---
title: Supplicants
title_greek: Ἱκέτιδες
author: Euripides
eul_wid: cbm-ai
eul_aid: cbm
canonical: "https://eulogikon.org/works/euripides-suppliants-cbm-ai"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Supplicants

*Ἱκέτιδες*

**Author:** Euripides

**eul_wid:** `cbm-ai` · [HTML page](https://eulogikon.org/works/euripides-suppliants-cbm-ai)

## Text

### 1

ΑΙΘΡΑ

### 1.1

Δήμητερ ἑστιοῦχ’ Ἐλευσῖνος χθονὸς

### 1.2

τῆσδ’, οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς,

### 1.3

εὐδαιμονεῖν με Θησέα τε παῖδ’ ἐμὸν

### 1.4

πόλιν τ’ Ἀθηνῶν τήν τε Πιτθέως χθόνα,

### 5.1

ἐν ἧι με θρέψας ὀλβίοις ἐν δώμασιν

### 5.2

Αἴθραν πατὴρ δίδωσι τῶι Πανδίονος

### 5.3

Αἰγεῖ δάμαρτα Λοξίου μαντεύμασιν.

### 5.4

ἐς τάσδε γὰρ βλέψας’ ἐπηυξάμην τάδε

### 5.5

γραῦς, αἳ λιποῦσαι δώματ’ Ἀργείας χθονὸς

### 10.1

ἱκτῆρι θαλλῶι προσπίτνους’ ἐμὸν γόνυ,

### 10.2

πάθος παθοῦσαι δεινόν· ἀμφὶ γὰρ πύλας

### 10.3

Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων

### 10.4

ἄπαιδές εἰσιν, οὕς ποτ’ Ἀργείων ἄναξ

### 10.5

Ἄδραστος ἤγαγ’, Οἰδίπου παγκληρίας

### 15.1

μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων

### 15.2

γαμβρῶι. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ

### 15.3

θάψαι θέλουσι τῶνδε μητέρες χθονί,

### 15.4

εἴργουσι δ’ οἱ κρατοῦντες οὐδ’ ἀναίρεσιν

### 15.5

δοῦναι θέλουσι, νόμιμ’ ἀτίζοντες θεῶν.

### 20.1

κοινὸν δὲ φόρτον ταῖσδ’ ἔχων χρείας ἐμῆς Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε

### 20.2

κεῖται, τό τ’ ἔγχος τήν τε δυστυχεστάτην

### 20.3

στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων·

### 20.4

ὅς μ’ ἐξοτρύνει παῖδ’ ἐμὸν πεῖσαι λιταῖς

### 25.1

νεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸς

### 25.2

ῥώμηι γενέσθαι καὶ τάφου μεταίτιον,

### 25.3

κοινὸν τόδ’ ἔργον προστιθεὶς ἐμῶι τέκνωι

### 25.4

πόλει τ’ Ἀθηνῶν. τυγχάνω δ’ ὑπὲρ χθονὸς

### 25.5

ἀρότου προθύους’, ἐκ δόμων ἐλθοῦς’ ἐμῶν

### 30.1

πρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται

### 30.2

φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς.

### 30.3

δεσμὸν δ’ ἄδεσμον τόνδ’ ἔχουσα φυλλάδος

### 30.4

μένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν

### 30.5

Κόρης τε καὶ Δήμητρος, οἰκτίρουσα μὲν

### 35.1

πολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων,

### 35.2

σέβουσα δ’ ἱερὰ στέμματ’. οἴχεται δέ μοι

### 35.3

κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν,

### 35.4

ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέληι χθονὸς

### 35.5

ἢ τάσδ’ ἀνάγκας ἱκεσίους λύσηι, θεοὺς

### 40.1

ὅσιόν τι δράσας· πάντα γὰρ δι’ ἀρσένων

### 40.2

γυναιξὶ πράσσειν εἰκὸς αἵτινες σοφαί.

### 40.3

ΧΟΡΟΣ

### 42.1

ἱκετεύω σε, γεραιά, γεραιῶν ἐκ στομάτων πρὸς

### 42.2

γόνυ πίπτουσα τὸ σόν·

### 42.3

ἄνομοι τέκνα λῦσαι φθιμένων νεκύων οἳ

*[crux: ἄνομοι τέκνα λῦσαι φθιμένων νεκύων οἳ]*

### 45.1

καταλείπουσι μέλη

### 45.2

θανάτωι λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν·

### 49.1

ἐσιδοῦς’ οἰκτρὰ μὲν ὄσσων δάκρυ’ ἀμφὶ βλεφάροις, ῥυ‐ σὰ δὲ σαρκῶν πολιᾶν

### 49.2

καταδρύμματα χειρῶν. τί γάρ; ἃ φθιμένους παῖ‐

### 49.3

δας ἐμοὺς οὔτε δόμοις

### 49.4

προθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ.

### 49.5

ἔτεκες καὶ σύ ποτ’, ὦ πότνια, κοῦρον φίλα ποιη‐

### 56

σαμένα λέκτρα πόσει σῶι· μετά νυν

### 58.1

δὸς ἐμοὶ σᾶς διανοίας, μετάδος δ’, ὅσσον ἐπαλγῶ

### 58.2

μελέα 〈’γὼ〉 φθιμένων οὓς ἔτεκον·

### 60.1

παράπεισον δὲ σόν, ὤ, λίσσομαι, ἐλθεῖν τέκνον Ἰσμη‐

### 60.2

νὸν ἐμάν τ’ ἐς χέρα θεῖναι νεκύων

### 60.3

θαλερῶν σώματ’ ἀλαίνοντ’ ἄταφα.

### 60.4

ὁσίως οὔχ, ὑπ’ ἀνάγκας δὲ προπίπτουσα προσαιτοῦς’

### 60.5

ἔμολον δεξιπύρους θεῶν θυμέλας·

### 65.1

ἔχομεν δ’ ἔνδικα, καὶ σοί τι πάρεστι σθένος ὥστ’ εὐ‐

### 65.2

τεκνίαι δυστυχίαν τὰν παρ’ ἐμοὶ

### 68.1

καθελεῖν· οἰκτρὰ δὲ πάσχους’ ἱκετεύω σὸν ἐμοὶ παῖ‐

### 68.2

δα ταλαίναι ’ν χερὶ θεῖναι νέκυν, ἀμ‐

### 70.1

φιβαλεῖν λυγρὰ μέλη παιδὸς ἐμοῦ. ἀγὼν ὅδ’ ἄλλος ἔρχεται γόων γόοις

### 70.2

διάδοχος, ἀχοῦσι προσπόλων χέρες.

### 70.3

ἴτ’ ὦ ξυνωιδοὶ κακοῖς,

### 70.4

ἴτ’ ὦ ξυναλγηδόνες,

### 75.1

χορὸν τὸν Ἅιδας σέβει·

### 75.2

διὰ παρῆιδος ὄνυχι λευκᾶς

### 75.3

αἱματοῦτε χρῶτα φόνιον· 〈ἒ ἔ.〉

### 75.4

τὰ γὰρ φθιτῶν τοῖς ὁρῶσι κόσμος.

### 75.5

ἄπληστος ἅδε μ’ ἐξάγει χάρις γόων

### 80.1

πολύπονος, ὡς ἐξ ἁλιβλήτου πέτρας

### 80.2

ὑγρὰ ῥέουσα σταγὼν

### 80.3

ἄπαυστος αἰεὶ γόων.

*[crux: γόων]*

### 80.4

τὸ γὰρ θανόντων τέκνων

### 80.5

ἐπίπονόν τι κατὰ γυναῖκας

### 85.1

ἐς γόους πάθος πέφυκεν· ἒ ἔ.

### 85.2

θανοῦσα τῶνδ’ ἀλγέων λαθοίμαν.

### 85.3

ΘΗΣΕΥΣ

### 87.1

τίνων γόους ἤκουσα καὶ στέρνων κτύπον

### 87.2

νεκρῶν τε θρήνους, τῶνδ’ ἀνακτόρων ἄπο

### 87.3

ἠχοῦς ἰούσης; ὡς φόβος μ’ ἀναπτεροῖ

### 90.1

μή μοί τι μήτηρ, ἣν μεταστείχω ποδὶ

### 90.2

χρονίαν ἀποῦσαν ἐκ δόμων, ἔχηι νέον.

### 90.3

ἔα·

### 92.1

τί χρῆμα; καινὰς ἐσβολὰς ὁρῶ λόγων· μητέρα γεραιὰν βωμίαν ἐφημένην

### 92.2

ξένας θ’ ὁμοῦ γυναῖκας οὐχ ἕνα ῥυθμὸν

### 95.1

κακῶν ἐχούσας· ἔκ τε γὰρ γερασμίων

### 95.2

ὄσσων ἐλαύνους’ οἰκτρὸν ἐς γαῖαν δάκρυ,

### 95.3

κουραί τε καὶ πεπλώματ’ οὐ θεωρικά.

### 95.4

τί ταῦτα, μῆτερ; σὸν τὸ μηνύειν ἐμοί,

### 95.5

ἡμῶν δ’ ἀκούειν· προσδοκῶ τι γὰρ νέον. Αι. ὦ παῖ, γυναῖκες αἵδε μητέρες τέκνων

### 95.6

τῶν κατθανόντων ἀμφὶ Καδμείας πύλας

### 95.7

ἑπτὰ στρατηγῶν· ἱκεσίοις δὲ σὺν κλάδοις

### 95.8

φρουροῦσί μ’, ὡς δέδορκας, ἐν κύκλωι, τέκνον.

### 95.9

Θη. τίς δ’ ὁ στενάζων οἰκτρὸν ἐν πύλαις ὅδε;

### 105.1

Αι. Ἄδραστος, ὡς λέγουσιν, Ἀργείων ἄναξ.

### 105.2

Θη. οἱ δ’ ἀμφὶ τόνδε παῖδες; ἦ τούτων τέκνα;

### 105.3

Αι. οὔκ, ἀλλὰ νεκρῶν τῶν ὀλωλότων κόροι.

### 105.4

Θη. τί γὰρ πρὸς ἡμᾶς ἦλθον ἱκεσίαι χερί;

### 105.5

Αι. οἶδ’· ἀλλὰ τῶνδε μῦθος οὑντεῦθεν, τέκνον.

### 110.1

Θη. σὲ τὸν κατήρη χλανιδίοις ἀνιστορῶ.

### 110.2

λέγ’ ἐκκαλύψας κρᾶτα καὶ πάρες γόον·

### 110.3

πέρας γὰρ οὐδὲν μὴ διὰ γλώσσης ἰόν.

### 110.4

ΑΔΡΑΣΤΟΣ

### 113.1

ὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ,

### 113.2

Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν.

### 115.1

Θη. τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων;

### 115.2

Αδ. οἶσθ’ ἣν στρατείαν ἐστράτευς’ ὀλεθρίαν;

### 115.3

Θη. οὐ γάρ τι σιγῆι διεπέρασας Ἑλλάδα.

### 115.4

Αδ. ἐνταῦθ’ ἀπώλες’ ἄνδρας Ἀργείων ἄκρους.

### 115.5

Θη. τοιαῦθ’ ὁ τλήμων πόλεμος ἐξεργάζεται.

### 120.1

Αδ. τούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν.

### 120.2

Θη. κήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψηις νεκρούς;

### 120.3

Αδ. κἄπειτά γ’ οἱ κτανόντες οὐκ ἐῶσί με.

### 120.4

Θη. τί γὰρ λέγουσιν, ὅσια χρήιζοντος σέθεν;

### 120.5

Αδ. τί δ’; εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν.

### 125.1

Θη. ξύμβουλον οὖν μ’ ἐπῆλθες; ἢ τίνος χάριν;

### 125.2

Αδ. κομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων.

### 125.3

Θη. τὸ δ’ Ἄργος ἡμῖν ποῦ ’στιν; ἢ κόμποι μάτην;

### 125.4

Αδ. σφαλέντες οἰχόμεσθα· πρὸς σὲ δ’ ἥκομεν.

### 125.5

Θη. ἰδίαι δοκῆσάν σοι τόδ’ ἢ πάσηι πόλει;

### 130.1

Αδ. πάντες 〈σ’〉 ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς.

### 130.2

Θη. ἐκ τοῦ δ’ ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους;

### 130.3

Αδ. δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν.

### 130.4

Θη. τῶι δ’ ἐξέδωκας παῖδας Ἀργείων σέθεν;

### 130.5

Αδ. οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις.

### 135.1

Θη. ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας;

### 135.2

Αδ. Τυδεῖ 〈γε〉 Πολυνείκει τε τῶι Θηβαιγενεῖ.

### 135.3

Θη. τίν’ εἰς ἔρωτα τῆσδε κηδείας μολών;

### 135.4

Αδ. Φοίβου μ’ ὑπῆλθε δυστόπαστ’ αἰνίγματα.

### 135.5

Θη. τί δ’ εἶπ’ Ἀπόλλων παρθένοις κραίνων γάμον;

### 140.1

Αδ. κάπρωι με δοῦναι καὶ λέοντι παῖδ’ ἐμώ.

### 140.2

Θη. σὺ δ’ ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα;

### 140.3

Αδ. ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας

### 140.4

Θη. τίς καὶ τίς; εἰπέ· δύο γὰρ ἐξαυδᾶις ἅμα.

### 140.5

Αδ. Τυδεὺς μάχην συνῆψε Πολυνείκης θ’ ἅμα.

### 145.1

Θη. ἦ τοῖσδ’ ἔδωκας θηρσὶν ὣς κόρας σέθεν;

### 145.2

Αδ. μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας.

### 145.3

Θη. ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθ’ ὅρους;

### 145.4

Αδ. Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός. Θη. ὁ δ’ Οἰδίπου 〈παῖσ〉 τίνι τρόπωι Θήβας λιπών; Αδ. ἀραῖς πατρώιαις, μὴ κασίγνητον κτάνοι.

### 145.5

Θη. σοφήν γ’ ἔλεξας τήνδ’ ἑκούσιον φυγήν.

### 145.6

Αδ. ἀλλ’ οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν.

### 145.7

Θη. οὔ πού σφ’ ἀδελφὸς χρημάτων νοσφίζεται;

### 145.8

Αδ. ταύτηι δικάζων ἦλθον· εἶτ’ ἀπωλόμην.

