eul_wid: cbm-ah
ἩρακλεῖδαιHeracleidae
Euripides Heracleidae PDF
| 1 | ΙΟΛΑΟΣ |
| 1.1 | Πάλαι ποτ’ ἐστὶ τοῦτ’ ἐμοὶ δεδογμένον· |
| 1.2 | ὁ μὲν δίκαιος τοῖς πέλας πέφυκ’ ἀνήρ, |
| 1.3 | ὁ δ’ ἐς τὸ κέρδος λῆμ’ ἔχων ἀνειμένον |
| 1.4 | πόλει τ’ ἄχρηστος καὶ συναλλάσσειν βαρύς, |
| 5.1 | αὑτῶι δ’ ἄριστος· οἶδα δ’ οὐ λόγωι μαθών. |
| 5.2 | ἐγὼ γὰρ αἰδοῖ καὶ τὸ συγγενὲς σέβων, |
| 5.3 | ἐξὸν κατ’ Ἄργος ἡσύχως ναίειν, πόνων |
| 5.4 | πλείστων μετέσχον εἷς ἀνὴρ Ἡρακλέει, |
| 5.5 | ὅτ’ ἦν μεθ’ ἡμῶν· νῦν δ’, ἐπεὶ κατ’ οὐρανὸν |
| 10.1 | ναίει, τὰ κείνου τέκν’ ἔχων ὑπὸ πτεροῖς |
| 10.2 | σώιζω τάδ’ αὐτὸς δεόμενος σωτηρίας. |
| 10.3 | ἐπεὶ γὰρ αὐτῶν γῆς ἀπηλλάχθη πατήρ, |
| 10.4 | πρῶτον μὲν ἡμᾶς ἤθελ’ Εὐρυσθεὺς κτανεῖν· |
| 10.5 | ἀλλ’ ἐξέδραμεν, καὶ πόλις μὲν οἴχεται, |
| 15.1 | ψυχὴ δ’ ἐσώθη. φεύγομεν δ’ ἀλώμενοι |
| 15.2 | ἄλλην ἀπ’ ἄλλης ἐξοριζόντων πόλιν. |
| 15.3 | πρὸς τοῖς γὰρ ἄλλοις καὶ τόδ’ Εὐρυσθεὺς κακοῖς |
| 15.4 | ὕβρισμ’ ἐς ἡμᾶς ἠξίωσεν ὑβρίσαι· |
| 15.5 | πέμπων ὅπου γῆς πυνθάνοιθ’ ἱδρυμένους |
| 20.1 | κήρυκας ἐξαιτεῖ τε κἀξείργει χθονός, |
| 20.2 | πόλιν προτείνων Ἄργος οὐ σμικρὸν φίλην |
| 20.3 | ἐχθράν τε θέσθαι, χαὐτὸν εὐτυχοῦνθ’ ἅμα. οἱ δ’ ἀσθενῆ μὲν τἀπ’ ἐμοῦ δεδορκότες, |
| 20.4 | σμικροὺς δὲ τούσδε καὶ πατρὸς τητωμένους, |
| 25.1 | τοὺς κρείσσονας σέβοντες ἐξείργουσι γῆς. |
| 25.2 | ἐγὼ δὲ σὺν φεύγουσι συμφεύγω τέκνοις |
| 25.3 | καὶ σὺν κακῶς πράσσουσι συμπράσσω κακῶς, |
| 25.4 | ὀκνῶν προδοῦναι, μή τις ὧδ’ εἴπηι βροτῶν· |
| 25.5 | Ἴδεσθ’, ἐπειδὴ παισὶν οὐκ ἔστιν πατήρ, |
| 30.1 | Ἰόλαος οὐκ ἤμυνε συγγενὴς γεγώς. |
| 30.2 | πάσης δὲ χώρας Ἑλλάδος τητώμενοι |
| 30.3 | Μαραθῶνα καὶ σύγκληρον ἐλθόντες χθόνα |
| 30.4 | ἱκέται καθεζόμεσθα βώμιοι θεῶν |
| 30.5 | προσωφελῆσαι· πεδία γὰρ τῆσδε χθονὸς |
| 35.1 | δισσοὺς κατοικεῖν Θησέως παῖδας λόγος |
| 35.2 | κλήρωι λαχόντας ἐκ γένους Πανδίονος, |
| 35.3 | τοῖσδ’ ἐγγὺς ὄντας· ὦν ἕκατι τέρμονας |
| 35.4 | κλεινῶν Ἀθηνῶν τήνδ’ ἀφικόμεσθ’ ὁδόν. |
| 35.5 | δυοῖν γερόντοιν δὲ στρατηγεῖται φυγή· |
| 40.1 | ἐγὼ μὲν ἀμφὶ τοῖσδε καλχαίνων τέκνοις, |
| 40.2 | ἡ δ’ αὖ τὸ θῆλυ παιδὸς Ἀλκμήνη γένος |
| 40.3 | ἔσωθε ναοῦ τοῦδ’ ὑπηγκαλισμένη |
| 40.4 | σώιζει· νέας γὰρ παρθένους αἰδούμεθα |
| 40.5 | ὄχλωι πελάζειν κἀπιβωμιοστατεῖν. |
| 45.1 | Ὕλλος δ’ ἀδελφοί θ’ οἷσι πρεσβεύει γένος |
| 45.2 | ζητοῦς’ ὅπου γῆς πύργον οἰκιούμεθα, |
| 45.3 | ἢν τῆσδ’ ἀπωθώμεσθα πρὸς βίαν χθονός. |
| 45.4 | ὦ τέκνα τέκνα, δεῦρο, λαμβάνεσθ’ ἐμῶν |
| 45.5 | πέπλων· ὁρῶ κήρυκα τόνδ’ Εὐρυσθέως στείχοντ’ ἐφ’ ἡμᾶς, οὗ διωκόμεσθ’ ὕπο |
| 45.6 | πάσης ἀλῆται γῆς ἀπεστερημένοι. |
| 45.7 | ὦ μῖσος, εἴθ’ ὄλοιο χὠ πέμψας 〈σ’〉 ἀνήρ, |
| 45.8 | ὡς πολλὰ δὴ καὶ τῶνδε γενναίωι πατρὶ ἐκ τοῦδε ταὐτοῦ στόματος ἤγγειλας κακά. |
| 55 | ΚΗΡΥΞ |
| 55.1 | ἦ που καθῆσθαι τήνδ’ ἕδραν καλὴν δοκεῖς |
| 55.2 | πόλιν τ’ ἀφῖχθαι σύμμαχον, κακῶς φρονῶν· |
| 55.3 | οὐ γάρ τις ἔστιν ὃς πάροιθ’ αἱρήσεται |
| 55.4 | τὴν σὴν ἀχρεῖον δύναμιν ἀντ’ Εὐρυσθέως. |
| 55.5 | χώρει· τί μοχθεῖς ταῦτ’; ἀνίστασθαί σε χρὴ |
| 60.1 | ἐς Ἄργος, οὗ σε λεύσιμος μένει δίκη. |
| 60.2 | Ιο. οὐ δῆτ’, ἐπεί μοι βωμὸς ἀρκέσει θεοῦ, |
| 60.3 | ἐλευθέρα τε γαῖ’ ἐν ἧι βεβήκαμεν. |
| 60.4 | Κη. βούληι πόνον μοι τῆιδε προσθεῖναι χερί; |
| 60.5 | Ιο. οὔτοι βίαι γέ μ’ οὐδὲ τούσδ’ ἄξεις λαβών. |
| 65.1 | Κη. γνώσηι σύ· μάντις δ’ ἦσθ’ ἄρ’ οὐ καλὸς τάδε. |
| 65.2 | Ιο. οὐκ ἂν γένοιτο τοῦτ’ ἐμοῦ ζῶντός ποτε. |
| 65.3 | Κη. ἄπερρ’· ἐγὼ δὲ τούσδε, κἂν σὺ μὴ θέληις, |
| 65.4 | ἄξω νομίζων οὗπέρ εἰς’ Εὐρυσθέως. |
| 65.5 | Ιο. ὦ τὰς Ἀθήνας δαρὸν οἰκοῦντες χρόνον, |
| 70.1 | ἀμύνεθ’· ἱκέται δ’ ὄντες ἀγοραίου Διὸς |
| 70.2 | βιαζόμεσθα καὶ στέφη μιαίνεται, |
| 70.3 | πόλει τ’ ὄνειδος καὶ θεῶν ἀτιμίαν. |
| 70.4 | ΧΟΡΟΣ |
| 73.1 | ἔα ἔα· τίς ἡ βοὴ βωμοῦ πέλας |
| 73.2 | ἕστηκε; ποίαν συμφορὰν δείξει τάχα; |
| 75.1 | ἴδετε τὸν γέροντ’ ἀμαλὸν ἐπὶ πέδωι |
| 75.2 | χύμενον· ὦ τάλας |
| post 76 | 〈〉 |
| 77.1 | πρὸς τοῦ ποτ’ ἐν γῆι πτῶμα δύστηνον πίτνεις; |
| 77.2 | Ιο. ὅδ’ ὦ ξένοι με σοὺς ἀτιμάζων θεοὺς |
| 77.3 | ἕλκει βιαίως Ζηνὸς ἐκ προβωμίων. |
| 80.1 | Χο. σὺ δ’ ἐκ τίνος γῆς, ὦ γέρον, τετράπτολιν |
| 80.2 | ξύνοικον ἦλθες λαόν; ἢ |
| 80.3 | πέραθεν ἁλίωι πλάται |
| 80.4 | κατέχετ’ ἐκλιπόντες Εὐβοῖδ’ ἀκτάν; |
| 80.5 | Ιο. οὐ νησιώτην, ὦ ξένοι, τρίβω βίον, |
| 85.1 | ἀλλ’ ἐκ Μυκηνῶν σὴν ἀφίγμεθα χθόνα. |
| 85.2 | Χο. ὄνομα τί σε, γέρον, Μυκηναῖος ὠ‐ |
| 85.3 | νόμαζεν λεώς; |
| 85.4 | Ιο. τὸν Ἡράκλειον ἴστε που παραστάτην |
| 85.5 | Ἰόλαον· οὐ γὰρ σῶμ’ ἀκήρυκτον τόδε. |
| 90.1 | Χο. οἶδ’ εἰσακούσας καὶ πρίν· ἀλλὰ τοῦ ποτε |
| 90.2 | ἐν χειρὶ σᾶι κομίζεις κόρους |
| 90.3 | νεοτρεφεῖς; φράσον. |
| 90.4 | Ιο. Ἡρακλέους οἵδ’ εἰσὶ παῖδες, ὦ ξένοι, |
| 90.5 | ἱκέται σέθεν τε καὶ πόλεως ἀφιγμένοι. |
