ΙΚΕΤΙΔΕΣ
Αἴθρα Δήμητερ ἑστιοῦχʼ Ἐλευσῖνος χθονὸς
τῆσδʼ, οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς,
εὐδαιμονεῖν με Θησέα τε παῖδʼ ἐμὸν
πόλιν τʼ Ἀθηνῶν τήν τε Πιτθέως χθόνα,
ἐν ἧι με θρέψας ὀλβίοις ἐν δώμασιν
Αἴθραν πατὴρ δίδωσι τῶι Πανδίονος
Αἰγεῖ δάμαρτα Λοξίου μαντεύμασιν.
ἐς τάσδε γὰρ βλέψασʼ ἐπηυξάμην τάδε
γραῦς, αἳ λιποῦσαι δώματʼ Ἀργείας χθονὸς
ἱκτῆρι θαλλῶι προσπίτνουσʼ ἐμὸν γόνυ,
πάθος παθοῦσαι δεινόν· ἀμφὶ γὰρ πύλας
Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων
ἄπαιδές εἰσιν, οὕς ποτʼ Ἀργείων ἄναξ
Ἄδραστος ἤγαγʼ, Οἰδίπου παγκληρίας
μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων
γαμβρῶι. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ
θάψαι θέλουσι τῶνδε μητέρες χθονί,
εἴργουσι δʼ οἱ κρατοῦντες οὐδʼ ἀναίρεσιν
δοῦναι θέλουσι, νόμιμʼ ἀτίζοντες θεῶν.
κοινὸν δὲ φόρτον ταῖσδʼ ἔχων χρείας ἐμῆς
Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε
κεῖται, τό τʼ ἔγχος τήν τε δυστυχεστάτην
στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων·
ὅς μʼ ἐξοτρύνει παῖδʼ ἐμὸν πεῖσαι λιταῖς
νεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸς
ῥώμηι γενέσθαι καὶ τάφου μεταίτιον,
κοινὸν τόδʼ ἔργον προστιθεὶς ἐμῶι τέκνωι
πόλει τʼ Ἀθηνῶν. τυγχάνω δʼ ὑπὲρ χθονὸς
ἀρότου προθύουσʼ, ἐκ δόμων ἐλθοῦσʼ ἐμῶν
πρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται
φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς.
δεσμὸν δʼ ἄδεσμον τόνδʼ ἔχουσα φυλλάδος
μένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν
Κόρης τε καὶ Δήμητρος, οἰκτίρουσα μὲν
πολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων,
σέβουσα δʼ ἱερὰ στέμματʼ. οἴχεται δέ μοι
κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν,
ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέληι χθονὸς
ἢ τάσδʼ ἀνάγκας ἱκεσίους λύσηι, θεοὺς
ὅσιόν τι δράσας· πάντα γὰρ διʼ ἀρσένων
γυναιξὶ πράσσειν εἰκὸς αἵτινες σοφαί.
Χορός ἱκετεύω σε, γεραιά, γεραιῶν ἐκ στομάτων πρὸς
γόνυ πίπτουσα τὸ σόν·
ἄνομοι τέκνα λῦσαι φθιμένων νεκύων οἳ
καταλείπουσι μέλη
θανάτωι λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν·
ἐσιδοῦσʼ οἰκτρὰ μὲν ὄσσων δάκρυʼ ἀμφὶ βλεφάροις, ῥυ-
σὰ δὲ σαρκῶν πολιᾶν
καταδρύμματα χειρῶν. τί γάρ; ἃ φθιμένους παῖ-
δας ἐμοὺς οὔτε δόμοις
προθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ.
ἔτεκες καὶ σύ ποτʼ, ὦ πότνια, κοῦρον φίλα ποιη-
σαμένα λέκτρα πόσει σῶι· μετά νυν
δὸς ἐμοὶ σᾶς διανοίας, μετάδος δʼ, ὅσσον ἐπαλγῶ
μελέα ʼγὼ φθιμένων οὓς ἔτεκον·
παράπεισον δὲ σόν, ὤ, λίσσομαι, ἐλθεῖν τέκνον Ἰσμη-
νὸν ἐμάν τʼ ἐς χέρα θεῖναι νεκύων
θαλερῶν σώματʼ ἀλαίνοντʼ ἄταφα.
ὁσίως οὔχ, ὑπʼ ἀνάγκας δὲ προπίπτουσα προσαιτοῦσʼ
ἔμολον δεξιπύρους θεῶν θυμέλας·
ἔχομεν δʼ ἔνδικα, καὶ σοί τι πάρεστι σθένος ὥστʼ εὐ-
τεκνίαι δυστυχίαν τὰν παρʼ ἐμοὶ
καθελεῖν· οἰκτρὰ δὲ πάσχουσʼ ἱκετεύω σὸν ἐμοὶ παῖ-
δα ταλαίναι ʼν χερὶ θεῖναι νέκυν, ἀμ-
φιβαλεῖν λυγρὰ μέλη παιδὸς ἐμοῦ.
ἀγὼν ὅδʼ ἄλλος ἔρχεται γόων γόοις
διάδοχος, ἀχοῦσι προσπόλων χέρες.
ἴτʼ ὦ ξυνωιδοὶ κακοῖς,
ἴτʼ ὦ ξυναλγηδόνες,
χορὸν τὸν Ἅιδας σέβει·
διὰ παρῆιδος ὄνυχι λευκᾶς
αἱματοῦτε χρῶτα φόνιον· ἒ ἔ.
τὰ γὰρ φθιτῶν τοῖς ὁρῶσι κόσμος.
ἄπληστος ἅδε μʼ ἐξάγει χάρις γόων
πολύπονος, ὡς ἐξ ἁλιβλήτου πέτρας
ὑγρὰ ῥέουσα σταγὼν
ἄπαυστος αἰεὶ γόων.
τὸ γὰρ θανόντων τέκνων
ἐπίπονόν τι κατὰ γυναῖκας
ἐς γόους πάθος πέφυκεν· ἒ ἔ.
θανοῦσα τῶνδʼ ἀλγέων λαθοίμαν.
Θησεύς τίνων γόους ἤκουσα καὶ στέρνων κτύπον
νεκρῶν τε θρήνους, τῶνδʼ ἀνακτόρων ἄπο
ἠχοῦς ἰούσης; ὡς φόβος μʼ ἀναπτεροῖ
μή μοί τι μήτηρ, ἣν μεταστείχω ποδὶ
χρονίαν ἀποῦσαν ἐκ δόμων, ἔχηι νέον.
ἔα· τί χρῆμα; καινὰς ἐσβολὰς ὁρῶ λόγων·
μητέρα γεραιὰν βωμίαν ἐφημένην
ξένας θʼ ὁμοῦ γυναῖκας οὐχ ἕνα ῥυθμὸν
κακῶν ἐχούσας· ἔκ τε γὰρ γερασμίων
ὄσσων ἐλαύνουσʼ οἰκτρὸν ἐς γαῖαν δάκρυ,
κουραί τε καὶ πεπλώματʼ οὐ θεωρικά.
τί ταῦτα, μῆτερ; σὸν τὸ μηνύειν ἐμοί,
ἡμῶν δʼ ἀκούειν· προσδοκῶ τι γὰρ νέον.
Αἴθρα ὦ παῖ, γυναῖκες αἵδε μητέρες τέκνων
τῶν κατθανόντων ἀμφὶ Καδμείας πύλας
ἑπτὰ στρατηγῶν· ἱκεσίοις δὲ σὺν κλάδοις
φρουροῦσί μʼ, ὡς δέδορκας, ἐν κύκλωι, τέκνον.
Θησεύς τίς δʼ ὁ στενάζων οἰκτρὸν ἐν πύλαις ὅδε;
Αἴθρα Ἄδραστος, ὡς λέγουσιν, Ἀργείων ἄναξ.
Θησεύς οἱ δʼ ἀμφὶ τόνδε παῖδες; ἦ τούτων τέκνα;
Αἴθρα οὔκ, ἀλλὰ νεκρῶν τῶν ὀλωλότων κόροι.
Θησεύς τί γὰρ πρὸς ἡμᾶς ἦλθον ἱκεσίαι χερί;
Αἴθρα οἶδʼ· ἀλλὰ τῶνδε μῦθος οὑντεῦθεν, τέκνον.
Θησεύς σὲ τὸν κατήρη χλανιδίοις ἀνιστορῶ.
λέγʼ ἐκκαλύψας κρᾶτα καὶ πάρες γόον·
πέρας γὰρ οὐδὲν μὴ διὰ γλώσσης ἰόν.
Ἄδραστος ὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ,
Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν.
Θησεύς τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων;
Ἄδραστος οἶσθʼ ἣν στρατείαν ἐστράτευσʼ ὀλεθρίαν;
Θησεύς οὐ γάρ τι σιγῆι διεπέρασας Ἑλλάδα.
Ἄδραστος ἐνταῦθʼ ἀπώλεσʼ ἄνδρας Ἀργείων ἄκρους.
Θησεύς τοιαῦθʼ ὁ τλήμων πόλεμος ἐξεργάζεται.
Ἄδραστος τούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν.
Θησεύς κήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψηις νεκρούς;
Ἄδραστος κἄπειτά γʼ οἱ κτανόντες οὐκ ἐῶσί με.
Θησεύς τί γὰρ λέγουσιν, ὅσια χρήιζοντος σέθεν;
Ἄδραστος τί δʼ; εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν.
Θησεύς ξύμβουλον οὖν μʼ ἐπῆλθες; ἢ τίνος χάριν;
Ἄδραστος κομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων.
Θησεύς τὸ δʼ Ἄργος ἡμῖν ποῦ ʼστιν; ἢ κόμποι μάτην;
Ἄδραστος σφαλέντες οἰχόμεσθα· πρὸς σὲ δʼ ἥκομεν.
Θησεύς ἰδίαι δοκῆσάν σοι τόδʼ ἢ πάσηι πόλει;
Ἄδραστος πάντες σʼ ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς.
Θησεύς ἐκ τοῦ δʼ ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους;
Ἄδραστος δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν.
Θησεύς τῶι δʼ ἐξέδωκας παῖδας Ἀργείων σέθεν;
Ἄδραστος οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις.
Θησεύς ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας;
Ἄδραστος Τυδεῖ γε Πολυνείκει τε τῶι Θηβαιγενεῖ.
Θησεύς τίνʼ εἰς ἔρωτα τῆσδε κηδείας μολών;
Ἄδραστος Φοίβου μʼ ὑπῆλθε δυστόπαστʼ αἰνίγματα.
Θησεύς τί δʼ εἶπʼ Ἀπόλλων παρθένοις κραίνων γάμον;
Ἄδραστος κάπρωι με δοῦναι καὶ λέοντι παῖδʼ ἐμώ.
Θησεύς σὺ δʼ ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα;
Ἄδραστος ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας
Θησεύς τίς καὶ τίς; εἰπέ· δύο γὰρ ἐξαυδᾶις ἅμα.
Ἄδραστος Τυδεὺς μάχην συνῆψε Πολυνείκης θʼ ἅμα.
Θησεύς ἦ τοῖσδʼ ἔδωκας θηρσὶν ὣς κόρας σέθεν;
Ἄδραστος μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας.
Θησεύς ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθʼ ὅρους;
Ἄδραστος Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός.
Θησεύς ὁ δʼ Οἰδίπου παῖς τίνι τρόπωι Θήβας λιπών;
Ἄδραστος ἀραῖς πατρώιαις, μὴ κασίγνητον κτάνοι.
Θησεύς σοφήν γʼ ἔλεξας τήνδʼ ἑκούσιον φυγήν.
Ἄδραστος ἀλλʼ οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν.
Θησεύς οὔ πού σφʼ ἀδελφὸς χρημάτων νοσφίζεται;
Ἄδραστος ταύτηι δικάζων ἦλθον· εἶτʼ ἀπωλόμην.