### 155.1

Θη. μάντεις δ’ ἐπῆλθες ἐμπύρων τ’ εἶδες φλόγα;

### 155.2

Αδ. οἴμοι· διώκεις μ’ ἧι μάλιστ’ ἐγὼ ’σφάλην.

### 155.3

Θη. οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίαι θεῶν.

### 155.4

Αδ. τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν.

### 155.5

Θη. οὕτω τὸ θεῖον ῥαιδίως ἀπεστράφης;

### 160.1

Αδ. νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με.

### 160.2

Θη. εὐψυχίαν ἔσπευσας ἀντ’ εὐβουλίας.

### 160.3

Αδ. [ὃ δή γε πολλοὺς ὤλεσε στρατηλάτας.]

### 160.4

ἀλλ’, ὦ καθ’ Ἑλλάδ’ ἀλκιμώτατον κάρα,

### 160.5

ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχω

### 165.1

πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί,

### 165.2

πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος·

### 165.3

ὅμως δ’ ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς.

### 165.4

σῶσον νεκρούς μοι τἀμά τ’ οἰκτίρας κακὰ

### 165.5

καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων,

### 170.1

αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν,

### 170.2

ἐλθεῖν δ’ ἔτλησαν δεῦρο καὶ ξένον πόδα

### 170.3

θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη,

### 170.4

πρεσβεύματ’ οὐ Δήμητρος ἐς μυστήρια

### 170.5

ἀλλ’ ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν

### 175.1

κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν.

### 175.2

σοφὸν δὲ πενίαν τ’ εἰσορᾶν τὸν ὄλβιον

### 175.3

πένητά τ’ ἐς τοὺς πλουσίους ἀποβλέπειν

### 175.4

ζηλοῦνθ’, ἵν’ αὐτὸν χρημάτων ἔρως ἔχηι,

### 175.5

τά τ’ οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδορκέναι

### post 179

〈〉

### 180.1

τόν θ’ ὑμνοποιὸν αὐτὸς ἃν τίκτηι μέλη

### 180.2

χαίροντα τίκτειν· ἢν δὲ μὴ πάσχηι τόδε,

### 180.3

οὔτοι δύναιτ’ ἂν οἴκοθέν γ’ ἀτώμενος

### 180.4

τέρπειν ἂν ἄλλους· οὐδὲ γὰρ δίκην ἔχει.

### 180.5

τάχ’ οὖν ἂν εἴποις· Πελοπίαν παρεὶς χθόνα

### 185.1

πῶς ταῖς Ἀθήναις τόνδε προστάσσεις πόνον;

### 185.2

ἐγὼ δίκαιός εἰμ’ ἀφηγεῖσθαι τάδε.

### 185.3

Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους,

### 185.4

τὰ δ’ ἄλλα μικρὰ κἀσθενῆ· πόλις δὲ σὴ

### 185.5

μόνη δύναιτ’ ἂν τόνδ’ ὑποστῆναι πόνον·

### 190.1

τά τ’ οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίαν

### 190.2

ἔχει σε ποιμέν’ ἐσθλόν· οὗ χρείαι πόλεις

### 190.3

πολλαὶ διώλοντ’, ἐνδεεῖς στρατηλάτου.

### 190.4

Χο. κἀγὼ τὸν αὐτὸν τῶιδέ σοι λόγον λέγω,

### 190.5

Θησεῦ, δι’ οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας.

### 195.1

Θη. ἄλλοισι δὴ ’πόνης’ ἁμιλληθεὶς λόγωι

### 195.2

τοιῶιδ’· ἔλεξε γάρ τις ὡς τὰ χείρονα

### 195.3

πλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων.

### 195.4

ἐγὼ δὲ τούτοις ἀντίαν γνώμην ἔχω,

### 195.5

πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖς. εἰ μὴ γὰρ ἦν τόδ’, οὐκ ἂν ἦμεν ἐν φάει.

### 195.6

αἰνῶ δ’ ὃς ἡμῖν βίοτον ἐκ πεφυρμένου καὶ θηριώδους θεῶν διεσταθμήσατο,

### 195.7

πρῶτον μὲν ἐνθεὶς σύνεσιν, εἶτα δ’ ἄγγελον

### 195.8

γλῶσσαν λόγων δούς, ὥστε γιγνώσκειν ὄπα,

### 205.1

τροφήν τε καρποῦ τῆι τροφῆι τ’ ἀπ’ οὐρανοῦ

### 205.2

σταγόνας ὑδρηλὰς ὡς τά τ’ ἐκ γαίας τρέφηι

### 205.3

ἄρδηι τε νηδύν· πρὸς δὲ τοῖσι χείματος

### 205.4

προβλήματ’ αἶθόν 〈τ’〉 ἐξαμύνασθαι θεοῦ,

### 205.5

πόντου τε ναυστολήμαθ’ ὡς διαλλαγὰς

### 210.1

ἔχοιμεν ἀλλήλοισιν ὧν πένοιτο γῆ.

### 210.2

ἃ δ’ ἔστ’ ἄσημα κοὐ σαφῶς γιγνώσκομεν,

### 210.3

ἐς πῦρ βλέποντες καὶ κατὰ σπλάγχνων πτυχὰς

### 210.4

μάντεις προσημαίνουσιν οἰωνῶν τ’ ἄπο.

### 210.5

ἆρ’ οὐ τρυφῶμεν, θεοῦ κατασκευὴν βίωι

### 215.1

δόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε;

### 215.2

ἀλλ’ ἡ φρόνησις τοῦ θεοῦ μεῖζον σθένειν

### 215.3

ζητεῖ, τὸ γαῦρον δ’ ἐν φρεσὶν κεκτημένοι

### 215.4

δοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι.

### 215.5

ἧς καὶ σὺ φαίνηι δεκάδος, οὐ σοφὸς γεγώς,

### 220.1

ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶς

### 220.2

ξένοισιν ὧδ’ ἔδωκας ὡς δόντων θεῶν,

### 220.3

λαμπρὸν δὲ θολερῶι δῶμα συμμείξας τὸ σὸν

### 220.4

ἥλκωσας οἴκους· χρὴ γὰρ οὔτε σώματα

### 220.5

ἄδικα δικαίοις τὸν σοφὸν συμμειγνύναι

### 225.1

εὐδαιμονοῦντάς τ’ ἐς δόμους κτᾶσθαι φίλους.

### 225.2

κοινὰς γὰρ ὁ θεὸς τὰς τύχας ἡγούμενος

### 225.3

τοῖς τοῦ νοσοῦντος πήμασιν διώλεσεν

### 225.4

τὸν οὐ νοσοῦντα κοὐδὲν ἠδικηκότα.

### 225.5

ἐς δὲ στρατείαν πάντας Ἀργείους ἄγων,

### 230.1

μάντεων λεγόντων θέσφατ’ εἶτ’ ἀτιμάσας, βίαι παρελθὼν θεοὺς ἀπώλεσας πόλιν,

### 230.2

νέοις παραχθεὶς οἵτινες τιμώμενοι

### 230.3

χαίρουσι πολέμους τ’ αὐξάνους’ ἄνευ δίκης,

### 230.4

φθείροντες ἀστούς, ὁ μὲν ὅπως στρατηλατῆι,

### 235.1

ὁ δ’ ὡς ὑβρίζηι δύναμιν ἐς χεῖρας λαβών,

### 235.2

ἄλλος δὲ κέρδους οὕνεκ’, οὐκ ἀποσκοπῶν

### 235.3

τὸ πλῆθος εἴ τι βλάπτεται πάσχον τάδε.

### 235.4

τρεῖς γὰρ πολιτῶν μερίδες· οἱ μὲν ὄλβιοι

### 235.5

ἀνωφελεῖς τε πλειόνων τ’ ἐρῶς’ ἀεί·

### 240.1

οἱ δ’ οὐκ ἔχοντες καὶ σπανίζοντες βίου

### 240.2

δεινοί, νέμοντες τῶι φθόνωι πλέον μέρος,

### 240.3

ἐς τούς 〈τ’〉 ἔχοντας κέντρ’ ἀφιᾶσιν κακά,

### 240.4

γλώσσαις πονηρῶν προστατῶν φηλούμενοι·

### 240.5

τριῶν δὲ μοιρῶν ἡ ’ν μέσωι σώιζει πόλεις,

### 245.1

κόσμον φυλάσσους’ ὅντιν’ ἂν τάξηι πόλις.

### 245.2

κἄπειτ’ ἐγώ σοι σύμμαχος γενήσομαι;

### 245.3

τί πρὸς πολίτας τοὺς ἐμοὺς λέγων καλόν;

### 245.4

χαίρων ἴθ’· εἰ γὰρ μὴ βεβούλευσαι καλῶς

### 245.5

αὐτὸς πιέζειν τὴν τύχην ἡμᾶς λίαν. Χο. ἥμαρτεν· ἐν νέοισι δ’ ἀνθρώπων τόδε

*[crux: αὐτὸς πιέζειν τὴν τύχην ἡμᾶς λίαν]*

### 245.6

ἔνεστι· συγγνώμην δὲ τῶιδ’ ἔχειν χρεών.

### 245.7

[ἀλλ’ ὡς ἰατρὸν τῶνδ’, ἄναξ, ἀφίγμεθα.]

### 245.8

Αδ. οὔτοι δικαστήν 〈σ’〉 εἱλόμην ἐμῶν κακῶν

### 245.9

οὐδ’, εἴ τι πράξας μὴ καλῶς εὑρίσκομαι,

### 255.1

τούτων κολαστὴν κἀπιτιμητήν, ἄναξ, ἀλλ’ ὡς ὀναίμην. εἰ δὲ μὴ βούληι τάδε,

### 255.2

στέργειν ἀνάγκη τοῖσι σοῖς· τί γὰρ πάθω;

### 255.3

ἄγ’, ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόην

### 255.4

αὐτοῦ λιποῦσαι φυλλάδος καταστεφῆ,

### 260.1

θεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰν

### 260.2

Δήμητρα θέμεναι μάρτυρ’ ἡλίου τε φῶς

### 260.3

ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν.

### post 262

〈Χο.〉

### 263.1

ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δ’ ἡμεῖς χθονὸς

### 263.2

ταὐτὸν πατρῶιον αἷμα σοὶ κεκτήμεθα.

### 265.1

τί δρᾶις; προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸς

### 265.2

γραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν;

### 265.3

μὴ δῆτ’· ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν,

### 265.4

δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλιν

### 265.5

ἔπτηξε χειμασθεῖσα· τῶν γὰρ ἐν βροτοῖς

### 270.1

οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν.

### 270.2

βᾶθι, τάλαιν’, ἱερῶν δαπέδων ἄπο Περσεφονείας,

### 270.3

βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα,

### 270.4

τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα ’γώ,

### 270.5

οὓς ὑπὸ Καδμείοισιν ἀπώλεσα τείχεσι κούρους.

### 275.1

[ἰώ μοι· λάβετε φέρετε πέμπετε κρίνετε

*[crux: κρίνετε]*

### 275.2

ταλαίνας χέρας γεραιάς.]

### 275.3

πρός 〈σε〉 γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι,

### 278-279

ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαία·

### 280.1

οἴκτισαι ἀμφὶ τέκνων μ’ ἱκέταν ἤ τιν’ ἀλάταν

*[crux: μ’ ἱκέταν ἤ τιν’ ἀλάταν]*

### 280.2

οἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν.

### 280.3

μηδ’ ἀτάφους, τέκνον, ἐν Κάδμου χθονὶ χάρματα θηρῶν

### 280.4

παῖδας ἐν ἡλικίαι τᾶι σᾶι κατίδηις, ἱκετεύω.

### 280.5

βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσιν

### 285.1

γούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι.

### 285.2

Θη. μῆτερ, τί κλαίεις λέπτ’ ἐπ’ ὀμμάτων φάρη

### 285.3

βαλοῦσα τῶν σῶν; ἆρα δυστήνους γόους

### 285.4

κλύουσα τῶνδε; κἀμὲ γὰρ διῆλθέ τι.

### 285.5

ἔπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόει

### 290.1

σεμναῖσι Δηοῦς ἐσχάραις παρημένη.

### 290.2

Αι. αἰαῖ. Θη. τὰ τούτων οὐχὶ σοὶ στενακτέον.

### 290.3

Αι. ὦ τλήμονες γυναῖκες. Θη. οὐ σὺ τῶνδ’ ἔφυς.

### 290.4

Αι. εἴπω τι, τέκνον, σοί τε καὶ πόλει καλόν;

### 290.5

Θη. ὡς πολλά γ’ ἐστὶ κἀπὸ θηλειῶν σοφά.

### 295.1

Αι. ἀλλ’ εἰς ὄκνον μοι μῦθος ὃν κεύθω φέρει.

### 295.2

Θη. αἰσχρόν γ’ ἔλεξας, χρήστ’ ἔπη κρύπτειν φίλους.

### 295.3

Αι. οὔτοι σιωπῶς’ εἶτα μέμψομαί ποτε

### 295.4

τὴν νῦν σιωπὴν ὡς ἐσιγήθη κακῶς,

### 295.5

οὐδ’ ὡς ἀχρεῖον τὰς γυναῖκας εὖ λέγειν δείσας’ ἀφήσω τῶι φόβωι τοὐμὸν καλόν.

### 295.6

ἐγὼ δέ ς’, ὦ παῖ, πρῶτα μὲν τὰ τῶν θεῶν

### 295.7

σκοπεῖν κελεύω μὴ σφαλῆις ἀτιμάσας· [σφαλῆς γὰρ ἐν τούτωι μόνωι τἄλλ’ εὖ φρονῶν.]

### 295.8

πρὸς τοῖσδε δ’, εἰ μὲν μὴ ἀδικουμένοις ἐχρῆν

### 305.1

τολμηρὸν εἶναι, κάρτ’ ἂν εἶχον ἡσύχως.

### 305.2

νῦν δ’ ἴσθι σοί τε τοῦθ’ ὅσην τιμὴν φέρει

### 305.3

κἀμοὶ παραινεῖν οὐ φόβον φέρει, τέκνον,

### 305.4

ἄνδρας βιαίους καὶ κατείργοντας νεκροὺς

### 305.5

τάφου τε μοῖραν καὶ κτερισμάτων λαχεῖν

### 310.1

ἐς τήνδ’ ἀνάγκην σῆι καταστῆσαι χερὶ

### 310.2

νόμιμά τε πάσης συγχέοντας Ἑλλάδος

### 310.3

παῦσαι· τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλεις

### 310.4

τοῦθ’ ἔσθ’, ὅταν τις τοὺς νόμους σώιζηι καλῶς.