| 95.1 | Χο. τί χρέος; ἦ λόγων πόλεος, ἔνεπέ μοι, |
| 95.2 | μελόμενοι τυχεῖν; |
| 95.3 | Ιο. μήτ’ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν |
| 95.4 | τῶν σῶν ἀποσπασθέντες εἰς Ἄργος μολεῖν. |
| 95.5 | Κη. ἀλλ’ οὔτι τοῖς σοῖς δεσπόταις τάδ’ ἀρκέσει, οἳ σοῦ κρατοῦντες ἐνθάδ’ εὑρίσκουσί σε. |
| 95.6 | Χο. εἰκὸς θεῶν ἱκτῆρας αἰδεῖσθαι, ξένε, |
| 95.7 | καὶ μὴ βιαίωι χειρὶ δαι‐ |
| 95.8 | μόνων ἀπολιπεῖν σφ’ ἕδη· πότνια γὰρ Δίκα τάδ’ οὐ πείσεται. |
| 105.1 | Κη. ἔκπεμπέ νυν γῆς τούσδε τοὺς Εὐρυσθέως, |
| 105.2 | κοὐδὲν βιαίωι τῆιδε χρήσομαι χερί. |
| 105.3 | Χο. ἄθεον ἱκεσίαν μεθεῖναι πόλει |
| 105.4 | ξένων προστροπάν. |
| 105.5 | Κη. καλὸν δέ γ’ ἔξω πραγμάτων ἔχειν πόδα, |
| 110 | εὐβουλίας τυχόντα τῆς ἀμείνονος. |
| post 110 | 〈Χο.〉 |
| post 110 | 〈〉 |
| post 110 | 〈〉 |
| post 110 | 〈Κη.〉 |
| post 110 | 〈〉 |
| 111.1 | Χο. οὔκουν τυράννωι τῆσδε γῆς φράσαντά σε |
| 111.2 | χρῆν ταῦτα τολμᾶν, ἀλλὰ μὴ βίαι ξένους |
| 111.3 | θεῶν ἀφέλκειν, γῆν σέβοντ’ ἐλευθέραν; |
| 111.4 | Κη. τίς δ’ ἐστὶ χώρας τῆσδε καὶ πόλεως ἄναξ; |
| 115.1 | Χο. ἐσθλοῦ πατρὸς παῖς Δημοφῶν ὁ Θησέως. |
| 115.2 | Κη. πρὸς τοῦτον ἁγὼν ἆρα τοῦδε τοῦ λόγου |
| 115.3 | μάλιστ’ ἂν εἴη· τἄλλα δ’ εἴρηται μάτην. |
| 115.4 | Χο. καὶ μὴν ὅδ’ αὐτὸς ἔρχεται σπουδὴν ἔχων |
| 115.5 | Ἀκάμας τ’ ἀδελφός, τῶνδ’ ἐπήκοοι λόγων. |
| 120 | ΔΗΜΟΦΩΝ |
| 120.1 | ἐπείπερ ἔφθης πρέσβυς ὢν νεωτέρους |
| 120.2 | βοηδρομήσας τήνδ’ ἐπ’ ἐσχάραν Διός, |
| 120.3 | λέξον, τίς ὄχλον τόνδ’ ἀθροίζεται τύχη; |
| 120.4 | Χο. ἱκέται κάθηνται παῖδες οἵδ’ Ἡρακλέους |
| 120.5 | βωμὸν καταστέψαντες, ὡς ὁρᾶις, ἄναξ, |
| 125.1 | πατρός τε πιστὸς Ἰόλεως παραστάτης. Δη. τί δῆτ’ ἰυγμῶν ἥδ’ ἐδεῖτο συμφορά; |
| 125.2 | Χο. βίαι νιν οὗτος τῆσδ’ ἀπ’ ἐσχάρας ἄγειν |
| 125.3 | ζητῶν βοὴν ἔστησε κἄσφηλεν γόνυ |
| 125.4 | γέροντος, ὥστε μ’ ἐκβαλεῖν οἴκτωι δάκρυ. |
| 130.1 | Δη. καὶ μὴν στολήν γ’ Ἕλληνα καὶ ῥυθμὸν πέπλων |
| 130.2 | ἔχει, τὰ δ’ ἔργα βαρβάρου χερὸς τάδε. |
| 130.3 | σὸν δὴ τὸ φράζειν ἐστί, μὴ μέλλειν 〈δ’〉, ἐμοὶ |
| 130.4 | ποίας ἀφῖξαι δεῦρο γῆς ὅρους λιπών. |
| 130.5 | Κη. Ἀργεῖός εἰμι· τοῦτο γὰρ θέλεις μαθεῖν· |
| 135.1 | ἐφ’ οἷσι δ’ ἥκω καὶ παρ’ οὗ λέγειν θέλω. |
| 135.2 | πέμπει Μυκηνῶν δεῦρό μ’ Εὐρυσθεὺς ἄναξ |
| 135.3 | ἄξοντα τούσδε· πολλὰ δ’ ἦλθον, ὦ ξένε, |
| 135.4 | δίκαι’ ἁμαρτῆι δρᾶν τε καὶ λέγειν ἔχων. |
| 135.5 | Ἀργεῖος ὢν γὰρ αὐτὸς Ἀργείους ἄγω |
| 140.1 | ἐκ τῆς ἐμαυτοῦ τούσδε δραπέτας ἔχων, |
| 140.2 | νόμοισι τοῖς ἐκεῖθεν ἐψηφισμένους |
| 140.3 | θανεῖν· δίκαιοι δ’ ἐσμὲν οἰκοῦντες πόλιν |
| 140.4 | αὐτοὶ καθ’ αὑτῶν κυρίους κραίνειν δίκας. |
| 140.5 | πολλῶν δὲ κἄλλων ἑστίας ἀφιγμένοι |
| 145.1 | ἐν τοῖσιν αὐτοῖς τοισίδ’ ἕσταμεν λόγοις, |
| 145.2 | κοὐδεὶς ἐτόλμης’ ἴδια προσθέσθαι κακά. |
| 145.3 | ἀλλ’ ἤ τιν’ ἐς σὲ μωρίαν ἐσκεμμένοι |
| 145.4 | δεῦρ’ ἦλθον ἢ κίνδυνον ἐξ ἀμηχάνων |
| 145.5 | ῥίπτοντες, εἴτ’ οὖν εἴτε μὴ γενήσεται |
| post 149.1 | 〈〉 οὐ γὰρ φρενήρη γ’ ὄντα ς’ ἐλπίζουσί που μόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδος |
| post 149.2 | τὰς τῶνδ’ ἀβούλως συμφορὰς κατοικτιεῖν. |
| post 149.3 | φέρ’ ἀντίθες γάρ· τούσδε τ’ ἐς γαῖαν παρεὶς |
| post 149.4 | ἡμᾶς τ’ ἐάσας ἐξάγειν, τί κερδανεῖς; |
| 155.1 | τὰ μὲν παρ’ ἡμῶν τοιάδ’ ἔστι σοι λαβεῖν· |
| 155.2 | Ἄργους τοσήνδε χεῖρα τήν τ’ Εὐρυσθέως |
| 155.3 | ἰσχὺν ἅπασαν τῆιδε προσθέσθαι πόλει. |
| 155.4 | ἢν δ’ ἐς λόγους τε καὶ τὰ τῶνδ’ οἰκτίσματα |
| 155.5 | βλέψας πεπανθῆις, ἐς πάλην καθίσταται |
| 160.1 | δορὸς τὸ πρᾶγμα· μὴ γὰρ ὡς μεθήσομεν |
| 160.2 | δόξηις ἀγῶνος τούσδ’ ἄτερ χαλυβδικοῦ. |
| 160.3 | τί δῆτα φήσεις, ποῖα πεδί’ ἀφαιρεθείς, |
| 160.4 | τί ῥυσιασθείς, πόλεμον Ἀργείοις ἔχειν; |
| 160.5 | ποίοις δ’ ἀμύνων συμμάχοις, τίνος δ’ ὕπερ |
| 165.1 | θάψεις νεκροὺς πεσόντας; ἦ κακὸν λόγον |
| 165.2 | κτήσηι πρὸς ἀστῶν, εἰ γέροντος οὕνεκα |
| 165.3 | τύμβου, τὸ μηδὲν ὄντος, ὡς εἰπεῖν ἔπος, |
| 165.4 | παίδων 〈τε〉 τῶνδ’ ἐς ἄντλον ἐμβήσηι πόδα. |
| 165.5 | †ἐρεῖς τὸ λῶιστον ἐλπίδ’ εὑρήσειν μόνον†· |
| 170.1 | καὶ τοῦτο πολλῶι τοῦ παρόντος ἐνδεές. |
| 170.2 | κακῶς γὰρ Ἀργείοισιν οἵδ’ ὡπλισμένοις |
| 170.3 | μάχοιντ’ ἂν ἡβήσαντες, εἴ 〈τι〉 τοῦτό σε |
| 170.4 | ψυχὴν ἐπαίρει· χοὐν μέσωι πολὺς χρόνος |
| 170.5 | ἐν ὧι διεργασθεῖτ’ ἄν. ἀλλ’ ἐμοὶ πιθοῦ· |
| 175.1 | δοὺς μηδὲν ἀλλὰ τἄμ’ ἐῶν ἄγειν ἐμὲ |
| 175.2 | κτῆσαι Μυκήνας, μηδ’ ὅπερ φιλεῖτε δρᾶν |
| 175.3 | πάθηις σὺ τοῦτο, τοὺς ἀμείνονας παρὸν φίλους ἑλέσθαι τοὺς κακίονας λαβεῖν. |
| 175.4 | Χο. τίς ἂν δίκην κρίνειεν ἢ γνοίη λόγον, |
| 180.1 | πρὶν ἂν παρ’ ἀμφοῖν μῦθον ἐκμάθηι σαφῶς; |
| 180.2 | Ιο. ἄναξ, ὑπάρχει γὰρ τόδ’ ἐν τῆι σῆι χθονί, |
| 180.3 | εἰπεῖν ἀκοῦσαί τ’ ἐν μέρει πάρεστί μοι, |
| 180.4 | κοὐδείς μ’ ἀπώσει πρόσθεν ὥσπερ ἄλλοθεν. |