Θησεύς μάντεις δʼ ἐπῆλθες ἐμπύρων τʼ εἶδες φλόγα;
Ἄδραστος οἴμοι· διώκεις μʼ ἧι μάλιστʼ ἐγὼ ʼσφάλην.
Θησεύς οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίαι θεῶν.
Ἄδραστος τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν.
Θησεύς οὕτω τὸ θεῖον ῥαιδίως ἀπεστράφης;
Ἄδραστος νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με.
Θησεύς εὐψυχίαν ἔσπευσας ἀντʼ εὐβουλίας.
Ἄδραστος
ἀλλʼ, ὦ καθʼ Ἑλλάδʼ ἀλκιμώτατον κάρα,
ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχω
πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί,
πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος·
ὅμως δʼ ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς.
σῶσον νεκρούς μοι τἀμά τʼ οἰκτίρας κακὰ
καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων,
αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν,
ἐλθεῖν δʼ ἔτλησαν δεῦρο καὶ ξένον πόδα
θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη,
πρεσβεύματʼ οὐ Δήμητρος ἐς μυστήρια
ἀλλʼ ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν
κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν.
σοφὸν δὲ πενίαν τʼ εἰσορᾶν τὸν ὄλβιον
πένητά τʼ ἐς τοὺς πλουσίους ἀποβλέπειν
ζηλοῦνθʼ, ἵνʼ αὐτὸν χρημάτων ἔρως ἔχηι,
τά τʼ οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδορκέναι
τόν θʼ ὑμνοποιὸν αὐτὸς ἃν τίκτηι μέλη
χαίροντα τίκτειν· ἢν δὲ μὴ πάσχηι τόδε,
οὔτοι δύναιτʼ ἂν οἴκοθέν γʼ ἀτώμενος
τέρπειν ἂν ἄλλους· οὐδὲ γὰρ δίκην ἔχει.
τάχʼ οὖν ἂν εἴποις· Πελοπίαν παρεὶς χθόνα
πῶς ταῖς Ἀθήναις τόνδε προστάσσεις πόνον;
ἐγὼ δίκαιός εἰμʼ ἀφηγεῖσθαι τάδε.
Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους,
τὰ δʼ ἄλλα μικρὰ κἀσθενῆ· πόλις δὲ σὴ
μόνη δύναιτʼ ἂν τόνδʼ ὑποστῆναι πόνον·
τά τʼ οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίαν
ἔχει σε ποιμένʼ ἐσθλόν· οὗ χρείαι πόλεις
πολλαὶ διώλοντʼ, ἐνδεεῖς στρατηλάτου.
Χορός κἀγὼ τὸν αὐτὸν τῶιδέ σοι λόγον λέγω,
Θησεῦ, διʼ οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας.
Θησεύς ἄλλοισι δὴ ʼπόνησʼ ἁμιλληθεὶς λόγωι
τοιῶιδʼ· ἔλεξε γάρ τις ὡς τὰ χείρονα
πλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων.
ἐγὼ δὲ τούτοις ἀντίαν γνώμην ἔχω,
πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖς.
εἰ μὴ γὰρ ἦν τόδʼ, οὐκ ἂν ἦμεν ἐν φάει.
αἰνῶ δʼ ὃς ἡμῖν βίοτον ἐκ πεφυρμένου
καὶ θηριώδους θεῶν διεσταθμήσατο,
πρῶτον μὲν ἐνθεὶς σύνεσιν, εἶτα δʼ ἄγγελον
γλῶσσαν λόγων δούς, ὥστε γιγνώσκειν ὄπα,
τροφήν τε καρποῦ τῆι τροφῆι τʼ ἀπʼ οὐρανοῦ
σταγόνας ὑδρηλὰς ὡς τά τʼ ἐκ γαίας τρέφηι
ἄρδηι τε νηδύν· πρὸς δὲ τοῖσι χείματος
προβλήματʼ αἶθόν τʼ ἐξαμύνασθαι θεοῦ,
πόντου τε ναυστολήμαθʼ ὡς διαλλαγὰς
ἔχοιμεν ἀλλήλοισιν ὧν πένοιτο γῆ.
ἃ δʼ ἔστʼ ἄσημα κοὐ σαφῶς γιγνώσκομεν,
ἐς πῦρ βλέποντες καὶ κατὰ σπλάγχνων πτυχὰς
μάντεις προσημαίνουσιν οἰωνῶν τʼ ἄπο.
ἆρʼ οὐ τρυφῶμεν, θεοῦ κατασκευὴν βίωι
δόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε;
ἀλλʼ ἡ φρόνησις τοῦ θεοῦ μεῖζον σθένειν
ζητεῖ, τὸ γαῦρον δʼ ἐν φρεσὶν κεκτημένοι
δοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι.
ἧς καὶ σὺ φαίνηι δεκάδος, οὐ σοφὸς γεγώς,
ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶς
ξένοισιν ὧδʼ ἔδωκας ὡς δόντων θεῶν,
λαμπρὸν δὲ θολερῶι δῶμα συμμείξας τὸ σὸν
ἥλκωσας οἴκους· χρὴ γὰρ οὔτε σώματα
ἄδικα δικαίοις τὸν σοφὸν συμμειγνύναι
εὐδαιμονοῦντάς τʼ ἐς δόμους κτᾶσθαι φίλους.
κοινὰς γὰρ ὁ θεὸς τὰς τύχας ἡγούμενος
τοῖς τοῦ νοσοῦντος πήμασιν διώλεσεν
τὸν οὐ νοσοῦντα κοὐδὲν ἠδικηκότα.
ἐς δὲ στρατείαν πάντας Ἀργείους ἄγων,
μάντεων λεγόντων θέσφατʼ εἶτʼ ἀτιμάσας,
βίαι παρελθὼν θεοὺς ἀπώλεσας πόλιν,
νέοις παραχθεὶς οἵτινες τιμώμενοι
χαίρουσι πολέμους τʼ αὐξάνουσʼ ἄνευ δίκης,
φθείροντες ἀστούς, ὁ μὲν ὅπως στρατηλατῆι,
ὁ δʼ ὡς ὑβρίζηι δύναμιν ἐς χεῖρας λαβών,
ἄλλος δὲ κέρδους οὕνεκʼ, οὐκ ἀποσκοπῶν
τὸ πλῆθος εἴ τι βλάπτεται πάσχον τάδε.
τρεῖς γὰρ πολιτῶν μερίδες· οἱ μὲν ὄλβιοι
ἀνωφελεῖς τε πλειόνων τʼ ἐρῶσʼ ἀεί·
οἱ δʼ οὐκ ἔχοντες καὶ σπανίζοντες βίου
δεινοί, νέμοντες τῶι φθόνωι πλέον μέρος,
ἐς τούς τʼ ἔχοντας κέντρʼ ἀφιᾶσιν κακά,
γλώσσαις πονηρῶν προστατῶν φηλούμενοι·
τριῶν δὲ μοιρῶν ἡ ʼν μέσωι σώιζει πόλεις,
κόσμον φυλάσσουσʼ ὅντινʼ ἂν τάξηι πόλις.
κἄπειτʼ ἐγώ σοι σύμμαχος γενήσομαι;
τί πρὸς πολίτας τοὺς ἐμοὺς λέγων καλόν;
χαίρων ἴθʼ· εἰ γὰρ μὴ βεβούλευσαι καλῶς
αὐτὸς πιέζειν τὴν τύχην ἡμᾶς λίαν.
Χορός ἥμαρτεν· ἐν νέοισι δʼ ἀνθρώπων τόδε
ἔνεστι· συγγνώμην δὲ τῶιδʼ ἔχειν χρεών.
Ἄδραστος οὔτοι δικαστήν σʼ εἱλόμην ἐμῶν κακῶν
οὐδʼ, εἴ τι πράξας μὴ καλῶς εὑρίσκομαι,
τούτων κολαστὴν κἀπιτιμητήν, ἄναξ,
ἀλλʼ ὡς ὀναίμην. εἰ δὲ μὴ βούληι τάδε,
στέργειν ἀνάγκη τοῖσι σοῖς· τί γὰρ πάθω;
ἄγʼ, ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόην
αὐτοῦ λιποῦσαι φυλλάδος καταστεφῆ,
θεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰν
Δήμητρα θέμεναι μάρτυρʼ ἡλίου τε φῶς
ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν.
Χορός
ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δʼ ἡμεῖς χθονὸς
ταὐτὸν πατρῶιον αἷμα σοὶ κεκτήμεθα.
τί δρᾶις; προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸς
γραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν;
μὴ δῆτʼ· ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν,
δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλιν
ἔπτηξε χειμασθεῖσα· τῶν γὰρ ἐν βροτοῖς
οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν.
βᾶθι, τάλαινʼ, ἱερῶν δαπέδων ἄπο Περσεφονείας,
βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα,
τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα ʼγώ,
οὓς ὑπὸ Καδμείοισιν ἀπώλεσα τείχεσι κούρους.
πρός σε γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι,
ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαία·
οἴκτισαι ἀμφὶ τέκνων μʼ ἱκέταν ἤ τινʼ ἀλάταν
οἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν.
μηδʼ ἀτάφους, τέκνον, ἐν Κάδμου χθονὶ χάρματα θηρῶν
παῖδας ἐν ἡλικίαι τᾶι σᾶι κατίδηις, ἱκετεύω.
βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσιν
γούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι.
Θησεύς μῆτερ, τί κλαίεις λέπτʼ ἐπʼ ὀμμάτων φάρη
βαλοῦσα τῶν σῶν; ἆρα δυστήνους γόους
κλύουσα τῶνδε; κἀμὲ γὰρ διῆλθέ τι.
ἔπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόει
σεμναῖσι Δηοῦς ἐσχάραις παρημένη.
Αἴθρα αἰαῖ. Θησεύς τὰ τούτων οὐχὶ σοὶ στενακτέον.
Αἴθρα ὦ τλήμονες γυναῖκες. Θησεύς οὐ σὺ τῶνδʼ ἔφυς.
Αἴθρα εἴπω τι, τέκνον, σοί τε καὶ πόλει καλόν;
Θησεύς ὡς πολλά γʼ ἐστὶ κἀπὸ θηλειῶν σοφά.
Αἴθρα ἀλλʼ εἰς ὄκνον μοι μῦθος ὃν κεύθω φέρει.
Θησεύς αἰσχρόν γʼ ἔλεξας, χρήστʼ ἔπη κρύπτειν φίλους.
Αἴθρα οὔτοι σιωπῶσʼ εἶτα μέμψομαί ποτε
τὴν νῦν σιωπὴν ὡς ἐσιγήθη κακῶς,
οὐδʼ ὡς ἀχρεῖον τὰς γυναῖκας εὖ λέγειν
δείσασʼ ἀφήσω τῶι φόβωι τοὐμὸν καλόν.
ἐγὼ δέ σʼ, ὦ παῖ, πρῶτα μὲν τὰ τῶν θεῶν
σκοπεῖν κελεύω μὴ σφαλῆις ἀτιμάσας·
πρὸς τοῖσδε δʼ, εἰ μὲν μὴ ἀδικουμένοις ἐχρῆν
τολμηρὸν εἶναι, κάρτʼ ἂν εἶχον ἡσύχως.
νῦν δʼ ἴσθι σοί τε τοῦθʼ ὅσην τιμὴν φέρει
κἀμοὶ παραινεῖν οὐ φόβον φέρει, τέκνον,
ἄνδρας βιαίους καὶ κατείργοντας νεκροὺς
τάφου τε μοῖραν καὶ κτερισμάτων λαχεῖν
ἐς τήνδʼ ἀνάγκην σῆι καταστῆσαι χερὶ
νόμιμά τε πάσης συγχέοντας Ἑλλάδος
παῦσαι· τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλεις
τοῦθʼ ἔσθʼ, ὅταν τις τοὺς νόμους σώιζηι καλῶς.
