνικαῦτα, χειμῶνος ὄντος, συστάσεις νεφελώδεις γίνεσθαι, καὶ ὁ Σκορπίος ἀφανής ἐστιν, ἐξ ἄλλων πειρᾶται φανερὰν ποιῆσαι τοῦ μηνὸς τὴν κατάληψιν. τὸ τηνικαῦτα γὰρ, φησί, καὶ τῆς Κυνοσουρίδος ἡ κεφαλὴ τὸ περὶ ὄρθρον, ὅτε καὶ αὐτὸς ὁ ἥλιος ἀνατέλλει, ὕψι μάλα τροχάει (309), εἰς ὕψος ἀνατέλλει, ὡς ἐπὶ τὴν ἰξὺν τῆς μεγάλης Ἄρκτου ἐν τῷ ἀνατρέχειν ἀποβλέπουσα. εἶτα καὶ ἕτερον τεκμήριον δίδωσι· „καὶ ὁ Ὠρίων, φησί, τὸ τηνικαῦτα ἀθρόος (πᾶς) καταδύεται πρὸ τῆς ἡμέρας (ὀλίγον γὰρ πρὸ τῆς ἡμέρας δύεται, δωδεκάτῃ ὥρᾳ τῆς νυκτός, |
| book 308 | ἔστι δὲ ὁ Ὠρίων λαμπρότατος ἀστήρ), καὶ ὁ Κηφεύς, φησίν, ἀπὸ χειρὸς ἐπ’ ἰξύν“. τὰ γὰρ λοιπὰ μέρη αὐτοῦ ἄδυτα. πλείω δὲ ἐξεπίτηδες τὰ σημεῖα τοῦ χρόνου τίθεται, ὥστε κἂν μὴ πάντα τις δύναιτο, ἀλλ’ οὖν γε ἓν ἐξ αὐτῶν φυλάξας σώζεσθαι. ἄλλως: συμβαίνει τότε τὴν μὲν μίαν Ἄρκτον τὴν μικρὰν εἰς τὰ ὑψηλὰ ἐλθεῖν, τὸν δὲ Ὠρίωνα ἕωθεν δείκνυσθαι, τὸν δὲ Κηφέα μέχρι τῆς ὀσφύος. |
| book 311 | —ἔστι δέ τις: τοῦτο ἐστὶ βέλος τοξικόν, ὅ φασιν εἶναι Ἀπόλλωνος ὅτε τοὺς Κύκλωπας ἀνεῖλεν οὓς ἀπέκτεινε δι’ Ἀσκληπιόν. ἔκρυψε δὲ αὐτὸν ἐν ὑπερβορείοις ὃς καὶ ὀνοσοπτέρινος λέγεται. δοκεῖ δὲ ἀνακομισθῆναι ὁ ὀϊστὸς μετὰ τῆς καρποφορύας διὰ τοῦ ἀέρος. περὶ τούτου καὶ ἄβαριν τινὰ περιφερόμενον ἐλθεῖν ὅτε εἰς τὸν ἀστέρα ἔθηκε τὸ βέλος ὁ Ἀπόλλων ὑπόμνημα τῆς ἁλκῆς αὐτοῦ. ἔχει δὲ ἀστέρας δʹ. |
| book 311 | ἔστι δέ τις προτέρω: τὰ περὶ τοῦ παρακειμένου Οἰστοῦ καὶ τοῦ Ἀετοῦ οὐκ ἀπό τινος διδάσκει προεγνωσμένου, κατὰ τοῦτο δὲ μόνον τὴν συνήθειαν παρέλειψεν. μικρὸν δὲ ἔμπροσθεν τοῦ Τοξότου βέλος κατεστήρικται δίχα τόξου, πλησίον δὲ αὐτοῦ θεωρεῖται Ὄρνις, βορειοτέραν ἔχων τὴν θέσιν. παράκειται δὲ αὐτῷ ὄρνις ἕτερος ἐκ τοῦ σύνεγγυς, τῷ μὲν μεγέθει λειπόμενος ἐκείνου, χειμεριώτατος δὲ γινόμενος κατὰ τὴν ἑῴαν ἀνατολήν. καλεῖται δὲ Ἀετός. προειπὼν οὖν περὶ τοῦ Τοξότου φησίν· „ἔστι δὲ καὶ ἕτερος οἰστὸς παρὰ τὸν ὑπὸ τὴν τοῦ Τοξότου προσβολὴν ἡτοιμασμένον“. τὸ δὲ αὐτὸς ἀντὶ τοῦ μόνος· „Τυδεΐδης δ’ αὐτός περ ἐών“ (Θ 99). |
| book 311 | τὸ δὲ προτέρω οὐκ ἔμπροσθεν τοῦ Τοξότου, ἀλλὰ προτέρω προσωτέρω ἀνωτέρω, ὡς καὶ ἐπὶ τὰ βόρεια βεβλημένος, οὐχ ὑπὸ τοῦ Τοξότου βληθείς, ἀλλ’ ἁπλῶς κείμενος, ὡς καὶ οὗτος ἐπιφέρει, ἄνευ τόξου καὶ τοξεύσαντος. |
| book 312 | —ὁ δέ οἱ παραπέπταται Ὄρνις: περιπέτεται, τὰς πτέρυγας ἁπλοῖ. ἀσσότερον δέ (313), πλησίον τοῦ βορέου. σφόδρα γάρ ἐστι βόρειος ὁ Ὄρνις. Ὄρνις τοῦ Οἰστοῦ νοτιώτερος παραπέπταται, καὶ ἐκ τοῦ κύκλου ἤδη προγνωσθέντος τὴν κατάληψιν τῷ Τοξότῃ καὶ τῷ Ἀετῷ δίδωσιν. |
| book 314 | —χαλεπός 〈γε μὲν ἐξ ἁλόσ〉: ἀντὶ τοῦ ἐξ ὠκεανοῦ. Ὅμηρος (γ 1 al.)· „λιπὼν περικαλλέα λίμνην“. τὴν ἑῴαν ἐπιτολὴν ποιούμενος ὁ Ἀετὸς μέγαν χειμῶνα συνάγει, τοῦ ἡλίου ὄντος τότε περὶ τὰ μέσα τοῦ Τοξότου. |
| book 315 | —νυκτὸς ἀπερχομένης: ὅτι λοιπόν, ἀνατέλλοντος ἡλίου σὺν τῷ Τοξότῃ, καὶ αὐτὸς ἅμα ἀνατέλλει. ὁ δὲ λόγος· χαλεπὸς οὗτος καὶ δεινὸς ἀνατείλας παριούσης νυκτός. ἑῷος γὰρ ἀνατέλλει σὺν τῷ Τοξότῃ τῷ Χοιάχ, ὅς ἐστι κατὰ Ῥωμαίους Δεκέμβριος. διὸ εἶπε τοῖς πλέουσι χαλεπός, διὰ τὸ τότε κρύος. καί μιν καλέουσιν Ἀητόν: Ἀετὸν αὐτὸν καλοῦσιν. οἱ δὲ ἐτυμολογήσαντες αὐτὸν εἶπον παρὰ τοὺς ἀήτας καὶ τὰ χειμερινὰ πνεύματα, ἃ δηλοῖ χειμερινὸς ἀνατέλλων. |
| book 316 | —Δελφὶς δ’ οὐ μάλα πολλός: πάλιν τὸν Δελφῖνα ἀπὸ τοῦ προεγνωσμένου διδάσκει Αἰγόκερω. οὐ μάλα πολλός, οὐ σφόδρα ἔκλαμπρος. τὸ δὲ ἐπιτρέχει ὅτι ἄνω ἐστὶ τοῦ Αἰγόκερω, ὡς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἐπιτρέχων καὶ σπεύδων. τὴν γὰρ ὄψιν ὁ Δελφὶς ὡς ἐπὶ τὸν Αἰγόκερων σπεύδων ἔχει. διὰ τοῦτο ἐπιτρέχειν εἶπε. καὶ ὑπέρκειται δὲ τοῦ Αἰγόκερω ὁ Δελφίν, οἷον ἐπιφερόμενος αὐτῷ. |
| book 316 | τὸ δὲ μεσσόθεν ἠερόεις (317) ὅτι τὸ μέσον αὐτοῦ σφόδρα σκοτεινόν ἐστιν. ἔχει δὲ τέσσαρας ἀστέρας λαμπρούς. διδάσκει δὲ καὶ οἵαν ἔχουσι τὴν θέσιν. καὶ γὰρ ἔχει οὗτος ἐν παραλλήλῳ σχήματι θεωρουμένους τοὺς σημαίνοντας αὐτοῦ τὴν διατύπωσιν. τὸ δὲ δύο πὰρ δύο (318) οὐκ ὄντας ἐν τετραγώνῳ σχήματι, δύο ἐπὶ δύο, ἀλλὰ δύο παρὰ δύο παραβεβλημένους καὶ ποιοῦντας παραλληλόγραμμον ῥομβοειδές. πεπτηῶτα δὲ δυϊκῶς τὰ γλήνεα. γλήνεα δὲ ἐκλήθησαν ἀπὸ τοῦ λάμπειν. καὶ Ὅμηρος (Ω 192)· „ὃς γλήνεα πολλὰ κεχάνδει“, ἀντὶ τοῦ λαμπρά. ἔνθεν καὶ ἡ κόρη γλήνη λέγεται διὰ τὸ στίλβειν. |
| book 316 | ἄλλως. Δελφὶς οὐ μάλα πολλός: τῷ Αἰγοκέρωτι ἐπικαταφέρεται ὁ Δελφίς, ἀνάστερος τὰ πολλά, δʹ ἔχων ἀστέρας ἐπισήμους ἐν παραλλήλῳ κειμένους. Δελφὶς δ’ οὔ: τοῦ Ποσειδῶνος τὴν Ἀμφϊτρίτην λαβεῖν βουλομένου γυναῖκα, εὐλαβηθεῖσα ἐκείνη, ἔφυγε πρὸς τὸν Ἄτλαντα διατηρῆσαι τὴν παρθενίαν σπεύδουσα ὡς καὶ αἱ πλεῖσται Νηρηΐδες. κεκρυμμένης δὲ αὐτῆς ἐκεῖ, ὁ Ποσειδῶν ἔπεμψε μνηστῆρας ἐν οἷς καὶ τὸν δελφῖνα. πλανώμενος δὲ κατὰ τὰς νήσους τὰς Ἄτλαντος εὑρὼν αὐτὴν προσαγγέλλει τῶ Ποσειδῶνι. καὶ αὐτὸς τὴν κόρην ἀπατήσας ἀνέλαβεν ἀπὸ τῆς ἀκτῆς. ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς βʹ. ἐπὶ τοῦ στόματος αʹ. ἐπὶ τοῦ νώτου αʹ. ἐπὶ τῆς οὐρᾶς βʹ. ἐπὶ τῆς πτέρυγος γʹ ὅλους θʹ. |
| book 316 | ἐπιτρέχει Αἰγοκερῆι: ὑπέρκειται τοῦ Αἰγοκέρωτος πρὸς βορέαν ὁ Δελφίς, ἐπίκεινται δὲ αὐτῷ δʹ ἀστέρες λαμπροί. ταῦτα γάρ εἰσι τὰ γλήνεα, ἀπὸ τοῦ λάμπω. καὶ Ὅμηρος „ὃς γλήνεα πολλὰ κεχάνδει“. καὶ ἡ κόρη γλήνη λέγεται διὰ τὸ στίλβειν. |
| book 318 | —γλήνεα παρβολάδην: οὕτως ☌. ῥομβοειδὲς γὰρ τὸ τοιοῦτον σχῆμα. ποιητικῶς δὲ εἶπε τοὺς ἀστέρας γλήνεα. γλήνη νῦν ἐστιν ἡ ἐν τῷ ὀφθαλμῷ κόρη. κατηστέρισται δὲ εἰς τιμὴν τοῦ Ποσειδῶνος. ἐρασθέντος γὰρ τῆς Ἀμφιτρίτης αὐτοῦ συνήργησε τῷ γάμῳ. Ἕρμιππος δὲ ἐπὶ Ἀπόλλωνος τιμῇ ἡγησαμένου Κρησὶν εἰς Δελφοὺς δελφῖνι ὁμοιωθέντος. ἔνιοι δὲ τὸν κομίσαντα Ἀρίωνα τὸν κιθαρῳδὸν εἰς γῆν. |
| book 318 | μέχρι τούτου τὰ περὶ τῶν βορείων ἀστέρων. μέτεισι δὲ ἐντεῦθεν ἐπὶ τὰ νότια. |
| book 319 | —καὶ τὰ μὲν οὖν βορέω: τριμερῆ τὸν τῆς ἀστροθεσίας ἐποιήσατο λόγον, τὸν μὲν περὶ τῶν βορείων, τὸν δὲ περὶ τῶν ἐν τῷ ζῳδιακῷ κειμένων, ἃ δὴ μεταξύ ἐστι τῶν βορείων καὶ τῶν νοτίων, ...... ἐπλήρωσε δὲ πάντα τὰ ἐν τῷ βορείῳ ζῴδια μέχρι τοῦ ζῳδιακοῦ κύκλου καὶ αὐτὰ τὰ ιβʹ ζῴδια, καί φησι· πάντα ταῦτα τὰ προειρημένα ζῴδια μεταξύ ἐστι τοῦ βορείου καὶ τῆς τοῦ ἡλίου πορείας [καὶ πλάνης], ἵνα λέγῃ μέσον βορέου καὶ τοῦ ζῳδιακοῦ κύκλου. ἀλήσιος δὲ ὅτι καὶ ὁ ἥλιος εἷς τῶν πλανητῶν ἐστι, τὰ μέντοι φαινόμενα ἀπλανῆ. |
| book 320 | —τὰ δὲ νειόθι: —τὰ νότια. κάτω γὰρ ἐκεῖνα ὡς πρὸς τὸ ἔγκλιμα τοῦ κόσμου, ὥσπερ ἄνω τὰ βόρεια διὰ τὸ ἔξαρμα. ὁ δὲ νοῦς· τὰ δὲ ἄλλα ζῴδια κάτω ὡς πρὸς τὸν νότον τέλλεται, καὶ ἔστι πολλὰ μεταξὺ τοῦ τε νότου καὶ τοῦ ζῳδιακοῦ κύκλου. 〈κέχυται〉: ἄλλα ἐν ἄλλοις διάκειται τόποις. τὰ δὲ ὑπὸ ταῦτα λέγεται φέρεσθαι μεταξὺ νότου καὶ τῆς τοῦ ἡλίου κελεύθου. |
| book 321 | —καὶ ἠελίοιο κελεύθου: ἡλίου κέλευθός ἐστιν ἡ διὰ μέσου τῶν ιβʹ ζῳδίων ἐξ ἐναντίας τῷ παντὶ κίνησις, ἣν ἄλην (319) εἶπεν οὐκ ἀπεικός. ἀνώμαλος γὰρ καὶ βραδεῖα. ἀγόμενος γὰρ ὁ ἥλιος ὑπὸ τῆς τοῦ οὐρανοῦ περιφερείας, αὐτὸς εἰς τοὐπίσω κατὰ μικρὸν ὑπονοστεῖ, καὶ ταύτην ἰδίαν αὐτοῦ κίνησιν λέγουσιν, ἄνισον ἐν ἰσημερίαις καὶ τοῖς διαστήμασι τοῦ χρόνου θεωρουμένην. |
| book 321 | ἔστι δὲ ἡ τοῦ ἡλίου κέλευθος διὰ μέσων τῶν ιβʹ ζῳδίων. |
| book 322 | —λοξὸς μὲν Ταύροιο: πληρώσας πάντα τὰ ἐν τῷ βορείῳ, καὶ ἐξ ἐκείνων διδάξας τὰ ιβʹ ζῴδια, ἔρχεται ἐπὶ τὸ νότιον, καὶ πάντων τῶν ἐν αὐτῷ διδασκαλίαν ποιούμενος ἐκ τοῦ ἐπισημοτέρου καὶ λαμπροτέρου [ὑπὲρ πάντα τὰ νότια] ἤρξατο, ὅτι καὶ τῆς ὁμηρικῆς χρήσεως ἔτυχεν (ἐν βραχεῖ γὰρ ὁ ποιητὴς ἀπὸ δύο ζῳδίων ἐπισήμων τά τε βόρεια καὶ τὰ νότια ἐδήλωσε), καὶ ὅτι ὥσπερ εὐθεῖά τίς ἐστιν ἀπὸ τῆς ὄψεως τῆς Ἄρκτου μέχρι Ὠρίωνος. κατὰ γὰρ τὸν ποιητὴν ἀστρονομικῶς εἰπόντα (Σ 488, ε 274) „ἥ τ’ αὐτοῦ στρέφεται καί τ’ Ὠρίωνα δοκεύει“, εἰκότως ἐν τοῖς βορείοις ἐκείνης πρῶτον μνήμην ποιησάμενος, νῦν ἐν τοῖς νοτίοις τοῦ ἀντικειμένου μνημονεύει. |
| book 322 | εἰς τὸ αὐτό: ἐπεὶ τὴν διὰ τῶν πόλων ἀγομένην περιφέρειαν τέμνων ἐφορᾶται, ἐν ἀμφοτέροις δὲ κείμενος τοῖς ἡμισφαιρίοις, ἐπέχει μοίρας κατὰ μῆκος ιζʹ, κατὰ δὲ πλάτος λʹ. Ταύροιο τομῇ ὑποκέκλιται: μέμφοιτο ἄν τις Ἀράτῳ ὡς μὴ ἀκριβῶς προσσχόντι τῇ τοῦ Ὠρίωνος θέσει. οὐ γὰρ ὑπὸ τὸ διχοτόμημα τοῦ Ταύρου ἐστίν, ἀλλ’ ἔτι τοῦ Ταύρου ἀνατολικώτερος. ἆρα οὖν ἐν πᾶσι τὴν ἀκρίβειαν ἐνδειξάμενος κατὰ τοῦτο μόνον ἐσφάλη; οὐδαμῶς. ἀλλά φαμεν ὅτι νῦν τομὴν λέγει τὴν περιγραφὴν καὶ τὸ διάμετρον χωρίον [τόν τε |
| book 322 | Ταῦρον καὶ τοὺς Διδύμους. ὑπὸ γὰρ τὸ τμῆμά ἐστιν ὁ Ὠρίων]. ὁ γὰρ πᾶς ζῳδιακὸς κύκλος ιβʹ τομὰς ἔχει, αἷς διείργεται ἕκαστον ζῴδιον. τομὴν οὖν λέγει τὸ διαχωρίζον μέρος τόν τε Ταῦρον καὶ τοὺς Διδύμους. ὑπὸ γὰρ τὸ τμῆμα τοῦτό ἐστιν ὁ Ὠρίων. τὸ δὲ ὑποκέκλιται ὅτι οὐκ ἐξωρθωμένος ἐστίν, ἀλλὰ σχῆμα ἔχων κυνηγετικόν, καὶ ὥσπερ ἐπισπεύδων κυνηγετεῖ, ὡς συντρέχειν τῇ ἱστορίᾳ καὶ τὸν καταστερισμόν· ἔχει γὰρ τὴν δεξιὰν ὥσπερ ῥόπαλον ἐπιφέρουσαν, καὶ ἐπινεύει, διὰ τοῦ βλέμματος σπουδὴν ἐνδεικνύμενος. καὶ Ὅμηρος (λ 572—575)· „τὸν δὲ μετ’ Ὠρίωνα πελώριον εἰσενόησα / θῆρας ὁμοῦ εἰλεῦντα κατ’ ἀσφοδελὸν λειμῶνα, / τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι, / χερσὶν ἔχων ῥόπαλον ... αἰὲν ἀαγές.“ ὑποκέκλιται αὐτὸς Ὠρίων: τοῦτον μὲν ὁ Ἡσίοδός φησι (fr. 148 a Merkelbach—West) Βρύλλης τῆς Μίνω καὶ Ποσειδῶνος εἶναι, δωρεὰν δὲ ἔχειν παρὰ τοῦ πατρὸς ὡς καὶ ἐπὶ τῶν κυμάτων πορεύεσθαι. |
| book 322 | ἐλθόντα δὲ εἰς Χίον Μερόπην τὴν Οἰνοπίωνος βιάσασθαι οἰνωθέντα. τὸν δὲ Οἰνοπίωνα χαλεπήναντα αὐτὸν ἐκτυφλῶσαι. ἐλθόντα δὲ εἰς Λῆμνον ἀλητεύοντα Ἡφαίστῳ συμμῖξαι, ὃς αὐτὸν ἐλεήσας δίδωσιν αὐτῷ ποδηγέτην Κηδαλίωνα, ὃν λαβὼν ἐπὶ τῶν ὤμων ἔφερε τὰς ὁδοὺς σημαίνοντα. ἐλθὼν δὲ εἰς ἀνατολὰς καὶ Ἡλίῳ συμμίξας ὑγιάσθη, καὶ οὕτως ἐπὶ τὸν Οἰνοπίωνα ἐλθὼν τιμωρήσασθαι ἔμελλεν. ὁ δὲ μαθὼν ὑπὸ γῆν ἐκρύβη. ἀπελπίσας δὲ αὐτὸν .... εἰς Κρήτην ἦλθε καὶ τῇ Ἀρτέμιδι σύνθηρος ἦν. ἐπιχειρήσας οὖν |
| book 322 | καὶ ταύτην βιάσασθαι, ὑπὸ σκορπίου πληγεὶς ἐτελεύτησεν. ἦρκται δὲ ὁ ποιητὴς ἀπὸ τούτου διότι συνεγγίζει μᾶλλον τοῖς βορείοις. ἔχει γὰρ τὴν ζώνην κατὰ τὸν ἰσημερινόν, καὶ τῇ δεξιᾷ καλαύροπα κρατῶν ἐφάπτεται τοῦ ζῳδιακοῦ, ἐπὶ δὲ τῆς ἀριστερᾶς δορὰν ἔχει ἐνάστερον. |
| book 323 | —μὴ κεῖνον ὅτις: τοῦτον τὸν Ὠρίωνα ὅστις παρέρχεται μεσουρανοῦντα, μηκέτι προσδοκάτω ἐν τῇ νυκτὶ ἄλλα ἄστρα λαμπρότερα ἰδεῖν, ἐπειδὴ τούτου μεσουρανοῦντος τὰ λοιπὰ λαμπρὰ ἄστρα ὑπὸ γῆν εἰσιν, οἷον ὁ Ταῦρος, οἱ Δίδυμοι καὶ ὁ Καρκίνος, ὁ Κύων καὶ ὁ Ἡνίοχος. |
| book 324 | —ὑψοῦ πεπτηῶτα: ἐν οὐρανῷ σφόδρα ἐκτεταμένος ἐστὶν ὁ Ὠρίων, ὡς καὶ ζῶν ἐκτράπελος εἶναι ἐλέγετο. λέγει γὰρ ὁ ποιητής (λ 311) „ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν, ... ἀτὰρ μῆκος ... ἐννεόργυιοι“. ὕστερον δὲ ἀποφαίνεται ἐλάττους Ὠρίωνος, ἐν οἷς φησι (λ 310) „μετά γε κλυτὸν Ὠρίωνα“. ὅτι δὲ ἔχει σφόδρα λαμπροὺς ἀστέρας, καὶ μάλιστα μὲν τοὺς τὸ ζῶμα ἀποτελοῦντας, ἑτέρους δὲ τοὺς περὶ 〈τοὺσ〉 ἱμάντας καὶ 〈τοὺς τὸ〉 ξίφος μιμουμένους, καὶ |
| book 324 | δύο λαμπροὺς τοὺς ἐπ’ ἄκρων ποδῶν, φησὶ καὶ Εὐφορίων (fr. 104 Powell)· „οὐδὲ νεογνοὶ παῖδες ἐδιζήσαντο πελώριον Ὠρίωνα“. |
| book 325 | —οὐρανὸν εἰσανιδών: ὁ ἀναβλέψας, φησίν, ἐν καθαρᾷ καὶ ἀσελήνῳ νυκτὶ εἰς τὸν οὐρανὸν οὐκ ἂν εὕροι ἄλλα λαμπρότερα τοῦ Ὠρίωνος ἄστρα. περιέχεται γὰρ εὐμεγέθης. ἢ τάχα τοῦτο εἶπεν ἐπειδὴ μεσουρανοῦντος τοῦ Ὠρίωνος τὰ λαμπρότατα τῶν ἄστρων ὑπὲρ γῆς ὁρᾶται, Ταῦρος, Ἡνίοχος, Δίδυμοι, Περσεύς, Ἀνδρομέδα, Κασσιέπεια. τὸ γὰρ ὑψοῦ πεπτηῶτα ἀντὶ τοῦ μεσουρανοῦντα. τὸ δὲ παρέρχεται τοιοῦτόν ἐστιν· ὅστις αὐτὸν παρέρχεται, μὴ νομίσῃ ἄλλα αὐτοῦ λαμπρότερα θεάσασθαι. |
| book 326 | —τοῖός οἱ καὶ φρουρός: κάτω τοῦ Ὠρίωνος νοτιώτερός ἐστιν ὁ Κύων ὁ Σείριος καλούμενος, ὃν Ὠρίωνος κύνα λέγουσι κατ’ ἐπίκλησιν, ὥς φησιν Ὅμηρος (Χ 29—30)· „ὅν τε κύν’ Ὠρίωνος ἐπίκλησιν καλέουσι. / λαμπρότατος μὲν ὅ γ’ ἐστί“. τὸ δὲ φρουρὸς ὅτι κυνηγῷ ὄντι τῷ Ὠρίωνι συνακολουθεῖ ὁ Κύων καί ἐστιν αὐτοῦ φύλαξ. |
| book 327 | —ἀμφοτέροισι Κύων: ἤτοι τοῖς ὀπισθίοις· ἐπ’ αὐτῶν γὰρ βεβηκώς ἐστιν. ἢ ἀμφοτέροισι τοῖς ἐμπροσθίοις, ὃ καὶ μᾶλλον. τὰ γὰρ σφυρὰ αὐτοῦ [τῶν ποδῶν νότια], ἐφ’ ὧν βέβηκεν, ἀφανῆ ἡμῖν καὶ οὐ πάνυ εὐσύνοπτά ἐστι. διὰ τοῦτο ἀμφοτέροις λέγει τοῖς ἐμπροσθίοις καὶ προδήλοις μᾶλλον διὰ τὴν κατάληψιν. νοείσθω τοίνυν τὸ βεβηκὼς οἷον ὁρμῶν καὶ ἀνατέλλων τοῖς ἐμπροσθίοις ποσί. μετὰ γὰρ τῆς κεφαλῆς οἱ ἐμπρόσθιοι πόδες ἀνατέλλουσιν. |
| book 328 | —ποικίλος: ποικιλίαν ἀστέρων ἐστὶν ἰδεῖν ὅταν ἄστρον τι ἔχῃ καὶ ἀμυδροὺς καὶ λαμπροὺς ἀστέρας παραλλήλους. οὕτω γὰρ ποικιλία λέγεται. τὸ δὲ παραλλήλους εἴπομεν ὅτι οὐ δεῖ εἶναι ὁμοῦ μόνους λαμπρούς, οὔτε τὸ ἀνάπαλιν, ἀλλὰ δεῖ κράσιν εἶναί τινα. ἔστιν οὖν ὁ Κύων πεποικιλμένος ἐξ ὧν καὶ αὐτὸς ἐπιφέρει· ἀλλ’ οὐ πάντα πεφασμένος. οὐ γὰρ ἐκ μόνων συγκείμενος λαμπρῶν ἐστιν, ἀλλ’ ἔχων καί τινας ἀμυδροὺς εἰκότως ποικίλος ἐστίν. ἢ τὸ ποικίλος διὰ τὸν ἐπ’ ἄκρας αὐτοῦ τῆς γένυος ἀστέρα, ὃς ἰδίως Σείριος καλεῖται παρ’ ὅσον σέσηρεν αὐτοῦ τὸ φῶς, καί ἐστι πορφυρίζων ἐκ τοῦ παλμοῦ τῆς λαμπηδόνος, καὶ κατὰ τοῦτο οὖν ποικίλος, κατὰ τὰς τοῦ ἀστέρος μαρμαρυγὰς ὥσπερ πορφυριζούσας. |
| book 329 | —γαστέρα κυάνεος περιτέλλεται: οὐδὲ γὰρ οἱ τὴν γαστέρα αὐτοῦ ἀποτελοῦντες ἀστέρες σφόδρα λαμπροί εἰσιν. |
| book 330 | —ὅς ῥα μάλιστα: ὅστις. οὗτος ὁ ἀστὴρ ὁ παρακείμενος αὐτοῦ τῇ γένυι ὀξέα καὶ σφόδρα στιλβόντως τὸ φῶς ἀποπέμπει. σειριάει οὖν ἀντὶ τοῦ τὸ φῶς ἀφίησι σεσηρότως. οὐ γὰρ ἐν ἑαυτῷ πεπυκνωμένην ἔχει ὁ ἀστὴρ τὴν λαμπηδόνα, ἀλλὰ διαχάσκουσαν καὶ ὡς ἐν παλμῷ οὖσαν. ἢ ὀξέα σειριάει, πύκνας καὶ ἀλλοχρόους ἀφίησι λαμπηδόνας, ποικίλα διαδεικνύμενος χρώματα. |
| book 331 | —καί μιν καλέουσιν: ἀντὶ τοῦ „καὶ δὴ ἐκεῖνον τὸν οὕτω λάμποντα ἀστέρα Σείριόν φασι“, παρὰ τὸ φῶς αὐτοῦ καὶ τὰ προειρημένα. |
| book 332 | —ἅμ’ ἠελίῳ ἀνιόντι: συνανατέλλει τῷ ἡλίῳ ὁ Σείριος ὅτε γίνεται εἰς τὸν θερινὸν τροπικὸν ἐν τῷ Καρκίνῳ, περὶ τὸν Ἐπιφὶ μῆνα, ὅς ἐστι κατὰ Ῥωμαίους Ἰούλιος, ὅτε καὶ „φέρει πυρετὸν δειλοῖσι βροτοῖσιν“ (Χ 31). τὸ τηνικαῦτα, σφοδροῦ γινομένου τοῦ καύματος, πάντες οἱ πρόσφοροι καρποὶ πέπειροι γίνονται. φησὶ δὲ ὅτι οὐκέτι ἐκεῖνον τὸν Σείριον (ἑλληνισμός· οὐκέτι ἐκείνου ἀνιόντος ἅμα ἡλίῳ) αἱ ἄρουραι ψεύδονται ἀναλδέα φυλλιόωσαι (333), ἀναυξῆ θάλλουσαι, ἀλλὰ τὰ ἰσχυρὰ καὶ ἀντέχοντα πρὸς τὸ καῦμα τῶν καρπῶν πέπειρα γίνονται, ἢ τὰ ἐξασθενήσαντα διαφθείρει. |
| book 332 | τὸ δὲ κείνου καὶ κατιόντος ἀκούομεν (336) ἀντὶ τοῦ „Σειρίου οὐ μόνον τῆς ἀνατολῆς διὰ τὸ καῦμα καὶ τὸν πολὺν ὑπ’ αὐτοῦ γινόμενον πυρετὸν αἴσθησιν λαμβάνομεν, ἀλλὰ καὶ δύνοντος αὐτοῦ τῆς ψύξεως αἰσθανόμεθα“. ἑῷος γὰρ δύεται ὁ Σείριος ὅτε γίνεται ὁ ἥλιος ἐν τῷ χειμερινῷ τροπικῷ ἐν τῷ Αἰγοκέρωτι, ὅτε σφόδρα ἐστὶ χείμων. τὸ δὲ ἔρρωσεν εὐερνέστερα καὶ ἰσχυρότερα ἐποίησεν. |
| book 336 | —οἱ δὲ δὴ ἄλλοι: ἐπειδὴ οὗτος ὁ ἀστήρ ἐστιν ἐν παντὶ τῷ Κυνὶ ἐπισημότατος, φησὶν ὅτι καὶ ἀνατολῆς καὶ δύσεως αὐτοῦ αἰσθανόμεθα. οἱ δὲ ἄλλοι οἱ τὸ λοιπὸν αὐτοῦ ἀποπληροῦντες σῶμα ἀστέρες ἐλαφροὶ καὶ ἀνεπαχθεῖς εἰσιν ἡμῖν. ὑπὲρ δὲ τοῦ ἀποπληροῦν αὐτοῦ τὸ σῶμά φησι πρόσκεινται. [para]οἱ δὲ δὴ ἄλλοι: οἱ δὲ λοιποὶ ἀστέρες τοῦ Κυνὸς οἱ διατυποῦντες αὐτὸν ἀμαυρότεροι καὶ μικρότεροι ἢ ἀφαυρότεροι ἢ ἐλαφροὶ καὶ ἀνεπαχθεῖς ἡμῖν εἰσιν. |
| book 336 | διὰ δὲ τὸ πληροῦν τὸ σῶμα αὐτοῦ πρόσκεινται. |
| book 338 | —ποσσὶν δ’ Ὠρίωνος: εὖ καὶ προσηκόντως ἔχουσα ἡ τῶν ἀστέρων θέσις. τῷ γὰρ κυνηγῷ εἰκότως ὁ Κύων φρουρὸς πρόσκειται, καὶ ὁ ἐν τῇ ἄγρᾳ Λαγωὸς παρὰ πόδας τοῦ κυνηγοῦ. λαγωὸς οὗτος ἐστὶν ἐν τῇ καλουμένῇ γωγίᾳ. διὰ δὲ τὴν ταχύτητα τοῦ ζωδίου ὁ Ἑρμῆς δοκεῖ θεῖναι αὐτὸν ἐν τοῖς ἄστροις. μόνος δὲ τῶν τετραπόδων, τὰ μέν, τίκτει τὰ δὲ ἔχει καθά φησιν ὁ Ἀριστοτέλης. ἔχει δὲ ἀστέρα ἐφ’ ἑκατέρων τῶν ὤτων αʹ. ἐπὶ τοῦ σώματος βʹ. ἐπὶ τῆς ῥάχεως αʹ. ἐφ’ ἑκατέρων τῶν ποδῶν βʹ πάντας ϛʹ. |
| book 338 | ἄλλως: ὑπὸ δὲ τοῖς ποσὶ τοῦ Ὠρίωνος Λαγωὸς ὡσὰν διωκόμενος ὑπὸ τοῦ Κυνὸς προανατέλλει αὐτοῦ. παράλληλα τὰ ἄστρα. κατηστερίσθαι δὲ αὐτὸν λέγουσιν ὑφ’ Ἑρμοῦ διὰ τὴν ταχυτῆτα καὶ τὴν πολυγονίαν. μόνῳ δὲ τούτῳ ἐδόθη κύειν πλείονα, ὧν τὰ μὲν τίκτει, τὰ δὲ ἔχει ἐν τῇ κοιλίᾳ. τὸ δὲ ἐμμενὲς διώκεται (339) εἶπε πρὸς τὸ ποιητικόν. καὶ χαριεντίζεται ἅμα καὶ πρὸς τὸ διηνεκὲς τῆς φύσεως τοῦ κόσμου καὶ τὸ εἰς ἀεὶ τοῦ οὐρανοῦ. |
| book 338 | φησὶ δέ „ὁ Λαγωὸς ἀδιαλείπτως διώκεται“. τὸ δὲ ἐμμενὲς διηνεκῶς. σημαίνει δὲ καὶ τὸ αἰώνιον τοῦ κόσμου καὶ ἄφθαρτον. τὸ δὲ μετιόντι (340) διώκοντι κατὰ τὴν γῆν τὸν Λαγωόν. ἔχει γὰρ καὶ τὸ στόμα σεσηρός. |
| book 341 | —καί μιν κατιόντα διώκει: ὥσπερ ἐπικαταφερόμενός ἐστιν εἰς τὸν Λαγωὸν ὁ Κύων. τὸ δὲ μετιόντι οὐ καλῶς προσέθηκεν, ἐπειδὴ τὰ ὕστερον ἀνατέλλοντα πρότερα δύνει τῶν βορειοτάτων, μάλιστα τὰ πρὸς τὸν νότον κείμενα. καὶ ὁ Τοξότης ἐπανατέλλων τῇ Λύρᾳ πρότερος αὐτῆς ἐπὶ τὴν δύσιν παραγίνεται. |
| book 342 | —ἡ δὲ Κυνὸς μεγάλοιο: τὸ μεγάλοιο ὡς πρὸς ἀντιδιαστολὴν τοῦ μικροῦ Κυνός, ὃς καλεῖται Προκύων διὰ τὸ καὶ πρὸ τοῦ Σειρίου ἀνατέλλειν, περὶ ὃν [μικρὸν Κύνα] ἐπίκειται καὶ ὁ Γαλαξίας. αὕτη δὲ ἡ Ἀργὼ διὰ τὴν Ἀθηνᾶν ἔχει τὴν ἐν ἄστροις θέσιν. πρώτη γὰρ ναῦς αὐτῆ κατεσκευάσθη καὶ δι’ αὐτῆς ἀρχιτεκτονήθη. φονήεσσα δὲ γενομένη. πρώτη τὸ πέλαγος διῆρεν ἄβατον θνητοῖς ἐπιγιγνομένοις. |
| book 342 | παράδειγμα οὖσα. ὁ δὲ νοῦς· ὄπισθεν δὲ τοῦ Σειρίου Κυνός ἐστιν ἡ Ἀργώ, καὶ ἐπιψαύει τῆς οὐραίας αὐτοῦ. αὕτη δὲ ἡμίτομος φαίνεται ἐν τῷ οὐρανῷ, ἤτοι οὕτως ἔχουσα θέσεως, ἢ ὅτι τὰ περὶ τὴν πρῷράν ἐστι προνενευκότα καὶ προπλέοντα, εἴγε ἐν τῇ Ὀρθογραφίᾳ περὶ τοῦ προκειμένου ι τῶ ω λέγων Ἡρωδιανὸς (II, 1 p. 410 Lentz) παρετυμολογεῖ, πρόιραν αὐτὴν εἰπὼν παρὰ τὸ προιέναι καὶ προπορεύεσθαι. ἐπεὶ οὖν τὴν πρῷραν οὐκ ἔχει ἡ Ἀργώ, φησὶν ὅτι πρὸς τὸ ἐναντίον πρυμνόθεν ἕλκεται. |
| book 342 | καὶ αὐτὴ δὲ ἡ τοῦ ποιητοῦ λέξις ἔχει τινα ἔμφασιν· πρὸς τὸ βίαιον γάρ, φησίν, ἕλκεται. καὶ οὐκ εἰσὶν αἱ ὁδοὶ αὐτῆς κατὰ χρέος ἢ κατὰ τὸ προσῆκον εἴγε πρυμνόθεν ἕλκεται. |
| book 344 | —ἀλλ’ ὄπιθεν φέρεται: ἡ Ἀργὼ κατ’ οὐρὰν ἕλκεται τοῦ Κυνός. φέρεται γὰρ ὡς ἐπὶ πρύμναν, ὁμοίως ταῖς καταγομέναις τῶν νηῶν. καὶ γάρ ἐστιν ἡμίτομος. τὸ δὲ ἕλκεται ἴσως μὲν ὅτι σκάφος, μᾶλλον δὲ ὑπὸ τοῦ οὐρανοῦ περιάγεται. οὐκ εἰς δέον δέ, φησίν, ἐστὶν αὐτῆς ὁ πλοῦς, ὅτι μὴ ἐπὶ πρῴραν, ἐπὶ πρύμναν δὲ φέρεται. κορώνην δὲ (345) τὸ τῆς πρύμνης ἐπικαμπές. ὁ δὲ Ἄρατος λέγει τὴν πρύμναν αὐτήν. ὅθεν καὶ Ὅμηρος „κορωνίδας ναῦσ“. |
| book 344 | ἄλλως. ὄπιθεν φέρεται: ἀλλ’ εἰς τὸ ἐναντίον φέρεται ὡς ἐπὶ τὴν πρύμναν τραπεῖσα, ὥσπερ καὶ αἱ ἄλλαι νῆες ἐπὶ τὴν πρύμναν στρέφονται ὅταν μόνον προσορμίζωνται, ἵν’ ᾖ „ἡ δὲ πρύμνα ὡς ἐπὶ γῆν ἐν τῷ ὅρμῳ εἰσάγεται“. ὅθεν καὶ τὰ πρυμνήσια δεσμοί εἰσιν. ὅπερ οὖν κατά τινα καιρὸν αἱ ἄλλαι ἔχουσι, τοῦτο αὕτη δι’ ὅλου διὰ τὸ μὴ ἔχειν τὴν πρῷραν. |
| book 345 | —ἐπιστρέψωσι κορώνην: αὐτὸ τὸ τῆς πρύμνης ἀκροστόλιον. παρὰ γὰρ τὸ ἐπικαμπές. ὁ δὲ νοῦς: ὥσπερ καὶ αἱ ἄλλαι νῆες, ἐπειδὰν οἱ ναῦται ἐπιστρέψωσι τὴν κορώνην καὶ τὴν πρύμναν ἐν τῷ ὁρμίζεσθαι. τὸ δὲ πᾶς ἀνακόπτει, τὴν δὲ 〈ναῦν〉 εἰσορμιζομένην πᾶς τῶν ναυτῶν ἀνακόπτει καὶ ἀνωθεῖ εἰς τὸ ἐναντίον καὶ ἀνακρούει, ἵνα μὴ ὁρμῇ χρησαμένη ἡ ναῦς ἀθρόως ἐμπέσῃ τῇ γῇ. εἰς τουπίσω οὖν ἠρέμα κωπηλατοῦντες κατ’ ὀλίγον αὐτὴν προσορμίσαι ποιοῦσι. διὸ καὶ αὐτός φησι παλιρροθίη δὲ καθάπτεται ἠπείροιο (347), τῇ εἰς τὸ ἐναντίον κωπηλασίᾳ ἀνακρουομένη [δὲ] καθορμίζεται τῇ ἠπείρῳ. |
| book 345 | ἢ ἀνακόπτει, ἐπέχει τοῦ πρόσω δρόμου, καὶ εἰς τοὐναντίον βιαζόμενος ἄγει. ἠερίη δὲ ἀντὶ τοῦ ἀμαυρὰ καὶ ἄναστρος καὶ ἀλαμπής. |
| book 348 | —ὣς ἥ γε πρύμνηθεν Ἰησονίς: ὡς Ἰάσονος σκάφος. αὕτη δὲ κατηστερίσθη διὰ τὴν Ἀθηνᾶν ὅτι πρώτη ναῦς ἐδείχθη. Ἀργὼ ἐκλήθη κατ’ ἀντίφρασιν ὡς σύντομος. κατεσκεύασε δὲ αὐτὴν ὁ Ἰάσων. κατὰ κλέος ἀείμνηστον ἐβουλήθη ἀπελθεῖν καὶ λαβεῖν τὸ χρυσόμαλλον δέρος ἐκ τῆς Κολχίδος φυλαττόμενον ἐκεῖσε ἐν τῷ ναῷ τοῦ Ἄρεως. ἦν δὲ τοῦτο τοῦ κριοῦ τοῦ διακομίζοντος ἐκ τῆς Ἑλλάδος εἰς Εὐρώπην τὸν Φρίξον καὶ τὴν Ἕλλην. |
| book 348 | εἶτα κατακρημνισθείσης τῆς Ἕλλης ἐν τῷ Ἑλλησπόντῳ διεσώθη ὁ Φρίξος ἄχρι τῆς Κολχίδος, ἔνθα θύσας τῷ Ἄρει τὸν κριὸν ἀνέθηκε τὸ χρυσόμαλλον αὐτοῦ δέρος ἐν τῷ ναῷ τοῦ Ἄρεος, καὶ ἦν ἀξιάκουστον. συναγαγὼν δὲ ὁ Ἰάσων ἐκ τῆς Ἑλλάδος νδʹ ἄνδρας ῥωμαλέους, ὧν ἦν καὶ Ἡρακλῆς, καὶ οἱ δύο Διόσκουροι, καὶ Ὀρφεὺς ὁ Θρᾷξ καὶ Τελαμὼν καὶ Ἀταλάντη, ἀπελθὼν οὖν μετ’ αὐτῶν ὁ Ἰάσων ἐν τῇ Κολχίδι ἐνέτυχε πρῶτον τῇ Μηδείᾳ τῇ θυγατρὶ τοῦ Αἰήτου τηνικαῦτα βασιλεύοντος τῆς Κολχίδος καὶ τῶν Κόλχων, ἣ ἐρασθεῖσα τοῦ Ἰάσωνος ὡδήγησεν αὐτὸν ἐπὶ τὴν ἁρπαγὴν τοῦ δέρους καὶ οὕτω λαβὼν ὁ Ἰάσων τὸ δέρος καὶ κατατροπωσάμενος τοὺς ἀναστάντας ἐπανῆκεν εἰς τὴν Ἑλλάδα μετὰ τῆς Ἀργοῦς καὶ τῶν Ἀργοναυτῶν. |
| book 351 | —καί οἱ πηδάλιον: παρῃωρημένον τὸ πηδάλιον κεῖται παρὰ τοῖς ὀπισθίοις ποσὶ τοῦ Κυνός, ὅστις Κύων τῆς Ἀργοῦς ἔμπροσθεν πορεύεται. ἄλλως: κεχάλασται γὰρ τὸ πηδάλιον, ὡς 〈ὅτε〉 ὁρμίζονται αἱ νῆες, ἐπειδὴ πρύμναν ἔχει μόνην καὶ ὥσπερ δι’ ὅλου εἰσορμιζομένη ἐστίν. ἐπ’ ἄκρου δὲ τοῦ πηδαλίου κεῖται μέγας ἀστὴρ ἐπώνυμος τοῦ Κανώβου τοῦ κυβερνήτου Μενελάου. οὐ μνημονεύει δὲ τοῦ ἀστέρος ὁ Ἄρατος. οὐδὲ γὰρ [κατὰ] τοὺς περὶ τὴν Ἑλλάδα τόπους οὐδὲ τοὺς ἔτι βορειοτέρους ἐπέχει [τόπους], ἀλλ’ ἔστιν ἀφανὴς ὑπὸ γῆν φερόμενος. φαίνεται δὲ πρῶτον ἀπὸ Ῥόδου τοῖς ἐπ’ Αἴγυπτον πλέουσι καὶ τοῖς ἤδη καταίρουσιν, ἔτι μᾶλλον τοῖς διὰ τοῦ Νείλου πρὸς Αἰθίοπας ἀνιοῦσιν. |
| book 353 | —τὴν δὲ καὶ οὐκ ὀλίγον περ: διαλαμβάνει περὶ τοῦ Κήτους ὃ ὁ Ποσειδῶν ἔπεμψε τῷ Κηφεῖ καὶ περὶ τῆς Ἀνδρομέδας· καὶ διδάσκει αὐτὸ τὸ Κῆτος ἀπό τινων προεγνωσμένων, τοῦ τε Κριοῦ καὶ τῶν Ἰχθύων. ὁ δὲ νοῦς· τὴν δὲ Ἀνδρομέδαν, καίπερ πολὺ πόρρω τοῦ Κήτους οὖσαν, ὅμως ἐκφοβεῖ. πεπτηυῖαν δέ, ἤτοι ὡς προσδεδέσθαι ἑτοίμην οὖσαν τῷ Κήτει, ἢ ὅτι ἔμφασιν παρέχει τοῦ δέους. ἀπεστράφη γὰρ καὶ οὐκ ἀφορᾷ πρὸς τὸ Κῆτος, ἐπὶ τὰ βόρεια τὴν ὄψιν φέρουσα. |
| book 353 | ἔπεμψε δὲ τοῦτο Ποσειδῶν διὰ Κασσιέπειαν καὶ Ἀνδρομέδαν ἀναιρεῖσθαι ταῖς νηρηΐσι. Περσεὺς δὲ αὐτὸ ἀνεῖλε. καὶ εἰς τὰ ἄστρα δι’ αὐτὸν ἐτέθη ὑπόμνημα τῆς πράξεως. ἔχει δὲ ἀστέρας ἐπὶ τοῦ οὐραίου βʹ. ἀπὸ δὲ τῆς οὐρᾶς ἐπὶ τοῦ κυρτώματος ἕως κενεῶνος ἐπὶ τὴν κοιλίαν ἕξ. τοὺς πάντας ιγʹ. τοῦτό ἐστι τὸ τῇ Ἀνδρομέδᾳ ἐπιβούλευσαν, ὅπερ καὶ ἀνεῖλεν ὁ Περσεύς. |
| book 355 | —ἡ μὲν γὰρ Θρήϊκος: τὸ διάστημα τοῦ Κήτους καὶ τῆς Ἀνδρομέδας φησίν. ἡ μὲν γὰρ Ἀνδρομέδα βόρειός ἐστι, τὸ δὲ [Κῆτος] πολέμιον αὐτῇ φέρεται (ὅπερ θηρίον εἶπεν ὁ Ἄρατος, τὸ Κῆτος), εἰς τὰ νότια ὂν κάτω τοῦ Κριοῦ καὶ τῶν Ἰχθύων ἀμφοτέρων, ὀλίγον ἄνω κείμενον τοῦ ἀστερώδους Ποταμοῦ. ἔστι γάρ τι σύστημα νεφελῶδες ἐξ ἀστέρων, ὕδατος ῥύσιν μιμούμενον. ὅπερ φησὶν Ἠριδανοῦ εἶναι λείψανον. |
| book 355 | καὶ γὰρ ἐκεραυνώθη μετασχὼν τοῦ κεραυνοῦ τοῦ Φαέθοντος. εἰς αὐτὸν γὰρ κατηνέχθη ὁ Φαέθων ὑπὸ Διὸς καταφλεχθεὶς διὰ τὸ ἐπιβῆναι τῷ τοῦ Ἡλίου ἅρματι. πολυκλαύτου δὲ (360) εἶπεν ὅτι αἱ Ἡλιάδες παρὰ ταῖς τοῦ Ἠριδανοῦ ὄχθαις ὀδυρόμεναι τὸν ἀδελφὸν εἰς αἰγείρους μετεβάλοντο, ὅπου αὐτῶν καὶ τὸ δάκρυον ἤλεκτρον ποιεῖ. |
| book 359 | —οἷον γὰρ κἀκεῖνο: θαυμαστικῶς. ἐδέξατο ἐκ τοῦ Κήτους διδάξαι τὸν παρακείμενον Ποταμόν. καὶ τὸ μὲν Ἠριδανοῦ καλούμενον λείψανον ὑπὸ τὸν τοῦ Ὠρίωνος κεῖται ἀριστερὸν πόδα, οἱ δὲ οὐραῖοι δεσμοὶ τῶν Ἰχθύων, οἷς ἀμφότεροι δέδενται, συμπεριφέρονται καὶ ἐπιψαύουσι τῆς τοῦ Κήτους ἀκάνθης. ἡ γὰρ τοῦ θηρίου ἄκανθα ἡ περὶ τὴν οὐράν, σεληνοειδὴς οὖσα, ἄκρως ἐπιψαύει ἀμφοτέρων τῶν δεσμῶν οἷς καὶ αἱ τῶν Ἰχθύων οὐραὶ δέδενται. |
| book 359 | λείψανον Ἠριδάνου: οὗτος ἐκ τοῦ ποδὸς τοῦ Ὠρίωνος τοῦ ἀριστεροῦ τὴν ἀρχὴν ἔχει. καὶ καλεῖται κατὰ μὲν τὸν Ἄρατον Ἠριδανός. οὐδεμίαν δὲ ἀπόδειξιν φέρει περὶ αὐτοῦ. ἕτεροι δέ φασι δικαιότατα αὐτὸν λέγει Νεῖλον. μόνος γὰρ οὗτος ἀπὸ μεσημβρίας τὰς ἀρχὰς ἔχει. πολλοῖς δὲ ἄστροις κεκόσμηται. ὑπόκειται δὲ αὐτῷ καὶ ὁ καλούμενος ἀστὴρ Κάνωβος. καὶ ἐγγίζει τῷ πηδαλίῷ τῆς Ἀργοῦς. τούτου δ’ οὐδὲν ἄστρον κατώτατον φαίνεται. ἔχει δ’ ἀστέρας ἐπὶ τῆς πρώτης καμπῆς γʹ. ἐπὶ τῆς δευτέρας γʹ. ἐν τῇ τρίτῇ ἕως τῶν ἐσχάτων ζʹ ἃ φασὶν εἶναι τὰ στόματα τοῦ Νείλου. |
| book 359 | ἔστι δὲ ὁ Ἠριδανὸς τῆς γειτνιώσης τῇ Ἰταλίᾳ [θαλάσσης τῆς] Γαλατίας. καλεῖται δὲ ὑπὸ τῶν ἐγχωρίων Βόχερσος. Αἰγύπτιοι δέ φασι Νεῖλον εἶναι τὸν κατηστερισμένον. |
| book 364 | —κητείης δ’ ὄπιθεν: περὶ τῶν δεσμῶν τῶν Ἰχθύων διαλέγεται. ὄπισθεν δὲ τῆς τοῦ Κήτους λοφιᾶς ἀναμὶξ ὁρῶνται [οἱ δεσμοὶ] εἰς ταύτην περατούμενοι καὶ εἰς τὸ τέλος ἔρχονται [οἱ δεσμοί]. τὸ δὲ ὃς κείνου (366) ἀντὶ τοῦ ὅστις ἀστὴρ τοῦ προειρημένου Κήτους ἐπ’ ἄκραν κεῖται ἄκανθαν. τὸ γὰρ τῶν δεσμῶν τέλος ἕως τῆς ἀρχῆς τῆς οὐρᾶς τοῦ Κήτους. ὁ γὰρ ἐπὶ τῆς ἀκάνθης ἀστὴρ τέλος ἐστὶ τῶν δεσμῶν τῶν Ἰχθύων. |
| book 367 | —οἱ δ’ ὀλίγῳ μέτρῳ: μέτρῳ λέγει τῷ μεγέθει. σμικροὶ δὲ καὶ ἀμυδροί. φησὶ δὲ περὶ τῶν νοτίων ἀστέρων τῶν μεταξὺ τοῦ πηδαλίου καὶ τοῦ Κήτους διηκόντων κατὰ τῶν τοῦ Λαγωοῦ πλευρῶν. οὗτοι δὲ οἱ ἀστέρες παρὰ τῶν παλαίων ἀστρονόμων οὐ διετυπώθησαν οὐδὲ εἰδωλοπεποίηνται ὥσπερ ἅπαντα τὰ προειρημένα. ἀλλ’ ἐπειδὴ ἀφανεῖς εἰσιν ὄντες σφόδρα νότιοι καὶ ἡμῖν οὐκ εὐσύνοπτοι, διὰ τοῦτο οὐδὲ τυπώσεως ἔτυχον παρὰ τῶν παλαιοτέρων. οὕτω δὲ αὐτοὺς ψιλῶς μνημονεύει ὑπὲρ τοῦ μή τινα ἐν τοῖς νοτίοις τούτους τοὺς ἀστέρας θεασάμενον πλανηθῆναι. |
| book 367 | τίνες οὖν οὗτοι [εἰσὶν οἱ ἀστέρες]; οὐ λέγει. ἀλλὰ προδιδάσκει ὅτι μάτην φέρονται. εἰσὶ δὲ οἱ νοτιώτεροι ἀστέρες ἀμυδροί. τίνος ἕνεκεν; ὅτι περιγειότεροί εἰσι τῶν βορείων. αἱ δὲ τῆς γῆς ἀναθυμιάσεις ἀναδιδόμεναι ἀμαυροῦσι τοὺς ἀστέρας. ἄλλως: οἱ δ’ ὀλίγῳ μέτρῳ: μεταξὺ δὲ τοῦ Κήτους καὶ τοῦ πηδαλίου εἰσὶν ἀστέρες ἔν τε ὀλίγῳ χωρίῳ καὶ οὐ πάνυ ἐμφανεῖς ὑπὸ τῷ Λαγωῷ κείμενοι. γλαυκοῦ δὲ (369) εἶπεν ἤτοι ἀναφέρων ἐπὶ τὸ ζῷον, ἢ καὶ 〈διὰ〉 τὸν τοῦ οὐρανοῦ τόπον ἐν ᾧ ὁ Λαγωός, οὐ πάνυ εὐάστερον ὄντα, χρῶμα δὲ [καὶ] μόνον οὐρανοῦ παρεχόμενον οἷον γλαυκίζον. οὐδὲν γὰρ εἴδωλον ἐξ αὐτοῦ μεμόρφωται, οἷα δὴ τὰ κατὰ τὸν ἄλλον οὐρανὸν φέρεται. τὰ μὲν οὖν πλεῖστα τῶν ἄστρων διετυπώθη, οἱ δὲ ὑπὸ τὸν Λαγωὸν ἀερώδεις τέ εἰσι καὶ ἀνώνυμοι. |
| book 370 | —νώνυμοι: οὐ γὰρ μορφωθέντος εἰδώλου ἐπὶ τοῖς μέλεσι κεῖνται, ὁποῖα πολλὰ εἴδωλα, τὰ προειρημένα, πάντα ἐφεξῆς καὶ κατὰ τάξιν κείμενα ἀνύει τὰς αὐτὰς ὁδοὺς ἐπιγιγνομένων τῶν χρόνων. ἐδίδαξεν οὖν ἡμᾶς ὅτι εἰδωλοποίησαν οἱ παλαιοὶ τοὺς ἀστέρας ὑπὲρ τοῦ εὐσυνόπτους εἶναι. οὗτοι μέντοι οὐκ εἰδωλοποιήθησαν ὡς καὶ τὰ προειρημένα. τὸ δὲ ἑξείης στιχόωντα (372) ἐφεξῆς καὶ κατὰ τάξιν κείμενα, τὰ προειρημένα εἴδωλα. |
| book 370 | οὐ γάρ τοι .. τετυγμένου: οὐ γὰρ οὗτοι οἱ ἀστέρες ἐοικότες εἰσὶν [ἄστρασι τοῖς ἐν] τοῖς μέλεσι [βεβλημένοις] τῶν εἰς εἴδωλον βεβλημένων. |
| book 372 | —αὐτὰ κέλευθα: περὶ τῶν λοιπῶν διαλέγεται ἄστρων, ὅτι ἕκαστον αὐτῶν τὰς αὐτὰς ὁδοὺς καὶ περιφορὰς ἔχει. ἀφ’ οὗ γὰρ ἂν σημείου τοῦ ὁρίζοντος ἀνατείλῃ ὁ Αἰγόκερως, πάλιν δύνει καὶ ἐξ ἐκείνου τοῦ σημείου ἀνατέλλει. καὶ εἰς οἷον μέρος ἂν δύσιν ποιήσηται, πάλιν δυόμενος οὐκ εἰς ἕτερον μέρος δύεται, ἀλλ’ εἰς τὸ αὐτό. τὸ δὲ αὐτὸ τοῦτο καὶ ἐπὶ πάντων· ἕκαστον γὰρ κατὰ τῶν αὐτῶν σημείων ἀνατέλλει τε καὶ δύνει. |
| book 373 | —τά τις ἀνδρῶν οὐκέτ’ ἐόντων: τὰ εἴδωλα τῶν οὐκέτι ὄντων ἀνδρῶν [ἀλλὰ] παλαιός 〈τισ〉 ἀνὴρ ἐσκέψατο, καὶ διενοήθη ἅπαντα ἀθρόα καὶ ὁμοῦ μορφῶσαι καὶ ὄνομα ἑκάστῳ θέσθαι. οὐ γὰρ ἂν ἠδυνήθη πάντων τῶν ἀστέρων καθ’ ἕνα διακρίνων ὄνομα εἰπεῖν ἢ μαθεῖν, ἀλλ’ ἀπὸ πολλῶν Κηφέα καὶ Λέοντα καὶ Τοξότην εἰπών, καὶ τἄλλα πάντα, διετύπωσε καὶ προσηγορίαν πάσῃ τῇ διατυπώσει δέδωκε [Τοξότην εἰπὼν καὶ Λέοντα καὶ τὰ ἑξῆς]. ἐδίδαξε δὲ ἡμᾶς καὶ πῶς εἰδωλοποιήθησαν καὶ δι’ ἣν χρείαν. |
| book 375 | —οὐ γάρ κε δυνήσατο πάντων: πολλοὶ γὰρ ἀστέρες κατὰ πᾶν μέρος τοῦ οὐρανοῦ, καὶ πολλῶν ἴσα τὰ μεγέθη εἰσὶ καὶ τὸ φῶς, καὶ αἱ χρόαι ὅμοιαι, καὶ πάντες εἰσὶν ἀμφιέλικτοι (378), οἷον συμπεριφερόμενοι τῷ οὐρανῷ, ἀνατέλλοντές τε καὶ δύνοντες. ἐπεὶ οὖν πολλά εἰσι τὰ ὁμοιούμενα ἑαυτοῖς, οὐκ ἠδύνατο ἰδίως καὶ καθ’ ἕνα σκοπεῖν. διὸ καὶ ἐπὶ τὸ αὐτὸ ἀθρόως ἔδοξεν αὐτῷ συναγαγεῖν πλείους ἀστέρας εὐεπίγνωστον τὸ σχῆμα ἀπεργαζομένους. |
| book 379 | —τῷ καὶ ὁμηγερέας: διὰ ταύτην, φησί, τὴν αἰτίαν, αὐτῷ (τῷ ἐξ ἀρχῆς τὴν διατύπωσιν ποιησαμένῳ) ἔδοξεν ὁμηγερέας καὶ ἅμα πλείονας ποιήσασθαι, καὶ διατάξαι ἀστέρας ὅπως ἐφεξῆς καὶ κατὰ τάξιν ἄλλῳ παρακείμενος ἄλλος ἰδέας καὶ μορφώσεις ἀποτελοίη. εὐθέως οὖν ἐγένετο τὰ εἴδωλα τὰ προειρημένα ταῦτα, τὰ παρ’ ἐκείνου μορφωθέντα, ὀνομαστά. καὶ νῦν οὐκέτι ἐν θαύματι ἀνατέλλει ἀστήρ, οὐδὲ ξενίζει τῇ καινότητι τῆς ὄψεως. πάλαι γὰρ τὴν ὄψιν αὐτοῦ ἔσχομέν τε καὶ ἔγνωμεν. |
| book 381 | —εἴδεα σημαίνοιεν: τοῖς προειρημένοις εἰδώλοις. ἢ οὐδετέρως εἶπε τὰς ἰδέας αὐτῶν. τὸ δὲ ἄφαρ .... οὐ γὰρ ἠδύνατο πάντων ἰδίᾳ καὶ καθ’ ἕνα κεχωρισμένων ὄνομα ἐπιθεῖναι, οὐδὲ μαθεῖν ἕκαστον καὶ γνῶναι, οὕτω καθ’ ἕνα πολλῶν ὄντων, δυνατὸν ἦν. |
| book 383 | —ἀλλ’ οἱ μὲν καθαροῖς: ἐπὶ τὰ ἐφεξῆς κατὰ τάξιν ἦλθε λοιπὸν εἰς τὸ προκείμενον· „ἀλλ’ οἱ μὲν προειρημένοι πάντες ἀστέρες, εὐσυνόπτοις εἰδώλοις ἡρμοσμένοι, φανεροὶ ἡμῖν εἰσι, τὰ δὲ προκείμενα ἄστρα κατωτέρω κείμενα τοῦ ἐπιδιωκομένου Λαγωοῦ (εἴπομεν δὲ πῶς διώκεται) πάντα ἐστὶ σκοτεινὰ καὶ ἀνωνόμαστα“. οὐ γὰρ μορφωθέντα ὀνομασίας ἔτυχεν, ἀλλ’ ἀχλυώδη ὄντα διὰ τὸ εἶναι νότια καὶ ἀπροσηγόρευτά ἐστι. δι’ ἣν δὲ αἰτίαν μέμνηται μόνον αὐτῶν προεξεθέμεθα. |
| book 386 | —νειόθι δ’ Αἰγοκερῆος: διαλαμβάνει περὶ τοῦ καλουμένου νοτίου Ἰχθύος, καὶ τοῦτον πάλιν ἀπὸ τῶν προεγνωσμένων διδάσκει, ἀπὸ τοῦ Αἰγοκέρωτος ἐν ταῖς τοῦ νότου πνοαῖς. σφόδρα γὰρ νοτιώτερός ἐστι καὶ τοῦ Αἰγόκερω ὁ Ἰχθύς. οὗτος δέ ἐστιν ὁ Ἰχθὺς ὁ μέγας καλούμενος, ὃν κάπτειν λέγουσιν ὕδωρ ἀπὸ τῆς τοῦ Ὑδροχόου ἐκχύσεως. τούτου δὲ ἐκγόνους καὶ τοὺς δύο Ἰχθύας εἶναι λέγουσιν. |
| book 386 | νειόθι: ὑπὸ τὸν Αἰγόκερων νότιός ἐστιν Ἰχθὺς ὡς καὶ ἐπὶ τὸ Κῆτος νεύων, ἕτερος ἐκείνων τῶν τοῦ ζῳδιακοῦ συμπληρούντων δωδεκατημόριον, μετὰ τὸν ὑπὸ τὸν Λαγωὸν κείμενον ἀστέρα ἀμαυρόν. ἰχθὺς δὲ οὗτος ἐστὶν ὁ μέγας καλούμενος. οὗ λέγουσι κάμπτει ὕδωρ ἀπὸ τῆς χειρὸς τῆς ὑδροχόου ἐκχύσεως. τρίτον δὲ λέγουσι καὶ τοὺς βʹ ἰχθύας, ἐκγόνους εἶναι. |
| book 387 | —ἐς Κῆτος τετραμμένος: τὴν γὰρ ὄψιν ἐπὶ τὸ Κῆτος ἀφορῶσαν ἔχει, διὸ οὖν δίδωσι τὰ τεκμήρια τῆς καταλήψεως ἀπὸ τοῦ Αἰγόκερω, τῆς δὲ θέσεως τῆς ποιᾶς ἀπὸ τοῦ Κήτους. τὸ δὲ αἰωρεῖται ἤτοι ἁπλῶς φέρεται, ἢ τὸ κυριώτερον, ἐπειδήπερ ἐπὶ νότον ἐστὶν ἄνω αἰωρουμένη καὶ μετεωριζομένην ἔχει τὴν ὄψιν ὡς ἐπὶ τὸ Κῆτος. |
| book 388 | —οἶος ἀπὸ προτέρων: σφόδρα ἀκριβῶς, ἵνα μὴ περὶ Ἰχθύος διαλαβὼν σφόδρα πλανᾷ· τὸν ἀκούοντα, ὡς πρὸς τοὺς προειρημένους παρατηρῆσαί φησι. τὸ δὲ οἶος ἀπὸ προτέρων, τῶν προειρημένων ἐν τῷ ζῳδιακῷ κύκλῳ. καλοῦσι δὲ καὶ τὸν Ἰχθὺν νότιον ἀπὸ τῆς θέσεως, ἢ ὅτι πρὸς τὸν νότιόν ἐστι κύκλον. |
| book 389 | —ἄλλοι δὲ σποράδην: πάλιν διαλαμβάνει περί τινων ἀστέρων κειμένων ἐν τῷ νοτίῳ μεταξὺ τοῦ τε Ἰχθύος καὶ τοῦ Ὑδροχόου καὶ τοῦ Κήτους. μνημονεύει δὲ αὐτῶν πάλιν διὰ τὴν προειρημένην αἰτίαν, ὑπὲρ τοῦ μήτινα ἐν τοῖς νοτίοις [ὄντα καὶ] θεασάμενον ζητεῖν ποῖόν ἐστιν εἴδωλον. ἐκεῖνοι γὰρ οἱ ἀστέρες, φησίν, ἀνωνόμαστοί εἰσιν. |
| book 391 | —μέσσοι νωχελέες: βραδεῖαν ἔχοντες τὴν κατάληψιν. ἀμυδροὶ γὰρ διὰ τὸ εἶναι περιγειότεροι καὶ [ἐκ] τῶν τῆς γῆς ἀναθυμιάσεων εὐχερῶς ἀντιλαμβάνεσθαι, καὶ ἀμυδροῦσθαι. τὸ δὲ ἐγγύθι: ὁ Ὑδροχόος ἔχει ὥσπερ ὑδρεῖον ἀπὸ ἀστέρων, ἀφ’ οὗ λοιπὸν ἓξ κάτω ἀστέρες φέρονται ὕδατος χύσιν ἀπομιμούμενοι. ἔνθα δὲ καὶ ἔνθα (393) φησὶ διὰ τὰς καμπὰς τῶν ἐκχεομένων ὑδάτων, τῇδε κἀκεῖσε. οὕτως εἰσὶ καὶ οἱ ἀστέρες. |
| book 394 | —καὶ ἀναλδέες εἰλίσσονται: οὐ πυροειδεῖς καὶ ἔκλαμπροι. ἢ οἱ μὴ μεγάλοι· ἀλδαίνειν γὰρ τὸ αὔξεσθαι. τὸ δὲ ἐν δέ σφιν (395), ἐν πᾶσι τοῖς τὸ ὕδωρ ἀποτελοῦσιν ἄστρασι μᾶλλον τῶν ἄλλων δύο ἀστέρες φανερώτεροι καὶ λαμπρότεροι φέρονται. οὗτοι δέ, φησίν, οὔτε πολὺ ἀπ’ ἀλλήλων διεστήκασιν, οὔτ’ ἐπὶ πολὺ ψαύουσιν ἀλλήλων. τὸ δὲ ἀπήοροι (396), διεστῶτες ἀπ’ ἀλλήλων. |
| book 397 | —εἷς μὲν ὑπ’ ἀμφοτέροισι: ὁ μὲν εἷς καὶ πάνυ ἐστὶ σφοδρὸς ὑπὸ τοὺς τοῦ Ὑδροχόου πόδας, ὁ δὲ ἕτερος τοῦ κυανέου Κήτους ὑπὸ τὴν οὐράν. καί εἰσι μὲν ἐγγύς, ἀλλ’ οὐκ ἐπιψαύουσιν ἀλλήλων. |
| book 399 | —ὀλίγοι γε μὲν ἄλλοι: περὶ τοῦ Νοτίου Στεφάνου διαλαμβάνει, καὶ διδάσκει αὐτὸν ἀπὸ τοῦ προεγνωσμένου Τοξότου, φησὶ δέ· κατὰ τὰ νοτιώτερα ἄλλοι ὀλίγοι ἀστέρες ὑπὸ τοὺς ἐμπροσθίους πόδας τοῦ Τοξότου ἐν κυκλοτερεῖ σχήματι κατεστηριγμένοι εἰσί. κατὰ δὲ τὸ λάμπειν ἀμυδροί, διὰ τὸ καὶ νότιοι. |