| 180.5 | ἡμῖν δὲ καὶ τῶιδ’ οὐδέν ἐστιν ἐν μέσωι· |
| 185.1 | ἐπεὶ γὰρ Ἄργους οὐ μέτεσθ’ ἡμῖν ἔτι, |
| 185.2 | ψήφωι δοκῆσαν, ἀλλὰ φεύγομεν πάτραν, |
| 185.3 | πῶς ἂν δικαίως ὡς Μυκηναίους ἄγοι |
| 185.4 | ὅδ’ ὄντας ἡμᾶς, οὓς ἀπήλασαν χθονός; |
| 185.5 | ξένοι γάρ ἐσμεν. ἢ τὸν Ἑλλήνων ὅρον |
| 190.1 | φεύγειν δικαιοῦθ’ ὅστις ἂν τἄργος φύγηι; |
| 190.2 | οὔκουν Ἀθήνας γ’· οὐ γὰρ Ἀργείων φόβωι |
| 190.3 | τοὺς Ἡρακλείους παῖδας ἐξελῶσι γῆς. |
| 190.4 | οὐ γάρ τι Τραχίς ἐστιν οὐδ’ Ἀχαιικὸν |
| 190.5 | πόλισμ’ ὅθεν σὺ τούσδε, τῆι δίκηι μὲν οὔ, |
| 195.1 | τὸ δ’ Ἄργος ὀγκῶν, οἷάπερ καὶ νῦν λέγεις, |
| 195.2 | ἤλαυνες ἱκέτας βωμίους καθημένους. |
| 195.3 | εἰ γὰρ τόδ’ ἔσται καὶ λόγους κρινοῦσι σούς, |
| 195.4 | οὐκ οἶδ’ Ἀθήνας τάσδ’ ἐλευθέρας ἔτι. |
| 195.5 | ἀλλ’ οἶδ’ ἐγὼ τὸ τῶνδε λῆμα καὶ φύσιν· θνήισκειν θελήσους’· ἡ γὰρ αἰσχύνη 〈πάροσ〉 |
| 195.6 | τοῦ ζῆν παρ’ ἐσθλοῖς ἀνδράσιν νομίζεται. |
| 195.7 | πόλει μὲν ἀρκεῖ· καὶ γὰρ οὖν ἐπίφθονον |
| 195.8 | λίαν ἐπαινεῖν ἐστι, πολλάκις δὲ δὴ |
| 195.9 | καὐτὸς βαρυνθεὶς οἶδ’ ἄγαν αἰνούμενος. |
| 205.1 | σοὶ δ’ ὡς ἀνάγκη τούσδε βούλομαι φράσαι σώιζειν, ἐπείπερ τῆσδε προστατεῖς χθονός. |
| 205.2 | Πιτθεὺς μέν ἐστι Πέλοπος, ἐκ δὲ Πιτθέως |
| 205.3 | Αἴθρα, πατὴρ δ’ ἐκ τῆσδε γεννᾶται σέθεν |
| 205.4 | Θησεύς. πάλιν δὲ τῶνδ’ ἄνειμί σοι γένος· |
| 210.1 | Ἡρακλέης ἦν Ζηνὸς Ἀλκμήνης τε παῖς, |
| 210.2 | κείνη δὲ Πέλοπος θυγατρός· αὐτανεψίων |
| 210.3 | πατὴρ ἂν εἴη σός τε χὠ τούτων γεγώς. |
| 210.4 | γένους μὲν ἥκεις ὧδε τοῖσδε, Δημοφῶν· |
| 210.5 | ἃ δ’ ἐκτὸς ἤδη τοῦ προσήκοντός σε δεῖ |
| 215.1 | τεῖσαι λέγω σοι παισί. φημὶ γάρ ποτε |
| 215.2 | σύμπλους γενέσθαι τῶνδ’ ὑπασπίζων πατρὶ |
| 215.3 | ζωστῆρα Θησεῖ τὸν πολυκτόνον μέτα |
| post 217 | 〈〉 |
| post 217 | 〈〉 |
| 218.1 | Ἅιδου τ’ ἐρεμνῶν ἐξανήγαγεν μυχῶν |
| 218.2 | πατέρα σόν· Ἑλλὰς πᾶσα τοῦτο μαρτυρεῖ. |
| 220.1 | ὧν ἀντιδοῦναί ς’ οἵδ’ ἀπαιτοῦσιν χάριν, |
| 220.2 | μήτ’ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν |
| 220.3 | τῶν σῶν ἀποσπασθέντες ἐκπεσεῖν χθονός. |
| 220.4 | σοὶ γὰρ τόδ’ αἰσχρὸν χωρὶς ἐν πόλει τ’ ἴσον, |
| 220.5 | ἱκέτας ἀλήτας συγγενεῖς—οἴμοι κακῶν· |
| 225.1 | βλέψον πρὸς αὐτούς, βλέψον—ἕλκεσθαι βίαι. |
| 225.2 | ἀλλ’ ἄντομαί σε καὶ καταστέφων χεροῖν |
| 225.3 | καὶ πρὸς γενείου, μηδαμῶς ἀτιμάσηις |
| 225.4 | τοὺς Ἡρακλείους παῖδας ἐς χέρας λαβεῖν· |
| 225.5 | γενοῦ δὲ τοῖσδε συγγενής, γενοῦ φίλος |
| 230.1 | πατὴρ ἀδελφὸς δεσπότης· ἅπαντα γὰρ |
| 230.2 | τἄλλ’ ἐστὶ κρείσσω πλὴν ὑπ’ Ἀργείοις πεσεῖν. |
| 230.3 | Χο. ὤικτιρ’ ἀκούσας τούσδε συμφορᾶς, ἄναξ. τὴν δ’ εὐγένειαν τῆς τύχης νικωμένην |
| 230.4 | νῦν δὴ μάλιστ’ ἐσεῖδον· οἵδε γὰρ πατρὸς |
| 235.1 | ἐσθλοῦ γεγῶτες δυστυχοῦς’ ἀναξίως. |
| 235.2 | Δη. τρισσαί μ’ ἀναγκάζουσι συννοίας ὁδοί, |
| 235.3 | Ἰόλαε, τοὺς σοὺς μὴ παρώσασθαι λόγους· |
| 235.4 | τὸ μὲν μέγιστον Ζεὺς ἐφ’ οὗ σὺ βώμιος |
| 235.5 | θακεῖς νεοσσῶν τήνδ’ ἔχων πανήγυριν, |
| 240.1 | τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς |
| 240.2 | πράσσειν παρ’ ἡμῶν τούσδε πατρώιαν χάριν, |
| 240.3 | τό τ’ αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι· |
| 240.4 | εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίαι |
| 240.5 | ξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέραν |
| 245.1 | οἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δ’ ὄκνωι |
| 245.2 | ἱκέτας προδοῦναι· καὶ τάδ’ ἀγχόνης πέλας. |
| 245.3 | ἀλλ’ ὤφελες μὲν εὐτυχέστερος μολεῖν, |
| 245.4 | ὅμως δὲ καὶ νῦν μὴ τρέσηις ὅπως σέ τις |
| 245.5 | σὺν παισὶ βωμοῦ τοῦδ’ ἀποσπάσει βίαι. σὺ δ’ Ἄργος ἐλθὼν ταῦτά τ’ Εὐρυσθεῖ φράσον |
| 245.6 | πρὸς τοῖσδέ τ’, εἴ τι τοισίδ’ ἐγκαλεῖ ξένοις, |
| 245.7 | δίκης κυρήσειν· τούσδε δ’ οὐκ ἄξεις ποτέ. |
| 245.8 | Κη. οὐκ ἢν δίκαιον ἦι τι καὶ νικῶ λόγωι; |
| 245.9 | Δη. καὶ πῶς δίκαιον τὸν ἱκέτην ἄγειν βίαι; |
| 255.1 | Κη. οὔκουν ἐμοὶ τόδ’ αἰσχρὸν ἀλλ’ οὐ σοὶ βλάβος; |
| 255.2 | Δη. ἐμοί γ’, ἐάν σοι τούσδ’ ἐφέλκεσθαι μεθῶ. |
| 255.3 | Κη. σὺ δ’ ἐξόριζε κἆιτ’ ἐκεῖθεν ἄξομεν. |
| 255.4 | Δη. σκαιὸς πέφυκας τοῦ θεοῦ πλείω φρονῶν. |
| 255.5 | Κη. δεῦρ’, ὡς ἔοικε, τοῖς κακοῖσι φευκτέον. |
| 260.1 | Δη. ἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα. Κη. ταῦτ’ οὐ δοκήσει τοῖς Μυκηναίοις ἴσως. |
| 260.2 | Δη. οὔκουν ἐγὼ τῶν ἐνθάδ’ εἰμὶ κύριος; |
| 260.3 | Κη. βλάπτων 〈γ’〉 ἐκείνους μηδέν, ἢν σὺ σωφρονῆις. |
| 260.4 | Δη. βλάπτεσθ’, ἐμοῦ γε μὴ μιαίνοντος θεούς. |
| 265.1 | Κη. οὐ βούλομαί σε πόλεμον Ἀργείοις ἔχειν. |
| 265.2 | Δη. κἀγὼ τοιοῦτος· τῶνδε δ’ οὐ μεθήσομαι. |
| 265.3 | Κη. ἄξω γε μέντοι τοὺς ἐμοὺς ἐγὼ λαβών. |
| 265.4 | Δη. οὐκ ἆρ’ ἐς Ἄργος ῥαιδίως ἄπει πάλιν. |
| 265.5 | Κη. πειρώμενος δὴ τοῦτό γ’ αὐτίκ’ εἴσομαι. |