ἐρεῖ δὲ δή τις ὡς ἀνανδρίαι χερῶν,
πόλει παρόν σοι στέφανον εὐκλείας λαβεῖν,
δείσας ἀπέστης, καὶ συὸς μὲν ἀγρίου
ἀγῶνος ἥψω φαῦλον ἀθλήσας πόνον,
οὗ δʼ ἐς κράνος βλέψαντα καὶ λόγχης ἀκμὴν
χρῆν ἐκπονῆσαι δειλὸς ὢν ἐφηυρέθης.
μὴ δῆτʼ ἐμός γʼ ὤν, ὦ τέκνον, δράσηις τάδε.
ὁρᾶις ἄβουλος ὡς κεκερτομημένη
τοῖς κερτομοῦσι γοργὸν ὄμμʼ ἀναβλέπει
σὴ πατρίς; ἐν γὰρ τοῖς πόνοισιν αὔξεται·
αἱ δʼ ἥσυχοι σκοτεινὰ πράσσουσαι πόλεις
σκοτεινὰ καὶ βλέπουσιν εὐλαβούμεναι.
οὐκ εἶ νεκροῖσι καὶ γυναιξὶν ἀθλίαις
προσωφελήσων, ὦ τέκνον, κεχρημέναις;
ὡς οὔτε ταρβῶ σὺν δίκηι σʼ ὁρμώμενον
Κάδμου θʼ ὁρῶσα λαὸν εὖ πεπραγότα
ἔτʼ αὐτὸν ἄλλα βλήματʼ ἐν κύβοις βαλεῖν
πέποιθʼ· ὁ γὰρ θεὸς πάντʼ ἀναστρέφει πάλιν.
Χορός ὦ φιλτάτη μοι, τῶιδέ τʼ εἴρηκας καλῶς
κἀμοί· διπλοῦν δὲ χάρμα γίγνεται τόδε.
Θησεύς ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοι
ὀρθῶς ἔχουσʼ ἐς τόνδε κἀπεφηνάμην
γνώμην ὑφʼ οἵων ἐσφάλη βουλευμάτων.
ὁρῶ δὲ κἀγὼ ταῦθʼ ἅπερ με νουθετεῖς,
ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποις
φεύγειν τὰ δεινά. πολλὰ γὰρ δράσας καλὰ
ἔθος τόδʼ εἰς Ἕλληνας ἐξεδειξάμην,
ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι.
οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους.
τί γάρ μʼ ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν,
ὅθʼ ἡ τεκοῦσα χὐπερορρωδοῦσʼ ἐμοῦ
πρώτη κελεύεις τόνδʼ ὑποστῆναι πόνον;
δράσω τάδʼ· εἶμι καὶ νεκροὺς ἐκλύσομαι
λόγοισι πείθων· εἰ δὲ μή, βίαι δορὸς
ἤδη τότʼ ἔσται κοὐχὶ σὺν φθόνωι θεῶν.
δόξαι δὲ χρήιζω καὶ πόλει πάσηι τόδε,
δόξει δʼ ἐμοῦ θέλοντος· ἀλλὰ τοῦ λόγου
προσδοὺς ἔχοιμʼ ἂν δῆμον εὐμενέστερον.
καὶ γὰρ κατέστησʼ αὐτὸν ἐς μοναρχίαν
ἐλευθερώσας τήνδʼ ἰσόψηφον πόλιν.
λαβὼν δʼ Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγων
ἐς πλῆθος ἀστῶν εἶμι· καὶ πείσας τάδε,
λεκτοὺς ἀθροίσας δεῦρʼ Ἀθηναίων κόρους
ἥξω· παρʼ ὅπλοις θʼ ἥμενος πέμψω λόγους
Κρέοντι νεκρῶν σώματʼ ἐξαιτούμενος.
ἀλλʼ, ὦ γεραιαί, σέμνʼ ἀφαιρεῖτε στέφη
μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω
φίλην προσάψας χεῖρα· τοῖς τεκοῦσι γὰρ
δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων,
κάλλιστον ἔρανον· δοὺς γὰρ ἀντιλάζυται
παίδων παρʼ αὑτοῦ τοιάδʼ ἃν τοκεῦσι δῶι.
Χορός ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον,
τάδʼ ἐκλύετε, τάδʼ ἐκλύετε
ἄνακτος ὅσια περὶ θεοὺς
καὶ μεγάλα Πελασγίαι
καὶ κατʼ Ἄργος;
εἰ γὰρ ἐπὶ τέρμα καὶ τὸ πλέον ἐμῶν κακῶν ἱκόμενος ἔτι ματέρος
ἄμυγμα φόνιον ἐξέλοι,
γᾶν δὲ φίλιον Ἰνάχου
θεῖτʼ ὀνήσας. καλὸν δʼ ἄγαλμα πόλεσιν εὐσεβὴς πόνος
χάριν τʼ ἔχει τὰν ἐς αἰεί. τί μοι
πόλις κρανεῖ ποτʼ; ἆρα φίλιά μοι τεμεῖ
καὶ τέκνοις ταφὰς ληψόμεσθα;
ἄμυνε ματρί, πόλις, ἄμυνε, Παλλάδος,
νόμους βροτῶν μὴ μιαίνειν. σύ τοι
σέβεις δίκαν, τὸ δʼ ἧσσον ἀδικίαι νέμεις
δυστυχῆ τʼ ἀεὶ πάντα ῥύηι.
Θησεύς τέχνην μὲν αἰεὶ τήνδʼ ἔχων ὑπηρετεῖς
πόλει τε κἀμοὶ διαφέρων κηρύγματα.
ἐλθὼν δʼ ὑπέρ τʼ Ἀσωπὸν Ἰσμηνοῦ θʼ ὕδωρ
σεμνῶι τυράννωι φράζε Καδμείων τάδε·
Θησεύς σʼ ἀπαιτεῖ πρὸς χάριν θάψαι νεκρούς,
συγγείτονʼ οἰκῶν γαῖαν, ἀξιῶν τυχεῖν,
φίλον τε θέσθαι πάντʼ Ἐρεχθειδῶν λεών.
κἂν μὲν θέλωσιν, αἰνέσας παλίσσυτος
στεῖχʼ· ἢν δʼ ἀπιστῶσʼ, οἵδε δεύτεροι λόγοι·
Κῶμον δέχεσθαι τὸν ἐμὸν ἀσπιδηφόρον.
στρατὸς δὲ θάσσει κἀξετάζεται παρὼν
Καλλίχορον ἀμφὶ σεμνὸν εὐτρεπὴς ὅδε.
καὶ μὴν ἑκοῦσά γʼ ἀσμένη τʼ ἐδέξατο
πόλις πόνον τόνδʼ ὡς θέλοντά μʼ ἤισθετο.
ἔα· λόγων τίς ἐμποδὼν ὅδʼ ἔρχεται;
Καδμεῖος, ὡς ἔοικεν οὐ σάφʼ εἰδότι,
κῆρυξ. ἐπίσχες, ἤν σʼ ἀπαλλάξηι πόνου
μολὼν ὕπαντα τοῖς ἐμοῖς βουλεύμασιν.
Κῆρυξ τίς γῆς τύραννος; πρὸς τίνʼ ἀγγεῖλαί με χρὴ
λόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸς
Ἐτεοκλέους θανόντος ἀμφʼ ἑπταστόμους
πύλας ἀδελφῆι χειρὶ Πολυνείκους ὕπο;
Θησεύς πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε,
ζητῶν τύραννον ἐνθάδʼ· οὐ γὰρ ἄρχεται
ἑνὸς πρὸς ἀνδρὸς ἀλλʼ ἐλευθέρα πόλις.
δῆμος δʼ ἀνάσσει διαδοχαῖσιν ἐν μέρει
ἐνιαυσίαισιν, οὐχὶ τῶι πλούτωι διδοὺς
τὸ πλεῖστον ἀλλὰ χὠ πένης ἔχων ἴσον.
Κῆρυξ ἓν μὲν τόδʼ ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδως
κρεῖσσον· πόλις γὰρ ἧς ἐγὼ πάρειμʼ ἄπο
ἑνὸς πρὸς ἀνδρὸς οὐκ ὄχλωι κρατύνεται·
οὐδʼ ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοις
πρὸς κέρδος ἴδιον ἄλλοτʼ ἄλλοσε στρέφει,
τὸ δʼ αὐτίχʼ ἡδὺς καὶ διδοὺς πολλὴν χάριν
ἐσαῦθις ἔβλαψʼ, εἶτα διαβολαῖς νέαις
κλέψας τὰ πρόσθε σφάλματʼ ἐξέδυ δίκης.
ἄλλως τε πῶς ἂν μὴ διορθεύων λόγους
ὀρθῶς δύναιτʼ ἂν δῆμος εὐθύνειν πόλιν;
ὁ γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχους
κρείσσω δίδωσι. γαπόνος δʼ ἀνὴρ πένης,
εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕπο
οὐκ ἂν δύναιτο πρὸς τὰ κοίνʼ ἀποβλέπειν.
ἦ δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν,
ὅταν πονηρὸς ἀξίωμʼ ἀνὴρ ἔχηι
γλώσσηι κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν.
Θησεύς κομψός γʼ ὁ κῆρυξ καὶ παρεργάτης λόγων.
ἐπεὶ δʼ ἀγῶνα καὶ σὺ τόνδʼ ἠγωνίσω,
ἄκουʼ· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.
οὐδὲν τυράννου δυσμενέστερον πόλει,
ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοι
κοινοί, κρατεῖ δʼ εἷς τὸν νόμον κεκτημένος
αὐτὸς παρʼ αὑτῶι· καὶ τόδʼ οὐκέτʼ ἔστʼ ἴσον.
γεγραμμένων δὲ τῶν νόμων ὅ τʼ ἀσθενὴς
ὁ πλούσιός τε τὴν δίκην ἴσην ἔχει,
ἔστιν δʼ ἐνισπεῖν τοῖσιν ἀσθενεστέροις
τὸν εὐτυχοῦντα ταὔθʼ ὅταν κλύηι κακῶς,
νικᾶι δʼ ὁ μείων τὸν μέγαν δίκαιʼ ἔχων.
τοὐλεύθερον δʼ ἐκεῖνο· Τίς θέλει πόλει
χρηστόν τι βούλευμʼ ἐς μέσον φέρειν ἔχων;
καὶ ταῦθʼ ὁ χρήιζων λαμπρός ἐσθʼ, ὁ μὴ θέλων
σιγᾶι. τί τούτων ἔστʼ ἰσαίτερον πόλει;
καὶ μὴν ὅπου γε δῆμος εὐθυντὴς χθονὸς
ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις·
ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε,
καὶ τοὺς ἀρίστους οὕς τʼ ἂν ἡγῆται φρονεῖν
κτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι.
πῶς οὖν ἔτʼ ἂν γένοιτʼ ἂν ἰσχυρὰ πόλις
ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυν
τομαῖς ἀφαιρῆι κἀπολωτίζηι νέους;
κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοις
ὡς τῶι τυράννωι πλείονʼ ἐκμοχθῆι βίον;
ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς,
τερπνὰς τυράννοις ἡδονὰς ὅταν θέληι,
δάκρυα δʼ ἑτοιμάζουσι; μὴ ζώιην ἔτι
εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται.
καὶ ταῦτα μὲν δὴ πρὸς τὰ σʼ ἐξηκόντισα.
ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος;
κλαίων γʼ ἂν ἦλθες, εἴ σε μὴ ʼπεμψεν πόλις,
περισσὰ φωνῶν· τὸν γὰρ ἄγγελον χρεὼν
λέξανθʼ ὅσʼ ἂν τάξηι τις ὡς τάχος πάλιν
χωρεῖν. τὸ λοιπὸν δʼ εἰς ἐμὴν πόλιν Κρέων
ἧσσον λάλον σου πεμπέτω τινʼ ἄγγελον.
Χορός φεῦ φεῦ· κακοῖσιν ὡς ὅταν δαίμων διδῶι
καλῶς, ὑβρίζουσʼ ὡς ἀεὶ πράξοντες εὖ.