| book 400 | —νειόθι Τοξευτῆρος: εἰσὶ δὲ καὶ ἄλλοι ὁμοίως ἀφανέστεροι ἐν κύκλου περιγραφῇ, οὓς τῶν νεωτέρων τινὲς Οὐρανίσκον καλοῦσιν, οἳ δὲ Νότιον Στέφανον, εἶναι δὲ αὐτὸν οἳ μὲν Προμηθέως, οἳ δὲ Ἰξίονος τροχόν. κεῖται δὲ ὑπὸ τοῖς ἐμπροσθίοις ποσὶ τοῦ Τοξότου. ἀστέρων δέ ἐστι ιθʹ. τὸ δὲ δεινωτοί (401): περιφερεῖς καὶ εἰς κύκλον περιηγμένοι, οὓς Νότιον Στέφανον οἱ νεώτεροι λέγουσιν, ἢ παρὰ τὸν δῖνον, τὴν ἐν κύκλῳ φοράν. |
| book 402 | —αὐτὰρ ὑπ’ αἰθομένῳ κέντρῳ: λαμπρῷ. λαμπρότεροι γάρ εἰσιν οἱ ἐπὶ τοῦ κέντρου ἐπικείμενοι ἀστέρες. μέγα δὲ τέρας τὸν Σκορπίον φησὶ διὰ τὰ προειρημένα, ὅτι δύο ζῳδίων ἐπέχει τάξιν. ἑξήκοντα γὰρ μοιρῶν ἐστι τὸ ζῴδιον. αἰθόμενον δὲ αὐτό φησι τὸ κέντρον ὡς πρὸς τὰ τοῦ Σκορπίου δήγματα. ἔνιοι γὰρ σφόδρα διάπυρον ἔχουσι τοῦ κέντρου τὸ τύμμα. ὁ δὲ νοῦς· κάτω δὲ τοῦ διαπύρου κέντρου τοῦ Σκορπίου, πλησίον αὐτοῦ τοῦ νότου, Θυτήριον ἀπαιωρεῖται καὶ ἤρτηται καὶ φέρεται. τὸ δὲ ἄγχι νότοιο (403) σχεδόν· νοτιώτερον γάρ ἐστι πάντων τῶν ζῳδίων τὸ Θυτήριον καὶ τοῦ νοτίου πόλου ἐπιψαῦον. |
| book 403 | —Θυτήριον αἰωρεῖται: θυτήριόν ἐστι λιβανώτιδι ὅμοιον, ᾧ φασι τοὺς θεοὺς χρήσασθαι ὅτε τοὺς Τιτᾶνας κατηγωνίσαντο. ἄλλως: Ἐρατοσθένης φησὶ τὸ Θυτήριον τοῦτο εἶναι ἐφ’ ᾧ τὸ πρῶτον οἱ θεοὶ συνωμοσίαν ἔθεντο ὅτε ἐπὶ τοὺς Τιτᾶνας ἐστράτευσεν ὁ Ζεὺς Κυκλώπων κατασκευασάντων ἔχον ἐπὶ τοῦ πυρὸς κάλυμμα ὅπως μὴ ἴδωσι τὴν τοῦ κεραυνοῦ δύναμιν. ἐπιτυχόντες δὲ τῇ πράξει, ἔθηκαν καὶ εἰς οὐρανοὺς τὸ αὐτὸ κατασκεύασμα, ὃ εἰς τὰ συμπόσια φέρουσιν οἱ κοινωνεῖν βουλόμενοι, ἢ αὑτοῖς αἱρούμενοι ὡς ἐπίθυσιν ἐν τοῖς ἀγῶσι καὶ ἐν τοῖς ὀμνύειν βουλομένοις, ὡς δικαιοτάτην πίστιν τηροῦσι, καὶ τῇ χειρὶ ἐφάπτονται, δείκνυντες μαρτύριον εὐγνωμοσύνης τοῦτο. ὁμοίως δὲ καὶ οἱ μάντεις τοῦτο ποιοῦσιν. |
| book 403 | τοῦτο δέ ἐστιν ἐφ’ ᾧ πρῶτον οἱ θεοὶ τὴν συνωμοσίαν ἔθεντο ἐπὶ τὸν Κρόνον. καὶ τοὺς τιτάνας ὁ Ζεὺς ἐστράτευε κατασκευασάντων κυκλώπων ἔχον ἐπὶ τοῦ πυρὸς κάλυμμα ὅπως μὴ ἴδωσι τὴν τοῦ κεραυνοῦ δύναμιν ἐπιτυχόντες τῆς πράξεως. ἔθηκαν καὶ εἰς τοὺς ἀνθρώπους τὸ αὐτὸ κατασκεύασμα. καὶ εἰς τὰ συμπόσια φέρουσιν οἱ κοινωνεῖν βουλόμενοι. ὁμοίως καὶ οἱ μάντεις τοῦτο ποιοῦσιν ὅτε θύουσιν ἐπάν τί βούλωνται σαφέστερον ἰδεῖν. ἔχει δὲ ἀστέρας ἐπὶ τῆς ἐσχάριδος βʹ. πρὸς τῇ βάσει βʹ. τοὺς πάντας δʹ. |
| book 404 | —τοῦ δ’ ἤτοι: ἀντὶ τοῦ τοῦτο δὲ ἐπ’ ὀλίγον χρόνον ὑπὲρ γῆς φερόμενον θεάσῃ. ἑσπερίνη δὲ ἅλα (407) τὴν δύσιν λέγει. |
| book 405 | —ἀντιπέρην γάρ: εἰς τὸ ἐναντίον. καὶ πῶς εἰς τὸ ἐναντίον τοῦ Ἀρκτούρου τὰς περιφορὰς ἔχει, ἐπάγει καὶ διδάσκει. |
| book 407 | —Ἀρκτούρῳ: καὶ τῷ μὲν Ἀρκτούρῳ σφόδρα μετέωροι καὶ μεγάλαι εἰσὶν αἱ περιφοραί, ἅτε δὴ καὶ βορείῳ ὄντι, τὸ δὲ Θυτήριον ταχέως ὑπὸ τὸν ἑσπέριον ὠκεανὸν δύεται. περιέλαβε δὲ τὸν Ἀρκτοῦρον ἐπειδὴ καὶ αὐτὸς ἐπιψαύει τοῦ βορείου πόλου, καὶ τὸ Θυτήριον δὲ τοῦ ἀνταρκτικοῦ. καὶ ἔστιν οὕτως· ἀνατέλλει μετὰ Λέοντα ὁ Ἀρκτοῦρος, ἰδοὺ δύο ὧραι. εἶτα Παρθένος, ἰδοὺ δʹ. εἶτα Ζυγός, ἰδοὺ ὧραι ϛʹ. εἶτα Σκορπίος, ὧραι ηʹ. καὶ τότε μετὰ ὥραν ηʹ τὸ Θυτήριον ἀνατέλλει. εἶτα ὁ Τοξότης, ὧραι ιʹ, τοῦ Θυτηρίου ὧραι δʹ. εἶτα Αἰγόκερως, ὧραι ιβʹ, τοῦ Θυτηρίου ὧραι ϛʹ. Ὑδροχόος, ὧραι ιδʹ, τοῦ δὲ Θυτηρίου ὧραι ηʹ. εἶτα Ἰχθύες, ὧραι ιϛʹ. καὶ τοῦ Θυτηρίου ὧραι ιʹ. καὶ ὅμως ιʹ ὥρας ποιῆσαν δύεται τὸ Θυτήριον, ὁ δὲ Ἀρκτοῦρος |
| book 407 | ιϛʹ πάλιν ὑπέργειός ἐστιν. οὕτως εἰς τὸ ἐναντίον τοῦ Ἀρκτούρου πορεύεται, καὶ τὸ μὲν θᾶττον δύνει, ὃ δὲ μείζονας ἔχει τὰς περιφοράς. |
| book 408 | —Θυτήριον: τὸ Θυτήριον ἄλλοι τοῦ Κενταύρου εἶναί φασιν, ὅν φησιν Ὅμηρος „δικαιότατον Κενταύρων“ (Λ 832). ἀρχαίη Νύξ: ἀρχαιοτέρα γὰρ καὶ πρεσβυτέρα τῶν θεῶν. καὶ παρ’ Ἡσιόδῳ (Theog. 123)· „ἐκ Χάεος δ’ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο“. φασὶ δέ τινες ὅτι μυθικόν τι ἐπιψαύων καὶ φυσικῶς ἅπτεται, ὅτι ἡ Νὺξ ὀδυρομένη τὴν τῶν ἀνθρώπων ταλαιπωρίαν τοῦ θαλαττίου χειμῶνος καὶ τῆς ζάλης σημεῖον ἔθηκεν ἐκεῖνο τὸ Θυτήριον, ὅτε ὁ ἥλιος ἐν Αἰγοκέρωτι τῷ Τυβὶ μηνί, ὅς ἐστι κατὰ Ῥωμαίους Ἰαννουάριος, ὅτε καὶ ἐν χειμῶνι πνεῖ ὁ Νότος. |
| book 408 | ἢ ἀρχαίη Νὺξ ἡ ὑπὸ τὰς ἀρχὰς τῆς τοῦ κόσμου διατυπώσεως. |
| book 410 | —κεδαιόμεναι γὰρ ἐκείνῃ: αἱ ναῦς ἀποφθειρόμεναι (ἐκείνῃ ἤγουν τῇ Νυκτί) οὐκ ἀρέσκονται αὐτῇ, ἀπὸ τοῦ ἐναντίου, ἀλλ’ ἄχθεται ἐφ’ οἷς κινδυνεύουσι κατὰ τὸ πέλαγος οἱ ἄνθρωποι. κεδαιόμεναι ἀντὶ τοῦ χειματόμεναι. 〈κεδαιόμεναι〉 σκεδαννύμεναι, σκορπιζόμεναι τῇ νυκτί. |
| book 411 | —ἄπο φρενός: οὐκ ἀρέσκουσιν αὐτῇ, ἀποθυμιαί εἰσιν. τὰ δ’ ἄλλοθεν ἄλλα πιφαύσκει: τὸ βιωφελές, φασίν, ὃ προείπομεν, καὶ φυσικότητος ἅπτεται. ἡ δὲ Νύξ, φησί, πανταχόθεν πολλὰ τεκμήρια ἐπιδείκνυται, ἐποικτείρουσα τοὺς ἀνθρώπους τοὺς περικλυζομένους καὶ κινδυνεύοντας. δι’ ὧν γὰρ ἐπιδείκνυσι προεπισκέπτεσθαι τὰ μέλλοντα ποιεῖ. τὸ δὲ παλιρροθίους τοὺς περικλυζομένους ἀνθρώπους τοῖς κύμασι. ῥόθια γὰρ τὰ κύματα, κυρίως δὲ αἱ τοῦ κλύδωνος ὁρμαί. ὅταν οὖν συννεφὴς ὁ ἀὴρ ᾖ, φανῇ δὲ τὸ Θυτήριον καθαρὸν καὶ ἀνέφελον, τὰ δὲ ἄνω [πρὸς βορέαν] αὐτοῦ πυκνονεφῆ καὶ κατέχηται, οἷα πολλάκις γίνεται, μάνθανε παραυτὰ χειμῶνα ἐσόμενον. |
| book 411 | ἔνιοι δὲ τὸ εἰλυμένον (413) εἰλυμένῳ γράφουσι, καὶ συνάπτουσιν αὐτὸ τῷ πελάγει, ἵν’ ᾖ οὕτως· „ὅπως μὴ ἐγκεκλεισμένος ᾖς τῷ πελάγει“. σημεῖον δέ φησιν αὐτὸ εἶναι νότου πνέοντος. |
| book 413 | —τῷ μή μοι: εἰλυμένῳ ἦν, ἀλλὰ διὰ τὸ μέτρον ον ἐστί. διὸ σημεῖον ἔχει ὁ στίχος. μὴ δή, φησίν, ἐν πελάγει μέσῳ ὤν, τῶν πλησίον τοῦ Θυτηρίου καὶ ἀνωτέρων ἄλλων ἀστέρων ὑπὸ νεφῶν κεκαλυμμένων, εὔχου αὐτὸ ἐν μέσῳ οὐρανοῦ ἀνέφελον καὶ εὐσύνοπτον ἰδεῖν. τότε γὰρ σφοδρὸς χειμὼν ἔσται. ἐπειδὴ γὰρ αὐτὸ τὸ Θυτήριον σφόδρα πλησιάζει αὐτῷ τῷ νότῳ, διὰ τοῦτο ὁ νότος κάτωθεν αὐτοῦ πνέων τὰ ἐπιόντα εἰς αὐτὸν νέφη προαναστέλλει καὶ ἐπίπροσθεν ἀνωτέρω ἐπωθεῖται [τὰ νέφη], αὐτὸ δὲ ἀνέφελον καὶ εὐσύνοπτον μένει. μὴ οὖν, φησίν, ἐν μέσῳ πελάγει ὤν, εὔχου ἰδεῖν τὰ μὲν ἀνωτέρω αὐτοῦ ἄστρα κεκαλυμμένα νέφεσιν, αὐτὸ δὲ ἀνέφελον. τότε γὰρ χειμὼν καὶ „νότοιό τε δεινὸς ἀήτης, ὅς τ’ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ“. |
| book 413 | τὸ δὲ Θυτήριον τρισὶ μέρεσιν ὑπέργειον, πέντε δὲ ὑπόγειον. κατηστέρισται γὰρ ὁ Ἀρκτοφύλαξ ἐν τῷ βορείῳ, τὸ δὲ Θυτήριον ἐν τῷ νοτίῳ. εἰλυμένον ἄλλων, τουτέστιν ἐκ νεφῶν ἄλλων εἰλυμένον τὸ Θυτήριον. |
| book 415-416 | —ὕψι .. μᾶλλον κυμαίνοντι: καὶ μᾶλλον τὰ ἐν ὕψει αὐτοῦ ἀνωτέρω πεπιεσμένα καὶ ἐσκεπασμένα μέλανι καὶ δεινῷ νέφει. φιλεῖ γὰρ προαναστέλλειν ὁ πνεῖν μέλλων ἄνεμος τὰ ὑπερκείμενα νέφη καὶ πυκνοῦν. |
| book 418 | —〈νότῳ〉 ἔπι σῆμα τιτύσκει: τουτέστι σημεῖον αὐτὸ ποιεῖ ἐπὶ νότον. νότῳ ἔπι σῆμα: τὸ σημεῖον τοῦ Θυτηρίου. |
| book 420 | —οἳ δ’ εἰ μέν κε πίθωνται: οἱ δὲ ναῦται, ἐὰν μὲν πιστεύσωσι τῇ Νυκτὶ καθήκοντα καὶ ὠφέλιμα δηλούσῃ, καὶ εὐθέως τεκμήριον ἰδόντες ὅτι τάραχος ἔσται τῶν ὑδάτων κοῦφα πάντα τὰ ἐν τῇ νηὶ ποιήσωνται καὶ ἄρτια τὰ πρὸς σωτηρίαν τείνοντα (λέγει δὲ κοῦφα πρὸς τὸ ἐγχαλάσαι τοῖς τοῦ ἀρμένου ποσὶ καὶ μὴ φιλονεικεῖν ἐναντίοις τοῖς πνεύμασιν· „ἔστη δ’ αὖθις ἢν χαλᾷ πόδα“), [Εὐριπίδης (Or. 707), τὸ δὲ ἑξῆς·] ὁ πόνος καὶ τὸ κακὸν ἐλαφρότερον καὶ εὐχερέστερον ἔσται. |
| book 424 | —αὕτως ἀπρόφατος: ἀπροσδόκητος, καὶ διαταράξει τὰ ἄρμενα μὴ χαλασθέντα, ἀλλ’ ἐναντιούμενα τῷ κακῷ. τότε οἱ μὲν πλέοντες ἔσθ’ ὅτε καὶ ὑποβρύχιοι καὶ ὑπ’ αὐτὸ τὸ ὕδωρ πλέουσιν, οὐκ ἐπὶ νηὸς ἀλλ’ ἐπ’ αὐτῶν τῶν ὑδάτων φερόμενοι, ἔσθ’ ὅτε δέ, ἐὰν ἐπιτύχωσι τοῦ Διὸς παριόντος (τοῦτο δὲ ὡς ἐν θαύματι), εἰ μὴ ἄρα αὐτὸς ὁ Ζεὺς παριὼν τύχῃ καὶ εὐχομένοις ἐπέλθῃ, καὶ τοῦ βορέου ἡ δύναμις ἐναντίῳ τῷ νότῳ πνεύσασα διασκορπίσῃ τὰ νέφη καὶ |
| book 424 | αἴθραν ποιήσῃ (πνεύσας γὰρ ὁ βορέας ἀεὶ σκεδαννύει τὰ νέφη. καὶ Ὅμηρος (Ο 171, Τ 358). „αἰθρηγενέος βορέαο“), οἱ τότε πολλὰ παθόντες πάλιν ὁρῶσιν ἀλλήλους ἐν τῇ νηί. οὐ γὰρ ἀπὸ τοῦ κακοῦ ἴσασιν ὅπου εἰσίν. |
| book 429 | —〈ἐπὶ σήματι τούτῳ〉: ἐπὶ τῷ σημείῳ τοῦ Θυτηρίου φοβοῦ πνέοντα νότον ἕως ἂν ἀπαστράψαντος αὐτοῦ τοῦ βορέου αἰσθήσῃ. Κενταύρου: οὗτος δοκεῖ εἶναι ὁ Χείρων ὁ ἐν τῷ Πηλίῷ οἰκήσας δικαιοσύνῃ διενεγκὼν πάντας ἀνθρώπους. καὶ παιδεύσας Ἀσκληπιόν τε καὶ Ἀχιλλέα ἐφ’ ὃν Ἡρακλῆς δοκεῖ ἐλθεῖν δι’ ἔρωτα καὶ συνεῖναι ἐν τῷ ἄντρῳ τιμῶν τὸν Πᾶνα. μόνον δὲ τοῦτον τῶν κενταύρων ἀνεῖλεν. ἐπὶ χρόνον δὲ ἱκανὸν ὁμιλούντων αὐτῶν ἐκ τῆς φαρέτρας αὐτοῦ βέλος ἐξέπεσεν εἰς πόδα τοῦ Χείρωνος. καὶ οὕτως ἀποθανόντος αὐτοῦ ὁ Ζεὺς διὰ τὴν εὐσέβειαν καὶ διὰ τὸ σύμπτωμα, εἰς τὰ ἄστρα ἔθηκεν ἔχοντα τὸ θηρίον ἐν ταῖς χερσὶ πλησίον τοῦ θυτηρίου. δοκεῖ προσφέρειν ὡς θύων ὅ ἐστι μέγιστον σημεῖον τῆς εὐσεβείας. ἔχει δὲ ἀστέρας ὑπεράνω τῆς κεφαλῆς γʹ ἀμαυρούς. ἐφ’ ἑκατέρων τῶν ὤμων, αʹ λαμπρῶν. ἐπὶ τοῦ ἀριστεροῦ ἀγκῶνος αʹ. ἐπὶ τὸ μέσον τοῦ ἱππείου στήθους αʹ ἐφ’ ἑκατέρων τῶν ἐμπροσθίων ὁπλῶν αʹ ἐπὶ τῆς ῥάχεως δʹ ἐπὶ τῆς κοιλίας βʹ λαμπρούς. |
| book 429 | ἐπὶ τῆς κέρκου γʹ. ἐπὶ τοῦ ἱππείου ἰσχίου, αʹ. ἐφ’ ἑκατέρας ὁπλῆς αʹ. πάντας κʹ. |
| book 431 | —εἰ δέ κεν ἑσπερίης: ἐὰν δὲ μεσουρανήσῃ ὁ τοῦ Κενταύρου ὦμος, ὀλίγη δὲ περὶ αὐτὸν ἀχλὺς ᾖ, ἤτοι τὸν ὦμον ἢ τὸν Κένταυρον, τὰ δὲ ἐπὶ τῷ Θυτηρίῳ σημεῖα ὅμοια ᾖ, οὐ χρή σε νότον φαντάζεσθαι, ἀλλ’ εὖρον. τὸ δὲ προτέρης (422), συνυπακουστέον θαλάσσης. τὸν γὰρ ὁρίζοντα καὶ ὠκεανὸν καὶ θάλασσαν καλεῖ. ἀχλὺν δὲ τὴν ἐκ τῶν νεφῶν ἀορασίαν. ὁ δὲ νοῦς· ἐὰν δὲ ὁ τοῦ νοτίου Κενταύρου ὦμος τοσοῦτον ἀπέχῃ τῆς ἀνατολῆς ὅσον καὶ τῆς δύσεως (ἀντὶ τοῦ „ὅτε μεσαίτατός ἐστι καὶ μεσημβρινόσ“), καὶ αὐτὸν μὲν τὸν Κένταυρον κατὰ πᾶν τὸ ἄλλο σῶμα περιβάλλῃ ἐκ νεφῶν ὀλίγη ἀορασία, μετὰ δὲ ταῦτα ἐπὶ τῷ Θυτηρίῳ τὰ προειρημένα σημεῖα ἀποτελοίη ἡ νύξ, οὐκέτι, φησίν, ὀφείλεις νότον προσδοκᾶν, ἀλλὰ τὸν εὖρον ἐπιτηρεῖν, ὃς ἀπὸ χειμερινῆς ἀνατολῆς πνεῖ. |
| book 432 | —ὦμος: ἐὰν ἴδῃς, φησί, τὸν ὦμον 〈τοῦ〉 Κενταύρου ἐπὶ τοῦ μεσουρανήματος ὀλίγῃ ἐπιπροσθούμενον ἀχλύι, τὸ δὲ Θυτήριον ἐκ τοῦ ὄπισθεν μέρους ἀναλογοῦν τοῖς προειρημένοις σημείοις, εὖρον προσδόκα. ἀνατέλλει γὰρ ὁ Κένταυρος κατὰ τὰ ὀπίσθια αὐτοῦ μέρη, ὥστε ἔχειν τὰ μὲν ἀνθρωποειδῆ κατὰ τὰς ἀνατολάς, τὰ δὲ ἵπποις παραπλήσια κατὰ δύσιν. ὁ δὲ εὖρος κατὰ ἀνατολάς. |
| book 432 | ἀτὰρ μετόπισθεν: μετὰ δὲ ταῦτα, ὡς διασαφηθῆναι τὸν Κένταυρον, ἐπὶ τῷ λάμποντι Θυτηρίῳ ...... εἴπομεν γὰρ ὅτι ἂν ᾖ αὐτὸ μόνον ἀνέφελον, τὰ δὲ ὑπεράνω αὐτοῦ νεφελώδη ...... ταῦτά φησι τὰ ἐοικότα σήματα. τὸ δὲ εὔροιο (435) ἑλληνισμὸς ἀντὶ τοῦ „εὖρον ἄνεμον λοιπὸν ὡς πνευσόμενον περισκοπεῖν“. |
| book 436 | —δήεις δ’ ἄστρον ἐκεῖνο: ὁ Κένταυρος δυσὶν ὑποκέκλιται ζῳδίοις. τὰ μὲν γὰρ ἀνδρὶ εἴκελα αὐτοῦ ὑπὸ τῷ Σκορπίῳ κεῖται πρὸς ἀνατολάς, τὰ δὲ ἵππῳ παραπλήσια ὑπὸ ταῖς Χηλαῖς πρὸς δύσιν. αὐτὸν μὲν οὖν Ἕρμιππος Χείρωνά φησιν εἶναι, τὸ δὲ Θηρίον σύμβολον θήρας, τὸ δὲ Θυτήριον τοῦ Πηλέως γάμου σημεῖον. δύω ὑποκείμενον: ὁ γὰρ Κένταυρος δύο ἐπίκειται ζῳδίοις, Σκορπίῳ καὶ Χηλαῖς. αὐτὸς δὲ ὁ Χείρων, ὁ ἐν τῷ σπηλαίῳ κατοικήσας, δικαιοσύνῃ πάντας ἀνθρώπους ὑπερβάλλων καὶ παιδεύσας Ἀσκληπιὸν τὸν υἱὸν Ἀπόλλωνος καὶ Ἀχιλλέα τὸν Πηλέως τὴν ἰατρικὴν καὶ Ἰάσονα πρὸς τιμὴν κατηστερίσθη. τὸ δὲ ἐσφήκωται (441) δυσαποσπάστως, ἀσφαλῶς ἐνήρεισται. |
| book 438 | —Χηλαί: γράφεται καὶ χείλε’ καὶ ἔστιν οὕτως „ὑπ’ αὐτοῖς τὰ χείλεα τοῦ Σκορπίου ἔχουσι καὶ οὕτω φανεροῦνται.“ |
| book 440 | —ἐν δέ οἱ ἀπρίξ: ἐνταῦθα συνείληφε σῶμά τι ἀδιάρθρωτον, ὃ καὶ ὑπὸ τῶν ἀρχαίων Θηρίον προσηγορεύθη. |
| book 441 | —ἐληλάμενον: ἐνηρτημένον, ἐνηρμοσμένον. τῷ δὲ λέγειν ἄλλο θηρίον οὐ πρὸς αὐτὸν τὸν Κένταυρον ἀντιδιέστειλεν· ἄτοπον γὰρ θηρίον λέγειν τὸν Χείρωνα, τὸν πάντων Κενταύρων δικαιότερον καὶ λογικώτερον. ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ Σκορπίου, ὃς ὑπέρκειται τοῦ Κενταύρου, τὸ ἄλλο εἶπε θηρίον. ἄμεινον γὰρ οὕτως ἀκοῦσαι. |
| book 443 | —ἄλλο περαιόθεν: νῦν περαίην τὴν ἀνατολὴν λέγει. Ὅμηρος (ψ 243)· „νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν“. λέγεται δὲ περαία καὶ ἡ δύσις, πέρατα γάρ ἐστι τῆς γῆς. τὸ δὲ ἕλκεται σφόδρα κυριολεκτήσας εἶπε. λίαν γὰρ καὶ πάνυ ἐπὶ μήκιστον ἐκτέταται ἡ Ὕδρα, ὡς τριῶν ζῳδίων μοίρας ἐπέχειν, τοῦ τε Καρκίνου καὶ τοῦ Λέοντος καὶ τῆς Παρθένου. τοῦτο δὲ τὸ ζῴδιον οἱ Ἕλληνες Ὕδραν ἐκάλεσαν, τὸ ζῷον ὃ κατηγωνίσατο ὁ Ἡρακλῆς. οἱ μέντοι Αἰγύπτιοι Νεῖλον εἶναι τοῦτο τὸ ἄστρον λέγουσι, καὶ λόγους σφόδρα πιθανοὺς παρέχονται. ἡ γὰρ κεφαλὴ τοῦ ζῳδίου ἐστὶ περὶ τὴν ιεʹ μοῖραν τοῦ Καρκίνου, περὶ τὸν Ἐπιφὶ μῆνα, ὅς ἐστι κατὰ Ῥωμαίους Ἰούλιος, |
| book 443 | ὅτε καὶ τὰς ἀρχὰς 〈τῆς ἀναβάσεως ὁ Νεῖλος ποιεῖται,〉 τὸ μέσον αὐτοῦ [ποιεῖται τοῦ σώματος] 〈περὶ〉 τὸν Λέοντα τῷ Μεσορῆι, ὅς ἐστι κατὰ Ῥωμαίους Αὔγουστος, ὅτε τὸ μεσαίτατόν ἐστι τῆς τοῦ Νείλου ἀναβάσεως, τὰ δὲ τελευταῖα αὐτοῦ περὶ τὴν Παρθένον· τῷ γὰρ Θώθ, ὅς ἐστι Σεπτέμβριος, τὰ τελευταῖά εἰσι τῆς τοῦ Νείλου ἀναβάσεως. ἡ δὲ οὐρὰ αὐτῆς ὑπὲρ τὴν κεφαλὴν ὀφείλει εἶναι τοῦ Κενταύρου, ἵνα καὶ ὑπὸ τὰς Χηλὰς ᾖ τὸ τέλος αὐτῆς. τῷ γὰρ Φαωφὶ παύεται ὁ Νεῖλος, ὅς ἐστιν Ὀκτώβριος, ἄλλως τε καὶ ὁ Κόραξ ἐπὶ τὴν οὐρὰν αὐτοῦ τοὐμφανὲς ἡμῖν παρίστησι. καὶ γὰρ τῆς χροιᾶς αὐτοῦ [τοῦ Κόρακος δηλονότι] μελαινούσης, νοοῦμεν ὅτι τότε ἀφανὴς γίνεται ὁ Νεῖλος. καὶ ὁ Κρατὴρ δὲ οἰκεῖον πηγῇ ἢ ποταμῷ, ἄλλου 〈δὲ〉 ζῴου ἀλλοῖον. |
| book 443 | τοῦτον τὸν ὄφιν οἱ μὲν Ἕλληνές φασιν εἶναι τὴν Ὕδραν ἣν Ἡρακλῆς κατηγωνίσατο, οἱ δὲ Αἰγύπτιοι, Νεῖλον. τὸ δὲ περαιόθεν ἤτοι ἐκ τῶν ἀνατολικῶν μερῶν, ἢ ἐκ τῶν πέραν καὶ πόρρω τοῦ Κενταύρου. |
| book 449 | —εἴδωλον Κόρακος: τινές φασι [τὸν Κόρακα] θεράποντα Ἀπόλλωνος ὄντα ὑπ’ αὐτοῦ τοῦτον πεμφθῆναι σπονδῶν χάριν ἔκ τινος [φησί] καθαρᾶς κρήνης ἐν κρατῆρι κομιοῦντα ὕδωρ. ἰδόντα δὲ συκῆν ὀλύνθους ἔχουσαν, ἀναμεῖναι μέχρις ἂν πεπανθῶσι. φαγόντα δὲ οὕτω καὶ τὸ ἁμάρτημα συννοήσαντα, ἁρπάσαντα τὸν ὕδρον ἐκ τῆς πηγῆς ὁμοῦ τῷ κρατῆρι φέρειν καὶ λέγειν ὡς διεκωλύετο ὑδρεύσασθαι ὑπ’ αὐτοῦ. Ἀπόλλωνα δὲ γνόντα τὸ ἀληθὲς τὸν μὲν εἰς ὄρνεον μεταμορφῶσαι καὶ ποιῆσαι διψᾶν περὶ τὴν ἀκμὴν τῆς ὀπώρας .... |
| book 449 | κατηστερίσθη δὲ πάντων τὰ εἴδωλα. |
| book 450 | —ναὶ μὴν καὶ Προκύων: λοιπός ἐστιν ὁ Προκύων ὑπὸ τοῖς Διδύμοις κείμενος. καλεῖται δὲ οὕτως ἐπειδὴ πρὸ τοῦ Κυνὸς ἑῴαν ποιεῖται ἀνατολὴν ἐν τῷ δι’ Ἑλλάδος κλίματι, ὅτι τοῦ Κυνὸς ἀνατολικώτερός ἐστιν. ἀστέρων δέ ἐστι γʹ λαμπρῶν [οὗτος], ὧν εἷς ὁμώνυμος Προκύων. οὗτος δὲ πρὸ τοῦ μεγάλου Κυνός ἐστιν, Ὠρίωνος δὲ λέγεται Κύων, καὶ διὰ τὸ φιλοκύνηγον εἶναι ταῦτα αὐτῷ παρατεθῆναι τὰ σημεῖα. καὶ γὰρ Ἄρκτος συνορᾶται καὶ 〈ἄλλα〉 θηρία παρ’ αὐτῷ. |
| book 450 | οὗτος δὲ ὁ Προκύων ἔσχε τὴν ὀνομασίαν οὐχ ὅτι τὴν θέσιν πρὸ τοῦ Σειρίου ὢν πρώτην καὶ ὑψηλὴν ἔχει, ἀλλ’ ὅτι βορειότερος ὢν τὰς ἀνατολὰς πρὸ αὐτοῦ ποιεῖται. ὑπὸ δὲ τοὺς Διδύμους ἐστὶ καὶ καλὰ φαίνει. ἐκ γὰρ ἀστέρων λαμπρῶν σύγκειται. ἕως ὧδε τὰ τῆς ἀστροθεσίας. |
| book 451 | —ταῦτά κε θηήσαιο: ταῦτα τὰ προειρημένα φαινόμενα θεωρήσειας τῶν ἐνιαυτῶν ἀνυομένων ἐφεξῆς κείμενα καὶ κατὰ τάξιν τὰς αὐτὰς ὥρας ἀνατέλλοντα καὶ δυόμενα. ἡ Παρθένος ἀεὶ τῷ αὐτῷ καιρῷ καὶ δύεται καὶ ἀνατέλλει, ὡσαύτως καὶ ὁ Λέων καὶ τὰ ἄλλα πάντα τὰ ἀπλανῆ. τοῦτο οὖν εἶπε πρὸς τοὺς πλάνητας, ὅτι ἄτακτον ἐκεῖνοι καὶ οὐ τὴν αὐτὴν πορείαν ὡρισμένην ἔχουσι καὶ περιφοράν, τὰ δὲ ἑξῆς καὶ κατὰ τάξιν κείμενά εἰσιν. οἱ γὰρ πλάνητες οὐκ ἔχουσι τάξιν τῆς θέσεως τοιαύτην. |
| book 451 | ἀλλὰ πλανώμενοι καὶ μετανάσται εἰσίν. οἱ δ’ ἐπιμίξ: περὶ τῶν εʹ ἀστέρων τῶν καλουμένων πλανητῶν διὰ τὸ κίνησιν ἰδίαν ἔχειν αὐτούς. λέγει δὲ θέων ἵνα πέντε μὲν πρῶτον Διὸς φαίνωνται μέγαν. ὁ δὲ δεύτερος ἐκλήθη μὲν Φαέθων οὐ μέγας οὗτος. ὠνόμασεν ἀπὸ τοῦ ἡλίου. ὁ δὲ τρίτος ἀραιός. πυρήεις δὲ καλεῖται οὐ μέγας. τρόχωμα ὅμοιος δὲ τῷ ἐν τῷ αἰετῷ. ὁ δὲ τέταρτος Ἀφροδίτης φωσφόρος λευκὸς τῶ χρώματι. πάντων δὲ μέγιστος ἐστὶ τῶν ἀστέρων ὃν καὶ ἑσπέριον καὶ φωσφόρον καλοῦσι. πέμπτον Ἑρμοῦ στίλβων λαμπρὸς καὶ μικρός. τῶ δὲ Ἑρμῆ ἐδόθη διὰ τὸ τὸν Δία ὁρίσαι τοῦ οὐρανοῦ καὶ τῶν ἀστέρων τὰς τάξεις καὶ τὰς ὥρας. μετρῆσαι καὶ ἐπισημασιῶν καιροὺς δεῖξαι. |
| book 454 | —οἱ δ’ ἐπιμὶξ ἄλλοι πάντες: προειπὼν περὶ τῶν ἀπλανῶν μεταβαίνει νῦν ἐπὶ τὸν τῶν πλανήτων λόγον. πέντε δὲ τούτους φησὶν εἶναι, δῆλον ὑπεξαιρούμενος ἥλιον καὶ σελήνην. οὗτοι γὰρ οἱ δύο τὸ ἀνάπαλιν πορεύονται, ἀπὸ Καρκίνου ἐπὶ Λέοντα καὶ ἀπὸ Λέοντος ἐπὶ Παρθένον, οἱ μέντοι ἄλλοι ἀτάκτως φέρονται, ἔστι δὲ ὅτε ἱστάμενοι καὶ ὑποποδίζοντες. πολλάκις γὰρ [δʹ ζῴδια] εἷς ἐκ τῶν εʹ ἀστέρων πρὸ τοῦ ἡλίου ρʹ καὶ κʹ μοίρας προάγων οὐκέτι κινεῖται ἕως οὗ ὁ ἥλιος ἐπίπροσθεν γενόμενος ποιήσῃ αὐτὸν ὑποποδίσαι. καὶ γὰρ ρʹ μοιρῶν, εἶτα πʹ, καὶ πάλιν ἐλαττόνων, ἕως οὗ ἀποστῇ αὐτοῦ τὰς αὐτὰς ρκʹ, καὶ πάλιν πρόεισιν οὕτως. κυρίως οὖν εἶπεν αὐτοὺς πλάνητας διὰ τὴν ἄστατον καὶ ἄτακτον φοράν. |
| book 454 | ὁ δὲ λόγος· οἱ δὲ ἄλλοι πέντε πλάνητες (ἐπιμὶξ δινεύονται ἀντὶ τοῦ ἀναμεμιγμένοι), οὐκ ὄντες ὅμοιοι τοῖς προειρημένοις ἀπλανέσι διὰ τῶν ιβʹ ζῳδίων πλανῶνται. ἤτοι ἀναμεμιγμένοι ἢ ἀνάμικτοι τοῖς ἀπλανέσιν ἄστροις. οὐκέτι δὲ ὁμοίαν ἔχοντες τὴν φύσιν οὔτε τὴν λαμπηδόνα οὔτε τὴν θέσιν, ἢ ἄλλοις ἢ κατὰ ταῦτα ἢ κατὰ τὰς ἐνεργείας. φέρεσθαι δὲ αὐτοὺς διὰ τῶν ιβʹ ζῳδίων. |
| book 454 | τὸ δὲ παλίνωρα (452), πάλιν τὰς ὥρας ἄγοντα ἢ πάλιν κατὰ τὰς ὥρας ἀνατέλλοντα καὶ δύνοντα. |
| book 455 | —πάντοθεν εἰδώλων: πάντοθεν φέρονται ἡρμοσμένην οὐκ ἔχοντες τάξιν. ἔχει δὲ οὕτως· ὁ οὐρανὸς ζʹ ζώνας ἔχει οὐκ ἐπιψαυούσας τοῦ ζῳδιακοῦ, ἀλλ’ ἀπηρτημένας ἐξ αὐτοῦ. τὴν μὲν πρώτην ἔχει ὁ Κρόνος, τὴν δὲ βʹ ὁ Ζεύς, τὴν δὲ τρίτην ὁ Ἄρης, τὴν δὲ δʹ ὁ ἥλιος, τὴν δὲ εʹ Ἀφροδίτη, τὴν δὲ ἕκτην Ἑρμῆς, τὴν δὲ ζʹ σελήνη. καὶ ὁ μὲν ζῳδιακὸς κύκλος ἀνώτερος αὐτῶν ἐστιν, αὐτοὶ δὲ εἰς ἰδικὸν κύκλον κεῖνται, ὑποκάτωθεν δέ εἰσι τοῦ ζῳδιακοῦ κύκλου ταπεινότεροι τῶν ἀπλανῶν. ἄλλος 〈δ’〉 ἐν ἄλλῳ ὕψει κατὰ τὸν ζῳδιακὸν κύκλον πλανῶνται, ἐκτρεπόμενοι τῆς ἴσης ὁδοῦ δι’ ἧς τὸν ἥλιον ἐπινοοῦμεν φερόμενον. καὶ ὁ μὲν Κρόνος εἰς ἕκαστον ζῴδιον 〈ποιεῖ〉 ἐνιαυτοὺς βʹ καὶ μῆνας ϛʹ, μείζων γὰρ αὐτοῦ ἡ περιφορά, ὡς ἀνύειν πάντα τὸν ζῳδιακὸν δι’ ἐτῶν λʹ, τὸν δὲ Δία δι’ ἐτῶν ιβʹ, τὸν δὲ Ἄρεα εἰς ἕκαστον ζῴδιον δι’ ἡμέρας μεʹ καὶ τὸν πάντα κύκλον ἀνύειν εἰς ἐνιαυτὸν καὶ μῆνας ϛʹ, ὁ δὲ ἥλιος εἰς ἕκαστον ζῴδιον ποιεῖ μῆνα |
| book 455 | καὶ τὸν κύκλον εἰς ἐνιαυτὸν πληροῖ, ἡ δὲ Ἀφροδίτη εἰς ἕκαστον ζῴδιον κηʹ ἡμέρας, ὡς τὸν πάντα κύκλον εἰς ἡμέρας τλϛʹ. ὁ δὲ Ἑρμῆς εἰς ἕκαστον ζῴδιον ποιεῖ μῆνα, καὶ τὸν πάντα κύκλον εἰς ἐνιαυτόν, ἡ δὲ σελήνη μένει εἰς ἕκαστον ζῴδιον β𐅵ʹ ἡμέρας, ἐπειδὴ καὶ πάντων βραχύτερός ἐστιν αὐτῆς ὁ κύκλος, ὡς τὸν ἅπαντα ζῳδιακὸν ἀνύειν αὐτὴν ἐν ἑνὶ μηνί. καὶ αὕτη μὲν ἡ τῶν πλανήτων διακόσμησις. εἴπομεν δὲ ὅτι ἡ σελήνη αὐτὴ καθ’ ἑαυτὴν ἀφανὴς ἡμῖν ἐστιν, ἀπὸ δὲ τοῦ ἡλίου φωτιζομένη φανερὰ ἡμῖν γίνεται. καὶ ὅτε μὲν αὐτῷ πλησιάζει, πᾶσα καὶ φαίνεται, ὅτε δὲ αὐτοῦ χωρίζεται, κατ’ ὀλίγον ἀπολήγει, καὶ πάλιν, ὅσῳ πλησιάζει, ὥσπερ γεννᾶται. διὸ καὶ παρὰ τραγικοῖς Ἡλίου θυγάτηρ λέγεται, διότι τὸ φῶς ἀπ’ αὐτοῦ ἔχει. |
| book 456 | —οὐκ ἂν ἔτ’ εἰς ἄλλους ὁρόων: ἐπειδὴ αὐτὸς τὴν διδασκαλίαν ἐποιήσατο τῶν φαινομένων ἀφ’ αὑτῶν αὐτὰ διδάσκων, καὶ ἀπὸ μὲν τοῦ Βοώτου τὴν Παρθένον, ἀπὸ δὲ τῆς Ἄρκτου καὶ τοῦ Δράκοντος τὸν Ἐν γόνασι, καὶ δι’ ὅλου ἀπὸ τῶν προεγνωσμένων καὶ παρακειμένων τὰ ἑξῆς ἐδίδαξε. καὶ νῦν φησιν ὅτι περὶ τῶν πλανήτων οὐκ ἔστι τοῦτο εἰπεῖν. οὐδὲ γὰρ εἰς ἄλλους καὶ τοὺς πλησίον ἀφορῶν ἐκείνους ἂν εὕροις ποῦ ποτε κεῖνται, ἐπειδὴ πάντες μετανάσται καὶ φυγάδες καὶ οὐκ ἐν τῷ αὐτῷ κείμενοι. |
| book 456 | ἄλλως: ὥστε οὐκ ἂν αὐτοὺς σημειώσαιο ἔκ τινος τῶν ἀπλανῶν, ὥσπερ τῇ κεφαλῇ τῆς Ἀνδρομέδας τὸν Ἵππον σημειούμεθα, καὶ τοῖς ποσὶ τὸν Περσέα. οὐ γὰρ τῶν μενόντων εἰσίν, ἀλλ’ ἀντιφέρονται τῷ κόσμῳ. |
| book 457 | —ἐπεὶ πάντες μετανάσται: οἱ πλάνητες συμφέρονται μὲν τῷ οὐρανῷ ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν καὶ ἀπὸ δύσεως ἐπὶ ἀνατολήν, κινοῦνται δὲ ἰδίαν τινὰ καὶ προαιρετικὴν κίνησιν διὰ τῶν ιβʹ ζῳδίων ἐναντίοι φερόμενοι, τουτέστιν ἀπὸ δύσεως ἐπὶ ἀνατολὴν πορευόμενοι. |
| book 458 | —μακροὶ δέ σφεων: μακροὶ δὲ καὶ πολλοὶ κυκλουμένων αὐτῶν οἱ ἐνιαυτοὶ ἔσονται, καὶ σφόδρα πολὺς ὁ χρόνος καὶ μεγάλα τὰ τεκμήρια ἀπόπροθεν καὶ ἐκ τοῦ διεστηκέναι αὐτοὺς κατὰ τὴν περιφορὰν συνερχομένων καὶ εἰς ταὐτὸ συνιόντων. αἰνίττεται δὲ εἰς τὸ εἰρημένον ὑπὸ τῶν φυσικῶν καὶ φιλοσόφων καὶ μαθηματικῶν, ὧν καὶ δοκιμώτερος ὁ Πλάτων. τότε γὰρ εἶπον μέγαν ἐνιαυτόν, ὅτε συνέρχονται οἱ ζʹ οὗτοι ἀστέρες ἐν ἑνὶ ζῳδίῳ ὑπὸ τὴν αὐτὴν μοῖραν. τότε γὰρ συμπέρασμα τῆς οἰκουμένης γίνεται, καὶ ἀπόλλυται οὗτος ὁ κόσμος συνελθόντων αὐτῶν· καὶ πάλιν κινηθέντων ἐκ τοῦ αὐτοῦ ζῳδίου, ἀνανέωσιν καὶ κτίσιν ἄλλου κόσμου εἶναι ἔφασαν. ἐψήφισαν δὲ καὶ κατελάβοντο τοῦτο γίνεσθαι μυριάσι πολλαῖς ἐνιαυτῶν. |
| book 458 | ἄλλως: ὅταν ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον καταντήσωσιν οἱ πάντες. ὁ ἐνιαυτός ἐστιν ὅταν ἀφ’ οὗ τις ἄρξηται σημείου φέρεσθαι, ἐπὶ τὸ αὐτὸ πάλιν ἔλθῃ χρόνῳ τινί. |
| book 459 | —〈μακρά〉: τὰ διάχωρα αὐτῶν, ἢ ὅτι μεγάλα σημεῖα γίνονται συνιόντων αὐτῶν. |
| book 460 | —οὐδέ τι θαρσαλέος κείνων ἐγώ: ἄχρι τοῦ ἐγὼ στικτέον, εἶτα ἀπ’ ἄλλης ἀρχῆς τὸ ἄρκιος εἴην ἀναγνωστέον, ἵν’ ᾖ „οὐκ ἂν εὐθαρσὴς εἴην περὶ τῶν πλανήτων εἰπεῖν, ἀρκοῦν δ’ ἂν εἴη μοι τὸ περὶ τῶν ἀπλανῶν μάθημα“. ἄλλως: οὐκέτι θαρσαλέος εἰμὶ ἐγώ, ἀλλὰ γενοίμην αὐτάρκης καὶ τῶν ἀπλανῶν τὰς περιτροπὰς καὶ περιφορὰς καὶ τὰ ἐν ἑκάστῳ σημεῖα εἰπεῖν. αἰτία δὲ τούτου ἡ τῶν περὶ αὐτοὺς γινομένων ποικιλία, στηριγμοί, προηγήσεις, ὑπολείψεις, ἐπιτολαὶ ἑωθιναί τε καὶ ἑσπέριοι καὶ τὰ τούτων ἀδελφά. φαίνονται δὲ ἀνώμαλοι τοῖς μεγέθεσι καὶ ταῖς χρόαις ἀνόμοιοι πρός τε ἑαυτοὺς καὶ πρὸς ἀλλήλους. ἴσως οὔπω διηκριβώσατο ταῦτα ἐπεὶ μηδὲ ῥᾴδια ἦν ἐντιθέναι εἰς ποίησιν. ἐχώρει γὰρ εἰς ἀριθμοὺς καὶ μέτρα καὶ λεπτὰ καὶ μόρια. |
| book 460 | ἄλλως: φησὶν ὅτι τῶν πλανήτων οὐ δυνατόν ἐστι τοὺς κύκλους εἰπεῖν οὐδὲ τὰ ἐν τῷ αἰθέρι σημεῖα, ὅθεν ἐπιτιμῶσι τῷ Ἀράτῳ ἀδυναμίαν, φήσαντι ἀδυνάτῳ εἶναι περὶ τούτων λέγειν, ἁπαξαπλῶς προθεμένῳ περὶ φαινομένων εἰπεῖν. ἡ δὲ φράσις πέπλεκται, καὶ ἔστι κοινὸν τά τε κύκλα τά τε σημεῖα εἰπεῖν, ἵν’ ᾖ „τῶν μὲν πλανήτων τὰ σημεῖα καὶ τὰ κύκλα οὐ θαρρῶ εἰπεῖν, ἐκείνων δέ, τουτέστι τῶν ἀπλανῶν, ἄρκιος εἴην“. |
| book 462 | —ἤτοι μὲν τά γε: διδάξας τὰ περὶ τῶν φαινομένων ἦλθε λοιπὸν ἐπὶ τὴν τῶν κύκλων διδασκαλίαν, οἵτινες αὐτοὶ μὲν καθ’ ἑαυτοὺς ἀφανεῖς εἰσι πλὴν τοῦ γαλαξίου, ὅτι ἐστὶ νεφελώδης, ἀπὸ τῶν ἐπιψαυόντων δὲ αὐτοῖς ζῳδίων ποιεῖται τὴν κατάληψιν. ποιεῖται δὲ λόγον περὶ τῶν δʹ κύκλων, τοῦ θερινοῦ τροπικοῦ καὶ τοῦ ἰσημερινοῦ καὶ τοῦ χειμερινοῦ καὶ τοῦ ζῳδιακοῦ. οὗτοι γάρ εἰσι μάλιστα βιωφελεῖς (ὁ δὲ ἀρκτικὸς καὶ ὁ ἀνταρκτικὸς καὶ ὁ γαλαξίας οὐδεμίαν τροπῆς ὠφέλειαν ἔχουσι), καὶ ὁ μὲν θερινὸς τροπικὸς ὅτι ἐν τῷ Καρκίνῳ γενόμενος ἄρχεται τὸ θέρος ποιεῖν, ὁ δὲ ἰσημερινὸς ὅτι δύο γίνονται ἰσημερίαι, μία μὲν ἐαρινὴ τῷ Κριῷ Φαμενὼθ κεʹ, ὅς ἐστι κατὰ Ῥωμαίους Μάρτιος, ὅτε προσθήκην λαμβάνουσιν αἱ ἡμέραι, γίνε‐ |
| book 462 | ται δὲ χειμερινὴ ἰσημερία ἐν ταῖς Χηλαῖς, ἐν τῷ Ζυγῷ, τῷ Φαωφὶ μηνί, ὅς ἐστιν Ὀκτώβριος, ὅτε καὶ αἱ νύκτες προσθήκην λαμβάνουσιν· ὁ δὲ χειμερινὸς ὅτι Αἰγοκέρωτι ἄρχεται τὸν χειμῶνα ποιεῖν· καὶ ὁ ζῳδιακὸς δὲ ὅτι διαπορευόμενος τοῦτον ὁ ἥλιος ἐνιαυσίως τοῦ τε χειμῶνος καὶ τοῦ θέρους αἴτιος γίνεται. ἀλίγκια δεινωτοῖσιν: ὅμοια ὄντα περιφερέσιν, οἱονεὶ τροχοειδῆ, κυκλοτερῆ. τούτων δὲ τῶν κύκλων, φησί, τῶν δʹ, ὠφέλεια 〈ἂν〉 γένοιτο. ποθὴ (463) μὲν διὰ τὴν τροπήν· ποιοῦ ἐπιψαύσας τροπὴν ποιεῖ, ἐκ δὲ τούτου ὠφέλεια. τοῖς γὰρ πράγμασιν εὐκαίρως ἐπιβάλλομεν ἢ ἐν τῷ γεωργεῖν ἢ ἐν τῷ πλεῖν. |
| book 462 | περιέπουσι δὲ τὸν οὐρανὸν κύκλοι τέσσαρες, θερινὸς τροπικός, χειμερινὸς τροπικός, ἰσημερινὸς καὶ ζῳδιακός, οἱ ὠφέλιμοι διὰ τῆς σκέψεως αὐτῶν τὰς διαφορὰς τῶν ἐτησίων ἀνέμων δεικνύντες, καιρῶν τε καὶ διαστημάτων. σημεῖα δὲ πᾶσιν αὐτοῖς ἐφήρμοσται κατωνομασμένα, πολλῶν ζῳδίων περὶ ἕκαστον κύκλον θεωρουμένων καὶ ἀλλήλοις συνηρμοσμένων. αὐτοὶ δὲ καταλαμβάνονται ἐν παραλλήλῳ θέσει, ἀσάλευτον ἔχοντες φύσιν, ὅσον μὲν ἐπὶ τῷ ἀκινήτους καὶ ἀπλανεῖς εἶναι, ἀναλογοῦντες ἀλλήλοις, τῷ δὲ μεγέθει διαφέροντες οἱ δύο τῶν δύο. ὁ μὲν γὰρ ἰσημερινὸς καὶ ζῳδιακὸς διάκεντροι τυγχάνοντες καὶ τὸν μέγιστον διαγράφοντες κύκλον τῶν μὲν πρότερόν εἰσι μείζους, αὐτοὶ δὲ ἑαυτοῖς ἀναλογοῦνται τῷ μεγέθει. |
| book 462 | τὸ δὲ μέτρα περισκοπέοντι (464), τὰς τοῦ ἔτους περιτροπὰς καὶ περιόδους σκοποῦντι, ἀνυομένων τῶν ἐνιαυτῶν. ἑκάστῃ γὰρ τροπῇ ἡ περίοδος. |
| book 465 | —σήματα δ’ εὖ μάλα πᾶσι: σημεῖα δέ φησιν αὐτοῖς τοῖς κύκλοις, τοὺς ἀστέρας λέγων δι’ ὧν γράφονται, σαφῆ καὶ γνώριμα εἶναι· ἀλλὰ τὰ μὲν περὶ αὐτούς, τὰ δὲ ἐπ’ αὐτῶν, τὰ δὲ σύνεγγυς. συνεεργμένα δὲ (466) συνηρμοσμένα. τὸ δὲ ἐπιρρήδην ὡς ἐξονομακλήδην. ἐπειδὴ οὗτοι καθ’ ἑαυτοὺς ἀόρατοί εἰσι καὶ οὐδὲ καταλαμβάνονται, διὰ τοῦτό φησιν ὅτι σημεῖα ἑκάστῳ ἐπιρρήδην καὶ δυνάμενα ληφθῆναι ἐκ τοῦ σύνεγγυς καὶ πανταχόθεν συνηγμένα. καὶ ἐπάγει τὰ σημεῖα κατωτέρω. |
| book 465 | ἐντεῦθεν δὲ περὶ τῶν κύκλων διεξέρχεται. τὸν γὰρ πάντα λόγον τῆς σφαίρας εἰς δʹ διεῖλε, καὶ πρῶτον μὲν ἠρίθμηται τὰ ἠστεριγμένα, δεύτερον δὲ περὶ κύκλων λέγει, ἑξῆς δὲ περὶ συνανατολῶν καὶ συνδύσεων, τελευταῖον δὲ περὶ σημείων. ὄντων δὲ πλειόνων κύκλων, ὡς ἐδηλώσαμεν ἐν ἀρχῇ τοῦ βιβλίου, τούτους μόνους ἐξείλετο, ἰσημερινόν τε καὶ ζῳδιακόν, καὶ τοὺς τροπικοὺς δύο. τούτων γὰρ μάλιστα δεόμεθα πρὸς γνῶσιν τῶν φαινομένων. εἰσὶ δὲ καὶ βέβαιοι καὶ μόνιμοι. |
| book 465 | τῶν γὰρ ἄλλων οἱ μὲν κατὰ μέγεθος μεταβάλλουσιν, ὥσπερ οἱ ἀρκτικοί, οἱ δὲ κατὰ τὰ μεγέθη (εἰσὶ γὰρ τέλειοι οἱ μέγιστοι) ἐν οἷς μάλιστα μεταπίπτουσι ζῳδίοις. οἱ δὲ δʹ πᾶσιν οἱ αὐτοὶ ἀεί, ζῳδιακός, ἰσημερινός, ..... |
| book 467 | —αὐτοὶ δ’ ἀπλανέες: αὐτοὶ δὲ οἱ κύκλοι ἀπλανεῖς καὶ πάντες ἡρμοσμένοι ἀλλήλοις εἰσίν, εἴγε καὶ ἀρχόμενοι παραλλήλους αὐτοὺς εἰρήκασιν εἶναι. τί οὖν, φαμεν, τὸ ἀρηρότες ἀλλήλοισι; κατὰ τὸ μέγεθος. ἴσοι γάρ εἰσι τῷ μεγέθει, οὐχ οἱ πάντες, ἀλλ’ ὁ ἰσημερινὸς τῷ ζῳδιακῷ· οὗτοι γὰρ μεσάζουσι τὴν σφαῖραν· ἴσοι δὲ ὅ τε θερινὸς τροπικὸς καὶ ὁ χειμερινός. καὶ ὅτι τοῦτό ἐστιν ἐπιφέρει καὶ αὐτός· |
| book 467 | „ἀτὰρ μέτρῳ γε δύω δυσὶν ἀντιφέρονται“ (468). τινὲς δὲ οὕτως ἤκουσαν τὸ ἀντιφέρονται ἀντὶ τοῦ ἐναντιοῦνται, καὶ γὰρ ἀντιφερίζειν ἐστὶ τὸ ἐναντιοῦσθαι, ἵν’ οὕτως ἀκούωμεν ὅτι ὁ ζῳδιακὸς καὶ ὁ θερινὸς ἐναντίοι εἰσίν. ὁ μὲν γὰρ ζῳδιακὸς μείζων, ὁ δὲ ἐλάσσων, καὶ πάλιν ὁ μὲν ἰσημερινὸς μείζων, ὁ δὲ χειμερινὸς ἐλάσσων. ἢ δύω δυσὶν ἀντιφέρονται: τῷ μεγέθει κατὰ δυάδα ἀναλογοῦσιν ἀλλήλοις ἡρμοσμένοι. τούτων οἱ μὲν τροπικοὶ κατὰ τὰς ἐπαφὰς συνέχουσι τὸν ζῳδιακόν, ὁ δὲ ἰσημερινὸς κατὰ τομὰς συνδέδεται τῷ ζῳδιακῷ. τὸ δὲ ἀπλατέες νοητοί, διὸ καὶ σημείων τινῶν ἐδεήθημεν κατὰ τὴν ἐπίγνωσιν τῶν τόπων αὐτῶν, οὐ δυναμένων τῇ ὄψει ληφθῆναι, καθάπερ ὁ γάλακτος τύπος ὃς καλεῖται γαλαξίας. ὁ ἰσημερινὸς δὲ τέμνει μέσον τὸν διάμεσον καὶ τέμνεται ὑπ’ |
| book 467 | αὐτοῦ. τομαὶ δέ εἰσιν αὐτοῦ Κριοῦ καὶ τῶν Χηλῶν ἀρχαί, καθ’ ἃς ἀμφοτέρας γενόμενος ὁ ἥλιος τὰς ἰσημερίας ἄγει ἔαρος καὶ μετοπώρου, καὶ κατ’ ἀμφοτέρας δι’ αὐτοῦ τὴν περιφορὰν ποιεῖται παρ’ αὐτὸ [τοῦ] κληθέντος ἰσημερινοῦ. ἴσος δέ ἐστι καὶ 〈τῷ〉 διὰ μέσων καὶ μέγιστος τῶν παραλλήλων, καὶ δίχα τὴν γῆν καὶ τὸν οὐρανὸν τέμνει, τῶν πόλων ἑκατέρων τῷ ἴσῳ διεστώς. τούτων δὲ ὡμολογημένων σαφῆ γίνεται τὰ λεγόμενα. τὸ δὲ ἀτὰρ μέτρῳ γε ... ἴσοι ὁ ἰσημερινὸς καὶ ὁ ζῳδιακός. μέγιστοι γάρ. οἱ δὲ τροπικοὶ τούτων μὲν ἐλάττους, ἴσος δὲ ἑκάτερος αὐτῶν τῷ λοιπῷ. |
| book 467 | ἄλλως: ἕκαστον δωδεκατημόριον μοιρῶν λʹ, ὥστε εἶναι τὸν κύκλον μοιρῶν τξʹ. ὁ τοίνυν ἥλιος ὑπεναντίος τῷ παντὶ τὴν ἰδίαν ποιούμενος κίνησιν, μίαν ἔγγιστα μοῖραν ἑκάστης ἡμέρας ὑπολειπόμενος, κατὰ μὲν τὴν ἀρχὴν τοῦ Καρκίνου γενόμενος, ὅτε καὶ βορειότατός ἐστι, θέρους ἄγει τροπήν, καθ’ ἣν μάλιστα τὴν ὑπὲρ γῆς αὐτοῦ φαινομένην ἀπὸ ἀνατολῶν ἐπὶ δύσιν φοράν, ἣν κοινῶς λέγομεν ἡμέραν, μεγίστην τῶν ἄλλων ἐν τῷ ἐνιαυτῷ πασῶν, τὴν δὲ λοιπὴν ὑπὸ γῆς 〈ἐπ’〉 ἀνατολὴν [καὶ] περιφοράν, ἣν νύκτα λέγομεν, ἐλαχίστην εἶναι συμβέβηκε, διὰ τὸ [κατὰ τὸ μέρος] ὡς πρὸς ἡμᾶς ἐξῃρημένον τοῦ πόλου. |
| book 469 | —εἴ ποτέ τοι νυκτός: τῆς ἀνεφέλου. ὁ δὲ λόγος· εἴ ποτέ σοι ἀνεφέλου νυκτὸς οὔσης, ὅτε καὶ τοὺς ἑαυτῆς ἀστέρας ἀκριβέστερον ἐπιδείκνυται ἡ νύξ, καὶ οὐδεὶς τῶν ἀστέρων ἀδρανὴς τὸ φῶς ἐκ τῆς σελήνης φέρεται, ἀλλὰ πᾶς ἀστὴρ φαίνεται. ὅτε πᾶς ἀστὴρ φαιδρός ἐστι (τοῦτο γάρ ἐστι [τὸ] ὅτε πάντα τὰ ἄστρα διὰ τοῦ κνέφους φαίνεται ὀξέα καὶ λαμπρά), εἰ δή ποτέ σοι τὸ τηνικαῦτα ἔκπληξις ἦλθε καὶ θαυμασμὸς κατανοήσαντι τὸν οὐρανὸν πανταχόθεν ἡπλωμένον σφαιροειδῶς καὶ περιφερῶς, ἢ καὶ ἄλλος παρεστηκώς τις ἔδειξεν ἐκεῖνο τὸ περίβλεπτον ὅπερ γάλα καλοῦσι. λέγει δὲ τὸν γαλαξίαν κύκλον, οὗτος γὰρ |
| book 469 | μόνος παρὰ τοὺς ἄλλους πάντας ὄψει ἐστὶν εὐκατάληπτος διὰ τὴν ἐν αὐτῷ ὥσπερ νεφελώδη πίλησιν. τὸ δὲ ἀδρανέων (471), ἐκ τοῦ φωτὸς τῆς σελήνης ἀδρανιζόμενος. τὸ δὲ διχόμηνι γράφεται καὶ νεόμηνι, τῇ νεωστὶ καὶ πρῶτον ἐκ συνόδου φαινομένῃ, ἐπειδὴ τότε ἐμφανῆ εἰσι τὰ ἄστρα μὴ καταυγαζόμενα ὑπὸ τοῦ σεληνιακοῦ φωτός. |
| book 470 | —οὐρανίη Νύξ: ἤτοι ὅτι τῶν οὐρανίων θεῶν, ἢ ἐν ᾗ μάλιστα ἐκφανὴς ὁ οὐρανός, ἢ τάχα ἡ κατὰ τὸ μεσονύκτιον. τότε γὰρ ἀκριβοῦται μάλιστα τὰ ἄστρα ὀξέως φαινόμενα. |
| book 474 | —εὐρέϊ κύκλῳ: εἰ τοίνυν ἀσελήνου νυκτὸς οὔσης θελήσεις τὸν γαλαξίαν σκέψασθαι, ᾧ πᾶς διχοτομεῖται ὁ οὐρανός (ἔστι γὰρ τῶν μεγίστων κύκλων), φανήσεταί σοι ὅμοιος γάλακτι. ἔστι γὰρ οὗτος λευκός, λοξούμενος διὰ τῶν τροπικῶν, καὶ σμικρὸν ὑπερπίπτων αὐτούς, τέμνων τὸν ζῳδιακὸν κύκλον κατὰ Διδύμους καὶ Τοξότην. εἴρηται δὲ οὕτως διὰ τὸ λευκαῖς νεφέλαις σημαίνεσθαι τὴν περιγραφὴν αὐτοῦ. Ἐρατοσθένης δέ φησι μυθικῶς αὐτὸν ἐξηγούμενος ὑπὸ τοῦ τῆς Ἥρας γάλακτος γεγενῆσθαι ἐκχυθέντος. ἤκουσε γὰρ περὶ τοῦ Ἑρμοῦ ὅτι οὐκ ἴδιος αὐτῆς ἐστιν. |
| book 476 | —κεῖνο περιγληνές: ὅπερ κύκλῳ τὸν οὐρανὸν περιλαμβάνει, τὸ καλούμενον γάλα. καὶ γὰρ τοῦ ζῳδιακοῦ μᾶλλον ἐμπεριέλαβε τὸν οὐρανόν. ὁ μὲν γὰρ ζῳδιακὸς μέχρι τῶν τροπικῶν κάτεισιν, ὃ δὲ καὶ τῶν λοιπῶν ἐπιψαύει κύκλων. |
| book 477 | —τῷ δή τοι χροιὴν μέν: τούτῳ δὴ τῷ γαλαξίᾳ. νοοῦνται δὲ καὶ ἄλλοι κύκλοι. ἄπειροι μὲν 〈οἱ〉 ὑφ’ ἑκάστου τῶν ἀστέρων τῇ περιφορᾷ γραφόμενοι παράλληλοι περὶ τοὺς αὐτοὺς τῷ κόσμῳ πόλους κείμενοι, ἄπειροι δὲ οἱ διὰ τῶν πόλων ὀρθοὶ πρὸς τοὺς παραλλήλους καλούμενοι κόλουροι, ἄπειροι δὲ οἱ μήτε παράλληλοι μήτε διὰ τῶν πόλων, ἀλλὰ λοξοί, πεπαρμένοι δὲ ἐν τοῖς ἀπείροις. κόλουροι δὲ ὅτι μέρος αὐτῶν ἀφαιρεῖταί τι καὶ ἔστιν ὑπὸ γῆν. ὁ δὲ Ἄρατος τούτων οὐκ ἐμνήσθη οὐδένος. |
| book 477 | ὁ δὲ νοῦς· τούτῳ δὴ τῷ γαλαξίᾳ οὐδεὶς τῶν ἄλλων ἐστὶ τὴν χροιὰν ὅμοιος, διὸ καὶ οἱ ἄλλοι ἀφανεῖς, αὐτὸς δὲ φανερός ἐστι. τὸ δὲ δινεῖται (478) συμπεριφέρεται τῷ οὐρανῷ. ἄλλως: τῷ γαλαξίᾳ οἱ δύο τῶν εἰρημένων τεσσάρων ἰσόμετροί εἰσιν, ὅ τε ζῳδιακὸς καὶ ὁ ἰσημερινός (καὶ γὰρ οὗτοι μέγιστοι), οἱ δὲ λοιποὶ δύο μείονες, ὅ τε χειμερινὸς τροπικὸς καὶ ὁ θερινός. |
| book 480 | —τῶν ὁ μὲν ἐγγύθεν ἐστί: λοιπὸν ἑξῆς διδασκαλίαν ποιεῖται ἀκολούθως πάλιν ἀπὸ τοῦ βορειοτέρου κύκλου, καί φησιν· „ὁ μὲν θερινὸς πλησίον ἐστὶ τοῦ κατιόντος βορέου“. καὶ ἐν ἄλλοις εἶπε (241) νέον κατιόντος ἀκούει. |
| book 481 | —ἐν δέ οἱ ἀμφότεραι: λοιπὸν ἀπὸ τῶν ἐπικειμένων ἄστρων τὴν κατάληψιν αὐτῶν δίδωσιν. ἄρχεται δὲ ἀπὸ τῶν Διδύμων, ὧν ἐν ταῖς κεφαλαῖς ἐστιν ὁ κύκλος. ἐν αὐτῷ δὴ καὶ τοῦ Ἡνιόχου τὰ γόνατα. ἀρηρότος δὲ τοῦ ἡρμοσμένου, καὶ οἷον συμπεφυκότος τῷ Ταύρῳ. |
| book 483 | —λαιὴ δὲ κνήμη: ἡ δὲ τοῦ Περσέως ἀριστερὰ κνήμη καὶ αὐτὸς ὁ ἀριστερὸς ὦμος ἐπίκειται τῷ κύκλῳ. τὸ δὲ Ἀνδρομέδης (484)· τὴν δεξιάν, φησί, τῆς Ἀνδρομέδας κατὰ τὸ μέσον ἐπέχει ὁ κύκλος ὀλίγον ἀνωτέρω τοῦ ἀγκῶνος. εἶτα, ἐπειδὴ τὸ λέγειν ἀνωτέρω τοῦ ἀγκῶνος ἀσαφὲς ἦν πότερον ὡς ἐπὶ τὸν καρπὸν ἢ ἐπὶ τὸν ὦμον, αὐτὸς αὐτό φησι· „τὸ μὲν θέναρ καὶ τὸ τῆς χειρὸς κοίλωμα ἐν ὕψει κεῖται πλησίον τοῦ βορέου, αὐτὸς δὲ ὁ ἀγκὼν νοτιώτεροσ“. |
| book 487 | —ὁπλαὶ δ’ ἵππειοι: αἱ δὲ τοῦ Ἵππου ὁπλαὶ καὶ ὁ τοῦ Ὄρνιθος αὐχὴν σὺν αὐτῇ τῇ ἄκρᾳ κεφαλῇ καὶ οἱ λαμπροὶ τοῦ Ὀφιούχου ὦμοι αὐτοῦ περὶ τὸν κύκλον κινοῦνται περιελαθέντες καὶ ἐγκείμενοι. |