| 270.1 | Δη. κλαίων ἄρ’ ἅψηι τῶνδε κοὐκ ἐς ἀμβολάς. |
| 270.2 | Κη. μὴ πρὸς θεῶν κήρυκα τολμήσηις θενεῖν. |
| 270.3 | Δη. εἰ μή γ’ ὁ κῆρυξ σωφρονεῖν μαθήσεται. |
| 270.4 | Χο. ἄπελθε· καὶ σὺ τοῦδε μὴ θίγηις, ἄναξ. |
| 270.5 | Κη. στείχω· μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη. |
| 275.1 | ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼν |
| 275.2 | πάγχαλκον αἰχμὴν δεῦρο. μυρίοι δέ με |
| 275.3 | μένουσιν ἀσπιστῆρες Εὐρυσθεύς τ’ ἄναξ |
| 275.4 | αὐτὸς στρατηγῶν· Ἀλκάθου δ’ ἐπ’ ἐσχάτοις |
| 275.5 | καραδοκῶν τἀνθένδε τέρμασιν μένει. |
| 280.1 | λαμπρὸς δ’ ἀκούσας σὴν ὕβριν φανήσεται |
| 280.2 | σοὶ καὶ πολίταις γῆι τε τῆιδε καὶ φυτοῖς· |
| 280.3 | μάτην γὰρ ἥβην ὧδέ γ’ ἂν κεκτήιμεθα |
| 280.4 | πολλὴν ἐν Ἄργει, μή σε τιμωρούμενοι. |
| 280.5 | Δη. φθείρου· τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικ’ ἐγώ. |
| 285.1 | ἐνθένδε δ’ οὐκ ἔμελλες αἰσχύνας ἐμὲ |
| 285.2 | ἄξειν βίαι τούσδ’· οὐ γὰρ Ἀργείων πόλιν |
| 285.3 | ὑπήκοον τήνδ’ ἀλλ’ ἐλευθέραν ἔχω. |
| 285.4 | Χο. ὥρα προνοεῖν, πρὶν ὅροις πελάσαι |
| 285.5 | στρατὸν Ἀργείων· |
| 290.1 | μάλα δ’ ὀξὺς Ἄρης ὁ Μυκηναίων, ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτ’ ἢ πρίν. |
| 290.2 | πᾶσι γὰρ οὗτος κήρυξι νόμος, |
| 290.3 | δὶς τόσα πυργοῦν τῶν γιγνομένων. |
| 290.4 | πόσα νιν λέξειν βασιλεῦσι δοκεῖς, |
| 295.1 | ὡς δείν’ ἔπαθεν καὶ παρὰ μικρὸν |
| 295.2 | ψυχὴν ἦλθεν διακναῖσαι; |
| 295.3 | Ιο. οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας |
| 295.4 | ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι |
| 295.5 | [γαμεῖν τ’ ἀπ’ ἐσθλῶν· ὃς δὲ νικηθεὶς πόθωι κακοῖς ἐκοινώνησεν οὐκ ἐπαινέσω, |
| 295.6 | τέκνοις ὄνειδος οὕνεχ’ ἡδονῆς λιπεῖν]· |
| 295.7 | τὸ δυστυχὲς γὰρ ηὑγένει’ ἀμύνεται |
| 295.8 | τῆς δυσγενείας μᾶλλον· ἡμεῖς γὰρ κακῶν |
| 295.9 | ἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλους |
| 305.1 | καὶ ξυγγενεῖς τούσδ’, οἳ τοσῆσδ’ οἰκουμένης |
| 305.2 | Ἑλληνίδος γῆς τῶνδε προύστησαν μόνοι. |
| 305.3 | δότ’, ὦ τέκν’, αὐτοῖς χεῖρα δεξιάν, δότε, |
| 305.4 | ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε. |
| 305.5 | ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων· |
| 310.1 | ἢν δ’ οὖν ποθ’ ὑμῖν νόστος ἐς πάτραν φανῆι |
| 310.2 | καὶ δώματ’ οἰκήσητε καὶ τιμὰς πατρὸς |
| post 311 | 〈〉 |
| 312.1 | σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε, |
| 312.2 | καὶ μήποτ’ ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ |
| 312.3 | μέμνησθέ μοι τήνδ’, ἀλλὰ φιλτάτην πόλιν |
| 315.1 | πασῶν νομίζετ’. ἄξιοι δ’ ὑμῖν σέβειν |
| 315.2 | οἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼν |
| 315.3 | ἡμῶν ἀπηλλάξαντο πολεμίους ἔχειν, |
| 315.4 | πτωχοὺς ἀλήτας εἰσορῶντες ἀλλ’ ὅμως |
| 315.5 | [οὐκ ἐξέδωκαν οὐδ’ ἀπήλασαν χθονός]. |
| 320.1 | ἐγὼ δὲ καὶ ζῶν καὶ θανών, ὅταν θάνω, |
| 320.2 | πολλῶι ς’ ἐπαίνωι Θησέως, ὦ τᾶν, πέλας |
| 320.3 | ὑψηλὸν ἀρῶ καὶ λέγων τάδ’ εὐφρανῶ, |
| 320.4 | ὡς εὖ τ’ ἐδέξω καὶ τέκνοισιν ἤρκεσας |
| 320.5 | τοῖς Ἡρακλείοις, εὐγενὴς δ’ ἀν’ Ἑλλάδα |
| 325.1 | σώιζεις πατρώιαν δόξαν, ἐξ ἐσθλῶν δὲ φὺς |
| 325.2 | οὐδὲν κακίων τυγχάνεις γεγὼς πατρός, |
| 325.3 | παύρων μετ’ ἄλλων· ἕνα γὰρ ἐν πολλοῖς ἴσως |
| 325.4 | εὕροις ἂν ὅστις ἐστὶ μὴ χείρων πατρός. |
| 325.5 | Χο. ἀεί ποθ’ ἥδε γαῖα τοῖς ἀμηχάνοις |
| 330.1 | σὺν τῶι δικαίωι βούλεται προσωφελεῖν. |
| 330.2 | τοιγὰρ πόνους δὴ μυρίους ὑπὲρ φίλων |
| 330.3 | ἤνεγκε καὶ νῦν τόνδ’ ἀγῶν’ ὁρῶ πέλας. |
| 330.4 | Δη. σοί τ’ εὖ λέλεκται καὶ τὰ τῶνδ’ αὐχῶ, γέρον, |
| 330.5 | τοιαῦτ’ ἔσεσθαι· μνημονεύσεται χάρις. |
| 335.1 | κἀγὼ μὲν ἀστῶν σύλλογον ποιήσομαι, |
| 335.2 | τάξω δ’ ὅπως ἂν τὸν Μυκηναίων στρατὸν |
| 335.3 | πολλῆι δέχωμαι χειρί· πρῶτα μὲν σκοποὺς |
| 335.4 | πέμψω πρὸς αὐτόν, μὴ λάθηι με προσπεσών· |
| 335.5 | ταχὺς γὰρ Ἄργει πᾶς ἀνὴρ βοηδρόμος· |
| 340.1 | μάντεις τ’ ἀθροίσας θύσομαι. σὺ δ’ ἐς δόμους |
| 340.2 | σὺν παισὶ χώρει, Ζηνὸς ἐσχάραν λιπών. |
| 340.3 | εἰσὶν γὰρ οἵ σου, κἂν ἐγὼ θυραῖος ὦ, |
| 340.4 | μέριμναν ἕξους’. ἀλλ’ ἴθ’ ἐς δόμους, γέρον. |
| 340.5 | Ιο. οὐκ ἂν λίποιμι βωμόν, εὐξόμεσθα δὲ |
| 345.1 | ἱκέται μένοντες ἐνθάδ’ εὖ πρᾶξαι πόλιν. |
| 345.2 | ὅταν δ’ ἀγῶνος τοῦδ’ ἀπαλλαχθῆις καλῶς, |
| 345.3 | ἴμεν πρὸς οἴκους. θεοῖσι δ’ οὐ κακίοσιν |
| 345.4 | χρώμεσθα συμμάχοισιν Ἀργείων, ἄναξ· |
| 345.5 | τῶν μὲν γὰρ Ἥρα προστατεῖ, Διὸς δάμαρ, ἡμῶν δ’ Ἀθάνα. φημὶ δ’ εἰς εὐπραξίαν |
| 345.6 | καὶ τοῦθ’ ὑπάρχειν, θεῶν ἀμεινόνων τυχεῖν· |
| 345.7 | νικωμένη γὰρ Παλλὰς οὐκ ἀνέξεται. |
| 345.8 | Χο. εἰ σὺ μέγ’ αὐχεῖς, ἕτεροι |
| 345.9 | σοῦ πλέον οὐ μέλονται, |
| 355.1 | ξεῖν’ 〈ἀπ’〉 Ἀργόθεν ἐλθών, |
| 355.2 | μεγαληγορίαισι δ’ ἐμὰς φρένας οὐ φοβήσεις. |
| 355.3 | μήπω ταῖς μεγάλαισιν οὕ‐ |