Κῆρυξ λέγοιμʼ ἂν ἤδη. τῶν μὲν ἠγωνισμένων
σοὶ μὲν δοκείτω ταῦτʼ, ἐμοὶ δὲ τἀντία.
ἐγὼ δʼ ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼς
Ἄδραστον ἐς γῆν τήνδε μὴ παριέναι·
εἰ δʼ ἔστιν ἐν γῆι, πρὶν θεοῦ δῦναι σέλας
λύσαντα σεμνὰ στεμμάτων μυστήρια
τῆσδʼ ἐξελαύνειν, μηδʼ ἀναιρεῖσθαι νεκροὺς
βίαι, προσήκοντʼ οὐδὲν Ἀργείων πόλει.
κἂν μὲν πίθηι μοι, κυμάτων ἄτερ πόλιν
σὴν ναυστολήσεις· εἰ δὲ μή, πολὺς κλύδων
ἡμῖν τε καὶ σοὶ συμμάχοις τʼ ἔσται δορός.
σκέψαι δὲ καὶ μὴ τοῖς ἐμοῖς θυμούμενος
λόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων,
σφριγῶντʼ ἀμείψηι μῦθον ἐκ βραχιόνων.
ἐλπὶς γάρ ἐστʼ ἄπιστον, ἣ πολλὰς πόλεις
συνῆψʼ ἄγουσα θυμὸν εἰς ὑπερβολάς.
ὅταν γὰρ ἔλθηι πόλεμος ἐς ψῆφον λεώ,
οὐδεὶς ἔθʼ αὑτοῦ θάνατον ἐκλογίζεται,
τὸ δυστυχὲς δὲ τοῦτʼ ἐς ἄλλον ἐκτρέπει.
εἰ δʼ ἦν παρʼ ὄμμα θάνατος ἐν ψήφου φορᾶι,
οὐκ ἄν ποθʼ Ἑλλὰς δοριμανὴς ἀπώλλυτο.
καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιν
τὸν κρείσσονʼ ἴσμεν καὶ τὰ χρηστὰ καὶ κακὰ
ὅσωι τε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς·
ἣ πρῶτα μὲν Μούσαισι προσφιλεστάτη
Ποιναῖσι δʼ ἐχθρά, τέρπεταί τʼ εὐπαιδίαι
χαίρει δὲ πλούτωι. ταῦτʼ ἀφέντες οἱ κακοὶ
πολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσονα
δουλούμεθʼ, ἄνδρες ἄνδρα καὶ πόλις πόλιν.
σὺ δʼ ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς,
θάπτων κομίζων θʼ ὕβρις οὓς ἀπώλεσεν;
οὔ τἄρʼ ἔτʼ ὀρθῶς Καπανέως κεραύνιον
δέμας καπνοῦται, κλιμάκων ὀρθοστάτας
ὃς προσβαλὼν πύλαισιν ὤμοσεν πόλιν
πέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέληι,
οὐδʼ ἥρπασεν χάρυβδις οἰωνοσκόπον
τέθριππον ἅρμα περιβαλοῦσα χάσματι,
ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέται
πέτροις καταξανθέντες ὀστέων ῥαφάς.
ἤ νυν φρονεῖν ἄμεινον ἐξαύχει Διὸς
ἢ θεοὺς δικαίως τοὺς κακοὺς ἀπολλύναι.
φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα,
ἔπειτα τοκέας πατρίδα θʼ, ἣν αὔξειν χρεὼν
καὶ μὴ κατᾶξαι. σφαλερὸν ἡγεμὼν θρασὺς
νεώς τε ναύτης· ἥσυχος καιρῶι, σοφός.
καὶ τοῦτό τοι τἀνδρεῖον, ἡ προμηθία.
Χορός ἐξαρκέσας ἦν Ζεὺς ὁ τιμωρούμενος,
ὑμᾶς δʼ ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδʼ ὕβριν.
Ἄδραστος ὦ παγκάκιστε Θησεύς σῖγʼ, Ἄδραστʼ, ἔχε στόμα
καὶ μὴ ʼπίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους
θῆις. οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε
ἀλλʼ ὡς ἔμʼ· ἡμᾶς κἀποκρίνασθαι χρεών.
καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτʼ ἀμείψομαι.
οὐκ οἶδʼ ἐγὼ Κρέοντα δεσπόζοντʼ ἐμοῦ
οὐδὲ σθένοντα μεῖζον, ὥστʼ ἀναγκάσαι
δρᾶν τὰς Ἀθήνας ταῦτʼ· ἄνω γὰρ ἂν ῥέοι
τὰ πράγμαθʼ, οὕτως εἰ ʼπιταξόμεσθα δή.
πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι,
ὃς οὐδὲ σὺν τοῖσδʼ ἦλθον ἐς Κάδμου χθόνα·
νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλιν
οὐδʼ ἀνδροκμῆτας προσφέρων ἀγωνίας,
θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμον
σώιζων. τί τούτων ἐστὶν οὐ καλῶς ἔχον;
εἰ γάρ τι καὶ πεπόνθατʼ Ἀργείων ὕπο,
τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς,
αἰσχρῶς δʼ ἐκείνοις, χἠ δίκη διοίχεται.
ἐάσατʼ ἤδη γῆι καλυφθῆναι νεκρούς,
ὅθεν δʼ ἕκαστον ἐς τὸ φῶς ἀφίκετο
ἐνταῦθʼ ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα,
τὸ σῶμα δʼ ἐς γῆν· οὔτι γὰρ κεκτήμεθα
ἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον,
κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν.
δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς;
ἥκιστα· πάσης Ἑλλάδος κοινὸν τόδε,
εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖν
ἀτάφους τις ἕξει· δειλίαν γὰρ ἐσφέρει
τοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῆι νόμος.
κἀμοὶ μὲν ἦλθες δείνʼ ἀπειλήσων ἔπη,
νεκροὺς δὲ ταρβεῖτʼ εἰ κρυφήσονται χθονί;
τί μὴ γένηται; μὴ κατασκάψωσι γῆν
ταφέντες ὑμῶν; ἢ τέκνʼ ἐν μυχοῖς χθονὸς
φύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία;
σκαιόν γε τἀνάλωμα τῆς γλώσσης τόδε,
φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι.
ἀλλʼ, ὦ μάταιοι, γνῶτε τἀνθρώπων κακά·
παλαίσμαθʼ ἡμῶν ὁ βίος· εὐτυχοῦσι δὲ
οἱ μὲν τάχʼ, οἱ δʼ ἐσαῦθις, οἱ δʼ ἤδη βροτῶν·
τρυφᾶι δʼ ὁ δαίμων· πρός τε γὰρ τοῦ δυστυχοῦς,
ὡς εὐτυχήσηι, τίμιος γεραίρεται,
ὅ τʼ ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖν
ὑψηλὸν αἴρει. γνόντας οὖν χρεὼν τάδε
ἀδικουμένους τε μέτρια μὴ θυμῶι φέρειν
ἀδικεῖν τε τοιαῦθʼ οἷα μὴ βλάψει πάλιν.
πῶς οὖν ἂν εἴη; τοὺς ὀλωλότας νεκροὺς
θάψαι δόθʼ ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν.
ἢ δῆλα τἀνθένδʼ· εἶμι καὶ θάψω βίαι.
οὐ γάρ ποτʼ εἰς Ἕλληνας ἐξοισθήσεται
ὡς εἰς ἔμʼ ἐλθὼν καὶ πόλιν Πανδίονος
νόμος παλαιὸς δαιμόνων διεφθάρη.
Χορός θάρσει· τὸ γάρ τοι τῆς Δίκης σώιζων φάος
πολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους.
Κῆρυξ βούληι συνάψω μῦθον ἐν βραχεῖ τιθείς;
Θησεύς λέγʼ εἴ τι βούληι· καὶ γὰρ οὐ σιγηλὸς εἶ.
Κῆρυξ οὐκ ἄν ποτʼ ἐκ γῆς παῖδας Ἀργείων λάβοις.
Θησεύς κἀμοῦ νυν ἀντάκουσον, εἰ βούληι, πάλιν.
Κῆρυξ κλύοιμʼ ἄν· οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος.
Θησεύς θάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας.
Κῆρυξ ἐν ἀσπίσιν σοι πρῶτα κινδυνευτέον.
Θησεύς πολλοὺς ἔτλην δὴ χἀτέροις ἄλλους πόνους.
Κῆρυξ ἦ πᾶσιν οὖν σʼ ἔφυσεν ἐξαρκεῖν πατήρ;
Θησεύς ὅσοι γʼ ὑβρισταί· χρηστὰ δʼ οὐ κολάζομεν.
Κῆρυξ πράσσειν σὺ πόλλʼ εἴωθας ἥ τε σὴ πόλις.
Θησεύς τοιγὰρ πονοῦσα πολλὰ πόλλʼ εὐδαιμονεῖ.
Κῆρυξ ἔλθʼ, ὥς σε λόγχη σπαρτὸς ἐν κόνει βάληι.
Θησεύς τίς δʼ ἐκ δράκοντος θοῦρος ἂν γένοιτʼ Ἄρης;
Κῆρυξ γνώσηι σὺ πάσχων· νῦν δʼ ἔτʼ εἶ νεανίας.
Θησεύς οὔτοι μʼ ἐπαρεῖς ὥστε θυμοῦσθαι φρένας
τοῖς σοῖσι κόμποις· ἀλλʼ ἀποστέλλου χθονὸς
λόγους ματαίους οὕσπερ ἠνέγκω λαβών·
περαίνομεν γὰρ οὐδέν. ὁρμᾶσθαι χρεὼν
πάντʼ ἄνδρʼ ὁπλίτην ἁρμάτων τʼ ἐπεμβάτην
μοναμπύκων τε φάλαρα κινεῖσθαι στόμα
ἀφρῶι καταστάζοντα Καδμείων χθόνα.
χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλας
αὐτὸς σίδηρον ὀξὺν ἐν χεροῖν ἔχων
αὐτός τε κῆρυξ. σοὶ δὲ προστάσσω μένειν,
Ἄδραστε, κἀμοὶ μὴ ἀναμείγνυσθαι τύχας
τὰς σάς. ἐγὼ γὰρ δαίμονος τοὐμοῦ μέτα
στρατηλατήσω καινὸς ἐν καινῶι δορί.
ἓν δεῖ μόνον μοι· τοὺς θεοὺς ἔχειν ὅσοι
δίκην σέβονται. ταῦτα γὰρ ξυνόνθʼ ὁμοῦ
νίκην δίδωσιν· ἁρετὴ δʼ οὐδὲν φέρει
βροτοῖσιν ἢν μὴ τὸν θεὸν χρήιζοντʼ ἔχηι.
Χορός ὦ μέλεαι μελέων ματέρες λοχαγῶν,
ὥς μοι ὑφʼ ἥπατι χλωρὸν δεῖμα ταράσσει
— τίνʼ αὐδὰν τάνδε προσφέρεις νέαν;
— στράτευμα πᾶι Παλλάδος κριθήσεται.
— διὰ δορὸς εἶπας ἢ λόγων ξυναλλαγαῖς;
— γένοιτʼ ἂν κέρδος· εἰ δʼ ἀρείφατοι
φόνοι μάχαι στερνοτυπεῖς τʼ ἀνὰ πτόλιν
κτύποι φανήσονται, τάλαινα τίνα λόγον,
τίνʼ ἂν τῶνδʼ αἰτίαν λάβοιμι;
— ἀλλὰ τὸν εὐτυχίαι λαμπρὸν ἄν τις αἱροῖ
μοῖρα πάλιν· τόδε μοι θράσος ἀμφιβαίνει.
— δικαίους δαίμονας σύ γʼ ἐννέπεις.
— τίνες γὰρ ἄλλοι νέμουσι συμφοράς;
— διάφορα πολλὰ θεῶν βροτοῖσιν εἰσορῶ.