| book 490 | —ἣ δ’ ὀλίγον φέρεται: σημειοῦται καί φησιν· „ἡ δὲ Παρθένος ὀλίγον ἐστὶ νοτιωτέρα τοῦ κύκλου, καὶ οὐκ ἐπιψαύει αὐτοῦ“. ἀλλὰ Λέων καὶ Καρκίνος (491)· κατὰ κοινοῦ τὸ ἐπιβάλλει (490)· „ἀλλ’ ὁ Λέων καὶ ὁ Καρκίνος ἐπιψαύουσι τοῦ κύκλου“. ὁ γὰρ κύκλος τὸν μὲν Λέοντα ὑπὸ τὸ στῆθος καὶ τὴν γαστέρα μέχρι τῶν αἰδοίων τέμνει, τὸν δὲ Καρκίνον δι’ ὅλου τέμνει ἄχρι τοῦ νωτιαίου ὀστράκου. ὑπὸ γὰρ τὰ ζῴδιά ἐστιν ὁ κύκλος. αὐτὰ γὰρ ἐπίκειται. |
| book 490 | ὑπένερθε [τοῦ] χελείου (494), ὑπὸ τὸν νῶτον. |
| book 495-496 | —ἧχι μάλιστα διχαιόμενόν κε νοήσαις ὀρθόν: [δικαίως καὶ] ὀρθῶς, ὅπου μάλιστα [ἐν τούτῳ τῷ ζῳδίῳ] χωριζόμενον καὶ διχῶς τεμνόμενον θεωρήσειας 〈ἂν〉 τὸν Καρκίνον. |
| book 496 | —οὕτως ὀρθῶς καὶ θαυμάστως διχῆ αὐτὸν τέμνει, ὡς καὶ διὰ μέσων τῶν ὀφθαλμῶν εἶναι τὸν κύκλον, καὶ τὸν μὲν ὡς ἐπὶ τὰ βόρεια εἶναι τῶν ὀφθαλμῶν, τὸν δὲ ὡς ἐπὶ τὰ νότια. οὕτως ἀκρίβειά τις τοῦ διχοτομήματος. |
| book 497 | —τοῦ μὲν ὅσον τε: πρὸς τὸ κλίμα Ἑλλησπόντου καὶ Μακεδονίας δοκεῖ ποιεῖσθαι τὴν τῶν φαινομένων πραγματείαν. καὶ ἦν πιθανόν, ἔνθα καὶ διέτριβεν, ἐκεῖ τοὺς λόγους ποιεῖσθαι. ἀντιπίπτει τὸ ῥηθὲν τῷ κείνη που κεφαλὴ τῇ νίσσεται ... (61), τουτέστιν ὑπὸ τοῦ ἀρκτικοῦ φέρεται κύκλου, καθ’ ὃ κλίμα ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ιδʹ καὶ γʹ πεμπτημορίων ὥρας, τουτέστι καθ’ ὃ τὰς Ἀθήνας καὶ τὴν Ἔφεσον κεῖσθαι λέγουσι, καὶ ὁ πόλος ἐξήρτηται μοίρας ζʹ καὶ λʹ. |
| book 497 | 〈δι’ ὀκτώ〉: ὡς εἰς ὀκτὼ λέγει τὸν κύκλον ποιήσαντα, τὸ πέμπτον μέρος διημερεύειν, τὸ δὲ γʹ ἔχειν τὴν νύκτα. |
| book 498 | —πέντε μὲν ἔνδια: τούτου μέν, φησί, τοῦ κύκλου οὗ [εἶπε] τῆς καταλήψεως δεδώκαμεν σημεῖα, εἰς ὀκτὼ μετρηθέντος καὶ μερισθέντος, τὰ μὲν πέντε μέρη ὑπέργεια καὶ ἐν ὕψει 〈ἂν〉 εὑρεθείη κινούμενα, τὰ δὲ λοιπὰ τρία ἐν δύσει καὶ ὑπὸ γῆν. ἐν δὲ τούτῳ τῷ κύκλῳ τροπαὶ θεριναὶ γίνονται. ἐκ δὲ τούτου τὸ μέτρον ἐστὶν οὕτω συνιδεῖν. θῶμεν γὰρ τὰς τοῦ νυχθημέρου ὥρας, αἵ εἰσιν κδʹ. ἦν οὖν τῶν ὀκτὼ τὰ πέντε διηνεκῶς ὑπέργεια, τὰ δὲ τρία ὑπόγεια. ἀριθμήσωμεν ἑκάστου μέρους εἰς τρεῖς ὥρας συμπληρουμένου τρισσάκις πέντε, ιεʹ, ὥστε εἶναι τὴν θερινὴν 〈ἡμέραν〉 ὡρῶν ιεʹ, πάλιν τὰ ὑπόγεια μοίρας ἔχοντα τρεῖς, ὅ ἐστι τρὶς τρία, θʹ, καὶ ἔστιν ἡ θερινὴ νὺξ ὡρῶν θʹ, τὸ δὲ ἀνάπαλιν ἐπὶ τοῦ χειμῶνος· ἡ μὲν ἡμέρα ὡρῶν |
| book 498 | θʹ, ἡ δὲ νὺξ ιεʹ. ἐπειδὴ γὰρ μείζων ἡ περιφορὰ γίνεται τῶν ϛʹ ζῳδίων, διὰ τοῦτο εἰ καὶ δύο ὥρας ἕκαστον ζῴδιον ἐπέχει καὶ ὀφείλει δωδεκάωρος εἶναι ἡ χειμερινὴ νὺξ καὶ ἡ θερινὴ ἡμέρα, ὅμως διὰ τὴν μεγάλην περιφορὰν πλείων ἀναλίσκεται χρόνος. τὸ δὲ ἔνδια ἡμερινά, ὑψηλὰ ὑπὲρ γῆν, παρὰ τὸν ἔνδιον καιρὸν τὸν μεσημβρινόν, εἴγε καὶ ἡ μεσημβρία μεσαιτάτη ἐστὶ πάσης τῆς σφαίρας. |
| book 498 | 〈πέντε〉 μὲν ἐνδιαστρέφεται τουτέστιν ἐν τῷ οὐρανῷ. |
| book 499 | —θέρεος δέ οἱ: ἐν τῷ θερινῷ κύκλῳ αἱ τροπαί εἰσι τοῦ ἡλίου. θέρεος δέ οἱ ἐν τροπαί: κατὰ λόγον. αἱ γὰρ θεριναὶ τροπαὶ ἐν τούτῳ τῷ ζῳδίῳ γίνονται τοῦ ἡλίου ὀγδόην μοῖραν Καρκίνου ἐπέχοντος. μετὰ γὰρ τὴν ὀγδόην ἄρχεται ταπεινότερος πρὸς ἀναλογίαν ὁ ἥλιος γίνεσθαι, καὶ διὰ τοῦτο οὐκέτι ἐπιδίδωσιν ἡ ἡμέρα, ἀλλ’ ὑφαιρεῖ. μαρτυρεῖ δὲ τῷ λόγῳ τούτῳ ἡ διὰ τῶν ὡρολογίων ἐνέργεια [σκιὰ τοῦ γνώμονος]· |
| book 499 | μετὰ γὰρ τὸ παραλλάξαι τὸν ἥλιον τὴν ὀγδόην μοῖραν Καρκίνου, οὐκέτι ἐπεκτείνεται, ἀλλ’ ἀνασπᾶται. τὸ δὲ ἐν τροπαί: τουτέστι τῷ ζῳδίῳ τούτῳ τὸ τέλειον τοῦ ἑαυτοῦ ὕψους λιμπάνει καὶ τὴν ἐπὶ τὸ νοτιώτερον τροπὴν ποιεῖται. τῷ δὲ ὅσον τε μάλιστα (497) προσεκτέον ὡς ὀρθῶς ἔχει. δηλοῖ γὰρ μὴ διηκριβῶσθαι, ἐν πλάτει δὲ λέγεσθαι τὸν ἀριθμὸν τῆς διαιρέσεως, ὅπως μὴ ἐνοχλῆται ὁ Ἄρατος ὡς ἀγνοήσας καὶ τὸ δι’ Ἑλλησπόντου κλίμα 〈ὡσ〉 τὸ δι’ Ἀθηνῶν γράψας. |
| book 500 | —ἀλλ’ ὁ μὲν ἐν βορέω: καὶ οὗτος μὲν οὖν, φησίν, ἐν τῷ βορείῳ μέρει ὑπὸ τὸν Καρκίνον ἐστήρικται. ἐν γὰρ τῷ Καρκίνῳ, ὅτε ὁ ἥλιος ὑψοῦται, ποιεῖ τὴν θερινὴν τροπικὴν ὥραν. |
| book 501 | —ἄλλος δ’ ἀντιόωντι: περὶ τοῦ χειμερινοῦ τροπικοῦ διαλαμβάνει, καί φησιν „ἄλλος δὲ κύκλος ἐν τῷ νοτίῳ τῷ ἐξ ἐναντίας τοῦ βορέω [ἀντιόωντι], ὃς τέμνει μέσον τὸν Αἰγόκερων“. ἐν τούτῳ γὰρ τῷ ζῳδίῳ τροπαὶ χειμεριναὶ γίνονται. τινὲς δὲ ἔγραψαν ἀντιόωντα νότῳ ἀμαθῶς. ἀντιόων γάρ ἐστιν ὁ μεταλαμβάνων τῶν τοῦ νότου πνευμάτων. οὐκ ἔστι δέ, ἀλλ’ ἐπειδὴ ἐν τοῖς ἄνω (480) „πλησίον βορέου“ εἶπε, καὶ νῦν „ἐν τῷ νοτίῳ τῷ ἔχοντι ἐναντίαν θέσιν τοῦ βορρᾶ“. |
| book 501 | διὰ δὲ τούτων δηλοῦται ὅτι ὁ χειμερινὸς τροπικός, νότιον ἔχων τὴν θέσιν, ἐναντίος ἐστὶ τῷ θερινῷ τροπικῷ, καὶ περιγράψει τὸν Αἰγόκερων. λοιπὸν δὲ ἐκ τῶν ἐπιψαυόντων δίδωσιν αὐτοῦ τὴν κατάληψιν. |
| book 503 | —ἀτὰρ Κυνὸς οὐ μάλα πολλὴν: μερίδα τοῦ σώματος λαμβάνει. αἴνυσθαι γὰρ τὸ λαμβάνειν· „ἀλλ’ ὀλίγην μερίδα ἐπέχει τοῦ σώματος τοῦ Κυνός, ἄχρι τῶν ἐμπροσθίων ποδῶν“. 〈ἀλλ’ ὁπόσην ἐπέχει ποσίν,〉 τοσαύτην τούτου αἴνυται μερίδα. ἄκροι γὰρ οὗτοι πόδες ψαύουσι τοῦ κύκλου. |
| book 505 | —μετάφρενον: αἱ φρένες ἐν τῷ στήθει περίκεινται. μετάφρενον γὰρ τὸ μετὰ τὴν φρένα ἤγουν τὸ ὄπισθεν τῆς φρενός, τὸ δίμοιρον τῆς ῥάχεως. |
| book 506 | —〈ἀγαυοῦ〉: γράφεται καὶ ἐλαφροῦ Τοξευτῆρος, καθὸ οἱ τοξόται ψιλοί εἰσιν. |
| book 507 | —τὸν πύματον καθαροῖο: τοῦ Τοξότου οὐκ ἔστι τι νοτιώτερον. τοῦτο οὖν ὅτι εἰς τὸν Τοξότην πύματον καὶ ἔσχατον φέρεται ὁ ἥλιος ὡς ἐπὶ τὸν νότον κατιών, καὶ λοιπὸν διερχόμενος ὡς ἐπὶ τὰ βόρεια ἀπὸ Αἰγοκέρωτος. τὸ δὲ καθαροῖο ὅτι αἰθρηγενέτης ὁ ἄνεμος τὸν Τοξότην τοῦτον τελευταῖον ἐν τοῖς νοτίοις παρέρχεται. τρέπεταί γε μὲν αὐτοῦ: ἐν αὐτῷ δὲ τῷ Τοξότῃ ἐν τοῖς τελευταίοις χειμερινὸς τρέπεται ὁ ἥλιος ἀπὸ τοῦ Τοξότου τελευτῶν καὶ ἄρχεσθαι μέλλων τῷ Αἰγοκέρωτι. |
| book 509 | —καί οἱ τρία μέν: ἴσοι οὗτοι κατὰ τὸ μέγεθος. ὁ χειμερινὸς τροπικὸς ἐναντίως τῷ θερινῷ τροπικῷ κατὰ τὴν θέσιν πέπονθεν. τρία μὲν γὰρ αὐτοῦ διαστήματά ἐστιν ὑπέργεια, πέντε δὲ ὑπόγεια. διὰ τοῦτο καὶ ὁ ἥλιος Αἰγοκέρωτος ἐπέχων μοῖραν ὀγδόην ἐννέα μὲν ὡρῶν τὴν ἡμέραν ποιεῖ, τὴν δὲ νύκτα ιεʹ. κατὰ δὲ τὴν χειμερινὴν τροπὴν τὰ πέντε ὑπὸ γῆν, τὰ δὲ τρία ὑπὲρ γῆν. |
| book 511 | —μεσσόθι δ’ ἀμφοτέρων: διαλαμβάνει τὰ περὶ τοῦ ἰσημερινοῦ, καὶ τούτου τὸ μέγεθος δίδωσιν ἀπὸ τοῦ ἤδη ἐγνωσμένου κύκλου τοῦ γαλαξίου. ἴσους δὲ ἀποφαινόμεθα εἶναι κατὰ τὸ μέγεθος τόν τε γαλαξίαν καὶ τὸν ζῳδιακὸν καὶ τὸν ἰσημερινόν. πάντες γὰρ διχῶς τέμνουσι τὴν σφαῖραν. ὁ δὲ νοῦς· ἀμφοτέρων δέ, τοῦ τε θερινοῦ τροπικοῦ καὶ τοῦ χειμερινοῦ, κατὰ τὸ μέσον ἐστὶν ὁ κύκλος, ὅσος καὶ ὁ τοῦ γαλαξίου. |
| book 513 | —ἐν δέ οἱ ἤματα: ἐν ἀμφοτέραις δὲ ταῖς ἰσημερίαις ἐν αὐτῷ γίνονται αἱ ἡμέραι ταῖς νυξὶν ἴσαι. ἰσοῦνται γὰρ περὶ μόνας τὰς πρώτας μοίρας. δύο δὲ γίνονται ἰσημερίαι, φησί, καὶ μία μὲν ὅτε φθίνει τὸ θέρος, τῇ γὰρ κεʹ τοῦ Θώθ, ὅς ἐστι κατὰ Ῥωμαίους Σεπτέμβριος, γίνεται ἐν ταῖς Χηλαῖς ἡ τροπὴ καὶ ἰσημερία ἐστὶ μειουμένων τῶν ἡμερῶν ...... |
| book 515 | —σῆμα δέ οἱ Κριός: τὴν κατάληψιν αὐτοῦ δίδωσιν ἐκ τῶν ἐπιψαυόντων αὐτῷ ζῳδίων. σημεῖον δὲ τοῦ κύκλου ὁ Κριὸς ὁ πᾶς καὶ τὰ τοῦ Ταύρου γόνατα κεῖται. ἀλλ’ ὁ μὲν Κριὸς κατὰ μῆκος καὶ δι’ ὅλου ἡρμοσμένος φέρεται τῷ κύκλῳ, τοῦ δὲ Ταύρου ὁπόση ἐστὶ κλάσις καὶ καμπὴ τῶν σκελῶν. ἄλλως: ὁ μὲν Κριὸς ὅλος ἐστὶ τῷ κύκλῳ προσηρμοσμένος, ὁ δὲ Ταῦρος κατὰ μόνην τὴν τῶν σκελῶν καμπήν. |
| book 519 | —καμπή τ’ αἰθομένης: ἡ ἀπὸ τῆς κεφαλῆς πρώτη καμπή. αἰθομένης δὲ τῆς ἐχούσης καυσώδη ἰόν. καυστικὸς γὰρ αὐτῆς ὁ ἰός. Εὐφορίων (fr. 50 Powell)· τῆς μὲν δὴ τῶν ὅσσα φύει εὐδείελος αἶα ἢ φύλλῳ 〈τινὸσ〉 ἢ ποίῃ ὅτε χρίμψατο λύθρον ὡς πυρὶ καρφόμενον ψαφαρῇ ἰνδάλλετο τέφρῃ. ἄλλως: αἰθομένης τῆς καιομένης ὑφ’ ἡλίου. σφόδρα γὰρ καταλάμπεται ὑπὸ τὰ ζῴδια ταῦτα οὖσα. |
| book 519-520 | —ἐλαφρὸς Κρητήρ: ἔνι οἱ ἀντὶ τοῦ ἐν αὐτῷ ἐστι, τῷ ἰσημερινῷ κύκλῳ, καὶ ὁ ἐλαφρὸς Κρατήρ. ἐλαφρὸς δὲ ὁ ἐλαφρῶς ἐγκείμενος τῷ τῆς Ὕδρας σώματι. ἢ ὁ ἀλαμπής. ἀμυδροὺς γὰρ ἔχει τοὺς πέντε ἀστέρας. [para]τὸ δὲ ἔνι δ’ ἀστέρες οὐχ ὅτι οὐ πολλοὺς ἔχουσιν ἀστέρας αἱ Χηλαί, ἔχουσι γάρ, ἀλλ’ ὅτι οὐ πολλοὶ τῶν ἐν ταῖς Χηλαῖς ἀστέρων ἐπιψαύουσι τοῦ κύκλου. αἱ γὰρ ἄκραι Χηλαὶ ἐπιψαύουσιν. |
| book 522 | —οὐ μὴν Αἰητοῦ: τοῦ μὲν Ἀετοῦ οὐκ ἀπολαμβάνει τι, ἀλλὰ μόνον ἐγγὺς αὐτοῦ ἐστιν ὁ τοῦ Διὸς ἄγγελος Ἀετός. |
| book 525 | —τοὺς μὲν παρβολάδην: τούτους μὲν δὴ τοὺς κύκλους παραβολάδην κειμένους ὁ ἄξων ὀρθοὺς περιβάλλεται καὶ περιέχει, διαπείρει γὰρ τοὺς πάντας, οἳ δὲ ὥσπερ ἐξορθούμενοί εἰσιν ἐπ’ αὐτῷ. ἄλλως: τούτους τοὺς κύκλους παραβολάδην, ὡσανεὶ παραβλητικῶς καὶ παραλλήλως κειμένους, ὁ ἄξων ὀρθοὺς περιέχει. διαπείρων γὰρ αὐτοὺς τῇ τῆς σφαίρας θέσει ἐξορθοῖ, ἅτε δὴ αὐτὸς ὀρθὸς ὤν. |
| book 525 | 〈τοὺς μέν〉: τούτους τοὺς κύκλους παραλλήλως κειμένους ὁ ἄξων ὀρθοὺς περιέχει. ὀρθίως γὰρ διαπείρει αὐτούς. |
| book 526 | —ὁ δὲ τέτρατος ἐσφήκωται: περὶ τοῦ ζῳδιακοῦ κύκλου λέγει. τέσσαρες γάρ εἰσι κύκλοι, νῦν δὲ περὶ τοῦ ζῳδιακοῦ. τὸ δὲ ἐσφήκωται ἀντὶ τοῦ συνέχεται. Ὅμηρος (Ρ 52)· „πλοχμοί θ’ οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο“. ὁ δὲ λόγος· ὁ δὲ ζῳδιακὸς ὁ τέταρτος συνέχεται ὑπ’ ἀμφοτέρων, τοῦ χειμερινοῦ καὶ τοῦ θερινοῦ, λελοξωμένος. διὰ γὰρ τοῦτο ὑπὸ τῶν κύκλων συνέχεται, ἐπειδὴ λελόξωται. καὶ οἱ μὲν τροπικοὶ ἀντιπέρην (528) καὶ ἐναντίοι ἀλλήλοις κείμενοι (ὁ μὲν γὰρ νότιος, ὁ δὲ βόρειος) ἑκατέρωθεν αὐτὸν ἔχουσι. καὶ ὁ μὲν θερινὸς τοῦ Καρκίνου ἐπιψαύει, ὁ δὲ χειμερινὸς τοῦ Αἰγοκέρωτος. |
| book 527 | —〈λοξὸσ〉 ὁ ζῳδιακὸς τροπικοῖς. |
| book 529 | —〈οὔ κεν〉: οὐκ ἂν οὕτω τέκτων καλῶς ἁρμόσειε τροχοὺς ὥσπερ οἱ ἐν τῷ αἰθέρι καλῶς κεκόλληνται. οὔ κεν Ἀθηναίης χειρῶν: οὐκ ἂν ἀπὸ τῆς Ἀθηνᾶς ἀνὴρ ζωγράφος λαβὼν τορνευτὴν σφαῖραν οὕτω γράψειεν ὥς ἐστιν ἐν τῷ οὐρανῷ. λείπει δὲ ἡ ὑπό πρόθεσις, ἵν’ ᾖ ὑπὸ τῶν χειρῶν τῆς Ἀθηνᾶς. τὸ δὲ κολλήσαιτο (530) ἀντὶ τοῦ κατασκευάσειεν. ἄλλως· οὐκ ἂν ὁ τεχνικώτατος, φησί, καὶ αὐτῆς τῆς Ἀθηνᾶς ὁ μαθητὴς ἀμείνονας συνήρμοσε τοὺς κύκλους ὥς εἰσιν. ἄλλως: οὐκ ἂν ὑπὸ τῶν χειρῶν τῆς Ἀθηνᾶς δεδιδαγμένος τις ἀνὴρ ἄλλως κολλήσειε κυλιομένους τοὺς κύκλους ὡς αὐτοὶ ἐν τῷ αἰθέρι περὶ τὸν πλάγιον κύκλον, τὸν ζῳδιακόν, ἀφ’ ἡμέρας εἰς νύκτα διαπορεύοντα. |
| book 529 | τὸ δὲ χειρῶν δεδιδαγμένος ἑλληνισμός ἐστιν ἀντὶ τοῦ „κατὰ χεῖρα μαθὼν καὶ διδαχθεὶς παρὰ Ἀθηνᾶς (Ὅμηρος [ε 250]· „εὖ εἰδὼς τεκτοσυνάων“) οὐκ ἂν ἄλλως κατασκευάσειε περιφερῆ τρόχια οὕτως ὡς ἔχουσιν οἱ κύκλοι“. τὸ δὲ κυλινδόμενα ἀντὶ τοῦ περιφερῆ. τροχάλεια δὲ τροχούς. τὸ δὲ τοῖά τε καὶ τόσα ἀντὶ τοῦ τηλικαῦτα καὶ τοσαῦτα κυκλοτερῆ περιγράφων τὰ τροχάλεια. τὸ δὲ περισφαιρηδὸν (531) περὶ τὴν σφαῖραν. συναρηρότα δὲ (532) λέγων ἀκίνητά φησι 〈τὰ〉 τροπικὰ σημεῖα. |
| book 529 | ἐξ ἠοῦς δὲ (533) ἐξ ἀνατολῆς, ἐπὶ νύκτα (533) ἐπὶ τὴν δύσιν. ἤματα πάντα (533) ὅτι κατὰ τοὺς λήρους τῶν Ἑλλήνων ἀεικίνητός ἐστιν ὁ κόσμος. |
| book 530 | —〈ἄλλῃ〉: ἄλλῳ τρόπῳ ἁρμόσειε καὶ σοφῶς ἐπιόντας ἀλλήλοις τοὺς κύκλους καὶ ἐπιπλεκομένους. |
| book 534 | —καὶ τὰ μὲν ἀντέλλει: καὶ ταῦτα μὲν τὰ κύκλα ἀνατέλλει καὶ δύνει τὰ πάντα κείμενα παραλλήλως, μία δέ ἐστιν ἑκάστου ἄνοδος καὶ δύσις. ἕκαστος τῶν κύκλων τὸ αὐτὸ σημεῖον ἔχει ὅθεν ἀνατέλλει καὶ πάλιν ὅπου δύνει. τοῦτο δὲ ὡς πρὸς ἀντιδιαστολὴν τοῦ ζῳδιακοῦ [τὸ ἑξῆς] ἐπιφέρει. |
| book 536 | —ἑξείης ἑκάτερθεν: ἐξ ἑκατέρου μέρους, καὶ ἐκ δύσεως καὶ ἐξ ἀνατολῆς, ἑκάστου κύκλου ἓν σημεῖον καὶ τὸ αὐτὸ ἐν τῷ ἀνατέλλειν καὶ δύνειν νομίζεται. οἱ μὲν οὖν ἄλλοι ἐν παραλλήλῳ σχήματι κατεστηριγμένοι ἀνατέλλουσί τε καὶ δύνουσιν, ὁ μέντοι ζῳδιακὸς οὐκέτι. |
| book 537 | —αὐτὰρ ὅ γ’ ὠκεανοῖο: ὁ δὲ ζῳδιακὸς κύκλος κατὰ τὴν ἀίδιον τοῦ κόσμου κίνησιν, [οὕτω γὰρ ληροῦσιν Ἕλληνες,] ἀπ’ ἀνατολῆς ἐπὶ τὴν ἑξῆς ἀνατολὴν (ὠκεανὸς γὰρ ὁ ὁρίζων) ὅσον ἔχει διάστημα ἀπὸ τοῦ Αἰγοκέρωτος ἀνατέλλοντος ἕως ἀνατέλλοντος Καρκίνου (ἀπὸ Αἰγοκέρωτος μέν, χειμερινοῦ τροπικοῦ, μέχρι Καρκίνου, θερινοῦ τροπικοῦ) ὑπὲρ γῆν, τοσοῦτον πάλιν ἀπὸ τοῦ Καρκίνου μέχρι τοῦ Αἰγοκέρωτος ὑπὸ γῆν. διηνεκῶς δὲ ἴσον αὐτοῦ γίνεται τὸ ὑπὲρ τὸν ὁρίζοντα τμῆμα τῷ ὑπὸ τὸν ὁρίζοντα. ὅσον γὰρ ἡ ἀνατολὴ τῆς δύσεως ἀπέχει, τοσοῦτον ἡ δύσις τῆς ἀνατολῆς. |
| book 537 | 〈ὠκεανοῦ〉: ὁ ζῳδιακὸς τοσοῦτον τὸν ὁρίζοντα παρέρχεται ὅσον ἐστὶ διάστημα ἀπὸ Καρκίνου ἕως Αἰγοκέρωτος, καὶ αὖθις ἀπὸ Αἰγοκέρωτος ἄχρι Καρκίνου. |
| book 539 | —ὅσσον ἁπάντη: ὅσον ἀπὸ ἀνατολῆς ἔχει τοῦ ὁρίζοντος, τοσοῦτον καὶ ἐν τῷ καταφέρεσθαι. |
| book 541 | —ὅσσον δ’ ὀφθαλμοῖο βολῆς: ἑξάγωνόν ἐστι τοῦτο τὸ σχῆμα καὶ φυσικώτατον. καὶ γὰρ αἱ μέλισσαι, φύσει ζῶσαι καὶ οὐ λόγῳ, τὰς κατατρήσεις τῶν κηρίων ἑξαγώνους ποιοῦσι. τὸν μὲν οὖν κόσμον σφαιρικὸν συμβέβηκεν εἶναι, τὴν δὲ γῆν κέντρον. ἀνάγκη οὖν 〈τὰσ〉 ἐκβαλλομένας ἀπὸ τῆς ὄψεως ἐπὶ τὸν οὐρανὸν εὐθείας, βεβηκότων ἡμῶν ἐπὶ τῆς γῆς καὶ τοῦ σχήματος τυγχάνοντος σφαιροειδοῦς, ἴσας ἴσαις εἶναι. ὅση οὖν, φησίν, ὄψεως γίνεται εὐθεῖα ἀναβλεπόντων ἡμῶν πρὸς τὸν οὐρανόν, τοσαῦται ὀφείλουσιν ἓξ νοεῖσθαι δι’ ὅλης τῆς περιφερείας. αὗται δὲ λαμβανόμεναι κατὰ παράλληλον σχῆμα, καὶ ἴσον ἀλλήλων ἀφεστῶσαι, δύο περιλαμβάνουσι κατὰ τὴν ἑαυτῶν μεσότητα ζῴδια. οὕτω γὰρ ἀποτελοῦσι τὸ ἑξάγωνον σχῆμα. |
| book 541 | ἄλλως: τεχνικῶς πάνυ καὶ γεωμετρικῶς διῄρηκε τὸν ζῳδιακὸν κύκλον εἰς τὰ δωδεκατημόρια. λέγει γάρ· ὅσον ἡ ὁρατικὴ ὄψις, τουτέστιν ἀκτὶς ἡ ἀφ’ ἡμῶν ἀφιεμένη, ἐπέχει μέχρι τῆς τοῦ ἀνωτάτω οὐρανοῦ ἐπιφανείας, τηλικαύτην εὐθείαν ἑξάκις ἐγγράψας τῷ κύκλῳ, εἶτα ἑκάστην αὐτῶν τεμὼν διχῶς, εὑρήσεις ιβʹ τῶν ζῳδίων δωδεκατημόρια. εἶτα καταριθμεῖται τὰ ζῴδια. τὸ δὲ θεώρημα ὡς ἄρα ἡ ἐκ τοῦ κέντρου τοῦ κύκλου ἴση ἐστὶ τῇ ἐγγραφομένῃ ἐν κύκλῳ ἑξαγώνῳ πλευρᾷ. |
| book 541 | ἀποτέμνεται: ἀντὶ τοῦ περιγράφεται καὶ δεικνύει. μὴ θαυμάσωμεν δὲ εἰ ἕκαστον τῶν ζῳδίων τηλικοῦτόν ἐστι κατὰ μέγεθος ὡς τὸ ἥμισυ ἐπέχειν τοῦ ἀπὸ γῆς ἐπὶ τὸν οὐρανὸν διαστήματος. καὶ γὰρ χώρας ὁλοκλήρου ἕκαστον μεῖζόν ἐστιν. ἀλλ’ ἐπειδὴ πόρρωθέν ἐσμεν, οὕτως ἡμῖν φαίνεται ὀλίγα, καίπερ ὄντα μεγάλα, ὡς καὶ ὁ ἥλιος παρὰ τοῖς μαθηματικοῖς ἐπιστεύθη τῆς πάσης οἰκουμένης ὀκτωκαιδεκαπλασίων ὤν, καὶ ἡ πᾶσα γῆ τοῦ μεγέθους αὐτοῦ ὀκτωκαιδέκατόν ἐστιν, καὶ ὅμως ἡ περιφέρεια αὐτοῦ οὐ πάνυ τι δοκεῖ μεγάλη εἶναι, ἐπειδὴ σφόδρα αὐτῆς ἐσμεν κεχωρισμένοι. οὕτω τὰ ἄστρα μεγάλα ἐστὶ καὶ σφόδρα ἐπὶ πολὺ ἐκτεταμένα, ἀλλὰ τῷ χωρισμῷ ἡμῶν βραχέα φαίνεται. |
| book 541 | ἄλλως: ὁ Σπόρος οὕτω φησίν· „ὅσον δὲ τῆς ἀπὸ τοῦ ὀφθαλμοῦ βολῆς (τῆς ἀκτῖνος) ἀποτέμνεται καὶ ἀφαιρεῖται ἡ αὐγὴ τοῦ αἰθέρος, ἑξάκις ἂν τοσαύτη ἀκτὶς ὑποδράμοι τὸν ζῳδιακὸν ἀπηρτισμένον. ἑκάστη δὲ οὕτως ὑποδραμοῦσα ἴση δύο ἂν περιτέμοι καὶ περιλάβοι ζῴδια, τῶν ὑπ’ αὐτῇ κειμένων δωδέκατα μέρη.“ ἄλλως: ἐν παντὶ κύκλῳ ἡ ἐκ κέντρου πρὸς τὴν περιφέρειαν πίπτουσα εὐθεῖα ἑξάκις ὑποτείνει τὴν ὅλην περιφέρειαν. ἔπειτα συγχρῆται τῷ τὴν γῆν σημείου καὶ κέντρου λόγον ἐπέχειν πρὸς τὴν τῶν ἀπλανῶν ἄστρων σφαῖραν, ὡς τῶν ὄψεων τῶν ἡμετέρων οὐδὲν τοῦ κέντρου τῆς σφαίρας διαφερουσῶν κατά γε τὴν θέσιν πρὸς τὸ πᾶν, καὶ ὅτι οὐδὲν διαφέρον ἐστὶν ἢ ἀπ’ αὐτοῦ τοῦ κέντρου [τουτέστι] τῆς γῆς ὁρᾶν τὰ οὐράνια ἢ ἀπό τινος τόπου τῶν ἐπὶ τῆς γῆς ἐπιφανείας κειμένων· οὕτως ἐστὶ μικρὸν καὶ σημειῶδες τὸ μεταξὺ τοῦ κέντρου καὶ τῆς ἐπιφανείας διάστημα. |
| book 543 | —ἴση μετρηθεῖσα: ἐνταῦθα γεωμετρικόν τι σχῆμα δηλοῖ. παντὸς γὰρ κύκλου ἡ εὐθεῖα ἴση ἐστὶ τῇ ἐν τῷ κύκλῳ ἐγγραφομένῃ ἑξαγώνῳ πλευρᾷ, τουτέστι τοῦ κύκλου τὸ κέντρον τοσοῦτον τῆς περιφερείας ἀπέχει ὅσον ἐστὶν ἐν αὐτῇ τὸ ἕκτον τῆς χώρας. εἰ οὖν ἡ γῆ κέντρου χώραν ἐπέχει, ἡμεῖς οἱ ἐν ταύτῃ βεβηκότες ἑξάκις ὑπὸ τοῦ κύκλου περιβαλλόμεθα. ἡ δὲ εὐθεῖα τοῦ κύκλου ἴση ἑξάκις ληφθεῖσα, ιβʹ ἀποτελεῖ ζῴδια, ἑκάστη δὲ τοῦ ὀφθαλμοῦ αὐγὴ ἴση ἶσα καταληφθεῖσα δύο ἄστρα περιτέμνει. |
| book 544 | —Ζωίδιον δέ ἑ κύκλον: λοιπὸν τῶν ιβʹ ζωδίων ὀνομασίαν ποιεῖται, καὶ ἄρχεται πάλιν ἀπὸ τοῦ ἐπισημοτέρου ἐν τοῖς βορείοις τοῦ Καρκίνου. |
| book 545 | —τῷ ἔνι Καρκίνος ἐστί: διὰ τί ἀπὸ Καρκίνου ἤρξατο, τῶν Αἰγυπτίων ἀπὸ Κριοῦ λαμβανόντων τὴν ἀρχήν; ὅτι ἀεὶ ὁ Ἄρατος ἀπὸ τῶν βορείων ἄρχεται, βορειότατος δέ ἐστιν ὁ Καρκίνος. οἱ δὲ Αἰγύπτιοι εἰκότως ἀπὸ τοῦ Κριοῦ ποιοῦνται τὴν ἀρχήν, πάντα τὰ ζῴδια λαμβάνοντες κατὰ ἀναλογίαν τῶν μελῶν τοῦ σώματος. καὶ τὸν μὲν Κριὸν κεφαλὴν εἶναί φασιν, ἐν ᾗ τὸ ἡγεμονικόν, Ταῦρον δὲ τὸν αὐχένα, ἄχρι τῶν ποδῶν, οἵ εἰσιν Ἰχθύες. καὶ ὅτι ἐν τῷ Κριῷ ὁ ἥλιος ἰσημερίαν ποιεῖται. |
| book 545 | τὰ ὀνόματα τῶν δωδεκατημορίων καὶ ζῳδίων ἐν τούτοις. τὰ δὲ πολλὰ αὐτῶν καθ’ ὁμοιότητα, ἔστι δὲ ἃ καὶ κατὰ πάθος, ὡς Ὑδροχόος, πολλῶν τὸ τηνικαῦτα ὑετῶν καταφερομένων [ἡλίου διαβαίνοντος αὐτόν]. διαφέρει δὲ ζῴδιον δωδεκατημορίου 〈τῷ〉 μὴ συναπαρτίζειν τὸ ζῴδιον τῷ δωδεκάτῳ μέρει τοῦ ζῳδιακοῦ, ἀλλ’ ἔνθα μὲν ἐλλείπειν, ὡς ἐπὶ τοῦ Κριοῦ καὶ Καρκίνου, ὅπου δὲ ὑπερβάλλειν, ὡς ἐπὶ τοῦ Σκορπίου καὶ τῆς Παρθένου. |
| book 550 | —ἐν τοῖς ἠέλιος φέρεται: ἐναντίαν τῷ παντὶ κίνησιν ποιεῖται ὁ ἥλιος, ἡμέρας ἑκάστης μοῖραν μίαν οὐχ ὅλην κινούμενος. τξʹ οὖν μεθιστάμενος μοίρας, τὸν ὅλον κύκλον, ἐν τξεʹ ἡμέραις καὶ τετάρτῳ μάλιστα μέρει τοῦ νυχθημέρου διανύει πάντα τὸν ἐνιαυτόν. ἐν τούτοις οὖν τοῖς δώδεκα ζῳδίοις ὁ ἥλιος φέρεται τὸν ἐνιαυτὸν συντελῶν ἅπαντα. ἐν ἑκάστῳ γὰρ ζῳδίῳ ποιεῖ μῆνα καὶ μίαν ἡμέραν ἐφ’ ἑκάστης ἀνύων. πορεύεται δὲ τὴν μέσην γραμμὴν τοῦ ζῳδιακοῦ, πρὸς μῆκος κινούμενος, καὶ οὐχ, ὡς οἱ ἄλλοι πλάνητες, πρὸς πλάτος. ποιεῖται δὲ τὴν πορείαν ἐναντίως τῷ παντὶ κύκλῳ. ὁ μὲν γὰρ κύκλος ἀπὸ ἀνατολῶν ἐπὶ δύσεις φέρεται, ὃ δὲ ὡς ἐπὶ ἀνατολάς, |
| book 550 | διὰ τοιοῦτον λόγον· οἷον τοῦ Κριοῦ βραδύτερον δύνει ὁ Ταῦρος, ὅσῳ ἀνωτέρω αὐτοῦ ἐστι, καὶ καταφερομένου τοῦ Ταύρου οἱ Δίδυμοι, καὶ ἑξῆς τὰ λοιπά, τῆς τοίνυν καταφορᾶς καὶ δύσεως τοῦ παντὸς ἀεὶ ὑψηλότερος καὶ ἀνωτέρω πορεύεται ὡς ἐπὶ τὸ φανερὸν τοῖς ἀνθρώποις. |
| book 551 | —καί οἱ περὶ τοῦτον ἰόντι: τῶν γὰρ ἀστέρων κατὰ καιρὸν ἀνατελλόντων αὔξονται καὶ οἱ καρποὶ τῶν φυτῶν. τῶν καρπῶν γὰρ μητέρες αἱ Ὧραι. οἱ καιροὶ οὖν, τῶν καρπῶν γεννητόρες, αὔξονται διανύοντος τοῦ ἡλίου τὸν πάντα κύκλον. |
| book 553 | —τοῦ δ’ ὅσσον κοίλοιο: κοῖλον ὀρθῶς ἔφη τὸν ὁρίζοντα. τῷ μὲν γὰρ ἔξωθεν νοοῦντι κυρτὸς φανεῖται, τῷ δὲ ἔνδοθεν καὶ ἀπὸ τῆς γῆς κοῖλος. ὁ δὲ νοῦς· ὅσον δὲ αὐτοῦ ὑπὸ τὸν ὁρίζοντα πίπτει, τοσοῦτον καὶ ὑπὲρ γῆς ἀναφέρεται. ἀεὶ γὰρ ἐπ’ ἀκριβὲς ἓξ μὲν ὑπὲρ γῆς ζῴδια, ἓξ δὲ πάλιν ὑπὸ γῆν. γεωμετρικῶς δὲ καὶ ἀστρονομικῶς ἔφη. |
| book 555 | —δυωδεκάδες κύκλοιο: τὰ μὲν γὰρ ζῴδια οὔτε ἐντὸς τοῦ ζῳδιακοῦ κύκλου εἰσὶν ὅλα [οὔτε ἐκπεπλήρωται], ἔστι δὲ ἃ καὶ ὑπερπέπτωκε. τὰ δὲ πολλὰ αὐτῶν καὶ πλάγια καταδύνει καὶ οὐκ ὀρθὰ ἀναφέρεται. ὥστε οὐκ ἄν τις ἐξ αὐτῶν λάβοι τὸ ἀκριβές. τῶν δωδεκατημορίων δὲ ἕκαστον λʹ μοίρας ἔχει, κἂν κατὰ τὸν ἡλιακὸν λογίζηταί τις κύκλον, εὑρήσει μόγις ἑκατὸν ὀγδοήκοντα ὑπὲρ γῆς ἀεὶ καὶ διὰ παντὸς μοίρας. |
| book 556-557 | —τοῦτό φησιν ἥμισυ κύκλου (557), τὸ ὑπέργειον. τὸ ἥμισυ οἷον τὸ ἀπὸ Καρκίνου μέχρι Τοξότου. ἐπὶ τοσοῦτον μῆκος ἐκτείνεται ἑκάστη τῶν νυκτῶν ἐφ’ ὅσον καὶ τὸ ἥμισυ τοῦ κύκλου ἀπ’ ἀρχομένης τῆς νυκτὸς ἄρχεται ἀνατέλλειν. τετάνυσται: τοσοῦτον ἐπὶ μῆκος ἑκάστη νὺξ ἀεὶ τείνεται καθ’ ὅσον καὶ τὸ ἡμικύκλιον. διὰ δὲ τὸ τὰς νύκτας πῇ μὲν μείζους εἶναι, πῇ δὲ ἐλάττους, καὶ μὴ φθάνειν τὸν κύκλον περιλαμβάνεσθαι πάντα, διὰ τοῦτο προσέθηκε τὸ ἀρχομένης ἀπὸ νυκτὸς ἀείρεται ὑψόθι γαίης (558), ὡς τῶν βορείων, ἅτε ὑψηλοτέρων, καὶ τὸ ὅλον ἡμικύκλιον διὰ τῆς νυκτὸς περιλαμβανόντων. |
| book 556-557 | τόσσον δ’ ἐπὶ μῆκος: διὰ συντομίας εἶπε τὰ διαστήματα τῶν νυκτῶν, ἀφ’ ὧν καὶ τὰ τῶν ἡμερῶν νοητέον. ὅμοιον γάρ. ὁ δὲ λόγος· ἑκάστη νὺξ ἐπὶ τοσοῦτον μῆκος γίνεται, ἢ τοσοῦτον ἔχει τὸ διάστημα τῆς περιφορᾶς, ὅσον ἀπὸ νυκτὸς ἀρχομένης ἐπαίρεται καὶ περιάγεται μέρος τοῦ κύκλου, τὸ ἥμισυ, ἐπέχον ἓξ ζῴδια. οἷον εἰ ἀρχομένης τῆς νυκτὸς ἀνατέλλει Καρκίνος περὶ πρώτην καὶ δευτέραν ὥραν, τοσοῦτον ἕξει διάστημα ἕως οὗ πάλιν ἐπὶ δύσιν 〈ἂν〉 ἔλθῃ, καὶ ἀνυσθέντος τοῦ ἡμικυκλίου ἀπὸ Καρκίνου ἕως Τοξότου, τὸ πᾶν τῆς νυκτὸς μῆκος τελεῖται. πάλιν δὲ 〈εἰ〉 δύνειν ἀπὸ Αἰγοκέρωτος ἤρχετο ἡ νύξ, κατὰ τὸ διάμετρον ἕως τῶν Διδύμων 〈ἂν〉 εἶχε τὴν περιφοράν. φησὶν οὖν ὅτι ἑκάστης νυκτὸς τοιοῦτόν ἐστι τὸ μῆκος οἷον ἐπαίρεται μέρος τοῦ κύκλου, λέγω δὴ τὸ ἥμισυ, |
| book 556-557 | ἀρχομένης αὐτῆς. καλῶς δὲ εἶπε τὸ ὅσον ἥμισυ (557), ἐπειδὴ τὰ μὲν μεγάλην ἔχει τὴν περιφοράν, τὰ περὶ τὰ βόρεια, τὸ δὲ ἥμισυ ἐλάττονα, τὸ περὶ τὰ νότια. ἅπαξ οὖν τοσοῦτον ἔσται τὸ μῆκος ὅσον καὶ τὸ ἐπιφερόμενον ἡμικύκλιον. |
| book 559 | —οὔ κεν ἀπόβλητον: σφόδρα φροντίζει ὁ Ἄρατος τῶν ναυτιλλομένων, καὶ διὰ πολλῶν τεκμηρίων πειρᾶται αὐτοῖς χειμαζομένοις καθ’ ὅσον ἔξεστι βοηθεῖν. διὸ ἐναντίον ποιεῖ Ἡσιόδῳ. ὃ μὲν γὰρ σφόδρα τῶν γεωργῶν, ὃ δὲ τῶν ναυτιλλομένων ποιεῖται ἐπιμέλειαν. ἄλλως: οὐ σφόδρα ἀδόκιμον καὶ πάρεργον. βούλεται δὲ σημεῖα λέγειν τοῖς ναυτιλλομένοις ὅτι, ἐὰν νυκτὸς συμβαίνῃ τινὰ κινδυνεῦσαι, ἀφοράτω, καὶ μαθήσεται μετὰ πόσας ὥρας ἔσται ἡ ἡμέρα, καὶ ἐκ τούτου γινωσκέτω τί δεῖ ποιεῖν. καὶ τότε οὐκ ἄν τοι εἴη ἀδόκιμον καὶ [τῷ] μηδέν, ἐπιτηροῦντι τὴν ἡμέραν καὶ ἐκδεχομένῳ, περισκοπεῖν ἕκαστον τῶν ἄστρων ἐπειδὰν ἀνατείλῃ, ἀλλ’ ἀπὸ τοῦ ἐναντίου ἐλευθέριον ἂν εἴη. |
| book 559 | ἄλλως: οὐκ ἀδόκιμον ἔσται σοι τοῦτο παρατηροῦντι σκέπτεσθαι τὰς τῶν ζῳδίων ἀνατολάς, ἐν αἷς ἐστιν ὁ ἥλιος. μαθὼν γὰρ ὅτι ἐν Κριῷ ἐστιν, ἔαρος ἀρχὴν γνώσῃ. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν. ταῦτα δέ τις γνούς, πότε δεῖ σπείρειν καὶ θερίζειν εἴσεται. οἳ δὲ τὸ ἑξῆς οὕτω λέγουσιν· ἐπιτήρει πότε ἡμέρα ἐστίν, ἤγουν ἐν τίνι ζῳδίῳ ἐστὶν ὁ ἥλιος. ὁ γὰρ εἰδὼς τοῦτο εἴσεται πόστη νυκτός ἐστιν ὥρα, θεωρῶν ἐντεῦθεν ἀρχὴν τῶν ἀνατολῶν καὶ συγκαταδύσεων. |
| book 559 | μοίρας δὲ εἶπε νῦν τὰ ζῴδια δι’ ὧν ὁ ἥλιος φέρεται. ἤματος εἴη: λείπει ἡ περί πρόθεσις, ἵν’ ᾖ· περὶ τοῦ ἤματος [τῶν μοιρῶν, τουτέστι τῶν ζῳδίων] ἐννοοῦντι καὶ θεωροῦντι σκέψασθαι καὶ διαγνῶναι πότε ἀνατέλλει ἑκάστη μοῖρα, τουτέστιν ἕκαστον ζῴδιον. τὸ γὰρ καθ’ ἓν ζῴδιον μοῖρά ἐστι τοῦ παντὸς κύκλου. |
| book 560 | —μοιράων σκέπτεσθαι: μοίρας φησὶ καὶ τὰς εἰς ξʹ λεπτὰ κατατομάς, καὶ τὰς ἡμέρας, καὶ τὰ ζῴδια. νῦν δὲ τὴν ὅλην τοῦ ζῳδίου περιπόλησιν μοῖραν ὠνόμασεν. |
| book 561 | —αἰεὶ γὰρ τάων: τούτων γὰρ τῶν μοιρῶν, ἀντὶ τοῦ τῶν ἀστέρων, μιᾷ διὰ παντὸς συνανατέλλει ὁ ἥλιος, ὥστε, σὺν αὐτῷ πάλιν ἐκείνῳ τῷ ἄστρῳ δύνοντος τοῦ ἡλίου, τὰ ἄλλα ἐκ τῆς νυκτὸς ἀνιόντα δυνατὸν περισκοπεῖν. |
| book 562 | —περισκέψαιο μάλιστα: ταύτας δὴ τὰς μοίρας περισκοπούμενος ἀκριβῶς καὶ εἰς αὐτὰς ὁρῶν, 〈εἰσ〉 ἓν ἕκαστον τῶν ιβʹ ζῳδίων ἀφορῶν, πάνυ ἂν δύναιο καταλαβέσθαι αὐτάς. εἰ δὲ ἐξ ὀμβρῶν καλύπτονται, ἢ ἐκ τῶν παρακειμένων ὀρῶν [γίνονται ἀφανεῖς] κεκρυμμέναι [ἢ ἀπὸ ὄρους] 〈ἀφανεῖσ〉 ἔχουσι τὰς ἀνατολάς, ὥστε συνορᾶν, ἡρμοσμένα καὶ ἀσφαλῆ [καὶ] πάλιν ποιοῦ τεκμήρια τοῖς ἐπερχομένοις (565), τοῖς συνανατέλλουσι τοῦ ζῳδιακοῦ παρ’ ἑκάτερα, ἔν τε τῷ νοτίῳ καὶ ἐν τῷ βορείῳ, καὶ ἄλλοις ἄστροις. |
| book 566 | —αὐτὸς δ’ ἂν μάλα τοι: [περὶ] τοῦ ὁρίζοντός φησι κέρατα τήν τε ἀνατολὴν καὶ τὴν δύσιν. καὶ γὰρ περιφερεῖς πάλιν ἐν τῇ δύσει κέρασίν εἰσι παραπλήσιοι. ὁ δὲ νοῦς· αὐτὸς δὲ ὁ ὠκεανὸς ἐκ τοῦ ἀνατολικοῦ μέρους καὶ τοῦ δυτικοῦ τεκμήρια δίδωσιν ἔκδηλα καθ’ ἑκάστην ἡμέραν ἀνατελλόντων καὶ δυνόντων τῶν ζῳδίων καὶ τῶν λοιπῶν. καὶ γὰρ εἴτε 〈τὰ ἐξ〉 ἀνατολῆς ἄστρα κατέχοιτο, ἐκ τῶν δύσεων τεκμήρια 〈ἄν〉 σοι διδοίη, εἴτε καὶ τὰ ἐκ τῶν δύσεων, τὰ ἐξ ἀνατολῆς. |
| book 566 | 〈κεράων ἑκάτερθε〉: ἐξ ἀμφοτέρων τῶν μερῶν τοῦ ὁρίζοντος, ἔκ τε τοῦ ὑπὲρ γῆν ἡμισφαιρίου καὶ τῶν λοιπῶν μορίων, λέγει δὲ τῶν ἄστρων. τοῦτο δέ· ὁ ὠκεανὸς ἐξ ἀμφοτέρων τῶν κεράτων παρέχει τεκμήρια δι’ ἄστρων, ἅπερ, ἕκαστον ἐκ τούτων, πολλὰ ἐπιστεφανοῦται ἑαυτῷ καὶ περίκειται, ὅταν ἑκάστην μοῖραν ἕκαστον ἄστρον ἀναφέρηται. ἐκ γὰρ τοῦ ὑπογείου κύκλου ὑποτίθεται εἶναι τὸν ἥλιον 〈ἐν〉 Καρκίνῳ· πρὶν δὲ 〈ἂν〉 ἀνέλθῃ δεῖ σκοπεῖν τά τε ἄστρα 〈καὶ〉 συμβάλλειν ὅτι μέλλει ἡμέρα γίνεσθαι. πάλιν μεταφέρει τὸν ἥλιον εἰς Λέοντα καί φησι „πρὶν ἀνελθεῖν τὸν Λέοντα, σκόπει τὰ παρακείμενα ἄστρα καὶ συμβάλῃσ“. εἶτα μετάγει ἐπὶ τὴν Παρθένον τὸν ἥλιον. |
| book 568 | —ὁππῆμος: ὑφ’ ἓν ἀναγνωστέον. ὃ γὰρ λέγει τοιοῦτόν ἐστιν· αὐτὸς δέ σοι ὁ ὁρίζων κατὰ ἀνατολὴν καὶ δύσιν δείξει τὰ ζῴδια ἃ περιστρέφει ἐν ἑαυτῷ (τὸ γὰρ περιστρέφεται ἀντὶ ἐνεργητικοῦ ἐστι) [δείξει] ὅταν ἑκάστην τῶν μοιρῶν (ἀντὶ τοῦ τῶν δωδεκατημορίων) ἀναφέρῃ, ὁπόταν ἀνατέλλουσαν παρέχηται. |
| book 569 | —οὔ οἱ ἀφαυρότατοι: μέλλων διεξέρχεσθαι τὸν περὶ ἀνατολῶν καὶ δύσεων λόγον, καὶ συνανατελλόντων καὶ συγκαταδυόντων τὴν ἀρχὴν ἀπὸ Καρκίνου ποιεῖται, ὃν καὶ ἐν τῇ ἀρχῇ τοῦ ζῳδιακοῦ κύκλου πρῶτον ὠνόμασε, καί φησιν ὅτι Καρκίνου ἀνατέλλοντος οὐκ ἀμαυρὰ οὐδὲ ἄσημα ἄστρα συνανατέλλει αὐτῷ καὶ ἀντικαταδύνει. δύνειν δὲ τὸν Στέφανόν φησι κατὰ τὸ ἥμισυ, καὶ τὸν Νότιον Ἰχθὺν κατὰ ῥάχιν (572), πρὸς ἀνατολὰς ἐστραμμένων αὐτοῦ τῶν περὶ τὴν γαστέρα μερῶν. καὶ ἀντικαταδύνειν δέ φησι τὸν Ὀφιοῦχον ἀπὸ ποδῶν μέχρις ὤμων, καὶ τὸν Ὄφιν ὃν ἔχει ἐν ταῖς χερσὶ μέχρι τραχήλου. |
| book 572 | —κατὰ ῥάχιν: εἰς δυσμὰς φέρεται ὡς ἐπὶ τὴν ῥάχιν ὁ Νότιος Ἰχθύς. ἄνω γὰρ νένευκεν. ὅτε δὲ ταῦτα δύεται ἀνατέλλοντος τοῦ Καρκίνου, πρώτη ἢ δευτέρα ὥρα τῆς νυκτός. |
| book 574 | —ἐσχατιαὶ βάλλουσι: πάλιν περὶ τοῦ Στεφάνου ἀναλαμβάνει, μέλλοντος ἀνατέλλειν τοῦ Καρκίνου· „τούτου γὰρ ἀνατέλλοντος, τὸ ἥμισυ τοῦ Στεφάνου ἴδοις ἂν ὑπέργειον, τὸ δ’ ἄλλο ἥμισυ αἱ δύσεις προσβάλλουσι καὶ ἀφανίζουσιν, εἰς δύσιν τοῦ Στεφάνου κατιόντοσ“. ἐσχατιὰς δὲ τὰς δύσεις φησίν, ἐπεὶ καὶ προτέρην (432) τὴν ἀνατολὴν λέγει. |
| book 575 | —αὐτὰρ ὅγ’ ἐξόπιθεν: ὁ δὲ Νότιος Ἰχθὺς εἰς τοὐπίσω τραπεὶς καὶ [οὕτως] ἔχων τὴν θέσιν τὰ μὲν ὑπέρτερα, τὰ οὐραῖα, ἐν τῷ ἀφανεῖ ἔχει, τὰ δὲ ὑπὸ τὴν γαστέρα ἐν τῷ μετεώρῳ, ὅπερ βίαιόν ἐστι (τὸ ὑπέρτερα δύνειν τὰ οὐραῖα). διό τινες ἐπὶ τὸν Ἐν γόνασι τοῦτο μετενηνόχασι. τὰ γὰρ ὑπέρτερα αὐτοῦ ἐπὶ κεφαλὴν ἤδη δέδυκεν ὅτε καὶ τὸ ἥμισυ τοῦ Στεφάνου, τὰ δὲ κάτω περὶ τὴν ἐσχάτην γαστέρα ἔτι ἐν τῷ μετεώρῳ ἔχει. |
| book 577 | —τὸν δὲ καὶ εἰς ὤμους κατάγει: τὸν δὲ Ὀφιοῦχον ἀπὸ γονάτων μέχρι τῶν ὤμων ἐπὶ δυσμὰς ἄγει ἀνατέλλων ὁ Καρκίνος, καὶ τὸν Ὄφιν ἄχρι αὐχένος. μογερὸν δὲ ὅτι ὅλος περὶ τὸν Ὄφιν πονεῖ. |
| book 578 | —αὐχένος ἐγγύς: τουτέστι μέχρι αὐχένος αὐτοῦ τοῦ Ὀφιούχου. ἄλλως: τοῦτο προσλαβεῖν ἀναγκαῖον ὅτι ὁ Ὀφιοῦχος ἅμα Διδύμοις ἀναφερομένοις ἄρχεται δύνειν ἀπὸ τῶν ποδῶν μέχρι γονάτων, ὥστε ἀκόλουθόν ἐστι τὸ νῦν εἰρημένον, καὶ οὕτως ἔχει ὁ λόγος· „μέχρι τῶν ὤμων καταφέρεται καὶ μέχρι τοῦ αὐχένος τοῦ Ὄφεωσ“. ὀρθοῦ γὰρ αὐτοῦ δύνοντος, τὰ μέχρι τῶν γονάτων ἀπὸ τῶν ποδῶν προκαταδέδυκεν ἤδη καὶ Διδύμων ἀναφερομένων. |
| book 579 | —οὐδ’ ἂν ἔτ’ Ἀρκτοφύλαξ: οὐ πολὺς οὐδὲ ἐξ ἴσου φαίνεται ἀμφοτέρωθεν, τουτέστιν ἐκ τῶν ὑπὲρ γῆν καὶ τῶν ὑπὸ γῆν, ἀλλὰ τὸ μὲν ὀλίγον ἄνω ὑπὲρ γῆν, τὸ δὲ πλεῖον ὑπὸ γῆν. ἠμάτιος δὲ ὑπέργειος, ἔννυχος ὑπόγειος. „οὐκ ἂν οὖν εἴη πολὺς οὔτε ὑπὲρ γῆν οὔτε ὑπὸ γῆν ὁ Βοώτης τοῦ Καρκίνου ἀνατέλλοντος, ἀλλὰ τὸ πλεῖστον αὐτοῦ καταδεδυκός ἐστιν, ἐλάχιστον δὲ τὸ ἔτι ὑπὲρ γῆσ“. ἐπεὶ γάρ φησιν αὐτὸν τέσσαρσι ζῳδίοις ἀνατέλλουσιν ἀντικαταδύεσθαι, Ταύρῳ, Διδύμοις, Καρκίνῳ, Λέοντι, ὅταν ὁ Καρκίνος ἀνατέλλειν ἄρχηται, οὔθ’ ὑπὲρ γῆν πολύς ἐστιν οὔθ’ ὑπὸ γῆς. δύο μὲν γὰρ αὐτοῦ ἤδη παρεληλύθασι μοῖραι, δύο δὲ ἔτι λείπονται. ὅταν δὲ ἀνενεχθῇ, τρεῖς μὲν αὐτοῦ δεδύκασι, μία δέ ἐστιν ἣ ὑπολείπεται ὑπὲρ γῆς. Ταύρου δὲ ἀνατέλλοντος, αὐτὸς δύνειν ἄρχεται. |
| book 581 | —τέτρασι γὰρ μοίραις: τοῦτο ἦν αἴτιον τοῦ, ἀνατέλλοντος Καρκίνου, τὸ φαινόμενον ὑπὲρ γῆς ὀλίγον ἔχειν τὸν Βοώτην. μοίραις δὲ νῦν τοῖς ζῳδίοις. ὁ δὲ λόγος· „τέτρασι ζῳδίοις ὁμοῦ καταφερόμενον αὐτὸν δέχεται ὁ ὁρίζων“. ὁ γὰρ Βοώτης ἐπιψαύει τῶν δύσεων μετὰ Χηλῶν, εἶτα μετὰ Σκορπίου καὶ Τοξότου, καὶ ὅτε ὁ Αἰγόκερως ἔρχεται ἐπὶ δύσιν, τελείως καὶ ὁλοσχερῶς δύεται. καὶ οὕτω τεσσάρων ζῳδίων ἐπέχει χρόνον ἐν τῷ δύεσθαι. ἐπειδὴ |
| book 581 | τοίνυν ἕως οὗ 〈ἂν〉 ἔλθῃ ὁ Αἰγόκερως εἰς δύσιν, καθ’ ὃν καὶ τελείως ὁ Βοώτης δύεται, λοιπὸν Καρκίνου κατὰ διάμετρον γίνεται ἀνατολή, διὰ τοῦτό φησιν ὅτι τὸ τηνικαῦτα ἠμάτιος ὀλίγος (580) φαίνεται, ἐπειδὴ ἐν τέτρασι μοίραις δέχεται αὐτὸν ὁ ὠκεανός. διηνύσθησαν λοιπὸν Καρκίνου ἀνιόντος. 〈Βοώτην〉: Βοώτην καὶ Ἀρκτοφύλακά φησιν οὗ ἐν τῷ μέσῳ τῶν σκελῶν ἀνατέλλει, Ἀρκτοῦρον δὲ τὸν τῆς Παρθένου. |
| book 582 | —ὃ δ’ ἐπὴν φάεος: „ὁ δὲ Βοώτης ἐπὰν τοῦ φωτὸς καὶ τοῦ φαίνεσθαι κορεσθῇ ὑπέργειος ὤν“. καλῶς εἶπε κορεσθῇ, ἐπειδὴ ὑπέργειος φαινόμενος πολὺν χρόνον ἀναλίσκει, τῆς μὲν ἡμέρας ὥρας ϛʹ, τῆς δὲ νυκτὸς πάσας τὰς ιβʹ. διὸ χαριέντως εἶπεν ἐπὴν κορέσηται, ὅτι τοσοῦτον χρόνον ἀναλίσκει φαινόμενος. ἀνατέλλει γὰρ τῇ Παρθένῳ περὶ ὥραν ϛʹ ἡμερινήν, ἢν καθ’ ὑπόθεσιν ἐν Καρκίνῳ λάβωμεν τὸν ἥλιον· Καρκίνου ὧραι δύο, Λέοντος ὧραι δύο, Παρθένου δύο. εἴθ’ οὕτως ἀνέτειλεν ὥρᾳ ϛʹ. εἰ τοίνυν τὰς μὲν τῆς ἡμέρας λοιπὰς ϛʹ ὥρας ἐν τῷ ὑπεργείῳ 〈ἐστί〉, καὶ τὰς τῆς νυκτὸς ιβʹ ἕως 〈ἂν〉 εἰς τελείαν δύσιν δύνῃ (ἕως γὰρ 〈ἂν〉 οἱ Δίδυμοι ἔλθωσι φαίνεται, ἐν δὲ τοῖς Διδύμοις τὸ τῆς νυκτὸς συμπέρασμα), ἐπεὶ οὖν ὅλας ιηʹ ὥρας ἔμεινε φαινόμενος καὶ ὑπέργειος ὤν, διὰ τοῦτο εἶπεν· „ἐπειδὰν τοῦ φωτὸς κορεσθῇ, λοιπὸν πάλιν μέλλοντος Καρκίνου ἀνατέλλειν, 〈ἐν〉 τῇ δύσει 〈τὸ〉 πλέον ἔχει τοῦ σώματοσ“. |
| book 583 | —βουλυτῷ ἐπέχει: τουτέστιν, ὅταν ὅλος ἀναχωρήσῃ τοῦ ὑπὲρ γῆν μέρους καὶ πανδυσίαν ποιήσῃ, προσλαμβάνει τῷ μεσονυκτίῳ, τουτέστι ταῖς ἓξ ὥραις τῆς νυκτός, ἄλλας ὥρας δύο, ὥστε ἐν ὀκτὼ ὥραις γίνεσθαι αὐτοῦ τὴν παντελῆ κατάδυσιν. διὸ εἶπε κεῖναί τοι νύκτες ἐπ’ ὀψὲ δύοντι λέγονται (585), ἐπεὶ μακροτάτην ποιεῖται τὴν κατάδυσιν. βουλυτὸν δὲ λέγει τὴν ἑσπέραν, καθ’ ὃν καιρὸν λύονται οἱ βόες. ἐδίδαξεν οὖν ἡμᾶς ὅτι ἓξ ὥρας ποιεῖται τῆς ἡμέρας, τῆς δὲ νυκτὸς ιβʹ. τοῦτο οὖν ἐστι τὸ δίχα ἰέναι τὴν νύκτα, διπλοῦν ἀνύειν, τοῦ καιροῦ διπλάσιον τῆς νυκτὸς πορευομένης. φησὶν οὖν· „ἐπειδὰν τοῦ φωτὸς κορεσθῇ, ἐν τῇ δύσει λοιπὸν τὸ πλεῖον ἔχει τοῦ σώματος, ἐπειδὴ ἄκρα αὐτοῦ ἡ κεφαλὴ ἀπολείπεται καὶ χεῖρες, τῆς νυκτὸς τὸ τηνικαῦτα διπλάσιον ἰούσης τῶν ἓξ ἡμερινῶν ὡρῶν“. |
| book 583 | νυκτὸς ἰούσης: τὸ μὲν ὀλίγον ὑπὲρ γῆν, τὸ δὲ πλέον ὑπὸ γῆν, ἐν τῷ βουλυτῷ, τουτέστιν ἐν τῇ δύσει, μένει πλέον τοῦ ἡμίσεος τῆς νυκτός, εἰς δύο αὐτῆς τεμνομένης. ὅτε Καρκίνος, φησίν, ἀνατέλλει, τότε ὁ Ἀρκτοφύλαξ τὸ μὲν ὀλίγον [ἔχων] ὑπὲρ γῆν, τὸ δὲ πλέον ὑπὸ γῆν ἔχει καὶ ἐμβραδύνει καὶ ἐγχρονίζει τῷ βουλυτῷ, οἱονεὶ τῇ δύσει, τουτέστιν ἐγχρονίζει δύνων πλέον τοῦ ἡμίσεος τῆς νυκτός, εἰς δύο αὐτῆς τεμνομένης, ὁπηνίκα τοῦ ἡλίου δύνοντος καὶ αὐτὸς δύηται. |
| book 585 | —ἐπ’ ὀψὲ δύοντι λέγονται: ὀψὲ δύων ὁ Βοώτης διὰ τὸ δʹ μοίρας, τουτέστιν ηʹ ὥρας, ἐπέχειν αὐτόν. Ὅμηρος (ε 272)· „ὀψὲ δύοντα Βοώτην“, ἀντὶ τοῦ βραδέως δυόμενον. αὗται δὲ μάλιστα αἱ περιφοραὶ ὀψὲ δύοντος ἂν κληθείησαν, οὐ μόνον διὰ τὸ τὰς ἐν τῷ καταφέρεσθαι ὀκτὼ ὥρας ἐπέχειν, ἀλλ’ ὅτι καὶ ιηʹ ὧραι γεγόνασιν ἕως οὗ 〈ἂν〉 παντελῶς δύηται. αὗται οὖν αἱ νύκτες μάλιστα ἐπ’ ὀψὲ δύοντι ἂν κληθείησαν. |
| book 586 | —ὣς οἳ μὲν δύνουσι: τοῦτον τὸν τρόπον οἱ προειρημένοι δύνουσιν, ὁ Στέφανος, ὁ Ἐν γούνασι, καὶ ὅσα προεῖπε. [καὶ ἐν τῇ δύσει τὰ ιβʹ σημεῖα. λοιπὸν δὲ καὶ ἀπὸ ἀνατολῆς.] ἀνατέλλει δὲ ὁ Ὠρίων λαμπρὸς ὢν κατὰ τὴν ζώνην καὶ τοὺς ὤμους, ἔχων δὲ κἂν τῷ ξίφει λαμπροὺς ἀστέρας γʹ. συναναφέρει καὶ Ποταμὸν κέραος ἄλλου (589), τουτέστιν ἀνατολικοῦ μέρους. ὁ δ’ ἀντίος: τὰ μὲν οὖν προειρημένα ζῴδια ἀνατέλλοντι τῷ Καρκίνῳ ἀντικαταδύνει, ὁ δὲ Ὠρίων συνανατέλλει αὐτῷ, οὐκ ἀπρεπής, ἀλλὰ καὶ τὴν ζώνην εὐδηλοτάτην ἔχων καὶ τοὺς ὤμους καὶ τὸ ξίφος. ἀνατέλλειν δὲ τὸν Ἠριδανὸν ποταμὸν 〈ποιεῖ〉 καὶ ὅλον θεωρεῖσθαι ὑπὲρ τὸν ὁρίζοντα. |
| book 590 | —ἐρχομένῳ δὲ Λέοντι: ἀνατέλλοντος δὲ τοῦ Λέοντος, ὅσα μὲν ἀντικατέδυνε τῷ Καρκίνῳ παντελῆ ποιεῖται τὴν κατάδυσιν. δύνει δὲ ὁ Ἀετός, τοῦ δὲ Ἐν γόνασι τὰ ἄλλα μέρη δέδυκεν, τὸ δὲ γόνυ τὸ λαιὸν καὶ ἡ κνήμη καὶ ὁ ποὺς ἀκμήν εἰσιν ὑπὲρ γῆν. |
| book 594 | —ἀντέλλει δ’ Ὕδρης κεφαλή: συνανατέλλει δὲ τῷ Λέοντι ἡ κεφαλὴ τῆς Ὕδρας, ὁ Λαγωός, ὁ Προκύων, καὶ τοῦ μεγάλου Κυνὸς οἱ ἐμπροσθίοι πόδες. τὸ δὲ χαροπὸς ἤτοι λαμπρός. καὶ ἐν τῇ ἀνατολῇ τοῦ Καρκίνου ἡ κεφαλὴ τοῦ Λαγωοῦ ἄκρως ἦν ἀνατείλασα, ἀλλ’ ἐπειδὴ οὐ δυνατὸν ἦν ἄκρας μόνης κεφαλῆς μνημονεῦσαι, οὕτω μικροῦ ἄστρου, ὅτε σὺν τῷ Λέοντι πᾶσα ἀνῆλθεν, εἶπε καὶ ἐμνημόνευσεν. |