### 310.5

ἐρεῖ δὲ δή τις ὡς ἀνανδρίαι χερῶν,

### 315.1

πόλει παρόν σοι στέφανον εὐκλείας λαβεῖν,

### 315.2

δείσας ἀπέστης, καὶ συὸς μὲν ἀγρίου

### 315.3

ἀγῶνος ἥψω φαῦλον ἀθλήσας πόνον,

### 315.4

οὗ δ’ ἐς κράνος βλέψαντα καὶ λόγχης ἀκμὴν

### 315.5

χρῆν ἐκπονῆσαι δειλὸς ὢν ἐφηυρέθης.

### 320.1

μὴ δῆτ’ ἐμός γ’ ὤν, ὦ τέκνον, δράσηις τάδε.

### 320.2

ὁρᾶις ἄβουλος ὡς κεκερτομημένη

### 320.3

τοῖς κερτομοῦσι γοργὸν ὄμμ’ ἀναβλέπει

### 320.4

σὴ πατρίς; ἐν γὰρ τοῖς πόνοισιν αὔξεται·

### 320.5

αἱ δ’ ἥσυχοι σκοτεινὰ πράσσουσαι πόλεις

### 325.1

σκοτεινὰ καὶ βλέπουσιν εὐλαβούμεναι.

### 325.2

οὐκ εἶ νεκροῖσι καὶ γυναιξὶν ἀθλίαις

### 325.3

προσωφελήσων, ὦ τέκνον, κεχρημέναις;

### 325.4

ὡς οὔτε ταρβῶ σὺν δίκηι ς’ ὁρμώμενον

### 325.5

Κάδμου θ’ ὁρῶσα λαὸν εὖ πεπραγότα

### 330.1

ἔτ’ αὐτὸν ἄλλα βλήματ’ ἐν κύβοις βαλεῖν

### 330.2

πέποιθ’· ὁ γὰρ θεὸς πάντ’ ἀναστρέφει πάλιν.

### 330.3

Χο. ὦ φιλτάτη μοι, τῶιδέ τ’ εἴρηκας καλῶς

### 330.4

κἀμοί· διπλοῦν δὲ χάρμα γίγνεται τόδε.

### 330.5

Θη. ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοι

### 335.1

ὀρθῶς ἔχους’ ἐς τόνδε κἀπεφηνάμην

### 335.2

γνώμην ὑφ’ οἵων ἐσφάλη βουλευμάτων.

### 335.3

ὁρῶ δὲ κἀγὼ ταῦθ’ ἅπερ με νουθετεῖς,

### 335.4

ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποις

### 335.5

φεύγειν τὰ δεινά. πολλὰ γὰρ δράσας καλὰ

### 340.1

ἔθος τόδ’ εἰς Ἕλληνας ἐξεδειξάμην,

### 340.2

ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι.

### 340.3

οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους.

### 340.4

τί γάρ μ’ ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν,

### 340.5

ὅθ’ ἡ τεκοῦσα χὐπερορρωδοῦς’ ἐμοῦ

### 345.1

πρώτη κελεύεις τόνδ’ ὑποστῆναι πόνον;

### 345.2

δράσω τάδ’· εἶμι καὶ νεκροὺς ἐκλύσομαι

### 345.3

λόγοισι πείθων· εἰ δὲ μή, βίαι δορὸς

### 345.4

ἤδη τότ’ ἔσται κοὐχὶ σὺν φθόνωι θεῶν.

### 345.5

δόξαι δὲ χρήιζω καὶ πόλει πάσηι τόδε, δόξει δ’ ἐμοῦ θέλοντος· ἀλλὰ τοῦ λόγου

### 345.6

προσδοὺς ἔχοιμ’ ἂν δῆμον εὐμενέστερον.

### 345.7

καὶ γὰρ κατέστης’ αὐτὸν ἐς μοναρχίαν

### 345.8

ἐλευθερώσας τήνδ’ ἰσόψηφον πόλιν.

### 345.9

λαβὼν δ’ Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγων

### 355.1

ἐς πλῆθος ἀστῶν εἶμι· καὶ πείσας τάδε,

### 355.2

λεκτοὺς ἀθροίσας δεῦρ’ Ἀθηναίων κόρους

### 355.3

ἥξω· παρ’ ὅπλοις θ’ ἥμενος πέμψω λόγους

### 355.4

Κρέοντι νεκρῶν σώματ’ ἐξαιτούμενος. ἀλλ’, ὦ γεραιαί, σέμν’ ἀφαιρεῖτε στέφη

### 360.1

μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω

### 360.2

φίλην προσάψας χεῖρα· τοῖς τεκοῦσι γὰρ

### 360.3

δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων,

### 360.4

κάλλιστον ἔρανον· δοὺς γὰρ ἀντιλάζυται

### 360.5

παίδων παρ’ αὑτοῦ τοιάδ’ ἃν τοκεῦσι δῶι.

### 365.1

Χο. ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον,

### 365.2

〈τάδ’〉 ἐκλύετε, τάδ’ ἐκλύετε

### 365.3

ἄνακτος ὅσια περὶ θεοὺς

### 365.4

καὶ μεγάλα Πελασγίαι

### 365.5

καὶ κατ’ Ἄργος;

### 370

εἰ γὰρ ἐπὶ τέρμα καὶ τὸ πλέον ἐμῶν κακῶν

### 370.1

ἱκόμενος ἔτι ματέρος

### 370.2

ἄμυγμα φόνιον ἐξέλοι,

### 370.3

γᾶν δὲ φίλιον Ἰνάχου

### 370.4

θεῖτ’ ὀνήσας.

### 373.1

καλὸν 〈δ’〉 ἄγαλμα πόλεσιν εὐσεβὴς πόνος

### 373.2

χάριν τ’ ἔχει τὰν ἐς αἰεί. τί μοι

### 375.1

πόλις κρανεῖ ποτ’; ἆρα φίλιά μοι τεμεῖ

### 375.2

καὶ τέκνοις ταφὰς ληψόμεσθα;

### 375.3

ἄμυνε ματρί, πόλις, ἄμυνε, Παλλάδος,

### 375.4

νόμους βροτῶν μὴ μιαίνειν. σύ τοι

### 375.5

σέβεις δίκαν, τὸ δ’ ἧσσον ἀδικίαι νέμεις

### 380.1

δυστυχῆ τ’ ἀεὶ πάντα ῥύηι.

### 380.2

Θη. τέχνην μὲν αἰεὶ τήνδ’ ἔχων ὑπηρετεῖς

### 380.3

πόλει τε κἀμοὶ διαφέρων κηρύγματα.

### 380.4

ἐλθὼν δ’ ὑπέρ τ’ Ἀσωπὸν Ἰσμηνοῦ θ’ ὕδωρ

### 380.5

σεμνῶι τυράννωι φράζε Καδμείων τάδε·

### 385.1

Θησεύς ς’ ἀπαιτεῖ πρὸς χάριν θάψαι νεκρούς,

### 385.2

συγγείτον’ οἰκῶν γαῖαν, ἀξιῶν τυχεῖν,

### 385.3

φίλον τε θέσθαι πάντ’ Ἐρεχθειδῶν λεών.

### 385.4

κἂν μὲν θέλωσιν, αἰνέσας παλίσσυτος

### 385.5

στεῖχ’· ἢν δ’ ἀπιστῶς’, οἵδε δεύτεροι λόγοι·

### 390.1

Κῶμον δέχεσθαι τὸν ἐμὸν ἀσπιδηφόρον.

### 390.2

στρατὸς δὲ θάσσει κἀξετάζεται παρὼν

### 390.3

Καλλίχορον ἀμφὶ σεμνὸν εὐτρεπὴς ὅδε.

### 390.4

καὶ μὴν ἑκοῦσά γ’ ἀσμένη τ’ ἐδέξατο

### 390.5

πόλις πόνον τόνδ’ ὡς θέλοντά μ’ ἤισθετο.

### 395.1

ἔα· λόγων τίς ἐμποδὼν ὅδ’ ἔρχεται;

### 395.2

Καδμεῖος, ὡς ἔοικεν οὐ σάφ’ εἰδότι,

### 395.3

κῆρυξ. ἐπίσχες, ἤν ς’ ἀπαλλάξηι πόνου

### 395.4

μολὼν ὕπαντα τοῖς ἐμοῖς βουλεύμασιν.

### 395.5

ΚΗΡΥΞ

### 399.1

τίς γῆς τύραννος; πρὸς τίν’ ἀγγεῖλαί με χρὴ λόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸς

### 399.2

Ἐτεοκλέους θανόντος ἀμφ’ ἑπταστόμους

### 399.3

πύλας ἀδελφῆι χειρὶ Πολυνείκους ὕπο;

### 399.4

Θη. πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε,

### 399.5

ζητῶν τύραννον ἐνθάδ’· οὐ γὰρ ἄρχεται

### 405.1

ἑνὸς πρὸς ἀνδρὸς ἀλλ’ ἐλευθέρα πόλις.

### 405.2

δῆμος δ’ ἀνάσσει διαδοχαῖσιν ἐν μέρει

### 405.3

ἐνιαυσίαισιν, οὐχὶ τῶι πλούτωι διδοὺς

### 405.4

τὸ πλεῖστον ἀλλὰ χὠ πένης ἔχων ἴσον.

### 405.5

Κη. ἓν μὲν τόδ’ ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδως

### 410.1

κρεῖσσον· πόλις γὰρ ἧς ἐγὼ πάρειμ’ ἄπο

### 410.2

ἑνὸς πρὸς ἀνδρὸς οὐκ ὄχλωι κρατύνεται·

### 410.3

οὐδ’ ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοις

### 410.4

πρὸς κέρδος ἴδιον ἄλλοτ’ ἄλλοσε στρέφει,

### 410.5

τὸ δ’ αὐτίχ’ ἡδὺς καὶ διδοὺς πολλὴν χάριν

### 415.1

ἐσαῦθις ἔβλαψ’, εἶτα διαβολαῖς νέαις

### 415.2

κλέψας τὰ πρόσθε σφάλματ’ ἐξέδυ δίκης.

### 415.3

ἄλλως τε πῶς ἂν μὴ διορθεύων λόγους

### 415.4

ὀρθῶς δύναιτ’ ἂν δῆμος εὐθύνειν πόλιν;

### 415.5

ὁ γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχους

### 420.1

κρείσσω δίδωσι. γαπόνος δ’ ἀνὴρ πένης,

### 420.2

εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕπο

### 420.3

οὐκ ἂν δύναιτο πρὸς τὰ κοίν’ ἀποβλέπειν.

### 420.4

ἦ δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν,

### 420.5

ὅταν πονηρὸς ἀξίωμ’ ἀνὴρ ἔχηι

### 425.1

γλώσσηι κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν.

### 425.2

Θη. κομψός γ’ ὁ κῆρυξ καὶ παρεργάτης λόγων.

### 425.3

ἐπεὶ δ’ ἀγῶνα καὶ σὺ τόνδ’ ἠγωνίσω,

### 425.4

ἄκου’· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.

### 425.5

οὐδὲν τυράννου δυσμενέστερον πόλει,

### 430.1

ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοι

### 430.2

κοινοί, κρατεῖ δ’ εἷς τὸν νόμον κεκτημένος

### 430.3

αὐτὸς παρ’ αὑτῶι· καὶ τόδ’ οὐκέτ’ ἔστ’ ἴσον. γεγραμμένων δὲ τῶν νόμων ὅ τ’ ἀσθενὴς

### 430.4

ὁ πλούσιός τε τὴν δίκην ἴσην ἔχει,

### 435.1

ἔστιν δ’ ἐνισπεῖν τοῖσιν ἀσθενεστέροις

### 435.2

τὸν εὐτυχοῦντα ταὔθ’ ὅταν κλύηι κακῶς,

### 435.3

νικᾶι δ’ ὁ μείων τὸν μέγαν δίκαι’ ἔχων.

### 435.4

τοὐλεύθερον δ’ ἐκεῖνο· Τίς θέλει πόλει

### 435.5

χρηστόν τι βούλευμ’ ἐς μέσον φέρειν ἔχων;

### 440.1

καὶ ταῦθ’ ὁ χρήιζων λαμπρός ἐσθ’, ὁ μὴ θέλων

### 440.2

σιγᾶι. τί τούτων ἔστ’ ἰσαίτερον πόλει;

### 440.3

καὶ μὴν ὅπου γε δῆμος εὐθυντὴς χθονὸς

### 440.4

ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις·

### 440.5

ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε,

### 445.1

καὶ τοὺς ἀρίστους οὕς 〈τ’〉 ἂν ἡγῆται φρονεῖν

### 445.2

κτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι.

### 445.3

πῶς οὖν ἔτ’ ἂν γένοιτ’ ἂν ἰσχυρὰ πόλις

### 445.4

ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυν

### 445.5

τομαῖς ἀφαιρῆι κἀπολωτίζηι νέους; κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοις

### 445.6

ὡς τῶι τυράννωι πλείον’ ἐκμοχθῆι βίον;

### 445.7

ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς,

### 445.8

τερπνὰς τυράννοις ἡδονὰς ὅταν θέληι,

### 445.9

δάκρυα δ’ ἑτοιμάζουσι; μὴ ζώιην ἔτι

### 455.1

εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται.

### 455.2

καὶ ταῦτα μὲν δὴ πρὸς τὰ ς’ ἐξηκόντισα.

### 455.3

ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος;

### 455.4

κλαίων γ’ ἂν ἦλθες, εἴ σε μὴ ’πεμψεν πόλις, περισσὰ φωνῶν· τὸν γὰρ ἄγγελον χρεὼν

### 460.1

λέξανθ’ ὅς’ ἂν τάξηι τις ὡς τάχος πάλιν

### 460.2

χωρεῖν. τὸ λοιπὸν δ’ εἰς ἐμὴν πόλιν Κρέων

### 460.3

ἧσσον λάλον σου πεμπέτω τιν’ ἄγγελον.

### 460.4

Χο. φεῦ φεῦ· κακοῖσιν ὡς ὅταν δαίμων διδῶι

### 460.5

καλῶς, ὑβρίζους’ ὡς ἀεὶ πράξοντες εὖ.