| 359 | τω καὶ καλλιχόροις Ἀθά‐ |
| 360.1 | ναις εἴη. σὺ δ’ ἄφρων ὅ τ’ Ἄρ‐ |
| 360.2 | γει Σθενέλου τύραννος· |
| 360.3 | ὃς πόλιν ἐλθὼν ἑτέραν |
| 360.4 | οὐδὲν ἐλάσσον’ Ἄργους |
| 360.5 | θεῶν ἱκτῆρας ἀλάτας |
| 365.1 | καὶ ἐμᾶς χθονὸς ἀντομένους ξένος ὢν βιαίως |
| 365.2 | ἕλκεις, οὐ βασιλεῦσιν εἴ‐ |
| 365.3 | ξας, οὐκ ἄλλο δίκαιον εἰ‐ |
| 365.4 | πών· ποῦ ταῦτα καλῶς ἂν εἴ‐ |
| 370.1 | η παρά γ’ εὖ φρονοῦσιν; |
| 370.2 | εἰρήνα μὲν ἔμοιγ’ ἀρέ‐ |
| 370.3 | σκει· σοὶ δ’, ὦ κακόφρων ἄναξ, |
| 370.4 | λέγω, εἰ πόλιν ἥξεις, |
| 370.5 | οὐχ οὕτως ἃ δοκεῖς κυρή‐ |
| 375.1 | σεις· οὐ σοὶ μόνωι ἔγχος οὐδ’ |
| 375.2 | ἰτέα κατάχαλκός ἐστιν. |
| 375.3 | ἀλλ’, ὦ πολέμων ἐρα‐ |
| 375.4 | στά, μή μοι δορὶ συνταρά‐ |
| 375.5 | ξηις τὰν εὖ χαρίτων ἔχου‐ |
| 380.1 | σαν πόλιν, ἀλλ’ ἀνάσχου. |
| 380.2 | Ιο. ὦ παῖ, τί μοι σύννοιαν ὄμμασιν φέρων |
| 380.3 | ἥκεις; νέον τι πολεμίων λέξεις πέρι; |
| 380.4 | μέλλουσιν ἢ πάρεισιν ἢ τί πυνθάνηι; |
| 380.5 | οὐ γάρ τι μὴ ψεύσηις γε κήρυκος λόγους· |
| 385.1 | ὁ γὰρ στρατηγὸς εὐτυχὴς τὰ πρόσθεν ὢν |
| 385.2 | εἶσιν, σάφ’ οἶδα, καὶ μάλ’ οὐ σμικρὸν φρονῶν |
| 385.3 | ἐς τὰς Ἀθήνας. ἀλλά τοι φρονημάτων |
| 385.4 | ὁ Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερφρόνων. |
| 385.5 | Δη. ἥκει στράτευμ’ Ἀργεῖον Εὐρυσθεύς τ’ ἄναξ· |
| 390.1 | ἐγώ νιν αὐτὸς εἶδον. ἄνδρα γὰρ χρεών, |
| 390.2 | ὅστις στρατηγεῖν φης’ ἐπίστασθαι καλῶς, |
| 390.3 | οὐκ ἀγγέλοισι τοὺς ἐναντίους ὁρᾶν. |
| 390.4 | πεδία μὲν οὖν γῆς ἐς τάδ’ οὐκ ἐφῆκέ πω |
| 390.5 | στρατόν, λεπαίαν δ’ ὀφρύην καθήμενος |
| 395.1 | σκοπεῖ (δόκησιν δὴ τόδ’ ἂν λέγοιμί σοι) |
| 395.2 | ποίαι προσάξει στρατόπεδον †τὰ νῦν δορὸς† |
| 395.3 | ἐν ἀσφαλεῖ τε τῆσδ’ ἱδρύσεται χθονός. |
| 395.4 | καὶ τἀμὰ μέντοι πάντ’ ἄραρ’ ἤδη καλῶς· πόλις τ’ ἐν ὅπλοις σφάγιά θ’ ἡτοιμασμένα ἕστηκεν οἷς χρὴ ταῦτα τέμνεσθαι θεῶν, |
| 395.5 | θυηπολεῖται δ’ ἄστυ μάντεων ὕπο. |
| 403.1 | χρησμῶν δ’ ἀοιδοὺς πάντας εἰς ἓν ἁλίσας |
| 403.2 | ἤλεγξα καὶ βέβηλα καὶ κεκρυμμένα |
| 405.1 | [λόγια παλαιὰ τῆιδε γῆι σωτήρια]· |
| 405.2 | καὶ τῶν μὲν ἄλλων διάφορ’ ἐστὶ θεσφάτοις |
| 405.3 | πόλλ’· ἓν δὲ πᾶσι γνῶμα ταὐτὸν ἐμπρέπει· |
| 405.4 | σφάξαι κελεύουσίν με παρθένον κόρηι |
| 405.5 | Δήμητρος, ἥτις ἐστὶ πατρὸς εὐγενοῦς, |
| 402 | τροπαῖά τ’ ἐχθρῶν καὶ πόλει σωτηρίαν. |
| 410.1 | ἐγὼ δ’ ἔχω μέν, ὡς ὁρᾶις, προθυμίαν |
| 410.2 | τοσήνδ’ ἐς ὑμᾶς· παῖδα δ’ οὔτ’ ἐμὴν κτενῶ |
| 410.3 | οὔτ’ ἄλλον ἀστῶν τῶν ἐμῶν ἀναγκάσω |
| 410.4 | ἄκονθ’· ἑκὼν δὲ τίς κακῶς οὕτω φρονεῖ, |
| 410.5 | ὅστις τὰ φίλτατ’ ἐκ χερῶν δώσει τέκνα; |
| 415.1 | καὶ νῦν πυκνὰς ἂν συστάσεις ἂν εἰσίδοις, |
| 415.2 | τῶν μὲν λεγόντων ὡς δίκαιος ἦ ξένοις |
| 415.3 | ἱκέταις ἀρήγειν, τῶν δὲ μωρίαν ἐμοῦ |
| 415.4 | κατηγορούντων· εἰ δὲ μὴ δράσω τόδε, |
| 415.5 | οἰκεῖος ἤδη πόλεμος ἐξαρτύεται. |
| 420.1 | ταῦτ’ οὖν ὅρα σὺ καὶ συνεξεύρισχ’ ὅπως |
| 420.2 | αὐτοί τε σωθήσεσθε καὶ πέδον τόδε, |
| 420.3 | κἀγὼ πολίταις μὴ διαβληθήσομαι. |
| 420.4 | οὐ γὰρ τυραννίδ’ ὥστε βαρβάρων ἔχω· |
| 420.5 | ἀλλ’, ἢν δίκαια δρῶ, δίκαια πείσομαι. |
| 425.1 | Χο. ἀλλ’ ἦ πρόθυμον οὖσαν οὐκ ἐᾶι θεὸς ξένοις ἀρήγειν τήνδε χρήιζουσιν πόλιν; |
| 425.2 | Ιο. ὦ τέκν’, ἔοιγμεν ναυτίλοισιν οἵτινες |
| 425.3 | χειμῶνος ἐκφυγόντες ἄγριον μένος |
| 425.4 | ἐς χεῖρα γῆι συνῆψαν, εἶτα χερσόθεν |
| 430.1 | πνοαῖσιν ἠλάθησαν ἐς πόντον πάλιν. |
| 430.2 | οὕτω δὲ χἠμεῖς τῆσδ’ ἀπωθούμεσθα γῆς |
| 430.3 | ἤδη πρὸς ἀκταῖς ὄντες ὡς σεσωμένοι. |
| 430.4 | οἴμοι· τί δῆτ’ ἔτερψας ὦ τάλαινά με |
| 430.5 | ἐλπὶς τότ’, οὐ μέλλουσα διατελεῖν χάριν; |
| 435.1 | συγγνωστὰ γάρ τοι καὶ τὰ τοῦδ’, εἰ μὴ θέλει |
| 435.2 | κτείνειν πολιτῶν παῖδας, αἰνέσαι δ’ ἔχω |
| 435.3 | καὶ τἀνθάδ’· εἰ θεοῖσι δὴ δοκεῖ τάδε |
| 435.4 | πράσσειν ἔμ’, οὔτοι σοί γ’ ἀπόλλυται χάρις. |
| 435.5 | ὦ παῖδες, ὑμῖν δ’ οὐκ ἔχω τί χρήσομαι. |
| 440.1 | ποῖ τρεψόμεσθα; τίς γὰρ ἄστεπτος θεῶν; |
| 440.2 | ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα; |
| 440.3 | ὀλούμεθ’, ὦ τέκν’, ἐκδοθησόμεσθα δή. |
| 440.4 | κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει, |
| 440.5 | πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών· |
| 445.1 | ὑμᾶς δὲ κλαίω καὶ κατοικτίρω, τέκνα, |
| 445.2 | καὶ τὴν γεραιὰν μητέρ’ Ἀλκμήνην πατρός. |
| 445.3 | ὦ δυστάλαινα τοῦ μακροῦ βίου σέθεν, |
| 445.4 | τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην. |
| 445.5 | χρῆν χρῆν ἄρ’ ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέρας πεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον. |
| 445.6 | ἀλλ’ οἶσθ’ ὅ μοι σύμπραξον· οὐχ ἅπασα γὰρ |
| 445.7 | πέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας. |
| 445.8 | ἔμ’ ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδ’, ἄναξ, |