| book 596-606 | —οὐ μέν θην: περὶ τῆς τοῦ Λέοντος φάσεως ἱκανῶς εἰπών, λοιπὸν καὶ περὶ τῆς ἀνατολῆς τῆς Παρθένου τεκμήρια δίδωσιν· „ἡ δὲ Παρθένος ἀνατέλλουσα οὐκ ὀλίγους ἀστέρας ὑπὸ τὸν ὁρίζοντα βάλλει, ἀλλὰ πολλοὺς εἰς δύσιν κατάγει“. καὶ λέγει ποίους. „ἡ γὰρ Ἀρκαδικὴ τοῦ Ἑρμοῦ Λύρα, καὶ ὁ Δελφίς, καὶ ὁ ὑπὸ τὸν Ἀετὸν Οἰστὸς [οὗτοι γὰρ] ὑπὸ δυσμὰς φέρονται, σὺν τούτοις καὶ τοῦ Κύκνου τὰ πρῶτα πτερὰ περὶ ἄκρους τοὺς ὤμους ἄχρι καὶ τῆς οὐρᾶς δύνει, καὶ τοῦ Ἠριδανοῦ τὰ ἄκρα ἄρχεται σκιάζεσθαι (λοιπὸν γὰρ καὶ ἡ ἀρχὴ τοῦ Ἠριδανοῦ πρὸς δυσμὰς φέρεται· καὶ παρήοροι οἱ ἐν τοῖς ἄκροις ὄντες), τοῦ δὲ Ἵππου ἡ κεφαλὴ καὶ ὁ αὐχὴν δύνει. ἀνατέλλει δὲ ἡ Ὕδρα ἐπὶ πλέον ἕως τοῦ Κρατῆρος· ἀναφέρονται δὲ |
| book 596-606 | οἱ ὀπίσθιοι πόδες τοῦ Κυνὸς καὶ ἡ πρύμνα τῆς Ἀργοῦσ“. ἐμφαντικῶς δὲ εἶπεν ἕλκων ἐξόπιθεν πρύμναν (604). „ἣ δὲ ἡμίτομος οὖσα καὶ μέχρι τοῦ ἱστοῦ κατηστερισμένη ἐμφαίνεται ὅταν ἀνατέλλῃ ὅλη ἡ Παρθένος.“ |
| book 603 | —φθάμενος δὲ Κύων: ὁ δὲ Σείριος τοὺς ὀπισθίους πόδας ἀναιρεῖται, φθασάντων τῶν ἐμπροσθίων. διὸ εἶπε φθάμενος, ὅτι τοὺς ὀπισθίους φθάνει πόδας ἀνατέλλων. |
| book 605 | —ἣ δὲ θέει γαίης: λείπει ἡ ὑπέρ πρόθεσις, ἵν’ ᾖ ὑπὲρ γαίης. ἡ δὲ Ἀργὼ φέρεται ὑπέργειος κατὰ τὸν ἱστὸν διχαζομένη. ὁ γὰρ ἱστὸς ἐπ’ ἄκρου ἐστὶ διχοτομήματος, ἐπειδὴ ἡμίτομός ἐστιν. ἐν γὰρ τῷ μέσῳ τῆς νηός ἐστι, διὸ καὶ ὁ τόπος ἔνθα κεῖται μεσόδμη καλεῖται. ὁ δὲ λόγος· „ἡ δὲ Ἀργὼ πᾶσα ὑπέργειος φέρεται, ἥτις κατὰ τὸν ἱστὸν ἔχει διχοτόμημα, ὁπηνίκα πᾶσα ἡ Παρθένος ἀνατείλῃ, περαιόθεν δὲ ἐκ τοῦ ὑπὸ γῆν μέρους ἀνέλθῃ.“ |
| book 607 | —〈ἐπερχόμεναι Χηλαί〉: ἱκανῶς περὶ τῶν τῆς ἀνατολῆς τῆς Παρθένου τεκμηρίων ἐπεξελθών, ἐπὶ Χηλὰς ἔρχεται καί φησιν· „ἐπερχόμεναι δὲ αἱ Χηλαὶ καὶ μέλλουσαι ἀνατέλλειν, εἰ καὶ λεπτὰ φαίνουσι καί εἰσιν ἀμαυραί, ἄγνωστοι καὶ ἀκατάληπτοι παρέρχονται οὐδαμῶς, ἐπειδὴ μετ’ αὐτῶν τεκμήριον ὁ Βοώτης ἅπας ἀθρόως ἀνατέλλει καταλαμπόμενος τῷ Ἀρκτούρῳ ἀστέρι, ὅς ἐστι μέσος αὐτοῦ τῶν μερῶν, περὶ τὸ ἐν τοῖς μηροῖς ζῶμα“. |
| book 607-610 | —οὐδ’ ἂν ἐπερχόμεναι: ἀλλ’ οὐδὲ αἱ Χηλαὶ ἐπερχόμεναι, τουτέστιν ἀνατέλλουσαι, ἀσημείωτοί εἰσι. συνανατέλλει γὰρ αὐταῖς ὁ Βοώτης. ἀθρόος δὲ εἶπε τὴν ἰδιότητα τῆς ἀνατολῆς δηλῶν, ὅτι τὰ ἐν πολλῷ χρόνῳ δύνοντα ἀθρόως ἀνατέλλει, ἐκ δὲ τῶν ἐναντίων τὰ ταχέως δύνοντα πλείονι χρόνῳ τὰς ἀνατολὰς ποιεῖται, ὥσπερ ὁ Ὠρίων. ἡ δὲ Ἀργὼ μετέωρος ἤδη πᾶσα· μέρη γὰρ αὐτῆς συνανατέλλει Λέοντι, ὥστε ὁμοῦ ταῖς Χηλαῖς τὴν πᾶσαν ἀνατεταλκέναι. γραπτέον δὲ οὐ μάλα πᾶσα, ἐπειδὴ οὐχ ὅλη κατηστέρισται, καθὼς εἴπομεν, ἀλλ’ ἡμίτομος. τὸ δὲ βεβολημένος ἀντὶ τοῦ καταλαμπόμενος τῷ Ἀρκτούρῳ. |
| book 611 | —ἀλλ’ Ὕδρη: ἐπειδὴ εἶπεν „ὅτε ἄνεισιν ὁ Λέων, ἡ κεφαλὴ τῆς Ὕδρας φαίνεται (594), ὅτε ἡ Παρθένος, ἀνατέλλει μέχρι τοῦ Κρατῆρος (602—603), ὅτε αἱ Χηλαί, λοιπὸν ἅπαν τὸ σῶμα πλὴν μόνης τῆς ἄκρας οὐρᾶς (612)“, ἐπάγει εἰκότως ὅτι πολλή τίς ἐστιν ἐν οὐρανῷ κειμένη. ἄλλως: 〈ἀλλ’ Ὕδρη〉 ἀντὶ τοῦ καὶ ἡ Ὕδρα φαίνεται πᾶσα. οἳ δὲ οὕτως ἤκουσαν 〈τὸ〉 Ἀργὼ δ’ οὐ μάλα πᾶσα μετήορος, ὅτι οὐ τὸ τηνικαῦτα ἡ Ἀργώ ἐστι μετήορος, ἀλλὰ καὶ πρὶν τὴν πᾶσαν ἀνελθεῖν Παρθένον. ὅτε μέντοι ἡ πᾶσα ἀνέρχεται, τότε καὶ ἡ Ὕδρα ὁλοσχερῶς φαίνεται. |
| book 615 | —αἰεὶ γνύξ: τοῦ δὲ διὰ παντὸς γνὺξ πεπτηῶτος (λέγει δὲ τοῦ Ἐν γούνασιν) αἱ Χηλαὶ ἀνιοῦσαι μόνην τὴν δεξιὰν κνήμην μέχρι αὐτῆς τῆς ἐπιγουνίδος ἄγουσιν. αἰεὶ δὲ Λύρῃ 〈παραπεπτηῶτοσ〉: τοῦ ἀεὶ ἐν γόνασιν ὄντος καὶ πλησίον τῆς Λύρας ὀκλάζοντος. τοῦτο πρὸς τὴν διδασκαλίαν αὐτοῦ τῆς θέσεως. πλησίον γάρ ἐστι τῆς Λύρας, εἴγε ἐν τοῖς πρώτοις εἶπε γούνατί οἱ σκαιῷ πελάει (272). |
| book 617 | —ἀμφότερον δύνοντα: δύνειν καὶ πάλιν φησὶ τὸν Ἐν γούνασι καὶ διὰ τῆς αὐτῆς νυκτὸς ἀνιέναι, ἐπειδὴ τῶν ἀμφιφανῶν ἄστρων ἐστίν. ἀμφιφανῆ δὲ τὰ ἐπὶ δεξιὰ τοῦ θερινοῦ τροπικοῦ, ὅσα ἀρχομένης νυκτὸς ἀνατέλλοντα φαίνεται, ὥσπερ καὶ ὁ Ἀρκτοῦρος. |
| book 618 | —πολλάκις αὐτονυχεί: κατὰ τὴν αὐτὴν νύκτα. ὁ δὲ Ἐν γόνασι τῶν ἀμφιφανῶν ἄστρων ἐστίν, ὃν συμβέβηκε διὰ τῆς αὐτῆς νυκτὸς θεωρεῖσθαι ἀνατέλλοντα καὶ δύνοντα. μεταξὺ γὰρ τοῦ ἀρκτικοῦ κύκλου κατεστήρικται, ὃν ἔοικεν ἀειφανῆ τυγχάνειν, καὶ [μεταξὺ] τοῦ θερινοῦ τροπικοῦ, ὃν παρέδωκε (498— 499) πέντε μέρη τῶν ὀκτὼ ὑπέργεια ἔχειν, καὶ τρία ὑπόγεια. ὅταν οὖν ὁ ἥλιος τὸν χειμερινὸν τροπικὸν διοδεύῃ, ἔχοντος αὐτοῦ τῶν ὀκτὼ μερῶν τὰ πέντε ὑπόγεια, τὰ δὲ τρία ὑπέργεια, τῆς νυκτὸς κατ’ ἐκεῖνον τὸν καιρὸν δέκα καὶ πέντε ὡρῶν γινομένης, ὁ Ἐν γούνασι, μεταξὺ τοῦ θερινοῦ καὶ τοῦ ἀρκτικοῦ κύκλου τεταγμένος, περιενηνεγμένος ἤδη διὰ τῆς ἡμέρας τὸ ὑπέργειον μέρος, ποιεῖται τὴν δύσιν ἀπὸ πρώτης 〈ὥρας τῆσ〉 ἡμέρας ἀναγκαίως, καὶ περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἀνατέλλων εὑρίσκεται. σὺν ταῖς Χηλαῖς καὶ [τῷ Τοξότῃ] τὸ ἥμισυ τοῦ Στεφάνου συνανατέλλει, καὶ τοῦ Κενταύρου 〈τὰ〉 πρὸς τὴν οὐράν. |
| book 618 | τοῦ μὲν ἄρ’ οἴη: σὺν ταῖς Χηλαῖς, φησί, τοῦ Ἐν γούνασιν ἡ κνήμη φαίνεται μέλλοντος ἀνιέναι τοῦ Ζυγοῦ. ἀνέλαβε δὲ τὸ προειρημένον. |
| book 620 | —αὐτὸς δ’ ἐς κεφαλήν: ἡ μὲν κνήμη, φησίν, αὐτοῦ φαίνεται μελλουσῶν ἀνιέναι τῶν Χηλῶν· αὐτὸς δὲ ἐπὶ κεφαλὴν κείμενος ἐν τῇ ἀνατολῇ ἐκδέχεται τὰς τοῦ Σκορπίου ἀνατολὰς καὶ τοῦ Τοξότου. οὗτοι γὰρ τέλεον αὐτὸν ἄγουσιν. ἄλλως: ταῖς μὲν Χηλαῖς ἡ κνήμη αὐτοῦ συναναφαίνεται, τὰ δὲ μέσα τῷ Σκορπίῳ, ἡ δὲ ἀριστερὰ χεὶρ ἅμα τῇ κεφαλῇ, τῷ Τοξότῃ, ὥστε τρισὶ ζῳδίοις αὐτὸν συναναφέρεσθαι. |
| book 627 | —τῆμος ἀποιχομένην κεφαλήν: ἐν τῷ ἀνιέναι μέλλειν τὴν Παρθένον ἡ κεφαλὴ τοῦ Ἵππου εἰς δυσμὰς κατενεχθεῖσα μόνη. νῦν μελλουσῶν τῶν Χηλῶν ἀνιέναι σὺν ἡλίῳ ἔστιν ἰδεῖν τὸν πάντα Ἵππον δύνοντα. διό φησι· „τὸ τηνικαῦτα μετὰ τὴν παρελθοῦσαν ἑαυτοῦ κεφαλὴν καὶ δύσασαν, ὁ Ἵππος ὁλοσχερῶς [ὅλος] δύεται“. |
| book 628 | —καὶ προτέρου ὄρνιθος ἐφέλκεται ἔσχατος οὐρή: ἢ προτέρου λέγει κατὰ τὴν θέσιν, τοῦ γὰρ Ἵππου ἐπίπροσθέν ἐστι [κατὰ τὴν θέσιν], ἢ πρότερον τὸν Κύκνον λέγει πρὸς ἀντιδιαίρεσιν καὶ πρὸς σύγκρισιν τοῦ Ἀετοῦ· βορειότερος γὰρ αὐτοῦ ὁ Κύκνος. τὰ δὲ βορειότερα καὶ ἀνώτερα, ἐπεὶ προανατέλλει τῶν νοτίων. ἄνω δὲ τὰ βόρεια ὅτι μετεωρότερα ὡς πρὸς τὸν ὁρίζοντα. |
| book 629 | —δύνει δ’ Ἀνδρομέδης κεφαλή: δύνει δὲ ἡ τῆς Ἀνδρομέδας κεφαλή, τῶν δὲ νοτίων τὸ Κῆτος ὥσπερ ἐπ’ αὐτὴν καταφέρεται, ὁ δὲ Κηφεὺς ὥσπερ ἀποσοβῶν τὸ Κῆτος φαίνεται. τοῦ μὲν οὖν Κήτους τὰ μέχρι τῆς λοφιᾶς δύνει, τοῦ δὲ Κηφέως ἡ κεφαλή. τὸ δέ οἱ μέγα δεῖμα: ἐπάγει τῇ Ἀνδρομέδᾳ τὸ Κῆτος ὁ νότος· συνδυόμενον γὰρ δοκεῖ ὡς ἐπ’ αὐτὴν σπεύδειν. τὸ δὲ ἠερόεις ὁ ἀχλυώδης καὶ χειμερινός. ἐν γὰρ τῷ χειμερινῷ μᾶλλον πνεῖ. |
| book 630 | —ἀντία δ’ αὐτός: ποιητικεύεται· ἐκτείνει γὰρ τὴν χεῖρα ὥσπερ παρακελευόμενος τῇ παιδὶ ἐκκλίνειν τὸ Κῆτος, ἐπειδὴ σὺν αὐτῇ κατῆλθεν. |
| book 632 | —καὶ τὸ μὲν ἐς λοφιήν: καὶ τὸ μὲν Κῆτος μέχρι ὤμων καὶ στήθους δύεται, ὁ δὲ Κηφεὺς μόνῃ τῇ κεφαλῇ. τὰ γὰρ λοιπὰ αὐτοῦ ἄδυτα, ὅτι ἔνδον ἐστὶν ἐν τῷ βορείῳ. |
| book 634 | —καμπαὶ δ’ ἂν ποταμοῖο: ἅμα τῷ Σκορπίῳ ἀνατέλλοντι αἱ τοῦ Ποταμοῦ καμπαὶ δύνουσι καὶ ὁ Ὠρίων, ὃς κυνηγετῶν περὶ Χίον τὴν Ἄρτεμιν ἐθεάσατο καὶ τῶν πέπλων αὐτῆς ἐλάβετο. ἡ δὲ θυμωθεῖσα παραυτὰ ἐκ γῆς σκορπίον ἀνέδωκεν ὑφ’ οὗ ἐπλήγη ὁ Ὠρίων. καὶ νῦν οὖν ὡς διὰ φόβον ἀνατέλλοντος Σκορπίου ὁ Ὠρίων δύνει. καμπαί: αἱ δὲ τοῦ Ποταμοῦ καμπαὶ δύνουσι, καὶ Ὠρίων ὡς κυνηγετῶν περὶ Χίον εἶδε τὴν Ἄρτεμιν, καὶ ἐπελάβετο τῶν πέπλων αὐτῆς. ἡ δὲ ἀνέδωκεν ἐκ γῆς σκορπίον ὑφ’ οὗ ἐπλήγη ὁ Ὠρίων. καὶ νῦν ἀνατέλλοντος Σκορπίου δύνει ὁ Ὠρίων ὥσπερ δεδοικώς. |
| book 636 | —ὃς καὶ ἐπερχόμενος: ὅστις Σκορπίος ἀνατέλλων ἐκφοβεῖ καὶ εἰς δυσμὰς ἄγει τὸν Ὠρίωνα. εἶτα ἐπάγει βιωφελῶς τὴν ἱστορίαν, δεικνὺς ὅτι δεῖ μὴ ἀσεβεῖν ἐξ ὧν ὁ Ὠρίων πέπονθεν. ἀρχόμενος δὲ τῆς ἱστορίας, ἐξευμενίζεται τὴν Ἄρτεμιν, ὅτι ἄρχεται λέγειν ὡς ὑπὸ ἀνθρώπου Ὠρίωνος ἐβιάζετο, καὶ τὴν αἰτίαν ἀφοσιοῦται λέγων ὅτι „τῶν παλαιοτέρων ἐστὶν ἡ φήμη, καὶ οὐκ ἐμοῦ“. καὶ σφόδρα ἀστείως αὐτὸ πεποίηκε. βιωφελῆ γὰρ ἐκτιθέμενος τὴν ἱστορίαν, ἐξ ὧν προευμενίζεται δείκνυσιν ὅτι οὐδὲ λόγῳ θεμιτὸν ταῦτα λέγειν, μὴ ὅτι γε καὶ πράττειν. |
| book 636 | προτέρων δὲ λόγος ὅτι μυθικόν τινα λόγον διηγεῖται. ἀναφέρει γὰρ ἐπὶ τοὺς ἀρχαίους τὸ τοῦ Ὠρίωνος διήγημα. ἔχει δὲ ὧδε ἡ ἱστορία ἀπ’ ἀρχῆς· Οἰνοπίων, ὁ Διονύσου καὶ Ἀριάδνης παῖς, ἐν Χίῳ τῇ νήσῳ ᾤκει, ταύτης βασιλεύων. ὡς Ἀνακρέων φησίν, „ὅτι μή, Οἰνοπίων ...“ (fr. ined.) αὕτη ἡ Χίος εἶχε πλεῖστα ἑρπετά, ὡς καὶ διὰ τὸ πολύθηρον αὐτὴν εἶναι ὀφιοῦσσαν καλεῖσθαι. πρὸς χάριν τοίνυν Οἰνοπίωνος, ἦλθεν ἀπὸ Βοιωτίας ὁ Ὠρίων, ἄριστος ὢν κυνηγός, ὅπως καθάρῃ τὴν νῆσον. ἔχων δὲ σὺν αὑτῷ τὴν Ἄρτεμιν κυνηγοῦσαν ἀκόσμως ἐβιάζετο. ἣ δὲ κολώνην τῆς νήσου ἐποίησε διαρραγῆναι, καὶ ἀναδοθῆναι τὸν Σκορπίον, ὑφ’ οὗ πληγεὶς ἀπώλετο. |
| book 636 | καὶ κατηστερίσθη αὐτὸς καὶ ὁ Σκορπίος. ὥσπερ δὲ καὶ ἐν οὐρανῷ δεδοικὼς αὐτὸν ὁ Ὠρίων ἀεὶ φεύγει· καὶ ὅτε ἐκεῖνος ἀνατέλλει, ὁ Ὠρίων δύνει, ὅτε δὲ δύνει ὁ Σκορπίος, ὁ Ὠρίων ἀνατέλλει. καὶ ὅτε ἀνατέλλει ὁ Σκορπίος, ὁ Ὠρίων δύνει ὡς φοβούμενος. ὁ μὲν οὖν Νίκανδρος (Ther. 18) τῆς τῶν θεῶν εὐσεβείας ... γινόμενος, βραχύν τινά φησιν εἶναι τὸν σκορπίον, δεικνὺς ὅτι θεῶν βουλήσει καὶ βραχέα ἰσχύει κατὰ μειζόνων. οὗτος μέντοι ὁ Ἄρατος 〈τῆσ〉 ἀστροθέσεως κατανοήσας τὸ μέγεθός, φησιν ὅτι καὶ ὅλον ὄρος ἀνέρρηξεν ἵνα ἀναδοθῇ ὁ Σκορπίος. |
| book 640 | —θήρης ἀρνύμενος: περιποιούμενος, ἀντικαταλλασσόμενος διὰ τοῦ φονεύειν τὰ ζῷα χάριν Οἰνοπίωνι. ἐὰν δὲ αἰνύμενος γράφηται, σημαίνει τὸ λαμβάνων. ὁ δὲ Ὠρίων κατὰ διάμετρον τῷ Σκορπίῳ. |
| book 641 | —ἡ δέ οἱ ἐξ αὐτῆς ἐπετείνατο: γράφεται καὶ ἐπετείλατο. ὁ δὲ λόγος· „ἡ δὲ Ἄρτεμις ἐξ αὐτῆς τῆς Χίου ἐπετείλατο ἀναδοθῆναι, τουτέστιν ἐποίησε“. θηρίον δὲ ἄλλο ὡς πρὸς τὰ ὄντα ἐν τῇ Χίῳ, ὧν καὶ φόνον εἰργάζετο ὁ Ὠρίων. τὸ δὲ πολλὸν ἐόντα (643)· ὅτι μέγας ἦν ὁ Ὠρίων, καὶ κατὰ τὸν Ὅμηρον ἔξεστί τινα μαθεῖν. λέγων γὰρ τὸ μέγεθος τῶν παίδων τῆς Ἰφιμεδείας [τὸ μὲν μῆκος ἐννεόργυιον] ἐπιφέρει (λ 310) „μετά γε κλυτὸν Ὠρίωνα“. |
| book 644 | —πλειότερος προφανείς: τὸν Σκορπίον φησὶ πλείονα αὐτοῦ καὶ μείζονα στοχαζόμενος ὅτι καὶ δύο ἄστρων μῆκος ἐπέχει καὶ ἑξηκοντάμοιρός ἐστι μόνος. |
| book 646 | —Ὠρίωνα περὶ χθονὸς ἔσχατα φεύγειν: καὶ [αὐτὸν] ἀπ’ αὐτῶν τῶν λέξεων σφόδρα ὑπογράφει τὸν Ὠρίωνα δεδοικότα τὰ τῆς γῆς ἔσχατα καταλαμβάνειν, ὑπερβολῇ τοῦ φόβου καὶ τῆς δειλίας. |
| book 647 | —οὐδὲ μὲν Ἀνδρομέδης: τότε καὶ τῆς Ἀνδρομέδας καὶ τοῦ Κήτους ὅσα ὑπελείπετο τῇ τῶν Χηλῶν ἀνατολῇ, καὶ ταῦτα δύνει· τοῦ δὲ Κηφέως τὰ μέχρι ζώνης δέδυκεν. τὰ μὲν γὰρ ἄλλα ἀπὸ τῶν ποδῶν μέχρι τῆς ἰξύος ἐν τῷ ἀεὶ φανερῷ ἐστι κύκλῳ, ἡ δὲ ζώνη ἅπτεται τοῦ ὁρίζοντος. τοῦτο γάρ ἐστι τὸ γαῖαν ἐπιξύει (650). Ἄρκτους (652) δὲ εἶπε τὸν ἀρκτικὸν κύκλον. οὐδὲ μὲν Ἀνδρομέδης καὶ τοῦ Κήτους ἐλελείφατο εἰς παντελῆ δύσιν οὐκ εἰσὶν ἀπευθεῖς καὶ ἀνήκουστοι ἐκείνου ἀνατέλλοντος τοῦ Σκορπίου. ἀλλὰ καὶ οὗτοι πανσυδίῃ φεύγουσι (649) τότε μάλιστα. τότε καὶ Κηφεὺς τῇ ζώνῃ τὴν γῆν ἐπιξύει δύνων μέχρις αὐτὸς καὶ μόνον. |
| book 649 | —πανσυδίῃ φεύγουσι: σὺν παντὶ τῷ πλήθει κατάγονται οὖν. ὁ γὰρ Ὠρίων δυόμενος, ἐκ τοῦ σπεύδειν καὶ δεδοικέναι, τὰ προκείμενα αὐτῷ πάντα ἄστρα διώκει καὶ προωθεῖ. διὸ εἶπεν „σὺν πᾶσι τοῖς μετ’ Ὠρίωνος κατιοῦσι, τῷ Δελτωτῷ, τῷ Ταύρῳ, τῷ Κηφεῖ, τῷ Περσεῖ“. τὸ δὲ ἀπευθέες (648) ἄπευστοι καὶ παρημελημένοι. ἀλλὰ δεῖ νοεῖν ὅτι καὶ αὐτοί, τό τε Κῆτος καὶ ἡ Ἀνδρομέδα, διόλου δεδύκασιν. |
| book 653 | —ἡ δὲ καὶ αὐτὴ παιδός: λείπει ἡ μετά, ἵν’ ᾖ „μετὰ τοῦ εἰδώλου τῆς θυγατρὸς αὑτῆς φέρεται ἡ Κασσιέπεια, οἱ δὲ πόδες αὐτῆς καὶ τὰ γόνατα οὐ κοσμίως φέρονται, ἀλλὰ ἀκόσμως· ἐπὶ κεφαλὴν γὰρ δίκην κυβιστῆρος δύεται.“ ἡ δὲ καὶ αὐτή: ἀντὶ τοῦ φέρεται. λείπει δὲ ἡ μετά, ἵν’ ᾖ μετὰ τοῦ εἰδώλου τῆς θυγατρὸς αὕτη φέρεται ἡ Κασσιέπεια. οἱ δὲ πόδες καὶ τὰ γόνατα αὐτῆς οὐκέτι φέρονται κατὰ κόσμον, ἀλλ’ ἀσχημόνως καὶ ἀκόσμως, ἀλλ’ ἐπικέφαλα δύεται ἀρνευτῆρι ἶσα, ὅτι καὶ οἱ ἄρνες ἐν τῷ τρέχειν ἐπικέφαλα φέρονται. |
| book 657 | —μειρομένη γονάτων: τῇ δύσει τῶν γονάτων. ὁ γὰρ ὁρίζων οὐ δέχεται αὐτῆς τὰ γόνατα, ὡς ἐπὶ τὰ βόρεια ὄντα. ὁ δὲ ὁρίζων οὐ δέχεται αὐτῆς τὰ γόνατα ἔνδον ὄντα ὡς ἐπὶ τὰ βόρεια. ἐπεὶ οὐκ ἂρ ἔμελλεν: ἐπειδὴ ἐκείνη, ἡ Κασσιέπεια, οὐκ ἔμελλεν ἰσώσασθαι καὶ περὶ κάλλους ἐναντιωθῆναι ταῖς Νηρηΐσιν ἄνευ μεγάλων ζημιῶν καὶ τιμωριῶν. διὰ γὰρ τὴν αἰτίαν ταύτην καὶ ὁ Ποσειδῶν τὸ Κῆτος ἔπεμψεν αὐτῇ τῇ χώρᾳ, ὡς ἀναγκασθῆναι θοίνην αὐτῷ προθεῖναι τὴν Ἀνδρομέδαν. |
| book 659 | —ἡ μὲν ἄρ’ εἰς ἑτέρην φέρεται: οὕτως μὲν οὖν ἡ Κασσιέπεια ἐπὶ δυσμὰς κατάγεται (νῦν γὰρ ἑτέρην τὴν δύσιν), ὁ δὲ οὐρανός, φησί, κάτωθεν ἀπὸ τοῦ ὁρίζοντος ἄλλα ἄστρα ἀπὸ τῆς ἀνατολῆς φέρει. ὡσανεὶ „τὰ μὲν ἀνατέλλει, τὰ δὲ δύνει“. καὶ λέγει ποῖα ἀνεκομίσθη μέλλοντος τοῦ Σκορπίου ἀνατέλλειν. |
| book 660 | —Στεφάνοιό τε δεύτερα κύκλα: ἀντὶ τοῦ δεύτεραι περίοδοι. ἐν γὰρ τῷ ἀνιέναι τὸν Καρκίνον εἶπεν ὅτι ὁ Στέφανος δύεται (572). νῦν οὖν, ἐπειδὴ ἀνῆλθεν, εἶπε δεύτερα κύκλα. ἢ ἐπειδή, Χηλῶν μελλουσῶν ἀνιέναι, ὅτε καὶ ἡ τοῦ Κενταύρου οὐρὰ ἐφαίνετο, τὸ ἥμισυ αὐτοῦ ἦν φανερόν (625), νῦν δέ, ὅτε ὁ Σκορπίος ἀνῆλθεν, ὁ πᾶς φαίνεται, διὰ τοῦτο δεύτερα κύκλα. |
| book 660 | [para]ἄλλως: τοῦτό φησι δεύτερα κύκλα· ὅταν δύνῃ, εἷς κύκλος, καὶ ὅταν μέλλῃ ἀνατέλλειν, ἕτερος· καὶ λοιπὸν δύο εἰσὶ κύκλοι. Ὕδρης τ’ ἐσχατιὴν φορέει: καὶ τὴν οὐρὰν τῆς Ὕδρας. ὅτε γὰρ ἤμελλον αἱ Χηλαὶ 〈ἀνατέλλειν, αὐτὴν〉 ἀνιέναι εἶπεν (611). ἐπειδὴ δὲ ἀνῆλθε τὰ ἔσχατα μέρη τῆς Ὕδρας, συναναβαίνειν φησὶ καὶ τὸν Κένταυρον τῷ λοιπῷ σώματι μέχρι τῆς κεφαλῆς καὶ τῆς δεξιᾶς χειρός, ἐν ᾗ τὸ Θηρίον κρατεῖ· τοὺς δὲ ἐμπροσθίους πόδας τεκμήριον τοῦ 〈τὸ Τόξον〉 μέλλειν ἀνιέναι σὺν ἡλίῳ. |
| book 664 | —ἱππότα φηρός: παρὰ τὸ ὁμηρικὸν ἦθος. τῷ γὰρ ἱππότα ἀντ’ εὐθείας ἐχρήσατο ὁ ποιητής, οὗτος δὲ ἀντὶ γενικῆς. φῆρα δὲ λέγει τὸν Κένταυρον ποιητικῶς. |
| book 665 | —Τόξῳ καὶ σπείρη Ὄφιος: ἐπιόντι δὲ τῷ Τοξότῃ καὶ ἀνατέλλοντι ἀνατέλλει ἡ τοῦ Ὄφεως σπεῖρα καὶ τὸ σῶμα τοῦ Ὀφιούχου. ἀνάγει δὲ αὐτὰς τὰς τοῦ Ὀφιούχου χεῖρας, καὶ τὴν προτέραν περίκλασιν καὶ καμπὴν τοῦ Δράκοντος. πολυτειρέος δὲ (668) τοῦ πολὺν κάματον παρέχοντος τῷ φέροντι, παρὰ τὸ τείρειν. τοῦτο δὲ οὐκ ἦν τῷ φυσικῶς ἐξηγουμένῳ, ἀλλὰ πολυτειρέος τοῦ πολυαστέρου. καὶ μᾶλλον θεωρηματικῶς. |
| book 669 | —τοῦ γε μὲν Ἐν γόνασιν: εἶτα παρένθεσις. ἀεὶ γὰρ ἀνατέλλει εἰς τὸ ἐναντίον προτραπείς· οἱ γὰρ πόδες πρῶτοι ἀνάγονται, ὕστερον δὲ ἡ κεφαλή. ὁ δὲ λόγος· „τοῦ γε μὲν Ἐν γούνασιν ἀνατέλλει τὰ γόνατα καὶ ἡ ζώνη 〈καὶ〉 τὸ στῆθος καὶ ὁ ὦμος σὺν τῇ δεξιᾷ χειρί“. τίνος δὲ ἕνεκεν οἱ πόδες πρῶτοι ἀνατέλλουσιν, εἶπε· „περὶ γὰρ τετραμμένος αἰεὶ ἀντέλλει“ (669—670). καὶ οὐχ ὅτι ζώνην ἔχει, ἀλλ’ ἀπὸ τῆς ζώνης τὸν τόπον ἴσον ἐκτίθεται (δῆλον· ἐπήγαγε γὰρ (671) καὶ στήθεα) μέχρι ... |
| book 672 | —κάρη δ’ ἑτέρης μετὰ χειρός: ἡ κεφαλὴ τοῦ Ἐν γούνασι μετὰ τῆς ἑτέρας χειρός, τουτέστι τῆς ἀριστερᾶς, σὺν τῷ Τόξῳ καὶ τῷ Τοξότῃ ἀνατέλλοντι ἀνέρχονται (673) ἢ συνανέρχονται. |
| book 674 | —σὺν τοῖς Ἑρμαίη τε Λύρη: σὺν τοῖς προειρημένοις ἡ τοῦ Ἑρμοῦ Λύρα καὶ ὁ Κηφεὺς ἄχρι τοῦ στήθους ἐκ τοῦ ἀνατολικοῦ ὠκεανοῦ ἀναπέμπεται. καλῶς δὲ εἶπε τὸ παρελαύνεται (675)· „ὥσπερ παρωθεῖται“, φησίν, ἐπειδὴ ἔστιν αὐτοῦ, τὰ βόρεια, ἃ εἶπε μὴ δύεσθαι διὰ τοῦτο (650—652), ἐπειδὴ ὀλίγον παντελῶς μένει χρόνον ὑπὸ τὸν ὁρίζοντα. καὶ στήθεος ἄχρις: ὅτι τὰ ἄλλα αὐτοῦ ἄδυτα, τοῦτο δὲ μόνον αὐτοῦ [τὸ ἄχρι τοῦ στήθους] τοῦ σώματος ἀνιὸν καὶ κατιόν. |
| book 674 | καὶ ἄλλως: ὅτι τὰ ἄλλα αὐτοῦ ἄδυτα, τοῦτο δὲ [μόνον αὐτοῦ τὸ ἄχρι τοῦ στήθους] αὐτοῦ μόνον καὶ δύει καὶ ἄνεισιν. |
| book 676 | —ἦμος καὶ: ἀνατέλλοντος τοῦ Τοξότου αὐτίκα δύνει ὁ Κύων καὶ ὁ Ὠρίων ὅλος καὶ ὁ Λαγωός, ὃν ἀτέλεστα διωκόμενον εἶπε (678) πιθανῶς πάνυ. ἀμετακίνητος γὰρ ἡ τῶν ἄστρων θέσις. δύνειν δὲ καὶ τὸν Ἡνίοχον καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος 〈καὶ〉 τὴν ἀριστερὰν αὐτοῦ χεῖρα, ἐφ’ ἧς κατεστήρικται ἡ Αἲξ καὶ οἱ Ἔριφοι. ἦμος καὶ μεγάλοιο Κυνός: τὸ τηνικαῦτα, φησί, καὶ τοῦ Σειρίου αἱ λαμπηδόνες εἰς δυσμὰς φέρονται, ὅτε ὁ Τοξότης ἀνατέλλει. μεγάλοιο δὲ |
| book 676 | εἶπεν ἀμαρυγαὶ διὰ τὸν Σείριον αὐτοῦ ἀστέρα. καὶ τὸ πᾶν γοῦν σῶμα δέδυκε τοῦ Ὠρίωνος πλὴν τῆς δεξιᾶς χειρός. |
| book 677 | —καὶ πάντα κατέρχεται Ὠρίωνος: τοῦ Τοξότου, φησίν, ἀνερχομένου, τὰ τοῦ Ὠρίωνος πάντα κατέρχεται πλὴν τῆς χειρός, ἤγουν τῆς δεξιᾶς, λειπομένης ὡς βορειοτέρας οὔσης. |
| book 678 | —πάντα γε μὴν ἀτέλεστα: 〈ἐπὶ〉 τοῦ 〈αὐτοῦ〉 παραλλήλου εἰσὶν ὅ τε Λαγωὸς καὶ ὁ Κύων, ὥστε προανατέλλειν τε ἀεὶ τὸν Λαγωὸν καὶ προκαταδύνειν, μηδέποτε δὲ ἑτέρως ἔχειν, ὡς ἐν ἄλλῳ. τὸ δὲ ἀτέλεστα ἐπεὶ οὐδέποτε καταλαμβάνεται ὑπὸ τοῦ Κυνός. οὕτω γὰρ κατηστέρισται, ὑπὸ τοῦ Κυνὸς διωκόμενος. |
| book 679-692 | —ἀλλ’ οὐχ Ἡνιόχῳ Ἔριφοι: οἱ μέντοι Ἔριφοι καὶ ἡ Αἲξ κατὰ τὴν χεῖρα τοῦ Ἡνιόχου σημεῖα μὲν χειμῶνος φέρουσιν ὅταν ἑσπερίαν δύσιν ποιῶνται· οὐ μέντοι εὐθὺς δύονται, ἀλλὰ τὰ μὲν περὶ τὴν κεφαλὴν τοῦ Ἡνιόχου καὶ τὴν χεῖρα τὴν ἑτέραν καὶ τὴν ἰξὺν τῷ Αἰγοκέρωτι κατέρχεται, τὰ δὲ λοιπὰ Τοξότῃ ἀνατέλλοντι. ὁ μὲν Περσεὺς ἄνευ γόνατος καὶ δεξιοῦ ποδὸς δύνει, τῆς δὲ Ἀργοῦς ἡ περιφέρεια ἡ κατὰ πρύμναν. αὐτὴ δέ (689), ἡ Ἀργώ, ἅμα Αἰγοκέρωτι ἀνιόντι κατέρχεται, καὶ ὁ Προκύων. ἀνατέλλουσι δὲ ὅ τε Κύκνος καὶ ὁ Ἀετὸς καὶ ὁ καλούμενος Ὀιστὸς καὶ τὸ Θυτήριον. |
| book 680 | —μεγάλην ἀνὰ χεῖρα: ἔχειν φησὶ τὴν χεῖρα ταύτην ἐξαίρετόν τινα διαφορὰν πρὸς τὸ λοιπὸν σῶμα τοῦ Ἡνιόχου· κατὰ γὰρ τὴν ἑῴαν ἀνατολὴν τῆς Αἰγὸς καὶ τῶν Ἐρίφων χαλεπώτατος χειμὼν γίνεται. |
| book 681 | —καί οἱ μελέων διακέκριται ἄλλων: καὶ οἱ Ἔριφοι διακριτικοί εἰσιν ἀστέρες ἐν πᾶσι τοῖς τοῦ Ἡνιόχου ἀστράσι καὶ ἱκανοὶ πρὸς τὸ κινῆσαι χειμῶνα ὅταν σὺν ἡλίῳ ἴωσι καὶ πορεύωνται. δοκεῖ δὲ μὴ εἶναι ἀληθές· οὐ γὰρ γίνεται 〈χειμὼν ὅτε〉 πλησίον τῆς Αἰγὸς καὶ τῶν Ἐρίφων, μᾶλλον δὲ τοῦ Ἡνιόχου, ὁ ἥλιος 〈ἐν〉 τῷ Ταύρῳ ἢ Διδύμοις (ἔνθα θέρος) ἐστίν. ἀλλά φαμεν ὅτι, ὅταν ὁ ἥλιος ᾖ 〈ἐν〉 Τοξότῃ, κατὰ τὴν τάξιν ταύτην ἣν νῦν ἐξηγούμεθα, ἑῴου ἀνατέλλοντος ἐκείνου, ἑῷοι αὐτοὶ δύονται, καὶ [ὅτε] χειμών ἐστιν ἄκρος. ἔχουσιν οὖν τινα πρὸς τὸν ἥλιον κοινωνίαν ἐκ τοῦ καιροῦ διὰ τὸ ἑῷον, ὅτι οἱ μὲν ἀνατέλλουσιν, οἱ δὲ δύνουσιν. |
| book 683 | —ἀλλὰ τὰ μὲν κεφαλήν: ἀνελθόντος τοῦ Τοξότου, οὐχ ὁ πᾶς Ἡνίοχος εἰς δυσμὰς φέρεται, ἀλλὰ ἀπὸ ποδῶν μέχρι ἰξύος. „ἀνερχόμενος δὲ ὁ Αἰγόκερως τὴν ἄλλην χεῖρα, ἐφ’ ἧς εἰσιν οἱ Ἔριφοι (λέγει δὲ τὴν ἀριστεράν· ἡ γὰρ δεξιὰ ἤδη δέδυκε), καὶ τὴν κεφαλὴν ἄχρι τῆς ἰξύος κατάγει, τὰ δὲ ἔσχατα μέρη [τοῦ Ἡνιόχου], τὰ ἀπὸ τῶν ποδῶν ἕως ἰξύος, σὺν τῷ Τοξότῃ ἀνιόντι εἰς δυσμὰς κατάγεται“. |
| book 685 | —οὐδέ τι Περσεύς: μέλλοντος δὲ Αἰγοκέρωτος ἀνιέναι, οὔτε ὁ Περσεὺς οὔτε τὸ ἀκροστόλιον τῆς Ἀργῴας πρύμνης ἔτι φαίνεται, ἀλλ’ ὁ μὲν Περσεὺς δύεται πλὴν μόνου τοῦ γόνατος καὶ τοῦ ποδὸς τοῦ δεξιοῦ (ταῦτα γὰρ ἔχει φαινόμενα), τῆς δὲ τοσοῦτον δέδυκεν ὅσον εἰς τὴν περίκλασιν καὶ καμπὴν τῆς πρύμνης. |
| book 689 | —αὐτὴ δ’ Αἰγοκερῆι: αὐτὴ δὲ πᾶσα ἡ Ἀργὼ ἀνατέλλοντος Αἰγοκέρωτος κάτεισιν, ὅτε καὶ ὁ Προκύων εἰς δυσμὰς φέρεται. |
| book 693 | —Ἵππος δ’ Ὑδροχόοιο: ὁ δὲ Ἵππος τοῦ Ὑδροχόου κατὰ μέσον τὸ σῶμα ἀνελθόντος τοῖς ποσὶ καὶ τῇ κεφαλῇ ἀνελίσσεται (694) καὶ ἀνατέλλει. |
| book 694-701 | —ἀντία δ’ Ἵππου ἐξ οὐρῆς: κατὰ διάμετρον δὲ τοῦ Ἵππου κατ’ οὐρὰν ὁ Κένταυρος δύνει. ὁ δὲ λόγος· „δύνει δὲ κατ’ οὐρὰν καὶ ὁ Κένταυρος· ἡ μέντοι κεφαλὴ αὐτοῦ καὶ οἱ ὦμοι καὶ ὁ θώραξ οὐ δύνανται ἅμα τῷ Ὑδροχόῳ καταφέρεσθαι, [ἄλλως:] τῆς δέ γε Ὕδρας τὰ μετέωρα καὶ ἡ κατὰ τὸν αὐχένα σπεῖρα. τὰ μέντοι πλείω ἀυτῆς καὶ ὑπὲρ γῆς ἐστι, καὶ ἀναφερομένων τῶν Ἰχθύων συγκαταφέρεται ἅμα Κενταύρῳ. |
| book 696 | —ἀλλ’ οὔ οἱ δύναται κεφαλήν: εἰς τὴν θέσιν ποιητικεύεται· „ὅμως γε μήν, φησίν, ἕλκουσα αὐτὸν ἡ νὺξ οὐ δύναται αὐτοῦ τὴν κεφαλὴν καὶ τοὺς ὤμους σὺν τῷ στήθει χωρῆσαι καὶ λαβεῖν, ἀλλὰ τῆς Ὕδρας τῆς διαπύρου (αἴθοπος τῆς διαπύρου, ὅτι ὑπὸ τὰ θερινὰ ζῴδιά 〈ἐστι〉) τὴν ἀπὸ τοῦ αὐχένος σπείρωσιν καὶ τὰ μέτωπα καταφέρει“. |
| book 697 | —ἄλλως: ἢ διὰ τὸ εἶναι αὐτὴν πλησίον τῶν θερινῶν ζῳδίων, ἢ διὰ τὸ λαμπρὸν τῶν ἀστέρων αὐτῆς, ἢ διὰ τὸ δάκνον. ἐὰν γὰρ δήξῃ, ὡσανεὶ καίει. |
| book 699 | —ἡ δὲ καὶ ἐξόπιθεν πολλὴ μένει: καὶ τὰ πρῶτα μέρη δέδυκε τῆς Ὕδρας, καὶ ὄπισθεν πολλή τις καὶ ἐκτεταμένη φαίνεται (λέγει δὲ τὰ ὄπισθεν αὐτῆς μέρη), ἀλλ’ ὅμως καὶ αὐτὴν πᾶσαν [τὴν Ὕδραν] σὺν παντὶ τῷ Κενταύρῳ, ἐπειδὰν οἱ Ἰχθύες ἀνατέλλωσιν, ἀθρόως ἐμφέρεται. |
| book 701 | —ὃ δ’ ἐπ’ Ἰχθύσιν ἔρχεται: ὁ δὲ Νότιος Ἰχθὺς ἀνατελλόντων τῶν Ἰχθύων ἔρχεται καὶ φαίνεται, ὅσον ὀπίσω τοῦ Αἰγοκέρωτος κεῖται ὁ Νότιος. |
| book 702 | —ὑποκείμενος: ὑποκάτω μὲν κείμενος τοῦ Αἰγοκέρωτος, πλὴν καὶ ὑποκάτω τῶν τοῦ ζῳδιακοῦ Ἰχθύων. βʹ γὰρ ζῴδια ἐπέχει. |
| book 703 | —οὐ μὲν ἄδην: οὐ μὲν παντελῶς καὶ διόλου ἀνέρχεται ὁ Ἰχθύς· ἐκδέχεται γὰρ ἐπ’ ὀλίγον ἄλλου ἄστρου ἀνατολήν. λέγει δὲ ὅτι αὐτῶν Ἰχθύων ἀνελθόντων οὐ πᾶς φανερὸς γίνεται. ἄλλως: τῶν Ἰχθύων ἀναφερομένων ἀναφέρεται καὶ ὁ Νότιος Ἰχθὺς ὑπὸ τῷ Αἰγοκέρωτι κείμενος, οὐχ ὅλος. μέρη γὰρ αὐτοῦ τῷ ἑξῆς δωδεκατημορίῳ συναναφέρεται, τουτέστι τῷ Κριῷ. οὕτω καὶ ἡ Ἀνδρομέδα δυσὶ ζῳδίοις συναναφέρεται, τὰ μὲν δεξιὰ αὐτῆς Ἰχθῦσι, τὰ δὲ ἀριστερὰ ἅμα τῷ Κριῷ. |
| book 704 | —οὕτω καὶ μογεραὶ χεῖρες: κακοπαθεῖς φησι τὰς χεῖρας τῆς Ἀνδρομέδας διὰ τὰ δεσμὰ ἃ περίκειται. ἄλλως: ὥσπερ ὁ Ἰχθὺς οὐχ ἅπας ἄνεισιν, ἀλλὰ ἄλλου ἄστρου προσμένει ἐπιτολήν, [τουτέστι δωδεκατημορίου,] οὕτω καὶ ἡ Ἀνδρομέδα. καὶ τὸ πῶς λέγει, ὅτι τὰ πάντα μέρη αὐτῆς τοῦ σώματος διχῶς ἀνέρχεται, ὥστε τὸ μὲν ἥμισυ αὐτῆς ὑπὲρ τὸν ὁρίζοντα θεωρεῖσθαι, τὸ δὲ ἥμισυ καταλείπεσθαι. |
| book 707 | —τὰ μέν οἱ κατὰ δεξιὰ χειρός: τὰ μὲν οὖν δεξιὰ μέρη αὐτῆς τῶν Ἰχθύων ἀνατελλόντων ἀναφέρεται, τὰ δὲ ἀριστερὰ ὁ Κριὸς ἀνιών ... οὗ ἀνιόντος κατὰ διάμετρον θεωρεῖσθαι ἐπὶ τῆς δύσεως τὸ Θυτήριον, τοῦ δὲ Περσέως τὴν κεφαλὴν καὶ τοὺς ὤμους ἀνατέλλοντας. |
| book 712-713 | —καί κ’ ἀμφήριστα πέλοιτο ἕως ἢ ἐπὶ Ταύρῳ: ἐπειδὴ πλησίον ἀλλήλων εἰσὶ τὰ ζῴδια ταῦτα, ὅ τε Κριὸς καὶ ὁ Ταῦρος, φησὶν ὅτι ἀμφίβολον 〈ἂν〉 γένοιτο πότερόν ποτε λήγοντι τῷ Κριῷ ὁ πᾶς συνανέρχεται ἢ τοῖς πρώτοις μέρεσι τοῦ Ταύρου. ὅλος μέντοι γε γίνεται ὑπέργειος ἀνατέλλοντος τοῦ Ταύρου. |
| book 714 | —οὐδ’ ὅ γε Ταύρου λείπεται: οὐδὲ ὁ Ἡνίοχος ὑστερεῖ τότε, ἀλλὰ συνανατέλλει τῷ Ταύρῳ, ἐπιβεβηκὼς αὐτοῦ τῷ ἀριστερῷ κέρατι. „καὶ οὐδαμῶς αὐτοῦ ἀνιόντος [τοῦ Ταύρου] ὁ Περσεὺς ἀπολείπεται“. |
| book 716 | —μοίρῃ γε μὲν οὐκ ἐπὶ ταύτῃ: οὐχ ἅπας, φησίν, ἅμα ἀνατέλλει ὁ Ἡνίοχος τῷ Ταύρῳ (μοῖρα γὰρ τὸ ζῴδιον τοῦ Ταύρου), ἀλλ’ ὅλον τὸν Ἡνίοχον οἱ Δίδυμοι ἀνάγουσιν. οἱ μέντοι Ἔριφοι καὶ ἡ Αἲξ καὶ τὸ θέναρ τοῦ ἀριστεροῦ ποδὸς ἅμα τῷ Ταύρῳ συναναφέρεται. ὁμοίως δὲ καὶ τοῦ Κήτους ἥ τε λοφιὰ καὶ ἡ οὐρά. μοίρῃ γε μέν: τουτέστιν οὐ τοσαύτῃ μοίρᾳ ὅσον ὁ Περσεύς. ἀλλ’ Ἔριφοι καὶ τὰ λοιπὰ συνέρχονται τῷ Ταύρῳ. |
| book 719 | —ὅτε λοφιή τε καὶ οὐρή: καὶ καθ’ ὃν καιρὸν συμβέβηκε τοῦ Κήτους τήν τε λοφιὰν καὶ τὴν οὐρὰν ἐκ τῶν νοτίων μερῶν ἀνατέλλειν. τότε δὴ καὶ ὁ Ἀρκτοφύλαξ ἄρχεται μετὰ τοῦ πρώτου ζῳδίου, τουτέστι τοῦ Σκορπίου, δύνειν, ὅς ἐστι κατὰ διάμετρον τῷ Ταύρῳ. |
| book 721 | —δύνει δ’ Ἀρκτοφύλαξ: πάλιν τὸ ζῴδιον εἶπεν ἐπειδὴ ἐν τέτρασι μοίραις δύνει, τουτέστιν ἐν τέτρασι ζῳδίοις. κατὰ διάμετρον τοίνυν ἄρχεται καὶ ὁ Ἀρκτοφύλαξ δύνειν ἀνελθόντος Κριοῦ, ὅτε αἱ Χηλαὶ δύονται· πρώτη γὰρ μοῖρα τῆς τοῦ Βοώτου δύσεως αἱ Χηλαί, αἱ δὲ τέσσαρες μοῖραι, Χηλαὶ Σκορπίος Τοξότης καὶ Αἰγόκερως, κατάγουσιν ἐπὶ δύσιν ἄνευ χειρὸς τὸν Βοώτην. ἄδυτος γὰρ αὐτοῦ ἡ χείρ, ἐπειδὴ ἔνδον ἐστὶ τοῦ ἀρκτικοῦ. αὕτη γάρ, ἡ λαιὰ αὐτοῦ χείρ, πλησίον ἐστὶ τῆς μεγάλης Ἄρκτου. |
| book 721 | δύνει δ’ Ἀρκτοφύλαξ: τότε καὶ ὁ Ἀρκτοφύλαξ ἄρχεται δύνειν, τέσσαρσι ζῳδίοις ἀντικαταδυόμενος, τῷ Ταύρῳ, Διδύμοις, Καρκίνῳ, Λέοντι. ἡ μέντοι χεὶρ αὐτοῦ ἡ ἐντὸς ἀρκτικοῦ μόνη οὐ καταδύνει. |
| book 724 | —ἀμφότεροί τε πόδες: οἱ δὲ τοῦ Ὀφιούχου πόδες μέχρι γονάτων καταδυομένου ἔστωσάν σοι τεκμήριον τῶν Διδύμων ἀνιόντων. καθ’ ὃν καιρὸν καὶ ὅλον τὸ Κῆτος ὑπὲρ τὸν ὁρίζοντα θεωρεῖται, ἅμα σὺν αὐτῷ καὶ ὁ Ἠριδανὸς ποταμὸς κατηστερισμένος ὑπὸ τὸν ἀριστερὸν πόδα τοῦ Ὠρίωνος. „δύνανται οὖν, φησίν, οἱ ναῦται, ἐν αἰθερίῳ τῷ καταστήματι ταῦτα τὰ ἄστρα ἐπιτηροῦντες, καὶ μάλιστα τὸν Ὠρίωνα, τεκμήρασθαι πόσον τῆς νυκτὸς ὑπολείπεται μέρος, καὶ |
| book 724 | πόσον διάστημα πεπλεύκασιν“. |
| book 726-727 | —Κήτεος οὐδὲν ἕλκεται: τῶν Διδύμων ἀνιόντων οὐδὲν τοῦ προειρημένου (720) Κήτους ἔτι ἕλκεται ἐπὶ ἀνατολάς, ἀλλ’ ὅλον ἤδη ἐπὶ τὸ φανερόν ἐστι. τὸ δὲ ἀμφοτέρωθεν, οὔτε ἐξ ἀνατολῶν οὔτε ἐκ δύσεως. |
| book 728 | —ἤδη καὶ Ποταμοῦ: τότε τὴν τοῦ Ποταμοῦ πρώτην καμπὴν ἐν καθαρῷ καὶ εὐδίῳ πελάγει ναύτης ἀφορῶν 〈ἂν〉 ἴδοι. ἐζήτησαν δὲ δι’ ἣν αἰτίαν ἐν τούτῳ μόνου αὐτοῦ ἐμνήσθη. καί φαμεν ὅτι ἐπειδὴ ἐπάγει τὸν Ὠρίωνα (730), πρὸς ὃν μάλιστα ἀφορῶντες πλέουσιν οἱ ναῦται, ὑπὸ δὲ τοὺς τοῦ Ὠρίωνος πόδας οὗτός ἐστι, διὰ τοῦτο αὐτοῦ ἐμνήσθη. |
| book 730 | —αὐτὸν ἐπ’ Ὠρίωνα μένων: ἐκδεχόμενος. ἰδὼν γὰρ τὴν τοῦ Ποταμοῦ πρώτην καμπήν, κατανοήσεις ὅτι λοιπὸν Ὠρίων ἀνατέλλει, ἵνα ἀπὸ τοῦ Ὠρίωνος φανέντος γνῷς πόστη νυκτός ἐστιν ὥρα. πανταχῆ γὰρ (ἐν παντὶ τῷ οὐρανῷ) ταῦτα (τὰ διὰ τῶν ἄστρων τεκμήρια) οἱ θεοὶ παρέχουσιν. εἴ οἵ ποθι σῆμα: ἐάν ποτε αὐτῷ ἢ νυκτὸς σημεῖον ἢ πλοῦ μέτρον εἴποι. ἰστέον δὲ ὅτι τέλος τῶν ἄστρων ἐποίησεν. |
| book 731 | —ἢ νυκτὸς μέτρον ἠὲ πλόου: τουτέστι τεκμαίρεται ἀπὸ τοῦ δεῖνος ἀστέρος ἀνατέλλοντος πόσον πλοῦν περαιώσει δύνοντος τοῦ σεσημειωμένου ἀστέρος. οἷον ἔστ’ ἂν δῦναι μέλλῃ ὁ δεῖνα ἀστήρ, ἡμεῖς ἀποπλεύσομεν ἐν τῷ δεῖνι τόπῳ· ἢ τοὐναντίον, ἔστ’ ἂν ὁ δεῖνα ἀστὴρ μέλλῃ ἀνατεῖλαι. παρασημειοῦνται γὰρ αὐτούς, ὅπερ ἐλέγομεν. |
| book 733 | —οὐχ ὁράᾳς; ὀλίγη μέν: ἡ δοκοῦσα εἶναι πρός τινα τοῦ λόγου ἀπότασις ἐπλαγίασε πρὸς τὸ [οὐχ ὁρᾴς] ἐνθεῖναι τὸ εἰς Ἀγκλείδην προοίμιον ἀναφερόμενον. ἀλλ’ ἠγνόησαν ὅτι ποιητικόν ἐστιν ἔθος, ὡς καὶ Ὅμηρος· „ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοισ“ (Δ 223) καὶ „Πατρόκλεις ἱππεῦ“ (Π 20) καὶ „οὐδὲ σέθεν, Μενέλαε“ (Δ 127). καὶ διὰ τούτων ἦθος ἐγγίνεται τοῖς ὑποκειμένοις. ἄλλως. οὐχ ὁρᾴς: λοιπὸν πειρᾶται διὰ πολλῶν παραστῆσαι ὅτι πολλὰ τεκμήρια ἡμῖν οἱ θεοὶ παρέχουσι, καὶ οὐ μόνον δι’ ἡλίου καὶ σελήνης, ἀλλ’ ἤδη καὶ [ζῴων καὶ] δι’ ἑρπετῶν 〈καὶ〉 φυτῶν καὶ ἄλλων, ὅτι διὰ πάντων προνοεῖται ἡμῶν τὸ θεῖον. ἄρχεται οὖν τὰς τῆς σελήνης φάσεις ἐκτιθέναι, καί φησιν ὅτι μετὰ τὴν τοῦ ἡλίου δύσιν ἐπὶ τῆς ἑσπέρας, ἐὰν φανῇ μηνοειδεῖς καὶ λεπτὰς ἔχουσα τὰς κεραίας, αὔξησιν τοῦ αὑτῆς φωτὸς ἐπιδείκνυται. ὅταν δὲ ἄρχηται σκιὰν τῶν σωμάτων ἀποτελεῖν, τετράδα τοῦ μηνὸς σημαίνει. ὅταν δὲ ἡμικύκλιον διαιρῆται, διχότομος ὀνομάζεται, |
| book 733 | ὀγδόην ἡμέραν ἐπέχουσα. πλήρης δὲ γενομένη πανσέληνος καλεῖται. ἐντεῦθεν δὲ πάλιν μειουμένη τῷ φωτὶ πολλὰς ἀπαλλάσσει φάσεις, καὶ καθ’ ἑκάστην φάσιν αὐτῆς ἐπινοίαν λαμβάνομεν τῶν τοῦ μηνὸς ἡμερῶν. ἡ μὲν γὰρ ἀμφίκυρτος ἐννεακαιδεκάτην δηλοῖ, διχότομος δὲ λήγουσα εἰκάδα καὶ δευτέραν, μετὰ δὲ τὴν διχότομον λεπτὰς πάλιν ἔχουσα καὶ μηνοειδεῖς τὰς κεραίας, δηλοῖ τὰς ἐπὶ σύνοδον ἡμέρας. εἶτα συνοδεύουσα τῷ ἡλίῳ καὶ περιφωτιζομένη ὑπ’ αὐτοῦ ἀφανὴς γίνεται ἡμέραις δυσὶ καὶ μοίραις ὀλίγαις. |
| book 733 | οὐχ ὁράᾳς: πληρώσας τὸν περὶ τῶν ὡρῶν διὰ τῆς τῶν ἄστρων καταλήψεως λόγον, ἔρχεται ἐπὶ ἄλλο βιβλίον σφόδρα βιωφελές, ὃ καλεῖται Διοσημεῖαι. ἀπὸ γὰρ τοῦ ποιοῦ τῆς σελήνης σχήματος καὶ ἀπὸ τῶν τοῦ ἡλίου ἀκτίνων δηλοῖ ἡμῖν εἰ ἔσται χειμών. περὶ δὲ τῶν τῆς σελήνης σχημάτων ἔστιν εἰπεῖν, ἑτέρως. τὸ δὲ ἑξῆς· οὐχ ὁρᾷς; ὅταν ἀπὸ τῆς δύσεως ἡ σελήνη φαίνηται αὐξομένου καὶ ἱσταμένου τοῦ μηνός, διδάσκει ἡμέραν, τετάρτην μὲν ὅταν πρῶτον ἀποβάλλῃ σκιὰν ἀπὸ τῶν σωμάτων ἡμῶν, ὀγδόην δὲ ἱσταμένου [καὶ] ἡμίλαμπρος [τοῦ φωτός], διχομηνίαν δὲ πανσέληνος καὶ πᾶν τὸ ἐν αὑτῇ πρόσωπον πλῆρες τοῦ φωτὸς ἔχουσα. |
| book 734 | —ἑσπερόθεν φαίνηται: ἀπὸ τῆς ἑσπέρας ὅτε φαίνεται, ἑσπέραν τὸν ὑπὸ γῆν τόπον καλῶν. ἀποστᾶσα γὰρ ἡ σελήνη ἡλίου δώδεκα μοίραις τίκτεται. |
| book 735 | —μηνὸς ὅτι πρώτη ἀποκίδναται: μῆνα κυρίως ἔλεγον οἱ Ἕλληνες τὸν χρόνον τὸν ἀπὸ τῆς σεληνιακῆς συνόδου, παρὰ τὴν μήνην μῆνα ὀνομάσαντες. ἐμέτρουν γὰρ οἱ Ἕλληνες τοὺς μῆνας πρὸς τὸν τῆς σελήνης δρόμον, Αἰγύπτιοι δὲ πρὸς τὸν τοῦ ἡλίου. ἀπὸ δὲ γέννης τρίτην ἡμέραν ἄγουσα ἡ σελήνη μηνοειδὴς κατὰ τὸ σχῆμα τοῦ φωτὸς καλεῖται, ἡνίκα λεπτὸν φῶς τοῖς κέρασιν ἐπιτρέχει. ὀγδοαία δὲ οὖσα διχότομος ὀνομάζεται, ὅταν τοῦ ὅλου κύκλου τὸ ἥμισυ φωτισθῇ, ἐνναταία δὲ ἀμφίκυρτος, ὅταν τῇ διχοτόμῳ κυρτώσεις προσγένωνται φωτός, ὥστε κατ’ ὀλίγον τὸ ἥμισυ τοῦ κύκλου φωτισθῆναι· πεντεκαιδεκαταία δὲ οὖσα, πανσέληνος καὶ διχόμηνος, πληρωθεῖσα τοῦ φωτός· πᾶσα γὰρ ἐν διαμέτρῳ οὖσα τοῦ ἡλίου, διχασθέντα ἐν πεντεκαιδεκάτῃ ἡμέρᾳ δηλοῖ τὸν μῆνα. ἐντεῦθεν λοιπὸν κατὰ τὸ ἀνάπαλιν δευτέρα ἀμφίκυρτος, δευτέρα διχότομος, δευτέρα μηνοειδής· ἔπειτα ἁρπαγιμαία (ἀφανὴς γὰρ λοιπὸν φαίνεται ὑπὸ τὰς τοῦ ἡλίου αὐγὰς γενομένη), ἔπειτα συνοδική, ἡνίκα ἐν τῷ |
| book 735 | αὐτῷ ζωδίῳ τὰς αὐτὰς μοίρας ἐπέχει τῷ ἡλίῳ. ἐπειδὰν δὲ τὴν ἰσομοιρίαν παραλλάξῃ, τότε πάλιν γένναν φαμέν. ὅτε πρώτη ἀποκίδναται: ἐν ταῖς ἀρχαῖς τοῦ μηνὸς τοσοῦτον ἄρχεται ἀποσκίδνασθαι τὸ φῶς τῆς σελήνης καὶ αὐγὴ ἀπ’ αὐτῆς, ὅσον [τὸ] ἀμυδρὰν σκιὰν ἡμῶν τοῖς σώμασι ποιεῖν. ὅταν γὰρ πανσέληνος ᾖ, ἤτοι ὁλόκυκλος, τότε καὶ τὸ φῶς πλεῖον ἔχουσα, σκιὰν οὐχὶ μικρὰν ἡμῖν ἀποτελεῖ. |
| book 736 | —ἐπὶ τέτρατον ἦμαρ ἰοῦσα: τεταρταία, φησί, γενομένη, ἄρχεται δύνασθαι σκιάζειν ἐν τῷ φωτὶ αὑτῆς. τριταία γὰρ οὐ δύναται διὰ τὴν περικειμένην τοῦ φωτὸς ἀδράνειαν. φησὶν οὖν· „ὅταν πρώτη τῆς σελήνης αὐγὴ ἀπὸ γέννης ὑψόθεν σκεδαννύηται, ὥστε καὶ σκιὰν δύνασθαι ποιεῖν, γίνωσκε (ἀπὸ κοινοῦ) τεσσάρων οὖσαν ἡμερῶν τὴν σελήνην“. |
| book 737 | —ὀκτὼ δ’ ἐν διχάσιν: ὀκτὼ δὲ ἡμέρας ἄγει διχότομος οὖσα, διχόμηνος δὲ παντὶ προσώπῳ πεντεκαιδεκαταία οὖσα· πληρεστάτη γάρ. |
| book 738 | —αἰεὶ δ’ ἄλλοθεν ἄλλα: διὰ παντὸς δὲ ἀλλαχόθεν καὶ πολυπλασίως τὰ πλάτη τοῦ φωτὸς ἐπεκτείνουσα, δηλοῖ καὶ λέγει ὁποία καὶ πόστη τοῦ μηνός ἐστιν ἡμέρα. προείπομεν δὲ ὅτι τῶν μηνῶν αἱ καταλήψεις ἐκ τοῦ φωτὸς αὐτῆς ἐγγίνονται. ἄλλως: ἀεὶ δὲ ἄλλοθεν ἄλλα δεικνῦσα πρόσωπα ἤγουν εἴδη, τουτέστιν ἐν πολλαῖς μορφαῖς φαινομένη, λέγει ἡμῖν πόστη ἡμέρα τοῦ μηνὸς ἀνατέλλει. |
| book 733-739 | —[ἄκρα γε μὴν νυκτῶν]: περὶ μὲν τῆς ἐν νυκτὶ τῶν ὡρῶν διακρίσεως ἤδη προείπομεν. αὐτὴν δὲ τὴν νύκτα καὶ τὴν ἡμέραν ἥτις ἐστὶ τοῦ μηνὸς ἑξῆς διδάσκει. μῆνα δὲ λέγομεν τὸν ἀπὸ συνόδου σελήνης καὶ ἡλίου χρόνον ἐπὶ σύνοδον, ὅς ἐστιν ἡμερῶν κθʹ. ἐπὶ δὲ τῶν τοιούτων συνόδων ἡμέραν ἄκουε τὸν ἐκ τῆς νυκτὸς καὶ ἡμέρας χρόνον. τούτῳ δὲ τῷ μηνὶ ἐχρῶντο πρὸς τὴν τῶν πολιτικῶν ἡμερῶν ἀγωγήν, καὶ νῦν ἔτι χρῶνται πολλοὶ τῶν Ἑλλήνων. |
| book 733-739 | ἄκρα δὲ νυκτῶν (740) ἑσπέρα καὶ ὄρθρος, ἅπερ ἱκαναὶ πρὸς τὸ σαφὲς δηλῶσαι ἐκεῖναι αἱ δώδεκα μοῖραι, τῶν δώδεκα ζῳδίων δηλονότι. ἄλλως: τὰ δώδεκα ζῴδια ἱκανά ἐστι σημαίνειν ἀρχάς τε καὶ τέλη τῶν νυκτῶν. μέγαν δὲ ἐνιαυτὸν λέγει τὸν ἡλιακόν. οἱ γὰρ παλαιοὶ τρία ᾔδεσαν μέτρα χρόνου, ἡμέραν, μῆνα, ἐνιαυτόν. μέγιστον δὲ τούτων ὁ ἐνιαυτός. ὅτι δὲ λέγει τὸν ἡλιακόν, δῆλον ἐξ ὧν ἀρότου καὶ φυτείας μνήμην ποιεῖται. |
| book 733-739 | ἄλλως: ὁ λόγος· αἱ τῶν δώδεκα ζῳδίων ἀνατολαὶ καὶ δύσεις ἱκαναὶ πεφύκασι τῶν ἐνιαυσιαίων καιρῶν τὴν διαφορὰν οἰκείως διασαφῆσαι, ἔαρος, θέρους, μετοπώρου, χειμῶνος. διὰ γὰρ τούτων καταλαμβάνομεν τὴν διαφορὰν τῶν κατὰ τὴν γεωργίαν ἔργων, σπόρου, φυτείας, ἀμήτου, τῶν ἄλλων πάντων. ἐμφανεῖς δὲ τοῖς βουλομένοις ἀκριβῶς προσέχειν τυγχάνουσιν αἵ τε ἀνατολαὶ καὶ δύσεις τῶν ζῳδίων διὰ τὴν τοῦ θεοῦ πρόνοιαν. ὁμοία δὲ τῷ προοιμίῳ ἡ διάνοια· „ἐσκέψατο δ’ εἰς ἐνιαυτὸν ἀστέρας οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν“ (11— 12). |
| book 743-750 | —ἐκ Διὸς ἤδη πάντα: ὑπὸ τοῦ Διὸς παρεδόθη τοῖς ἀνθρώποις ἵνα οἳ μὲν πρὸς ἀντίληψιν τῶν κατὰ γεωργίαν ἔργων ὠφεληθῶσιν, οἳ δὲ εἰς ναυτιλίαν, φυλασσόμενοι τὰς χειμερίους ἀνατολάς τε καὶ δύσεις τῶν ἄστρων, οἷον Ἀρκτούρου Ἐρίφων Αἰγός, ἀπό τε τῆς ἑσπέρας σημείωσιν ποιούμενοι τοῦ μέλλοντος καὶ ἀπὸ τοῦ ὄρθρου, τουτέστιν ἀπὸ τῆς ἑκάστου τῶν ιβʹ ζῳδίων ἀνατολῆς τε καὶ δύσεως. ὁ γὰρ ἥλιος ἐν τῇ ἐνιαυσιαίᾳ περιόδῳ διεξιὼν τὸν ζῳδιακὸν κύκλον κατὰ τάξιν εἰς ἓν ἕκαστον τῶν ζῳδίων μεταβαίνει. διὸ ὄγμον τὴν πορείαν αὐτοῦ ὠνόμασεν. |
| book 743-750 | καὶ Ὅμηρος „ὄγμον ἐλαύνωσιν“ (Λ 68). ἀπὸ τοῦ θεοῦ τὰ πάντα ἐδόθησαν τοῖς ἀνθρώποις ἵνα τὴν δύσιν καὶ τὴν ἀνατολὴν τῶν ἀστέρων θεωροῦντες γινώσκωσιν ὥραν τοῦ χειμῶνος καὶ τοῦ ἔαρος. |