### 465.1

Κη λέγοιμ’ ἂν ἤδη. τῶν μὲν ἠγωνισμένων

### 465.2

σοὶ μὲν δοκείτω ταῦτ’, ἐμοὶ δὲ τἀντία.

### 465.3

ἐγὼ δ’ ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼς

### 465.4

Ἄδραστον ἐς γῆν τήνδε μὴ παριέναι·

### 465.5

εἰ δ’ ἔστιν ἐν γῆι, πρὶν θεοῦ δῦναι σέλας

### 470.1

λύσαντα σεμνὰ στεμμάτων μυστήρια

### 470.2

τῆσδ’ ἐξελαύνειν, μηδ’ ἀναιρεῖσθαι νεκροὺς

### 470.3

βίαι, προσήκοντ’ οὐδὲν Ἀργείων πόλει.

### 470.4

κἂν μὲν πίθηι μοι, κυμάτων ἄτερ πόλιν

### 470.5

σὴν ναυστολήσεις· εἰ δὲ μή, πολὺς κλύδων

### 475.1

ἡμῖν τε καὶ σοὶ συμμάχοις τ’ ἔσται δορός.

### 475.2

σκέψαι δὲ καὶ μὴ τοῖς ἐμοῖς θυμούμενος

### 475.3

λόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων,

### 475.4

σφριγῶντ’ ἀμείψηι μῦθον ἐκ βραχιόνων.

### 475.5

ἐλπὶς γάρ ἐστ’ ἄπιστον, ἣ πολλὰς πόλεις

### 480.1

συνῆψ’ ἄγουσα θυμὸν εἰς ὑπερβολάς.

### 480.2

ὅταν γὰρ ἔλθηι πόλεμος ἐς ψῆφον λεώ,

### 480.3

οὐδεὶς ἔθ’ αὑτοῦ θάνατον ἐκλογίζεται,

### 480.4

τὸ δυστυχὲς δὲ τοῦτ’ ἐς ἄλλον ἐκτρέπει.

### 480.5

εἰ δ’ ἦν παρ’ ὄμμα θάνατος ἐν ψήφου φορᾶι,

### 485.1

οὐκ ἄν ποθ’ Ἑλλὰς δοριμανὴς ἀπώλλυτο. καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιν

### 485.2

τὸν κρείσσον’ ἴσμεν καὶ τὰ χρηστὰ καὶ κακὰ

### 485.3

ὅσωι τε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς·

### 485.4

ἣ πρῶτα μὲν Μούσαισι προσφιλεστάτη

### 490.1

Ποιναῖσι δ’ ἐχθρά, τέρπεταί τ’ εὐπαιδίαι

### 490.2

χαίρει δὲ πλούτωι. ταῦτ’ ἀφέντες οἱ κακοὶ

### 490.3

πολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσονα

### 490.4

δουλούμεθ’, ἄνδρες ἄνδρα καὶ πόλις πόλιν.

### 490.5

σὺ δ’ ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς,

### 495.1

θάπτων κομίζων θ’ ὕβρις οὓς ἀπώλεσεν;

### 495.2

οὔ τἄρ’ ἔτ’ ὀρθῶς Καπανέως κεραύνιον

### 495.3

δέμας καπνοῦται, κλιμάκων ὀρθοστάτας

### 495.4

ὃς προσβαλὼν πύλαισιν ὤμοσεν πόλιν

### 495.5

πέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέληι, οὐδ’ ἥρπασεν χάρυβδις οἰωνοσκόπον

### 495.6

τέθριππον ἅρμα περιβαλοῦσα χάσματι,

### 495.7

ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέται

### 495.8

πέτροις καταξανθέντες ὀστέων ῥαφάς.

### 495.9

ἤ νυν φρονεῖν ἄμεινον ἐξαύχει Διὸς

### 505.1

ἢ θεοὺς δικαίως τοὺς κακοὺς ἀπολλύναι.

### 505.2

φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα,

### 505.3

ἔπειτα τοκέας πατρίδα θ’, ἣν αὔξειν χρεὼν

### 505.4

καὶ μὴ κατᾶξαι. σφαλερὸν ἡγεμὼν θρασὺς

### 505.5

νεώς τε ναύτης· ἥσυχος καιρῶι, σοφός.

### 510.1

καὶ τοῦτό τοι τἀνδρεῖον, ἡ προμηθία.

### 510.2

Χο. ἐξαρκέσας ἦν Ζεὺς ὁ τιμωρούμενος, ὑμᾶς δ’ ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδ’ ὕβριν.

### 510.3

Αδ. ὦ παγκάκιστε Θη. σῖγ’, Ἄδραστ’, ἔχε στόμα

### 510.4

καὶ μὴ ’πίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους

### 515.1

θῆις. οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε

### 515.2

ἀλλ’ ὡς ἔμ’· ἡμᾶς κἀποκρίνασθαι χρεών.

### 515.3

καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτ’ ἀμείψομαι.

### 515.4

οὐκ οἶδ’ ἐγὼ Κρέοντα δεσπόζοντ’ ἐμοῦ

### 515.5

οὐδὲ σθένοντα μεῖζον, ὥστ’ ἀναγκάσαι

### 520.1

δρᾶν τὰς Ἀθήνας ταῦτ’· ἄνω γὰρ ἂν ῥέοι

### 520.2

τὰ πράγμαθ’, οὕτως εἰ ’πιταξόμεσθα δή.

### 520.3

πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι,

### 520.4

ὃς οὐδὲ σὺν τοῖσδ’ ἦλθον ἐς Κάδμου χθόνα·

### 520.5

νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλιν

### 525.1

οὐδ’ ἀνδροκμῆτας προσφέρων ἀγωνίας,

### 525.2

θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμον

### 525.3

σώιζων. τί τούτων ἐστὶν οὐ καλῶς ἔχον;

### 525.4

εἰ γάρ τι καὶ πεπόνθατ’ Ἀργείων ὕπο,

### 525.5

τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς,

### 530.1

αἰσχρῶς δ’ ἐκείνοις, χἠ δίκη διοίχεται.

### 530.2

ἐάσατ’ ἤδη γῆι καλυφθῆναι νεκρούς,

### 530.3

ὅθεν δ’ ἕκαστον ἐς τὸ φῶς ἀφίκετο

### 530.4

ἐνταῦθ’ ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα,

### 530.5

τὸ σῶμα δ’ ἐς γῆν· οὔτι γὰρ κεκτήμεθα

### 535.1

ἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον,

### 535.2

κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν.

### 535.3

δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς;

### 535.4

ἥκιστα· πάσης Ἑλλάδος κοινὸν τόδε,

### 535.5

εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖν

### 540.1

ἀτάφους τις ἕξει· δειλίαν γὰρ ἐσφέρει τοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῆι νόμος.

### 540.2

κἀμοὶ μὲν ἦλθες δείν’ ἀπειλήσων ἔπη,

### 540.3

νεκροὺς δὲ ταρβεῖτ’ εἰ κρυφήσονται χθονί;

### 540.4

τί μὴ γένηται; μὴ κατασκάψωσι γῆν

### 545.1

ταφέντες ὑμῶν; ἢ τέκν’ ἐν μυχοῖς χθονὸς

### 545.2

φύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία;

### 545.3

σκαιόν γε τἀνάλωμα τῆς γλώσσης τόδε,

### 545.4

φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι.

### 545.5

ἀλλ’, ὦ μάταιοι, γνῶτε τἀνθρώπων κακά· παλαίσμαθ’ ἡμῶν ὁ βίος· εὐτυχοῦσι δὲ

### 545.6

οἱ μὲν τάχ’, οἱ δ’ ἐσαῦθις, οἱ δ’ ἤδη βροτῶν·

### 545.7

τρυφᾶι δ’ ὁ δαίμων· πρός τε γὰρ τοῦ δυστυχοῦς,

### 545.8

ὡς εὐτυχήσηι, τίμιος γεραίρεται,

### 545.9

ὅ τ’ ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖν

### 555.1

ὑψηλὸν αἴρει. γνόντας οὖν χρεὼν τάδε

### 555.2

ἀδικουμένους τε μέτρια μὴ θυμῶι φέρειν

### 555.3

ἀδικεῖν τε τοιαῦθ’ οἷα μὴ βλάψει πάλιν.

### 555.4

πῶς οὖν ἂν εἴη; τοὺς ὀλωλότας νεκροὺς

### 555.5

θάψαι δόθ’ ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν.

### 560.1

ἢ δῆλα τἀνθένδ’· εἶμι καὶ θάψω βίαι.

### 560.2

οὐ γάρ ποτ’ εἰς Ἕλληνας ἐξοισθήσεται

### 560.3

ὡς εἰς ἔμ’ ἐλθὼν καὶ πόλιν Πανδίονος

### 560.4

νόμος παλαιὸς δαιμόνων διεφθάρη.

### 560.5

Χο. θάρσει· τὸ γάρ τοι τῆς Δίκης σώιζων φάος

### 565.1

πολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους.

### 565.2

Κη. βούληι συνάψω μῦθον ἐν βραχεῖ τιθείς;

### 565.3

Θη. λέγ’ εἴ τι βούληι· καὶ γὰρ οὐ σιγηλὸς εἶ.

### 565.4

Κη. οὐκ ἄν ποτ’ ἐκ γῆς παῖδας Ἀργείων λάβοις.

### 565.5

Θη. κἀμοῦ νυν ἀντάκουσον, εἰ βούληι, πάλιν.

### 570.1

Κη. κλύοιμ’ ἄν· οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος.

### 570.2

Θη. θάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας.

### 570.3

Κη. ἐν ἀσπίσιν σοι πρῶτα κινδυνευτέον.

### 570.4

Θη. πολλοὺς ἔτλην δὴ χἀτέροις ἄλλους πόνους.

### 570.5

Κη. ἦ πᾶσιν οὖν 〈σ’〉 ἔφυσεν ἐξαρκεῖν πατήρ;

### 575.1

Θη. ὅσοι γ’ ὑβρισταί· χρηστὰ δ’ οὐ κολάζομεν.

### 575.2

Κη. πράσσειν σὺ πόλλ’ εἴωθας ἥ τε σὴ πόλις.

### 575.3

Θη. τοιγὰρ πονοῦσα πολλὰ πόλλ’ εὐδαιμονεῖ.

### 575.4

Κη. ἔλθ’, ὥς σε λόγχη σπαρτὸς ἐν κόνει βάληι.

### 575.5

Θη. τίς δ’ ἐκ δράκοντος θοῦρος ἂν γένοιτ’ Ἄρης;

### 580.1

Κη. γνώσηι σὺ πάσχων· νῦν δ’ ἔτ’ εἶ νεανίας.

### 580.2

Θη. οὔτοι μ’ ἐπαρεῖς ὥστε θυμοῦσθαι φρένας

### 580.3

τοῖς σοῖσι κόμποις· ἀλλ’ ἀποστέλλου χθονὸς

### 580.4

λόγους ματαίους οὕσπερ ἠνέγκω λαβών·

### 580.5

περαίνομεν γὰρ οὐδέν. ὁρμᾶσθαι χρεὼν

### 585.1

πάντ’ ἄνδρ’ ὁπλίτην ἁρμάτων τ’ ἐπεμβάτην

### 585.2

μοναμπύκων τε φάλαρα κινεῖσθαι στόμα

*[crux: στόμα]*

### 585.3

ἀφρῶι καταστάζοντα Καδμείων χθόνα.

### 585.4

χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλας

### 590

αὐτὸς σίδηρον ὀξὺν ἐν χεροῖν ἔχων

### 589

αὐτός τε κῆρυξ. σοὶ δὲ προστάσσω μένειν,

### 591.1

Ἄδραστε, κἀμοὶ μὴ ἀναμείγνυσθαι τύχας

### 591.2

τὰς σάς. ἐγὼ γὰρ δαίμονος τοὐμοῦ μέτα

### 591.3

στρατηλατήσω καινὸς ἐν καινῶι δορί.

### 591.4

ἓν δεῖ μόνον μοι· τοὺς θεοὺς ἔχειν ὅσοι

### 595.1

δίκην σέβονται. ταῦτα γὰρ ξυνόνθ’ ὁμοῦ νίκην δίδωσιν· ἁρετὴ δ’ οὐδὲν φέρει

### 595.2

βροτοῖσιν ἢν μὴ τὸν θεὸν χρήιζοντ’ ἔχηι.

### 595.3

Χο. ὦ μέλεαι μελέων ματέρες λοχαγῶν,

### 595.4

ὥς μοι ὑφ’ ἥπατι χλωρὸν δεῖμα ταράσσει — τίν’ αὐδὰν τάνδε προσφέρεις νέαν;

*[crux: χλωρὸν δεῖμα ταράσσει]*

### 595.5

— στράτευμα πᾶι Παλλάδος κριθήσεται.

### 595.6

— διὰ δορὸς εἶπας ἢ λόγων ξυναλλαγαῖς;

### 595.7

— γένοιτ’ ἂν κέρδος· εἰ δ’ ἀρείφατοι

### 595.8

φόνοι μάχαι στερνοτυπεῖς τ’ ἀνὰ πτόλιν

### 605.1

κτύποι φανήσονται, τάλαινα τίνα λόγον,

### 605.2

τίν’ ἂν τῶνδ’ αἰτίαν λάβοιμι;

### 608.1

— ἀλλὰ τὸν εὐτυχίαι λαμπρὸν ἄν τις αἱροῖ

### 608.2

μοῖρα πάλιν· τόδε μοι θράσος ἀμφιβαίνει.

### 610.1

— δικαίους δαίμονας σύ γ’ ἐννέπεις.

### 610.2

— τίνες γὰρ ἄλλοι νέμουσι συμφοράς;

### 610.3

— διάφορα πολλὰ θεῶν βροτοῖσιν εἰσορῶ.

### 610.4

— φόβωι γὰρ τῶι πάρος διόλλυσαι.

### 610.5

δίκα δίκαν δ’ ἐκάλεσε καὶ φόνος φόνον·

### 615

κακῶν δ’ ἀναψυχὰς θεοὶ βροτοῖς νέμου‐

### 617.1

σι, πάντων τέρμ’ ἔχοντες αὐτοί. — τὰ καλλίπυργα πεδία πῶς ἱκοίμεθ’ ἄν,

### 617.2

Καλλίχορον θεᾶς ὕδωρ λιποῦσαι;

### 620.1

— ποτανὰν εἴ σέ τις θεῶν κτίσαι,

### 620.2

διπόταμον ἵνα πόλιν μόλοις,

### 620.3

εἰδείης ἂν φίλων

### 622.1

εἰδείης ἂν τύχας.