| 445.9 | καὶ μήτε κινδύνευε σωθήτω τέ μοι |
| 455.1 | τέκν’· οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν· ἴτω. μάλιστα δ’ Εὐρυσθεύς με βούλοιτ’ ἂν λαβὼν |
| 455.2 | τὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι· |
| 455.3 | σκαιὸς γὰρ ἁνήρ. τοῖς σοφοῖς δ’ εὐκτὸν σοφῶι |
| 455.4 | ἔχθραν συνάπτειν, μὴ ἀμαθεῖ φρονήματι· |
| 460.1 | πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι. |
| 460.2 | Χο. ὦ πρέσβυ, μή νυν τήνδ’ ἐπαιτιῶ πόλιν· |
| 460.3 | τάχ’ ἂν γὰρ ἡμῖν ψευδὲς ἀλλ’ ὅμως κακὸν |
| 460.4 | γένοιτ’ ὄνειδος ὡς ξένους προυδώκαμεν. |
| 460.5 | Δη. γενναῖα μὲν τάδ’ εἶπας ἀλλ’ ἀμήχανα. |
| 465.1 | οὐ σοῦ χατίζων δεῦρ’ ἄναξ στρατηλατεῖ· |
| 465.2 | τί γὰρ γέροντος ἀνδρὸς Εὐρυσθεῖ πλέον |
| 465.3 | θανόντος; ἀλλὰ τούσδε βούλεται κτανεῖν. |
| 465.4 | δεινὸν γὰρ ἐχθροῖς βλαστάνοντες εὐγενεῖς, |
| 465.5 | νεανίαι τε καὶ πατρὸς μεμνημένοι |
| 470.1 | λύμης· ἃ κεῖνον πάντα προσκοπεῖν χρεών. |
| 470.2 | ἀλλ’ εἴ τιν’ ἄλλην οἶσθα καιριωτέραν |
| 470.3 | βουλὴν ἑτοίμαζ’, ὡς ἔγωγ’ ἀμήχανος |
| 470.4 | χρησμῶν ἀκούσας εἰμὶ καὶ φόβου πλέως. |
| 470.5 | ΠΑΡΘΕΝΟΣ |
| 474 | ξένοι, θράσος μοι μηδὲν ἐξόδοις ἐμαῖς |
| 475.1 | προσθῆτε· πρῶτον γὰρ τόδ’ ἐξαιτήσομαι· |
| 475.2 | γυναικὶ γὰρ σιγή τε καὶ τὸ σωφρονεῖν |
| 475.3 | κάλλιστον εἴσω θ’ ἥσυχον μένειν δόμων. |
| 475.4 | τῶν σῶν δ’ ἀκούσας, Ἰόλεως, στεναγμάτων |
| 475.5 | ἐξῆλθον, οὐ ταχθεῖσα πρεσβεύειν γένους, |
| 480.1 | ἀλλ’, εἰμὶ γάρ πως πρόσφορος, μέλει δέ μοι |
| 480.2 | μάλιστ’ ἀδελφῶν τῶνδε κἀμαυτῆς πέρι, |
| 480.3 | θέλω πυθέσθαι μὴ ’πὶ τοῖς πάλαι κακοῖς |
| 480.4 | προσκείμενόν τι πῆμα σὴν δάκνει φρένα. |
| 480.5 | Ιο. ὦ παῖ, μάλιστα ς’ οὐ νεωστὶ δὴ τέκνων |
| 485.1 | τῶν Ἡρακλείων ἐνδίκως αἰνεῖν ἔχω. |
| 485.2 | ἡμῖν δὲ δόξας εὖ προχωρῆσαι δρόμος |
| 485.3 | πάλιν μεθέστηκ’ αὖθις ἐς τἀμήχανον· |
| 485.4 | χρησμῶν γὰρ ὠιδούς φησι σημαίνειν ὅδε |
| 485.5 | οὐ ταῦρον οὐδὲ μόσχον ἀλλὰ παρθένον |
| 490.1 | σφάξαι κόρηι Δήμητρος ἥτις εὐγενής, |
| 490.2 | εἰ χρὴ μὲν ἡμᾶς, χρὴ δὲ τήνδ’ εἶναι πόλιν. |
| 490.3 | ταῦτ’ οὖν ἀμηχανοῦμεν· οὔτε γὰρ τέκνα |
| 490.4 | σφάξειν ὅδ’ αὑτοῦ φησιν οὔτ’ ἄλλου τινός. |
| 490.5 | κἀμοὶ λέγει μὲν οὐ σαφῶς, λέγει δέ πως, |
| 495.1 | εἰ μή τι τούτων ἐξαμηχανήσομεν, |
| 495.2 | ἡμᾶς μὲν ἄλλην γαῖαν εὑρίσκειν τινά, |
| 495.3 | αὐτὸς δὲ σῶσαι τήνδε βούλεσθαι χθόνα. |
| 495.4 | Πα. ἐν τῶιδε κἀχόμεσθα σωθῆναι λόγωι; |
| 495.5 | Ιο. ἐν τῶιδε, τἄλλα γ’ εὐτυχῶς πεπραγότες. Πα. μή νυν τρέσηις ἔτ’ ἐχθρὸν Ἀργείων δόρυ· |
| 495.6 | ἐγὼ γὰρ αὐτὴ πρὶν κελευσθῆναι, γέρον, |
| 495.7 | θνήισκειν ἑτοίμη καὶ παρίστασθαι σφαγῆι. |
| 495.8 | τί φήσομεν γάρ, εἰ πόλις μὲν ἀξιοῖ |
| 495.9 | κίνδυνον ἡμῶν οὕνεκ’ αἴρεσθαι μέγαν, |
| 505.1 | αὐτοὶ δὲ προστιθέντες ἄλλοισιν πόνους, |
| 505.2 | παρόν σφε σῶσαι, φευξόμεσθα μὴ θανεῖν; |
| 505.3 | οὐ δῆτ’, ἐπεί τοι καὶ γέλωτος ἄξια, |
| 505.4 | στένειν μὲν ἱκέτας δαιμόνων καθημένους, |
| 505.5 | πατρὸς δ’ ἐκείνου φύντας οὗ πεφύκαμεν |
| 510.1 | κακοὺς ὁρᾶσθαι· ποῦ τάδ’ ἐν χρηστοῖς πρέπει; |
| 510.2 | κάλλιον, οἶμαι, τῆσδ’—ὃ μὴ τύχοι ποτέ— |
| 510.3 | πόλεως ἁλούσης χεῖρας εἰς ἐχθρῶν πεσεῖν κἄπειτ’ ἄτιμα πατρὸς οὖσαν εὐγενοῦς |
| 510.4 | παθοῦσαν Ἅιδην μηδὲν ἧσσον εἰσιδεῖν. |
| 515.1 | ἀλλ’ ἐκπεσοῦσα τῆσδ’ ἀλητεύσω χθονός; |
| 515.2 | κοὐκ αἰσχυνοῦμαι δῆτ’, ἐὰν δή τις λέγηι |
| 515.3 | Τί δεῦρ’ ἀφίκεσθ’ ἱκεσίοισι σὺν κλάδοις |
| 515.4 | αὐτοὶ φιλοψυχοῦντες; ἔξιτε χθονός· |
| 515.5 | κακοῖς γὰρ ἡμεῖς οὐ προσωφελήσομεν. |
| 520.1 | ἀλλ’ οὐδὲ μέντοι, τῶνδε μὲν τεθνηκότων, |
| 520.2 | αὐτὴ δὲ σωθεῖς’, ἐλπίδ’ εὖ πράξειν ἔχω· |
| 520.3 | πολλοὶ γὰρ ἤδη τῆιδε προύδοσαν φίλους. |
| 520.4 | τίς γὰρ κόρην ἔρημον ἢ δάμαρτ’ ἔχειν |
| 520.5 | ἢ παιδοποιεῖν ἐξ ἐμοῦ βουλήσεται; |
| 525.1 | οὔκουν θανεῖν ἄμεινον ἢ τούτων τυχεῖν |
| 525.2 | ἀναξίαν; ἄλληι δὲ κἂν πρέποι τινὶ |
| 525.3 | μᾶλλον τάδ’, ἥτις μὴ ’πίσημος ὡς ἐγώ. |
| 525.4 | ἡγεῖσθ’ ὅπου δεῖ σῶμα κατθανεῖν τόδε |
| 525.5 | καὶ στεμματοῦτε καὶ †κατάρχεσθ’ εἰ δοκεῖ†· |
| 530.1 | νικᾶτε δ’ ἐχθρούς· ἥδε γὰρ ψυχὴ πάρα |
| 530.2 | ἑκοῦσα κοὐκ ἄκουσα, κἀξαγγέλλομαι |
| 530.3 | θνήισκειν ἀδελφῶν τῶνδε κἀμαυτῆς ὕπερ. |
| 530.4 | εὕρημα γάρ τοι μὴ φιλοψυχοῦς’ ἐγὼ |
| 530.5 | κάλλιστον ηὕρηκ’, εὐκλεῶς λιπεῖν βίον. |
| 535.1 | Χο. φεῦ φεῦ, τί λέξω παρθένου μέγαν λόγον |
| 535.2 | κλύων, ἀδελφῶν ἣ πάρος θέλει θανεῖν; |
| 535.3 | τούτων τίς ἂν λέξειε γενναίους λόγους |
| 535.4 | μᾶλλον, τίς ἂν δράσειεν ἀνθρώπων ἔτι; |
| 535.5 | Ιο. ὦ τέκνον, οὐκ ἔστ’ ἄλλοθεν τὸ σὸν κάρα |
| 540.1 | ἀλλ’ ἐξ ἐκείνου· σπέρμα τῆς θείας φρενὸς |
| 540.2 | πέφυκας Ἡράκλειον· οὐδ’ αἰσχύνομαι |
| 540.3 | τοῖς σοῖς λόγοισι, τῆι τύχηι δ’ ἀλγύνομαι. |
| 540.4 | ἀλλ’ ἧι γένοιτ’ ἂν ἐνδικωτέρως φράσω· πάσας ἀδελφὰς τῆσδε δεῦρο χρὴ καλεῖν, |