| book 744 | —καὶ μέν τις καὶ νηΐ: ὅτι τὰ ἀπλανῆ, φησί, δηλοῖ τοὺς καιροὺς καὶ τεκμήρια δίδωσι τοῦ πλοῦ. „καὶ γάρ τις καὶ νηῒ ἑαυτὸν εἰσδεδωκὼς πολύκλυστον χειμῶνα ἐσκέψατο, ἢ τοῦ δεινοῦ Ἀρκτούρου μνημονεύσας (ὅλη γὰρ αὐτοῦ ἡ δύσις χειμερινή ἐστιν, ὃ δὲ Χηλαῖς συγκατέρχεται Σκορπίῳ Τοξότῃ Αἰγοκέρωτι, ἡ δὲ τετράμηνος χειμερινή ἐστιν), ἔμαθεν οὖν περὶ ἐσομένου χειμῶνος ὁ ναυτίλος ἢ τοῦ Βοώτου μνησθείς (δεινοῦ δὲ οἳ μὲν τοῦ λαμπροῦ, οἳ δὲ χειμερινοῦ, ὡς πρὸς τὸ παρόν) ἤ τινων ἄλλων ἀστέρων [θεάσοιτο] οἵτινες ἐξ ὠκεανοῦ ἀρύονται, ἀντὶ τοῦ ἀνατέλλουσιν“. |
| book 747 | —ἀμφιλύκης: φασὶ γὰρ τὸν λύκον ἀνακεῖσθαι τῷ Ἀπόλλωνι, καὶ ὥσπερ ἐκεῖνος μάντις ὢν προβλέπει, οὕτω καὶ τὸν λύκον, διὰ τὸ ὀξυδερκὲς αὐτοῦ, προσήρμοσαν [αὐτὸν] τῷ Ἀπόλλωνι. διὰ τοῦτο καὶ λυκόφως λέγεται, ὅταν ὁ λύκος θεάσηται. |
| book 749 | —ὄγμον ἐλαύνων: ὄγμος κυρίως ἡ τάξις καλεῖται τῶν θεριζόντων, ὅπου ἀμῶνται, ἢ ὁ μεταξὺ δύο φυτειῶν τόπος ἀργός. ἐπειδὴ οὖν τὴν μέσην γραμμὴν τοῦ ζῳδιακοῦ ὁ ἥλιος πορεύεται, ἔχει δὲ ὁ κύκλος ἄλλας δύο ἑκατέρωθεν γραμμάς, διὰ τοῦτο εἶπεν ὄγμον τὸν τοῦ ἡλίου δρόμον. καὶ ὅτι τῶν πάντων ἐστὶν ὁ ἥλιος ἀνατέλλων φυτουργὸς καὶ γεννήτωρ, διὰ τοῦτο τὴν ὁδὸν αὐτοῦ ὄγμον εἶπεν. |
| book 750 | —τοτὲ μέν τ’ ἀνιών: ἢ γὰρ ἀνατέλλων ἑῴας τὰς φάσεις παρέχει αὐτοῖς, ἢ δύνων ἑσπερίας. τὸ δὲ αὐτίκα οὐκ ἀργῶς, ἐπ’ ἀμφοτέρων· ἢ γὰρ αὐτίκα ἀνιὼν μετὰ τὴν ἑῴαν τοῦ ἄστρου φάσιν, ἢ πρὸ ὀλίγου τῆς τοῦ ἄστρου ἑσπερίας φάσεως δεδυκώς. |
| book 751 | —ἄλλος δ’ ἀλλοίην ἀστήρ: ἐφ’ ἕκαστον ὁ ἥλιος τῶν ἐν ταῖς μοίραις ἀστέρων ἔρχεται· οἷον σήμερον, ἐλθὼν ἐπὶ τὴν πρώτην μοῖραν, ἀνέτειλε 〈σὺν ἀστέρι τινί〉, τῇ δὲ ἑξῆς οὐκέτι σὺν ταὐτῷ. ἔρχεται γὰρ ἐπὶ τὴν δευτέραν μοῖραν, καὶ ἐπιψαύει τοῦ ἀστέρος τοῦ ἐν τῇ δευτέρᾳ μοίρᾳ ὄντος. διὸ εἶπεν ἄλλος δ’ ἀλλοίην ἐπιδέρκεται ἡμέραν σὺν ἡλίῳ ἀστήρ, ἢ ἄλλος κατὰ [τὴν] ἀλλοίαν [τῶν ἀστέρων] ἡμέραν θεωρεῖται, κατὰ ποιὰν δηλονότι φάσιν, ἑῴαν ἀνατολὴν ἢ ἑσπέριον δύσιν 〈ἤ〉 τινα τούτων, ἐπείτοι γε καθ’ ἑκάστην ἡμέραν ἕκαστος αὐτῶν καὶ ἀνατέλλει καὶ δύεται, ὡσὰν τοῦ κόσμου ἐν ἡμέρᾳ καὶ νυκτὶ ἀπὸ σημείου ἐπὶ σημεῖον φερομένου. |
| book 752 | —γινώσκεις τάδε καὶ σύ: ὁριστικὸν ἀντὶ προστακτικοῦ, ἀντὶ τοῦ γίνωσκε. συναείδεται δὲ ἀντὶ τοῦ συνᾴδεται, πρόκειται. κύκλα (753) ἐνιαυτοί. ἐπιδινεῖται (755) παρέρχεται. ὁ δὲ λόγος· γίνωσκε ὅτι ἀναλογοῦντες ἀλλήλοις καὶ σύμφωνοι γίνονται οἱ τοῦ ἡλίου δρόμοι διὰ ιθʹ ἐτῶν ἐπιθεωρούμενοι. ὁμοίως δὲ καὶ ἡ ἀνατολὴ τῆς τοῦ Ὠρίωνος ζώνης μέχρι τῆς παντελοῦς δύσεως αὐτοῦ, ἔτι γε μὴν καὶ ἡ τοῦ Κυνὸς ἀνατολή τε καὶ δύσις διὰ τῶν ἴσων ἐτῶν σύμφωνοι γίνονται. |
| book 752 | τὰς μὲν οὖν ἡμέρας τῆς ἐννεακαιδεκαετηρίδος ἀπὸ τῆς τοῦ ἡλίου ἐνεργείας ὑπέδειξε, τὰς δὲ νύκτας ἀπὸ τῆς τοῦ Ὠρίωνος ἀνατολῆς τε καὶ δύσεως, διὰ τὸ ἐκεῖνα τὰ ἄστρα καταληπτὰ τοῖς ἀνθρώποις ἐν τῇ νυκτὶ γίνεσθαι. ἄλλως: Μέτων τις γέγονε παλαιὸς ἀστρονόμος, ὃς ἀκριβῶς ἀριθμήσας εἶπε μικρὸν ἐνιαυτὸν ὡς πρὸς σύγκρισιν τοῦ μεγάλου, περὶ οὗ πάλαι ἐλέγομεν, ὅταν σύνοδος τῶν ζʹ ἀστέρων ἐν μιᾷ μοίρᾳ γένηται ἐπὶ ἀπωλείᾳ τοῦ παντός. δεξάμενοι τοίνυν οἱ μετ’ αὐτὸν ἀστρονόμοι πίνακας ἐν ταῖς πόλεσιν ἔθηκαν περὶ τῶν τοῦ ἡλίου περιφορῶν τῶν ἐννεακαιδεκαετηρίδων, ἀριθμήσαντες ὅτι καθ’ ἕκαστον ἐνιαυτὸν τοιόσδε ἔσται χειμών, καὶ τοιόνδε θέρος, καὶ τοιόνδε φθινόπωρον, καὶ |
| book 752 | τοιοίδε ἄνεμοι, καὶ ἄλλα πολλὰ πρὸς βιωφελεῖς χρείας τοῖς ἀνθρώποις. ἐπειδὴ οὖν ἤδη ταῦτα ἐγνώσθη ἐκ τῶν πινάκων, καὶ αὐτὸς ἐκεῖθεν ἔγνω τὰ πολλὰ ὁ Ἄρατος, φησὶν ὅτι „καὶ αὐτὸς γινώσκεις· πάλαι γὰρ ἀείδεται καὶ φανερὰ τοῖς Ἕλλησι γέγονεν“. ἐδέξαντο δὲ αὐτὰ Ἕλληνες παρ’ Αἰγυπτίων καὶ Χαλδαίων. ποῖα οὖν ἐστι ταῦτα ἃ συναείδεται ἐπήγαγε, τὰ κύκλα καὶ αἱ περιφοραὶ αἱ διὰ ἐννεακαίδεκα ἐτῶν γινόμεναι τοῦ ἡλίου. |
| book 752 | φησὶν οὖν ὅτι πάντας τοὺς ἀστέρας ὁ ἥλιος ἐπέρχεται καθ’ ἕκαστον ἐνιαυτὸν ἄλλοτε ἄλλῳ ἐμπελάζων, ὁτὲ μὲν ἀνιών, ὁτὲ δὲ καὶ δύνων. |
| book 754 | —ὅσσα τ’ ἀπὸ ζώνης: ὅσα, φησί, [καὶ ἔμαθες ἀπὸ τῶν παλαιοτέρων] ἀπὸ τῆς ζώνης τοῦ Ὠρίωνος πάλιν εἰς αὐτὸν τὸν Ὠρίωνα ἡ νὺξ ἄστρα ἐπιφέρει, καὶ ὅσα ἀπὸ τοῦ Κυνὸς εἰς αὐτὸν τὸν Κύνα. βούλεται δὲ καὶ περὶ πάντων εἰπεῖν τῶν ἀπλανῶν· προειπὼν δὲ περὶ τῶν ἄλλων ... [πολλοὶ γὰρ οἱ πρὸ Ἀράτου, περὶ Εὔδοξον καὶ Ἵππαρχον καὶ ἄλλοι τινές] ἤρξατο δὲ ἀπὸ Ὠρίωνος ὅτι ὑπόκειται Καρκίνῳ, καὶ ὅτι μάλιστα εἰς αὐτὸν οἱ πλέοντες ὁρῶσι, καὶ ὅτι νότιός ἐστιν, ἐκ δὲ τῶν νοτίων μερῶν ἀεὶ ἐκδέχονται ἐσόμενον χειμῶνα. |
| book 754 | ἄλλως: ὅσα ἄστρα ἀπὸ τῆς ζώνης τοῦ Ὠρίωνος εἰς ἔσχατον Ὠρίωνα, ὅ ἐστι μέχρι τῶν ποδῶν αὐτοῦ, ἡ νὺξ ἐπιδινεῖται. ἀπὸ κοινοῦ δὲ τὸ γινώσκεις. ἀρχὴ δὲ τοῦ ἐνιαυτοῦ ἐστιν ἡ τῆς ζώνης τοῦ Ὠρίωνος ἐπιτολή, τέλος δὲ τῶν ποδῶν τοῦ Ὠρίωνος ἡ ἐπιτολὴ καὶ τοῦ Κυνός. εἰς τρία δὲ αὐτοῦ διῄρηται ἡ ἐπιτολή, ὦμον, ζώνην, πόδας. |
| book 756 | —οἵ τε Ποσειδάωνος ὁρώμενοι: οὐ μόνον, φησίν, ὁ ἀριθμὸς τῆς ἐννεακαιδεκαετηρίδος ἐστὶν εὔχρηστος τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τῶν λοιπῶν ἀστέρων αἱ παρατηρήσεις, τῶν τε Ποσειδῶνος καὶ τῶν τοῦ Διός. εἰσὶ δὲ Ποσειδῶνος μὲν ἀστέρες οἱ τοὺς χειμῶνας καὶ τὰς εὐδίας δηλοῦντες, Διὸς δὲ οἱ τὰ πρὸς γεωργίαν εὔχρηστα μηνύοντες. ὅταν οὖν μέλλῃς πελαγίῳ δρόμῳ σεαυτὸν ἐμπιστεύειν, πολυπραγμόνησον πρῶτον τὴν παρατήρησιν τῶν τὰς εὐδίας ἢ τοὺς χειμῶνας δηλούντων ἀστέρων. κόπος μὲν γὰρ βραχὺς τυγχάνει τῷ βουλομένῳ τὴν τῶν σημείων ἀκρίβειαν μετέρχεσθαι, ἡ δὲ ὠφέλεια πολλὴ ἐκ τῆς τούτων ἐμπειρίας τοῖς ἀσφαλείας προνοουμένοις ἀνθρώποις. ἑαυτούς τε γὰρ τότε σώζουσιν οἱ ἄνθρωποι πρῶτον οἱ τὴν παρατήρησιν αὐτῶν ἔχοντες [τῶν τε ἀνατολῶν καὶ δύσεων τῶν ἄστρων], καὶ τοῖς ἄλλοις παραίτιοι γίνονται ἀσφαλείας, προμηνύοντες αὐτοῖς τὰς μέλλουσας τοῦ ἀέρος περιστάσεις ἐκ τῶν περὶ οὐρανὸν σημείων. |
| book 758 | —τῷ κείνων πεπόνησο: διὸ ἐκείνων τῶν ἀστέρων τῶν βιωφελῆ χρείαν ἐχόντων ἐν ἐπιμελείᾳ ἔσο, καὶ γίνωσκε καὶ μάνθανε αὐτούς. ὀλίγος μὲν γὰρ ἐκ τούτων κάματος, τουτέστιν ἐκ τῆς μαθήσεως, πολὺ δὲ τὸ βιωφελές ἐστι τῷ ταῦτα παρατηροῦντι ἀνδρὶ ἐπιφροσύνης καὶ λογισμοῦ. τὸ δὲ μέλοι δέ τοι, περὶ δὲ τούτων τῶν ἄστρων μελέτω σοι ὅσα κεχρημένα καὶ ἀσφαλῶς εἰρημένα περὶ πλοῦ ἐστιν, ὅταν ἐν νηῒ σαυτὸν πιστεύῃς, καὶ μέλλῃς εὑρεῖν πόθεν ἔσται κύματα. |
| book 763 | —αὐτὸς μέν: αὐτὸς μὲν τὰ πρῶτα ἀπὸ βλαβῶν σῴζεται, ἄλλῳ δὲ ἐκ δευτέρου παραινέσας μεγάλως ὠφέλησεν, διδάξας πότε πλησιάζει χειμών. |
| book 765 | —πολλάκι γὰρ καί τίς τε: πολλάκις γὰρ γαλήνης οὔσης θεασάμενός τις ἀνὴρ ἔμπειρος σημεῖόν τι διὰ τῆς νυκτός, προέγνω χειμῶνα ἐπιγενησόμενον, καὶ ἀσφαλισάμενος τὴν ναῦν ἐμπειρίᾳ ναυτικῇ διεσώθη. ἄλλως: πολλάκις γάρ, φησί, καὶ γαλήνης ὑπαρχούσης, ἀσφαλίζεταί τις περὶ τῆς νηὸς ἐκ τῆς περὶ τὰ μέλλοντα προγνώσεως. οὐ γὰρ ἐκ τοῦ παραχρῆμα γίνονται οἱ χειμῶνες, ἀλλὰ πολλάκις ἐκ τῶν σημείων τεκμαιρόμεθα καὶ μετὰ τρεῖς ἡμέρας χειμῶνα γενησόμενον καὶ μετὰ πέντε, καὶ πολλάκις ἀπροσδόκητος χειμὼν ἐπέρχεται. οὐ γὰρ πάντα οἱ ἄνθρωποι τὰ σημεῖα ἐπιστάμεθα, ἀλλ’ ἔτι καταλείπεται ἡμῖν ἄδηλά τινα, ὧν ἴσως ἐξ ὑστέρου δώσει καὶ ἡμῖν ὁ θεὸς τὴν γνῶσιν. |
| book 765 | ἀεὶ γὰρ ὠφελεῖ τὸ τῶν ἀνθρώπων γένος πανταχόθεν ὁρώμενος καὶ παρέχων τὰ φανερὰ ἡμῖν σημεῖα. τὸ δὲ πάντοθεν εἰδόμενος οἳ μὲν διὰ γῆς, διὰ θαλάσσης, διὰ παντὸς τοῦ κόσμου, οἳ δὲ διὰ κληδόνων, διὰ μαντειῶν, δι’ ὀνείρων, διὰ σημείων, διὰ τῶν ὁμοίων. Ζεὺς γὰρ οὐρανός, ὡς καὶ ἐν ἄλλοις (224) ἐν Διὸς εἰλεῖται, ἀντὶ τοῦ ἐν οὐρανῷ. ὁ μὲν οὖν οὐρανός, φησίν, ἐκ τῶν ἐγκειμένων αὐτῷ ἀστέρων δίδωσι σημεῖα, ἄλλα δὲ παρέχει ἡ σελήνη διχότομος γινομένη ἑκατέρωθεν τοῦ πλήθους (τοῦτο δὲ εἶπεν ἐπειδὴ 〈δὶσ〉 καθ’ ἕκαστον μῆνα διχότομος ὁρᾶται), ἀλλὰ καὶ πεπληθυῖα (774), πληροσέληνος. συμβάλλεται δὲ εἰς πρόγνωσιν οὐκ ὀλίγα 〈σημεῖα〉 εὐδίας τε καὶ χειμῶνος καὶ ὁ ἥλιος δύνων τε καὶ ἀνατέλλων, ἃ μὲν εἰς ὅλον μῆνα, ἃ δὲ καὶ ἐπ’ αὐτὴν 〈τὴν〉 ἡμέραν. ὁ γὰρ ἥλιος |
| book 765 | ἀνατέλλων σημεῖον τῆς ἡμέρας ὑπάρχει, ἤτοι χειμερίου ἢ εὐδίας, καὶ δύνων δὲ τῆς νυκτός. ὁποίου μέντοι μηνὸς τὰ ζῴδια γίνονται σημεῖα. ὁ γὰρ Εὔδοξος Κριὸν μέν φησιν ἡλίου διερχομένου μαλακὰ γίνεσθαι τὰ πνεύματα, ὁμοίως καὶ Ταῦρον· ὅταν 〈δὲ〉 Διδύμους, ζεφύρους τε πνεῖν καὶ βορέας ψυχρούς. καὶ καθ’ ἕκαστον τῶν ζῳδίων πειρᾶται προσημαίνειν τὴν τοῦ ἀέρος 〈περίστασιν〉, ὅπερ ἐγίνετο ἂν εἴπερ ἐξ ὁλοσχερῶν ἡμερῶν ὁ ἐνιαυτὸς εἴη. εἰ μέντοι γε ἐπιτρέχει τὸ μόριον, οὐκέτι ἂν συμπίπτον τοῦτο καθ’ ἕκαστον ἐνιαυτὸν εἴη. |
| book 767 | —ἄλλοτε δὲ τρίτον: ποτὲ μὲν μετὰ τρεῖς ἡμέρας γεννᾶται χειμών, ποτὲ δὲ μετὰ πέντε 〈ἢ〉 ἀπροοράτως, ἀλλ’ ὅμως ἐκ τῶν πρώην γινομένων σημείων προγινώσκομεν. |
| book 771 | —Ζεύς: ὁ οὐρανός, ὡς καὶ ἐν ἄλλῳ (265) Ζεὺς αἴτιος. καὶ „ὁ μὲν οὐρανός, φησίν, ἐκ τῶν ἐγκειμένων αὐτῷ ἀστέρων δίδωσιν ἡμῖν σημεῖα, ἄλλα δὲ ἡμῖν παρέχει ἡ σελήνη διχότομος γινομένη (τοῦτο δὲ εἶπεν ἐπεὶ καθ’ ἑκάστην αὐτῆς περίοδον διχότομος γίνεται δίς), ἀλλὰ καὶ πεπληθυῖα, τουτέστι πληροσέληνος οὖσα“. συμβάλλεσθαι δὲ οὐκ ὀλίγα εἰς πρόγνωσιν εὐδίας τε καὶ χειμῶνος τὸν ἥλιον δύνοντά τε καὶ ἀνατέλλοντα, ἃ μὲν εἰς ὅλον μῆνα, ἃ δὲ εἰς αὐτὴν τὴν ἡμέραν. ὁ γὰρ ἥλιος ἀνατέλλων σημεῖα τῆς ἡμέρας παρέχει ἤτοι χειμερίου ἢ εὐδινῆς, ἢ καὶ δύνων γε τῆς νυκτός. ὁποῖα μέντοι γε μηνὸς τὰ ζῴδια γίνεται, σημεῖα διέρχεται. ὁ γοῦν Εὔδοξος Κριὸν μέν φησιν ἡλίου διερχομένου μαλακὰ γίνεσθαι πνεύματα, ὁμοίως δὲ καὶ Ταῦ‐ |
| book 771 | ρον· ὅταν δὲ Διδύμους, ζεφύρους τε πνεῖν καὶ βορέας ψυχρούς. ὃ γὰρ οὖν γενεήν: οὗτος γὰρ ἀεὶ τὸ τῶν ἀνθρώπων γένος ὠφελεῖ πανταχόθεν καὶ ἐν παντὶ ὁρώμενος καὶ παρέχων τὰ φανερὰ σημεῖα. τὸ δὲ πάντοθεν εἰδόμενος οἳ μὲν οὕτως „διὰ γῆς, διὰ θαλάττης, διὰ παντὸς μέρους τοῦ κόσμου“, οἳ δὲ οὕτως ἐξέλαβον „διὰ κληδόνων, διὰ μαντειῶν, δι’ ὀνείρων, διὰ σημείων, διὰ τῶν παραπλησίων πάντων“. |
| book 774 | —〈πλήθους’ ἀμφοτέρωθεν〉: κατὰ μήν τινας ὁριζομένας περιόδους, [πλήθουσι.] τὸ ἐφ’ ἑκάτερον τῆς πληροσελήνου ἀρχομένης τε καὶ ληγούσης, καὶ αὐτὴν τὴν πληροσέληνον. |
| book 778 | —σκέπτεο δέ: κελεύει δὲ θεωρεῖν αὐτοὺς ἀμφοτέρας τὰς κεραίας· „ἀπὸ πρώτης αὐξήσεως σκόπει τὴν σελήνην ἐξ ἀμφοτέρων τῶν κεράτων. διάφορος γὰρ αὐτῇ λαμπηδὼν ἐπίκειται“. σκέπτεο δέ: περισκέπτου δὲ πρῶτον, τουτέστιν ἐν τῇ τρίτῃ ἡμέρᾳ, ᾗ καὶ φαίνεται. [τῶν] κεράων, αὐτῆς τῆς σελήνης. ἐξ αὐτῶν γάρ ἐστι καταλαβεῖν τὰ ἐναντία ὄντα ἀλλήλοις, τουτέστι χειμῶνά τε καὶ εὐδίαν. |
| book 779 | —ἄλλοτε γάρ τ’ ἄλλῃ μιν: πρὸς τὴν ἑσπέραν καὶ δύσιν, ὅτε καὶ ἀρχὴν ἔχει, ἀπὸ συνόδου οὖσα ἡλίου. εἴπομεν γὰρ ὅτι τὰς ἀρχὰς ἀπὸ συνόδου οὖσα τοῦ ἡλίου πρὸς τὴν ἑσπέραν φαίνεται, εἰκότως. εἰ γὰρ νομίζεται Ταύρῳ εἶναι ὁ ἥλιος περὶ τρίτην ἢ τετάρτην, αὕτη δὲ τοῦ Ταύρου περὶ τριακοστὴν μοῖραν δύναντος τοῦ ἡλίου, λοιπὸν αὕτη πρὸς τῇ δύσει φαίνεται ἕως οὗ ὅλος ὁ Ταῦρος κατενεχθῇ· καὶ ἐὰν ᾖ Διδύμοις, τοῦ ἡλίου μετὰ τοῦ Ταύρου δύναντος, αὕτη ἄλλας δύο ὥρας ἔχει ὑπὲρ γῆν ἕως καὶ οἱ Δίδυμοι κατέλθωσι. καὶ οὕτως ὅσον αὐτοῦ ἀποκλίνει, μεῖζον τὸ φῶς αὐτῆς γίνεται, καὶ ἀνωτέρω φαίνεται τῆς δύσεως. ὅτε ἀπὸ συνόδου οὖσα ἄγει τρίτην ἢ τετάρτην ἡμέραν καὶ ἔχει λαμπρὸν τὸ φῶς, εὐδίας ἐστὶ σημαντικόν. |
| book 780 | —ἄλλοτε δ’ ἀλλοῖαι: πολλὰς φαντασίας ἔχει, ὡς καὶ ἐπὶ τῶν ὑδάτων. ὡς γὰρ ἂν ταῦτα ἔχῃ φύσεως, οὕτω καὶ 〈τὰ〉 ἐν αὐτοῖς ἡμῖν προσπίπτει. ἀλλοῖα γοῦν τὰ ἐν θολερῷ καὶ παχεῖ τῷ ὕδατι, ἀλλοῖα δὲ τὰ ἐν καθαρῷ. ποτὲ μὲν οὖν καθαρὸν τὸ φῶς ἐστι, καὶ ἡ μορφὴ δὲ κερατοειδής [ἐστιν], ποτὲ δὲ ἀλλοία καὶ διάφορός ἐστιν. ὁ δὲ νοῦς· „εὐθὺς ἀπὸ συνόδου οὖσα καὶ 〈ὅτε〉 γεννᾶται τρίτην ἢ καὶ τετάρτην ἡμέραν, διάφορον αὑτῆς τῶν κεράτων ἔχει τὸ σχῆμα“. |
| book 780 | τὸ δὲ ἐπιγράφει (779) ἐπιχρωτίζει. ἡ μεταφορὰ ἀπὸ τῶν σωμάτων. κερόωσι δὲ (780) κερατοποιοῦσι, σχηματίζουσιν εἰς κεραίας. |
| book 782 | —τάων καὶ περὶ μηνός: ἀπὸ γὰρ τῶν περὶ τὴν αὔξησιν αὐτῆς σημείων δυνήσῃ μαθεῖν περὶ ὅλου τοῦ μηνὸς εἰ ὀμβρινὸς ἢ ἀνεμώδης ἢ αὐχμηρὸς ἢ νήνεμος ἔσται. |
| book 783 | —λεπτὴ μὲν καθαρή τε: τουτέστι „τριταία οὖσα, εἰ μὲν λαμπρὸν εἴη τὸ φῶς, εὐδίας ἐστὶ σημαντικόν, εἰ δὲ πυρρὸν καὶ ξανθόν, ἀνέμου δηλωτικόν, εἰ δὲ μέλαν καὶ ζοφῶδες, χειμῶνος καὶ ὑετοῦ“. ἔστι μὲν οὖν αὐτὸ τὸ σεληνιακὸν φῶς διόλου ἀπαθὲς καὶ λαμπρόν (ἄτοπον γὰρ τοῖς στοιχείοις πάθη διδόναι), ὁ δὲ περικείμενος ἡμᾶς οὗτος ἀὴρ πρὸς πάντα συμπάθειαν ἔχων τοιοῦτον αὐτῆς ἀποδεικνύει τὸ φῶς. ὅτε γὰρ πνεῖν μέλλουσι ξηροὶ ἄνεμοι, τῆς ξηρότητος τῆς ἐσομένης ἀντιλαμβανόμενος ὁ ἀὴρ πυρρὸς γίνεται καὶ ξανθοῦται. καυστικὸν γὰρ ἀεὶ τὸ ξηρὸν καὶ πυρῶδες. καὶ οὗτος ὁ ἀὴρ τοιοῦτος γενόμενος σφάλλει ἡμῶν τὴν ὄψιν οὕτως ὁρᾶν τῆς σελήνης τὸ φῶς, καὶ ἔστι σημεῖον ἀνέμων ξηρῶν. |
| book 783 | ἄλλως: τριταίαν ἄγουσα ἡμέραν ἀπὸ συνόδου καὶ οὖσα λεπτή (οὕτω γάρ ἐστι τριταία οὖσα) καθαρὸν καὶ διαυγὲς τὸ φῶς ἔχουσα, εὐδίας ἐστὶ σημαντική. λεπτὴ δὲ οὖσα, τουτέστι τριταία, καὶ σφόδρα ἐρευθὴς οὖσα καὶ πυρῶδες τὸ φῶς ἔχουσα, πνευμάτων ἐστὶ δηλωτική. ταῦτα δὲ προειρήκαμεν. |
| book 784 | —λεπτὴ 〈δὲ〉 καὶ οὐ μάλ’: λεπτὸν δὲ ἔχουσα τὸ φῶς, τουτέστι τριταία. |
| book 785 | —πνευματίη: ὅταν δὲ ἄνεμοι μέλλωσι πνεῖν, πάλιν τῆς ἐσομένης ὑγρότητος ὁ ἀὴρ ἀντιλαμβανόμενος παχυμερής τις ἐκ τῆς ὑγρότητος γίνεται καὶ ζοφώδης, καὶ τοιοῦτον ἡμῖν δείκνυσι [μέλαν καὶ ζοφῶδες] τὸ τῆς σελήνης φῶς. καὶ γὰρ καὶ τὰς μελαίνας τῶν νεφελῶν καὶ ζοφώδεις ὑετοῦ αἰτίας φαμὲν εἶναι, τὰς δὲ καθαρὰς ἀνέμων, τὰ γὰρ πνεύματα ἅπερ σίφωνας καλοῦσιν οἱ ναυτίλοι συστρεφόμενα ἐν τῇ θαλάσσῃ ἀνιμᾶται τὸ ὕδωρ καὶ συνιστάμενα παχέα καὶ ζοφώδη γίνεται, καὶ ἀποτελοῦνται πιλήσεις νεφελώδεις ἐξ ὧν φέρεται ὁ ὑετός. σίφωνας δὲ αὐτοὺς λέγουσιν οἱ ναυτίλοι. πολλάκις γὰρ καὶ αὔτανδρον τὸ σκάφος μετὰ τοῦ ὕδατος ἀνιμῶνται εἰς ὕψος καὶ ἐξασθενοῦντες πάλιν ἀφιᾶσι. κάτωθεν τοίνυν ἐκ τῆς γῆς πολλαὶ ἀναθυμιάσεις γίνονται αἳ τὸν ἀέρα μεταβάλλουσιν. |
| book 785 | παχίων δέ: παχυνομένου δὲ τοῦ ἀέρος ἀμβλύτερα τὰ κέρατα, ὅπερ σημεῖον ὑετοῦ ἡ σελήνη ποιεῖται καὶ τοῦ νότου ὅτι ἐγγύς ἐστιν. παχίων δὲ καὶ ἀμβλείῃσι κεραίαις: παχυμερὴς δὲ καὶ ζοφωδεστέρα φαινομένη καὶ ἔχουσα τὰς κεραίας ἀμβλυτέρας καὶ ἀμαυροτέρας ἐν τετάρτῃ ἡμέρᾳ, ὅτε οὐκ ἔδει, εἴγε καὶ σκιὰν πέμπει τεταρταία οὖσα, ὑπὸ νότου ἀμβλύνεται. ὑγρὸς γὰρ καὶ χειμερινὸς οὗτος, καὶ δῆλον ὅτι τῇ ὑγρότητι παχυμερῆ ποιῶν τὸν ἀέρα τοιαύτην ὁρᾶσθαι ποιεῖ τὴν σελήνην ὑετοῦ ἐπιγινομένου. |
| book 785 | ἄλλως: ὅταν δὲ παχεῖα 〈ᾖ〉 καὶ ἀμβλυτέρας τὰς κεραίας ἔχῃ, νότον προσδοκᾶν ἢ ὄμβρον, ὅταν δὲ τρίτην ἄγουσα ἡμέραν μήτε περικεκλασμένας ἔχῃ τὰς κεραίας μήτε ὑπτιάζηται, ζεφύρου σημαντική, εἰ δὲ ἀπὸ τρίτης μέχρι τετάρτης ἡμέρας τὸ αὐτὸ τηρήσει σχῆμα, χειμῶνος ὑπογύου σημαντικὴ τυγχάνει. ὅθεν κελεύει θεωρεῖν αὐτὰς ἀμφοτέρας τὰς κεραίας ἀπὸ πρώτης αὐξήσεως. |
| book 786 | —τέτρατον ἐκ τριτάτοιο: ἐν τετάρτῃ ἡμέρᾳ οὐκ ἔδει εἶναι τὸ φῶς αὐτῆς ἀμενηνόν, ἀλλ’ ἔδει καὶ σκιὰν ἀποπέμπειν. ἐκ τούτου δὲ δῆλον ὅτι ὀφείλουσα ἔχειν ἰσχυρὸν τὸ φῶς, ἀμενηνὸν ἔχει. ἄρα οὖν ἐξ αἰτίας τινὸς τοῦτο πέπονθεν· ἢ γὰρ νότῳ ἀμβλύνεται ἢ ἐσομένῳ ὕδατι. καὶ γὰρ ὁ νότος ἐξ ὑγροῦ ἀέρος συνίσταται, διὸ καὶ καρηβαρής. πάντα δὲ τὰ πυρώδη διὰ μὲν πυκνοῦ τοῦ ἀέρος ὁρώμενα ἐρυθρὰ φαίνεται, διὰ ἀκράτου δὲ καθαρά, καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες πάντες φλογώδους οὐσίας κεκοινωνήκασι, καὶ αἰθέρος εἰσὶ πιλήματα. διαυγῆ τοίνυν αὐτήν φησιν εἶναι σημεῖον εὐδίας, ἅτε διὰ ξηροῦ τοῦ ἀέρος φαινομένην, ἐρυθρὰν δὲ πνευμάτων διὰ τὴν περὶ τὸν ἀέρα πύκνωσιν, ὃς διαχεόμενος ἀνέμους ποιεῖ. καὶ |
| book 786 | γὰρ οὐδέν ἐστιν ἄλλο ἄνεμος ἢ ῥύσις ἀέρος. |
| book 788-791 | —εἰ δέ κ’ ἀπ’ ἀμφοτέρων: οἱ ἄνεμοι πάλιν οἱ πνέοντες τοῦτον τὸν περικείμενον ἡμᾶς ἀέρα ἐπίπροσθεν ἑαυτῶν διωθοῦνται. καὶ ἐὰν μὲν ζέφυρος πνεύσῃ ἀπὸ δύσεως ἐπίπροσθεν αὑτοῦ διωθούμενος τὸν ἀέρα, ἔμφασιν ἡμῖν παρέχει τοῦ δοκεῖν τῆς σελήνης τὰ κέρατα ὡς ἐπὶ ἀνατολὰς πρηνῆ φέρεσθαι. ἐὰν δὲ ἀπηλιώτης πνεύσῃ, τότε ἀνάπαλιν ἄνω νενευκότα τὰ κέρατα φαίνονται ὡς ὑπτιούμενα. ἐὰν δὲ βορέας πνεύσῃ, τὸ ἓν κέρας τὸ βόρειον ἐπικαμπὲς γίνεται. |
| book 788-791 | πάλιν ἐὰν νότος, τὸ πρὸς νότον κέρας καμπτόμενον. εἴπομεν δὲ ὅτι τοῦ ἀέρος ἐστὶ[ν ἡ] συμπάθεια. ἐὰν δέ, φησί, τρίτην ἡμέραν ἀπὸ συνόδου ἔχουσα ἀμφοτέροις τοῖς κέρασι μήτε νευστάζῃ ὡς ἐπὶ ἀνατολὰς μήτε ὑπτία φαίνηται, ἀλλ’ αἱ κεραῖαι αὐτῆς ὀρθαὶ οὖσαι κυκλοτερεῖς φαίνωνται, τότε μὲν οὐκ ἔστιν (ἄνεμος δηλονότι), τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ πρὸς τὴν ἑσπέραν, μετ’ ἐκείνην τὴν νύκτα ἐν ᾗ τοιάδε ἐφάνη ἡ σελήνη, γενήσεται. καὶ πολλοὶ δέ, φησί, πνεύσονται. |
| book 789 | —μήτε τι νευστάζῃ: ἐάν, φησί, τριταίαν ἄγουσα ἡμέραν μήτε ὑπτιάζῃ μήτε ἐπινεύῃ τοῖς κέρασι, τότε προσδέχου τοὺς ἑσπερίους ἀνέμους, τουτέστι τοὺς ἀπὸ δύσεως, οἷον ζεφύρους καὶ ἀργέστας. ξηρὸς γὰρ ὢν ὁ ἀὴρ εἰς τὰ τοιαῦτα πνεύματα τὴν μεταβολὴν λαμβάνει διὰ τὴν ἑσπερινὴν ψύξιν. ἐὰν μέντοι γε ἐπιμένῃ καὶ τῇ τετάρτῃ ἡμέρᾳ τοιαύτας τὰς κεραίας ἔχουσα, λέγω δὴ ὀρθάς, χειμῶνός ἐστι σημαντική. |
| book 789 | πλεῖον γὰρ ἡ ξηρασίᾳ ἐπιμένουσα, κατὰ τὴν ἐπὶ πλείω ἐκπύρωσιν ἐν αὑτῇ ἕλκει τὸ ὑγρόν. ἡ δὲ μεταβολὴ τῶν τῆς σελήνης κεράτων κατὰ διαφόρους καιρούς. ἐν μὲν τοῖς βορείοις καταστήμασι λεπτότερος ὁ ἀὴρ ὑπάρχων ἀκριβῆ τὴν θέαν παρέχει ἡμῖν τότε, διὸ καὶ ἐπινεύειν τὸ τηνικαῦτα δοκεῖ τὰ κέρατα αὐτῆς. ὅταν δὲ ᾖ νότιος καὶ ἰκμάδος πλήρης ὁ ἀήρ, τότε φαίνονται ἀνανεύουσαι αἱ κεραῖαι, ἐπειδὴ καὶ πάντα τὰ κάθυγρα πλατύτερα φαίνοντα. |
| book 792 | —εἰ δ’ αὕτως ὀρθή: τὴν δὲ ὁμοίαν φαντασίαν καὶ τεταρταία οὖσα εἰ παρέχοιτο, ἀρχὴν χειμῶνος ἀθροιζομένου μαντεύεται, ἐμοὶ δοκεῖν πυκνουμένου τοῦ ἀέρος διὰ τὴν τῶν ἀπὸ τῆς ἑσπέρας πνευμάτων ῥύσιν. αἴτιον δὲ τῆς πυκνώσεως τὸ διὰ πολλοῦ διαστήματος ἀπὸ τοῦ ἑσπερίου ὠκεανοῦ φερόμενον τὸ πνεῦμα ἀδυνατεῖν τὴν παχύτητα τοῦ ἀέρος ὠθεῖν, ὅθεν ἱσταμένου καὶ ἀντισχομένου ἀπαντᾷ ἡ πύκνωσις. |
| book 792 | ἀπορία· διὰ τί δὲ ἐν μὲν τῇ τρίτῃ ἡμέρᾳ ἄνεμος, ἐν δὲ τῇ τετάρτῃ χειμών; ἐν μὲν τῇ τρίτῃ ὅτι τὸ συνιστάμενον μήπω πεπιεσμένον εὐκίνητόν ἐστιν, ἐν δὲ τῇ τετάρτῃ ἀδιάλυτον γινόμενον πύκνωσιν δηλοῖ. |
| book 794 | —εἰ δέ κέ οἱ κεράων: κέρας φησὶν ὑψηλὸν τὸ βορειότερον. ὁ δὲ λόγος· „τὸ ὑψηλότερον αὐτῆς τῶν κεράτων ἐὰν συννεύῃ ὡς ἐπὶ τὸ ἔμπροσθεν ὀξυνόμενον, προσδόκα τὸν βορέαν πνευσόμενον, ὅτε δὲ ὕπτιόν ἐστι τὸ προειρημένον κέρας, τὸν νότον“. ἀντιπνεῖ γὰρ ὁ νότος τῷ βορρᾷ, καὶ ὃ μὲν ὕπτιον ποιεῖ τὸ κέρας, ὁ δὲ βορρᾶς πρηνές. ἄλλως: τὸ μετέωρον δὲ κέρας τῆς σελήνης, τουτέστι τὸ βόρειον, ἐὰν μὲν ἐπινεύῃ, προσδέχου τὸ πνεῦσαι βορρᾶν, ἐὰν δὲ ὕπτιον, νότον. μετέωρον δὲ κέρας τὸ βόρειον κέκληκεν, ὡς πρὸς τὴν ἡμετέραν φαντασίαν. |
| book 796 | —αὐτὰρ ἐπὴν τριτόωσαν: [ἑτοίμης οὔσης διχοτόμου τῆς σελήνης, τὸ πρὸς εὐδίαν καθαρόν (περιλαμπές) ἐστι, τὸ δὲ ἐρευθόμενον ἀνεμῶδες, τὸ δὲ διασπάσματα ἔχον καὶ μελανίας λαμβάνον ἐπομβρίας δηλοῖ.] ἐπὰν δὲ τριταίαν οὖσαν ἀπὸ συνόδου ὅλην τὴν μηνοειδῆ κύκλος περιλάβῃ πανταχόθεν φοινισσόμενος, σφόδρα ἂν τότε χειμερινὸς εἴη καιρός. καὶ ἐν τοῖς πρώτοις (784—785) εἶπε· λεπτὴ δὲ καὶ οὐ μάλ’ ἐρευθὴς πνευματίη. ἐκ δὲ τῶν πνευμάτων τεκμαίρεται τοῦ καὶ χειμῶνα γενέσθαι. περὶ κύκλος ἑλίσσει: ἐάν, φησίν, αὐτὴν τριταίαν οὖσαν κύκλος περίσχῃ ἐρευθόμενος πανταχόθεν, χειμῶνα γενησόμενον ἴσθι. σαφὴς δὲ ἡ τούτου αἰτία. ἐγκαταδυόμεναι γὰρ αἱ ἀκτῖνες τῆς σελήνης ὑγροῖς τοῖς νέφεσι, κωλύονται μὲν ἐξικνεῖσθαι μέχρις ἡμῶν διὰ τὴν παχύτητα τῶν νεφῶν, αὐτὸν δὲ τὸν κύκλον τὰ νέφη διαυγοῦσι καὶ ἀνθύνουσιν. |
| book 796 | ἄλλως: ὅταν ἴδῃς, φησί, περὶ τρίτην ἡμέραν κύκλον τινὰ ἐρυθρὸν περὶ αὑτὴν ἔχουσαν, σημεῖόν ἐστι χειμῶνος· καὶ ὅσῳ μᾶλλον πυρρότερος ὁ κύκλος θεωρεῖται, σφοδρότερον χειμῶνα σημαίνει. |
| book 799 | —σκέπτεο δ’ ἐς πληθύν τε: περισκόπει δὲ εἰς τὴν πανσέληνον καὶ εἰς ἀμφότερα αὐτῆς τὰ διχάσματα, αὐξομένης τε καὶ πάλιν εἰς μηνοειδῆ δευτέραν ἐρχομένης. πληθὺν δὲ λέγει τὴν πανσέληνον, τὴν διχόμηνον. πεπλήρωται γὰρ τὸ τηνικαῦτα φωτός. καὶ ἀμφότερον διχόωσαν: τὴν διχότομον ἐξ ἀμφοτέρων, ἵνα λέγῃ τὴν ἀπὸ συνόδου ὀγδοαίαν οὖσαν διχότομον, καὶ τὴν ἐν τῇ ἀποκρίσει δευτέραν διχότομον. |
| book 799 | ὁ δὲ λόγος ἡ δὲ τριτάτη ἀπιόντος (810) διχότομον τὴν σελήνην σημαίνει ἐς δὶς τοῦ μηνὸς γίνεσθαι. |
| book 801 | —〈καί οἱ ἐπὶ χροιῇ〉: τὴν χρόαν αὐτῆς ἐν ταῖς φάσεσι ταύταις. |
| book 802 | —πάντη γὰρ καθαρῇ: ὅταν μὲν γὰρ καθαρὰ ᾖ δι’ ὅλου τοῦ κύκλου, σημαίνει εὐδίαν, ὅταν δ’ ἄλλοτε ἄλλο μέρος τοῦ κύκλου μελαίνηται, ὄμβρους δεῖ προσδέχεσθαι. |
| book 805 | —σήματα δ’ οὔτ’ ἂρ πᾶσιν: τὰ μέντοι σημεῖα ταῦτα οὐ πάσαις ἡμέραις ἐφαρμόζεται, ἀλλὰ τὰ μὲν περὶ τρίτην ἢ τετάρτην ἡμέραν τοῦ μηνὸς γινόμενα σημεῖα μέχρις ὀγδόης δεῖ παρατηρεῖν, τουτέστιν αὐξανομένης διχοτόμου, ἀπὸ δὲ τῆς διχοτόμου μέχρι τῆς πανσελήνου, καὶ ἀπὸ πανσελήνου μέχρι διχοτόμου φθίνοντος μηνός, εἶτα ἀπὸ ταύτης μέχρις ἡμερῶν πρὸς τῆς συνόδου τριῶν ἢ τεσσάρων. |
| book 805 | σήματα: οὐ γὰρ ἐν ἑκάστῃ ἡμέρᾳ τὰ σημεῖα γίνεται, ἀλλ’ ὅσα ἂν γένηται σημεῖα τεκμήρια καὶ δηλοῖ ἄχρι διχοτόμου ... εἶτα ἀπὸ τῆς διχομήνου ἐπὶ τὴν δευτέραν διχάδα, τὴν διχότομον, εἶτα ἀπὸ τῆς δευτέρας διχοτόμου δέχεται τὰ σημεῖα ἡ τελευταία τετρὰς ἀπιόντος τοῦ μηνός, τριταία οὖσα ὁμοίως. φθιμένην (809) ἵνα λέγῃ τὴν μηνοειδῆ δευτέραν. ἄλλως: τουτέστι τὸ σημεῖον τὸ γινόμενον ἀπὸ τῆς τρίτης ἢ τετάρτης ἡμέρας τῆς σελήνης, μὴ ἔλπιζε τοῦτο ἕως τοῦ τέλους ἐκβῆναι, ἀλλὰ τὰ ἀπὸ τρίτης ἢ τετάρτης ἕως ὀγδόης, τὰ δὲ ἀπὸ ὀγδόης ἕως πεντεκαιδεκάτης, τουτέστι διχομήνου οὔσης. |
| book 806 | —ἀλλ’ ὅσα μέν: συμπίπτει αὐτὰ ταῦτα μέχρι τῆς δευτέρας διχοτόμου, ἀφ’ ἧς μέχρι τετάρτης ἢ τρίτης φθινούσης. τούτων δὲ αἴτιον οἱ Πυθαγορικοὶ τὸν ἑπτὰ ἀριθμὸν ὑποτίθενται, φυσικώτατόν τε καὶ θαυμαστὸν εἶναι λέγοντες. [καὶ τὸ μὲν πλησίον τοῦ ἄστρου φαίνεται λευκὸν διὰ τὴν τοῦ φωτὸς ἐπικράτειαν, τὸ δὲ ἑξῆς τούτου μέλαν διὰ τὴν πρὸς τὰ νέφη παράθεσιν.] |
| book 811 | —εἰ δέ κέ μιν περὶ πᾶσαν: ἐὰν δὲ κύκλῳ περὶ πᾶσαν τὴν σελήνην ἅλωες κείμεναι περιφέρωνται, ἢ τρεῖς ἢ δύο ἢ καὶ μία (ἐπεὶ πολλάκις καὶ δύο καὶ τρεῖς), ἀπὸ τῆς μιᾶς, ἐὰν μὲν ῥηγνύηται, ἄνεμον ἀπὸ τῆς χύσεως (ῥηγνυμένῃ γὰρ τῇ διαχεομένῃ), ἐὰν δὲ κατ’ ὀλίγον μαραίνηται, γαλήνην δεῖ προσδοκᾶν· ἐὰν δὲ δύο γένωνται περὶ αὐτὴν κύκλοι, χειμῶνα σημαίνει, ἐὰν δὲ τρεῖς ἢ καὶ τέσσαρες, μείζονα τὸν χειμῶνα. |
| book 811 | καὶ ταῦτα μὲν τὰ περὶ τὴν σελήνην λαμβανόμενα σημεῖα περὶ τοῦ καταστήματος τοῦ ἀέρος ταύτην ἔχει τὴν κατάληψιν. ἀλωαὶ κυκλώσωνται: τῶν γινομένων καὶ ἐν τῷ μετεώρῳ συνισταμένων μεταξὺ 〈αἰθέρος καὶ〉 γῆς τὰ μέν ἐστι κατ’ ἔμφασιν, τὰ δὲ μικτά, τὰ δὲ καθ’ ὑπόστασιν· κατ’ ἔμφασιν μὲν οἷον ἶρις, ἅλως, μικτὰ δὲ παρήλιοι, καθ’ ὑπόστασιν δὲ κομῆται, πωγωνίαι, δοκίδες, λαμπάδες, ᾄττοντες. |
| book 811 | ἅλως δὲ εἴρηται ὅτι τὰς ἅλωνας τῷ σχήματι κυκλοτερῶς διαγράφουσι. καὶ ἔστιν ἡ ἅλως περὶ τὴν σελήνην κύκλος, καὶ αὐτὴ ἐν μέσῳ ἀμυδροτέρα φαίνεται. ἡ τοίνυν ὄψις κατὰ τὴν ἔνστασιν τοῦ ἀέρος τραχέσι μὲν προσπεσοῦσα αὐτοῦ που καταπαύεται, μηκέτι λαμβάνουσα ἑτέρας φορᾶς ἀρχήν, λείοις δὲ καὶ ὁμαλοῖς προσφερομένη, οἷά ἐστι τὰ ἔσοπτρα καὶ τὰ ὕδατα, ἤτοι ἐνδοτέρω διαδύεται οἱονεὶ ἐγκατακλωμένη, ἤ, εἴπερ τοῦτο ἀδυνατεῖ ποιεῖν δι’ ἀντιτυπίαν τῶν σωμάτων, ἀνακλᾶται ἐμφανίζουσα κατ’ ἐκεῖνον τὸν τόπον τὰ ὁρώμενα ἀφ’ οὗ καὶ τὴν ἀρχὴν τῆς ἀνακλάσεως ποιεῖται. |
| book 811 | ὅταν τοίνυν περί τι ἄστρον νέφη συστῇ συνεχῆ καὶ κοῖλα, ἐνσταθῇ δὲ ὁ ἀὴρ ἐπὶ ταῦτα, εἶτα ἀνάκλασιν σχῇ εἰς αὐτὸ τὸ ἄστρον, ἐμφαίνεται τοῦτο καθ’ ἑκάστην ἀνάκλασιν, καὶ οὕτως ἡ ἅλως ἀποτελεῖται. καὶ τὸ μὲν πλεῖστον τοῦ ἄστρου φαίνεται λευκὸν διὰ τὴν τοῦ φωτὸς ἐπικράτειαν, τὸ δὲ ἔξω τούτου μέλαν διὰ τὴν πρὸς τὰ νέφη παράθεσιν. γίνεται δὲ περὶ τὴν σελήνην· ἐὰν μία γένηται, εὐδίαν προσδόκα. διαλύεται γὰρ ἐκ τοῦ κατ’ ὀλίγον ἡ πύκνωσις, εἰ δὲ ῥήγνυται, ἄνεμον ἐξ ἐκείνου τοῦ τόπου καθ’ ὃν τὴν ῥῆξιν λαμβάνει, εἰ δὲ δύο, χειμῶνα προσδόκα, καὶ ἔτι μείζονα ἐὰν τρεῖς. οὐ μόνον δὲ περὶ σελήνην ἀλλὰ |
| book 811 | καὶ ἥλιον γίνεται καὶ ἀστέρας. τί ἐστιν ἅλως; ἡ ὑγροῦ τοῦ ἀέρος ἐπικειμένου καὶ παχέος ὄντος φαντασία φωτὸς κυκλοειδοῦς περὶ τὸν ἥλιον καὶ τὴν σελήνην συνισταμένη. |
| book 817 | —καὶ εἰ ῥηγνύατο μᾶλλον: καὶ εἰ μειζόνως ἀπολύεται. προείπομεν δὲ ὅτι διαρρήγνυται καὶ διακρουομένη μᾶλλον ἀπολύεται μὴ δυναμένη διικνεῖσθαι πλείονα τὴν ὑποκειμένην παχύτητα τοῦ ἀέρος [δεικνύει]. |
| book 819 | —ἠελίοιο δέ τοι μελέτω: πληρώσας τὰ περὶ τῆς σελήνης τεκμήρια, ἐπὶ τὰ τοῦ ἡλίου σημεῖα ἔρχεται, ἅπερ καὶ αὐτὰ ἀκολούθως καὶ ἀκριβῶς διδάσκει. τὸ δὲ ἑξῆς· „περὶ δὲ τοῦ ἡλίου, φησί, μελέτω σοι ἑκατέρωθεν πορευομένου. τῷ γὰρ ἡλίῳ μᾶλλον τῆς σελήνης ἐπίκειται τὰ τεκμήρια ἐοικότα καὶ ἁρμόζοντα τοῖς σκοποῦσι τἀληθῆ, καὶ δύνοντι οὖν καὶ ἀνατέλλοντι“. τοῦτο γάρ ἐστι τὸ ἑκάτερθεν ἰόντος. καὶ γὰρ ἀνατέλλοντος αὐτοῦ ἔστιν ἰδεῖν τεκμήρια, καὶ δυομένου ὁμοίως. |
| book 819 | ἄλλως: παρατήρει, φησί, μάλιστα τὰ περὶ τὸν ἥλιον γινόμενα σημεῖα· καὶ γὰρ ἀνατέλλων καὶ δύνων ἀληθῆ τεκμήρια παρέχει. |
| book 820 | —μᾶλλον ἐοικότα: διὰ τί τὰ τοῦ ἡλίου σημεῖα βεβαιότερά φησι τῆς σελήνης [ἔφη]; ἐπειδὴ πολλὴν ἔχων ἰσχὺν πρὸς τὸ διαλύειν ταῖς ἀκτῖσι τὰ ὑποπίπτοντα παχέα, νικώμενος ὑπ’ αὐτῶν μείζονα τὸν χειμῶνα προαπαγγέλλει. καὶ ἄλλως: αἱ τοῦ ἡλίου πρὸς τὸν ἀέρα διαφοραὶ κυριώτεραι τῆς σελήνης εἰσί. δυναστεύων γὰρ ἡμέρας σαφέστερα δείκνυσι τὰ τεκμήρια. δεύτερον δὲ ὅτι λαμπρότερός ἐστι, καὶ εἰ μὴ μεγάλη καὶ ἰσχυρὰ τοῦ ἀέρος εἴη ἡ μεταβολή, οὐκ ἂν κρατηθείη. τὰς γὰρ μικρὰς καὶ ἐλαφρὰς ἀναστέλλει. οὕτω Πλούταρχος (fr. 13 Sandbach). |
| book 821 | —ἀμφότερον δύνοντι: διὰ τί τότε μόνον, καὶ μὴ ὅτε μεσουρανεῖ; τότε γὰρ φαίνεται 〈διὰ〉 τοῦ ἀέρος τοῦ ὑπεργείου τοῦ δεχομένου πάχη καὶ μεταβολὰς διὰ τὰς ἀναθυμιάσεις ἃς ἡ γῆ ἀναδίδωσι, τοῦ ἡλίου ταῦτα κινοῦντος· ἐξαρθεὶς γὰρ καὶ ὑψωθεὶς τὸ οἰκεῖον ἑαυτοῦ χρῶμα εἰλικρινὲς ἐμφαίνει. |
| book 822-831 | —μή οἱ ποικίλλοιτο: ἐὰν οὖν μέλλοντος ἀνατέλλειν αὐτοῦ ἴδῃς τὸν κύκλον μὴ ἔχοντα λαμπρὸν καὶ εἰλικρινὲς τὸ φῶς, γίνωσκε χειμῶνα ἐπιγενησόμενον. ἐὰν δὲ δύνειν μέλλων καθαρὸς καὶ ἀνεπιθόλωτος ἐπὶ τὴν δύσιν χωρῇ, τῇ ἑξῆς ἡμέρᾳ εὐδίαν προσδόκα. ὅταν μὲν οὖν μέλλοντος ἀνατέλλειν κοιλότητος φαντασίαν ὁ κύκλος ἐμφαίνῃ, καὶ τῶν ἀκτίνων τινὲς μὲν πρὸς νότον, τινὲς δὲ πρὸς βορρᾶν τρέπωνται, τινὲς δὲ καὶ κατὰ μέσον τὸν κύκλον, ἄνεμον ἢ ὄμβρον δεῖ προσδοκᾶν. |
| book 822-831 | ἄλλως: τῷ ἀπαγορευτικῷ καὶ ἐξ ἀρχῆς χρησάμενος ἐμφαίνει τὸ ἀπευκτὸν καί φησι „μηδαμῶς ποικίλος καὶ κατάστικτος φανείη σοι ὁ τοῦ ἡλίου κύκλος νεωστὶ ἀνατέλλοντος, ὁπόταν εὐδινῆς ἡμέρας εἰς χρείαν ἔλθῃσ“. διὰ γὰρ τὴν τοῦ ἀέρος παχυμέρειαν καὶ ὑγρότητα ἐμπίπτουσα ἡ ἀκτὶς τοιοῦτον ὁρᾶσθαι ποιεῖ, ποικίλον καὶ κατάστικτον, τὸν κύκλον, ὥστε καὶ ἐρυθρὸν εἶναι φαίνεσθαι. τὸ δὲ ὅμοιον συμβαίνει καὶ ἐπὶ τῆς ἴριδος· εἰς ὑγρότητα ἀέρος καὶ παχυμέρειαν ἐμπίπτων ὁ ἥλιος ἀποτελεῖ τὴν ἶριν ταύτην ποικίλην τινὰ καὶ κατάστικτον, περὶ ἧς καὶ ἑξῆς διαλαμβάνει. |
| book 822-831 | ἄλλως: ἐάν, φησί, περὶ τὴν ἀνατολὴν ποικίλος φαίνηται ὁ περὶ τὸν ἥλιον κύκλος, χειμῶνα γενησόμενον ἴσθι. εἰκότως· συμβαίνει γὰρ τοῦτο διὰ τὴν τῶν ἀνέμων ἐπιπρόσθησιν, ὅπερ οὐκ ἐᾷ καθαρὸν ἡμῖν φαίνεσθαι αὐτόν. „καθαρὸς μέντοι, φησίν, ἀνατέλλων καὶ μηδὲν ἔχων σημεῖον, εὐδίας ἐστὶ σημαντικός, ὁμοίως δὲ κἂν δύνῃ καθαρὸς καὶ ἀνέφελος, τὴν ἐπιοῦσαν ἀγγέλλει ἡμέραν εὐδινήν“. βουλύσιον μὲν γὰρ ὥραν (825) τὴν δύσιν κέκληκε, μαλακὴν δὲ αἴγλην (826) ἐπεὶ τὸ πολὺ τοῦ πυρώδους αὐτοῦ πρὸς ἑσπέραν πέπαυται. τοῦ γὰρ περὶ αὐτὸν ἀέρος μηδεμίαν ἔχοντος πύκνωσιν, ἀλλ’ ὄντος ἀτρέπτου, καθαρὰ καὶ ἡ ἀνατολὴ καὶ ἡ δύσις γίνεται αὐτοῦ. |
| book 824 | —φαίνοιτο δὲ λιτὸς ἁπάντη: ὁ γὰρ λιτὸς καὶ ἁπλοῦς διὰ ἀκεραίου ἀέρος στίλβων ἥλιος εὐδίας δηλωτικός ἐστιν. |
| book 825 | —εἰ δ’ αὕτως καθαρόν μιν: ἀπόκλισιν λαμβάνων ἀμβλεῖαν ποιεῖται τὴν τῆς ἀκτῖνος ἐπαφὴν καὶ μαραίνεται τὰ τῆς θερμότητος (διὸ καὶ δείλη ἐκλήθη, ἐνδεῶς τῆς ἕλης ἔχουσα). ὅτε οὖν μάλιστα τὸ θερμὸν ἐξασθενεῖ, 〈ἐὰν〉 καθαρὸς καὶ διαφανὴς ᾖ ὁ ἀήρ, ἔοικε κεκρατῆσθαι βεβαίως ἡ ἄγουσα τὰ νέφη περίψυξις. διὸ καὶ εὐδίας τὸ σημεῖον. |
| book 828 | —ἀλλ’ οὐχ ὁππότε κοῖλος: αἱ ἐν τῷ ἡλίῳ κοιλότητες οὐκ εἰσὶν αὐτοῦ, φαντασίαι δέ εἰσι τῆς ὄψεως κατ’ ἐπιπρόσθησιν ζοφεροῦ ἀέρος. οὐ γὰρ τὸ μέσον ὁρᾶται, ἀλλ’ ἡ κύκλῳ ἁψὶς λαμπρὰ οὖσα δοκεῖ περιφέγγειν, καὶ τὸ ἐκλιπὲς ἔμφασιν κοιλότητος παρέχει. ὃν γὰρ τρόπον οἱ ζωγράφοι ἀντρώδεις τόπους γράφοντες φωτὶ τραχύνουσι τὴν ὄψιν, ἅτε τῇ φύσει τοῦ μὲν λαμπροῦ προβάλλοντος ἔξω καὶ διωθοῦντος τὴν φαντασίαν, τοῦ δὲ μέλανος ὑποσκιάζειν καὶ |
| book 828 | βαθύνεσθαι δοκοῦντος, οὕτω καὶ περὶ τὸν ἥλιον τὸ μὴ φαινόμενον τῇ ὄψει κατ’ ἀντίφραξιν τοῦ ἀέρος [ἡ] ἐκκοπῇ τοῦ μέσου λαμπροῦ διὰ τὴν σκιὰν ὑποφαίνεται. ὅ ὅλην ποιεῖ τὴν ἀντίφραξιν ὁ ἀὴρ σφόδρα πιληθεὶς καὶ παχύς, ζοφωθείς. διὸ χειμέριον τὸ σημεῖον. Πλούταρχος (fr. 14 Sandbach). ἄλλως: κατά τινας καιροὺς ὁ ἥλιος ὁρᾶται κοῖλος. τούτου δὲ αἴτιον τὰ ἔμπροσθεν αὐτοῦ ἱστάμενα νέφη, μελαινόμενα διὰ τὴν πολλὴν πύκνωσιν. πέφυκε δὲ πάντα τὰ διὰ τῶν μελάνων ὁρώμενα κοιλότητος φαντασίαν παρέχειν. οὕτω γὰρ καὶ οἱ ζωγράφοι, ὅσα μὲν βούλονται προσεχῆ δεικνύναι, τῷ λευκῷ ἀπογράφονται, ὅσα δὲ κοῖλα καὶ ἐν βάθει, τῷ μέλανι. ἐὰν οὖν, φησί, τοιοῦτος γένηται, τὰς δὲ ἀκτῖνας μὴ κατ’ εὐθεῖαν φερομένας ἔχῃ ἀλλ’ ἐσχισμένας, καὶ τὰς μὲν τῇδε τετραμμένας, |
| book 828 | τὰς δὲ τῇδε, ὅπερ συμβαίνει ὑπὸ τῆς τοῦ ἀέρος παχύτητος, οὐκ ἐωμένων αὐτῶν κατ’ εὐθὺ φέρεσθαι, ἢ ἄνεμον ἴσθι γινόμενον ἢ ὑετόν. |
| book 829 | —οὐδ’ ὁπότ’ ἀκτίνων: ἀπὸ κοινοῦ τὸ εὔδιος (827)· „ἀλλ’ οὐκ ἔσται εὔδιος ὅταν ἀνατέλλων κεκοιλωμένον ἔχῃ τὸ μέσον τοῦ κύκλου ...“, δηλονότι ὥσπερ κακωθέντος τοῦ φωτός. τοῦτο συμβαίνει πάλιν ἐκ τῆς τοῦ ἀέρος δυσκρασίας. ὥσπερ καὶ ἐπὶ τῶν ὀφθαλμικῶν, ὅτε συμβαίνει κοιλαίνεσθαι τοὺς ὀφθαλμούς, δηλονότι ἐξασθενήσαντος τοῦ πώματος, ἢ ὥσπερ ὅταν βλέφαρον καταγαγόντες ἢ περιθλίψαντες τῷ λύχνῳ τὴν ὄψιν προσβάλλωμεν, οὐ φαίνεται συνεχὲς τὸ φῶς, ἀλλὰ πλάγιαι καὶ σποράδες αἱ αὐγαί, οὕτως, ὅταν ἀχλὺς ἢ νέφωσις ἀνώμαλος πρὸ τοῦ ἡλίου στᾶσα περιθλίψῃ καὶ σείσῃ τὸν τῆς ὄψεως κῶνον εἰς λεπτὰς ἀκτῖνας καὶ ῥαβδοειδεῖς, ὃ πάσχομεν αὐτοὶ τῇ αἰσθήσει, τοῦτο περὶ τὸν ἥλιον εἶναι δοκοῦμεν. |
| book 829 | οὕτω Πλούταρχος (fr. 15 Sandbach). |
| book 830 | —σχιζόμεναι βάλλωσι: ἀντιφέρονται. πάλιν ἐκ τῆς τοῦ ἀέρος παχύτητος δι’ ὅλου τοῦ κύκλου ἀποφέρονται αἱ ἀκτῖνες, ἀλλ’ αἱ μὲν πρὸς νότον, αἱ δὲ πρὸς βορρᾶν βάλλουσι, τὰ δὲ μέσα τοῦ δίσκου φαίνονται ἄνευ τινῶν ἀκτίνων. τότε, φησί, δι’ ὕδατος ἔρχεται ὁ ἥλιος ἢ ἀνέμου. τὰ δ’ αὖ περὶ μέσσα φαείνῃ: εἰ δὲ τὸ μέσον αὐτοῦ φαίνοιτο μόνον, τὸ δὲ ἑκατέρωθεν διὰ νέφους πυκνότητα μὴ ὁρῷτο, σχιζομένων τῶν ἀκτίνων πρός τε βορρᾶν καὶ νότον πεμπομένων, καὶ τοῦτο σύνθημα πνεύματος ἢ ὑετοῦ. |
| book 832 | —σκέπτεο δ’ εἰ καί τοι αὐγαί: κατανοεῖν, φησί, δεῖ τὰ περὶ τὸν ἥλιον σημεῖα ἐνατενίζοντας αὐτῷ τῷ κύκλῳ. οὕτω γὰρ γενήσεται σαφῆ τὰ τεκμήρια. ἐὰν οὖν, φησίν, ἐρευθὴς γένηται, οἵαν χροιὰν συμβαίνει γίνεσθαι πολλάκις περὶ τοῖς νέφεσι δύνοντος αὐτοῦ, ἢ μελανίζων, ὅταν μὲν ἀχλυωδέστερος φανῇ, ὕδωρ σημαίνει, ὅταν δὲ ἐρευθής, ἀνέμους. ὅταν δὲ ἀμφότερα τὰ σημεῖα περὶ τὸν ἥλιον φαίνηται, ὥστε μέρη μὲν αὐτοῦ τοῦ κύκλου μελαίνεσθαι, μέρη δὲ φοινίσσεσθαι, τότε δεῖ καὶ ἄνεμον καὶ ὄμβρον προσδοκᾶν. |
| book 832 | ἄλλως: τὸ τοῦ ἡλίου φῶς ὅτε καθαρόν ἐστιν οὐ συγχωρεῖ ἀντωπεῖν τινι πρὸς τὰς ἀκτῖνας, ὅτε δὲ ἐξ ἀκρασίας ἀέρος ἐξασθενεῖ, τότε δυνατὸν αὐτῷ προσβλέπειν. φησὶν οὖν· „περισκέπτου εἰς αὐτὸν εἰ αἱ αὐγαὶ αὐτοῦ ὑπείκουσί σου τοῖς ὀφθαλμοῖς, καὶ ἐκ τούτου γνώσῃ ὅτι ἀκρασίας οὔσης χειμῶνός ἐστι σύμβολον“. |
| book 833 | —αὐτὸν ἐς ἠέλιον: ὁ πεπυκνωμένος ἀὴρ τῇ πρὸς τὸ φῶς μίξει ἐρυθαίνεται, καὶ διὰ λεπτότητα πρὸς γένεσιν ἀνέμων ὀξύρροπός ἐστιν, ὁ δὲ συνηγμένος μᾶλλον ὡς ἐπιμελαίνειν οὐ μακράν ἐστι τῇ διαθέσει τῆς εἰς τὸ ὕδωρ μεταβολῆς. τοῦ γὰρ καὶ σκοπιαὶ ἄρισται: τοῦ ἡλίου ἔξοχοί εἰσι καὶ εὐσύμβολοι αἱ σκοπιαί, οἷον τὸ σκοπεῖν εἰς ἥλιον καὶ ἐξ αὐτοῦ δέχεσθαι τεκμήρια ἄριστόν ἐστι. προεῖπε δὲ καὶ ἐν τοῖς ἀνωτέρω (820) ἠελίῳ καὶ μᾶλλον ἐοικότα σήματα κεῖται. |
| book 834 | —εἴ τι οἵ που ἢ ἔρευθος: εἰ δέ τι αὐτῷ καὶ ἔρευθος ἐπίκειται τοιοῦτον οἷον ἔχουσαι καὶ αἱ νεφέλαι ὅτε αὐτὸν τὸν ἥλιον παρατρέχουσι βαλλόμεναι ἐξ αὐτοῦ ὑπέρυθρον σχῆμα ποιοῦσι, σκόπει τοίνυν τὸ τοιοῦτον. |