— φόβωι γὰρ τῶι πάρος διόλλυσαι.
δίκα δίκαν δʼ ἐκάλεσε καὶ φόνος φόνον·
κακῶν δʼ ἀναψυχὰς θεοὶ βροτοῖς νέμου-
σι, πάντων τέρμʼ ἔχοντες αὐτοί.
— τὰ καλλίπυργα πεδία πῶς ἱκοίμεθʼ ἄν,
Καλλίχορον θεᾶς ὕδωρ λιποῦσαι;
— ποτανὰν εἴ σέ τις θεῶν κτίσαι,
διπόταμον ἵνα πόλιν μόλοις,
εἰδείης ἂν φίλων εἰδείης ἂν τύχας.
— τίς ποτʼ αἶσα, τίς ἄρα πότμος
ἐπιμένει τὸν ἄλκιμον
τᾶσδε γᾶς ἄνακτα;
— κεκλημένους μὲν ἀνακαλούμεθʼ αὖ θεούς·
ἀλλὰ φόβων πίστις ἅδε πρώτα.
— ἰὼ Ζεῦ, τᾶς παλαιομάτορος
παιδογόνε πόριος Ἰνάχου,
πόλει μοι ξύμμαχος
γενοῦ τᾶιδʼ εὐμενής.
— τὸ σὸν ἄγαλμα, τὸ σὸν ἵδρυμα πόλεος ἐκκόμιζέ μοι
πρὸς πυρὰν ὑβρισθέν.
Ἄγγελος γυναῖκες, ἥκω πόλλʼ ἔχων λέγειν φίλα,
αὐτός τε σωθείς — ἡιρέθην γὰρ ἐν μάχηι
ἣν οἱ θανόντες ἑπτὰ δεσπόται λόχων
ἠγωνίσαντο ῥεῦμα Διρκαῖον πάρα —
νίκην τε Θησέως ἀγγελῶν. λόγου δέ σε
μακροῦ ἀπολύσω· Καπανέως γὰρ ἦ λάτρις,
ὃν Ζεὺς κεραυνῶι πυρπόλωι καταιθαλοῖ.
Χορός ὦ φίλτατʼ, εὖ μὲν νόστον ἀγγέλλεις σέθεν
τήν τʼ ἀμφὶ Θησέως βάξιν· εἰ δὲ καὶ στρατὸς
σῶς ἐστʼ Ἀθηνῶν, πάντʼ ἂν ἀγγέλλοις φίλα.
Ἄγγελος σῶς καὶ πέπραγεν ὡς Ἄδραστος ὤφελεν
πρᾶξαι ξὺν Ἀργείοισιν οὓς ἀπʼ Ἰνάχου
στείλας ἐπεστράτευσε Καδμείων πόλιν.
Χορός πῶς γὰρ τροπαῖα Ζηνὸς Αἰγέως τόκος
ἔστησεν οἵ τε συμμετασχόντες δορός;
λέξον· παρὼν γὰρ οὐ παρόντας εὐφρανεῖς.
Ἄγγελος λαμπρὰ μὲν ἀκτὶς ἡλίου, κανὼν σαφής,
ἔβαλλε γαῖαν· ἀμφὶ δʼ Ἠλέκτρας πύλας
ἔστην θεατὴς πύργον εὐαγῆ λαβών.
ὁρῶ δὲ φῦλα τρία τριῶν στρατευμάτων·
τευχεσφόρον μὲν λαὸν ἐκτείνοντʼ ἄνω
Ἰσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος,
αὐτόν τʼ ἄνακτα, παῖδα κλεινὸν Αἰγέως,
καὶ τοὺς σὺν αὐτῶι δεξιὸν τεταγμένους
κέρας, παλαιᾶς Κεκροπίας οἰκήτορας,
αὐτὸν δὲ Πάραλον ἐστολισμένον δορὶ
κρήνην παρʼ αὐτὴν Ἄρεος· ἱππότην δʼ ὄχλον
πρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον,
ἴσους ἀριθμόν· ἁρμάτων δʼ ὀχήματα
ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος.
Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων
νεκροὺς ὄπισθε θέμενος, ὧν ἔκειτʼ ἀγών.
ἱππεῦσι δʼ ἱππῆς ἦσαν ἀνθωπλισμένοι
τετραόροισί τʼ ἀντίʼ ἅρμαθʼ ἅρμασιν.
κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε·
Σιγᾶτε, λαοί, σῖγα, Καδμείων στίχες,
ἀκούσαθʼ· ἡμεῖς ἥκομεν νεκροὺς μέτα,
θάψαι θέλοντες, τὸν Πανελλήνων νόμον
σώιζοντες, οὐδὲν δεόμενοι τεῖναι φόνον.
κοὐδὲν Κρέων τοῖσδʼ ἀντεκήρυξεν λόγοις,
ἀλλʼ ἧστʼ ἐφʼ ὅπλοις σῖγα. ποιμένες δʼ ὄχων
τετραόρων κατῆρχον ἐντεῦθεν μάχης·
πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους
παραιβάτας ἔστησαν ἐς τάξιν δορός.
χοἰ μὲν σιδήρωι διεμάχονθʼ, οἱ δʼ ἔστρεφον
πώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας.
ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ
ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον
οἵ τʼ αὖ τὸ Κάδμου διεφύλασσον ἱππικὸν
συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε.
λεύσσων δὲ ταῦτα κοὐ κλύων — ἐκεῖ γὰρ ἦ
ἔνθʼ ἅρματʼ ἠγωνίζεθʼ οἵ τʼ ἐπεμβάται —
τἀκεῖ παρόντα πολλὰ πήματʼ οὐκ ἔχω
τί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸν
κόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν,
ἢ τοὺς ἄνω τε καὶ κάτω φορουμένους
ἱμᾶσιν, αἵματός τε φοινίου ῥοὰς
τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρων
ἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίαι
πρὸς ἁρμάτων τʼ ἀγαῖσι λειπόντων βίον.
νικῶντα δʼ ἵπποις ὡς ὑπείδετο στρατὸν
Κρέων τὸν ἐνθένδʼ, ἰτέαν λαβὼν χερὶ
χωρεῖ πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν.
καὶ μὴν τὰ Θησέως γʼ οὐκ ὄκνωι διεφθάρη,
ἀλλʼ ἵετʼ εὐθὺς λάμπρʼ ἀναρπάσας ὅπλα.
κἀς μέσον ἅπαντα συμπατάξαντες στρατὸν
ἔκτεινον ἐκτείνοντο καὶ παρηγγύων
κελευσμὸν ἀλλήλοισι σὺν πολλῆι βοῆι·
Θεῖνʼ· Ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ.
λόχος δʼ ὀδόντων ὄφεος ἐξηνδρωμένος
δεινὸς παλαιστὴς ἦν· ἔκλινε γὰρ κέρας
τὸ λαιὸν ἡμῶν· δεξιοῦ δʼ ἡσσώμενον
φεύγει τὸ κείνων· ἦν δʼ ἀγὼν ἰσόρροπος.
κἀν τῶιδε τὸν στρατηγὸν αἰνέσαι παρῆν·
οὐ γὰρ τὸ νικῶν τοῦτʼ ἐκέρδαινεν μόνον
ἀλλʼ ὤιχετʼ ἐς τὸ κάμνον οἰκείου στρατοῦ.
ἔρρηξε δʼ αὐδὴν ὥσθʼ ὑπηχῆσαι χθόνα·
Ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυ
σπαρτῶν τόδʼ ἀνδρῶν, οἴχεται τὰ Παλλάδος.
θάρσος δʼ ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῶι.
αὐτός θʼ ὅπλισμα τοὐπιδαύριον λαβὼν
δεινῆς κορύνης διαφέρων ἐσφενδόνα
ὁμοῦ τραχήλους κἀπικειμένας κάραι
κυνέας θερίζων κἀποκαυλίζων ξύλωι.
μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα.
ἐγὼ δʼ ἀνηλάλαξα κἀνωρχησάμην
κἄκρουσα χεῖρας. οἱ δʼ ἔτεινον ἐς πύλας.
βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιν
νέων γερόντων ἱερά τʼ ἐξεπίμπλασαν
φόβωι. παρὸν δὲ τειχέων ἔσω μολεῖν
Θησεὺς ἐπέσχεν· οὐ γὰρ ὡς πέρσων πόλιν
μολεῖν ἔφασκεν ἀλλʼ ἀπαιτήσων νεκρούς.
τοιόνδε τοι στρατηγὸν αἱρεῖσθαι χρεών,
ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμος
μισεῖ θʼ ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς
ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα
ζητῶν ἀπώλεσʼ ὄλβον ὧι χρῆσθαι παρῆν.
Χορός νῦν τήνδʼ ἄελπτον ἡμέραν ἰδοῦσʼ ἐγὼ
θεοὺς νομίζω καὶ δοκῶ τὰς συμφορὰς
ἔχειν ἐλάσσους τῶνδε τεισάντων δίκην.
Ἄδραστος ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς
φρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθα
δρῶμέν τε τοιαῦθʼ ἃν σὺ τυγχάνηις θέλων.
ἡμῖν γὰρ ἦν τό τʼ Ἄργος οὐχ ὑποστατὸν
αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν.
Ἐτεοκλέους δὲ σύμβασιν ποιουμένου,
μέτρια θέλοντος, οὐκ ἐχρήιζομεν λαβεῖν,
κἄπειτʼ ἀπωλόμεσθʼ· ὁ δʼ αὖ τότʼ εὐτυχής,
λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα,
ὕβριζʼ, ὑβρίζων τʼ αὖθις ἀνταπώλετο
Κάδμου κακόφρων λαός. ὦ κενοὶ βροτῶν,
οἳ τόξον ἐντείνοντες τοῦ καιροῦ πέρα
καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακὰ
φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν·
πόλεις τʼ, ἔχουσαι διὰ λόγου κάμψαι κακά,
φόνωι καθαιρεῖσθʼ οὐ λόγωι τὰ πράγματα.
ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν,
πῶς ἐξεσώθης· εἶτα τἄλλʼ ἐρήσομαι.
Ἄγγελος ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορός,
πύλας διῆλθον ἧιπερ εἰσήιει στρατός.
Ἄδραστος ὧν δʼ οὕνεχʼ ἁγὼν ἦν νεκροὺς κομίζετε;
Ἄγγελος ὅσοι γε κλεινοῖς ἕπτʼ ἐφέστασαν λόχοις.
Ἄδραστος πῶς φήις; ὁ δʼ ἄλλος ποῦ κεκμηκότων ὄχλος;
Ἄγγελος τάφωι δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς.
Ἄδραστος τοὐκεῖθεν ἢ τοὐνθένδε; τίς δʼ ἔθαψέ νιν;
Ἄγγελος Θησεύς, σκιώδης ἔνθʼ Ἐλευθερὶς πέτρα.
Ἄδραστος οὓς δʼ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών;
Ἄγγελος ἐγγύς· πέλας γὰρ πᾶν ὅτι σπουδάζεται.
Ἄδραστος ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου;
Ἄγγελος οὐδεὶς ἐπέστη τῶιδε δοῦλος ὢν πόνωι.
Ἄδραστος
Ἄγγελος φαίης ἂν εἰ παρῆσθʼ ὅτʼ ἠγάπα νεκρούς.
Ἄδραστος ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς;
Ἄγγελος κἄστρωσέ γʼ εὐνὰς κἀκάλυψε σώματα.
Ἄδραστος δεινὸν μὲν ἦν βάσταγμα κἀισχύνην ἔχον.
Ἄγγελος τί δʼ αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά;
Ἄδραστος οἴμοι· πόσωι σφιν συνθανεῖν ἂν ἤθελον.
Ἄγγελος ἄκραντʼ ὀδύρηι ταῖσδέ τʼ ἐξάγεις δάκρυ.