| 545.1 | κἆιθ’ ἡ λαχοῦσα θνηισκέτω γένους ὕπερ· |
| 545.2 | σὲ δ’ οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου. |
| 545.3 | Πα. οὐκ ἂν θάνοιμι τῆι τύχηι λαχοῦς’ ἐγώ· |
| 545.4 | χάρις γὰρ οὐ πρόσεστι· μὴ λέξηις, γέρον. |
| 545.5 | ἀλλ’, εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοι χρῆσθαι προθύμωι, τὴν ἐμὴν ψυχὴν ἐγὼ |
| 545.6 | δίδωμ’ ἑκοῦσα τοῖσδ’, ἀναγκασθεῖσα δ’ οὔ. |
| 545.7 | Ιο. φεῦ· |
| 545.8 | ὅδ’ αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος, |
| 545.9 | κἀκεῖνος ἦν ἄριστος· ἀλλ’ ὑπερφέρεις |
| 555.1 | τόλμηι τε τόλμαν καὶ λόγωι χρηστῶι λόγον. |
| 555.2 | οὐ μὴν κελεύω γ’ οὐδ’ ἀπεννέπω, τέκνον, |
| 555.3 | θνήισκειν ς’· ἀδελφοὺς 〈δ’〉 ὠφελεῖς θανοῦσα σούς. |
| 555.4 | Πα. σοφῶς †κελεύεις†· μὴ τρέσηις μιάσματος |
| 555.5 | τοὐμοῦ μετασχεῖν, ἀλλ’ ἐλευθέρως θάνω, |
| 562.1 | ἐπεὶ σφαγῆς γε πρὸς τὸ δεινὸν εἶμ’ ἐγώ, |
| 562.2 | εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι. |
| 560.1 | ἔπου δέ, πρέσβυ· σῆι γὰρ ἐνθανεῖν χερὶ |
| 560.2 | θέλω, πέπλοις δὲ σῶμ’ ἐμὸν κρύψον παρών. |
| 564 | Ιο. οὐκ ἂν δυναίμην σῶι παρεστάναι μόρωι. |
| 565.1 | Πα. σὺ δ’ ἀλλὰ τοῦδε χρῆιζε, μή μ’ ἐν ἀρσένων |
| 565.2 | ἀλλ’ ἐν γυναικῶν χερσὶν ἐκπνεῦσαι βίον. |
| 565.3 | Δη. ἔσται τάδ’, ὦ τάλαινα παρθένων, ἐπεὶ |
| 565.4 | κἀμοὶ τόδ’ αἰσχρόν, μή σε κοσμεῖσθαι καλῶς, |
| 565.5 | πολλῶν ἕκατι, τῆς τε σῆς εὐψυχίας |
| 570.1 | καὶ τοῦ δικαίου. τλημονεστάτην δέ σε |
| 570.2 | πασῶν γυναικῶν εἶδον ὀφθαλμοῖς ἐγώ. |
| 570.3 | ἀλλ’, εἴ τι βούληι, τούσδε τὸν γέροντά τε χώρει προσειποῦς’ ὑστάτοις προσφθέγμασιν. |
| 570.4 | Πα. ὦ χαῖρε, πρέσβυ, χαῖρε καὶ δίδασκέ μοι |
| 575.1 | τοιούσδε τούσδε παῖδας, ἐς τὸ πᾶν σοφούς, |
| 575.2 | ὥσπερ σύ, μηδὲν μᾶλλον· ἀρκέσουσι γάρ. |
| 575.3 | πειρῶ δὲ σῶσαι μὴ θανεῖν, πρόθυμος ὤν· |
| 575.4 | σοὶ παῖδές ἐσμεν, σαῖν χεροῖν τεθράμμεθα· |
| 575.5 | ὁρᾶις δὲ κἀμὲ τὴν ἐμὴν ὥραν γάμου |
| 580.1 | διδοῦσαν, ἀντὶ τῶνδε κατθανουμένην. |
| 580.2 | ὑμεῖς τ’, ἀδελφῶν ἡ παροῦς’ ὁμιλία, |
| 580.3 | εὐδαιμονοῖτε καὶ γένοιθ’ ὑμῖν ὅσων |
| 580.4 | ἡμὴ πάροιθε καρδία σφαλήσεται. |
| 580.5 | καὶ τὸν γέροντα τήν τ’ ἔσω γραῖαν δόμων |
| 585.1 | τιμᾶτε πατρὸς μητέρ’ Ἀλκμήνην ἐμοῦ |
| 585.2 | ξένους τε τούσδε. κἂν ἀπαλλαγὴ πόνων |
| 585.3 | καὶ νόστος ὑμῖν εὑρεθῆι ποτ’ ἐκ θεῶν, |
| 585.4 | μέμνησθε τὴν σώτειραν ὡς θάψαι χρεών· |
| 585.5 | κάλλιστά τοι δίκαιον· οὐ γὰρ ἐνδεὴς |
| 590.1 | ὑμῖν παρέστην ἀλλὰ προύθανον γένους. |
| 590.2 | τάδ’ ἀντὶ παίδων ἐστί μοι κειμήλια |
| 590.3 | καὶ παρθενείας, εἴ τι δὴ κατὰ χθονός. |
| 590.4 | εἴη γε μέντοι μηδέν· εἰ γὰρ ἕξομεν |
| 590.5 | κἀκεῖ μερίμνας οἱ θανούμενοι βροτῶν, |
| 595.1 | οὐκ οἶδ’ ὅποι τις τρέψεται· τὸ γὰρ θανεῖν |
| 595.2 | κακῶν μέγιστον φάρμακον νομίζεται. |
| 595.3 | Ιο. ἀλλ’, ὦ μέγιστον ἐκπρέπους’ εὐψυχίαι, |
| 595.4 | πασῶν γυναικῶν, ἴσθι, τιμιωτάτη |
| 595.5 | καὶ ζῶς’ ὑφ’ ἡμῶν καὶ θανοῦς’ ἔσηι πολύ. καὶ χαῖρε· δυσφημεῖν γὰρ ἅζομαι θεὰν |
| 595.6 | ἧι σὸν κατῆρκται σῶμα, Δήμητρος κόρην. |
| 595.7 | ὦ παῖδες, οἰχόμεσθα· λύεται μέλη λύπηι· λάβεσθε κἀς ἕδραν μ’ ἐρείσατε |
| 595.8 | αὐτοῦ πέπλοισι τοῖσδε κρύψαντες, τέκνα. |
| 605.1 | ὡς οὔτε τούτοις ἥδομαι πεπραγμένοις |
| 605.2 | χρησμοῦ τε μὴ κρανθέντος οὐ βιώσιμον· |
| 605.3 | μείζων γὰρ ἄτη· συμφορὰ δὲ καὶ τάδε. |
| 605.4 | Χο. οὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον, |
| 605.5 | ἄνδρα γενέσθαι· |
| 610.1 | οὐδὲ τὸν αὐτὸν ἀεὶ ’μβεβάναι δόμον |
| 610.2 | εὐτυχίαι· παρὰ δ’ ἄλλαν ἄλλα |
| 610.3 | μοῖρα διώκει. |
| 610.4 | τὸν μὲν ἀφ’ ὑψηλῶν βραχὺν ὤικισε, |
| 610.5 | τὸν δ’ †ἀλήταν† εὐδαίμονα τεύχει. |
| 615.1 | μόρσιμα δ’ οὔτι φυγεῖν θέμις, οὐ σοφί‐ |
| 615.2 | αι τις ἀπώσεται, ἀλλὰ μάταν ὁ πρό‐ |
| 615.3 | θυμος ἀεὶ πόνον ἕξει. |
| 615.4 | ἀλλὰ σὺ μὴ προπεσὼν τὰ θεῶν φέρε μηδ’ |
| 615.5 | ὑπεράλγει |
| 620.1 | φροντίδα λύπαι· |
| 620.2 | εὐδόκιμον γὰρ ἔχει θανάτου μέρος |
| 620.3 | ἁ μελέα πρό τ’ ἀδελφῶν καὶ γᾶς, |
| 620.4 | οὐδ’ ἀκλεής νιν |
| 620.5 | δόξα πρὸς ἀνθρώπων ὑποδέξεται· |
| 625.1 | ἁ δ’ ἀρετὰ βαίνει διὰ μόχθων. |
| 625.2 | ἄξια μὲν πατρός, ἄξια δ’ εὐγενί‐ |
| 625.3 | ας τάδε γίγνεται· εἰ δὲ σέβεις θανά‐ τους ἀγαθῶν, μετέχω σοι. |
| 630 | ΘΕΡΑΠΩΝ |
| 630.1 | ὦ τέκνα, χαίρετ’· Ἰόλεως δὲ ποῦ γέρων |
| 630.2 | μήτηρ τε πατρὸς τῆσδ’ ἕδρας ἀποστατεῖ; |
| 630.3 | Ιο. πάρεσμεν, οἵα δή γ’ ἐμοῦ παρουσία. |
| 630.4 | Θε. τί χρῆμα κεῖσαι καὶ κατηφὲς ὄμμ’ ἔχεις; |
| 630.5 | Ιο. φροντίς τις ἦλθ’ οἰκεῖος, ἧι συνειχόμην. |
| 635.1 | Θε. ἔπαιρέ νυν σεαυτόν, ὄρθωσον κάρα. |
| 635.2 | Ιο. γέροντές ἐσμεν κοὐδαμῶς ἐρρώμεθα. |
| 635.3 | Θε. ἥκω γε μέντοι χάρμα σοι φέρων μέγα. |
| 635.4 | Ιο. τίς δ’ εἶ σύ; ποῦ σοι συντυχὼν ἀμνημονῶ; |