| book 836 | —ἢ εἴ που μελανεῖ: ἀπὸ κοινοῦ τὸ φράζεο. „εἰ μελάντερον αὐτοῦ καὶ ζοφωδέστερον εἶναι δοκεῖ τὸ φῶσ“. καὶ δῆλον ἐκ τῆς πολλῆς τοῦ ἀέρος ὑποκειμένης ὑγρότητος. καὶ τὰ τεκμήρια τοῦ εἶναι αὐτὸν ζοφώδη ὑετοῦ ἐστι σημεῖον, τὰ δὲ ἐρυθρὰ ἀνέμου. |
| book 838 | —εἴ γε μὲν ἀμφοτέροις: εἰ δέ, φησίν, ἀμφοτέροις τοῖς καταστήμασι, τῷ τε μέλανι καὶ τῷ πυρρῷ, ἅμα καὶ κατὰ τὸ αὐτὸ ἐμπεριέχεται ὁ ἥλιος, καὶ τὸ μὲν αὐτοῦ μέλαν φαίνεται, τὸ δὲ ξανθόν, ἐκ ποικιλίας τότε ἀμφότερα προσδόκα, καὶ ὑετὸν ἐσόμενον καὶ ἄνεμον. |
| book 840 | —εἰ δέ οἱ ἢ ἀνιόντος: εἰ δέ, φησίν, ἀνίσχοντος ἡλίου ἢ καὶ δύνοντος εἰς τὸν αὐτὸν τόπον συνίοιεν αἱ ἀκτῖνες ἢ νέφεσιν αὐτὸς εἴη πεπιεσμένος, τὸ τοιοῦτον ποιοῦ ὕδατος σημεῖον, κατανικωμένου δηλονότι τοῦ ἡλίου ὑπὸ τῆς περὶ τὰ νέφη παχύτητος. |
| book 841 | —καὶ ἀμφ’ ἑνὶ πεπλήθωσιν: ἀντὶ τοῦ εἰς ἕνα τόπον συστρέφωνται, ὅταν πεπλησμένος ὑπὸ νεφῶν ἧττον ἐκφαίνῃ τῆς θερμότητος τὴν ἀκτῖνα. |
| book 844 | —ὕδατί κεν κατιόντι: ἐὰν δέ, φησί, ἀνατέλλοντος ἢ δύνοντος τοῦ ἡλίου αἱ ἀκτῖνες ἀπὸ τῆς περιφερείας εἰς τὸ μέσον ἕλκωνται, ἢ καὶ εἰς ἕνα τόπον συστρέφωνται κωνοειδὲς τὸ σχῆμα ποιοῦσαι, ἢ ὁ κύκλος ὑπὸ τοῦ νέφους ἐπιπροσθῆται ἀνατέλλοντος καὶ δύνοντος, ὄμβρον δεῖ προσδοκᾶν. |
| book 845 | —μηδ’ ὅτε οἱ ὀλίγη νεφέλη: ἀλλὰ κἂν προανατείλῃ τοῦ ἡλίου ὀλίγη νεφέλη, εἶτα αὐτὸς ἐπιφέρηται, ἴσθι ὡς οὐκ ἂν οὕτω ταῖς ὄψεσιν ἡμῶν προσέπιπτεν εἰ μὴ ἐπεπάχυντο ὁ ἀήρ. ἄλλως: ἐὰν ἀνατέλλειν μέλλοντος τοῦ ἡλίου νεφέλη προανατείλῃ μέλαινα ἐπισκιάζουσα, σχίζωνταί τε περὶ αὐτὴν αἱ ἀκτῖνες οἱονεὶ μεσολαβοῦσαι τὴν νεφέλην, σκέπης χρείαν 〈ἂν〉 ἔχοις. καὶ τὸ συντρέχειν εἰς ταύτην τὰς ἀκτῖνας ὑγρότητα κατηγορεῖ τοῦ ἀέρος. |
| book 845 | λεῖος γὰρ ὢν ἐπιταράττει τὴν ὄψιν, ὡς ἐν τῷ δακρύειν φαίνεται τὸ φῶς οὐ καθεστηκός, ἀλλ’ ἀφαλλόμενον καὶ τρομῶδες, εἴτε τοῦ λαμπροῦ ἐκ τοῦ ὑγραίνεσθαι σβεννυμένου περὶ αὐτήν, εἴτε κλωμένης πρὸς τὸ ὑγρὸν αὐτῆς διὰ τὴν ἀνωμαλίαν. ἄλλως: ἐάν, φησίν, ἀνατέλλοντος ἡλίου προανατείλῃ νέφος περιαγόμενον κύκλῳ, ὅπερ εἰ ἐπὶ πλέον εὐρύνεται, εὐδίαν προσδόκα. διαχεῖται γὰρ ὁ κύκλος οὗτος νικώμενος ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων. τὸ δὲ ὅμοιόν φησι γίνεσθαι καὶ ἐὰν χειμῶνος ὠχρὸς δύηται, τῶν νεφῶν ὥσπερ διακαιομένων ὑπ’ αὐτοῦ καὶ λυομένων. ἐὰν μέντοι γε δύνοντος αὐτοῦ ἐπισυνιστῆται νέφη, τῇ ἑξῆς ὕδωρ προσδέχου. πιλουμένου γὰρ ἱκανῶς τοῦ ἀέρος ἡ μεταβολὴ αὐτοῦ γενήσεται εἰς τὴν συγγενεστάτην αὐτοῦ φύσιν τοῦ ὕδατος. καὶ γὰρ ἡ τῶν |
| book 845 | νεφῶν πύκνωσις οὐδέν ἐστιν ἄλλο ἢ πάχος ἀέρος ὑπὸ ὑγροῦ πεπαχυμμένον. ἐντεῦθεν τὰ σημεῖα ἢ ὄμβρων γίνεται διὰ τὴν συγγένειαν ἢ ἀνέμων. καὶ γὰρ ὁ ἄνεμος οὐδὲν ἄλλο ἢ ἀὴρ ῥέων καὶ ποιὰν λαμβάνων κίνησιν, ἅπερ ἐκ τῆς αὐτοῦ τροπῆς συμβαίνει γίνεσθαι. ἄλλως: ὅταν δὲ αὐτοῦ βραχεῖα προαναφέρηται νεφέλη, εἶτα αὐτὸς ἐπιὼν φέρηται ὥσπερ ἐνδεὴς ἀκτίνων, καὶ τοῦτο σύνθημα ὑετοῦ. εἰ δὲ μέγας ὀφθεὶς ὁ ἥλιος καὶ ὀλίγον μειούμενος ἐπὶ τὸ κατὰ φύσιν ὁρατὸν μέγεθος αὐτοῦ ἀφικνοῖτο, καὶ τοῦτο σημεῖον εὐδίας, ἥκιστα τῆς παχύτητος καὶ ὑγρότητος περὶ τὸν ἀέρα μενούσης, δι’ ἣν μείζων ἐφαίνετο. |
| book 846 | —ἀκτίνων κεχρωσμένος: πάλιν ἐκ τῆς τοῦ ἀέρος παχυμεροῦς συστάσεως ἀνατρεπόμεναι αἱ ἀκτῖνες εἰς ἓν μέρος τοῦ δίσκου φέρονται καὶ ἀφ’ ἑνὸς μέρους φαίνουσιν. ὁ δὲ λόγος· „σκόπει πάλιν χειμῶνος σημεῖα· ὅταν ἢ ἀνατέλλοντος ἢ δυομένου ἡλίου αἱ ἀκτῖνες συνέρχωνται καὶ ἐν ἑνὶ μέρει τοῦ δίσκου πᾶσαι πληρῶνται καὶ φαίνωνται, ἢ καὶ ὅταν ὑπὸ νεφῶν πιεσθεὶς ἔρχηται ἀπὸ τῆς νυκτὸς ἐπὶ τὰς ἀνατολάς, ἢ ὅταν ἐξ ἀνατολῆς ἐπὶ δύσιν, τεκμήριον ὡς ἐκεῖναι αἱ ἡμέραι ὑετοῦ εἰσιν“. |
| book 847 | —πολὺς δ’ ὅτε οἱ περὶ κύκλος: περὶ τὰς ἀνατολὰς καὶ τὰς δύσεις δοκεῖ ὁ τοῦ ἡλίου κύκλος μείζων φαίνεσθαι. ἔστι δὲ ἡ αἰτία τοιαύτη· αἱ τῆς γῆς περὶ ἀνατολὰς καὶ δύσεις ἀναθυμιάσεις ἀερώδεις εἰσὶ καὶ παχεῖαι, αὐτὸ τὸ τοῦ ἡλίου φῶς δεχόμεναι. εἰ μὴ συγχωροῦσι διικνεῖσθαι τῷ φωτί, πλατύτερον αὐτὸ ὡς τῷ δοκεῖν ὁρᾶσθαι ποιοῦσιν. ἀνιὼν δὲ ὁ ἥλιος, ἀπὸ τῶν ἀναθυμιάσεων χωριζόμενος καὶ εἰς τὸ ὕψος χωρῶν, ὅτε εὑρίσκει καθαρὸν τὸν ἀέρα, δοκεῖ πάλιν ὁ κύκλος ἐλάττων φαίνεσθαι, τοῦ φωτὸς διικνουμένου. τουτέστιν· „ὅταν ὁ κύκλος πολὺς εὐρύνηται καὶ πλατύνηται τηκομένῳ καὶ λυομένῳ ὅμοιος (ἀνατέλλοντος δηλονότι), καθαροῦ ὄντος τοῦ ἀέρος, εὐδινὸς ἂν δοκιμάζοιτο“. |
| book 851 | —ὠχρήσῃ κατιών: δυομένου ἡλίου σκόπει εἰ ἔστι περὶ αὐτὸν νέφη συνεχῆ, καὶ ὕδατος ἡμερινοῦ γε〈νομένου〉 μετὰ ταῦτα σύμβαλε, μετὰ τὴν νύκτα ἐκείνην καὶ τὴν ἑσπέραν, ὅτε συνίστατο περὶ τὸν ἥλιον τὰ νέφη. ἡμερινοῖο δὲ τῇ ἑξῆς ἡμέρᾳ φαινομένου. ἄλλως: ἀπὸ κοινοῦ τὸ εὔδιός κε φέροιτο (850). πάλιν ἑτέραν κατάληψιν δίδωσιν εὐδίας. ὅτε γὰρ διαλύεται ἡ ὑγρότης ἐκείνη καὶ παχύτης τοῦ ἀέρος, πρὸς δυσμὰς ὁ ἥλιος ὠχρὸν ἔχων τὸ φῶς εὔδιός ἐστιν ὡς πρὸς τὴν τοῦ ἀέρος λοιπὸν διάλυσιν. |
| book 853-857 | —καὶ δὴ δυομένου τετραμμένος: ἐὰν δὲ δύνοντα τὸν ἥλιον ὑποσκιάζῃ μέλαινα νεφέλη, τὰ δὲ ἑκατέρωθεν αὐτοῦ περιλαμβάνωσιν ἀκτῖνες, ἴσθι κατὰ τὴν ὑστεραίαν ἐσόμενον ὑετόν. ἄλλως: καὶ εἰ δύνοντα, φησί, τὸν ἥλιον ἐπίπροσθεν ἱσταμένη νεφέλη σκιάζει, αἱ δὲ ἀκτῖνες αὐτοῦ ἑκατέρωθεν τοῦ νέφους σχίζονται, χειμῶνα προσδέχου. ἀδύνατος γὰρ γέγονεν ὁ ἥλιος διαχέαι τὴν πύκνωσιν· |
| book 853-857 | ἐντεῦθεν καὶ σχίζονται περὶ τὴν νεφέλην αἱ ἀκτῖνες τοῦ ἡλίου, τῆς κατ’ εὐθεῖαν φορᾶς ὑπὸ τῆς περὶ τὸν ἀέρα πυκνώσεως ἀνακοπτόμεναι. ἄλλως: καὶ δὴ πρὸς δυόμενον τὸν ἥλιον ἀφορῶν, ἐὰν αὐτὸν σκιάζῃ νεφέλη μέλαινα τὴν χροιάν, αἱ δὲ ἀκτῖνες ἅπασαι κατὰ μέσον τὸν δίσκον ἑλισσόμεναι εἰς δύο μέρη τοῦ δίσκου διασχισθῶσι, καὶ αἳ μὲν ἐπὶ τοῦδε τοῦ μέρους, αἳ δὲ ἐπὶ τοῦδε χωρήσωσιν, εἰς τὴν ἐπιοῦσαν ἡμέραν σκέπης ἂν χρῄζοις· χειμὼν γὰρ ἔσται. |
| book 858 | —εἰ δ’ ὁ μὲν ἀνέφελος: ἐάν, φησίν, ὁ ἥλιος αὐτὸς δίχα νεφελῶν δύηται, ἀνωτέρω δὲ αὐτοῦ νεφέλαι ὑπάρχωσι, καταδύνοντός τε αὐτοῦ καὶ ἤδη δεδυκότος, ἐρυθραί, εὐδίαν ἴσθι κἀκείνῃ τῇ νυκτὶ καὶ τῇ ἐπιούσῃ ἡμέρᾳ γενησομένην. αἴτιον δὲ τούτου τὸ μὴ σφόδρα πυκνὰ εἶναι τὰ νέφη, ἀλλ’ ἀραιά, καὶ οὕτως ἐνδιαυγεῖσθαι. ἐξ αὐτοῦ δὲ τοῦ ἡλίου αἱ νεφέλαι φαίνονται καθάπερ χρυσίζουσαι, ὅτε σφόδρα αὐτοῦ καθαρὸν δέχονται τὸ φῶς. ὅτε δὲ πυροῦνται, οὐ πάνυ τι καθαρόν, ἀλλ’ ἔσται μὲν εὐδία τῇ ἐπιούσῃ νυκτὶ καὶ ἡμέρᾳ, οὐχ ἑξῆς δὲ 〈δι’〉 ἄλλων ἡμερῶν. ὅτε δὲ χρυσίζουσι, καθαρὸν ἐδέξαντο τὸ φῶς, καὶ ἑξῆς εὐδινὸς ὁ καιρός. |
| book 858 | ῥόον δὲ ἑσπέριόν φησι τὸν ὁρίζοντα. ἐὰν οὖν καθαρὰν καὶ ἀνεπιθόλωτον νέφους ὁ ἥλιος ποιήσῃ τὴν δύσιν, αἱ δὲ πλησίον τοῦ ὁρίζοντος νεφέλαι ἐρυθραί, εὐδίαν δεῖ προσδοκᾶν. |
| book 862 | —ἀλλ’ ὁπότ’ ἠελίοιο μαραινομένῃσιν: σκοτεινοτέραις. ὅταν γὰρ ἐπὶ μιᾶς καθέτου τὰ τρία ἄστρα γενηθῇ, γῆ ἥλιος σελήνη (κείσθω γὰρ καὶ ἡ γῆ ἄστρον), ἀνάγκη τότε, εἰ μὲν μέση ἡ γῆ εὑρίσκοιτο, σελήνης ἔκλειψιν γίνεσθαι, ἐμπιπτούσης αὐτῆς εἰς τὸν σκιερὸν κῶνον ὃν ἀποτείνει ἡ γῆ. μέσης δ’ αὖ τῆς σελήνης εὑρισκομένης, ἡλίου μέρει τινὶ ἐπιπροσθούσης, τὸ τηνικαῦτα ἡλίῳ ἐπισκότωσιν γίνεσθαι, ἣν δι’ ἀγνωσίαν ἔκλειψιν οἱ παλαιοὶ κεκλήκασι. |
| book 862 | κυρίως δὲ καὶ τῇ λέξει κέχρηται εἰπὼν ὅτε σκιάῃσι κατ’ ἰθύ (864)· οὐ γὰρ ἐκλείπει κατὰ ἀλήθειαν, σκιάζεται δέ, ὅπερ ἐστὶν ἐπιπροσθουμένῳ αὐτῷ ὑποθεούσης τῆς σελήνης. ὅλος δ’ οὐδέποτε ἐκλείπει διὰ τὸ πολλῷ μείζονα εἶναι τῆς σελήνης καὶ μὴ ἐπισκοτεῖσθαι πάντα ὑπ’ αὐτῆς. ἄλλως: τότε δή, φησί, προσδόκα ὄμβρον, ὅταν αἱ τοῦ ἡλίου ἀκτῖνες ἐξαπίνης ἀσθενεῖς καὶ ἀμαυραὶ φανῶσιν, ὅμοιαι γινόμεναι τῇ ἐκλειπτικῇ περιστάσει, ὅτε συμβαίνει τὸν ἥλιον ἐπιπροσθούμενον ὑπὸ τῆς σελήνης τὸ φέγγος ἀμαυρὸν καὶ σκιῶδες ἐπιδείκνυσθαι. οὐδ’ εἰ μέλλοντος αὐτοῦ ἀνατέλλειν νεφέλαι ἐρυθραὶ ἄλλοθεν ἄλλαι βλέπονται, οὐ δεῖ προσδοκᾶν ἐκείνῃ τῇ ἡμέρᾳ ὄμβρον. |
| book 862 | ἄλλως: ὅτε κατὰ κάθετον ἰσομοιρίαν ἡ σελήνη πρὸς τὸν ἥλιον ἔρχεται, τότε αὐτὸν ἀποφράττει καὶ ἀφανῆ ποιεῖ, καὶ γίνεται τὸ τηνικαῦτα ἡλίου ἔκλειψις ἐπὶ δευτέρας ἢ καὶ τρίτης ὥρας, ἕως οὗ 〈ἂν〉 ἡ σελήνη τὴν ἰσομοιρίαν παραδράμῃ. γίνεται δὲ τοῦτο πολλάκις καὶ δεύτερον τοῦ ἐνιαυτοῦ, πολλάκις δὲ καὶ διὰ πολλοῦ χρόνου πρὸς τὴν τῆς σελήνης κίνησιν. καὶ κατὰ μῆνα γίνεται μὲν αὐτῷ ὑπὸ τὴν ἰσομοιρίαν, ἀλλ’ οὐ κατὰ κάθετον τῆς μέσης γραμμῆς τοῦ ζῳδιακοῦ· ἀλλὰ κατὰ πλάτος κινεῖται, ἢ τὰ πρὸς βορρᾶν ἡλίου ἢ τὰ πρὸς νότον. ὅτε μέντοι ἰσομοιρεῖ κατὰ κάθετον, αὐτὴ μὲν |
| book 862 | ἐν τῇ ἑβδόμῃ ζώνῃ οὖσα ἐκεῖνον ἐν τῇ τετάρτῃ ὄντα κατὰ κάθετον ἀφανῆ [αὐτὸν] ποιεῖ, καὶ ἀκούει ἡλιακὴ ἔκλειψις, παρ’ οἷς τελεία, παρ’ οἷς μερική, παρ’ οἷς οὐδὲ ὅλως περιικνουμένη ἡ ἀκτὶς πάσχει τι τοιοῦτον οἷον καὶ ὑπὸ τῆς σελήνης ὅτε ἐκλείπει· σφόδρα γὰρ ὡς μαρανθεῖσα καὶ ἀποσβεσθεῖσα ὁρᾶται. |
| book 864 | —οἷον ἀμαλδύνονται: ὁποῖον μάλιστα ἀμαλδύνονται καὶ ἀμαυροῦνται [καὶ] ὅτε σκιάζει κατ’ ἰθὺ τῆς γῆς καὶ τοῦ ἡλίου ἡ σελήνη ἐν τῇ ἐκλείψει, κατ’ ἰθὺ τοῦ ἡλιακοῦ κώνου καὶ τοῦ γηίνου. ὅταν ταῦτα ἴδῃς τὰ σημεῖα, χειμῶνα προσδόκα. κατ’ ἰθύ: οἷον κατὰ κάθετον γῆς καὶ ἡλίου. καὶ γὰρ τῆς γῆς πολὺ μείζων ἐστὶν ἡ σελήνη, ὥστε ἀποφράττει ἡμῶν τὰς ὄψεις μὴ ὁρᾶν αὐτὸν ἐν τῇ ἰσομοιρίᾳ καθέτῳ. γίνονται δὲ αἱ ἡλιακαὶ ἐκλείψεις τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ’ ἱσταμένοιο (τ 307), κατὰ τὸν τῆς σελήνης δρόμον, ὅτε ἐν μήκει γίνεται, ὅτε ἐν σκιᾷ ἐπισκιάζεται ὁ ἥλιος ἱσταμένης τῆς σελήνης κατ’ ἰθὺ γῆς τε καὶ ἡλίου. |
| book 866 | —οὐδ’ ὅτε οἱ ἐπέχοντι: ὁ λόγος· „οὐδὲ ὅταν φανῆναι αὐτῷ ἐπέχοντι καὶ μέλλοντι ἀνατεῖλαι πρὸ τοῦ ὄρθρου φανῶσι νεφέλαι ὑπέρυθροι πανταχοῦ ἐν τῇ ἀνατολῇ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἄρραντοι μένουσιν αἱ γαῖαι, ἀλλ’ ὑετῷ περιρραίνονται ὄμβρου κατ’ ἐκείνην τὴν ἡμέραν γενομένου“. |
| book 869-876 | —μηδ’ αὕτως ἔτ’ ἐόντι πέρην: ἐν τῇ ἀνατολῇ. προταθεῖσαι προπεμφθεῖσαι. ἐπίσκιοι δὲ (870) ἀμυδρότεραι, μαλακαί, αἱ μὴ σφόδρα πεπιλημέναι μηδὲ πάνυ ζοφώδεις. περιδνοφέοιντο (876) μελαίνοιεν καὶ ταύτην ἔχοιεν τὴν κατάστασιν. οὐδέ, ὅταν τοῦ ἡλίου μέλλοντος ἀνατέλλειν, ἀκμὴν δὲ ὄντος ὑπὸ τῷ ὁρίζοντι, αἱ ἀκτῖνες αὐτοῦ περὶ τὸν ὄρθρον προαναφαινόμεναι θεωροῦνται ὑπονέφελοι καὶ ζοφώδεις, εὐδίαν δεῖ προσδοκᾶν, ἀλλ’ ὄμβρον καὶ ἀνέμους· μελαινομένων ἄγαν, ὄμβρον, ἐπ’ ὀλίγον δὲ σκιαζομένων καὶ ὁμοίων τυγχανουσῶν ταῖς διαυγέσι νεφέλαις, ἄνεμον. |
| book 869-876 | ἄλλως: ὁ νοῦς· μηδὲ τοῦ ἡλίου ἔτι ἐν τῷ ἀνατέλλειν ὄντος, ὁπόταν ἀπὸ τοῦ δίσκου προπεμφθεῖσαι αἱ ἀκτῖνες πρὶν τελέως ἡμέραν φανῆναι ὥσπερ ἐσκιασμέναι καὶ οὐ πάνυ φαιδραὶ φαίνωσιν, ὕδατος ἐσομένου ἢ ἀνέμου ἐπιλανθάνου. ἀλλ’ εἰ μὲν αἱ ἀκτῖνες ἐκεῖναι πάνυ ζοφώδεις φαίνονται (τοῦτο γάρ ἐστι τὸ κνέφαος μᾶλλον 872), ἐπὶ πλείονι ὕδατι τὴν σημασίαν ἔχουσιν. εἰ δὲ ὀλίγος γνόφος καὶ ὀλίγη ἀμαύρωσις περὶ τὰς ἀκτῖνας κεῖται, ὁποία περὶ τὰς πεπιλημένας νεφέλας φαίνεται ἀμαύρωσις, ἐπερχομένου ἀνέμου σημεῖον. τὸ δὲ ἐπίσκιοι (870) οὐ καθαραί, ἀλλ’ ἐσκιασμέναι, οἶον σωματοειδεῖς καὶ παχεῖαι. |
| book 872 | —μᾶλλον κνέφαος φορέοιντο: μᾶλλον γὰρ μελαινόμεναι ὕδωρ σημαίνουσιν. εἰ δὲ βραχύς τις περὶ αὐτὰς σκιασμὸς εἴη, οἷος ἐκ μαλακοῦ νέφους ἐπιγίνεται, ἄνεμος ἔσται. |
| book 877 | —οὐδὲ μὲν ἠελίου: καὶ περὶ τὸν ἥλιον ἅλωες συνίστανται, ὥσπερ καὶ ἐπὶ τῆς σελήνης ἔφαμεν. ὁ δὲ λόγος· οὐδὲ μὲν πλησίον τοῦ ἡλίου μελαινόμεναι ἅλωες εὐδίας εἰσὶ σημαντικαί, πλησίαι δὲ μᾶλλον τυγχάνουσαι καὶ διηνεκῶς μέλαιναι ἐπίτασιν ἔχουσι χειμῶνος, πολὺ δὲ μᾶλλον ἐὰν δύο τυγχάνωσιν. τὸ δὲ ἀστεμφὲς (878) ἀντὶ τοῦ σκληρῶς καὶ ἀμετακινήτως. ταύτας δὲ λέγουσι χειμῶνα ποιεῖν. εἰ γάρ, ὡς προείπομεν, ὁ χειμερινὸς ἀὴρ ἀπὸ τοῦ πλήθους ἀναδίδωσιν αὐτὰς εἰς τὸν οὐρανόν, αὗται δὲ ἐλθοῦσαι ἐγγὺς ἡλίου μὴ καταφλεχθῶσιν, ἀλλ’ ἐκ τῆς στερεότητος μείνωσιν οὕτω, πάντως μέγαν πάνυ χειμῶνα σημαίνουσι, καὶ μᾶλλον ἐὰν δύο γένωνται. |
| book 880 | —σκέπτεο δ’ ἢ ἀνιόντος: διὰ τούτων παραινεῖ ἐπιμελέστερον ἀεὶ σκέπτεσθαι περὶ τὸν ἥλιον ἀνατέλλοντα ἢ μέλλοντα δύνειν, εἰ θεωρεῖται τὰ παρήλια λεγόμενα νέφη, καὶ παρατηρεῖν πότερον τὸ πρὸς βορέαν νέφος ἐρυθαίνεται ἢ τὸ πρὸς νότον, ὡς τῆς ἀπὸ τούτων σημειώσεως βεβαίου οὔσης. ὅταν γὰρ ἐξ ἑκατέρων μερῶν, βορέου καὶ νότου, τὰ παρήλια φοινισσόμενα φαίνηται, ἐπίγειον χειμῶνα βαρὺν σημαίνει. ἐὰν δὲ μόνον τὸ βόρειον τοιοῦτον ᾖ, βορέαν ἄνεμον μηνύει· τὸ δὲ ἀπὸ τοῦ νότου, νότον. |
| book 880 | ἐὰν δέ ποτε σταλαγμοὶ μεγάλοι καὶ ῥαγδαῖοι περὶ τὴν ἑσπέραν γένωνται, χειμῶνα σημαίνουσιν. εἶναι μέντοι ἀκριβέστερα τὰ περὶ τὴν δύσιν τοῦ ἡλίου συνιστάμενα σημεῖα. |
| book 881 | —τὰ παρήλια κικλήσκονται: Ποσειδώνιος (fr. 121 E—K) παρήλιόν φησι νέφος, στρογγύλον παρὰ τὴν τοῦ ἡλίου ἔκλαμψιν, ἐκ τοῦ ἡλίου λάμπον. οὐ γὰρ ἰδίῳ φωτὶ κέχρηται, ἀλλὰ τῷ τοῦ ἡλίου, ὥσπερ καὶ ἡ σελήνη. ἡλιοειδὲς δὲ εἶπε τῷ τε στρογγύλον εἶναι καὶ τῷ ἐλλάμπεσθαι ὑπὸ τοῦ ἡλίου. ὅμοιον οὖν αὐτῷ γίνεται, παρεπόμενον τῷ ἡλίῳ, παρ’ ὅσον ἐκ πλαγίου αὐτοῦ ὁρᾶται. διὸ καὶ λευκὸν φαίνεται. παρὰ γὰρ τὴν ἔλλαμψιν τοῦ ἡλίου τὸ τοιοῦτον αὐτῷ συμπίπτει. πέφυκε γὰρ ἐκ πλαγίων τοῦ ἡλίου ταῦτα γίνεσθαι, ἐπεὶ τὰ μὲν ὑπὸ τὸν ἥλιον νέφη ταχείαν λαμβάνει τὴν διάλυσιν, τὰ δὲ πολὺ ἀπηρτημένα οὐ δύνανται τὴν ἀνάκλασιν τῶν ἀκτίνων ποιεῖσθαι· ἐκ δὲ τῶν πλαγίων ῥαδίως τὴν ἔκλαμψιν συμβαίνει γίνεσθαι, ὅθεν καὶ δυομένου ἢ ἀνίσχοντος ἡλίου ταῦτα συνίστανται, τῷ λοξὰς ἐμπίπτειν εἰς αὐτὰ τὰς ἀκτῖνας, μὴ οὔσας καθετικάς. συνίστανται δὲ ταῦτα καὶ ἑκατέρωθεν τοῦ ἡλίου πολλάκις. |
| book 881 | Ἀριστοτέλης δὲ (Meteor. III, 6 p. 377 b) τὰ παρήλιά φησιν ἔμφασιν εἶναι, μὴ ἔχοντα ὑπόστασιν. ἄλλως: παρήλια καλοῦνται νεφέλαι αἱ τῷ ἡλίῳ παρεοικυῖαι, οὐ μόνον κατὰ τὴν χροιάν, ἀλλὰ καὶ κατὰ τὸ κυκλοτερὲς αὐτοῦ τοῦ δίσκου. πλησίον δὲ αὐτοῦ [τοῦ ἡλίου] εἰσιν αἱ νεφέλαι αὗται, καὶ ἐξ αὐτοῦ φωτιζόμεναι τὴν χροιὰν αὐτοῦ ἀπομιμοῦνται. εἰσὶ δὲ καὶ κυκλοτερεῖς τὸ σχῆμα. διὸ παρήλιοι ἐκλήθησαν φερωνύμως. παρεοίκασι γὰρ τῷ ἡλίῳ. |
| book 881 | ἄλλως: παρήλιόν ἐστιν ἔμφασις ἡλίῳ παρεμφερής, ὁμοία καὶ ἴση αὐτῷ, πεπιλημένου νέφους τὰς ἀκτῖνας ὑποδεχομένου, καὶ διὰ τῆς ἐκλάμψεως ἡλιοειδῆ παρέχοντος τὴν φαντασίαν καὶ οἷον ἂν φλογοειδῆ καὶ εἰς ἓν συνηγμένην, καὶ μεταξὺ μηδὲν καταλείπουσα διάστημα, παρεπομένη τῇ τοῦ ἡλίου περιφορᾷ. οὕτω Σπόρος. ἄλλως: τὰ παρήλια ἀνθήλια μὲν καλεῖται, νέφη δέ εἰσι στρογγύλα ἀντιλάμποντα τῷ ἡλίῳ, ὥστε δοκεῖν ἡλιοειδῆ ὄντα ἥλιον εἶναι. γίνονται δὲ τὰ παρήλια ἀπὸ τοῦ περὶ τὴν θάλασσαν ὑγροῦ ἀέρος, ὃς ἀναδιδόμενος εἰς νέφη διαφορεῖται. ψυχρὸς δὲ ἄνεμος ἐμπεσὼν πήγνυσιν αὐτά, κἀκεῖνα, ἅτε δὴ στερρὰ καὶ τὰς ἀκτῖνας δυνάμενα δέχεσθαι, ἐρυθαίνονται. διὸ καὶ ἀνέμου φησὶν αὐτὰ σημεῖα. ὕλης δὲ πυκνῆς δεῖται ἡ τούτων σύστασις καὶ πολλῆς. διά τοι τοῦτο καὶ ἀμφὶ τὸν Εὔξεινον πόντον τὰ πολλὰ φαίνεται συνιστάμενα, σπανίως δὲ κατὰ τὴν Ἑλλάδα. σημεῖον δέ ἐστιν ἐναργὲς χειμῶνος. ὁ δὲ νοῦς· |
| book 881 | „περισκόπει δὲ ἢ ἀνατέλλοντος ἢ εὐθέως δυομένου τοῦ ἡλίου εἴ που πλησίον αὐτοῦ εἰσι νεφέλαι, ἅπερ καλεῖται παρήλια, ἢ ἐκ τῶν νοτίων μερῶν τοῦ ἡλίου ἢ ἐκ τῶν βορείων, ἢ καὶ ἐξ ἑκατέρου μέρους, καὶ ἐκ νότου καὶ ἐκ βορέου. μηδαμῶς δὲ τὴν ὄψιν ταύτην τῶν παρηλίων νεφῶν ἀμενηνῶς καὶ ὡς ἔτυχε φυλάσσου, ἀλλ’ ἐπιμελῶς. ἔστι γὰρ χρειῶδες καὶ κάλλιστον τὸ τεκμήριον. οὐδὲ γάρ, ἐκεῖναι αἱ παρήλιοι νεφέλαι ὅτε ἐξ ἑκατέρου μέρους ἔχουσι τὸν ἥλιον πλησίον τοῦ ὠκεανοῦ, ἢ τοῦ ἀνατολικοῦ ἢ τοῦ δυτικοῦ, γίνεται παρὰ Διὸς ἀναβολὴ χειμῶνος, ἀλλ’ εὐθέως ἐπιπεσεῖται μέγας χειμών“. |
| book 885 | —ὠκεανοῖο: τοῦ ὁρίζοντος, τοῦ τε ἀνατολικοῦ καὶ τοῦ δυτικοῦ. καὶ γὰρ ἐν τῇ ἀνατολῇ καὶ ἐν τῇ δύσει φαίνονται ἅλωνες ἡλίου ἑκατέρωθεν. |
| book 887 | —εἴ γε μὲν ἐκ βορέαο: ὁ νοῦς· ἐὰν μία νεφέλη ἐκ τοῦ βορέου φοινίσσοιτο, βορέαν δηλοῖ, ἐὰν δὲ νοτία, νότον. ἔσθ’ ὅτε δὲ καὶ ῥαθάμιγγες ὑετοῦ συνεχεῖς καταφέρονται. ἄλλως: ἐάν που καὶ ῥαθάμιγγες καὶ σταγόνες ὑετοῦ ἐπιτρέχωσι μετ’ αὐτῶν τῶν παρηλίων, κατὰ κοινοῦ οὐ γίνεται ἀναβολὴ τοῦ σχεδὸν ὄντος καὶ ἐκ τοῦ Διὸς ἐπερχομένου χειμῶνος. |
| book 890 | —ἑσπερίοις καὶ μᾶλλον: ἐκθέμενος πάντα τὰ ἐκ τοῦ ἡλίου τεκμήρια παραγγελίαν τινὰ εἰσάγει, καὶ παραινεῖ μᾶλλον τοῖς πρὸς τῇ δύσει τεκμηρίοις προσέχειν τὸν νοῦν, ἐπειδὴ τὰ ἐν τῇ ἀνατολῇ συνιστάμενα τεκμήρια ἢ ἀπὸ νεφῶν ἢ ἀπὸ ἄλλων τινῶν ἀνιόντος τοῦ ἡλίου εὐθέως διαλύεται, καὶ πολλάκις τις οὐδὲ πάνυ τὴν κατάληψιν δέχεται, τὰ δὲ ἐν τῇ δύσει ἀληθῆ, ἐπεί φαμεν ἐνταῦθα τὸν ἀέρα ἐπὶ πλεῖον συνῆχθαι κατακρατηθέντα τῇ ἀναθυμιάσει. διὸ καὶ παχύτερον εἶναι λέγομεν τὸν νότιον ἀέρα, ὅτι πορρωτέρω τῆς ἡλιακῆς ἐστι περιόδου. |
| book 890 | ἐπίτρεπε: τὴν τῶν σημείων κρίσιν. τοῦτο γὰρ τὸ ἐπιτρέπειν ἀττικῶς, τὸ αἱρεῖσθαί τινα διαιτητὴν διακρίνοντα τὸ ἀμφισβητήσιμον. τὸ δὲ ἑσπέρας σημεῖον, μένον ἀεί, ἰσχυρὸν καὶ βέβαιον μᾶλλον ἢ τὸ ἑωθινόν. |
| book 892 | —σκέπτεο καὶ Φάτνην: θεωρεῖταί τις ὑπὸ τῷ Καρκίνῳ Φάτνη νεφελοειδὴς τῇ συστροφῇ, μικρὰ καὶ μᾶλλον ἀμυδροτέρα, ὑπὸ τὸ νωτιαῖον ὄστρακον τοῦ Καρκίνου, ἥτις ὑπὸ τῶν προτέρων φιλοσόφων οὕτω Φάτνη προσηγόρευται. εἰσὶ δὲ καὶ παρ’ ἑκατέρῳ τῆς Φάτνης δύο ἀστέρες, ὁ μὲν βόρειος, ὁ δὲ νότιος, οὓς Ὄνους ἐκάλεσαν διὰ τὸ παρακεῖσθαι τῇ Φάτνῃ. δίδωσι γοῦν ἡμῖν καὶ ἐκ ταύτης τῆς Φάτνης τεκμήρια χειμῶνος [ἡμῖν ὁ ποιητής]. |
| book 892 | ἡ μέν τ’ ὀλίγῃ εἰκυῖα: ἥτις Φάτνη ὀλίγῃ εἰκυῖα ἀορασίᾳ, οἱονεὶ μᾶλλόν τις ἀμυδροτέρα οὖσα, ὑπὸ τῷ Καρκίνῳ συνῆπται καὶ συνέστραπται. τὸ δὲ βορραίη (893) ἀντὶ τοῦ βορεινὴ εἰκότως· εἰ γὰρ ὑπὸ τὸ νωτιαῖον ὄστρακόν ἐστι τοῦ Καρκίνου, ὅς ἐστι παντὸς τοῦ ζῳδιακοῦ βορειότερος, εἰκότως ἂν εἴη βορεινή. |
| book 893 | —ὑπὸ Καρκίνῳ ἡγηλάζει: ἀντὶ τοῦ ὑπὸ τῷ Καρκίνῳ κεῖται. αὐτὸς γὰρ ὁ Καρκίνος ἐπὶ πρόσωπόν ἐστιν ἐμπεπηγὼς τῷ οὐρανῷ. ὑποκάτω οὖν αὐτοῦ, ἐν τῷ νωτιαίῳ ὀστράκῳ δηλονότι, ἡγηλάζει, ἀντὶ τοῦ συνέστραπται ἢ ὑπόκειται. ἐν ὀλίγῳ γάρ ἐστιν ἡ [κίνησις] συστροφὴ καὶ πίλησις νεφελώδης. ἄλλως: ἐν τῷ δωδεκατημορίῳ τοῦ Καρκίνου νεφέλιόν τί ἐστι προσεοικὸς τῷ γαλαξίᾳ, μεταξὺ ἀστερίσκων κείμενον οἳ δοκοῦσιν ὀφθαλμοὶ εἶναι Καρκίνου. καλεῖται δὲ τὸ μὲν νεφέλιον Φάτνη, οἱ δὲ ἀστέρες Ὄνοι, καὶ ἔστιν ὁ μὲν βόρειος, ὁ δὲ νότιος. μεταξὺ δὲ αὐτῶν διάστημα ὅσον πυγῶνός ἐστιν. |
| book 893 | πυγὼν δέ ἐστιν ὁ ἀπὸ τοῦ ὠλεκράνου μέχρι τοῦ μετακονδυλίου ἐπὶ τὸν μικρὸν δάκτυλον τῆς χειρὸς κεκαμμένον μέτρον. |
| book 894 | —ἀμφὶ δέ μιν δύο λεπτά: τὸ λεπτὰ ἀντὶ τοῦ λεπτῶς καὶ ἀμυδρῶς. εἰσὶ γὰρ οἱ ἀστέρες οὐ πάνυ λαμπροί. ὁ δὲ νοῦς· „περὶ δὲ τὴν Φάτνην δύο ἀστέρες λεπτῶς φαίνονται, οὔτε σφόδρα ἀλλήλων ἀπηρτημένοι, οὔτε μὴν συνηνωμένοι, ἀλλ’ ἐν τῷ ὁρᾶσθαι τοσοῦτον ἀφεστηκότες ὅσον ἐστὶ πυγούσιον ὑπονοῆσαι, (πυγὼν δὲ καλεῖται τὸ ἀπὸ τοῦ ὠλεκράνου ἐπὶ τὸν μικρὸν δάκτυλον τῆς χειρὸς κεκαμμένον μέτρον). |
| book 894 | καὶ ὁ μὲν εἷς αὐτῶν βορειότερός ἐστιν, ὁ δὲ ἄλλος νοτιώτερος. αὐτοὶ δὲ καλοῦνται Ὄνοι, ἀνὰ μέσον δὲ αὐτῶν ἡ Φάτνη ἐστίν.“ |
| book 898 | —καλέονται Ὄνοι: λέγεται περὶ τούτων ἱστορία οὕτως ὅτι ἐπὶ γίγαντας ἐστρατεύοντο οἱ θεοὶ ὡς εἴρηται Διόνυσος καὶ Ἥφαιστος. εἶχον δὲ καὶ σατύρους ἐπὶ ὄνων πορευομένους. οὔπω δὲ ὁρωμένων αὐτοῖς τῶν γιγάντων πλησίον ὄντες ὠγκήθησαν οἱ ὄνοι. οἱ δὲ γίγαντες ἀκούσαντες φωνῶν ἔφυγον. ὅθεν ἐτιμήθησαν καὶ ἐν τοῖς ἄστροις ἐτέθησαν. |
| book 899 | —ἥ τε καὶ ἐξαπίνης: ἥτις Φάτνη καὶ παντελῶς οὔσης εὐδίας αἰφνιδίως ἀφανὴς γίνεται, οἱ δὲ ἑκάτεροι περὶ αὐτὴν ἀστέρες ὥσπερ συνερχόμενοι πλησίον ἀλλήλων φαντασίαν παρέχουσιν. ὅτε δὲ τοῦτο γίνεται, σημεῖον τότε [ἡ Φάτνη αἰφνιδίως ἄφαντος οὕτως εὐδίας οὔσης] καὶ μέλλοντος χειμῶνος ἔσεσθαι γίνεται. τὸ δὲ αἴτιον τοιοῦτον· ὑγρότης ἀέρος γίνεται ἡμῖν ἀνεπαίσθητος, καὶ ἐκ τῆς παχύτητος καὶ ὑγρότητος ἐκείνης ἡ Φάτνη, οὖσα καὶ κατὰ φύσιν ἀμυδρά, ἀφανὴς γίνεται. διείργουσα δὲ τοὺς Ὄνους, ὅτε ἀφαντοῦται, ὑπόνοιαν ἡμῖν παρέχει τοῦ πλησιάζειν ἀλλήλοις. |
| book 899 | ὁ νοῦς· ἐάν, φησίν, οἱ μὲν ἀστέρες ἐγγὺς ἀλλήλων φαίνωνται, ἀφανὴς δὲ ἡ Φάτνη, τηνικαῦτα βαρὺν χειμῶνα προσδέχου. αἴτιον δὲ τοῦ μὴ τὴν Φάτνην ὁρᾶσθαι, καὶ τοὺς ἀστέρας ἐγγὺς ἀλλήλων, τὸ διὰ νεφώδους αὐτοὺς τοῦ ἀέρος ὁρᾶσθαι καὶ ὅσον οὐδέπω μεταβαλόντος εἰς ὕδωρ. συγκλέπτεσθαι γὰρ φιλεῖ τὸ μεταξὺ διάστημα τῶν δι’ ὕδατος ὁρωμένων. ὁμοίως δὲ κἂν μελαίνηται μὲν ἡ Φάτνη, οἱ δὲ ἀστέρες καταφαίνωνται τὴν αὐτὴν θέσιν ἔχοντες πρὸς ἀλλήλους, ὑετὸν προδηλοῖ. πάλιν γὰρ ἡ Φάτνη μελαίνεται τοῦ ἀέρος εἰς αὐτὴν στελλομένου. ἐὰν δὲ τῶν ἀστέρων τούτων ὁ μὲν βόρειος ἀμαυρὸς φαίνηται, λαμπρὸς δὲ ὁ νότιος, νότον ἴσθι πνευσόμενον· καὶ ἔμπαλιν, ἐὰν μὲν ἀμαυρὸς ὁ νότιος, λαμπρὸς δὲ ὁ βόρειος, βορέαν προσδέχου πνευσόμενον. |
| book 899 | ἄλλως: ἐὰν εὐδίας οὔσης ἴδῃς τὴν Φάτνην αἰφνιδίως γενομένην ἀφανῆ, τοὺς δὲ Ὄνους ἐξ ἑκατέρων τῶν μερῶν φαινομένους λαμπρούς, μέγαν χειμῶνα προσδόκα. ἐὰν δὲ μὴ μόνον ἀφανὴς γένηται ἡ Φάτνη, ἀλλὰ μελαίνηται ὁ τόπος ἐφ’ οὗ κατεστήρικται, οἱ Ὄνοι δὲ τότε καὶ αὐτοὶ ἀμαυροὶ φαίνωνται, ὄμβρον προσδόκα. ἂν τοίνυν ἐξαίφνης ἀφανὴς μὲν ἡ Φάτνη γενηθῇ, οἱ δ’ ἀστέρες ἐγγυτέρω ἀλλήλων φανῶσι, χειμῶνα ἔπομβρον δηλοῖ. ἐὰν δὲ μέλαινα ᾖ τῇ φαντασίᾳ, οἱ δὲ ἀστέρες τὴν αὐτὴν σχέσιν πρὸς ἀλλήλους ἔχωσιν, ὑετὸν προσημαίνει. |
| book 903 | —εἰ δὲ μελαίνηται: ἐὰν δὲ μέλαιναν καὶ ζοφώδη ἔχῃ τὴν χροιὰν ἡ Φάτνη (πάλιν ἐκ τῆς τοῦ ἀέρος παχύτητος), οἱ δὲ ἀστέρες ὦσιν ἐοικότες αὑτοῖς, μηδέν τι περὶ τὸ φῶς ἀμαυρουμένοι, τότε σημεῖόν ἐστιν ὄμβρου ἐσομένου. τὰ γὰρ ζοφώδη πολλάκις προεῖπεν ὅτι δηλωτικά ἐστιν ὕδατος. |
| book 905 | —εἰ δ’ ὁ μὲν ἐκ βορέω: προείπομεν καὶ ἐν Φαινομένοις ὡς ἐπὶ τοῦ Θυτηρίου καὶ τοῦ Κενταύρου, ὅτε μέλλουσι πνεῖν ἄνεμοι, τὰς πλησίον αὐτῶν παχυμερεῖς συστάσεις προαναστέλλουσι καὶ 〈αὐτὰ〉 λαμπρὰ ἀποδεικνύουσιν. οὕτω καὶ νῦν, ἐάν, φησίν, ὁ ἐκ βορείου μέρους τῆς Φάτνης ἀμαυρὸς φανῇ ἠρέμα πως ἀχλυώδης ὤν, ὁ δὲ νότιος Ὄνος φαίνηται, τότε ἐπισκόπει καὶ ζήτει πνευσόμενον τὸν νότον. τὰ γὰρ πρὸ ἑαυτοῦ ὁ ἄνεμος ἀναστείλας καὶ τὸν νότιον Ὄνον φανερώτερον πεποίηκεν. |
| book 907 | —βορέω δὲ μάλα χρή: χρὴ δὲ ἐπιτηρεῖν τὸν βορέαν πνέοντα ὅταν ᾖ τὸ ἔμπαλιν τοῦ προειρημένου, ἵν’ ᾖ ἀχλυόεντι (908) μὲν τῷ νοτίῳ, φαεινομένῳ δὲ τῷ βορείῳ. |
| book 909 | —σήματα δέ τ’ ἀνέμοιο: ἀπὸ τῶν οὐρανίων σημείων μεταβέβηκεν εἰς τὰ ὑπέργεια, καὶ ἀπὸ πρώτης ἄρχεται θαλάσσης. „ὅταν γάρ, φησίν, εὐδίας οὔσης ἡ θάλασσα μετεωρίζηται καὶ μακροὺς ἀπὸ τῶν αἰγιαλῶν ἤχους ἀποτελῇ, ἄνεμον δεῖ προσδοκᾶν. ὁμοίως δὲ καὶ αἱ πλησίον τῆς θαλάσσης ἀκταὶ πλεῖον τοῦ κατὰ φύσιν ἐπηχοῦσαι μέλλοντας ἀνέμους σημαίνουσιν. ὡσαύτως δὲ καὶ ὅταν αἱ ἀκρώρειαι τῶν ὀρῶν βοὴν ἀποτελῶσιν.“ ἄρχεται δὲ ἀπὸ τοῦ κρατίστου τῶν ἐπὶ γῆς στοιχείων, λέγω δὴ τῆς θαλάσσης. |
| book 909 | ὁ δὲ νοῦς· καὶ ἐπαιρομένη τοῖς ὕδασιν ἡ θάλασσα σημεῖόν σοι ἔστω ἀνέμου, καὶ οἱ αἰγιαλοὶ μέγα κράζοντες, ἐκ τῶν κυμάτων δηλονότι. Ὅμηρος· „αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντοσ“ (Β 210), „ῥοχθεῖ δὲ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο“ (ε 402). ἄλλως: πολλάκις εἰρήκαμεν ὅτι σφόδρα πεφρόντικε τοῦ ἐπιδεῖξαι τεκμήρια πολλὰ χειμῶνος ὁ Ἄρατος προνοούμενος τῶν ἀνθρώπων. |
| book 909 | δεδωκὼς γὰρ ἐξ ἄστρων καὶ ἡλίου καὶ σελήνης καὶ Φάτνης τεκμήρια θεῖά τε καὶ ἀληθῆ, γινώσκων ὡς οὐχὶ πάντες εἰσὶν ἐπιστήμονες τῶν οὐρανίων, οὐδὲ ἀκριβεῖς καὶ πεπαιδευμένοι εἰς τὸ καταλαμβάνειν τὰ ἐν οὐρανῷ τεκμήρια, καὶ ἐκ τῶν ἐν τῇ γῇ γιγνομένων τεκμηρίων διδασκαλίαν ποιεῖται, οἷον ἐκ θαλάσσης, ἐκ πτηνῶν, ἐκ πυρός, ἐκ ζῴων καὶ ἐξ ἄλλων πολλῶν 〈ὧν〉 κατάληψιν ἡμῖν παρέχει χρησιμωτάτην. |
| book 909 | ἄλλως: ἀνέμου δὲ σημεῖον καὶ ὅταν ἐξαίφνης νηνεμίας ἔτι οὔσης ἀνοιδαίνῃ ἡ θάλασσα καὶ ὅταν ἐπὶ πολὺ ἠχῶσιν οἱ αἰγιαλοί, καὶ ὅταν εὐδίας οὔσης αἱ προτενεῖς ἐπὶ πέλαγος ἀκταὶ ἀποτελῶσιν ἦχον, καὶ ὅταν περὶ τὰς κορυφὰς τῶν ὀρῶν ἀκούηται ἦχος. συμβαίνει δὲ ταῦτα διότι ἀκροσφαλὴς ἡ γειτνίασις τοῦ ἀέρος καὶ τῇ γῇ καὶ τῷ ὕδατι πρὸς ἠρεμίαν τε καὶ στάσιν. ἀρχομένου οὖν τοῦ ἀέρος ἡσυχῇ ῥεῖν σημεῖον ὁ ψόφος. καὶ μεταβολὴ μὲν γίνεται ἀέρος, οὐδέπω μέντοι γε ἡμῖν αἰσθητή. καὶ γὰρ ἡ θάλασσα διοιδαίνουσα τοῦτο πάσχει κατ’ ἔμπτωσιν ἀνέμων, αἵ τε ἀκταὶ ἠχοῦσιν. ἡ γὰρ λαλιὰ τῶν ἀνθρώπων οὐκ ἐᾷ τῆς τοῦ ἀέρος κινήσεως αἴσθησιν λαμβάνειν μὴ σφοδρᾶς ὑπαρχούσης, ἐν δὲ τοῖς ἐρήμοις τοῦτο συμπίπτει. |
| book 913 | —καὶ δ’ ἂν ἐπὶ ξηρήν: καὶ ὅταν ὁ ἐρωδιὸς ἐκ θαλάσσης ἐπὶ τὴν ξηρὰν σφόδρα βοῶν ἔρχηται, γίνωσκε ὅτι ἀνέμου κινουμένου σημεῖόν ἐστιν. ὅτ’ ἐρωδιός: ὅταν ἴδῃς τὸν ἐρωδιὸν μετὰ ταραχῆς φεύγοντα ἐπὶ τὴν γῆν, γίνωσκε ὅτι χειμῶνα σημαίνει. ὁ δὲ ἐρωδιὸς τὸ ὄρνεον τῶν ἀμφιβίων ἐστί, καὶ ποτὲ μὲν ἐν ξηροῖς, ποτὲ δὲ ἐν ὑγροῖς διάγει. πολλάκις οὖν ἐν θαλάσσῃ διατρίβων αἴσθεται πνεύματος μέλλοντος κατιέναι, καὶ δεδοικὼς μή ποτε αὐτὸν ἡ ἐκ τῆς θαλάσσης ζάλη ἐκ τοῦ ἀνέμου περίσχῃ, τεθορυβημένος ἔξεισιν ἐπὶ τὴν γῆν, καὶ κραυγάζων τῇ φωνῇ καὶ τῇ ἀτάκτῳ πτήσει τὸν φόβον ὑποσημαίνει. |
| book 913 | αἱ δὲ τῶν ζῴων προσημασίαι γίνονται ἤτοι νοῦ ὀξύτητι ἢ αἰσθήσεως ταχυτῆτι. ἑκάτερον δὲ τούτων ἐνδεχόμενον. αἰσθήσει δὲ ἤτοι ψυχρότητος περιστολῇ ἢ ἀπὸ ἀναθυμιάσεως ὀσφρήσει. ὁ μὲν οὖν ἄνθρωπος διὰ τὰ σκεπάσματα τοῦ ψύχους παραλλαγεὶς οὐκ αἰσθάνεται, οὐδὲ τῇ ὀσφρήσει διὰ μίξιν τῶν χυμῶν ἀντιλαμβάνεται. τὰ δὲ θηρία δι’ εὐαισθησίαν προφητεύοντα σημαίνει τὰ ἐσόμενα. φεύγει τοίνυν ὁ ἐρωδιὸς τὸν χειμῶνα καὶ τὴν θάλασσαν προαισθανόμενος. |
| book 915 | —κινυμένου κε θάλασσαν: κινυμένου καὶ πνεῖν μέλλοντος ἀνέμου ὑπὲρ τὴν θάλασσαν φορέοιτο καὶ κομίζοιτο ἐπὶ τὴν ξηρὰν ὁ ἐρωδιός. |
| book 916 | —καί ποτε καὶ κέπφοι: ἀπὸ κοινοῦ τὸ κινυμένου ἀνέμοιο (915). 〈ἀνέμου〉 καὶ τόδε ἐστὶ τὸ σημεῖον. ὁ δὲ κέπφος τὸ ὄρνεον τῶν λιποσάρκων ἐστί. σφόδρα γὰρ αὐτὸν ἐπιλείπει σάρξ, καὶ ἔστιν ὀστέα μόνον σχεδὸν καὶ πτερά. ἔστι δὲ ὅλον τὸ ὄρνεον ἰσχνόν, ἀεὶ δὲ φιληδοῦν τῷ ἀφρῷ. τοῦτον γὰρ καὶ σιτεῖται περὶ τὰ ὕδατα ἀναστρεφόμενος, ὡς καὶ Νίκανδρός φησι· „θηρεύων ἀφροῖο νέην κλύδα λευκαίνουσαν“ (Alex. 170). ἐπειδὰν οὖν προαίσθηται ὀλίγου πνεύματος πνεῖν μέλλοντος, ἵπταται [τοῦ ἀνέμου], οὐ φεύγων τὸν ἄνεμον, ἀλλ’ αὐτοῦ τοῦ ἀνέμου ἀντιπρόσωπος, ἐπειδὴ τὸ σῶμα σφόδρα ἰσχνὸν ἔχει, καὶ ψύχους ὅλως οὐ δύναται ἀντέχεσθαι. |
| book 916 | ἀλλὰ τῇ αἰσθήσει τοῦ πνεύματος ἵπταται, ἵνα πνέων ἐκεῖνος, τούτου ὡς ἐπ’ αὐτὸν φερομένου, σκέπῃ αὐτὸν τοῖς πτεροῖς. τέχνῃ δὲ αὐτὸ ποιεῖ ὁ κέπφος. εἰ γὰρ ἐπίπροσθεν ἔφευγεν, ὄπισθεν ἔχων τὸν ἄνεμον, ἀναστελλομένων τῶν περὶ τὸ σῶμα αὐτοῦ πτερῶν, ἐκ τοῦ ἀνέμου κακῶς 〈ἂν〉 διετίθετο. νῦν δὲ ἀντιπρόσωπος ἵπταται, ἵνα πνέων ὁ ἄνεμος σκέπῃ αὐτοῦ τὰ πτερά, καὶ οὕτως ἐνέγκῃ τὸ πνεῦμα. |
| book 916 | ὅταν οὖν ἐναντίον τῶν μελλόντων πνεῖν 〈ἀνέμων〉 οἱ κέπφοι εἰληδὰ πέτωνται, οἷον κατὰ συστροφήν, κατὰ ἀγέλην, τότε πνεύσεται ὁ ἄνεμος. εὔδιοι ποτέονται: εὐδινοὶ φερόμενοι, ὅταν προαίσθωνται [τῶν ἀνέμων] ὅτι πνεύματα ἔσται, ἀντιπρόσωποι τῶν ἀνέμων ἵπτανται. ἄλλως: ὁ κέπφος ἐνάλιον ζῷόν ἐστιν, ἀφρῷ τε χαίρων καὶ τούτῳ τρεφόμενος. ὅθεν ῥαίνονταί τε τῷ ἀφρῷ καὶ οὐχ ὑποχωροῦσι τοὺς ῥαίνοντας. εἰκότως ἄρα ἄντικρυς τῶν πνευμάτων ἵστανται, ἢ καὶ ὅπως μὴ παραφέρωνται δι’ ἐλαφρότητα κατ’ οὐρὰν ἁλισκόμενοι. ὥσπερ καὶ οἱ ἰχθύες πρὸς ἄνεμον νηχόμενοι. καταστέλλει γὰρ τὸ κῦμα τὴν φρίκην τῆς λεπίδος ἐκ κεφαλῆς ἐπερχόμενον. |
| book 918 | —πολλάκι δ’ ἀγριάδες: νήσσας νῦν ἀγριάδας τὰς ἐν ταῖς νήσοις διατριβούσας ὄρνιθας, τὰς ἀνημέρους καὶ ἀγρίας. τὰς δὲ αἰθυίας εἰναλιδίνας φησὶν ἐπεὶ δυνουσῶν αὐτῶν τῇ θαλάσσῃ ἐπιγίνεταί τις δῖνος, τουτέστι κυκλοτερὴς τοῦ ὕδατος φορά. ταῦτα οὖν ἐπὶ τῆς χέρσου, φησίν, ὅταν τινάσσηται τὰ πτερά, ἄνεμον σημαίνει. φεύγοντα γὰρ τὸν θαλάττιον χειμῶνα, τὴν ἐκ τῆς θαλάσσης ὑγρότητα ἀποβάλλοντα, ἐπὶ τὴν χέρσον παραγίνονται. |
| book 920 | —ἢ νεφέλη ὄρεος: καὶ τὰς ἐπὶ τῶν ὀρῶν [δὲ] μηκυνομένας νεφέλας πνεύματός φησιν εἶναι σημαντικάς. καὶ γὰρ αὗται εἰς μῆκος ἐπιδιδόασι κατὰ πύκνωσιν τοῦ ἀέρος. συνιστάμεναι αἱ νεφέλαι ἐπὶ ταῖς τῶν ὀρῶν ἀκρωρείαις ἀναπαύονται ἕως ἂν ἄνεμος πνεύσας ὠθήσῃ αὐτάς. ὅταν οὖν ὁ ἄνεμος ἄρξηται διώκειν τὴν νεφέλην, ἐπεκτείνει ἑαυτήν, καὶ τοῦτο τεκμήριον τίθησιν ἀνέμου, μηκυνομένην τὴν νεφέλην. |
| book 921 | —ἤδη καὶ πάπποι: ἡ ἄκανθα ἡ καλουμένη κινάρα ἐπειδὰν ἐξανθήσῃ ἀλλοιοῦται, γήραμα δὲ αὐτῆς ἐστιν ὁ καλούμενος πάππος. ἐν δὲ τοῖς παραθαλαττίοις χωρίοις, ἐπειδὰν πνεύσῃ ἄνεμος, οἱ πάπποι κοῦφοι ὄντες καὶ εὔθρυπτοι, ὑπὸ ὀλίγου ἀνέμου ἀνατρεπόμενοι, ἐμπίπτουσι τῷ ὕδατι, καὶ ἐπιπλέοντες δῆλοί εἰσιν ὅτι ἀνέμου κατιόντος σημεῖόν εἰσιν. ὁ δὲ λόγος· καὶ οἱ πάπποι, οἵτινές εἰσι γηράματα τῆς ἀκάνθης, σημεῖον ἐγένοντο ἀνέμου, κωφῆς καὶ ἀναισθήτου οὔσης τῆς θαλάσσης. |
| book 921 | ἄλλως: τὴν πραοτάτην τοῦ ἀνέμου κίνησιν σημαίνειν μὲν ταραχήν φησιν, ἀνεπαίσθητον δέ, τοὺς δὲ πάππους διὰ τὴν κουφότητα εὐχερῶς κινεῖν. |
| book 922 | —κωφῆς ἁλός: τῆς ἔτι ἀνεπαισθήτου. καὶ Ὅμηρος „κύματι κωφῷ“ (Ξ 16) τὰ κωφὰ καὶ προηρεμοῦντα ἔχοντα τὰ κύματα. |
| book 923 | —τὰ μὲν πάρος, ἄλλα δ’ ὀπίσσω: ὅταν πολλὰ γηράματα τῆς ἀκάνθης εἰς τὸ ἄκρον ὕδωρ πλέῃ, ἄνεμον δηλοῖ, τὰ μὲν καταπεσόντα εἰς τὸ ὕδωρ, ἄλλα δὲ ὕστερον καταφερόμενα. ὁπότε εἰσὶ πολλοὶ πάπποι. πάππος δέ ἐστιν ὑμὴν κελυφανώδης. |
| book 924 | —καὶ θέρεος βρονταί τε: παρὰ τοῖς Αἰγυπτίοις κεκριμέναι εἰσὶν ὧραι τοῦ ἔτους, καὶ ὁ χειμὼν ἔχει τὰ προσήκοντα, οἷον ἀστραπὰς καὶ βροντάς, καὶ θέρος ὁμοίως. ἐν δὲ τοῖς ἄλλοις μέρεσιν ἄκριτά ἐστι καὶ ἀόριστα, καὶ πολλάκις ἐν καιρῷ θέρους βρονταὶ καὶ ἀστραπαὶ γίνονται καὶ ὑετός. τοῦτο οὖν φησι· „καὶ θέρους δέ, ὅθεν αἱ βρονταὶ καὶ ἀστραπαὶ γίνονται, καὶ ἢ ἐκ νοτίων ἢ ἐκ βορείων ἢ ὁθενδήποτε, ἐκ τούτου τοῦ μέρους σκόπει ἐσόμενον ἄνεμον“. |
| book 924 | ἄλλως: ἐν θερινῷ, φησί, καταστήματι τοῦ ἀέρος, ὅθεν βρονταὶ καὶ ἀστραπαὶ γίνονται κατὰ τὸ κλίμα τοῦ κόσμου, ἐκεῖθεν γενησόμενον προσδόκα ὑετόν. ἄλλως: τὴν βροντήν φησι κατὰ ῥῆξιν γίνεσθαι τῶν νεφῶν, τὴν δὲ ἀστραπὴν κατὰ παράτριψιν τῶν ῥηγνυμένων νεφῶν. τούτων οὖν, φησί, θέρους γινομένων, ἄνεμον ἴσθι πνευσόμενον ἐντεῦθεν ὅθεν γίνονται. ἡ γὰρ τοῦ θέρους ἔκκαυσις ἐκκαίουσα τὸν παχὺν ἀέρα τὴν μὲν εἰς ὕδωρ οὐ ποιεῖ μεταβολήν, λεπτύνουσα δὲ αὐτὸν ἀραιοῖ καὶ εἰς ἄνεμον διαλύει. |
| book 926 | —καὶ διὰ νύκτα μέλαιναν: ὁ αἰθὴρ σφόδρα ἐστὶ διάπυρος, ὅθεν καὶ ὠνόμασται, παρὰ τὸ αἴθω. ἔστι δὲ ὑπὲρ τοῦ ἡλίου, καὶ ὅτε ξηρὰς ἀναθυμιάσεις δέχεται ἀπὸ τῆς γῆς, ξηρὸς ὢν καὶ αὐτὸς καὶ πυρώδης, πυκνούμενος ἀποπέμπει τινὰς ὥσπερ σπινθῆρας. ταύτας ὑπονοοῦμεν ἀστέρων εἶναι διαδρομάς. οὐ γὰρ ἀστέρες κινοῦνται, ἀλλὰ στιλβηδόνας πυρώδεις ἀποπέμπει ὁ αἰθήρ. διὸ καὶ ὀλίγον διαδραμοῦσαι παύονται, ὡς καὶ οἱ σπινθῆρες. ὥστε τοῦ αἰθέρος ἐστὶ πύκνωσις τὸ τοιοῦτον. |
| book 926 | δειδέχθαι κείνοις (928), αὐτοῖς. „καὶ ἐν νυκτὶ δὲ ὅταν τόπων μεταβάσεις ποιῶνται ἀστέρες, τοῦτο γάρ ἐστι τὸ ἀίσσωσι ταρφέα (926—927), ὄπισθεν δὲ αὐτῶν οἷον ὁλκοὶ λαμπροὶ φαίνωνται, προσδοκᾶν δεῖ αὐτοῖς (τοῖς ἀστράσι) τὴν αὐτὴν ὁδὸν ἐρχόμενον τὸ πνεῦμα“. οἷον ἐὰν ὡς ἐπὶ τὰ βόρεια τὰς ὁρμὰς ποιῶνται, βορέας πνεύσεται· ἐὰν δὲ ὡς ἐπὶ τὰ νότια, νότος, κατὰ τὴν τῶν ἄστρων φοράν. |
| book 926 | ὅτι οὐκ εἰσὶν ἀστέρες οἱ τὰς ἐκδρομὰς ποιοῦντες ἐν τῷ αἰθέρι. ὁ αἰθὴρ σφόδρα ἐστὶ διάπυρος. ἔστι δὲ ὑπὲρ τοῦ ἡλίου. οὗτος δὲ ὅταν ξηρὰς ἀναθυμιάσεις δέξηται, ξηρὸς ὢν καὶ αὐτὸς καὶ πυρώδης, πυκνούμενος ἀποπέμπει τινὰς ὥσπερ σπινθῆρας. ταύτας ὑπονοοῦμεν ἀστέρων εἶναι διαδρομάς. οὐ γὰρ ἀστέρες ἐκδρομὴν ποιοῦσιν, ἀλλὰ ὁ αἰθήρ ἐστιν ὁ τὰς στιλβηδόνας τὰς πυροειδεῖς ἐκπέμπων· διὸ καὶ ὀλίγον διαδραμοῦσαι παύονται. ὥστε τοῦ αἰθέρος ἐστὶ πύκνωσις. ὅθεν δὲ αὐτῶν αἱ ἐκδρομαὶ φαίνονται, προσδοκᾶν δεῖ τὴν αὐτὴν ὁδὸν τὸ πνεῦμα ἐρχόμενον· οἷον ἐὰν ἀπὸ τῶν βορείων τὰς ὁρμὰς ποιῶνται, βορέας πνεῖ· ἐὰν δὲ ἀπὸ τῶν νοτίων, νότος· ὅταν δὲ ἐκ διαφόρων τόπων κινῶνται οἱ διᾴττοντες, διαφόρων ἀνέμων κίνησιν δηλοῦσιν· εἰ δὲ ἀπὸ τῶν τεσσάρων μερῶν κινοῦνται, σημαίνουσι παντοίους χειμῶνας, μέχρι |
| book 926 | βροντῶν καὶ ἀστραπῶν καὶ τῶν τοιούτων. ὅθεν διαδρομαὶ ἀστέρων πολλαὶ καὶ πυκναὶ γίγνονται, ὕδωρ πολὺ καὶ ἄνεμος ἔσται ἐντὸς τριῶν ἡμερῶν. |
| book 927 | —ῥυμοὶ ὑπολευκαίνονται: ὁλκοί, εἰς μῆκος τοῦ πυρὸς ἐκτάσεις. ὑπολευκαίνονται: λευκανθίζοντας ἀστέρας 〈λέγει〉 τὸν συρμὸν ἐπισπώμενον. ὁ διᾴττων ἀστὴρ μὲν οὐκ ἔστιν, 〈ἐκ〉 παρατρίψεως δὲ ἀέρος γένεσις πυρὸς φερομένου. σημεῖον δέ ἐστι πνεύματος. καὶ ἡ ἀστραπὴ δὲ γίνεται ἐκ τῆς τῶν νεφῶν ἐκθλίψεως, ἡ δὲ ἔκθλιψις ἐκ τοῦ πλησίον πνεύματος γίνεται. καὶ οἱ διᾴττοντες ἀστέρες ὅθεν ἐκπηδῶσιν, ἐκεῖθεν τὸ πνεῦμα δεῖ προσδοκᾶν· ὠθεῖ γὰρ αὐτοὺς ἐκεῖθεν. ὅθεν καὶ ἡ κατὰ τὴν ὁδὸν λευκότης φαίνεται. ἐξωθουμένων γὰρ ὑπὸ τῆς πνοῆς τῶν ἀστέρων καὶ πιπτόντων ὀλίγον ἐκ τοῦ αἰθέρος εἰς τὸν ἀέρα, αὕτη ἡ πορεία λευκαίνεται, κατὰ φύσιν ποιοῦντος τοῦτο τοῦ ἀέρος, καὶ μένει ἐπ’ ὀλίγον ἄχρις ἂν πάλιν εἰς τὸν αἰθέρα ἀνελθοῦσα ἡ ἔκλαμψις σβεσθῇ ὑπὸ τῆς θερμότητος τοῦ αἰθέρος. |