Ἄδραστος δοκῶ μέν, αὐταί γʼ εἰσὶν αἱ διδάσκαλοι.
ἀλλʼ εἶμʼ ἵνʼ αἴρω χεῖρʼ ἀπαντήσας νεκροῖς
Ἅιδου τε μολπὰς ἐκχέω δακρυρρόους,
φίλους προσαυδῶν ὧν λελειμμένος τάλας
ἔρημα κλαίω. τοῦτο γὰρ μόνον βροτοῖς
οὐκ ἔστι τἀνάλωμʼ ἀναλωθὲν λαβεῖν,
ψυχὴν βροτείαν· χρημάτων δʼ εἰσὶν πόροι.
Χορός τὰ μὲν εὖ, τὰ δὲ δυστυχῆ.
πόλει μὲν εὐδοξία
καὶ στρατηλάταις δορὸς
διπλάζεται τιμά·
ἐμοὶ δὲ παίδων μὲν εἰσιδεῖν μέλη
πικρόν, καλὸν θέαμα δʼ εἴπερ ὄψομαι,
τὰν ἄελπτον ἁμέραν
ἰδοῦσα, πάντων μέγιστον ἄλγος.
ἄγαμόν μʼ ἔτι δεῦρʼ ἀεὶ
Χρόνος παλαιὸς πατὴρ
ὤφελʼ ἁμερᾶν κτίσαι.
τί γάρ μʼ ἔδει παίδων;
τί μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναι
πάθος περισσὸν εἰ γάμων ἀπεζύγην;
νῦν δʼ ὁρῶ σαφέστατον
κακόν, τέκνων φιλτάτων στερεῖσα.
ἀλλὰ τάδʼ ἤδη σώματα λεύσσω
τῶν οἰχομένων παίδων· μελέα
πῶς ἂν ὀλοίμην σὺν τοῖσδε τέκνοις
κοινὸν ἐς Ἅιδην καταβᾶσα;
Ἄδραστος στεναγμόν, ὦ ματέρες,
τῶν κατὰ χθονὸς νεκρῶν
ἀπύσατʼ ἀπύσατʼ ἀντίφωνʼ ἐμῶν
στεναγμάτων κλύουσαι.
Χορός ὦ παῖδες, ὦ πικρὸν φίλων
προσηγόρημα ματέρων,
προσαυδῶ σε τὸν θανόντα.
Ἄδραστος ἰὼ ἰώ. Χορός τῶν γʼ ἐμῶν κακῶν ἐγώ.
Ἄδραστος αἰαῖ. Χορός
Ἄδραστος ἐπάθομεν ὤ Χορός τὰ κύντατʼ ἄλγη κακῶν.
Ἄδραστος ὦ πόλις Ἀργεία, τὸν ἐμὸν πότμον οὐκ ἐσορᾶτε;
Χορός ὁρῶσι κἀμὲ τὰν τάλαι-
ναν τέκνων ἄπαιδα.
Ἄδραστος προσάγετʼ ἄγετε δυσπότμων
σώμαθʼ αἱματοσταγῆ,
σφαγέντας οὐκ ἄξιʼ οὐδʼ ὑπʼ ἀξίων,
ἐν οἷς ἀγὼν ἐκράνθη.
Χορός δόθʼ ὡς περιπτυχαῖσι δὴ
χέρας προσαρμόσασʼ ἐμοῖς
ἐν ἀγκῶσι τέκνα θῶμαι.
Ἄδραστος ἔχεις ἔχεις Χορός πημάτων γʼ ἅλις βάρος.
Ἄδραστος αἰαῖ. Χορός τοῖς τεκοῦσι δʼ οὐ λέγεις;
Ἄδραστος ἀίετέ μου. Χορός στένεις ἐπʼ ἀμφοῖν ἄχη.
Ἄδραστος εἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν.
Χορός ἐμὸν δὲ μήποτʼ ἐζύγη
δέμας ἐς ἀνδρὸς εὐνάν.
Ἄδραστος ἴδετε κακῶν πέλαγος, ὦ ματέρες
τάλαιναι τέκνων.
Χορός κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθʼ, ἀμφὶ δὲ
σποδὸν κάραι κεχύμεθα.
Ἄδραστος ἰὼ ἰώ μοί μοι·
κατά με πέδον γᾶς ἕλοι,
διὰ δὲ θύελλα σπάσαι,
πυρός τε φλογμὸς ὁ Διὸς ἐν κάραι πέσοι.
Χορός πικροὺς ἐσεῖδες γάμους,
πικρὰν δὲ Φοίβου φάτιν·
ἐς ἡμᾶς ἁ πολύστονος λιποῦσʼ
Οἰδιπόδα δώματʼ ἦλθʼ Ἐρινύς.
Θησεύς μέλλων σʼ ἐρωτᾶν ἡνίκʼ ἐξήντλεις στρατῶι
γόους ἀφήσω τοὺς ἐκεῖ μὲν ἐκλιπὼν
εἴασα μύθους, νῦν δʼ, Ἄδραστʼ, ἀνιστορῶ·
πόθεν ποθʼ οἵδε διαπρεπεῖς εὐψυχίαι
θνητῶν ἔφυσαν; εἰπὲ δʼ ὡς σοφώτερος
νέοισιν ἀστῶν τῶνδʼ· ἐπιστήμων γὰρ εἶ.
εἶδον γὰρ αὐτῶν κρείσσονʼ ἢ λέξαι λόγωι
τολμήμαθʼ οἷς ἤλπιζον αἱρήσειν πόλιν.
ἓν δʼ οὐκ ἐρήσομαί σε, μὴ γέλωτʼ ὄφλω,
ὅτωι ξυνέστη τῶνδʼ ἕκαστος ἐν μάχηι
ἢ τραῦμα λόγχης πολεμίων ἐδέξατο.
κενοὶ γὰρ οὗτοι τῶν τʼ ἀκουόντων λόγοι
καὶ τοῦ λέγοντος, ὅστις ἐν μάχηι βεβὼς
λόγχης ἰούσης πρόσθεν ὀμμάτων πυκνῆς
σαφῶς ἀπήγγειλʼ ὅστις ἐστὶν ἁγαθός.
οὐκ ἂν δυναίμην οὔτʼ ἐρωτῆσαι τάδε
οὔτʼ αὖ πιθέσθαι τοῖσι τολμῶσιν λέγειν·
μόλις γὰρ ἄν τις αὐτὰ τἀναγκαῖʼ ὁρᾶν
δύναιτʼ ἂν ἑστὼς πολεμίοις ἐναντίος.
Ἄδραστος ἄκουε δή νυν· καὶ γὰρ οὐκ ἄκοντί μοι
δίδως ἔπαινον ὧν ἔγωγε βούλομαι
φίλων ἀληθῆ καὶ δίκαιʼ εἰπεῖν πέρι.
ὁρᾶις τὸ λάβρον οὗ βέλος διέπτατο;
Καπανεὺς ὅδʼ ἐστίν· ὧι βίος μὲν ἦν πολύς,
ἥκιστα δʼ ὄλβωι γαῦρος ἦν· φρόνημα δὲ
οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ,
φεύγων τραπέζαις ὅστις ἐξογκοῖτʼ ἄγαν
τἀρκοῦντʼ ἀτίζων· οὐ γὰρ ἐν γαστρὸς βορᾶι
τὸ χρηστὸν εἶναι, μέτρια δʼ ἐξαρκεῖν ἔφη.
φίλοις τʼ ἀληθὴς ἦν φίλος παροῦσί τε
καὶ μὴ παροῦσιν· ὧν ἀριθμὸς οὐ πολύς.
ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα,
ἄκρατον οὐδὲν οὔτʼ ἐς οἰκέτας ἔχων
οὔτʼ ἐς πολίτας. τὸν δὲ δεύτερον λέγω
Ἐτέοκλον, ἄλλην χρηστότητʼ ἠσκηκότα.
νεανίας ἦν τῶι βίωι μὲν ἐνδεής,
πλείστας δὲ τιμὰς ἔσχʼ ἐν Ἀργείαι χθονί.
φίλων δὲ χρυσὸν πολλάκις δωρουμένων
οὐκ εἰσεδέξατʼ οἶκον ὥστε τοὺς τρόπους
δούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο.
τοὺς δʼ ἐξαμαρτάνοντας οὐχὶ τὴν πόλιν
ἤχθαιρʼ· ἐπεί τοι κοὐδὲν αἰτία πόλις
κακῶς κλύουσα διὰ κυβερνήτην κακόν.
ὁ δʼ αὖ τρίτος τῶνδʼ Ἱππομέδων τοιόσδʼ ἔφυ·
παῖς ὢν ἐτόλμησʼ εὐθὺς οὐ πρὸς ἡδονὰς
Μουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου,
ἀγροὺς δὲ ναίων σκληρὰ τῆι φύσει διδοὺς
ἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τʼ ἄγρας ἰὼν
ἵπποις τε χαίρων τόξα τʼ ἐντείνων χεροῖν,
πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων.
ὁ τῆς κυναγοῦ δʼ ἄλλος Ἀταλάντης γόνος
παῖς Παρθενοπαῖος, εἶδος ἐξοχώτατος,
Ἀρκὰς μὲν ἦν, ἐλθὼν δʼ ἐπʼ Ἰνάχου ῥοὰς
παιδεύεται κατʼ Ἄργος. ἐκτραφεὶς δʼ ἐκεῖ
πρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους,
λυπηρὸς οὐκ ἦν οὐδʼ ἐπίφθονος πόλει
οὐδʼ ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺς
μάλιστʼ ἂν εἴη δημότης τε καὶ ξένος.
λόχοις δʼ ἐνεστὼς ὥσπερ Ἀργεῖος γεγὼς
ἤμυνε χώραι, χὠπότʼ εὖ πράσσοι πόλις
ἔχαιρε, λυπρῶς δʼ ἔφερεν εἴ τι δυστυχοῖ.
πολλοὺς δʼ ἐραστὰς κἀπὸ θηλειῶν ὅσας
ἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν.
Τυδέως δʼ ἔπαινον ἐν βραχεῖ θήσω μέγαν·
φιλότιμον ἦθος πλούσιον, φρόνημα δὲ
ἐν τοῖσιν ἔργοις οὐχὶ τοῖς λόγοις ἴσον.
ἐκ τῶνδε μὴ θαύμαζε τῶν εἰρημένων,
Θησεῦ, πρὸ πύργων τούσδε τολμῆσαι θανεῖν.
τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει·
αἰσχύνεται δὲ τἀγάθʼ ἀσκήσας ἀνὴρ
κακὸς γενέσθαι πᾶς τις. ἡ δʼ εὐανδρία
διδακτόν, εἴπερ καὶ βρέφος διδάσκεται
λέγειν ἀκούειν θʼ ὧν μάθησιν οὐκ ἔχει.
ἃ δʼ ἂν μάθηι τις, ταῦτα σώιζεσθαι φιλεῖ
πρὸς γῆρας. οὕτω παῖδας εὖ παιδεύετε.
Χορός ἰὼ τέκνον, δυστυχῆ
σʼ ἔτρεφον ἔφερον ὑφʼ ἥπατος
πόνους ἐνεγκοῦσʼ ἐν ὠδῖσι· καὶ
νῦν τὸν ἐμὸν Ἀίδας
ἔχει μόχθον ἀθλίας,
ἐγὼ δὲ γηροβοσκὸν οὐκ ἔχω, τεκοῦσʼ
ἁ τάλαινα παῖδα.
Θησεύς καὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκον
θεοὶ ζῶντʼ ἀναρπάσαντες ἐς μυχοὺς χθονὸς
αὐτοῖς τεθρίπποις εὐλογοῦσιν ἐμφανῶς.
τὸν Οἰδίπου δὲ παῖδα, Πολυνείκη λέγω,
ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθʼ ἄν.
ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλιν
φυγῆι πρὸς Ἄργος διαβαλεῖν αὐθαιρέτωι.