### 622.2

— τίς ποτ’ αἶσα, τίς ἄρα πότμος

### 622.3

ἐπιμένει τὸν ἄλκιμον

### 625.1

τᾶσδε γᾶς ἄνακτα;

### 625.2

— κεκλημένους μὲν ἀνακαλούμεθ’ αὖ θεούς·

### 625.3

ἀλλὰ φόβων πίστις ἅδε πρώτα.

### 625.4

— ἰὼ Ζεῦ, τᾶς παλαιομάτορος

### 625.5

παιδογόνε πόριος Ἰνάχου,

### 630.1

πόλει μοι ξύμμαχος

### 630.2

γενοῦ τᾶιδ’ εὐμενής.

### 630.3

— τὸ σὸν ἄγαλμα, τὸ σὸν ἵδρυμα

### 632.1

πόλεος ἐκκόμιζέ μοι

### 632.2

πρὸς πυρὰν ὑβρισθέν.

### 632.3

ΑΓΓΕΛΟΣ

### 634

γυναῖκες, ἥκω πόλλ’ ἔχων λέγειν φίλα,

### 635.1

αὐτός τε σωθείς (ἡιρέθην γὰρ ἐν μάχηι

### 635.2

ἣν οἱ θανόντες ἑπτὰ δεσπόται λόχων

### 635.3

ἠγωνίσαντο ῥεῦμα Διρκαῖον πάρα)

### 635.4

νίκην τε Θησέως ἀγγελῶν. λόγου δέ σε μακροῦ ἀπολύσω· Καπανέως γὰρ ἦ λάτρις,

### 640.1

ὃν Ζεὺς κεραυνῶι πυρπόλωι καταιθαλοῖ.

### 640.2

Χο. ὦ φίλτατ’, εὖ μὲν νόστον ἀγγέλλεις σέθεν

### 640.3

τήν τ’ ἀμφὶ Θησέως βάξιν· εἰ δὲ καὶ στρατὸς

### 640.4

σῶς ἐστ’ Ἀθηνῶν, πάντ’ ἂν ἀγγέλλοις φίλα.

### 640.5

Αγ. σῶς καὶ πέπραγεν ὡς Ἄδραστος ὤφελεν

### 645.1

πρᾶξαι ξὺν Ἀργείοισιν οὓς ἀπ’ Ἰνάχου

### 645.2

στείλας ἐπεστράτευσε Καδμείων πόλιν.

### 645.3

Χο. πῶς γὰρ τροπαῖα Ζηνὸς Αἰγέως τόκος

### 645.4

ἔστησεν οἵ τε συμμετασχόντες δορός;

### 645.5

λέξον· παρὼν γὰρ οὐ παρόντας εὐφρανεῖς. Αγ. λαμπρὰ μὲν ἀκτὶς ἡλίου, κανὼν σαφής,

### 645.6

ἔβαλλε γαῖαν· ἀμφὶ δ’ Ἠλέκτρας πύλας

### 645.7

ἔστην θεατὴς πύργον εὐαγῆ λαβών.

### 645.8

ὁρῶ δὲ φῦλα τρία τριῶν στρατευμάτων·

### 645.9

τευχεσφόρον μὲν λαὸν ἐκτείνοντ’ ἄνω

### 655.1

Ἰσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος,

### 655.2

αὐτόν τ’ ἄνακτα, παῖδα κλεινὸν Αἰγέως,

### 655.3

καὶ τοὺς σὺν αὐτῶι δεξιὸν τεταγμένους

### 655.4

κέρας, παλαιᾶς Κεκροπίας οἰκήτορας,

### 655.5

αὐτὸν δὲ Πάραλον ἐστολισμένον δορὶ

*[crux: αὐτὸν]*

### 660.1

κρήνην παρ’ αὐτὴν Ἄρεος· ἱππότην 〈δ’〉 ὄχλον

### 660.2

πρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον,

### 660.3

ἴσους ἀριθμόν· ἁρμάτων δ’ ὀχήματα

### 660.4

ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος.

### 660.5

Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων

### 665.1

νεκροὺς ὄπισθε θέμενος, ὧν ἔκειτ’ ἀγών.

### 665.2

ἱππεῦσι δ’ ἱππῆς ἦσαν ἀνθωπλισμένοι

### 665.3

τετραόροισί τ’ ἀντί’ ἅρμαθ’ ἅρμασιν.

### 665.4

κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε·

### 665.5

Σιγᾶτε, λαοί, σῖγα, Καδμείων στίχες,

### 670.1

ἀκούσαθ’· ἡμεῖς ἥκομεν νεκροὺς μέτα,

### 670.2

θάψαι θέλοντες, τὸν Πανελλήνων νόμον

### 670.3

σώιζοντες, οὐδὲν δεόμενοι τεῖναι φόνον.

### 670.4

κοὐδὲν Κρέων τοῖσδ’ ἀντεκήρυξεν λόγοις,

### 670.5

ἀλλ’ ἧστ’ ἐφ’ ὅπλοις σῖγα. ποιμένες δ’ ὄχων

### 675.1

τετραόρων κατῆρχον ἐντεῦθεν μάχης·

### 675.2

πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους

### 675.3

παραιβάτας ἔστησαν ἐς τάξιν δορός.

### 675.4

χοἰ μὲν σιδήρωι διεμάχονθ’, οἱ δ’ ἔστρεφον

### 675.5

πώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας.

### 680.1

ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ

### 680.2

ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον

### 680.3

οἵ τ’ αὖ τὸ Κάδμου διεφύλασσον ἱππικὸν

### 680.4

συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε.

### 680.5

λεύσσων δὲ ταῦτα κοὐ κλύων (ἐκεῖ γὰρ ἦ

### 685.1

ἔνθ’ ἅρματ’ ἠγωνίζεθ’ οἵ τ’ ἐπεμβάται)

### 685.2

τἀκεῖ παρόντα πολλὰ πήματ’ οὐκ ἔχω

### 685.3

τί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸν

### 685.4

κόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν,

### 685.5

ἢ τοὺς ἄνω τε καὶ κάτω φορουμένους

### 690.1

ἱμᾶσιν, αἵματός τε φοινίου ῥοὰς

### 690.2

τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρων

### 690.3

ἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίαι πρὸς ἁρμάτων τ’ ἀγαῖσι λειπόντων βίον.

### 690.4

νικῶντα δ’ ἵπποις ὡς ὑπείδετο στρατὸν

### 695.1

Κρέων τὸν ἐνθένδ’, ἰτέαν λαβὼν χερὶ

### 695.2

χωρεῖ πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν.

### 695.3

καὶ μὴν τὰ Θησέως γ’ οὐκ ὄκνωι διεφθάρη,

### 695.4

ἀλλ’ ἵετ’ εὐθὺς λάμπρ’ ἀναρπάσας ὅπλα.

### 695.5

κἀς μέσον ἅπαντα συμπατάξαντες στρατὸν ἔκτεινον ἐκτείνοντο καὶ παρηγγύων

### 695.6

κελευσμὸν ἀλλήλοισι σὺν πολλῆι βοῆι·

### 695.7

Θεῖν’· Ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ.

### 695.8

λόχος δ’ ὀδόντων ὄφεος ἐξηνδρωμένος

### 695.9

δεινὸς παλαιστὴς ἦν· ἔκλινε γὰρ κέρας

### 705.1

τὸ λαιὸν ἡμῶν· δεξιοῦ δ’ ἡσσώμενον

### 705.2

φεύγει τὸ κείνων· ἦν δ’ ἀγὼν ἰσόρροπος.

### 705.3

κἀν τῶιδε τὸν στρατηγὸν αἰνέσαι παρῆν·

### 705.4

οὐ γὰρ τὸ νικῶν τοῦτ’ ἐκέρδαινεν μόνον

### 705.5

ἀλλ’ ὤιχετ’ ἐς τὸ κάμνον οἰκείου στρατοῦ.

### 710.1

ἔρρηξε δ’ αὐδὴν ὥσθ’ ὑπηχῆσαι χθόνα·

### 710.2

Ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυ

### 710.3

σπαρτῶν τόδ’ ἀνδρῶν, οἴχεται τὰ Παλλάδος.

### 710.4

θάρσος δ’ ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῶι.

### 710.5

αὐτός θ’ ὅπλισμα τοὐπιδαύριον λαβὼν

### 715.1

δεινῆς κορύνης διαφέρων ἐσφενδόνα

### 715.2

ὁμοῦ τραχήλους κἀπικειμένας κάραι

### 715.3

κυνέας θερίζων κἀποκαυλίζων ξύλωι.

### 715.4

μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα.

### 715.5

ἐγὼ δ’ ἀνηλάλαξα κἀνωρχησάμην

### 720.1

κἄκρουσα χεῖρας. οἱ δ’ ἔτεινον ἐς πύλας.

### 720.2

βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιν

### 720.3

νέων γερόντων ἱερά τ’ ἐξεπίμπλασαν

### 720.4

φόβωι. παρὸν δὲ τειχέων ἔσω μολεῖν

### 720.5

Θησεὺς ἐπέσχεν· οὐ γὰρ ὡς πέρσων πόλιν

### 725.1

μολεῖν ἔφασκεν ἀλλ’ ἀπαιτήσων νεκρούς.

### 725.2

τοιόνδε τοι στρατηγὸν αἱρεῖσθαι χρεών,

### 725.3

ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμος

### 725.4

μισεῖ θ’ ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς

### 725.5

ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα

### 730.1

ζητῶν ἀπώλες’ ὄλβον ὧι χρῆσθαι παρῆν.

### 730.2

Χο. νῦν τήνδ’ ἄελπτον ἡμέραν ἰδοῦς’ ἐγὼ

### 730.3

θεοὺς νομίζω καὶ δοκῶ τὰς συμφορὰς

### 730.4

ἔχειν ἐλάσσους τῶνδε τεισάντων δίκην.

### 730.5

Αδ. ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς

### 735.1

φρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθα

### 735.2

δρῶμέν τε τοιαῦθ’ ἃν σὺ τυγχάνηις θέλων.

### 735.3

ἡμῖν γὰρ ἦν τό τ’ Ἄργος οὐχ ὑποστατὸν

### 735.4

αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν.

### 735.5

Ἐτεοκλέους δὲ σύμβασιν ποιουμένου,

### 740.1

μέτρια θέλοντος, οὐκ ἐχρήιζομεν λαβεῖν,

### 740.2

κἄπειτ’ ἀπωλόμεσθ’· ὁ δ’ αὖ τότ’ εὐτυχής,

### 740.3

λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα,

### 740.4

ὕβριζ’, ὑβρίζων τ’ αὖθις ἀνταπώλετο

### 740.5

Κάδμου κακόφρων λαός. ὦ κενοὶ βροτῶν,

### 745.1

οἳ τόξον ἐντείνοντες τοῦ καιροῦ πέρα

*[crux: οἳ τόξον ἐντείνοντες τοῦ καιροῦ πέρα]*

### 745.2

καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακὰ

### 745.3

φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν·

### 745.4

πόλεις τ’, ἔχουσαι διὰ λόγου κάμψαι κακά,

### 745.5

φόνωι καθαιρεῖσθ’ οὐ λόγωι τὰ πράγματα. ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν,

### 745.6

πῶς ἐξεσώθης· εἶτα τἄλλ’ ἐρήσομαι.

### 745.7

Αγ. ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορός,

### 745.8

πύλας διῆλθον ἧιπερ εἰσήιει στρατός.

### 745.9

Αδ. ὧν δ’ οὕνεχ’ ἁγὼν ἦν νεκροὺς κομίζετε;

### 755.1

Αγ. ὅσοι γε κλεινοῖς ἕπτ’ ἐφέστασαν λόχοις.

### 755.2

Αδ. πῶς φήις; ὁ δ’ ἄλλος ποῦ κεκμηκότων ὄχλος;

### 755.3

Αγ. τάφωι δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς.

### 755.4

Αδ. τοὐκεῖθεν ἢ τοὐνθένδε; τίς δ’ ἔθαψέ νιν;

### 755.5

Αγ. Θησεύς, σκιώδης ἔνθ’ Ἐλευθερὶς πέτρα.

### 760.1

Αδ. οὓς δ’ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών;

### 760.2

Αγ. ἐγγύς· πέλας γὰρ πᾶν ὅτι σπουδάζεται.

### 760.3

Αδ. ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου;

### 760.4

Αγ. οὐδεὶς ἐπέστη τῶιδε δοῦλος ὢν πόνωι.

### post 763

〈Αδ.〉

### 764

Αγ. φαίης ἂν εἰ παρῆσθ’ ὅτ’ ἠγάπα νεκρούς.

### 765.1

Αδ. ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς;

### 765.2

Αγ. κἄστρωσέ γ’ εὐνὰς κἀκάλυψε σώματα.

### 765.3

Αδ. δεινὸν μὲν ἦν βάσταγμα κἀισχύνην ἔχον.

### 765.4

Αγ. τί δ’ αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά; Αδ. οἴμοι· πόσωι σφιν συνθανεῖν ἂν ἤθελον.

### 770.1

Αγ. ἄκραντ’ ὀδύρηι ταῖσδέ τ’ ἐξάγεις δάκρυ.

### 770.2

Αδ. δοκῶ μέν, αὐταί γ’ εἰσὶν αἱ διδάσκαλοι.

### 770.3

ἀλλ’ εἶμ’ ἵν’ αἴρω χεῖρ’ ἀπαντήσας νεκροῖς

### 770.4

Ἅιδου τε μολπὰς ἐκχέω δακρυρρόους,

### 770.5

φίλους προσαυδῶν ὧν λελειμμένος τάλας

### 775.1

ἔρημα κλαίω. τοῦτο γὰρ μόνον βροτοῖς

### 775.2

οὐκ ἔστι τἀνάλωμ’ ἀναλωθὲν λαβεῖν,

### 775.3

ψυχὴν βροτείαν· χρημάτων δ’ εἰσὶν πόροι.

### 775.4

Χο. τὰ μὲν εὖ, τὰ δὲ δυστυχῆ.