| book 929 | —ἢν δέ κεν ἄλλοι: ἐὰν δὲ καὶ ἄλλοι ἀστέρες ἐναντίον τῶν προειρημένων ὁρμῶσι καὶ ἄλλοι ἐξ ἄλλων μερῶν, τὸ τηνικαῦτα φυλάσσου περὶ παντοίων ἀνέμων πνευσομένων, οἵτινες ἅμα πνέοντες ἄτακτοι καὶ ἀδιόριστοί εἰσι καὶ πνέουσιν ἅμα ἔνθεν κἀκεῖθεν, ὥστε μὴ διακρίνεσθαι. τὸ δὲ ἄλλοι ἐξ ἄλλων μερέων (930), τουτέστιν ἐκ παντὸς μέρους τοῦ κόσμου, ἀνατολῆς, δύσεως, ἄρκτου καὶ μεσημβρίας. |
| book 932 | —ἐπ’ ἀνδράσι τεκμήρασθαι: καθ’ ὅσον ἐπὶ τῇ τῶν ἀνθρώπων νοήσει καὶ σημειώσει [συγκεχυμένους ἀνέμους ἀεὶ προσδοκᾶν.] ἄλλως: τουτέστιν, οὐδ’ οἱ ἄνδρες τεκμήριον 〈ἂν〉 δυνηθεῖεν σχεῖν ἐπὶ τῇ τούτων συγχύσει καὶ ἀκρισίᾳ. |
| book 933 | —αὐτὰρ ὅτ’ ἐξ εὔροιο: ἐπειδὰν δὲ ἐκ τοῦ εὔρου ἀστράπτῃ καὶ ἐκ τοῦ νότου, πῇ δὲ καὶ ἐκ ζεφύρου καὶ βορέου, τότε ἐν πελάγει ναύτης τις ὢν φοβεῖται μήποτε ὁ καιρὸς αὐτὸν ἐκβάλῃ τῷ τε ἐκ πελάγους ὕδατι καὶ τῷ ἐκ τοῦ Διός. αἱ γὰρ ἀστραπαὶ αὗται ἐπὶ ἐσομένου σφόδρα πολλοῦ ὑετοῦ φαίνονται. ἄλλως: ἡ πανταχόθεν ἀστραπὴ διέξοδον οὐ δίδωσι τῇ πυκνότητι τοῦ ἀέρος, καὶ διὰ τοῦτο χειμέριον τὸ σημεῖον, μενούσης τῆς συστάσεως. |
| book 936 | —μή μιν τῇ μὲν ἔχοι πέλαγος: ἄπορον ἐνταῦθά φησιν ὁ ποιητὴς μὴ αὐτόν ποτε ἔχοι τὸ πέλαγος, καὶ εἴασεν ἀτελῆ τὸν λόγον. τοῦτο οὖν ἐστι· „μηδὲ τὸ πέλαγος, μηδ’ ὁ τοῦ Διὸς ὄμβρος, ἤτοι τοῦ οὐρανοῦ“. εἰπὼν γὰρ τῇ δ’ ἐκ Διός, εἴασε τὸ λοιπόν. σὺ δὲ νόει μὴ πέλαγος, ἀλλ’ ἐκ τοῦ παρακολουθοῦντος ὄμβρον. τῷ γὰρ οὐρανῷ οὐ πέλαγος, ἀλλ’ ὄμβρος παρέπεται. |
| book 938 | —πολλάκι δ’ ἐρχομένων ὑετῶν: πολλάκις δὲ γινομένων ὑετῶν, προπάροιθεν καὶ πρὶν ἐλθεῖν τὸν ὑετόν, φαίνεται νέφη ὁποῖα πόκοι ἐρίων, ἵνα λέγῃ νέφη τὰ μὴ πάνυ ζοφώδη (ἐκεῖνα γὰρ ἤδη ἐλθόντος ὑετοῦ ἐστιν), ἀλλὰ μᾶλλον ὀλίγα, λευκὰ καὶ μὴ πάνυ συνεστραμμένα, οἷά ἐστι καὶ τὰ ἔρια. καὶ δηλονότι προιόντος τοῦ καιροῦ ὡς ἐπὶ ζοφωδέστερον χωροῦσι, κατ’ ὀλίγον τοῦ ὠθοῦντος πνεύματος αὐξομένου. |
| book 938 | καὶ δηλονότι ὄμβρον σημαίνει διαλυθείσης τῆς πολυμερείας αὐτῶν. ἄλλως: τὰ ὑγρὰ νέφη σημεῖα ὑετοῦ. πόκοις καλῶς ὅμοια· σχεδὸν γὰρ σπόγγοις ἔοικεν ἀβρόχοις. |
| book 940 | —ἢ διδύμη ἔζωσε: καὶ τὴν διδύμην ἶριν ἀκριβέστατον ὄμβρου σημεῖον ἡμῖν δίδωσιν. ἀπὸ γὰρ ὀλίγης τοῦ ἀέρος συγχύσεως μίαν ἶριν συμβαίνει γίνεσθαι, ὅταν δὲ πολὺ τὸ πύκνωμα ᾖ τῶν νεφῶν, ἀπὸ τῆς πρῶτον γενομένης ἴσως ἄλλη γίνεται ὁμοία περιγραφῇ, ὄμβρον πολὺν σημαίνουσα. ἄλλως: διδύμη ἡ διττή. οὕτω γὰρ αὐτῆς ἐστιν ἡ κατάστασις τῆς χροιᾶς. οὐ γὰρ μονόχρως ἐστὶν ἡ ἶρις, συνίσταται δὲ ἐξ ὑγρότητος καὶ παχύτητος τοῦ ἀέρος. ἐμπίπτουσα γὰρ ἡ τοῦ ἡλίου ἀκτὶς καὶ ἐκ τῆς παχύτητος μὴ διικνεῖσθαι δυναμένη, ἐπὶ πολὺ ἁπλοῦται, καὶ ἀποτελεῖ τὴν ζώνην ταύτην ἥτις ἐκ τῆς τῶν νεφῶν ὑγρότητος καὶ τὸ ποικίλον ἔχει. |
| book 940 | ἄλλως: τὴν ἶριν Ἀναξιμένης (Diels, Vors. 13 A 18) φησὶ γίνεσθαι ἡνίκα ἂν ἐμπέσωσιν αἱ τοῦ ἡλίου αὐγαὶ εἰς παχὺν καὶ πυκνὸν τὸν ἀέρα. ὅθεν τὸ μὲν πρότερον αὐτῆς [τοῦ ἡλίου] φοινικοῦν φαίνεται διακαιόμενον ὑπὸ τῶν ἀκτίνων, τὸ δὲ μέλαν κατακρατούμενον ὑπὸ τῆς ὑγρότητος. καὶ νυκτὸς δέ φησι γίνεσθαι τὴν ἶριν ἀπὸ τῆς σελήνης, ἀλλ’ οὐ πολλάκις, διὰ τὸ μὴ πανσέληνον εἶναι διὰ παντός, καὶ ἀσθενέστερον αὐτὴν φῶς ἔχειν τοῦ ἡλίου. |
| book 940 | ἄλλως: Μητρόδωρος (Diels, Vors. 70 A 17) τὴν ἶριν αἰτιολογῶν φησιν, ὅταν ἐξ ἐναντίας τῷ ἡλίῳ ἐνσταθῇ νέφος πεπυκνωμένον, τηνικαῦτα ἐμπιπτούσης τῆς αὐγῆς, τὸ μὲν νέφος φαίνεσθαι κυανοῦν διὰ τὴν κρᾶσιν, τὸ δὲ περιφαινόμενον τῇ αὐγῇ φοινικοῦν, τὸ δὲ ὂν κάτω λευκόν. τοῦτο εἶναι ἔθεσαν ἡλιακὸν φέγγος. ἄλλως: Ἀριστοτέλης (Meteor. III, 4, p. 373b) κατοπτρικὴν ἐποιήσατο ἔμφασιν. πέφυκε γὰρ [τοῦτο] ᾄσσειν τὴν ὄψιν προσπίπτουσαν τοῖς λείοις σώμασιν ἀνακλωμένην καὶ κατακλωμένην. τοιοῦτον δὲ εἶναι τὸν ἀέρα καὶ τὸ ὕδωρ. ἐπὰν τοίνυν ἄντικρυς τοῦ ἡλίου νέφος συστῇ [συνεστὼς] κατὰ ῥανίδα, ἐγγίνεσθαι τὴν ὄψιν καθ’ ἑκάστην ῥανίδα, καὶ τὴν ἐπὶ τὸν ἥλιον ἀνάκλασιν ἴσχειν, δόξαν δ’ ἐμποιεῖν τοῦ συνεχεῖς εἶναι τὰς ἐμφάσεις καὶ [τὸ] πόσην ἐχούσας διάστασιν, διὰ τὸ ἀφ’ ἡμῶν ἐπ’ ἐκείνους τοὺς τόπους διάστημα. |
| book 941 | —ἢ καί πού τις ἅλωα: οἱ λαμπροὶ τῶν ἀστέρων ὡς πῦρ εἰσι καὶ ἀμαρυγὰς ἔχουσι καὶ παρέχουσιν, ὥσπερ ἡ σελήνη καὶ ὁ ἥλιος ἐκ τῆς τοῦ ἀέρος παχύτητος καὶ αὐτοὶ ἅλωας ἔξωθεν ἑαυτῶν ἔχουσι. δῆλον οὖν ὅτι ἡ μέλαινα ἅλως ὕδατός ἐστι ποιητικὴ καὶ σημαντική. |
| book 942 | —πολλάκι λιμναῖαι: ὅταν γὰρ αἴσθηται ἐσομένου χειμῶνος τὰ ὄρνεα τὰ φιληδοῦντα τοῖς ὕδασιν, ἐπειδὴ μετ’ οὐ πολὺ ἔσται χειμὼν καὶ μέλλουσιν ἀφίστασθαι τῶν ὑδάτων, πρὶν ἐλθεῖν τὸν χειμῶνα, ἀπολαύουσι τῶν ὑδάτων, ὡς μέλλοντα αὐτῶν ἀποσχοινίζεσθαι. ἐνιέμεναι δέ, τουτέστιν ἐγκαθιεῖσαι ἑαυτὰς τοῖς ὕδασιν. |
| book 944 | —ἢ λίμνην πέρι δηθά: τὸ ὅλον· „ἐὰν δὲ περὶ λίμνην χελιδόνες συνεχῶς ὁρμῶσι τύπτουσαι τῇ γαστρὶ θαμινῶς τὸ ὕδωρ, χειμὼν ἔσται τότε“. εἰλυμένον δὲ ὕδωρ τὸ ἤδη ἐκ τοῦ ἀνέμου συστραφὲν καὶ ἤδη ἀρξάμενον κινεῖσθαι. |
| book 946 | —ἢ μᾶλλον δειλαὶ γενεαί: ὕδρος εἶδος ὄφεως, ὃς τοὺς βατράχους σιτεῖται, ὡς καὶ παρὰ Νικάνδρῳ (Ther. 411—417). διὰ τοῦτο ὕδροις ὄνειαρ τὸ τῶν βατράχων γένος· αὐτοὺς γὰρ σιτοῦνται. ὁ δὲ λόγος· „ἔσται, φησί, τεκμήριον χειμῶνος ὅταν μᾶλλον παρὰ τὴν συνήθειαν οἱ βάτραχοι κράζωσιν, οἵτινές εἰσιν ὕδροις ὄνειαρ“. παρ’ Αἰγυπτίοις δὲ ἐν τῷ θέρει μεῖζον κράζουσι προσδοκίᾳ τῶν Νειλῴων ὑδάτων, οἷς φιληδοῦσι καὶ ἀφ’ ὧν ζῶσιν. |
| book 946 | ἄλλως: σημεῖον χειμῶνος βατράχων φωναί· προαισθάνονται μὲν γὰρ ἀπ’ αὐτοῦ τοῦ ὕδατος μεταλλασσομένου εἰς ψυχρότητα, χαίροντες δὲ πάνυ βοῶσιν, εἰσὶ γὰρ καὶ φίλυδροι, καὶ μάλιστα ὅτι τὸ ὄμβριον ὕδωρ γλυκύτερον ὂν τοῦ πηγαίου εὐφραίνει αὐτοὺς καὶ πλέον ζωογονεῖν ποιεῖ, ὡς καὶ τὰ φυτὰ μᾶλλον ὑπὸ τοῦ ὀμβρινοῦ θάλλουσι. καὶ ἡ ὀλολυγὼν δὲ ὁμοίως ἐπὶ τούτῳ χαίρει καὶ κράζει ἅμα ἡμέρᾳ. ἔστι δὲ ζῷον λιμναῖον φιλόψυχρον. |
| book 947 | —γυρίνων: γυρῖνοι λέγονται οἱ ἀδιάπλαστοι βάτραχοι, τουτέστι τὰ γεννήματα τῶν βατράχων. καὶ ἀδιάπλαστα γὰρ τίκτονται καὶ ἄποδα, ὡς ἐπὶ τῆς ἄρκτου. |
| book 948 | —ἢ τρύζῃ ὀρθρινόν: ἡ ὀλολυγὼν ὄρνεόν ἐστιν ὑπὸ τὴν τρυγόνα, τῇ ἐρημαίῃ φιληδοῦν. ἐν ἐρήμοις τοίνυν οὖσα καὶ ἐμψυκτικοῖς τόποις, ἀντιλαμβάνεται τοῦ κρύους καὶ τρύζει τὰ προσόρθρια. ἄλλοι δὲ ζῷον ἔνυδρον ὅμοιον γῆς ἐντέρῳ, πολὺ μέντοι γε ἰσχνότερον. ὀλολυγών: οἱ μὲν ὄρνεον ταύτην λέγουσιν, οἱ δὲ ζῷον ἔνυδρον ὅμοιον γῆς ἐντέρῳ, πολὺ μέντοι γε ἰσχνότερον. |
| book 948 | ἄλλως: ὀλολυγὼν ζῷόν ἐστι λιμναῖον ὑπόμηκες ἀδιάρθρωτον. Ἀριστοτέλης τοῦτο οὐκ οἶδεν, ἀλλὰ τὴν τοῦ ἄρρενος βατράχου φωνὴν πρὸς συνουσίαν ὀργῶσαν ἐπὶ τὴν θήλειαν (Hist. anim. IV, 9, p. 536 a 11). |
| book 949 | —ἤ που καὶ λακέρυζα: ὑπέτυψεν ἀντὶ τοῦ ὑπῆλθεν. λέγει δὲ τὴν χερσαίαν κορώνην. εἰσὶ γὰρ καὶ θαλάττιαι καθ’ Ὅμηρον· „τανύγλωσσοί τε κορῶναι εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν“ (ε 66—67). ὁ δὲ νοῦς· „καὶ ἡ κορώνη ἡ χερσαία ἐν αἰγιαλοῖς προῆλθε καὶ παρὰ τῇ θαλάσσῃ ὤφθη ἀρχομένου χειμῶνος. φιληδεῖ γὰρ τοῖς ὕδασιν“. |
| book 951 | —ἤ που καὶ ποταμοῖο: καὶ ἡ κορώνη καὶ ὁ κόραξ (τοῦ γὰρ αὐτοῦ γένους εἰσί) σφόδρα κατάξηρον ἔχουσι τὸ σῶμα. τοῖς γὰρ ὑγραίνουσι σφόδρα φιληδοῦσιν. ὅτε οὖν ἀρχῆς χειμῶνος ἐπαίσθονται καὶ ὑγραίνει αὐτῶν τὰ περιέχοντα σώματα, τότε καὶ ἐπινήχονται τοῖς ὕδασι, σφόδρα χαίρουσαι αὐτοῖς. ἄνευ γὰρ χειμῶνος οὐ τοσοῦτον ὕδωρ ποτάμιον ἢ θαλάσσιον αὐτὰς ὀνίνησιν, εἰ μὴ καὶ τὸ περιέχον ὑγρὸν ὑπάρχει. ὁ δὲ λόγος· „πολλάκις δὲ καὶ ἐν ποταμῷ ἀπὸ κεφαλῆς ἕως ἄκρων τῶν ὤμων ἐβάπτισεν ἑαυτήν· ἔσθ’ ὅτε καὶ πᾶσα νήχεται“. |
| book 953 | —ἢ πολλὴ στρέφεται: ἢ πολλάκις ἐὰν ἀναστρέφηται ἐν ποταμίοις ὕδασιν ἢ θαλαττίοις παχείᾳ τῇ φωνῇ κρώζουσα. τὸ δὲ τοιαύτην ἀφιέναι φωνὴν δηλοῖ τὴν ἐκ παντὸς σώματος ἐκ διαθέσεως κρώζουσαν ἐπὶ τοῖς γινομένοις καθ’ ἡδονὴν ὕδασιν. ἄλλως: ὅσαι τῶν ὀρνίθων βρέχουσαι ἑαυτὰς τῷ ὕδατι προσημαίνουσιν ὑετοὺς ὑπομιμνήσκονται τοῦ πάθους διὰ τὸν μέλλοντα ὄμβρον, καθάπερ τὰ ἀπουροῦντα τῶν ὑποζυγίων ἐν ταῖς διαβάσεσι τῶν ποταμῶν. λιμναῖαι μὲν οὖν ὄρνιθες νῆσσαι, χῆνες, ἐρωδιοί, ἐνάλιαι δὲ αἴθυιαι. γυρῖνοι οἱ ἀδιάπλαστοι βάτραχοι καὶ ἄποδες. κεκράγασι δ’ οἱ βάτραχοι χαίροντες τῷ ὑγρῷ. τὴν δ’ ὀλολυγόνα φασὶν εἶναι ζῷον ἁπλοῦν, λιμναῖον, ἰσχνόν. ὁ δὲ Ἀριστοτέλης τὴν τοῦ ἄρρενος φωνὴν ὀργῶσαν ἐπὶ τὴν θήλειαν. βάπτει δ’ ἑαυτὴν ἡ κορώνη ψῦχος ζητοῦσα, ἤτοι ψυχομένου τοῦ ἔξω ἀέρος καὶ εἰς τὸ βάθος περιωθουμένης τῆς θερμότητος τοῖς ζῴοις, ἢ καὶ διὰ τὴν ἔξω θερμότητα. ὡς γὰρ ἐπὶ πλῆθος πρὸ τῶν ὑετῶν θερμότερος αὐτὸς ἑαυτοῦ ὁ περίγειος ἀὴρ |
| book 953 | ἐκθλιβομένου τοῦ πυρώδους ἐκ τῆς ψυχομένης νεφέλης καὶ εἰς ὕδωρ μεταβαλλούσης, καὶ εἰς τὸν περίγειον χωροῦντος τόπον. ἄλλως: ἢ πολλὰ χαίρουσα σκιρτᾷ. φιλεῖ γὰρ τὰ ψυχρὰ διὰ τὸ φλέγεσθαι. ἔστι γὰρ ἡ κορώνη φυσικῶς θερμή. |
| book 954 | —καὶ βόες ἤδη τοι: οἱ βόες ἠραιωμένους καὶ διαχάσκοντας ἔχοντες τοὺς μυκτῆρας αἰσθητικώτεροι μᾶλλόν εἰσι. καὶ πᾶν μὲν τετράποδον τῶν ἀνθρώπων αἰσθητικώτερόν ἐστιν, ἐξαιρέτως δὲ ὁ βοῦς διὰ τὴν τῶν μυκτήρων ἀραίωσιν. ὅταν τοίνυν ἀναθυμιάσεών τινων ἐκ τῆς τοῦ ἀέρος ἀκρασίας αἴσθηται, ἀφορῶν ὡς ἐπὶ τὸν οὐρανὸν ὀσφρᾶται τῆς τοῦ ἀέρος παχύτητος πρὶν γενέσθαι τὸν ὄμβρον, καὶ δηλοῖ ἐκ τῆς ὀσφρήσεως ὡς ἔσται χειμών. |
| book 954 | διὸ καὶ εὐρύτεροι οἱ μυκτῆρες γεγόνασι παχυνομένου τοῦ ἀέρος, καὶ οὐκ εὐμαρῶς ἑλκομένου βιαιότερον τὸν ἄνωθεν ἕλκουσιν ἀέρα μᾶλλον ἐψυγμένον. ἢ καὶ τοῦ δέρματος μᾶλλον πεπιλημένου καὶ τοῦ θερμοῦ ἐναποκλειομένου, δεόμενοι πλείονος ἐμψύξεως τὸν κατεψυγμένον ἕλκουσιν ἀέρα. ἄλλως: οἱ βόες ἐν τῇ ὀσφρήσει ἄνωθεν ἕλκοντες τὸν ἀέρα χειμῶνα σημαίνουσι. πυκνουμένου γὰρ τοῦ περιγείου ἀέρος καὶ θερμοτέρου γινομένου, τὸν λεπτότερόν τε καὶ ψυχρότερον ποθοῦσιν ἀναπνεῖν τε καὶ |
| book 954 | ἔξωθεν ἕλκειν. ὕδατος ἐνδίοιο: μεσημβρινοῦ ἢ τοῦ οὐρανίου. ὁ λόγος· „οἱ δὲ βόες ἐπιγείου καθεστῶτος ὄμβρου ἀναβλέψαντες εἰς τὸν οὐρανὸν ἐπισπῶνται τὸν ἀέρα καὶ παραπλήσιοι γίνονται ὀσφραινομένοισ“. |
| book 956 | —καὶ κοίλης μύρμηκες: ἡ γῆ σῶμά ἐστι τριχῇ διαστατόν. καὶ ἀναγκαῖον, σῶμα αὐτὴν οὖσαν, κεκρᾶσθαι ὑγρῷ τε καὶ θερμῷ. ἔνιοι γοῦν τόποι αὐτῆς ὀρυττόμενοι καπνὸν ἀφιᾶσιν, ἄλλοι φρέατα καὶ ὕδατα. καὶ δῆλον ὅτι κέκραται τοῖς ὀφειλομένοις, καὶ ἐν μὲν θέρει ἐν βάθει αὐτῆς ἐστιν ἡ ψυχρότης, τὰ δὲ ἄνω θερμά, τῷ δὲ χειμῶνι τὸ ἔμπαλιν τὰ μὲν βαθέα θερμὰ σφόδρα (κατὰ βάθους γὰρ αὐτῆς χωρεῖ ἡ θερμότης), τὰ δὲ ἄνω ἔψυκται, ὡς καὶ ἐπὶ τῶν ἀνθρωπίνων σωμάτων· τὰ μὲν γὰρ ἔνδον χειμῶνι θερμά ἐστιν, ὥστε καὶ ἐκ τῶν οὔρων καὶ σκυβάλων καπνὸν ἀφιέναι. διὰ τοῦτο καὶ οἱ αὐλοὶ καὶ τὰ ὀρύγματα χειμῶνι, ἐπειδὴ ἐν βάθει ἐστί, θερμά, τῷ δὲ θέρει ψυχρά. |
| book 956 | οἱ τοίνυν μύρμηκες καὶ οἱ ἴουλοι οἵ εἰσι πολύποδες σκώληκες, ἐπειδὴ ἐν βάθει τῆς γῆς εἰσι, τῷ δὲ χειμῶνι τὰ ἐν βάθει σφόδρα πυροῦται, τὴν θερμότητα τὴν ὑπὸ τὴν γῆν οὐ φέροντες, καὶ τοῦ χειμῶνος ὄντος ἀνέρχονται, καὶ τὰ ᾠὰ αὑτῶν μετάγουσι, καί εἰσι σημεῖον χειμῶνος. εἶπον δὲ ἔνιοι τῶν φιλοσόφων ὅτι ἐκ τοῦ ἡλίου τὸ τοιοῦτον συμβαίνει. ὅτε γὰρ χειμών ἐστι, τότε καὶ περιγειότερος γίνεται, νότιος ὤν (τὰ δὲ νότια χθαμαλά), καὶ τὴν γῆν θερμαίνει· τὰ δὲ κάτω ἔψυκται. διὸ καὶ |
| book 956 | οἱ ποιηταὶ ἀστειευόμενοι ἐνίας τῶν πηγῶν θερμὸν ῥεῖν χειμῶνί φασι, θέρει δὲ ψυχρόν. ἄλλως: οἱ μύρμηκες ἐκ τῶν μυρμηκιῶν διὰ σπουδῆς ἔξω φέρουσι τὰ ᾠὰ ψύχοντες, ὑποψίᾳ σηπεδόνος, ἀντιπεριισταμένου τῷ θερμῷ τοῦ ψυχροῦ καὶ πυρουμένων τῶν μυρμηκιῶν. ὁ δὲ ἴουλός ἐστι σκώληξ μυρίοις ποσὶ χρώμενος, ὅμοιος ταῖς σκολοπένδραις. [οἳ δὲ αὐτὰς τὰς σκολοπένδρας, ἄλλοι δὲ τὸν σκώληκα τὸν μυρίοις ποσὶ χρώμενον.] γνώριμα δὲ καὶ τὰ τῆς γῆς ἔντερα. πᾶσι δὲ τούτοις αἴτιος τῆς ἐπὶ τὰ ἔξω κινήσεως ὁ τοῦ ὑπογείου θερμοῦ πλεονασμός. |
| book 956 | ἴουλοι: οἳ μὲν ὁμοίους εἶναι σκολοπένδραις, οἳ δὲ αὐτὰς τὰς σκολοπένδρας, ἄλλοι δὲ τὸν σκώληκα τὸν μυρίοις ποσὶ χρώμενον. τὸ δὲ ἀνέρποντες (958) ἀντὶ τοῦ προσπελάζοντες. |
| book 959 | —ἔντερα γαίης: πρῶτον μὲν ὅτι οὕτω φύσεως ἔχουσιν· ἐντέροις γὰρ ἐοίκασιν ἐπιμήκεις ὄντες. καὶ ὅτι ἐν βάθει τῆς γῆς εἰσιν, εἰκότως ἔντερα γῆς καλοῦνται. |
| book 960 | —καὶ τιθαὶ ὄρνιθες: τὰς κατοικιδίους ὄρνιθας λέγει, ἀπὸ τοῦ γεννησαμένου ἀλέκτορος. τιθαὶ δὲ λέγονται αἱ ἥμεροι καὶ πραεῖαι. |
| book 961 | —εὖ ἐφθειρίσαντο: ἁπαλὸν ἔχουσι τὸ σῶμα αἱ κατοικίδιοι ὄρνιθες, καὶ ἐπειδὰν ἀέρος ὑγρότητος αἴσθωνται καὶ ψύξις ἐμπέσῃ, εὐθέως περὶ τὸ σῶμα δήξεώς τινος ἀντιλαμβάνονται, καὶ συνεχέστερον φθειρίζονται, τῇ δήξει συνεχόμεναι. καὶ ἔκρωξαν μεγάλῃ φωνῇ: καὶ μεγάλως ἔκρωξαν πιεζόμεναι τῇ δήξει. εἶτα μίμησιν τῆς ποιᾶς αὐτῶν φωνῆς δίδωσιν, ὥσπερ ὕδωρ ἐπὶ ὕδατι καταστάζον. |
| book 963 | —δήποτε καὶ γενεαί: ὁμοίως καὶ οἱ κόρακες καὶ οἱ κολοιοὶ κατὰ συστροφὴν καὶ ἀγέλας φαινόμενοι τοῦ ἐκ Διὸς ἐρχομένου ὕδατος οἷον χειμῶνος ἐσομένου σημεῖόν εἰσιν. |
| book 965-966 | —ἱρήκεσσιν ὁμοῖον φθεγξάμενοι: δηλονότι ὀξείᾳ τῇ φωνῇ κραυγάζοντες. τοιαύτη γὰρ ἡ τῶν ἱεράκων φωνή. ἄλλως: κολοιοὶ δὲ ἔστιν ὅτε καὶ κόρακες ἀγεληδὸν πετόμενοι ἱέρακι ὅμοιον φθέγγονται. μιμοῦνται δὲ καὶ τὸν ἀπὸ τῶν σταλαγμῶν ψόφον κόρακες ὑετὸν προδηλοῦντες, ἢ καὶ ἀνακράζοντες βαρείᾳ τῇ φωνῇ τινάσσουσι τὰς πτέρυγας. καὶ αἱ κατοικίδιοι δὲ νῆσσαι καὶ οἱ κολοιοὶ τινασσόμενοι τὰ πτερὰ τὰ ὅμοια δηλοῦσιν. |
| book 966 | —δίους σταλαγμούς: καὶ οἱ κόρακες δὲ ὕδατος καὶ ὄμβρου γενησομένου ἐμιμήσαντο τῇ φωνῇ μεγάλους σταλαγμοὺς οὕτω· κλὰγξ κλάγξ. δίους δὲ μεγάλους. καὶ Ὅμηρος· „εἰς ἅλα δῖαν“. ἄλλως: ἐὰν συνεχῶς φωνῶσιν ἢ μετὰ ῥοίζου φέρωνται, καὶ ἐὰν συγκεχυμένην τὴν φωνὴν ἔχωσιν, ὁμοίαν σταλαγμοῖς ὄμβρου, χειμῶνα σημαίνουσιν. |
| book 968 | —ἤ ποτε καὶ κρώξαντε: 〈δισσάκισ〉 ἀντὶ τοῦ πολλάκις. τῇ βαρείᾳ γὰρ φωνῇ καὶ τῇ συνεχείᾳ τῆς κραυγῆς ἐσομένου χειμῶνος σημεῖον τὸν ἐνδιαθέτως βοῶντα δείκνυσι. καὶ αὐτὸς γὰρ φιληδεῖ τοῖς ὑγροῖς. |
| book 969 | —μακρὸν ἐπιρροιζεῦσι: ἀντὶ τοῦ μεγάλως ἠχοῦσι καὶ κτυποῦσι τοῖς πτεροῖς, τὰ πτερὰ αὑτῶν πάντα ἀνατινασσόμενοι. |
| book 970 | —καὶ νῆσσαι οἰκουροί: νῆσσα εἶδός ἐστιν ὀρνέου. ὁ δὲ λόγος· καὶ αἱ τῶν νησσῶν οἰκουροὶ καὶ οἱ περὶ τοὺς ὀρόφους ἀναστρεφόμενοι κολοιοὶ κατὰ τὰς τῶν οἰκημάτων ἐξοχὰς ὑπὲρ τοῦ ζητεῖν σκέπας, ἀνατινάσσοντες τὰ πτερὰ σημεῖόν εἰσι χειμῶνος. πάντα δὲ τὰ ὄρνεα διαινόμενα τινάσσει τὰ πτερά. |
| book 971 | —ἐρχόμενοι κατὰ γεῖσα: αἱ τῶν οἰκημάτων ἐξοχαί, εἰς ἃς ἐπικαθέζονται ἐπιζητοῦντες σκέπας. ἢ τὰ λεγόμενα κόσμια. Εὐριπίδης (Or. 1570)· „ῥήξας παλαιὰ γεῖσα τεκτόνων πόνον“. διατινάσσουσι δὲ τὰς πτέρυγας διὰ τὴν τοῦ ἀέρος ὑγρότητα. |
| book 972 | —ἢ ἐπὶ κῦμα διώκει: ἢ ὅταν ἐρωδιοὶ μετὰ πολλῆς κλαγγῆς ἐπὶ τὴν θάλασσαν σπεύδωσι, τὸ αὐτὸ δηλοῦσιν. |
| book 973 | —τῶν τοι μηδὲν ἀπόβλητον: τούτων πάντων τῶν προειρημένων τεκμηρίων μηδέν σοι ἔστω ἀπόβλητον τὸ ἐκ Διὸς ὕδωρ σκοπουμένῳ καὶ ἐπιτηροῦντι χειμῶνα. |
| book 974 | —μηδ’ εἴ κεν ἐπὶ πλέον: αἱ μυῖαι τοῖς ὑγροῖς σφόδρα χαίρουσι, καὶ ἀεὶ τὰς ὑγρὰς οὐσίας σιτοῦνται. ὅτε τοίνυν ὑγροῦ ἀέρος ἐσομένου χειμῶνος ὑγραίνεται τὸ σῶμα, τότε μᾶλλον τοῦ αἵματος καθάπτονται ὑγραινομένου ἐκ τοῦ περιέχοντος. ὁ δὲ λόγος· „μηδέ, ἐὰν ἐπὶ πλέον τοῦ πάροιθεν, τουτέστι τοῦ χθές, αἱ μυῖαι δάκνωσι καὶ ἐπιθυμῶσι τοῦ αἵματος τῆς σαρκός, μηδενὸς τούτων καταφρόνει.“ ἄλλως: ἢ ὅταν ἐρωδιοὶ σπεύδωσιν ἐπὶ τὴν θάλασσαν κεκραγότες, ἢ μυῖαι πλέον τοῦ συνήθους δάκνωσιν αἵματος ὀρεγόμεναι, μηδενὸς τούτων καταφρόνει. αἱ δὲ μυῖαι πύκνωσιν ἀέρος δηλοῦσιν. ἢ γὰρ ἀνακοπτομένου τοῦ αἵματος μέγα καὶ σφοδρότερον νύττουσιν, ἢ καὶ πλείονος ὑγροῦ δέονται διὰ τὴν θερμότητα. |
| book 974 | ἄλλως: ἢ ἐν βάθει τοῦ αἵματος χωροῦντος διὰ τὴν πύκνωσιν τοῦ δέρματος μᾶλλον δάκνουσιν, ἵνα ἐφίκωνται τοῦ αἵματος, ἢ καὶ δι’ αὐτὴν τὴν τοῦ δέρματος πύκνωσιν πλείονος δέονται πληγῆς. ἠραιωμένου γὰρ τοῦ δέρματος ἐκ τῶν ἀδήλων πόρων ῥᾳδίως ἑλκούσαις εἴκει τὸ αἷμα. |
| book 976 | —ἢ λύχνοιο μύκητες: τὸ πῦρ ὡμολόγηται ξηρᾶς οὐσίας, ὑγρὸς δὲ ἀὴρ πολλάκις ἐν χειμῶνι ἐμπίπτων τῷ πυρὶ ἀποτελεῖ τούτους τοὺς σπινθῆρας. δύο γὰρ οὐσίαι ἐναντίαι ἀλλήλαις ἐμπίπτουσι, καὶ μὴ φέρον τὸ πῦρ τὸ ὑγρὸν τοῦ ἀέρος τοῦ ἐμπεσόντος ἀφίησί τινας σπινθῆρας. ὅπερ καὶ ὁ Καλλίμαχος ὠφεληθεὶς εἶπεν. „εὖτ’ ἂν ἀπὸ λύχνοιο δαιομένου ... ἄδην ἐγένοντο μύκητεσ“ (fr. 269 Pf.). |
| book 976 | ἄλλως: προσέχειν δὲ χρὴ ὁπόταν καὶ περὶ τὰς μύξας τῶν λύχνων μύκητες ἀθροίζωνται. συμβαίνει δὲ τοῦτο διὰ τὸ πάχος τοῦ ἀέρος. καὶ γὰρ κατὰ τὴν χειμερινὴν ὥραν τὸ παρὰ τοῦ λύχνου φῶς ποτὲ μὲν ἐν τάχει φέρεται, ποτὲ δ’ αὖ πομφόλυξιν ὅμοια ἀποβάλλει. ταραχῆς δὲ ἀέρος ταυτὶ τὰ σημεῖα. ἐπιτήρει δὲ καὶ θέρους καθαροῦ νήσσας ἀθρόως πετομένας. |
| book 977 | —μηδ’ ὑπὸ χείματος ὥρην: μηδὲ τοῦτο, φησί, τὸ τεκμήριον παραπέμπου, ὅταν ἐν καιρῷ χειμῶνος τὸ τῶν λύχνων φῶς ἔσθ’ ὅτε μὲν κοσμίως φαίνηται, ἄλλοτε δὲ πολλῆς ὑγρότητος ἀέρος ἐμπιπτούσης ἀπὸ τοῦ πυρὸς ὥσπερ τινὰ πυρώδη ἐπαναστήματα ὁρμᾷ καὶ φαίνηται. |
| book 980 | —πομφόλυγες: κυρίως μέν ἐστι πομφόλυξ ἡ ἐπιπεσόντος ὕδατος ἐν ὑποκειμένῳ ὕδατι ὕδατος ἐπανάστασις. νῦν δὲ ἐπὶ πυρὸς κατεχρήσατο [τοιοῦτο συνιδεῖν]. ὥσπερ γὰρ ἐν πυρὶ ἢ ἐν λύχνῳ καιομένῳ ἐὰν ὕδωρ ἐπιρράνωμεν, εὐθέως τοῦ πυρὸς φλογώδεις γίνονται ἐπαναστάσεις, τὸν αὐτὸν τρόπον τῆς ὑγρότητος ἐμπιπτούσης μετά τινος ὀλίγου ἤχου, αἱ τοῦ πυρὸς γίνονται περὶ τὸν λύχνον πομφόλυγες. ὅταν οὖν περὶ ἁπτομένῳ λύχνῳ μύκητες συνιστῶνται χειμῶνος ὥρᾳ, αἵ τε φλόγες τεταγμένως καὶ κατὰ φύσιν εἰς ὕψος αἴρωνται, ποτὲ δὲ πλαγιάζωνται, καὶ λεπταὶ πομφόλυγες περὶ αὐτὰς γίνωνται καὶ σπινθῆρες ἀπορρέωσι, μὴ ἔστω σοι ἀπόβλητον, ἀπὸ κοινοῦ. [τοῦτο τὸ σημεῖον.] |
| book 980 | μηδ’ εἴ κεν ἀπόπροθι: ἀπ’ αὐτοῦ τοῦ λύχνου. πάλιν δὲ τῆς παχύτητος καὶ ὑγρότητος ἐκνικώσης σφόδρα, διόλου ὁ λύχνος λάμπειν οὐ δύναται, ἀλλ’ ἀκτῖνας ἀφίησι λεπτὰς καὶ ἐσκορπισμένας, καὶ ἔστιν ἰδεῖν πόρρωθεν ὀλίγον τοῦ λύχνου ἀποστάντας διηκούσας λεπτὰς ἀπ’ αὐτοῦ ἀκτῖνας, διὰ τὸ μὴ δύνασθαι δι’ ὅλου λάμπειν ἐκ τοῦ ὑποκειμένου ἀέρος. μηδὲ τούτου οὖν τοῦ σημείου καταφρόνει. |
| book 980 | μηδ’ ἢν θέρεος: καὶ ὅταν εὐδίας οὔσης ἐν θερινῷ καταστήματι αἱ νῆσσαι κατὰ πλῆθος συνηθροισμέναι ἐπάλληλοι φέρωνται, χειμῶνα ἐκδέχου ἐσόμενον. ἄλλως: εἴπομεν ὅτι ἀδιάκριτοί εἰσιν ἐν ταῖς ἄλλαις χώραις αἱ τοῦ ἔτους ὧραι. μὴ καταφρονήσῃς οὖν τούτου τοῦ σημείου. καὶ ἐὰν γὰρ ᾖ θέρος ἀναπεπταμένον καὶ πάνυ καθαρόν, καὶ νήσσας τὰς ὄρνις ἀλλεπαλλήλως θεάσῃ ἐρχομένας, μὴ παραπέμψῃ· χειμὼν γὰρ ἔσται. |
| book 983 | —μηδὲ σύ γ’ ἢ χύτρης: μὴ ἀμελήσῃς δέ, φησί, μηδὲ τῶν περὶ ταῖς χύτραις καὶ τοῖς πυροστάταις τρίποσι συμβαινόντων, ὅταν σπινθήρων πλῆθος περὶ αὐτοὺς βλέπηται. ὁμοίως δὲ καὶ ὅταν ὑπὸ τῇ σποδιᾷ διαπύροις ἄνθραξιν ἀπόρροιαι γίνωνται κέγχροις ὅμοιαι, ὄμβρον δεῖ προσδοκᾶν. ἄλλως: ὅταν ἢ χύτρας ἢ τρίποδος πυριβήτεω τὰ ἐκτὸς κύτη σπινθήρων ᾖ πεπληρωμένα, τουτέστιν ἐπὶ πυρὸς κειμένων ἐὰν περὶ τοὺς πυθμένας ὁρῶνται σπινθῆρες, ἴσθι χειμῶνα ἐσόμενον. |
| book 983 | τὸ γὰρ τοιοῦτον συμβαίνει διὰ τὴν πολλὴν τοῦ ἀέρος ἀγωγήν. ἄλλως: σκόπει δὲ καὶ χύτρας καὶ λέβητας, εἴ ποτε ὥσπερ σπινθήρων ἀνάπλεοι γένωνται, ἢ καὶ ἄνθρακι ὑπὸ σποδιᾶς καιομένῳ ἐκφαίνηταί τινα κέγχροις ὅμοια. καὶ γὰρ τὰ τοιαῦτα ὑετοῦ σημεῖα. |
| book 985 | —μηδὲ κατὰ σποδιήν: ὁμοίως δὲ κἂν καιομένων ἀνθράκων ἐπὶ τῇ σποδιᾷ οἱονεὶ κέγχροις ὅμοιοι σπινθῆρες ὁρῶνται, ὑετὸν ἐκδέχου. ἄλλως: σποδιὰν λέγει αὐτὴν τὴν ἐσχάραν, τὴν ἑστίαν. πολλάκις δὲ (πάλιν ἐκ τῆς προειρημένης θεωρίας) καὶ περὶ τοὺς ἄνθρακας ἔτι διαπύρους ὄντας ἐν μέσῳ τοῦ ἄνθρακος ἔστιν ἰδεῖν ὡς μικρὰ κέγχρια ὅμοια σπινθῆρσι. μηδὲ τοῦτο οὖν τὸ σημεῖον παραιτοῦ, ὁπόταν ἐν ἐσχάρᾳ καιομένου ἄνθρακος περὶ τὸν ἄνθρακα λάμπει σημεῖα χειμῶνος κέγχροις καὶ σπινθῆρσιν ὅμοια. |
| book 988 | —εἴ γε μὲν ἠερόεσσα: ἤγουν λεπτομερής. ἐὰν οὖν τοιαύτη νεφέλη ταῖς ὑπωρείαις παρεκτείνηται, αἱ δὲ ἀκρώρειαι καθαραὶ φαίνωνται, εὐδίαν ἴσθι γινομένην. ὁμοίως καὶ ἐὰν τῇ θαλάσσῃ ὁμοία πλαταμῶνι ἐπικαθέζηται νεφέλη λεία καὶ λευκή, καὶ αὕτη 〈μὴ〉 μετεωρίζηται, εὐδίαν προσδόκα. αἱ γὰρ τοιαῦται διὰ τὴν λεπτομέρειαν εὐδίαν μᾶλλον καὶ συστολὴν τοῦ ἀέρος ἐμφαίνουσιν. |
| book 988 | πάρεξ· ἡ παρὰ τὴν ἐγγύτητα σημαίνει, ἡ δὲ ἐξ τὴν ὀλίγην ἀπὸ τοῦ ὄρους ἀποχήν. |
| book 989 | —πυθμένα τείνηται: πυθμένες ὀρῶν καλοῦνται αὐταὶ αἱ ὑπώρειαι. ὁ δὲ νοῦς· „εἴ γε μὲν ἀχλυώδης νεφέλη παρὰ πυθμένα καὶ πεδιάδα μεγάλου ὄρους τείνηται καὶ φέρηται, τὰ δὲ ἐν ὕψει τοῦ ὄρους καθαρεύοντα νεφῶν φαίνηται, σφόδρα εὔδιον 〈ἂν〉 εἴη τὸ κατάστημα τοῦ ἀέροσ“. ἄκραι δὲ κολῶναι: μεταβέβηκεν ἑξῆς ἐπὶ τὰ τῆς εὐδίας σημεῖα, καί φησιν ὅτι ἐὰν αἱ νεφέλαι τὰ ἔσχατα τῶν ὀρῶν, τὰ περὶ τοῖς πυθμέσι, σκέπωσιν, αἱ δὲ ἀκρώρειαι καθαραὶ θεωρῶνται, εὐδίαν δεῖ προσδέχεσθαι. ὡσαύτως δὲ καὶ ὅταν παρὰ τοῖς αἰγιαλοῖς τῆς θαλάσσης ταπεινὸν νέφος ἀγχιβαθεῖ καὶ ἐπιμήκει πέτρᾳ θεωρῆται ὅμοιον, εὐδίαν σημαίνει. |
| book 991 | —εὔδιός κ’ εἴης: πάλιν εἰ τῇ αὐτῇ θεωρίᾳ χθαμαλὴ ἐπὶ πόντου νεφέλη φέρηται, ἀνέμων μὴ ἀναρριπιζόντων αὐτήν, ἐν ταπεινώσει σχεδὸν καὶ πλησίον τοῦ ὕδατος, εὐδίαν προσδόκα. |
| book 993 | —ἀλλ’ αὐτοῦ πλαταμῶνι: πλαταμὼν πέτρα ἐστὶν ὀλίγον ἐξέχουσα τῆς θαλάσσης, λεία τις καὶ ὁμαλὴ καὶ πλατεῖα. Ἀπολλώνιός φησιν (I 364—366)· „εἵματα ... νηήσαντο / λείῳ ἐπὶ πλαταμῶνι, τὸν οὐκ ἐπέβαλλε θάλασσα / κύμασι, χειμερίη δὲ πάλαι ἀποέκλυσεν ἅλμη“. ὁ δὲ λόγος· „εὔδιον ἂν εἴη τὸ κατάστημα τηνικαῦτα, ὅταν ἐπὶ τὸν πόντον φαίνηται νεφέλη καὶ μὴ ἐν ὕψει ὑπάρχῃ, ἀλλ’ αὐτοῦ πλησίον τοῦ πόντου παραθλίβηται πλαταμῶνι ὁμοία, καὶ αὐτὴ ἡ νεφέλη ὀλίγον προνενευκυῖα τῆς θαλάσσης ὑπάρχῃ, καθάπερ ὁ πλαταμών“. πλαταμὼν δέ ἐστιν ἡ ὀλίγον ὑπερκύπτουσα τῆς θαλάσσης ὁμαλὴ πέτρα καὶ ὕφαλος. |
| book 994 | —σκέπτεο δ’ εὔδιος μέν: εὐδίας μὲν οὔσης σημεῖα λάμβανε χειμῶνος, χειμῶνος δὲ ὄντος σημεῖα ζήτει γαλήνης. μάλιστα δὲ πάντων σκόπει τὴν Φάτνην. καθαιρομένη γὰρ τῆς ἀχλύος μεταβολὴν τὴν ἐκ χειμῶνος εἰς εὐδίαν ὑποδηλοῖ. ἄλλως: περισκόπει δὲ τὰ τεκμήρια τοῦ χειμῶνος ἔτι ἐν εὐδίᾳ ὤν, ἀπὸ δὲ χειμῶνος λήγοντος τὰ τῆς γαλήνης. σφόδρα δὲ ἀναγκαῖόν ἐστιν ἀφορᾶν πρὸς τὴν Φάτνην, ἣν ὁ Καρκίνος περὶ ἑαυτὸν κύκλῳ ἔχει. |
| book 994 | περισκόπει δὲ αὐτὴν λοιπὸν ἀρχὴν λαμβάνουσαν τοῦ καθαίρεσθαι, πάσης ὁμίχλης ὑπένερθε γενομένης καὶ ἐκτὸς αὐτῆς. ἐκείνη γὰρ ἡ Φάτνη φθίνοντι χειμῶνι καθαίρεται. καὶ δῆλον ὅτι σφόδρα ἀκριβὲς τὸ σημεῖόν ἐστιν εὐδίας. ἡ γὰρ Φάτνη φύσει ἐστὶν ἀμαυρὰ καὶ δυσκατάληπτος, καὶ ὑπὸ ὀλίγης ἀέρος δυσκρασίας ἀφανιζομένη, ὅτε δὲ φαίνεται καθαρά, δηλονότι οὐδ’ ἡ τυχοῦσα ὑπόκειται δυσκρασία, ἀλλὰ πάντη καθαρός ἐστιν ὁ ἀήρ. |
| book 997 | —πάσης ὑπένερθεν ὁμίχλης: οὐ τὴν Φάτνην κατωτέραν πάσης ὁμίχλης, ἡ γὰρ τῶν ἀέρων ἀκρασία πολὺ τοῦ οὐρανοῦ κατωτέρω, ἀλλὰ πάσης ὁμίχλης κατωτέρω καὶ ἐκτὸς γενομένης τοῦ Καρκίνου καὶ τῆς Φάτνης. |
| book 999 | —καὶ φλόγες ἡσύχιαι: προείπομέν τινα συμβαίνειν τῷ λύχνῳ ἐν τῷ χειμῶνι. ἥσυχα οὖν φαίνων δηλοῖ εὐδίαν. ὁ δὲ νοῦς· „καὶ τὰς τῶν λύχνων δὲ φλόγας ἡσυχίους, τουτέστι μὴ σπινθηροπόμπους οὔσας, μηδὲ κτυπούσας, καὶ τὰς νυκτερίους γλαῦκας ἀταράχως βοώσας, ἐν γὰρ τῷ χειμῶνι περιεχομένη τῷ κρύει ἀτάκτως κραυγάζει, καὶ τὰς κορώνας δὲ ἡρέμα ποικίλῃ τῇ φωνῇ χρωμένας, εὐδίας γίνεσθαι σημεῖα“. αἵ τε γὰρ φλόγες ὑπ’ οὐδενὸς ταρασσόμεναι κατὰ τὸν ἴδιον φέρονται θεσμόν, τά τε ὄρνεα ἀταρακτοῦντα ὥσπερ ὑφ’ ἡδονῆς τοῦτο πάσχει. |
| book 999 | ἄλλως. καὶ φλόγες ἡσύχιαι: εὐδίας σημεῖον καὶ φῶς ἀπὸ τῶν λύχνων ἡσυχαῖον, καὶ γλαῦξ ᾄδουσα ἡσύχως, καὶ κορώνη ἑσπέρας ποικίλον φθεγγομένη καὶ μεθ’ ἡσυχίας. ᾄδει δὲ ἡ γλαῦξ προσδοκῶσα πρᾳεῖαν νύκτα καὶ νομὴν ἄφθονον. |
| book 1001 | —καὶ ἥσυχα ποικίλλουσα: τουτέστι ποικίλλουσα τὴν φωνὴν αὑτῆς εἰς διαφορὰς φωνῶν καὶ πολύφωνα κρώζουσα. προείπομεν δὲ ὅτι καὶ οἱ κόρακες καὶ αἱ κορῶναι ἀρχομένου χειμῶνος ἡδόμεναι φαίνονται. λοιπὸν δὲ προιόντος καὶ ἐπίτασιν τοῦ κρύους ἔχοντος, οὐκέτι χαίρουσιν, ἀλλ’ ἀρχομένου θέρους πάλιν ἡδόμενοι φαίνονται. τὰς γὰρ τῶν καιρῶν ὑπερβολὰς οὐ φέρουσι. φασὶ δὲ ὅτι ὅταν καὶ ἡ κορώνη ποικίλῃ τῇ φωνῇ καὶ ἥσυχα κρώζῃ καὶ μὴ τραχέα, δηλοῖ ὑφ’ ἡδονῆς εὐδίαν. |
| book 1003 | —καὶ κόρακες μοῦνοι: τὴν αἰτίαν καὶ αὐτὸς εἶπεν. χαιρόντων γὰρ αἱ τοιαῦται φωναὶ καὶ αἱ κινήσεις ἐκθαρσησάντων τῇ καθαρότητι τοῦ ἀέρος. πρῶτον δὲ ἰδίᾳ βοῶσιν ἀλλήλοις προσημαίνοντες, εἶτα πιστεύσαντες ἅμα καὶ γεγηθότες διίπτανται. ἄλλως: καὶ οἱ κόρακες ἔστωσαν σημεῖον εὐδίας, ὅταν μόνοι καὶ καθ’ ἕνα ἐν τῇ ἐρημίᾳ βοήσαντες, εἶτα καὶ δεύτερον βοήσαντες μηκέτι μόνοι ἀλλ’ ἀγεληδὸν προέρχωνται πρὸς τὴν ἑσπέραν κοίτου φροντίζοντες καὶ φωνῆς οἱ πάντες πεπληρωμένοι ἐπὶ τῇ ἐσομένῃ εὐδίᾳ. |
| book 1003 | ὁ δὲ νοῦς· καὶ οἱ κόρακες κατὰ μόνας μὲν ἐπιεικῶς φθεγγόμενοι καὶ ἐπαναδιπλοῦντες τὴν φωνήν, ἔπειτα λαμπροτέρᾳ τῇ φωνῇ χρώμενοι καὶ περὶ τὴν τοῦ ὕπνου ὥραν συνουσιαζόμενοι καὶ μετὰ γοερωτέρας φωνῆς ἐπὶ τὴν ἀνάπαυσιν χωροῦντες παραπλήσιοι ἡδομένοις ἐπὶ τῷ εὐδινῷ καταστήματι, καὶ ἐν τῇ ἐγρηγόρσει τῇ φωνῇ τερπόμενοι, ἐν δὲ τῷ ὀρθρινῷ καιρῷ πολλοὶ μὲν ἐπὶ τῷ φλοιῷ τῶν δένδρων, πολλοὶ δὲ ἐπὶ τοῖς ἀκρέμοσι παρεικότες τὰ πτερὰ καὶ ἥσυχοι διατελοῦντες εὐδίαν σημαίνουσιν. |
| book 1005 | —πλειότερον δ’ ἀγεληδόν: πλειότερον δὲ φωνῆς ἔμπλεοι γίνονται ἀγεληδὸν ὄντες, ἐπειδὰν τοῦ κοίτου φροντίδα ποιῶσιν. |
| book 1006 | —χαίρειν κέ τις ὠίσσοιτο: ὡς ἐκ τοῦ φθέγματος χαίρειν ἄν τις ὑπολάβοι, ὁποῖα κράζουσιν ἥσυχα καὶ ἀνειμένα. τοῦτο γάρ ἐστι τὸ λιγαινομένοισιν ὁμοῖα. |
| book 1008 | —πολλὰ δὲ δενδρείοιο: πολλοὶ δὲ καὶ ὅταν τῷ δένδρει εἰς ὃ αὐλίζονται περὶ τὸν φλοῦν καὶ τὸ στέλεχος καθεσθέντες κρώζωσι, καὶ ἄλλα μέλη λέγωσι, ταῦτα σημεῖα εὐδίας. |
| book 1009 | —ἧχί τε κείουσιν: ἐν ᾧ αὐλίζονται καὶ καθέζονται ἀπ’ αὐτοῦ πάλιν αἴρονται, καὶ περιπετασθέντες πάλιν ἐπ’ αὐτὸ εἰ ὑποστρέφοιεν, εὐδινὸν τὸ περὶ τὸν ἀέρα κατάστημα γίνωσκε. χαιρόντων γὰρ αἱ τοιαῦται φωναὶ καὶ κινήσεις ἐκθαρσησάντων τῇ καθαρότητι τοῦ ἀέρος. οὗτος δηλῶσαι ἠθέλησε ποῖον δένδρον εἴρηκε. λέγει γὰρ ὅπου τεκείουσιν ἀπὸ τοῦ τεκείω ῥήματος· ὅπου τίκτουσιν. |
| book 1009 | ἐμοὶ δὲ δοκεῖ μᾶλλον κείουσιν ἀντὶ τοῦ κοιμῶνται, ἀπὸ τοῦ κείω, ὁ δὲ τε σύνδεσμος ἵν’ ᾖ „ὅπου καὶ τὴν κοίτην ἔχουσι καὶ ὅπου αὐλίζονται καὶ τῆς πτήσεως παύονται“. τὸ γὰρ ἀπτερύονται οἱονεὶ τὰ πτερὰ χαλάσαντες. ἢ τὸ ἀπτερύονται ἀντὶ τοῦ διασείουσι τὰς πτέρυγας ὑποστρέψαντες. διακινοῦσι δὲ τὰς πτέρυγας ἤτοι ὑφ’ ἡδονῆς τὴν κοίτην καταλαβόντες, ἢ τὴν ἐκ τοῦ ἀέρος διατινάσσοντες ἰκμάδα. καὶ παρ’ Ἀρχιλόχῳ ἡ ὑφ’ ἡδονῆς σαλευομένη κορώνη· |
| book 1009 | „ὥστε κηρύλος / πέτρης ἐπὶ προβλῆτος ἀπτερύσσετο“. (fr. 45 Lasserre) τὸ δὲ ὑπότροποι ἀπὸ τοῦ νομοῦ πάλιν ὡς ἐπὶ τὴν κοίτην. ἀπτερύονται: προσέθηκε τὸ α διὰ τὸ μέτρον. πτερύσσειν δὲ ἐτυμολογεῖται οἱονεὶ πτεροσείειν. |
| book 1010 | —καὶ δ’ ἄν που γέρανοι: καὶ αἱ γέρανοι συνηθροισμέναι ὅταν μακρὰν πτῆσιν ἀνύσωσι καὶ μὴ εἰς τοὐπίσω ὑποστραφῶσιν, εὐδίαν δηλοῦσι. προγινώσκουσαι γὰρ πολλῶν ἡμερῶν εὐδίαν γενησομένην διαίρονται εἰς ὕψος καὶ ἐπιθαρσοῦσι τῷ διαστήματι τῆς πτήσεως. ἄλλως: καὶ αἱ γέρανοι πάλιν τὰς τῶν καιρῶν ὑπερβολὰς οὐ φέρουσιν, ἀλλὰ χειμῶνι μὲν ἀπὸ Θρᾴκης ὡς ἐπὶ τὰ θερμότερα φεύγουσι καὶ εἰς τὴν Αἴγυπτον, [πάλιν ὅτε χειμὼν] καὶ τὸν αὐτὸν ἀνύουσι δρόμον. καὶ ἐὰν πετομένων αὐτῶν πνεύματα ποιητικὰ χειμῶνος ἐμπέσῃ, οὐκέτι αἱ πᾶσαι τὸν αὐτὸν ἀνύουσι δρόμον, ἀλλὰ φεύγουσαι τὰ πνεύματα ἐξ ὑποστροφῆς ἀτάκτως ποιοῦνται τὰς πτήσεις μετὰ κλαγγῆς καὶ φόβου τοῦ χειμῶνος. βοῶσι δὲ πάλιν ὡς ἡδόμεναι ὅταν εἰς τὰ θερμὰ τῶν τόπων ἐν χειμῶνι γένωνται. |
| book 1010 | Ὅμηρος· „κλαγγῇ ταί γε πέτονται ἐπ’ Ὠκεανοῖο ῥοάων“ (Γ 5). καὶ ὁ Ἡσίοδος (Opp. 448—451)· φράζεο δ’ εὖτ’ ἂν γεράνου φωνὴν ἐπακούσῃς ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης, ἥ τ’ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην δεικνύει ὀμβρηροῦ. φησὶ γάρ· „καὶ ὅτε τὸν αὐτὸν ἀνύουσι δρόμον, εὐδίαν δηλοῦσιν.“ ἐπιφέρει γὰρ οὐδὲ παλιρρόθιοί κεν ὑπεύδιοι φορέοιντο (1012), ὅτι ἐν εὐδίᾳ οὐκ ἂν παλιρρόθιοι καὶ ἄτακτοι φέροιντο, ἀλλὰ λεῖόν τινα καὶ τὸν αὐτὸν ἀποτελοῦσι δρόμον. |
| book 1012 | —οὐδὲ παλιρρόθιοι: πνεύματος σκληροῦ ὄντος διὰ τὴν πύκνωσιν τοῦ ἀέρος, παλινδρομοῦσιν αἱ γέρανοι· ἐν δὲ ἀκύμονι καὶ κεχυμένῳ καὶ λείῳ καὶ ἀπταίστῳ εὐδρομοῦσιν. |
| book 1013 | —ἦμος δ’ ἀστερόθεν: μεταβέβηκεν πάλιν ἐπὶ τὰ τοῦ χειμῶνος σημεῖα, καὶ φησίν· „ὅταν ἴδῃς ἐν καθαρῷ ἀέρι αἰφνίδιον ἀμβλυνομένους ἀστέρας, μήτε νέφους μήτ’ ἄλλης τινὸς ἀχλύος ἐπισκιαζούσης, μήτε σελήνης ἐπιπροσθούσης, χειμῶνα προσδόκα“. δηλοῖ δὲ ὅτι ἡμῖν ἀνεπαισθήτως ὁ ἀὴρ παχυμερὴς γενόμενος τοῦτο ποιεῖ. ἄλλως: ἡνίκα τὸ τῶν ἀστέρων φῶς καθαρὸν ὃν ἄρχεται ἀμαυροῦσθαι, καὶ μή εἰσι νεφέλαι πεπιλημέναι αἱ τὴν ἀορασίαν ποιοῦσαι, μηδ’ ἄλλος τις ζόφος ὁμιχλώδης ὑπαντᾷ μήτε ἡ σελήνη, ἀλλὰ αὐτὰ τὰ ἄστρα ἄνευ τινὸς ὑποκειμένης αἰτίας ἀμαυρὰ φαίνονται, μηκέτι τοῦτο τὸ σημεῖον εὐδίας σοι ἔστω, ἀλλ’ ἐπιτήρει ἐσόμενον χειμῶνα. |
| book 1013 | γίνεται δὲ τοῦτο αὐχμοῦ ἐπιπροσθοῦντος τοῖς ἄστροις καὶ τὸ λαμπρὸν αὐτῶν ἀμβλύνοντος. |
| book 1015 | —οὐδὲ σελήνη: τοῦτο εἶπεν ἐπειδὴ ἡ σελήνη ἐπισκέπει τῷ ἰδίῳ φωτὶ καὶ ἀμαυροῖ τοὺς ἀστέρας. τῶν οὖν ἀστέρων ἐξαίφνης σκοτεινῶν γινομένων χειμὼν ἔσται. |
| book 1018 | —καὶ ὁππότε ταὶ μὲν ἔωσιν: ὡσαύτως καὶ ὅταν τῶν νεφελῶν αἱ μὲν ὑψηλότεραι ἐν τῷ αὐτῷ τόπῳ μένωσιν ἀκίνητοι, αἱ δ’ ὑπ’ αὐταῖς διαρριπίζωνται, αἳ μὲν προηγούμεναι, αἳ δὲ καταλαμβάνουσαι, ὡσαύτως χειμῶνα δεῖ προσδοκᾶν. ἄλλως: καὶ τοῦτο σημεῖον ἔστω χειμῶνος ὅταν ἔν τινι τόπῳ τῶν νεφελῶν αἳ μὲν ἐν αὐτῷ τῷ τόπῳ μένωσιν, ἄλλαι δὲ ἀπ’ αὐτῆς ἐκείνης τῆς χώρας καὶ ἐξ ἐκείνου τοῦ τόπου ἔλθωσιν, αἳ μὲν τὰς ἱσταμένας παρατρέχουσαι, ἄλλαι δ’ ὄπιθεν ἐρχόμεναι. |
| book 1021 | —καὶ χῆνες: τούς τε χῆνας καὶ τὰ λοιπὰ ἐφεξῆς ἃ καταλέγει ὄρνεα ταραχωδῶς καὶ μετὰ πολλῆς κινούμενα κραυγῆς σύμβολα γίνονται χειμῶνος. τῆς γὰρ τοῦ ἀέρος ἀκρασίας αἰσθανόμενα οὐ φυλάττουσι τὴν προτέραν εὐκοσμίαν. ἄλλως: ἐξίασιν εἰς κατανομὴν μετὰ φωνῆς τινος, πλεῖον τοῦ εἰωθότος βοσκόμεναι διὰ τὸ μηκέτι δύνασθαι εὐχερῶς ἐξελθεῖν καὶ βοσκηθῆναι ἐκ τοῦ χειμῶνος. |
| book 1021bis | —βρωμοῖο, τῆς βρώσεως· |
| book 1022 | —καὶ ἐννεάγηρα κορώνη: ἐννέα γὰρ γενεὰς (τʹ ἔτη) ζῇ ἡ κορώνη. ἢ τὸ ἐννέα ἐπὶ πλήθους ποιητικῶς ληπτέον. „καὶ ἡ πολύγηρα οὖν κορώνη ὀξέα κρώζουσα νυκτὸς χειμῶνός ἐστι δηλωτική, καὶ πρὸς τὴν ἑσπέραν βοῶντες οἱ κολοιοὶ σημεῖόν εἰσι χειμῶνος ὅταν ἑσπερίζοντος τοῦ καιροῦ κοίτου φροντίζωσι“. βοῶσι γὰρ χάριν τῆς αὑτῶν κοίτης. ὡς γὰρ εἴπομεν, πρὸ τοῦ χειμῶνος αἴσθονται αὐτὸν ἐρχόμενον. |
| book 1022 | τὸ δὲ βοῶντε (1023)· δυικῷ ἀριθμῷ ἐχρήσατο ἀντὶ πληθυντικοῦ. τοῦτο γὰρ ἔθος αὐτῷ. τοῦτο καὶ Ὅμηρος οἶδεν. |
| book 1024 | —καὶ σπίνος: σπίνος καὶ ὀρχίλος καὶ ἐριθεὺς εἴδη ὀρνέων. τὸ δὲ ἠῷα σπίζων οἷον ὁ σπίνος ὑπὸ ὄρθρον φθεγγόμενος καὶ πάντα τὰ ὄρνεα ἐκφεύγοντα τὸ πέλαγος διὰ τὴν ψύξιν σημεῖόν εἰσι χειμῶνος. |
| book 1025 | —καὶ ὀρχίλος ἢ καὶ ἐριθεύς: καὶ ταῦτα εἴδη ὀρνέων. δῆλον δὲ ὅτι εἰς φωλεοὺς καταδυόμενα τὸν ἐπιόντα προδεικνύουσι καὶ προσημαίνουσι χειμῶνα. |
| book 1026 | —καὶ φῦλα κολοιῶν: καὶ τὰ συστήματα τῶν κολοιῶν πρὸς τὴν ἑσπέραν ἐπὶ κοίτην ἐρχόμενα ἀπὸ τῆς ἐν τῇ γῇ κατανομῆς χειμῶνα δηλοῦσι. τραφεροῦ δὲ (1027) τῆς γῆς. ἐπὶ γὰρ τῶν ἀρουρῶν βόσκονται τὰ ἀποβαλλόμενα ἢ ἐκπίπτοντα τῶν καρπῶν διεπόμενοι. ἐπιόψιον δὲ αὖλιν τὴν ἑσπερινὴν κοίτην. |
| book 1028 | —οὐδ’ ἂν ἐπιξουθαί: αἱ κατάστικτοι μέλισσαι. ὁ δὲ νοῦς· „μεγάλου χειμῶνος ἰόντος, οὐδὲ αἱ ξουθαὶ μέλισσαι ἐπὶ τὸ πρόσω ἢ πόρρω τὴν κατανομὴν τῶν σίμβλων ποιοῦνται, ἀλλ’ αὐτοῦ καὶ ἐν αὐτῷ τῷ τόπῳ ἑλίσσονται, ἤτοι γε ἀναστρέφονται, καὶ ἑλίσσουσι τὰ τοῦ μέλιτος καὶ τῶν ἔργων φροντίσματα. οἳ δὲ ἔργων τῶν γεωργικῶν ἀνθῶν. ἐν γὰρ τοῖς ἀγροῖς αὐτῶν εἰσιν αἱ ὁδοί. ἐξιοῦσαι οὖν τῶν σίμβλων εὐθέως ἔρχονται ἐπὶ τοὺς ἀγροὺς καὶ πλησίον βόσκονται, μήποτε ἄφνω ἐπιγένηται χειμών, ἵνα ἐγγὺς ὦσι τῶν σίμβλων. |
| book 1028 | δυσριγοτάτη γὰρ ἡ μέλισσα. ἄλλως: αἱ μέλισσαι ἐγγὺς τῶν κυψελῶν ἀναστρεφόμεναι καὶ μὴ πόρρω τὴν νομὴν ποιοῦσαι (δυσριγόταται γάρ) χειμῶνα προδηλοῦσι καὶ προφαίνουσιν ἐσόμενον. |