ἀλλʼ οἶσθʼ ὃ δρᾶν σε βούλομαι τούτων πέρι;
Ἄδραστος οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις.
Θησεύς τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ
Ἄδραστος ἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις;
Θησεύς ναί· τοὺς δέ γʼ ἄλλους πάντας ἐν μιᾶι πυρᾶι.
Ἄδραστος ποῦ δῆτα θήσεις μνῆμα τῶιδε χωρίσας;
Θησεύς αὐτοῦ παρʼ οἴκους τούσδε συμπήξας τάφον.
Ἄδραστος οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος.
Θησεύς ἡμῖν δέ γʼ οἵδε· στειχέτω δʼ ἄχθη νεκρῶν.
Ἄδραστος ἴτʼ, ὦ τάλαιναι μητέρες, τέκνων πέλας.
Θησεύς ἥκιστʼ, Ἄδραστε, τοῦτο πρόσφορον λέγεις.
Ἄδραστος πῶς; τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων;
Θησεύς ὄλοιντʼ ἰδοῦσαι τούσδʼ ἂν ἠλλοιωμένους.
Ἄδραστος πικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν.
Θησεύς τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις;
Ἄδραστος νικᾶις. μένειν χρὴ τλημόνως· λέγει γὰρ εὖ
Θησεύς. ὅταν δὲ τούσδε προσθῶμεν πυρί,
ὀστᾶ προσάξεσθʼ. ὦ ταλαίπωροι βροτῶν,
τί κτᾶσθε λόγχας καὶ κατʼ ἀλλήλων φόνους
τίθεσθε; παύσασθʼ, ἀλλὰ λήξαντες πόνων
ἄστη φυλάσσεθʼ ἥσυχοι μεθʼ ἡσύχων.
σμικρὸν τὸ χρῆμα τοῦ βίου· τοῦτον δὲ χρὴ
ὡς ῥᾶιστα καὶ μὴ σὺν πόνοις διεκπερᾶν.
Χορός οὐκέτʼ εὔτεκνος, οὐκέτʼ εὔ-
παις, οὐδʼ εὐτυχίας μέτε-
στίν μοι κουροτόκοις ἐν Ἀργείαις·
οὐδʼ Ἄρτεμις λοχία
προσφθέγξαιτʼ ἂν τὰς ἀτέκνους.
δυσαίων δʼ ὁ βίος,
πλαγκτὰ δʼ ὡσεί τις νεφέλα
πνευμάτων ὕπο δυσχίμων ἀίσσω.
ἑπτὰ ματέρες ἑπτὰ κού-
ρους ἐγεινάμεθʼ αἱ ταλαί-
πωροι κλεινοτάτους ἐν Ἀργείοις·
καὶ νῦν ἄπαις ἄτεκνος
γηράσκω δυστανοτάτως,
οὔτʼ ἐν φθιμένοισιν
οὔτʼ ἐν ζωοῖσιν ἀριθμουμένη,
χωρὶς δή τινα τῶνδʼ ἔχουσα μοῖραν.
ὑπολελειμμένα μοι δάκρυα·
μέλεα παιδὸς ἐν οἴκοις
κεῖται μνήματα, πένθιμοι
κουραὶ κἀστέφανοι κόμαι
λοιβαί τε νεκύων φθιμένων
ἀοιδαί θʼ ἃς χρυσοκόμας
Ἀπόλλων οὐκ ἐνδέχεται·
γόοισι δʼ ὀρθρευομένα
δάκρυσι νοτερὸν ἀεὶ πέπλων
πρὸς στέρνωι πτύχα τέγξω.
καὶ μὴν θαλάμας τάσδʼ ἐσορῶ δὴ
Καπανέως ἤδη τύμβον θʼ ἱερὸν
μελάθρων τʼ ἐκτὸς
Θησέως ἀναθήματα νεκροῖς,
κλεινήν τʼ ἄλοχον τοῦ καπφθιμένου
τοῦδε κεραυνῶι πέλας Εὐάδνην,
ἣν Ἶφις ἄναξ παῖδα φυτεύει.
τί ποτʼ αἰθερίαν ἕστηκε πέτραν
ἣ τῶνδε δόμων ὑπερακρίζει,
τήνδʼ ἐμβαίνουσα κέλευθον;
Εὐάδνη τί φέγγος, τίνʼ αἴγλαν
ἐδίφρευε τόθʼ ἅλιος
σελάνα τε κατʼ αἰθέρα
λαμπάδʼ ἵνʼ ὠκυθόαι νύμφαι
ἱππεύουσι διʼ ὀρφναίας,
ἁνίκα … γάμων
τῶν ἐμῶν πόλις Ἄργους
ἀοιδαῖς εὐδαιμονίας
ἐπύργωσε καὶ γαμέτα
χαλκεοτευχέος Καπανέως;
πρὸς δʼ ἔβαν δρομὰς ἐξ ἐμῶν
οἴκων ἐκβακχευσαμένα
πυρᾶς φῶς τάφον τε
ματεύουσα τὸν αὐτόν,
ἔμμοχθον καταλύσουσʼ ἐς Ἅιδαν
βίοτον αἰῶνός τε πόνους·
ἥδιστος γάρ τοι θάνατος
συνθνήισκειν θνήισκουσι φίλοις,
εἰ δαίμων τάδε κραίνοι.
Χορός καὶ μὴν ὁρᾶις τήνδʼ ἧς ἐφέστηκας πέλας
πυράν, Διὸς θησαυρόν, ἔνθʼ ἔνεστι σὸς
πόσις, δαμασθεὶς λαμπάσιν κεραυνίοις.
Εὐάδνη ὁρῶ δὴ τελευτὰν
ἵνʼ ἕστακα· τύχα δέ μοι
ξυνάπτοι ποδὸς ἅλματι
εὐκλείας χάριν ἔνθεν ὁρ-
μάσω τᾶσδʼ ἀπὸ πέτρας
πηδήσασα πυρὸς ἔσω
σῶμά τʼ αἴθοπι φλογμῶι
πόσει συμμείξασα φίλωι,
χρῶτα χροῒ πέλας θεμένα,
Φερσεφόνας ἥξω θαλάμους,
σὲ τὸν θανόντʼ οὔποτʼ ἐμᾶι
προδοῦσα ψυχᾶι κατὰ γᾶς.
ἴτω φῶς γάμοι τε·
εἴθε τινὲς εὐναὶ
δικαίων ὑμεναίων
ἐν Ἄργει φανῶσι τέκνοισιν ὁ σὸς δʼ εὐναῖος γαμέτας
συντηχθεὶς αὔραις ἀδόλοις
γενναίας ἀλόχοιο.
Χορός καὶ μὴν ὅδʼ αὐτὸς σὸς πατὴρ βαίνει πέλας
γεραιὸς Ἶφις ἐς νεωτέρους λόγους,
οὓς οὐ κατειδὼς πρόσθεν ἀλγήσει κλύων.
Ἶφις ὦ δυστάλαιναι, δυστάλας δʼ ἐγὼ γέρων,
ἥκω διπλοῦν πένθημʼ ὁμαιμόνων ἔχων,
τὸν μὲν θανόντα παῖδα Καδμείων δορὶ
Ἐτέοκλον ἐς γῆν πατρίδα ναυσθλώσων νεκρὸν
ζητῶν τʼ ἐμὴν παῖδʼ, ἣ δόμων ἐξώπιος
βέβηκε πηδήσασα Καπανέως δάμαρ,
θανεῖν ἐρῶσα σὺν πόσει. χρόνον μὲν οὖν
τὸν πρόσθʼ ἐφρουρεῖτʼ ἐν δόμοις· ἐπεὶ δʼ ἐγὼ
φυλακὰς ἀνῆκα τοῖς παρεστῶσιν κακοῖς,
βέβηκεν. ἀλλὰ τῆιδέ νιν δοξάζομεν
μάλιστʼ ἂν εἶναι. φράζετʼ εἰ κατείδετε.
Εὐάδνη τί τάσδʼ ἐρωτᾶις; ἥδʼ ἐγὼ πέτρας ἔπι
ὄρνις τις ὡσεὶ Καπανέως ὑπὲρ πυρᾶς
δύστηνον αἰώρημα κουφίζω, πάτερ.
Ἶφις τέκνον, τίς αὔρα; τίς στόλος; τίνος χάριν
δόμων ὑπεκβᾶσʼ ἦλθες ἐς τήνδε χθόνα;
Εὐάδνη ὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτων
κλύων· ἀκοῦσαι δʼ οὔ σε βούλομαι, πάτερ.
Ἶφις τί δʼ; οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι;
Εὐάδνη κριτὴς ἂν εἴης οὐ σοφὸς γνώμης ἐμῆς.
Ἶφις σκευῆι δὲ τῆιδε τοῦ χάριν κοσμεῖς δέμας;
Εὐάδνη θέλει τι κλεινὸν οὗτος ὁ στολμός, πάτερ.
Ἶφις ὡς οὐκ ἐπʼ ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν.
Εὐάδνη ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα.
Ἶφις κἄπειτα τύμβωι καὶ πυρᾶι φαίνηι πέλας;
Εὐάδνη ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι.
Ἶφις νικῶσα νίκην τίνα; μαθεῖν χρήιζω σέθεν.
Εὐάδνη πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος.
Ἶφις ἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίαι;
Εὐάδνη ἀρετῆι· πόσει γὰρ συνθανοῦσα κείσομαι.
Ἶφις τί φήις; τί τοῦτʼ αἴνιγμα σημαίνει σαθρόν;
Εὐάδνη ἄισσω θανόντος Καπανέως τήνδʼ ἐς πυράν.
Ἶφις ὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς;
Εὐάδνη τοῦτʼ αὐτὸ χρήιζω, πάντας Ἀργείους μαθεῖν.
Ἶφις ἀλλʼ οὐδέ τοι σοὶ πείσομαι δρώσηι τάδε.
Εὐάδνη ὅμοιον· οὐ γὰρ μὴ κίχηις μʼ ἑλὼν χερί.
καὶ δὴ παρεῖται σῶμα, σοὶ μὲν οὐ φίλον,
ἡμῖν δὲ καὶ τῶι συμπυρουμένωι πόσει.
Χορός ἰώ, γύναι, δεινὸν ἔργον ἐξειργάσω.
Ἶφις ἀπωλόμην δύστηνος, Ἀργείων κόραι.
Χορός ἒ ἔ, σχέτλια τάδε παθών,
τὸ πάντολμον ἔργον ὄψηι τάλας;
Ἶφις οὐκ ἄν τινʼ εὕροιτʼ ἄλλον ἀθλιώτερον.
Χορός ἰὼ τάλας·
μετέλαχες τύχας Οἰδιπόδα, γέρον,
μέρος καὶ σὺ καὶ πόλις ἐμὰ τλάμων.
Ἶφις οἴμοι· τί δὴ βροτοῖσιν οὐκ ἔστιν τόδε,
νέους δὶς εἶναι καὶ γέροντας αὖ πάλιν;
ἀλλʼ ἐν δόμοις μὲν ἤν τι μὴ καλῶς ἔχηι
γνώμαισιν ὑστέραισιν ἐξορθούμεθα,
αἰῶνα δʼ οὐκ ἔξεστιν. εἰ δʼ ἦμεν νέοι
δὶς καὶ γέροντες, εἴ τις ἐξημάρτανεν
διπλοῦ βίου λαχόντες ἐξωρθούμεθʼ ἄν.
ἐγὼ γὰρ ἄλλους εἰσορῶν τεκνουμένους
παίδων ἐραστὴς ἦ πόθωι τʼ ἀπωλλύμην.
εἰ δʼ ἐς τόδʼ ἦλθον κἀξεπειράθην τέκνων
οἷον στέρεσθαι πατέρα γίγνεται τέκνων,
οὐκ ἄν ποτʼ ἐς τόδʼ ἦλθον εἰς ὃ νῦν κακόν.