### 775.5

πόλει μὲν εὐδοξία

### 780.1

καὶ στρατηλάταις δορὸς

### 780.2

διπλάζεται τιμά·

### 780.3

ἐμοὶ δὲ παίδων μὲν εἰσιδεῖν μέλη

### 780.4

πικρόν, καλὸν θέαμα δ’ εἴπερ ὄψομαι,

### 780.5

τὰν ἄελπτον ἁμέραν

### 785.1

ἰδοῦσα, πάντων μέγιστον ἄλγος.

### 785.2

ἄγαμόν μ’ ἔτι δεῦρ’ ἀεὶ

### 785.3

Χρόνος παλαιὸς πατὴρ

### 785.4

ὤφελ’ ἁμερᾶν κτίσαι.

### 785.5

τί γάρ μ’ ἔδει παίδων;

### 790.1

τί μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναι

### 790.2

πάθος περισσὸν εἰ γάμων ἀπεζύγην;

### 790.3

νῦν δ’ ὁρῶ σαφέστατον

### 790.4

κακόν, τέκνων φιλτάτων στερεῖσα.

### 790.5

ἀλλὰ τάδ’ ἤδη σώματα λεύσσω

### 795.1

τῶν οἰχομένων παίδων· μελέα

### 795.2

πῶς ἂν ὀλοίμην σὺν τοῖσδε τέκνοις

### 795.3

κοινὸν ἐς Ἅιδην καταβᾶσα;

### 795.4

Αδ. στεναγμόν, ὦ ματέρες,

### 795.5

τῶν κατὰ χθονὸς νεκρῶν ἀπύσατ’ ἀπύσατ’ ἀντίφων’ ἐμῶν

### 795.6

στεναγμάτων κλύουσαι.

### 795.7

Χο. ὦ παῖδες, ὦ πικρὸν φίλων

### 795.8

προσηγόρημα ματέρων,

### 795.9

προσαυδῶ σε τὸν θανόντα.

### 805.1

Αδ. ἰὼ ἰώ. 〈Χο.〉 τῶν γ’ ἐμῶν κακῶν ἐγώ.

### 805.2

〈Αδ.〉 αἰαῖ. 〈Χο.〉

### 805.3

Αδ. ἐπάθομεν ὤ 〈Χο.〉 τὰ κύντατ’ ἄλγη κακῶν.

### 805.4

Αδ. ὦ πόλις Ἀργεία, τὸν ἐμὸν πότμον οὐκ ἐσορᾶτε;

### 805.5

Χο. ὁρῶσι κἀμὲ τὰν τάλαι‐

### 810.1

ναν τέκνων ἄπαιδα.

### 810.2

〈Αδ.〉 προσάγετ’ 〈ἄγετε〉 δυσπότμων

### 810.3

σώμαθ’ αἱματοσταγῆ,

### 810.4

σφαγέντας οὐκ ἄξι’ οὐδ’ ὑπ’ ἀξίων,

### 810.5

ἐν οἷς ἀγὼν ἐκράνθη.

### 815.1

Χο. δόθ’ ὡς περιπτυχαῖσι δὴ

### 815.2

χέρας προσαρμόσας’ ἐμοῖς ἐν ἀγκῶσι τέκνα θῶμαι.

### 815.3

Αδ. ἔχεις ἔχεις Χο. πημάτων γ’ ἅλις βάρος.

### 815.4

Αδ. αἰαῖ. 〈Χο.〉 τοῖς τεκοῦσι δ’ οὐ λέγεις;

### 820.1

Αδ. ἀίετέ μου. Χο. στένεις ἐπ’ ἀμφοῖν ἄχη.

### 820.2

Αδ. εἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν.

### 820.3

Χο. ἐμὸν δὲ μήποτ’ ἐζύγη

### 820.4

δέμας ἐς ἀνδρὸς εὐνάν.

### 820.5

Αδ. ἴδετε κακῶν πέλαγος, ὦ ματέρες

### 825.1

τάλαιναι τέκνων.

### 825.2

Χο. κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθ’, ἀμφὶ δὲ

### 825.3

σποδὸν κάραι κεχύμεθα.

### 825.4

Αδ. ἰὼ ἰώ μοί μοι·

### 825.5

κατά με πέδον γᾶς ἕλοι,

### 830.1

διὰ δὲ θύελλα σπάσαι,

### 830.2

πυρός τε φλογμὸς ὁ Διὸς ἐν κάραι πέσοι.

### 830.3

Χο. πικροὺς ἐσεῖδες γάμους,

### 830.4

πικρὰν δὲ Φοίβου φάτιν·

### 835.1

ἐς ἡμᾶς ἁ πολύστονος λιποῦς’

### 835.2

Οἰδιπόδα δώματ’ ἦλθ’ Ἐρινύς.

### 838.1

Θη. μέλλων ς’ ἐρωτᾶν ἡνίκ’ ἐξήντλεις στρατῶι

*[crux: ἡνίκ’]*

### 838.2

γόους ἀφήσω τοὺς ἐκεῖ μὲν ἐκλιπὼν

*[crux: τοὺς]*

### 840.1

εἴασα μύθους, νῦν δ’, Ἄδραστ’, ἀνιστορῶ· πόθεν ποθ’ οἵδε διαπρεπεῖς εὐψυχίαι

### 840.2

θνητῶν ἔφυσαν; εἰπὲ δ’ ὡς σοφώτερος

### 840.3

νέοισιν ἀστῶν τῶνδ’· ἐπιστήμων γὰρ εἶ.

### 840.4

εἶδον γὰρ αὐτῶν κρείσσον’ ἢ λέξαι λόγωι

### 845.1

τολμήμαθ’ οἷς ἤλπιζον αἱρήσειν πόλιν.

### 845.2

ἓν δ’ οὐκ ἐρήσομαί σε, μὴ γέλωτ’ ὄφλω,

### 845.3

ὅτωι ξυνέστη τῶνδ’ ἕκαστος ἐν μάχηι

### 845.4

ἢ τραῦμα λόγχης πολεμίων ἐδέξατο.

### 845.5

κενοὶ γὰρ οὗτοι τῶν τ’ ἀκουόντων λόγοι καὶ τοῦ λέγοντος, ὅστις ἐν μάχηι βεβὼς

### 845.6

λόγχης ἰούσης πρόσθεν ὀμμάτων πυκνῆς

### 845.7

σαφῶς ἀπήγγειλ’ ὅστις ἐστὶν ἁγαθός.

### 845.8

οὐκ ἂν δυναίμην οὔτ’ ἐρωτῆσαι τάδε

### 845.9

οὔτ’ αὖ πιθέσθαι τοῖσι τολμῶσιν λέγειν·

### 855.1

μόλις γὰρ ἄν τις αὐτὰ τἀναγκαῖ’ ὁρᾶν

### 855.2

δύναιτ’ ἂν ἑστὼς πολεμίοις ἐναντίος.

### 855.3

Αδ. ἄκουε δή νυν· καὶ γὰρ οὐκ ἄκοντί μοι

### 855.4

δίδως ἔπαινον ὧν ἔγωγε βούλομαι

### 855.5

φίλων ἀληθῆ καὶ δίκαι’ εἰπεῖν πέρι.

### 860.1

ὁρᾶις τὸ λάβρον οὗ βέλος διέπτατο;

### 860.2

Καπανεὺς ὅδ’ ἐστίν· ὧι βίος μὲν ἦν πολύς,

### 860.3

ἥκιστα δ’ ὄλβωι γαῦρος ἦν· φρόνημα δὲ

### 860.4

οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ,

### 860.5

φεύγων τραπέζαις ὅστις ἐξογκοῖτ’ ἄγαν

### 865.1

τἀρκοῦντ’ ἀτίζων· οὐ γὰρ ἐν γαστρὸς βορᾶι τὸ χρηστὸν εἶναι, μέτρια δ’ ἐξαρκεῖν ἔφη.

### 865.2

φίλοις τ’ ἀληθὴς ἦν φίλος παροῦσί τε

### 865.3

καὶ μὴ παροῦσιν· ὧν ἀριθμὸς οὐ πολύς.

### 865.4

ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα,

### 870.1

ἄκρατον οὐδὲν οὔτ’ ἐς οἰκέτας ἔχων

### 870.2

οὔτ’ ἐς πολίτας. τὸν δὲ δεύτερον λέγω

### 870.3

Ἐτέοκλον, ἄλλην χρηστότητ’ ἠσκηκότα.

### 870.4

νεανίας ἦν τῶι βίωι μὲν ἐνδεής,

### 870.5

πλείστας δὲ τιμὰς ἔσχ’ ἐν Ἀργείαι χθονί.

### 875.1

φίλων δὲ χρυσὸν πολλάκις δωρουμένων

### 875.2

οὐκ εἰσεδέξατ’ οἶκον ὥστε τοὺς τρόπους

### 875.3

δούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο.

### 875.4

τοὺς δ’ ἐξαμαρτάνοντας οὐχὶ τὴν πόλιν

### 875.5

ἤχθαιρ’· ἐπεί τοι κοὐδὲν αἰτία πόλις

### 880.1

κακῶς κλύουσα διὰ κυβερνήτην κακόν.

### 880.2

ὁ δ’ αὖ τρίτος τῶνδ’ Ἱππομέδων τοιόσδ’ ἔφυ·

### 880.3

παῖς ὢν ἐτόλμης’ εὐθὺς οὐ πρὸς ἡδονὰς

### 880.4

Μουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου,

### 880.5

ἀγροὺς δὲ ναίων σκληρὰ τῆι φύσει διδοὺς

### 885.1

ἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τ’ ἄγρας ἰὼν

### 885.2

ἵπποις τε χαίρων τόξα τ’ ἐντείνων χεροῖν,

### 885.3

πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων.

### 885.4

ὁ τῆς κυναγοῦ δ’ ἄλλος Ἀταλάντης γόνος

### 885.5

παῖς Παρθενοπαῖος, εἶδος ἐξοχώτατος,

### 890.1

Ἀρκὰς μὲν ἦν, ἐλθὼν δ’ ἐπ’ Ἰνάχου ῥοὰς

### 890.2

παιδεύεται κατ’ Ἄργος. ἐκτραφεὶς δ’ ἐκεῖ

### 890.3

πρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους,

### 890.4

λυπηρὸς οὐκ ἦν οὐδ’ ἐπίφθονος πόλει

### 890.5

οὐδ’ ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺς

### 895.1

μάλιστ’ ἂν εἴη δημότης τε καὶ ξένος.

### 895.2

λόχοις δ’ ἐνεστὼς ὥσπερ Ἀργεῖος γεγὼς

### 895.3

ἤμυνε χώραι, χὠπότ’ εὖ πράσσοι πόλις

### 895.4

ἔχαιρε, λυπρῶς δ’ ἔφερεν εἴ τι δυστυχοῖ.

### 895.5

πολλοὺς δ’ ἐραστὰς κἀπὸ θηλειῶν ὅσας ἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν.

*[crux: ὅσας]*

### 895.6

Τυδέως δ’ ἔπαινον ἐν βραχεῖ θήσω μέγαν·

### 895.7

[οὐκ ἐν λόγοις ἦν λαμπρὸς ἀλλ’ ἐν ἀσπίδι

### 895.8

δεινὸς σοφιστὴς πολλά τ’ ἐξευρεῖν σοφά.

### 895.9

γνώμηι δ’ ἀδελφοῦ Μελεάγρου λελειμμένος

### 905.1

ἴσον παρέσχεν ὄνομα διὰ τέχνης δορός,

### 905.2

εὑρὼν ἀκριβῆ μουσικὴν ἐν ἀσπίδι.] φιλότιμον ἦθος πλούσιον, φρόνημα δὲ

### 905.3

ἐν τοῖσιν ἔργοις οὐχὶ τοῖς λόγοις ἴσον.

### 905.4

ἐκ τῶνδε μὴ θαύμαζε τῶν εἰρημένων,

### 910.1

Θησεῦ, πρὸ πύργων τούσδε τολμῆσαι θανεῖν.

### 910.2

τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει·

### 910.3

αἰσχύνεται δὲ τἀγάθ’ ἀσκήσας ἀνὴρ

### 910.4

κακὸς γενέσθαι πᾶς τις. ἡ δ’ εὐανδρία

### 910.5

διδακτόν, εἴπερ καὶ βρέφος διδάσκεται

### 915.1

λέγειν ἀκούειν θ’ ὧν μάθησιν οὐκ ἔχει.

### 915.2

ἃ δ’ ἂν μάθηι τις, ταῦτα σώιζεσθαι φιλεῖ

### 915.3

πρὸς γῆρας. οὕτω παῖδας εὖ παιδεύετε.

### 915.4

Χο. ἰὼ τέκνον, δυστυχῆ

### 915.5

ς’ ἔτρεφον ἔφερον ὑφ’ ἥπατος

### 920.1

πόνους ἐνεγκοῦς’ ἐν ὠδῖσι· καὶ

### 920.2

νῦν τὸν ἐμὸν Ἀίδας

### 920.3

ἔχει μόχθον ἀθλίας,

### 920.4

ἐγὼ δὲ γηροβοσκὸν οὐκ ἔχω, τεκοῦς’

### 920.5

ἁ τάλαινα παῖδα.

### 925.1

Θη. καὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκον

### 925.2

θεοὶ ζῶντ’ ἀναρπάσαντες ἐς μυχοὺς χθονὸς αὐτοῖς τεθρίπποις εὐλογοῦσιν ἐμφανῶς.

### 925.3

τὸν Οἰδίπου δὲ παῖδα, Πολυνείκη λέγω,

### 925.4

ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθ’ ἄν.

### 930.1

ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλιν

### 930.2

φυγῆι πρὸς Ἄργος διαβαλεῖν αὐθαιρέτωι.

### 930.3

ἀλλ’ οἶσθ’ ὃ δρᾶν σε βούλομαι τούτων πέρι;

### 930.4

Αδ. οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις.

### 930.5

Θη. τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ

### 935.1

Αδ. ἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις;

### 935.2

Θη. ναί· τοὺς δέ γ’ ἄλλους πάντας ἐν μιᾶι πυρᾶι.

### 935.3

Αδ. ποῦ δῆτα θήσεις μνῆμα τῶιδε χωρίσας;

### 935.4

Θη. αὐτοῦ παρ’ οἴκους τούσδε συμπήξας τάφον.

### 935.5

Αδ. οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος.