| book 1031 | —οὐδ’ ὑψοῦ γεράνων: ἡ γέρανος δυσπαθὲς ἔχει τὸ σῶμα, καὶ πρὸς τὰς τῶν καιρῶν ὑπερβολὰς ἀντέχειν οὐ δύναται. τὸ δὲ ἑξῆς· οὐδὲ αἱ τῶν γεράνων μακραὶ τάξεις τὰς αὐτὰς ὁδοὺς παρατείνουσι (τοῦτο γὰρ ἦν εὐδίας σύμβολον), ἀλλ’ ὑποπτεύουσαι τὸ ὑγρὸν πνεῦμα ἐξ ὑποστροφῆς πορεύονται“. καὶ γέρανοι οὖν μὴ διαιρόμεναι εἰς ὕψος μηδὲ ἐπ’ εὐθείας ποιούμεναι τὴν πτῆσιν, ἀλλ’ ὑποστρέφουσαι εἰς τοὺς τόπους ὅθεν ἐκινήθησαν, τὸ αὐτὸ σημαίνουσιν. |
| book 1031 | ἄλλως: καὶ ταυτὶ δὲ σημεῖα χειμῶνος· γέρανοι μὴ εὐθυποροῦσαι ἱπτάμεναι, ἀράχνια νηνεμίας μετακινούμενα, φλὸξ ἀπὸ λύχνου μὴ καθαρὰ καὶ μόγις ἁπτόμενον πῦρ. πῆξις δὲ τέφρας νιφετοῦ σημεῖον, καὶ τὰ περὶ τὰς μύξας τῶν λύχνων κέγχροις ὅμοια φαινόμενα. καὶ γὰρ καὶ τοῦτο νιφετοῦ. χαλάζης δέ, διαπύρου ἄνθρακος τὸ μέσον νεφελῶδες. ἄλλως: ἀλλ’ οὐδὲ τὰς γεράνους φασὶν ὄμβρων μελλόντων καταφέρεσθαι μετεώρους αἴρεσθαι, ἀλλὰ καὶ τῆς εὐθείας ἐμποδίζεσθαι πτήσεως. |
| book 1033 | —μηδ’ ὅτε νηνεμίῃ: καὶ ὅταν τὰ ἀράχνια νηνεμίας οὔσης ἐν τῷ ἀέρι πλάζωνται, ὡσαύτως καὶ ὅταν ἀμαυρὸν ᾖ τὸ περὶ τοὺς λύχνους φέγγος καὶ μὴ εἰς ὕψος ἀνάπτηται, ἀλλὰ περιτρέπηται, ὅμοιον γενόμενον τοῖς ἐπὶ τῶν θερμοτέρων ἀτμῶν τιθεμένοις λύχνοις, τὸ αὐτὸ σημαίνουσι, καὶ τὸ πῦρ ὑπὸ τῇ σποδιᾷ ἀφανιζόμενον. πολλὰ δὲ καὶ ἄλλα γίνεται ὑπὸ χειμερινῆς καταστάσεως. |
| book 1033 | ἄλλως: καὶ ἐν νηνεμίᾳ ὅτε ἡ ἀράχνη φέρεται, μὴ καταφρόνει. ἄλλως: ἀράχνη λεπτή ἐστι καὶ ἰσχνή. ἄλλως καὶ ἐν μετεώρῳ ἐστί· καὶ ἔτι ἡμῖν ἀνεπαισθήτου ὄντος τοῦ πνεύματος, αὕτη καὶ ἐκ βραχείας κινήσεως φέρεται καὶ κινεῖται. ὁ δὲ λόγος· „καὶ ἐν νηνεμίᾳ δὲ ὅτε ἡ ἀράχνη κινεῖται, μὴ καταφρόνει τοῦ σημείου“. εἰ γὰρ καὶ τὸ αὐτίκα νηνεμία ἐστίν, ἀλλ’ οὖν γε προδηλοῖ τὸν ἐσόμενον χειμῶνα. |
| book 1034 | —καὶ φλόγες αἰθύσσωσι: λύχνων φλόγες ἠρέμα παραφερόμεναι πῦρ τε μόγις ἀναπτόμενον καὶ τὰ ἐλλύχνια φῶτα χειμῶνος σημεῖα. συμπίπτει γὰρ τὰ ὑποκείμενα ὑπὸ τοῦ ἀέρος. |
| book 1035 | —ἢ πῦρ αὔηται: ἀπὸ κοινοῦ· „μηδὲ τότε πίστευε τῷ χειμῶνι, ὅτε πῦρ ἐφάπτεται μετὰ κακοπαθείας καὶ βραδέως καὶ τὰ ὑπαίθρια λύχνα.“ δῆλον γὰρ ὅτι πολλοῦ ὄντος τοῦ περιέχοντος ὑγροῦ βράδιον τὸ πῦρ ὑφάπτεται καὶ τὰ λύχνα. αὔηται οὖν ἀντὶ τοῦ ὑφάπτηται. ἄλλως. ἢ πῦρ αὔηται: τὰ καυστὰ βραδέως ἐξάπτεται παχυμεροῦς τοὺς πόρους ἐπιφράττοντος τοῦ ἀέρος. διόπερ οἱ τὰς δᾷδας ἅπτοντες προστρίβουσιν ἐν τῇ τέφρᾳ, ἵνα ἀποκρουσθῇ εἴ τι ἔνικμον ᾖ καὶ τὸ πῦρ τῆς ὕλης μᾶλλον ἅψηται. οὕτω Πλούταρχος (fr. 16 Sandbach). |
| book 1036 | —τί τοι λέγω ὅσσα πέλονται: τί σοι καταλέγω ὅσα σημεῖα ἐπ’ ἀνθρώποις γίνονται χειμῶνος καὶ εὐδίας; καὶ γὰρ ἐν τῇ πάντων εὐτελεστάτῃ τέφρᾳ περὶ ἐκεῖνον τὸν τόπον ἔνθα ἐστὶ πηγνυμένῃ χιόνα σημαίνου. πολλῆς γὰρ περὶ τὸν ἀέρα νοτίας σημεῖον τὸ τοιοῦτον. τί τοι λέγω, θαυμαστικῶς. |
| book 1038 | —αὐτοῦ πηγνυμένῃ: ἡ τέφρα μὴ διαλυομένη καὶ ὁμοία πεπηγυίᾳ χιόνα σημαίνει. καὶ κέγχροι πολλαὶ ἐπὶ τῆς τοῦ λύχνου φλογὸς ἐπανιστάμεναι νιφετὸν σημαίνουσιν. ὅταν δὲ τοῦ διαπύρου ἄνθρακος ἡ μὲν ἐπιφάνεια λαμπρὰ τυγχάνῃ, ἡ δὲ μεσότης μελαίνηται, χάλαζαν ἐσομένην δεῖ σημειοῦσθαι. |
| book 1039 | —καὶ λύχνῳ χιόνος: καὶ ἐπὶ τῷ λύχνῳ χιόνος γίνωσκε σημεῖα ἐὰν κέγχροις ἐοικότα σήματα πανταχοῦ καὶ κύκλῳ ἔχῃ ἐγγὺς τῆς περιλαμπούσης μύξης. ἄλλως: καὶ περὶ χιόνος ἐσομένης ἀφορῶν μάθοις τοῖς κέγχροις τοῦ λύχνου ὅταν πάντη πλησίον τῆς μύξης ἔχῃ σημεῖα. καὶ γὰρ περὶ τὴν μύξαν πολλάκις ὡς κέγχροι τινὲς συνίστανται, ἃ προελέγομεν, ἐκ τῆς ὑγρότητος τοῦ ἀέρος. |
| book 1039 | ἡ σύνταξις· ὅτε κέγχροις ἐοικότα σημεῖα πάντη ἔχει κύκλῳ τῆς λαμπούσης μύξης, περὶ χιόνος πύθοιο. |
| book 1040 | —πυριλαμπέος ἐγγύθι: καὶ περὶ τὰς μύξας τῶν λύχνων ἐὰν κέγχροις ὅμοιά τινα ἀνιστῶνται (καὶ γὰρ ταῦτα γίνεται κατὰ τὴν ἔξωθεν ψύξιν τοῦ ἐλλυχνίου ὥσπερ σβεννυμένου) καὶ ταῦτα μὲν χιόνος φησὶν εἶναι σημεῖα. |
| book 1041 | —ἄνθρακι δὲ ζώοντι: ἐὰν δὲ ζῶντος ἄνθρακος, τουτέστι καιομένου, καὶ τῆς ἀπ’ αὐτοῦ φλογὸς μεταξὺ ὡς νεφέλη τις γένηται, χαλάζης τὸ τοιοῦτον σημεῖον. λευκὸν δέ φασι φαντάζεσθαι τὸν ἄνθρακα διὰ τὴν πεπηγυῖαν τέφραν. καὶ εἰκότως τὸ τοιοῦτον σημεῖον χειμῶνος, εἴ γε τοιαύτη ἐστὶ τοῦ ἀέρος ἡ ψύξις ὡς καὶ μέχρι τοῦ πυρὸς διήκειν. ἄνθρακι δὲ ζώοντι: τουτέστι κάρβωνι ἠνθρακωμένῳ καὶ ζῶντι. |
| book 1041 | ἐπὶ τούτῳ, φησί, χαλάζης ἴσθι σημεῖον, ὁπόταν ὁ ἄνθραξ λαμπρὸς ὑπάρχῃ, ἐν δὲ τῷ μέσῳ ἔνδον ἐν τῇ καρδίᾳ αὐτοῦ ὥσπερ νεφέλη πυρὸς καιομένου φαίνηται. ὁπότε λαμπρός: ὅταν δὲ τοῦ διαπύρου ἄνθρακος ἡ μὲν ἐπιφάνεια λαμπρὰ τυγχάνῃ, ἡ δὲ μεσότης μελαίνηται, χάλαζαν ἐσομένην δεῖ σημειοῦσθαι. |
| book 1044 | —πρῖνοι δ’ αὖ καρποῖο: ἄρχεται λοιπὸν καὶ ἀπὸ δένδρων τεκμήρια ἡμῖν διδόναι περὶ χειμώνων καὶ καιρῶν ἐπιτηδείων πρὸς γεωργίαν. δεῖ οὖν, φησί, λαβεῖν ἀπὸ πρίνου καὶ σχίνου σημεῖα. ὁ μὲν γὰρ τῆς πρίνου καρπὸς σύμμετρος ὢν τοιοῦτον καὶ τὸν χειμῶνα δηλοῖ, ὁ δὲ πλείων τοῦ συνήθους πλείονα αὐχμόν. ἄλλως: μεταβέβηκεν ἑξῆς ἐπὶ τὰ τῆς γεωργίας σημεῖα καί φησιν ὅτι πρῖνοι καὶ σχῖνοι, μετρίαν τὴν καρποφορίαν ὅταν ἔχωσιν, αὐχμηρὸν τὸ ἔτος σημαίνουσιν. αἱ μὲν οὖν πρῖνοι μὴ ὑπὲρ τὸ δέον εὐφοροῦσαι μακρὸν ἐσόμενον τὸν χειμῶνα σημαίνουσιν, ἐὰν δὲ |
| book 1044 | πολυφορῶσι περὶ τὰ ἔσχατα μέρη τοῦ θέρους, βλάβην τοῦ σιτικοῦ καρποῦ γενησομένην ὑπὸ αὐχμοῦ. ἡ δὲ τοῦ σχίνου καρποφορία τρισσὴ τυγχάνει· τρὶς γὰρ τοῦ ἐνιαυτοῦ ἀνθεῖ καὶ τρὶς τελεσφορεῖ, ἑκάστη δὲ καρποφορία ἴδιον σημεῖον ποιεῖ. ἐὰν γὰρ ὁ πρῶτος καρπὸς κατὰ τρόπον γένηται, πρώιμον δεῖ τὸ θέρος προσδοκᾶν· ἐὰν δὲ ὁ δεύτερος, τὸν μέσον καιρὸν τῆς θερείας κρείσσονα σημαίνει· ὁ δὲ τρίτος τὸν ἔσχατον. |
| book 1044 | ἡ σύνταξις· καταχθέες καρποῖο (1044) τὸ πρῶτον, τουτέστι βαρούμεναι τῷ καρπῷ, οὐκ ἀπείρητοί εἰσι χειμῶνος. |
| book 1045 | —σχῖνοι ἀπείρητοι: ὅσα τὴν σχῖνον ἐκ τοῦ ἀέρος ὠφελεῖ, ταῦτα καὶ τὸν σῖτον. ὁμοίως καὶ τὰ βλάπτοντα. δείγματα οὖν τῶν σπόρων ὁ πρῶτος ἐν τῇ σχίνῳ ἐστὶ τῶν πρώτων, καὶ τῶν μέσων ὁ μέσος, καὶ ὁ τρίτος τῶν τελευταίων. οὕτω Πλούταρχος (fr. 18 Sandbach). πολλὸς δὲ ἀλωεὺς ὁ σπουδαῖος γεωργὸς καὶ ἀροτρεύς. |
| book 1046 | —μή οἱ θέρος ἐκ χερὸς ἔρρῃ: ῥεύσῃ, φθαρῇ. ὁ δὲ σῖτος, ὅταν ἀρχὴν ἔχῃ τοῦ ἀναφύεσθαι, οὔτε ὑπερβολὴν χειμῶνος δύναται βαστάζειν, οὔτε αὐχμοῦ συμπεσόντος (ἐν ἔαρι γὰρ φυόμενος τούτου δοκεῖ ἀπαλλάττεσθαι), ἀλλ’ ἐπειδὰν ἐμπέσῃ, ἀπόλλυται. φησὶν οὖν ὅτι πρῖνοι οὐ καρποῦ μεσταὶ οὖσαι καὶ μέλαιναι σχῖνοι οὐκ ἀπείρητοί εἰσι χειμῶνος. δυνατὸν οὖν ἐκ τῆς τῶν καρπῶν αὐτῶν ἀναφύσεως συμβάλλειν καὶ χειμῶνας καὶ καιρούς. ὁ μὲν οὖν τῆς πρίνου καρπὸς σύμμετρος ὢν χειμῶνα δηλοῖ. ὁ δὲ πλείων τοῦ συνήθους αὐχμόν. |
| book 1047 | —πρῖνοι μὲν θαμινῆς ἀκύλου: ὁ πρῖνος τὸ δένδρον τῶν πάνυ καταξήρων ἐστί. καὶ μαρτυρεῖ καὶ Ἀριστοφάνης λέγων· „σὺ δ’ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷσ“ (Ran. 859). τῶν ξύλων γὰρ τὰ κατάξηρα ἐμπρησθέντα καὶ καυθέντα τῇ ξηρότητι ἀντηχεῖ τῷ πυρί. αὕτη τοίνυν ἡ πρῖνος ξηρά τις οὖσα τὴν φύσιν, ὡς ἔφημεν, τοῖς ὑγραίνουσι τέθηλε καὶ τέρπεται, καὶ ὅτε χειμῶνος ὄντος σφόδρα ὑγρὸν γίνεται τὸ περιέχον, τῇ ὑγρότητι ἡσθεῖσα καρποφορεῖ, καὶ δηλοῖ τῷ καρπῷ τὸν ἐσόμενον χειμῶνα, ὑφ’ οὗ τῆς ὑγρασίας μεταλαβοῦσα ἐκαρποφόρησεν. |
| book 1047 | θαμινῆς δὲ τῆς συνεχῶς φυομένης. τρίτον γὰρ τοῦ χειμῶνος φύει. ἀκύλου δὲ τοῦ καρποῦ τῆς πρίνου. ἡ δὲ ἄκυλος ὁ καρπός ἐστι τῆς πρίνου. καὶ Ὅμηρος „πάρ δ’ ἄκυλον βάλανόν τε“ (κ 242). κατὰ μέτρον ἔχουσαι: συμμέτρως ἔχουσαι τῶν καρπῶν. φησὶν οὖν ὁ Θεόφραστος ὅτι ἡ πρῖνος καὶ ἡ σχῖνος, αὐχμηρὰ τῇ κράσει καὶ ξηρότερα τῶν ἄλλων πεφυκότα, πολὺν καρπὸν οὐ φέρει ἐὰν μὴ εἰς βάθος ὑγρανθῇ. εἰκότως οὖν τῇ τούτων ἀφορίᾳ καταμαντεύονται περὶ τῶν σπερμάτων οἱ γεωργοί, μιᾶς αἰτίας οὔσης δι’ ἣν ἀμφοτέροις ἡ πολυκαρπία. εἰ δὲ ὑπερβάλλει τοῦ καρποῦ τὸ πλῆθος, οὐκ ἀγαθὸν σημεῖον. ἄμετρον γὰρ ἐπομβρίαν καὶ πλεονασμὸν ὑγρότητος ἡ περὶ τὸν ἀέρα ἄνεσις καὶ θηλύτης ... οὕτω Πλούταρχος (fr. 17 Sandbach). |
| book 1049 | —μὴ μὲν ἄδην ἔκπαγλα: μὴ λίαν κορεστικῶς καὶ ἐξόχως βαρυνθεῖεν τῷ καρπῷ παντελῶς, τουτέστι μὴ λίαν ἔχοιεν καρπόν, ἀλλὰ σύμμετρον. τότε γὰρ ἐκτὸς αὐχμοῦ αἱ ἄρουραι θάλλουσι. τὸ δὲ τηλοτέρω (1050) ἀντὶ τοῦ „πορρωτέρω δὲ τοῦ αὐχμοῦ αἱ ἄρουραι οὖσαι πλήθουσι καὶ θάλλουσι τοῖς ἀστάχυσιν“. |
| book 1051 | —τριπλόα δὲ σχῖνος κυέει: τριττόν φησι φέρειν τὴν σχῖνον τὸν καρπόν, ἕκαστον δὲ τούτων σημεῖον εἶναι σπόρου. καὶ γὰρ σπόρους τρεῖς εἶναι, πρῶτον, μέσον, ὕστερον. ὃν ἂν οὖν καρπὸν εὐφορήσῃ μάλιστα ἡ σχῖνος, κατὰ λόγον καὶ τὸν σπόρον ἐκεῖνον γίνεσθαι κάλλιστον. |
| book 1057 | —λοχαίη σχῖνος: βαθεῖα καὶ ὑψηλή, ἀπὸ τοῦ λοχῆσαι δύνασθαι καὶ ἐνεδρεῦσαι ἐν αὐτῇ κρυπτόμενον. οὕτως Ἀπολλινάριος. τὸ δὲ ἄρηται ἀντὶ τοῦ ἐνέγκοι. „ἐκείνῳ τῷ καρπῷ ἡ ἄροσις πολὺ κρείττων ἔσται“. |
| book 1058 | —κείνῳ γ’ ἐξ ἄλλων: οὐ μόνον ἐν τοῖς ζῴοις συμπάθειά ἐστιν, ἀλλὰ καὶ ἐν τοῖς φυτοῖς. ὅταν οὖν κεκραμένην ὑγρότητι ἢ ψυχρότητι παραπλησίως ἔχῃ τὴν ἕξιν, ἢ τρέφεται ἀπὸ τῶν ὁμοίων ἢ τοῖς αὐτοῖς εὐθηνεῖ καὶ μαραίνεται. διὸ πολλὰ μετ’ ἀλλήλων συνακμάζει καὶ καρποφορεῖ, τὰ μὲν θέρει, τὰ δὲ χειμῶνι, τινὰ δὲ καὶ ἔαρι. τῶν μὲν οὖν αἱ κράσεις διάφοροι, τῶν δὲ ὅμοιαι καὶ συγγενεῖς σφόδρα. τῶν οὖν τὴν ὁμοίαν κρᾶσιν ἐχόντων πρῖνος, σχῖνος, σκίλλα, πυροί. οὕτω Πλούταρχος (fr. 19 Sandbach). |
| book 1060 | —οὕτω δ’ ἀνθέρικος: ἀνθέρικον νῦν εἴρηκε τὸ ἄνθος τῆς σκίλλης. κυρίως γὰρ τὸ ἄκρον τῶν ἀσταχύων. ἀκολούθως δέ φησι καὶ τῷ τῆς σκίλλης ἄνθει τεκμαίρεσθαι περὶ τῶν ἐσομένων καρπῶν. τὸ μὲν γὰρ πρῶτον ἄνθος περὶ τοῦ πρώτου σπόρου διδάσκει ἡμᾶς, τὸ δὲ δεύτερον περὶ τοῦ δευτέρου καὶ τὸ τρίτον περὶ τοῦ τρίτου. |
| book 1064 | —αὐτὰρ ὅτε σφῆκες: ὅταν ἐν φθινοπωρινῇ τοῦ ἔτους ὥρᾳ οἱ σφῆκες κατὰ πλῆθος συνηθροισμένοι ἐν πολλοῖς τόποις βλέπωνται, καὶ πρὸ τῆς ἑσπερίου τῶν Πλειάδων ἀνατολῆς χειμῶνα δεῖ προσδοκᾶν. προείρηται δὲ ὅτι ἡ ἑσπέριος ἀνατολὴ τῶν Πλειάδων χειμῶνας ἐπιφέρει. ἑσπερίων δὲ τῶν ἀπὸ ἑσπέρας ἀνατελλουσῶν. ἑῷαι γὰρ ἀνατέλλουσι θέρει. τότε οὖν καὶ πρὸ τῶν ἑσπερίων Πλειάδων εἴποι τις ἂν ἔσεσθαι χειμῶνα. |
| book 1064 | γίνονται δὲ οἱ σφῆκες ἐκ γῆς, εὐφυὴς δὲ πρὸς τὸ γεννᾶν τὰ τοιαῦτα ἡ γῆ ὅταν ἰκμαρώδης ᾖ. |
| book 1068 | —θήλειαι δὲ σύες: ἡ ὑγρότης ἢ ἡ τοῦ ἀέρος κίνησις εἰς χειμῶνα γόνιμος καὶ κινητικὴ σπερματικῆς δυνάμεως. διαχυθὲν γὰρ τὸ σῶμα καὶ τὸ πνεῦμα τῇ ἀνέσει εὔρουν γίνεται καὶ ὑπόθερμον εἰς ὁρμὰς ἀγωγοὺς ἐπὶ τὸ τῆς γενέσεως ἔργον. διὸ καὶ οἱ παλαιοὶ τὸν Διόνυσον τῇ Δήμητρι συγκαθιέρωσαν, αἰνιττόμενοι τὸ γόνιμον τῆς ὑγρότητος. ὡς οὖν τὰ δένδρα εὐσθενήσαντα διανθεῖ καὶ δικαρπεῖ τῇ ἀκρασίᾳ πιόντα τὴν ἐπιρρέουσαν τροφήν, οὕτω καὶ τὰ ζῷα ἐν ὑγρῷ τῷ ἀέρι καὶ μαλακῷ τῷ σπέρματι .... οὕτως Ἀπολλινάριος. |
| book 1068 | καὶ σύες δὲ θήλειαι καὶ πρόβατα καὶ αἶγες, ὅταν ὑπομείναντα τὴν ὄχευσιν τῶν ἀρρένων ἀντιστρέψαντα ἐπιβαίνῃ τοῖς ἄρσεσι, μέγαν χειμῶνα καὶ οὐκ ἐλάσσονα τοῦ ἀπὸ τῶν σφηκῶν σημαίνει. ὅταν δὲ μὴ προλαμβάνῃ τὰ προειρημένα τὴν μῖξιν, ἀλλὰ βράδιον τοῦ εἰθισμένου καιροῦ ὀχεύῃ, εὐθυμίαν τοῖς πένησι παρέχεται, ὅτι μὴ ἔχοντες εὐπορεῖν ἐσθημάτων προσδοκῶσιν εὐδινώτερον ἔσεσθαι τὸν χειμῶνα. |
| book 1068 | ἄλλως. θήλειαι δὲ σύες: καὶ ταῦτα γὰρ τὰ ζῷα ἐπιθυμητικῶς ἔχουσι συνουσίας ἐν χειμῶνι. τότε γὰρ ἔξωθεν ὄντος τοῦ ὑγροῦ τὸ θερμὸν ἔνδοθέν ἐστι καὶ φλέγον αὐτὰς ἐγείρει πρὸς συνουσίαν. διὸ καὶ ἑξῆς φησιν ὅτι ἐὰν βραδέως καὶ μὴ συνεχῶς συνουσιάζωσι, δηλοῦσιν οὐ ψυχρὸν τὸν χειμῶνα, ἀλλ’ εὔκρατον. ὅθεν καὶ τὸν πένητα χαίρειν ποιοῦσι. μὴ ἔχων γὰρ σκέπην ἐν χειμῶνι ὁ πένης χαίρει ὅταν χειμὼν μὴ πάνυ ὑπάρχῃ ψυχρός. |
| book 1072 | —ὀψὲ δὲ μισγομένων: ἐν τοῖς αὐχμηροῖς τε καὶ ἀνόμβροις ἔτεσι τὰ ζῷα ἀπρόθυμα πρὸς συνουσίαν διὰ τὴν τῶν σωμάτων ὑγρότητα ὀλίγην οὖσαν [βραδύτερον τοῦτο δρᾶν]. ὅθεν καὶ ὀψὲ δρῶντα τὴν συνουσίαν εὐθυμίαν παρέχουσι τοῖς γεωργοῖς. ἡ γὰρ πλείων ἐπιθυμία ἐξ ὑγρότητος πλεοναζούσης γίνεται. |
| book 1073 | —χαίρει ἄνολβος: ὁ πένης καὶ ἀνείμων ἀνὴρ χαίρει ὅτι οὐ πάνυ αὐτῷ θερμαινομένῳ ἤγουν σκεπομένῳ ὑπὸ ἀμφίων εὔδιον τὸν ἐνιαυτὸν γενήσεσθαι ὑποφαίνουσιν. |
| book 1074 | —βιβαιόμεναι: ἀντὶ τοῦ βιαζόμεναι πρὸς συνουσίαν. |
| book 1075 | —χαίρει καὶ γεράνων ἀγέλαις: καὶ ὅταν αἱ τῶν γεράνων ἀγέλαι ἐπὶ τοὺς εἰθισμένους τόπους μετάβασιν προλάβωσιν, ὁ ἐπιθυμῶν γεωργὸς ἐν τάχει τοὺς καρποὺς ἀκμάσαι γέγηθεν. ὅταν δὲ βραδύτερον διαίρωνται, ὁ βουλόμενος βράδιον ἀκμάσαι τὴν θερείαν γεωργὸς γέγηθεν. ἀκόλουθος γὰρ ὁ χειμὼν γίνεται τῷ τῶν γεράνων διάρματι. ὅταν μὲν γὰρ προλάβωσι τὴν μετάβασιν καὶ κατὰ μείζονα συστήματα ποιῶσι τὴν πτῆσιν, πρώιμον δηλοῦσι τὸ ἔτος. ὅταν |
| book 1075 | δὲ τοῖς αὐτοῖς τόποις ἐμβραδύνωσι καὶ ἀναχωροῦσαι πρᾳεῖαν τὴν πτῆσιν ποιῶνται καὶ μὴ συνηθροισμέναι φέρωνται, ὀψὲ γενησόμενον τὸν χειμῶνα σημαίνουσι, καὶ τὴν παρολκὴν τῶν γεωργιῶν χρησιμωτέραν οὖσαν τοῖς γεωργοῖς. |
| book 1076 | —ὥριον ἐρχομέναις: ταῖς καθ’ ὥραν ἐρχομέναις γεράνοις ὁ βουλόμενος καθ’ ὥραν τῶν ἔργων ἅπτεσθαι γεωργὸς χαίρει, ὁ δὲ βουλόμενος ὀψίστερον σπείρειν ταῖς ὀψιμωτέραις. ἕπεσθαι γὰρ αὐτῶν τῇ πτήσει πέφυκεν ὄμβρος. καὶ γὰρ αὗται αἰσθανόμεναι τῆς περὶ τὸν ἀέρα ψύξεως ἐκ τῶν συνήθων ἐπὶ τοὺς ἀήθεις μετέρχονται τόπων. |
| book 1078 | —πρώια μὲν καὶ μᾶλλον: ταῖς μὲν θᾶττον καὶ κατὰ πλῆθος φαινομέναις θάττων καὶ πλείων ὁ χείμων ἐπιφαίνεται. ὅταν δὲ ὀψὲ καὶ μὴ ἀγεληδὸν φανεῖσαι πλειότεραι, ἀλλὰ κατ’ ὀλίγον καὶ ἐκ διαστημάτων, οὐδ’ ἅμα πολλαί, ἀμβολίῃ χειμῶνος ὀφέλλεται ὕστερα ἔργα (1080—1081). |
| book 1082 | —εἰ δὲ βόες: εἰ δὲ οἱ βόες καὶ τὰ πρόβατα ἐν τῇ παρακμῇ τοῦ φθινοπώρου τὴν γῆν τοῖς ποσὶν ὀρύσσουσι, τὰς δὲ κεφαλὰς πρὸς βορέαν ἀνατείνουσι, χειμὼν γενήσεται μέγας κατὰ τὴν τῶν Πλειάδων δύσιν. ἐὰν δὲ μᾶλλον ὀρύττωσι, μείζονα δεῖ τὸν χειμῶνα προσδέχεσθαι καὶ ἀσύμφορον φυτοῖς τε καὶ τῷ σιτικῷ καρπῷ. πολλὴν γὰρ ἐσομένην χιόνα σημαίνει, ὑφ’ ἧς συμβήσεται τὸν ἐν ταῖς χώραις, ἔτι τρυφερὸν ὄντα καὶ μηδέπω ἐπὶ τοσοῦτον ηὐξηκότα ὥστε μὴ μαραίνεσθαι, ξηρανθῆναι ὑπὸ τῆς ψυχρότητος. εἰ γὰρ ἐτύγχανεν ἰσχυρός, ὁ γεωργὸς οὐκ ἂν ἐδεδοίκει τὴν ἐκ τῆς χιόνος βλάβην. |
| book 1082 | ἔστωσαν δὲ κατ’ ἐκεῖνον τὸν καιρὸν ἀστέρες τὸ κατὰ φύσιν σῴζοντες κατάστημα καθαροὶ καὶ ἀνεπιθόλωτοι, μηδὲ οἱ καλούμενοι κομῆται θεωρηθείησαν, ἢ εἷς ἢ δύο ἢ τρεῖς· φανέντες γὰρ οὗτοι αὐχμηρὸν τὸ ἔτος σημαίνουσιν. |
| book 1083 | —γαῖαν ὀρύσσωσι: καὶ ἡ ὑπὸ τῶν ζῴων ὀρυσσομένη γῆ χειμῶνα δηλοῖ. μαντεύεται γὰρ δεῖσθαι ψύξεως διὰ πλῆθος θερμότητος, ἥτις διὰ τὴν ἔξωθεν πυκνότητα ἐγκλείεται τοῖς ζῴοις. εἰ δὲ πλεῖον ὀρύττει τὴν γῆν τὰ ζῷα, ὁ χειμὼν βλαβερώτερος καὶ φυτοῖς καὶ ἀρότροις. εὔχου δὲ πλείονα χιόνα ἔσεσθαι. σημεῖον γὰρ καρποῦ, ἐπειδὴ ῥιζοῦται τὰ σπέρματα μᾶλλον, ἐπεχόμενα τῆς ἐπὶ τὰ ἄνω αὐξήσεως. κομῆται δὲ ἀστέρες αὐχμοῦ σημεῖον, ὑπερβάλλοντος τοῦ θερμοῦ [καὶ] τοῦ ψυχροῦ. |
| book 1085 | —Πληιάδες χειμῶνα: εἴπομεν γὰρ ἄνω ὅτι καὶ φθινοπωριναὶ ἀνατέλλουσιν αἱ Πλειάδες. φησὶ δὲ ὅτι κατερχόμεναι χειμῶνα φέρουσιν. ἄλλως: οἱονεὶ εἰς τὸν καιρὸν ὅτε δύνουσιν αἱ Πλειάδες ἐὰν αἶγες καὶ μῆλα κερατίζωσι τὴν γῆν, χειμὼν γενήσεται μέγας. |
| book 1086 | —τὸ δὲ ἑξῆς· μηδὲ λίαν ὀρύχοιεν ὄφρα τις εὐεστοῖ. |
| book 1088 | [para]—ἀλλὰ χιὼν εἴη πολλή: ἀλλὰ χιὼν ἔστω, φησί, πολλὴ ἐπὶ ταῖς μεγάλαις ἀρούραις, περὶ τῇ μήπω ἀκμὴν κριθείσῃ καὶ οἱονεὶ διάκρισιν καὶ ἰσχὺν λαβούσῃ πόᾳ, τῇ τέως μηδὲ βαθείᾳ, ἀλλ’ ἐπιπολαίῳ οὔσῃ. ἄλλως: χιὼν δὲ ἂν πίπτῃ, γινέσθω μὴ ἤδη εἰς πολὺ τῆς πόας ηὐξημένης, ἵνα μὴ κατακλᾶται αὕτη, ἀλλ’ ἔτι ἁπαλῆς. καὶ γὰρ αὕτη κατ’ ὀλίγον τηκομένη καὶ ποτίζουσα τὴν γῆν τρόφιμός ἐστι τοῖς ἐσπαρμένοις. |
| book 1090 | —ὄφρα τις εὐεστοῖ: τῇ εὐετηρίᾳ. τοῦτο ἀκολουθεῖ τῷ μὴ λίην ὀρύχοιεν (1086)· „ὅπως τις εὐεστοῖ προσδεχόμενος χαίρῃ“. εἰ γὰρ λίαν ὀρύχοιεν, οὐ κατὰ κόσμον ἀλλὰ χαλεπὸν καὶ τεταραγμένον τὸν ἀέρα μηνύουσι, καὶ χειμὼν ἂν εἴη πολὺς ἐν ταῖς ἀρούραις ἐπὶ τῇ μήπω κεκριμένῃ καὶ ἰσχυρᾷ πόᾳ τῶν ἀσταχύων πρὸς τὸ χιόνα δύνασθαι φέρειν καὶ τοιοῦτον ψῦχος ἀναδέξασθαι. |
| book 1091 | —οἳ δ’ εἶεν καθύπερθεν: τοὺς κομήτας οἱ Πυθαγορικοὶ τοῖς πλανωμένοις συγκατηρίθμουν, κατὰ μακρὰς ἀνακυκλήσεις χρόνων ἄλλοτε ἄλλῃ προφαινομένους, ἕνα τοῦτον ὑποτιθέμενοι καὶ κατὰ τὰ βόρεια ἐκτὸς τοῦ ζῳδιακοῦ φαινόμενον. οἷς αὐτὸ τοῦτο ἀντιπίπτει. τοῖς γὰρ πλανήταις ὡρισμένος τόπος ἐστὶν ὁ ζῳδιακὸς κύκλος, οὗτος δὲ οὐκ ἂν εἴη τῶν πλανήτων ἐκτὸς τούτου τοῦ τόπου φαινόμενος. καὶ εἴπερ εἷς τῶν πλανήτων, πάντως ἂν καὶ τὰς τούτου περιόδους οἱ περὶ τὰ μαθήματα δεινοὶ παρετήρησαν, ὡς καὶ τῶν πλανήτων. οὔτε δὲ εἷς ἐστιν, ἀλλὰ πλείονες, καὶ οὐχ ἑνὶ τύπῳ ὁρώμενοι, ἀλλὰ τοὺς μὲν αὐτῶν κομήτας λέγουσι, τοὺς δὲ πωγωνίας, τοὺς δὲ ξιφηφόρους, καὶ ἄλλους ἄλλως ἔχοντας· κομήτας μὲν τοὺς ἄνω τῶν ἀστέρων ἔχοντας τὴν κόμην, πωγωνίας δὲ τοὺς κάτω, ξιφηφόρους δὲ τοὺς ἑκατέρωθεν. |
| book 1091 | Δημόκριτος (Diels, Vors. 68 A 92) δὲ καὶ Ἀναξαγόρας (Diels, Vors. 59 A 81) κατὰ σύλληψιν δύο πλανωμένων ἡνίκα πλησίον ἀλλήλων γένωνται καθάπερ ἐσόπτρων ἀντιλαμπόντων ἀλλήλοις τοὺς κομήτας συνίστασθαι λέγουσι. καὶ οὗτοι δὲ πλανώμενοι τοῦτο λέγουσιν. οὔτε γὰρ ἐν τῷ ζῳδιακῷ μόνῳ φαίνονται, ἀλλὰ καὶ ἐν τοῖς βορείοις καὶ ἐν τοῖς νοτίοις, τρεῖς τε πολλάκις ὑπὸ τὸ αὐτὸ ὁρῶνται κομῆται, πέντε δὲ ὄντων πλανήτων τρεῖς ὁρᾶσθαι κομήτας 〈ἀδύνατον〉. καὶ τῶν ἀπλανῶν δέ τινες ὁρῶνται κόμας ἔχοντες. ἐπὶ γοῦν τῷ ἰσχίῳ τοῦ Κυνὸς Ἀριστοτέλης (Meteor. I, 6, p. 343 b 12) φησὶ παρατετηρηκέναι κομήτην, καὶ τοῦτο προσιστορῶν ὅτι χωρὶς δύσεως οἱ κομῆται κατὰ μικρὸν ἀπομαρανθέντες ἀφανίζονται. πολλάκις τε ἐγγὺς ἀλλήλων ἐγένοντο πλανῆται, καὶ κομήτης οὐ παραφαίνεται. ὁ δὲ Ποσειδώνιος ἀρχὴν γενέσεώς φησιν ἴσχειν τοὺς |
| book 1091 | κομήτας ὅταν τι τοῦ ἀέρος παχυμερέστερον εἰς τὸν ἀέρα ἐκθλιβὲν τῇ τοῦ ἀέρος δίνῃ ἐνδεθῇ, εἶτα πρὸς πλείονα δῖνον ἐπιρρεούσης τῆς τροφῆς φέρωνται, ἔνθεν αὐτοὺς καὶ μείζονας αὑτῶν ὁρᾶσθαι καὶ ἥττονας, ὡσὰν ποτὲ μὲν πλεῖον ἐπιδιδούσης τῆς τροφῆς αὔξεσθαι, ποτὲ δὲ λειπούσης συστέλλεσθαι. ταύτῃ γοῦν καὶ εἰς τὸν ἀρκτικὸν [οὐ] συνίστασθαι μάλιστα τόπον, [ἀλλ’] ἔνθα παχυμερὴς καὶ πεπιλημένος ἐστὶν ὁ ἀήρ. κατὰ δὲ τὰς φαύσεις αὐτῶν καὶ πάλιν διαλύσεις τροπὰς γίνεσθαι συμβαίνει τοῦ ἀέρος· αὐχμούς τε γὰρ κἀκ τῶν ἐναντίων ῥαγδαίους ὄμβρους κατὰ τὴν διάλυσιν αὐτῶν γίνεσθαι, ἅτε δὴ ἐν ἀέρι τῆς συστάσεως αὐτῶν γινομένης, ὅπερ καὶ ὁ Ἄρατος λέγει, αὐχμῶν αὐτοὺς σύμβολα παραδιδοὺς ὑπάρχοντας, λέγων οἳ δ’ εἶεν καθύπερθεν καὶ τὰ ἑξῆς. |
| book 1091 | Ἱπποκράτης μέντοι ὁ Πυθαγορικὸς (Diels Vors. 42, 5) ἕνα λέγει τὸν κομήτην. καὶ οἱ μὲν λοιποὶ ἰδίας αὐτῶν τὰς κόμας ἀποφαίνονται, ὃ δὲ κατὰ ἀνάκλασιν τὴν ὡς ἐπὶ τὸν ἥλιον ἀπὸ τῶν ὄψεων διὰ τὴν τῶν ὑγρῶν ἀναθυμίασιν εἰς αὐτὸν ὁλκὴν φαίνεσθαι. |
| book 1093 | —πολλοὶ γὰρ κομόωσιν: ἡ ξηρὰ ἀναθυμίασις ξηρᾶς τῆς γῆς καὶ αὐχμηρᾶς τυγχανούσης ἀναδιδομένη ποιεῖ τοὺς κομήτας ἀστέρας καλουμένους, ὑπὸ τῆς ἰδίας θερμότητος ἐξαπτομένη ῥᾳδίως ἐκ τῶν ὑποκειμένων, καὶ οἷον ἀκτῖνας ἀναπέμπει πρὸς τὸ ἄνω. τὸ γὰρ πῦρ ἄνω πέφυκε φέρεσθαι. τὰς δὲ ἀκτῖνας τοῦ παντὸς ἀστέρος κόμας εἶναι νομίζουσιν. οὕτω Σπόρος. πόθεν γίνονται κομῆται; ἰστέον ὅτι ἀπὸ ξηρᾶς ἀναθυμιάσεως γίνονται οἱ κομῆται, ἀπὸ τῆς ἰδίας θερμότητος ἐξαπτομένης ῥᾳδίως ἐκ τῶν ὑποκειμένων, καὶ οἷον ἀκτῖνας ἀναπέμπει πρὸς τὰ ἄνω. τὸ γὰρ πῦρ ἄνω πέφυκε φέρεσθαι. τὰς δὲ ἀκτῖνας τοῦ παντὸς ἀστέρος κόμας εἶναι νομίζουσι. |
| book 1093 | οἱ δὲ Πυθαγορικοὶ τοὺς κομήτας πλανωμένοις συγκατηρίθμουν, κατὰ μακρὰς ἀνακυκλώσεις χρόνων ἄλλοτε ἄλλῃ φαινομένους, ἕνα τοῦτον ὑποτιθέμενοι καὶ κατὰ 〈τὰ〉 βόρεια ἐκτὸς τοῦ ζῳδιακοῦ ὁρώμενον· καὶ τοῦτο αὐτὸ ἀντιπίπτει αὐτοῖς· τοῖς γὰρ πλανήταις ὡρισμένος τόπος ἐστίν, ὁ ζῳδιακὸς κύκλος, ὁ δὲ ἔξωθεν τοῦ ζῳδιακοῦ φαινόμενος οὐκ ἂν ἔτι εἴη τῶν πλανωμένων. ὁ δὲ Ποσειδώνιος ἀρχὴν γενέσεώς φησι τοὺς κομήτας ἔχειν ὅταν [τὴν] τοῦ ἀέρος παχυμερέστερόν τι εἰς τὸν αἰθέρα ἐκθλιβὲν ἐν τῇ τοῦ ἀέρος δίνῃ ἐνδεθῇ, εἶτα πρὸς πλείονα δίνην ἐπιρρεούσης τῆς ὕλης αὐξόμενοι ἐπιφαίνωνται· ἔνθεν καὶ μείζονας αὐτοὺς αὑτῶν ὁρᾶσθαι καὶ ἥττονας, ὡσὰν ποτὲ μὲν πλεῖον ἐπιδιδούσης αὔξεσθαι, ποτὲ δὲ λειπούσης συστέλλεσθαι. ταύτῃ γοῦν καὶ τοῖς ἀρκτικοῖς συνίστασθαι μάλιστα τόποις, ἔνθα παχυμερὴς |
| book 1093 | καὶ πεπιλημένος ἐστὶν ὁ ἀήρ. κατὰ δὲ τὰς φαύσεις αὐτῶν καὶ πάλιν διαλύσεις τροπὰς γίνεσθαι τοῦ ἀέρος· αὐχμούς τε γὰρ κἀκ τῶν ἐναντίων ῥαγδαίους ὄμβρους κατὰ τὴν διάλυσιν αὐτῶν γίνεσθαι, ἅτε δὴ τῆς συστάσεως αὐτῶν ἐν ἀέρι γενομένης. ὅπερ καὶ ὁ Ἄρατος λέγει, αὐχμῶν αὐτοὺς σύμβολα παραδιδοὺς ὑπάρχοντας, λέγων ... |
| book 1094 | —οὐδὲ μὲν ὀρνίθων: ὅταν πολλαὶ ὀρνίθων ἀγέλαι ἀπὸ τῶν νήσων ἐπὶ τὴν χέρσον ἐπείγωνται, οἱ μὲν γεωργοὶ περὶ τοῦ θέρους ἀγωνιῶσιν, αὐχμηρὸν τεκμηράμενοι γενήσεσθαι, οἱ δὲ βουκόλοι γεγήθασι μάλιστα ὅταν μὴ κατὰ πλῆθος συνηθροισμέναι γένωνται ἐπὶ τὴν γῆν, ἀλλὰ τεταγμένως ἱπτάμεναι. πολυγάλακτον γὰρ προσδοκῶσι τὸν ἐνιαυτόν. εἶτα ἐπιφέρει οἶκτον τινα τῆς τῶν ἀνθρώπων ἀσθενείας, καί φησιν ὅτι τούτῳ τῷ τρόπῳ ζῶμεν οἱ ἄνθρωποι κακοπαθῶς καὶ μηδὲν βέβαιον ἔχοντες ἐν τῷ βίῳ, ἀλλὰ μόνα τὰ περὶ τὸν κόσμον σημεῖα, ἃ μὲν κατειληφότες ἐκ διηνεκοῦς ἐμπειρίας, ἃ δὲ καὶ προσδοκῶντες διὰ τῆς μελλούσης παρατηρήσεως γνώσεσθαι. |
| book 1094 | ἄλλως: οὐδαμῶς δὲ ταῖς ὀρνίθων ἀγέλαις ἐκ νήσων ἐρχομέναις ὅτε πολλαὶ ἐμπλήσσωσιν ἀρούραις ὁ ἠπειρόθεν ἀνὴρ ἕνεκεν τοῦ θέρους χαίρει. |
| book 1095 | —ἐκ νήσων ὅτε πολλαί: Ἀριστοτέλης (fr. 240 Rose) φησίν· „ὅταν μὲν ὑγρὸς ᾖ καὶ ψυχρὸς ὁ ἀήρ, τὸ τηνικαῦτα καὶ αἱ νῆσοι βρεχόμεναι ἀναφύουσι, καὶ τὰ ἐν αὐταῖς ὄρνεα τρέφουσιν. ὅταν δὲ αὐχμώδης ᾖ καὶ ξηρός, τότε παντελῶς τῶν νήσων μὴ ἀναφυουσῶν ἐπὶ τὴν γῆν τὰ ἐν ταῖς νήσοις ὄρνεα φεύγουσιν, εἰς ἣν δύνανται κἂν ἐξ ὀλίγου τρέφεσθαι“. καὶ οἱ κολοιοὶ δὲ ἐκ τῶν νήσων πετόμενοι τοῖς γεωργοῖς σημεῖον αὐχμοῦ καὶ ἀφορίας. ἐὰν δὲ ἔμμετροι χωρῶσιν, εὐκαρπίαν δηλοῦσιν. |
| book 1098 | —αὐχμῷ ἀνιηθείς: βλαβεὶς ὑπὸ τοῦ αὐχμοῦ. ξηρότεραι γὰρ αἱ νῆσοι τῶν ἠπείρων ὑπάρχουσαι, ὥς φησι Πλούταρχος (fr. 20 Sandbach), θᾶττον καὶ ῥᾷον τοῦ αὐχμηροῦ καταστήματος ἀντιλαμβάνονται. διὸ καὶ τὰ ὄρνεα φεύγει καὶ ταῖς ἠπείροις ἐπιπελάζει. καὶ ἄχθεται μὲν ὁ γεωργὸς τῇ τῶν ὀρνίθων ἐπιδημίᾳ τὸν αὐχμὸν ὑποπτεύων, χαίρει δὲ ταῖς αὐταῖς ὄρνισιν ὁ αἰπόλος ὅταν ἐν κόσμῳ καὶ τεταγμέναι φέρωνται, ὡς πλείονος γάλακτος γενησομένου διὰ τὸ ἔνθερμον εἶναι τὸν ἐνιαυτόν. |
| book 1101 | —οὕτω γὰρ μογεροί: καματηροὶ καὶ πλανώμενοι ἐν πολλοῖς πράγμασιν ἄλλος ἐξ ἄλλων ἔργων καὶ ἐλπίδων ζῶμεν, ὁ μὲν γεωργὸς ἀπὸ σπερμάτων, ὁ δὲ αἰπόλος ἀπὸ αἰπολίων, οἱ δὲ ναῦται ἀπὸ θαλάσσης, καὶ τὰ παρὰ ποσὶ σημεῖα (τουτέστι τὰ πλησίον) γινώσκειν πάντες ἕτοιμοι, ἐξ ὧν μεταχειρίζονται, καὶ τὰ ἀπὸ τῆς σημειώσεως ἀποβάντα [δυνατὸν] εἰς πρόγνωσιν ἀγαγεῖν ὕστερον. εἶτα ἐπέξεισι τὰ ἑκάστου. |
| book 1104 | —ἄρνασι μὲν χειμῶνας: οἱ ποιμένες, φησίν, ὅταν θεάσωνται τοὺς ἄρνας μετά τινος ἐπείξεως ἐπὶ τὴν νομὴν ἐπερχομένους, χειμῶνα τεκμαίρονται. ὡσαύτως δὲ καὶ ὅταν κριοὺς ἢ ἀμνοὺς ἐν ταῖς τριόδοις ἴδωσι τοῖς κέρασι διερειδομένους, τινὰς δὲ τοῖς ποσὶν ἁλλομένους, τοὺς μὲν ἄρνας τοῖς τέτρασι, τοὺς δὲ τελείους τοῖς ἐμπροσθίοις, καὶ ὁμοίους γινομένους ὀρχουμένοις, καὶ ὅταν ἐκ τῆς ἀγέλης ἄκοντα ἐπὶ τὸν σταθμὸν ἐπείγωνται, εἰωθότα δείλης ὑπὸ τοῦ ποιμένος ἀπελαύνεσθαι, καὶ ὅταν πλησίον ὄντα τῶν ποιμένων ἀπληστότερον τὴν νομὴν προσφέρωνται καίπερ ὑπὸ τῶν ποιμένων τυπτόμενα τοῖς λίθοις, πάντα τὰ τοιαῦτα σημεῖα χειμῶνος. |
| book 1107 | —ἐρειδόμενοι κεράεσσι: τοῦτο πάσχουσι τῆς περὶ τὸν ἀέρα αἰσθανόμενοι ψύξεως. νοτιζόμενα γὰρ αὐτῶν τὰ κέρατα κνησμώδη γίνεται. καὶ ὁπότε δὲ κατὰ τὴν ἀγέλην σκιρτῶσιν, οἱ μὲν ἄρνες τοῖς τέτρασιν ἁλλόμενοι ποσὶ διὰ τὸ κουφοτέρους ὑπάρχειν, οἱ δὲ τέλειοι τοῖς δυσὶν ἅτε βαρύτεροι, χειμῶνος σημεῖον. ταράττονται γὰρ τοῦ καταρρήξοντος προαισθανόμενοι ὄμβρου. ἡ μὲν οὖν μάχη αὕτη ὑγρότητα τοῦ ἐγκεφάλου δηλοῖ, ἡ δὲ ἐπὶ τὴν νομὴν ἄφιξις, ὅτι |
| book 1107 | πλεῖον τὸ θερμὸν διὰ τὴν ἀντιπερίστασιν ἀθροίζεται εἰς βάθη χωροῦν. |
| book 1111 | —δείελον εἰσελάοντες: ὅταν ἐλαύνωνται ταῦτα μὴ θέλοντα, χειμῶνα σημαίνει· πάλιν γὰρ αἰσθανόμενα τὴν τοῦ ἀέρος ταραχὴν ἐμφορεῖσθαι βούλονται τροφῆς. οἵ τε γὰρ νομεῖς, ὅταν ἴδωσι τοὺς ἄρνας ἐπὶ τὴν νομὴν προθυμότερον ὁρμῶντας, χειμῶνα σημειοῦνται τῷ βούλεσθαι δεδοικότα τὰ θρέμματα μή ποτε συγκλεισθέντα κωλυθῇ ἀπολαύειν τῆς τροφῆς. |
| book 1113 | —ἐκ δὲ βοῶν: οἱ μέντοι περὶ τοὺς βόας ἀσχολούμενοι ἀπὸ τούτων τεκμαίρονται τὸν μέλλοντα ὄμβρον καὶ ἐσόμενον χειμῶνα. ἐάν τε γὰρ τὰς ἐμπροσθίους χηλὰς περιλείχωσιν, ἐάν τε κατὰ τὰ δεξιὰ μέρη κατακλιθῶσιν, ἀνάπαυσιν τὴν ἀπὸ τῶν ἔργων σημαίνουσι. θεραπεύουσι μέντοι ἀπὸ τοῦ κόπου τοὺς πόδας, τὴν δὲ κατάκλισιν μᾶλλον κατὰ φύσιν καὶ πρὸς τὴν πέψιν αὑτοῖς μᾶλλον συμβάλλεσθαι ἁρμόζουσαν. τεκμαίρονται δὲ χειμῶνα καὶ ὅταν εἰς αὖλιν εἰσελαυνόμενοι σκιρτῶσι μετὰ τῶν ἐκγόνων αὑτῶν. τοῦτο γὰρ ποιοῦσιν ἐμπλησθῆναι βουλόμενοι τῆς τροφῆς. |
| book 1113 | ἐκ δὲ βοῶν: καὶ ἀπὸ τῶν βοῶν σημειοῦνται οἱ γεωργοὶ γενησόμενον χειμῶνα, ὅταν τὰς χηλὰς τῶν ἐμπροσθίων ποδῶν τῇ γλώσσῃ περιλείχωσιν ἢ κατὰ τὸν δεξιὸν μηρὸν ἀνακλίνωνται. |
| book 1114 | —ὁππότε χηλάς: ἐπειδὴ ἐν τῇ ἀρχῇ τοῦ χειμῶνος ψυχρὰ ἡ γῆ γίνεται, ὁ βοῦς ψυχιζομένην τὴν χηλὴν τὴν ἐμπροσθίαν τῇ περιλιχμήσει πειρᾶται θερμαίνειν. τοῦ γὰρ ὀπισθίου ποδὸς οὐ δύναται τῇ γλώσσῃ ἐφίκεσθαι. φησὶν οὖν τοῦτο ἀρχὴν χειμῶνος. τοῦτο γὰρ εἶπεν ἀρότου ἀναβολήν (1117). οὐ γὰρ εὐθὺς ἀροτριῶμεν ἐὰν [μὴ] καὶ βροχὴν ὀλίγην ἴδωμεν. πάλιν δὲ ὁ βοῦς ἐν ἀρχῇ χειμῶνος διὰ τὴν μέλλουσαν ψύξιν κατὰ τῆς δεξιᾶς πλευρᾶς καθεύδει θερμᾶναι θέλων τὸ ἧπαρ ἐκεῖσε ὑπάρχον. |
| book 1116 | —ἐπὶ δεξιτερὰς τανύσωνται: τὸ γὰρ φυσικὸν σχῆμά ἐστιν αὐτῶν τὰ εὐώνυμα. προθερμαίνουσι γὰρ αὑτῶν οἱ βόες τὸ ἧπαρ ἐν τοῖς δεξιοῖς τόποις καὶ μέρεσι κείμενον οὕτω κατακείμενοι. |
| book 1117 | —ἀμβολίην ἀρότοιο γέρων: τουτέστιν ἀναβολὴν ὁ ἔμπειρος ἀροτρεὺς ἐτεκμήρατο. |
| book 1118 | —οὐδ’ ὅτε μυκηθμοῖο: ὁμοίως δὲ καὶ ὅταν μετὰ πλείονος μυκηθμοῦ αἱ βόες ἐπείγωνται ἐπὶ τὸν σταθμόν, αἱ δὲ δαμάλεις ἀνάλλωνται τοῖς ποσὶ καθάπερ ἐπὶ τῶν κριῶν, καὶ αἱ αἶγες δὲ ὅταν μετά τινος ἐπείξεως δρέπωνται τὰς πρίνους καὶ τοὺς κλάδους ἀποσπῶσι, χειμῶνα σημαίνουσι, προλαμβάνουσαι τὸν ἀπὸ τῆς νομῆς κόρον. τὸ δὲ περίπλειοι ἀντὶ τοῦ πεπληρωμένοι. |
| book 1120 | —σκυθραί: σκυθρωπαὶ ἀπὸ τοῦ λειμῶνος καὶ τοῦ βουβοσίου, τοῦ τὴν βόσιν καὶ τὴν τροφὴν παρέχοντος τόπου, ἐπὶ τὸν σταθμὸν παραγενόμεναι. ἀχείμεροι: ἐμπλήσασθαι βουλόμεναι ὀκνηρῶς ἐπὶ τὸν σταθμὸν ἔρχονται χειμῶνα προσδεχόμεναι καὶ συγκλεισμόν. διὸ βούλονται ἐμπλησθῆναι. |
| book 1122 | —οὐδ’ αἶγες πρίνοιο: καὶ αἱ αἶγες ὅταν μετά τινος ἐπείξεως πρὸς τὰς τοῦ πρίνου ἀκάνθας, οἵ τε σύες πρὸς τὸν φορυτόν, ὅ ἐστι βόρβορον, ἀπλήστως ἔχωσι, τὰ ὅμοια σημαίνουσι. τὸν γὰρ ἐσόμενον δεδοικότες χειμῶνα καὶ συγκλεισμὸν τοῖς βοσκήμασιν ἐγχρονίζειν βούλονται. |
| book 1124-1128 | —καὶ λύκος ὁππότε μακρά: καὶ λύκοι ὅταν κατὰ μόνας γενόμενοι ἐπιμηκέστερον ὠρύωνται, καὶ ὅταν σύνεγγυς παραγίνεσθαι τοῖς τῶν γεωργῶν ἔργοις τολμῶσι, μὴ καταπλησσόμενοι τοὺς ἀνθρώπους διὰ τὸ χρείαν αὐτοῖς εἶναι σκέπης, χειμῶνα σημαίνου μέχρι τρίτης ἡμέρας. καὶ ἐπὶ τῶν προειρημένων δὲ πάντων τὸ αὐτὸ δεῖ παρατηρεῖν, ἀπὸ τῆς ἐνεστώσης ἡμέρας μέχρι τῆς δευτέρας ἢ καὶ τρίτης. |
| book 1127 | —ἵνα οἱ λέχος αὐτόθεν εἴη: οἳ δὲ λόχος, ἀντὶ τοῦ ἐνέδρα· „ἵνα τι ἁρπάσῃ“. χειμῶνα προσδόκα· τοῦτο γὰρ ποιεῖ ὑπὲρ τοῦ προλαβεῖν τὴν τοῦ ἀέρος ταραχὴν καὶ πρὶν ἢ συγκλεισθῆναι τὰ θρέμματα ἁρπάσαι τι καὶ παρασχεῖν ἑαυτῷ τροφήν. |
| book 1128 | —τρὶς περιτελλομένης ἠοῦς: ἀντὶ τοῦ τρίτον τῆς ἡμέρας παρελθούσης, τουτέστι μετὰ τρεῖς ἡμέρας. |
| book 1129 | —οὕτω καὶ προτέροις: ὁμοίως, φησί, καὶ περὶ τῶν προειρημένων σημείων οὕτως ἔχε, ὡς ἢ παραχρῆμα τοῦ ἀέρος σημαινομένου, ἢ παρὰ δύο ἡμέρας ἢ παρὰ τρεῖς. |
| book 1132 | —ἀλλὰ γὰρ οὐδὲ μύες: καὶ οἱ μύες φθεγγόμενοι καὶ σκιρτῶντες ὅμοιοί τε γινόμενοι ὀρχουμένοις χειμῶνα σημαίνουσι. καὶ γὰρ οὗτοι τῆς τοῦ ἀέρος πιλήσεως αἰσθανόμενοι τοῦτο ποιοῦσιν. ἢ ὅτι ἀσθενὲς καὶ λεπτὸν τὸ δέρμα ἔχοντες, ἐπειδὰν ψυχρὰν γενομένην πατήσωσι τὴν γῆν, μὴ φέροντες τὸ κρύος ἅλλονται. |
| book 1135 | —οὐδὲ κύνες: κατὰ κοινοῦ τὸ ἄσκεπτοι (1134). καὶ οἱ κύνες τοῖς ἐμπροσθίοις ποσὶ τὴν γῆν ὀρύττοντες καὶ οἱονεὶ βαθεῖαν ἑαυτοῖς κοίτην εὐτρεπίζοντες ταὐτὰ σημαίνουσιν, ἀπὸ τῆς τοῦ ἀέρος ὑγρασίας ὥσπερ κατάδυσίν τινα ζητοῦντες [τὰ αὐτὰ σημαίνουσιν]. καὶ γάρ τε κύων ὠρέξατο ποσσίν: τινὲς γράφουσιν ὠρύξατο. φιλόψυχρος γὰρ ὢν ὁ κύων, χαίρων ἐπὶ τῷ ἐσομένῳ χειμῶνι σκάπτει τὴν γῆν παίζων. τινὲς δὲ ὠρέξατο, ἀντὶ τοῦ ἐξέτεινεν. ἀρχομένου γὰρ τοῦ σώματος αὐτοῦ ὑπὸ τοῦ ψύχους πυκνοῦσθαι, ὄντος κατὰ φύσιν ψυχροῦ, βουλόμενος τὸ σῶμα διαλύειν ἐκτείνει αὐτό, ὡς ἡμεῖς μετὰ τὸν ὕπνον. |
| book 1137 | —〈κἀκεῖνοι ... μύεσ〉: πρώην (1132) εἰρημένοι, οἳ εὐδεινοὶ ἐσκίρτησαν. |
| book 1142 | —τῶν μηδὲν κατόνησο: τῶν καταριθμηθέντων σημείων μηδὲν καταμεμψάμενος παροδεύσῃς. κἂν δύο σοι, φησίν, 〈ἐπὶ〉 τῷ αὐτῷ γένωνται σημεῖα, βεβαιοτέρα σοι γενήσεται ἡ πρόγνωσις· εἰ δὲ τρία, μᾶλλον. |
| book 1143 | —μᾶλλον δὲ δυεῖν ἐς ταὐτὸν ἰόντων: τὴν δὲ σημείωσιν, φησίν, εἰ βουλοίμεθα βέβαιον καὶ ἀκριβῆ ἔσεσθαι, οὐκ ὀφείλομεν ἐν ἑνὶ σημείῳ πιστεύειν, ἀλλὰ καὶ δευτέρῳ. ἐὰν μέντοι γε καὶ τρίτον προστεθῇ, βεβαιοτέρα γενήσεται ἡ κατάληψις. χρήσιμον δὲ καὶ τοῦτο, τὸ τὰ σημεῖα τοῦ παρελθόντος χρόνου συμβάλλειν τοῖς τοῦ ἐνεστῶτος, καὶ ἀπὸ τῆς τῶν ἀστέρων ἀνατολῆς τε καὶ δύσεως στοχάσασθαι περὶ τοῦ μέλλοντος, εἰ τοῖς προλαβοῦσιν ὅμοια γίνεται σημεῖα. |
| book 1145 | —αἰεὶ δ’ ἂν παριόντος: παρατηρητέον δὲ καὶ τὰ τοῦ παρελθόντος ἐνιαυτοῦ σημεῖα πρὸς τὰ τοῦ ἐνεστῶτος, συμβάλλοντα εἰ τοῦ αὐτοῦ ἀστέρος ἀνατέλλοντος ἢ δύνοντος τὰ αὐτὰ σημεῖά ἐστιν, ἢ εἰ πρὸς τῷ σημείῳ τοῦ ἀστέρος τοιαύτη καὶ ἡ ἡμέρα φαίνεται· οἷον, ἂν ὁ ἀστὴρ χειμῶνα δηλώσῃ, καὶ ἡ ἡμέρα 〈ἂν〉 εὑρεθείη σκοτεινὴ καὶ χειμερινή. |
| book 1146 | —εἴ που καὶ ἐπ’ ἀστέρι τοίη: ἐάν που καὶ ἐπὶ ἀστέρι ἀνατέλλοντι ἢ δύνοντι τοιαύτη γενήσεται ἡ ἡμέρα οἵαν λέγει καὶ τὸ σημεῖον, τουτέστιν ἐὰν πρὸς τῷ σημείῳ (ἤγουν ἐὰν πρὸς ἃ λέγει τὸ σημεῖον) τοιαῦτα σύμβολα καὶ ἐπὶ ἀστέρι ἀνατέλλοντι ἢ δύνοντι ἔσται ὥστε τοιαύτην φανῆναι τὴν ἡμέραν ὡς λέγει τὸ σημεῖον. ἄλλως: ἐὰν καὶ ἐπὶ τοιούτῳ ἀστέρι προσφόρως ἀνατέλλοντι ἢ δύνοντι ὁποία λέγει τὸ σημεῖον ἡ ἡμέρα ἔλθῃ, ἤγουν ἐὰν πρὸς τῷ σημείῳ καὶ ἀστὴρ ἀνατέλλων ἢ δύνων σύμβολον ἡμῖν δείξῃ τοιαύτης γενησομένης ἡμέρας. |
| book 1148 | —μάλα δ’ ἄρκιον εἴη: χρὴ δέ, φησί, πρὸ πάντων τὰς τετράδας τοῦ μηνὸς παρατηρεῖν ἀρχομένης σελήνης καὶ ληγούσης. αὗται γὰρ αἱ ὀκτὼ ἡμέραι (τετάρτη ἀρχομένου τοῦ μηνὸς καὶ ἑβδόμη καὶ εἰκὰς λήγοντος), ἀκριβεστάτην ἔχουσι τὴν παρατήρησιν διὰ τὸ τὴν σελήνην ἐνδεῖν ἐν αὐταῖς ὡς πρὸς τὴν πληροσέληνον. τούτων οὖν τῶν προειρημένων σημείων ἐὰν ἔχῃς παρατήρησιν ἀκριβῆ καὶ ἔντεχνον, οὐδέποτε πλανηθήσῃ περὶ τὴν πρόθεσιν τοῦ περὶ τὸν ἀέρα καταστήματος. |
| book 1148 | ἄλλως: προσήκει, φησί, τὰς τετράδας τῶν μηνῶν φθινόντων τε καὶ ἱσταμένων προορᾶν. ἐν γὰρ ταύταις καὶ σύνοδοι παρέρχονται σελήνης, ὅτε καὶ μάλιστα μεταβολὰς ὁ ἀὴρ ποιεῖ τῇ νυκτὶ διὰ τὸ μὴ καταλάμπειν τὴν σελήνην, μηδὲ θερμαίνειν τὸν ἀέρα παχὺν ὄντα. ὁ δὲ νοῦς· „φυλάσσου τὰς τετράδας τὰς βʹ, ἐπεὶ πέρατα τῶν δύο μηνῶν εἰσιν ὁμοῦ συνερχομένων, ὡς οἷον μεθόριον ὑπαρχούσας, ὅτε καὶ ὁ αἰθὴρ σφαλερός ἐστι καὶ ὀμβροφόροσ“. |
| book 1151 | —ὅτε σφαλερώτερος αἰθήρ: σφαλερὰ γὰρ τὰ περὶ τὸν ἀέρα ἐν ταῖς ὀκτὼ ταύταις ἡμέραις, διὰ τὸ ἀπεῖναι τὴν σελήνην καὶ κατεψῦχθαι ἅπαντα τὸν ἀέρα. |
| book 1152 | —ὀκτὼ νυξὶ πέλει χήτει: ἐνδείᾳ τοῦ σεληνιακοῦ φωτὸς αἱ ὀκτὼ νύκτες εἰσὶν ἐπισφαλεῖς διὰ τὸ ἄνευ φωτὸς εἶναι καὶ κατεψῦχθαι. |
| book 1153 | —τῶν ἄμυδις: τούτων ἀθρόως, ὡς εἴπομεν, συνελθόντων, τῶν τε ἀπὸ τῶν μετεώρων καὶ τῶν ἀπὸ τῶν περιγείων ζῴων καὶ φυτῶν, οὐκ ἂν σχεδίως τεκμήραιο ἐπὶ ταῖς γενομέναις τοῦ περιέχοντος ἡμᾶς ἀέρος μεταβολαῖς. ἄλλως: τούτων οὖν πάντων εἴ τις ποιήσαιτο κατάληψιν, οὐδέποτε σχεδιάσει τὰ περὶ τοῦ ἀέρος, ἀλλ’ ἀκριβώσει τὰ περὶ αὐτόν. |
| book 1154 | —οὐδέποτε σχεδίως κεν: οὐκ ἂν σχεδιάσας, φησίν, εἰκῇ τι σημειώσαιο, ὅταν ταῦτα μὲν πάντα σκοπῇς, μέτρον δὲ τῆς τηρήσεως ἐνιαυτῷ συνέχῃς. τὸ δὲ σχεδίως ἀντὶ τοῦ προσφάτως, ἀσκόπως, παρέργως, προπετῶς καὶ ὡς ἔτυχεν. |