εἶἑν· τί δὴ χρὴ τὸν ταλαίπωρόν με δρᾶν;
στείχειν πρὸς οἴκους; κἆιτʼ ἐρημίαν ἴδω
πολλὴν μελάθρων ἀπορίαν τʼ ἐμῶι βίωι;
ἢ πρὸς μέλαθρα τοῦδε Καπανέως μόλω;
ἥδιστα πρίν γε δῆθʼ ὅτʼ ἦν παῖς ἥδε μοι.
ἀλλʼ οὐκέτʼ ἔστιν, ἥ γʼ ἐμὴν γενειάδα
προσήγετʼ αἰεὶ στόματι καὶ κάρα τόδε
κατεῖχε χερσίν. οὐδὲν ἥδιον πατρὶ
γέροντι θυγατρός· ἀρσένων δὲ μείζονες
ψυχαί, γλυκεῖαι δʼ ἧσσον ἐς θωπεύματα.
οὐχ ὡς τάχιστα δῆτά μʼ ἄξετʼ ἐς δόμους
σκότωι τε δώσετʼ, ἔνθʼ ἀσιτίαις ἐμὸν
δέμας γεραιὸν συντακεὶς ἀποφθερῶ;
τί μʼ ὠφελήσει παιδὸς ὀστέων θιγεῖν;
ὦ δυσπάλαιστον γῆρας, ὡς μισῶ σʼ ἔχων,
μισῶ δʼ ὅσοι χρήιζουσιν ἐκτείνειν βίον
βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασιν
παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν·
οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν,
θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.
Χορός ἰώ· τάδε δὴ παίδων ἤδη φθιμένων
ὀστᾶ φέρεται. λάβετʼ, ἀμφίπολοι,
γραίας ἀμενοῦς — οὐ γὰρ ἔνεστιν
ῥώμη παίδων ὑπὸ πένθους —
πολλοῦ τε χρόνου ζώσης μέτρα δὴ
καταλειβομένης τʼ ἄλγεσι πολλοῖς.
τί γὰρ ἂν μεῖζον τοῦδʼ ἔτι θνητοῖς
πάθος ἐξεύροις
ἢ τέκνα θανόντʼ ἐσιδέσθαι;
Παῖδες φέρω φέρω,
τάλαινα μᾶτερ, ἐκ πυρᾶς πατρὸς μέλη,
βάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπο,
ἐν δʼ ὀλίγωι τἀμὰ πάντα συνθείς.
Χορός ἰὼ ἰώ, παῖ, δάκρυα φέρεις φίλαι
ματρὶ τῶν ὀλωλότων
σποδοῦ τε πλῆθος ὀλίγον ἀντὶ σωμάτων
εὐδοκίμων δή ποτʼ ἐν Μυκήναις.
Παῖδες ἄπαις ἄπαις· ἐγὼ δʼ ἔρημος ἀθλίου πατρὸς τάλας
ἔρημον οἶκον ὀρφανεύσομαι λαβών,
οὐ πατρὸς ἐν χερσὶ τοῦ τεκόντος.
Χορός ἰὼ ἰώ· ποῦ δὲ πόνος ἐμῶν τέκνων,
ποῦ λοχευμάτων χάρις
τροφαί τε ματρὸς ἄυπνά τʼ ὀμμάτων τέλη·
καὶ φίλιαι προσβολαὶ προσώπων;
Παῖδες βεβᾶσιν, οὐκέτʼ εἰσίν· οἴμοι πάτερ·
βεβᾶσιν. Χορός αἰθὴρ ἔχει νιν ἤδη,
πυρὸς τετακότας σποδῶι·
ποτανοὶ δʼ ἤνυσαν τὸν Ἅιδαν.
Παῖδες πάτερ, σὺ μὲν σῶν κλύεις τέκνων γόους;
ἆρʼ ἀσπιδοῦχος ἔτι ποτʼ ἀντιτείσομαι
σὸν φόνον; εἰ γὰρ γένοιτο τέκνον.
Παῖδες ἔτʼ ἂν θεοῦ θέλοντος ἔλθοι δίκα
πατρῶιος. Χορός οὔπω κακὸν τόδʼ εὕδει;
αἰαῖ τύχας· ἅλις γόων,
ἅλις δʼ ἀλγέων ἐμοὶ πάρεστιν.
Παῖδες ἔτʼ Ἀσωποῦ με δέξεται γάνος
χαλκέοις ἐν ὅπλοις Δαναϊδᾶν στρατηλάταν,
τοῦ φθιμένου πατρὸς ἐκδικαστάν.
Παῖδες ἔτʼ εἰσορᾶν σε, πάτερ, ἐπʼ ὀμμάτων δοκῶ
Χορός φίλαν φίλημα παρὰ γένυν τιθέντα σοί.
Παῖδες λόγων δὲ παρακέλευσμα σῶν
ἀέρι φερόμενον οἴχεται.
Χορός δυοῖν δʼ ἄχη, ματρί τʼ ἔλιπεν,
σέ τʼ οὔποτʼ ἄλγη πατρῶια λείψει.
Παῖδες ἔχω τοσόνδε βάρος ὅσον μʼ ἀπώλεσεν.
Χορός φέρʼ, ἀμφὶ μαστὸν ὑποβάλω σποδὸν …
Παῖδες ἔκλαυσα τόδε κλύων ἔπος
στυγνότατον· ἔθιγέ μου φρενῶν.
Χορός ὦ τέκνον, ἔβας· οὐκέτι φίλον
φίλας ἄγαλμʼ ὄψομαί σε ματρός.
Θησεύς Ἄδραστε καὶ γυναῖκες Ἀργεῖαι γένος,
ὁρᾶτε παῖδας τούσδʼ ἔχοντας ἐν χεροῖν
πατέρων ἀρίστων σώμαθʼ ὧν ἀνειλόμην·
τούτοις ἐγώ σφε καὶ πόλις δωρούμεθα.
ὑμᾶς δὲ τῶνδε χρὴ χάριν μεμνημένους
σώιζειν, ὁρῶντας ὧν ἐκύρσατʼ ἐξ ἐμοῦ,
παισίν θʼ ὑπειπεῖν τοῖσδε τοὺς αὐτοὺς λόγους,
τιμᾶν πόλιν τήνδʼ, ἐκ τέκνων ἀεὶ τέκνοις
μνήμην παραγγέλλοντας ὧν ἐκύρσατε.
Ζεὺς δὲ ξυνίστωρ οἵ τʼ ἐν οὐρανῶι θεοὶ
οἵων ὑφʼ ἡμῶν στείχετʼ ἠξιωμένοι.
Ἄδραστος Θησεῦ, ξύνισμεν πάνθʼ ὅσʼ Ἀργείαν χθόνα
δέδρακας ἐσθλὰ δεομένην εὐεργετῶν
χάριν τʼ ἀγήρων ἕξομεν· γενναῖα γὰρ
παθόντες ὑμᾶς ἀντιδρᾶν ὀφείλομεν.
Θησεύς τί δῆτʼ ἔθʼ ὑμῖν ἄλλʼ ὑπουργῆσαί με χρή;
Ἄδραστος χαῖρʼ· ἄξιος γὰρ καὶ σὺ καὶ πόλις σέθεν.
Θησεύς ἔσται τάδʼ· ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις.
Ἀθηνᾶ ἄκουε, Θησεῦ, τούσδʼ Ἀθηναίας λόγους,
ἃ χρή σε δρᾶσαι, δρῶντα δʼ ὠφελεῖν τάδε.
μὴ δῶις τάδʼ ὀστᾶ τοῖσδʼ ἐς Ἀργείαν χθόνα
παισὶν κομίζειν ῥαιδίως οὕτω μεθείς,
ἀλλʼ ἀντὶ τῶν σῶν καὶ πόλεως μοχθημάτων
πρῶτον λάβʼ ὅρκον. τόνδε δʼ ὀμνύναι χρεὼν
Ἄδραστον· οὗτος κύριος, τύραννος ὤν,
πάσης ὑπὲρ γῆς Δαναϊδῶν ὁρκωμοτεῖν.
ὁ δʼ ὅρκος ἔσται μήποτʼ Ἀργείους χθόνα
ἐς τήνδʼ ἐποίσειν πολέμιον παντευχίαν
ἄλλων τʼ ἰόντων ἐμποδὼν θήσειν δόρυ.
ἢν δʼ ὅρκον ἐκλιπόντες ἔλθωσιν πόλιν,
κακῶς ὀλέσθαι πρόστρεπʼ Ἀργείων χθόνα.
ἐν ὧι δὲ τέμνειν σφάγια χρή σʼ ἄκουέ μου.
ἔστιν τρίπους σοι χαλκόπους ἔσω δόμων,
ὃν Ἰλίου ποτʼ ἐξαναστήσας βάθρα
σπουδὴν ἐπʼ ἄλλην Ἡρακλῆς ὁρμώμενος
στῆσαί σʼ ἐφεῖτο Πυθικὴν πρὸς ἐσχάραν.
ἐν τῶιδε λαιμοὺς τρεῖς τριῶν μήλων τεμὼν
ἔγγραψον ὅρκους τρίποδος ἐν κοίλωι κύτει
κἄπειτα σώιζειν θεῶι δὸς ὧι Δελφῶν μέλει,
μνημεῖά θʼ ὅρκων μαρτύρημά θʼ Ἑλλάδι.
ἧι δʼ ἂν διοίξηις σφάγια καὶ τρώσηις φόνον
ὀξύστομον μάχαιραν ἐς γαίας μυχοὺς
κρύψον παρʼ αὐτὰς ἑπτὰ πυρκαιὰς νεκρῶν.
φόβον γὰρ αὐτοῖς, ἤν ποτʼ ἔλθωσιν πόλιν,
δειχθεῖσα θήσει καὶ κακὸν νόστον πάλιν.
δράσας δὲ ταῦτα πέμπε γῆς ἔξω νεκρούς.
τεμένη δʼ, ἵνʼ αὐτῶν σώμαθʼ ἡγνίσθη πυρί,
μέθες παρʼ αὐτὴν τρίοδον Ἰσθμίαν θεῶι.
σοὶ μὲν τάδʼ εἶπον· παισὶ δʼ Ἀργείων λέγω·
πορθήσεθʼ ἡβήσαντες Ἰσμηνοῦ πόλιν
πατέρων θανόντων ἐκδικάζοντες φόνον,
σύ τʼ ἀντὶ πατρός, Αἰγιαλεῦ, στρατηλάτης
νέος κατάστας παῖς τʼ ἀπʼ Αἰτωλῶν μολὼν
Τυδέως, ὃν ὠνόμαζε Διομήδη πατήρ.
ἀλλʼ οὐ φθάνειν χρὴ συσκιάζοντας γένυν
καὶ χαλκοπληθῆ Δαναϊδῶν ὁρμᾶν στρατὸν
ἑπτάστομον πύργωμα Καδμείων ἔπι.
πικροὶ γὰρ αὐτοῖς ἥξετʼ ἐκτεθραμμένοι
σκύμνοι λεόντων, πόλεος ἐκπορθήτορες.
κοὐκ ἔστιν ἄλλως. Ἐπίγονοι δʼ ἀνʼ Ἑλλάδα
κληθέντες ὠιδὰς ὑστέροισι θήσετε·
τοῖον στράτευμα σὺν θεῶι πορεύσετε.
Θησεύς δέσποινʼ Ἀθάνα, πείσομαι λόγοισι σοῖς·
σὺ γάρ μʼ ἀπορθοῖς ὥστε μὴ ʼξαμαρτάνειν.
καὶ τόνδʼ ἐν ὅρκοις ζεύξομαι. μόνον σύ με
ἐς ὀρθὸν ἵστη· σοῦ γὰρ εὐμενοῦς πόλει
οὔσης τὸ λοιπὸν ἀσφαλῶς οἰκήσομεν.
Χορός στείχωμεν, Ἄδρασθʼ, ὅρκια δῶμεν
τῶιδʼ ἀνδρὶ πόλει τʼ· ἄξια δʼ ἡμῖν
προμεμοχθήκασι σέβεσθαι.