### 940.1

Θη. ἡμῖν δέ γ’ οἵδε· στειχέτω δ’ ἄχθη νεκρῶν.

### 940.2

Αδ. ἴτ’, ὦ τάλαιναι μητέρες, τέκνων πέλας.

### 940.3

Θη. ἥκιστ’, Ἄδραστε, τοῦτο πρόσφορον λέγεις.

### 940.4

Αδ. πῶς; τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων;

### 940.5

Θη. ὄλοιντ’ ἰδοῦσαι τούσδ’ ἂν ἠλλοιωμένους.

### 945.1

Αδ. πικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν.

### 945.2

Θη. τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις;

### 945.3

Αδ. νικᾶις. μένειν χρὴ τλημόνως· λέγει γὰρ εὖ

### 945.4

Θησεύς. ὅταν δὲ τούσδε προσθῶμεν πυρί,

### 945.5

ὀστᾶ προσάξεσθ’. ὦ ταλαίπωροι βροτῶν, τί κτᾶσθε λόγχας καὶ κατ’ ἀλλήλων φόνους

### 945.6

τίθεσθε; παύσασθ’, ἀλλὰ λήξαντες πόνων ἄστη φυλάσσεθ’ ἥσυχοι μεθ’ ἡσύχων.

### 945.7

σμικρὸν τὸ χρῆμα τοῦ βίου· τοῦτον δὲ χρὴ

### 945.8

ὡς ῥᾶιστα καὶ μὴ σὺν πόνοις διεκπερᾶν.

### 955.1

Χο. οὐκέτ’ εὔτεκνος, οὐκέτ’ εὔ‐

### 955.2

παις, οὐδ’ εὐτυχίας μέτε‐

### 955.3

στίν μοι κουροτόκοις ἐν Ἀργείαις·

### 955.4

οὐδ’ Ἄρτεμις λοχία

### 955.5

προσφθέγξαιτ’ ἂν τὰς ἀτέκνους.

### 960.1

δυσαίων δ’ ὁ βίος,

### 960.2

πλαγκτὰ δ’ ὡσεί τις νεφέλα

### 960.3

πνευμάτων ὕπο δυσχίμων ἀίσσω.

### 960.4

ἑπτὰ ματέρες ἑπτὰ κού‐

### 960.5

ρους ἐγεινάμεθ’ αἱ ταλαί‐

### 965.1

πωροι κλεινοτάτους ἐν Ἀργείοις·

### 965.2

καὶ νῦν ἄπαις ἄτεκνος

### 965.3

γηράσκω δυστανοτάτως,

### 965.4

οὔτ’ ἐν φθιμένοισιν

*[crux: οὔτ’]*

### 965.5

οὔτ’ ἐν ζωοῖσιν ἀριθμουμένη,

### 970.1

χωρὶς δή τινα τῶνδ’ ἔχουσα μοῖραν.

### 970.2

ὑπολελειμμένα μοι δάκρυα·

### 970.3

μέλεα παιδὸς ἐν οἴκοις

### 970.4

κεῖται μνήματα, πένθιμοι κουραὶ κἀστέφανοι κόμαι

### 974b

〈λοιβαί τε νεκύων φθιμένων〉

### 975.1

ἀοιδαί θ’ ἃς χρυσοκόμας

### 975.2

Ἀπόλλων οὐκ ἐνδέχεται·

### 975.3

γόοισι δ’ ὀρθρευομένα

### 975.4

δάκρυσι νοτερὸν ἀεὶ πέπλων

### 975.5

πρὸς στέρνωι πτύχα τέγξω.

### 980.1

καὶ μὴν θαλάμας τάσδ’ ἐσορῶ δὴ

### 980.2

Καπανέως ἤδη τύμβον θ’ ἱερὸν

### 980.3

μελάθρων τ’ ἐκτὸς

### 980.4

Θησέως ἀναθήματα νεκροῖς,

### 980.5

κλεινήν τ’ ἄλοχον τοῦ καπφθιμένου

### 985.1

τοῦδε κεραυνῶι πέλας Εὐάδνην,

### 985.2

ἣν Ἶφις ἄναξ παῖδα φυτεύει.

### 985.3

τί ποτ’ αἰθερίαν ἕστηκε πέτραν

### 985.4

ἣ τῶνδε δόμων ὑπερακρίζει,

### 985.5

τήνδ’ ἐμβαίνουσα κέλευθον;

### 990

ΕΥΑΔΝΗ

### 990.1

τί φέγγος, τίν’ αἴγλαν

### 990.2

ἐδίφρευε τόθ’ ἅλιος

### 990.3

σελάνα τε κατ’ αἰθέρα

### 990.4

λαμπάδ’ ἵν’ ὠκυθόαι νύμφαι ἱππεύουσι δι’ ὀρφναίας,

*[crux: λαμπάδ’ ἵν’ ὠκυθόαι νύμφαι ἱππεύουσι δι’ ὀρφναίας]*

### 995.1

ἁνίκα 〈 〉 γάμων

### 995.2

τῶν ἐμῶν πόλις Ἄργους

### 995.3

ἀοιδαῖς εὐδαιμονίας

### 995.4

ἐπύργωσε καὶ γαμέτα

### 995.5

χαλκεοτευχέος Καπανέως; πρὸς δ’ ἔβαν δρομὰς ἐξ ἐμῶν

### 995.6

οἴκων ἐκβακχευσαμένα

### 995.7

πυρᾶς φῶς τάφον τε

### 995.8

ματεύουσα τὸν αὐτόν,

### 995.9

ἔμμοχθον καταλύσους’

### 1004

ἐς Ἅιδαν

### 1005.1

βίοτον αἰῶνός τε πόνους·

### 1005.2

ἥδιστος γάρ τοι θάνατος

### 1005.3

συνθνήισκειν θνήισκουσι φίλοις,

### 1005.4

εἰ δαίμων τάδε κραίνοι.

### 1005.5

Χο. καὶ μὴν ὁρᾶις τήνδ’ ἧς ἐφέστηκας πέλας

### 1010.1

πυράν, Διὸς θησαυρόν, ἔνθ’ ἔνεστι σὸς

### 1010.2

πόσις, δαμασθεὶς λαμπάσιν κεραυνίοις.

### 1010.3

Ευ. ὁρῶ δὴ τελευτὰν

### 1010.4

ἵν’ ἕστακα· τύχα δέ μοι ξυνάπτοι ποδὸς ἅλματι

### 1015.1

εὐκλείας χάριν ἔνθεν ὁρ‐

*[crux: εὐκλείας]*

### 1015.2

μάσω τᾶσδ’ ἀπὸ πέτρας

### 1018.1

πηδήσασα πυρὸς ἔσω

### 1018.2

σῶμά τ’ αἴθοπι φλογμῶι

### 1020.1

πόσει συμμείξασα φίλωι,

### 1020.2

χρῶτα χροῒ πέλας θεμένα,

### 1020.3

Φερσεφόνας ἥξω θαλάμους,

### 1020.4

σὲ τὸν θανόντ’ οὔποτ’ ἐμᾶι

### 1020.5

προδοῦσα ψυχᾶι κατὰ γᾶς.

### 1025.1

ἴτω φῶς γάμοι τε·

### 1025.2

εἴθε τινὲς εὐναὶ

*[crux: εἴθε τινὲς εὐναὶ]*

### 1025.3

δικαίων ὑμεναίων

### 1025.4

ἐν Ἄργει

### 1028

φανῶσι τέκνοισιν

*[crux: φανῶσι]*

### 1028.1

ὁ σὸς δ’ εὐναῖος γαμέτας

### 1028.2

συντηχθεὶς αὔραις ἀδόλοις

### 1030.1

γενναίας ἀλόχοιο.

### 1030.2

Χο. καὶ μὴν ὅδ’ αὐτὸς σὸς πατὴρ βαίνει πέλας

### 1030.3

γεραιὸς Ἶφις ἐς νεωτέρους λόγους,

### 1030.4

οὓς οὐ κατειδὼς πρόσθεν ἀλγήσει κλύων.

### 1030.5

ΙΦΙΣ

### 1034

ὦ δυστάλαιναι, δυστάλας δ’ ἐγὼ γέρων,

### 1035.1

ἥκω διπλοῦν πένθημ’ ὁμαιμόνων ἔχων,

### 1035.2

τὸν μὲν θανόντα παῖδα Καδμείων δορὶ

### 1035.3

Ἐτέοκλον ἐς γῆν πατρίδα ναυσθλώσων νεκρὸν

### 1035.4

ζητῶν τ’ ἐμὴν παῖδ’, ἣ δόμων ἐξώπιος

### 1035.5

βέβηκε πηδήσασα Καπανέως δάμαρ,

### 1040.1

θανεῖν ἐρῶσα σὺν πόσει. χρόνον μὲν οὖν

### 1040.2

τὸν πρόσθ’ ἐφρουρεῖτ’ ἐν δόμοις· ἐπεὶ δ’ ἐγὼ

### 1040.3

φυλακὰς ἀνῆκα τοῖς παρεστῶσιν κακοῖς,

### 1040.4

βέβηκεν. ἀλλὰ τῆιδέ νιν δοξάζομεν

### 1040.5

μάλιστ’ ἂν εἶναι. φράζετ’ εἰ κατείδετε.

### 1045.1

Ευ. τί τάσδ’ ἐρωτᾶις; ἥδ’ ἐγὼ πέτρας ἔπι

### 1045.2

ὄρνις τις ὡσεὶ Καπανέως ὑπὲρ πυρᾶς

### 1045.3

δύστηνον αἰώρημα κουφίζω, πάτερ.

### 1045.4

Ιφ. τέκνον, τίς αὔρα; τίς στόλος; τίνος χάριν

### 1045.5

δόμων ὑπεκβᾶς’ ἦλθες ἐς τήνδε χθόνα; Ευ. ὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτων

### 1045.6

κλύων· ἀκοῦσαι δ’ οὔ σε βούλομαι, πάτερ.

### 1045.7

Ιφ. τί δ’; οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι;

### 1045.8

Ευ. κριτὴς ἂν εἴης οὐ σοφὸς γνώμης ἐμῆς.

### 1045.9

Ιφ. σκευῆι δὲ τῆιδε τοῦ χάριν κοσμεῖς δέμας;

### 1055.1

Ευ. θέλει τι κλεινὸν οὗτος ὁ στολμός, πάτερ.

### 1055.2

Ιφ. ὡς οὐκ ἐπ’ ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν.

### 1055.3

Ευ. ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα.

### 1055.4

Ιφ. κἄπειτα τύμβωι καὶ πυρᾶι φαίνηι πέλας;

### 1055.5

Ευ. ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι.

### 1060.1

Ιφ. νικῶσα νίκην τίνα; μαθεῖν χρήιζω σέθεν.

### 1060.2

Ευ. πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος.

### 1060.3

Ιφ. ἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίαι;

### 1060.4

Ευ. ἀρετῆι· πόσει γὰρ συνθανοῦσα κείσομαι.

### 1060.5

Ιφ. τί φήις; τί τοῦτ’ αἴνιγμα σημαίνει σαθρόν;

### 1065.1

Ευ. ἄισσω θανόντος Καπανέως τήνδ’ ἐς πυράν.

### 1065.2

Ιφ. ὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς;

### 1065.3

Ευ. τοῦτ’ αὐτὸ χρήιζω, πάντας Ἀργείους μαθεῖν.

### 1065.4

Ιφ. ἀλλ’ οὐδέ τοι σοὶ πείσομαι δρώσηι τάδε.

### 1065.5

Ευ. ὅμοιον· οὐ γὰρ μὴ κίχηις μ’ ἑλὼν χερί.

### 1070.1

καὶ δὴ παρεῖται σῶμα, σοὶ μὲν οὐ φίλον,

### 1070.2

ἡμῖν δὲ καὶ τῶι συμπυρουμένωι πόσει.

### 1070.3

Χο. ἰώ,

### 1072.1

γύναι, δεινὸν ἔργον ἐξειργάσω.

### 1072.2

Ιφ. ἀπωλόμην δύστηνος, Ἀργείων κόραι.

### 1072.3

Χο. ἒ ἔ,

### 1074

σχέτλια τάδε παθών,

### 1075.1

τὸ πάντολμον ἔργον ὄψηι τάλας;

### 1075.2

Ιφ. οὐκ ἄν τιν’ εὕροιτ’ ἄλλον ἀθλιώτερον.

### 1075.3

Χο. ἰὼ τάλας·

### 1075.4

μετέλαχες τύχας Οἰδιπόδα, γέρον,

### 1075.5

μέρος καὶ σὺ 〈καὶ〉 πόλις ἐμὰ τλάμων.

### 1080.1

Ιφ. οἴμοι· τί δὴ βροτοῖσιν οὐκ ἔστιν τόδε,

### 1080.2

νέους δὶς εἶναι καὶ γέροντας αὖ πάλιν;

### 1080.3

ἀλλ’ ἐν δόμοις μὲν ἤν τι μὴ καλῶς ἔχηι

### 1080.4

γνώμαισιν ὑστέραισιν ἐξορθούμεθα,

### 1080.5

αἰῶνα δ’ οὐκ ἔξεστιν. εἰ δ’ ἦμεν νέοι

### 1085.1

δὶς καὶ γέροντες, εἴ τις ἐξημάρτανεν

### 1085.2

διπλοῦ βίου λαχόντες ἐξωρθούμεθ’ ἄν.

### 1085.3

ἐγὼ γὰρ ἄλλους εἰσορῶν τεκνουμένους

### 1085.4

παίδων ἐραστὴς ἦ πόθωι τ’ ἀπωλλύμην.

### 1085.5

εἰ δ’ ἐς τόδ’ ἦλθον κἀξεπειράθην τέκνων

*[crux: τέκνων]*

### 1090.1

οἷον στέρεσθαι πατέρα γίγνεται τέκνων,

### 1090.2

οὐκ ἄν ποτ’ ἐς τόδ’ ἦλθον εἰς ὃ νῦν κακόν.

### 1090.3

[ὅστις φυτεύσας καὶ νεανίαν τεκὼν

### 1090.4

ἄριστον εἶτα τοῦδε νῦν στερίσκομαι.]

### 1090.5

εἶἑν· τί δὴ χρὴ τὸν ταλαίπωρόν με δρᾶν;

### 1095.1

στείχειν πρὸς οἴκους; κἆιτ’ ἐρημίαν ἴδω

### 1095.2

πολλὴν μελάθρων ἀπορίαν τ’ ἐμῶι βίωι;

### 1095.3

ἢ πρὸς μέλαθρα τοῦδε Καπανέως μόλω;

### 1095.4

ἥδιστα πρίν γε δῆθ’ ὅτ’ ἦν παῖς ἥδε μοι.

### 1095.5

ἀλλ’ οὐκέτ’ ἔστιν, ἥ γ’ ἐμὴν γενειάδα προσήγετ’ αἰεὶ στόματι καὶ κάρα τόδε

### 1095.6

κατεῖχε χερσίν. οὐδὲν ἥδιον πατρὶ

### 1095.7

γέροντι θυγατρός· ἀρσένων δὲ μείζονες

### 1095.8

ψυχαί, γλυκεῖαι δ’ ἧσσον ἐς θωπεύματα.

### 1095.9

οὐχ ὡς τάχιστα δῆτά μ’ ἄξετ’ ἐς δόμους

### 1105.1

σκότωι τε δώσετ’, ἔνθ’ ἀσιτίαις ἐμὸν

### 1105.2

δέμας γεραιὸν συντακεὶς ἀποφθερῶ;

### 1105.3

τί μ’ ὠφελήσει παιδὸς ὀστέων θιγεῖν;

### 1105.4

ὦ δυσπάλαιστον γῆρας, ὡς μισῶ ς’ ἔχων,

### 1105.5

μισῶ δ’ ὅσοι χρήιζουσιν ἐκτείνειν βίον

### 1110.1

βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασιν παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν·

### 1110.2

οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν,

### 1110.3

θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.

### 1110.4

Χο. ἰώ·

### 1114

τάδε δὴ παίδων ἤδη φθιμένων

### 1115.1

ὀστᾶ φέρεται. λάβετ’, ἀμφίπολοι,

### 1115.2

γραίας ἀμενοῦς (οὐ γὰρ ἔνεστιν

### 1115.3

ῥώμη παίδων ὑπὸ πένθους)

### 1115.4

πολλοῦ τε χρόνου ζώσης μέτρα δὴ

### 1115.5

καταλειβομένης τ’ ἄλγεσι πολλοῖς.

### 1120.1

τί γὰρ ἂν μεῖζον τοῦδ’ ἔτι θνητοῖς

### 1120.2

πάθος ἐξεύροις

### 1120.3

ἢ τέκνα θανόντ’ ἐσιδέσθαι;

### 1120.4

ΠΑΙΔΕΣ

### 1123.1

φέρω φέρω,

### 1123.2

τάλαινα μᾶτερ, ἐκ πυρᾶς πατρὸς μέλη,

### 1125.1

βάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπο,

### 1125.2

ἐν δ’ ὀλίγωι τἀμὰ πάντα συνθείς.

### 1125.3

Χο. ἰὼ ἰώ,

### 1127.1

παῖ, δάκρυα φέρεις φίλαι

### 1127.2

ματρὶ τῶν ὀλωλότων

### 1127.3

σποδοῦ τε πλῆθος ὀλίγον ἀντὶ σωμάτων

### 1130.1

εὐδοκίμων δή ποτ’ ἐν Μυκήναις.

### 1130.2

Πα. ἄπαις ἄπαις·

### 1131.1

ἐγὼ δ’ ἔρημος ἀθλίου πατρὸς τάλας

### 1131.2

ἔρημον οἶκον ὀρφανεύσομαι λαβών,

### 1131.3

οὐ πατρὸς ἐν χερσὶ τοῦ τεκόντος.

### 1131.4

Χο. ἰὼ ἰώ·

### 1134

ποῦ δὲ πόνος ἐμῶν τέκνων,

### 1135.1

ποῦ λοχευμάτων χάρις

### 1135.2

τροφαί τε ματρὸς ἄυπνά τ’ ὀμμάτων τέλη·

### 1135.3

καὶ φίλιαι προσβολαὶ προσώπων;

### 1135.4

Πα. βεβᾶσιν, οὐκέτ’ εἰσίν· οἴμοι πάτερ·

### 1135.5

βεβᾶσιν. 〈Χο.〉 αἰθὴρ ἔχει νιν ἤδη,

### 1140.1

πυρὸς τετακότας σποδῶι·

### 1140.2

ποτανοὶ δ’ ἤνυσαν τὸν Ἅιδαν.

### 1140.3

〈Πα.〉 πάτερ, σὺ μὲν σῶν κλύεις τέκνων γόους;

*[crux: σὺ μὲν σῶν]*

### 1140.4

ἆρ’ ἀσπιδοῦχος ἔτι ποτ’ ἀντιτείσομαι

### 1140.5

σὸν φόνον; εἰ γὰρ γένοιτο τέκνον.

*[crux: τέκνον]*

### 1145.1

〈Πα.〉 ἔτ’ ἂν θεοῦ θέλοντος ἔλθοι δίκα

### 1145.2

πατρῶιος. 〈Χο.〉 οὔπω κακὸν τόδ’ εὕδει;

### 1145.3

αἰαῖ τύχας· ἅλις γόων,

### 1145.4

ἅλις 〈δ’〉 ἀλγέων ἐμοὶ πάρεστιν.

### 1145.5

〈Πα.〉 ἔτ’ Ἀσωποῦ με δέξεται γάνος χαλκέοις 〈ἐν〉 ὅπλοις Δαναϊδᾶν στρατηλάταν,

### 1145.6

τοῦ φθιμένου πατρὸς ἐκδικαστάν.

### 1145.7

〈Πα.〉 ἔτ’ εἰσορᾶν σε, πάτερ, ἐπ’ ὀμμάτων δοκῶ

### 1145.8

〈Χο.〉 φίλαν φίλημα παρὰ γένυν τιθέντα σοί.

### 1145.9

〈Πα.〉 λόγων δὲ παρακέλευσμα σῶν

### 1155.1

ἀέρι φερόμενον οἴχεται.

### 1155.2

Χο. δυοῖν δ’ ἄχη, ματρί τ’ ἔλιπεν,

### 1155.3

σέ τ’ οὔποτ’ ἄλγη πατρῶια λείψει.

### 1155.4

〈Πα.〉 ἔχω τοσόνδε βάρος ὅσον μ’ ἀπώλεσεν.

### 1155.5

〈Χο.〉 φέρ’, ἀμφὶ μαστὸν ὑποβάλω σποδὸν 〈 〉.

### 1160.1

Πα. ἔκλαυσα τόδε κλύων ἔπος

### 1160.2

στυγνότατον· ἔθιγέ μου φρενῶν. Χο. ὦ τέκνον, ἔβας· οὐκέτι φίλον

### 1164

φίλας ἄγαλμ’ ὄψομαί σε ματρός.

### 1165.1

Θη. Ἄδραστε καὶ γυναῖκες Ἀργεῖαι γένος,

### 1165.2

ὁρᾶτε παῖδας τούσδ’ ἔχοντας ἐν χεροῖν

### 1165.3

πατέρων ἀρίστων σώμαθ’ ὧν ἀνειλόμην·

### 1165.4

τούτοις ἐγώ σφε καὶ πόλις δωρούμεθα.

### 1165.5

ὑμᾶς δὲ τῶνδε χρὴ χάριν μεμνημένους

### 1170.1

σώιζειν, ὁρῶντας ὧν ἐκύρσατ’ ἐξ ἐμοῦ,

### 1170.2

παισίν θ’ ὑπειπεῖν τοῖσδε τοὺς αὐτοὺς λόγους,

### 1170.3

τιμᾶν πόλιν τήνδ’, ἐκ τέκνων ἀεὶ τέκνοις

### 1170.4

μνήμην παραγγέλλοντας ὧν ἐκύρσατε.

### 1170.5

Ζεὺς δὲ ξυνίστωρ οἵ τ’ ἐν οὐρανῶι θεοὶ

### 1175.1

οἵων ὑφ’ ἡμῶν στείχετ’ ἠξιωμένοι.

### 1175.2

Αδ. Θησεῦ, ξύνισμεν πάνθ’ ὅς’ Ἀργείαν χθόνα

### 1175.3

δέδρακας ἐσθλὰ δεομένην εὐεργετῶν

### 1175.4

χάριν τ’ ἀγήρων ἕξομεν· γενναῖα γὰρ

### 1175.5

παθόντες ὑμᾶς ἀντιδρᾶν ὀφείλομεν.

### 1180.1

Θη. τί δῆτ’ ἔθ’ ὑμῖν ἄλλ’ ὑπουργῆσαί με χρή;

### 1180.2

Αδ. χαῖρ’· ἄξιος γὰρ καὶ σὺ καὶ πόλις σέθεν.

### 1180.3

Θη. ἔσται τάδ’· ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις.

### 1180.4

ΑΘΗΝΑ

### 1183.1

ἄκουε, Θησεῦ, τούσδ’ Ἀθηναίας λόγους,

### 1183.2

ἃ χρή σε δρᾶσαι, δρῶντα δ’ ὠφελεῖν τάδε.

*[crux: τάδε]*

### 1185.1

μὴ δῶις τάδ’ ὀστᾶ τοῖσδ’ ἐς Ἀργείαν χθόνα

### 1185.2

παισὶν κομίζειν ῥαιδίως οὕτω μεθείς, ἀλλ’ ἀντὶ τῶν σῶν καὶ πόλεως μοχθημάτων

### 1185.3

πρῶτον λάβ’ ὅρκον. τόνδε δ’ ὀμνύναι χρεὼν

### 1185.4

Ἄδραστον· οὗτος κύριος, τύραννος ὤν,

### 1190.1

πάσης ὑπὲρ γῆς Δαναϊδῶν ὁρκωμοτεῖν.

### 1190.2

ὁ δ’ ὅρκος ἔσται μήποτ’ Ἀργείους χθόνα

### 1190.3

ἐς τήνδ’ ἐποίσειν πολέμιον παντευχίαν

### 1190.4

ἄλλων τ’ ἰόντων ἐμποδὼν θήσειν δόρυ.

### 1190.5

ἢν δ’ ὅρκον ἐκλιπόντες ἔλθωσιν πόλιν,

### 1195.1

κακῶς ὀλέσθαι πρόστρεπ’ Ἀργείων χθόνα.

### 1195.2

ἐν ὧι δὲ τέμνειν σφάγια χρή ς’ ἄκουέ μου.

### 1195.3

ἔστιν τρίπους σοι χαλκόπους ἔσω δόμων,

### 1195.4

ὃν Ἰλίου ποτ’ ἐξαναστήσας βάθρα

### 1195.5

σπουδὴν ἐπ’ ἄλλην Ἡρακλῆς ὁρμώμενος στῆσαί ς’ ἐφεῖτο Πυθικὴν πρὸς ἐσχάραν.

### 1195.6

ἐν τῶιδε λαιμοὺς τρεῖς τριῶν μήλων τεμὼν

### 1195.7

ἔγγραψον ὅρκους τρίποδος ἐν κοίλωι κύτει

### 1195.8

κἄπειτα σώιζειν θεῶι δὸς ὧι Δελφῶν μέλει,

### 1195.9

μνημεῖά θ’ ὅρκων μαρτύρημά θ’ Ἑλλάδι.

### 1205.1

ἧι δ’ ἂν διοίξηις σφάγια καὶ τρώσηις φόνον

### 1205.2

ὀξύστομον μάχαιραν ἐς γαίας μυχοὺς

### 1205.3

κρύψον παρ’ αὐτὰς ἑπτὰ πυρκαιὰς νεκρῶν.

### 1205.4

φόβον γὰρ αὐτοῖς, ἤν ποτ’ ἔλθωσιν πόλιν,

### 1205.5

δειχθεῖσα θήσει καὶ κακὸν νόστον πάλιν.

### 1210.1

δράσας δὲ ταῦτα πέμπε γῆς ἔξω νεκρούς.

### 1210.2

τεμένη δ’, ἵν’ αὐτῶν σώμαθ’ ἡγνίσθη πυρί,

### 1210.3

μέθες παρ’ αὐτὴν τρίοδον Ἰσθμίαν θεῶι.

### 1210.4

σοὶ μὲν τάδ’ εἶπον· παισὶ δ’ Ἀργείων λέγω· πορθήσεθ’ ἡβήσαντες Ἰσμηνοῦ πόλιν

### 1215.1

πατέρων θανόντων ἐκδικάζοντες φόνον,

### 1215.2

σύ τ’ ἀντὶ πατρός, Αἰγιαλεῦ, στρατηλάτης

### 1215.3

νέος κατάστας παῖς τ’ ἀπ’ Αἰτωλῶν μολὼν

### 1215.4

Τυδέως, ὃν ὠνόμαζε Διομήδη πατήρ.

### 1215.5

ἀλλ’ οὐ φθάνειν χρὴ συσκιάζοντας γένυν

### 1220.1

καὶ χαλκοπληθῆ Δαναϊδῶν ὁρμᾶν στρατὸν

### 1220.2

ἑπτάστομον πύργωμα Καδμείων ἔπι.

### 1220.3

πικροὶ γὰρ αὐτοῖς ἥξετ’ ἐκτεθραμμένοι

### 1220.4

σκύμνοι λεόντων, πόλεος ἐκπορθήτορες.

### 1220.5

κοὐκ ἔστιν ἄλλως. Ἐπίγονοι δ’ ἀν’ Ἑλλάδα

### 1225.1

κληθέντες ὠιδὰς ὑστέροισι θήσετε·

### 1225.2

τοῖον στράτευμα σὺν θεῶι πορεύσετε.

### 1225.3

Θη. δέσποιν’ Ἀθάνα, πείσομαι λόγοισι σοῖς·

### 1225.4

σὺ γάρ μ’ ἀπορθοῖς ὥστε μὴ ’ξαμαρτάνειν.

### 1225.5

καὶ τόνδ’ ἐν ὅρκοις ζεύξομαι. μόνον σύ με

### 1230.1

ἐς ὀρθὸν ἵστη· σοῦ γὰρ εὐμενοῦς πόλει

### 1230.2

οὔσης τὸ λοιπὸν ἀσφαλῶς οἰκήσομεν.

### 1230.3

Χο. στείχωμεν, Ἄδρασθ’, ὅρκια δῶμεν

### 1230.4

τῶιδ’ ἀνδρὶ πόλει τ’· ἄξια δ’ ἡμῖν προμεμοχθήκασι σέβεσθαι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cbm-ai`.