| 635.5 | Θε. Ὕλλου πενέστης· οὔ με γιγνώσκεις ὁρῶν; |
| 640.1 | Ιο. ὦ φίλταθ’, ἥκεις ἆρα σωτὴρ νῶιν βλάβης; |
| 640.2 | Θε. μάλιστα· καὶ πρός γ’ εὐτυχεῖς τὰ νῦν τάδε. |
| 640.3 | Ιο. ὦ μῆτερ ἐσθλοῦ παιδός, Ἀλκμήνην λέγω, |
| 640.4 | ἔξελθ’, ἄκουσον τοῦδε φιλτάτους λόγους. |
| 640.5 | πάλαι γὰρ ὠδίνουσα τῶν ἀφιγμένων |
| 645.1 | ψυχὴν ἐτήκου νόστος εἰ γενήσεται. |
| 645.2 | ΑΛΚΜΗΝΗ |
| 646.1 | τί χρῆμ’ ἀυτῆς πᾶν τόδ’ ἐπλήσθη στέγος, |
| 646.2 | Ἰόλαε; μῶν τίς ς’ αὖ βιάζεται παρὼν |
| 646.3 | κῆρυξ ἀπ’ Ἄργους; ἀσθενὴς μὲν ἥ γ’ ἐμὴ |
| 646.4 | ῥώμη, τοσόνδε δ’ εἰδέναι σε χρή, ξένε· οὐκ ἔστ’ ἄγειν σε τούσδ’ ἐμοῦ ζώσης ποτέ. |
| 646.5 | ἦ τἄρ’ ἐκείνου μὴ νομιζοίμην ἐγὼ |
| 646.6 | μήτηρ ἔτ’· εἰ δὲ τῶνδε προσθίξηι χερί, |
| 646.7 | δυοῖν γερόντοιν οὐ καλῶς ἀγωνιῆι. |
| 646.8 | Ιο. θάρσει, γεραιά, μὴ τρέσηις· οὐκ Ἀργόθεν |
| 655.1 | κῆρυξ ἀφῖκται πολεμίους λόγους ἔχων. |
| 655.2 | Αλ. τί γὰρ βοὴν ἔστησας ἄγγελον φόβου; |
| 655.3 | Ιο. σὺ πρόσθε ναοῦ τοῦδ’ ὅπως βαίης πέλας. |
| 655.4 | Αλ. οὐκ ἴσμεν ἡμεῖς ταῦτα· τίς γάρ ἐσθ’ ὅδε; |
| 655.5 | Ιο. ἥκοντα παῖδα παιδὸς ἀγγέλλει σέθεν. |
| 660.1 | Αλ. ὦ χαῖρε καὶ σὺ τοῖσδε τοῖς ἀγγέλμασιν. |
| 660.2 | ἀτὰρ τί χώραι τῆιδε προσβαλὼν πόδα |
| 660.3 | ποῦ νῦν ἄπεστι; τίς νιν εἶργε συμφορὰ |
| 660.4 | σὺν σοὶ φανέντα δεῦρ’ ἐμὴν τέρψαι φρένα; |
| 660.5 | Θε. στρατὸν καθίζει τάσσεταί θ’ ὃν ἦλθ’ ἔχων. |
| 665.1 | Αλ. τοῦδ’ οὐκέθ’ ἡμῖν τοῦ λόγου μέτεστι δή. |
| 665.2 | Ιο. μέτεστιν· ἡμῶν δ’ ἔργον ἱστορεῖν τάδε. |
| 665.3 | Θε. τί δῆτα βούληι τῶν πεπραγμένων μαθεῖν; |
| 665.4 | Ιο. πόσον τι πλῆθος συμμάχων πάρεστ’ ἔχων; |
| 665.5 | Θε. πολλούς· ἀριθμὸν δ’ ἄλλον οὐκ ἔχω φράσαι. |
| 670.1 | Ιο. ἴσασιν, οἶμαι, ταῦτ’ Ἀθηναίων πρόμοι. |
| 670.2 | Θε. ἴσασι, καὶ δὴ λαιὸν ἕστηκεν κέρας. |
| 670.3 | Ιο. ἤδη γὰρ ὡς ἐς ἔργον ὥπλισται στρατός; |
| 670.4 | Θε. καὶ δὴ παρῆκται σφάγια τάξεων ἕκας. |
| 670.5 | Ιο. πόσον τι δ’ ἔστ’ ἄπωθεν Ἀργεῖον δόρυ; |
| 675.1 | Θε. ὥστ’ ἐξορᾶσθαι τὸν στρατηγὸν ἐμφανῶς. |
| 675.2 | Ιο. τί δρῶντα; μῶν τάσσοντα πολεμίων στίχας; |
| 675.3 | Θε. ἠικάζομεν ταῦτ’· οὐ γὰρ ἐξηκούομεν. |
| 675.4 | ἀλλ’ εἶμ’· ἐρήμους δεσπότας τοὐμὸν μέρος |
| 675.5 | οὐκ ἂν θέλοιμι πολεμίοισι συμβαλεῖν. |
| 680.1 | Ιο. κἄγωγε σὺν σοί· ταὐτὰ γὰρ φροντίζομεν, |
| 680.2 | φίλοις παρόντες, ὡς ἔοιγμεν, ὠφελεῖν. Θε. ἥκιστα πρὸς σοῦ μῶρον ἦν εἰπεῖν ἔπος. |
| 680.3 | Ιο. καὶ μὴ μετασχεῖν γ’ ἀλκίμου μάχης φίλοις. |
| 688.1 | Θε. οὐκ ἔστιν, ὦ τᾶν, ἥ ποτ’ ἦν ῥώμη σέθεν. |
| 688.2 | Ιο. ἀλλ’ οὖν μαχοῦμαί γ’ ἀριθμὸν οὐκ ἐλάσσοσιν. |
| 690 | Θε. σμικρὸν τὸ σὸν σήκωμα προστίθης φίλοις. |
| 687 | Ιο. οὐδεὶς ἔμ’ ἐχθρῶν προσβλέπων ἀνέξεται. |
| 684 | Θε. οὐκ ἔστ’ ἐν ὄψει τραῦμα μὴ δρώσης χερός. |
| 685.1 | Ιο. τί δ’; οὐ θένοιμι κἂν ἐγὼ δι’ ἀσπίδος; |
| 685.2 | Θε. θένοις ἄν, ἀλλὰ πρόσθεν αὐτὸς ἂν πέσοις. |
| 691.1 | Ιο. μή τοί μ’ ἔρυκε δρᾶν παρεσκευασμένον. |
| 691.2 | Θε. δρᾶν μὲν σύ γ’ οὐχ οἷός τε, βούλεσθαι δ’ ἴσως. |
| 691.3 | Ιο. ὡς μὴ μενοῦντι τἄλλα σοι λέγειν πάρα. |
| 691.4 | Θε. πῶς οὖν ὁπλίτης τευχέων ἄτερ φανῆι; |
| 695.1 | Ιο. ἔστ’ ἐν δόμοισιν ἔνδον αἰχμάλωθ’ ὅπλα |
| 695.2 | τοῖσδ’, οἷσι χρησόμεσθα· κἀποδώσομεν |
| 695.3 | ζῶντες, θανόντας δ’ οὐκ ἀπαιτήσει θεός. |
| 695.4 | ἀλλ’ εἴσιθ’ εἴσω κἀπὸ πασσάλων ἑλὼν |
| 695.5 | ἔνεγχ’ ὁπλίτην κόσμον ὡς τάχιστά μοι. αἰσχρὸν γὰρ οἰκούρημα γίγνεται τόδε, |
| 695.6 | τοὺς μὲν μάχεσθαι, τοὺς δὲ δειλίαι μένειν. |
| 695.7 | Χο. λῆμα μὲν οὔπω στόρνυσι χρόνος |
| 695.8 | τὸ σόν, ἀλλ’ ἡβᾶι, σῶμα δὲ φροῦδον. |
| 695.9 | τί πονεῖς ἄλλως ἃ σὲ μὲν βλάψει, |
| 705.1 | σμικρὰ δ’ ὀνήσει πόλιν ἡμετέραν; |
| 705.2 | χρὴ γνωσιμαχεῖν σὴν ἡλικίαν, |
| 705.3 | τὰ δ’ ἀμήχαν’ ἐᾶν· οὐκ ἔστιν ὅπως ἥβην κτήσηι πάλιν αὖθις. |
| 705.4 | Αλ. τί χρῆμα μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢν |
| 710.1 | λιπεῖν μ’ ἔρημον σὺν 〈τέκνου〉 τέκνοις ἐμοῖς; |
| 710.2 | Ιο. ἀνδρῶν γὰρ ἀλκή· σοὶ δὲ χρὴ τούτων μέλειν. |
| 710.3 | Αλ. τί δ’; ἢν θάνηις σύ, πῶς ἐγὼ σωθήσομαι; |
| 710.4 | Ιο. παιδὸς μελήσει παισὶ τοῖς λελειμμένοις. |
| 710.5 | Αλ. ἢν δ’ οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχηι; |
| 715.1 | Ιο. οἵδ’ οὐ προδώσουσίν σε, μὴ τρέσηις, ξένοι. |
| 715.2 | Αλ. τοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλ’ ἔχω. |
| 715.3 | Ιο. καὶ Ζηνὶ τῶν σῶν, οἶδ’ ἐγώ, μέλει πόνων. |
| 715.4 | Αλ. φεῦ· |
| 718.1 | Ζεὺς ἐξ ἐμοῦ μὲν οὐκ ἀκούσεται κακῶς· |
| 718.2 | εἰ δ’ ἐστὶν ὅσιος αὐτὸς οἶδεν εἰς ἐμέ. |
| 720.1 | Θε. ὅπλων μὲν ἤδη τήνδ’ ὁρᾶις παντευχίαν, |
| 720.2 | φθάνοις δ’ ἂν οὐκ ἂν τοῖσδε σὸν κρύπτων δέμας· |
| 720.3 | ὡς ἐγγὺς ἁγὼν καὶ μάλιστ’ Ἄρης στυγεῖ |
| 720.4 | μέλλοντας· εἰ δὲ τευχέων φοβῆι βάρος, |
| 720.5 | νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσιν |
| 725.1 | κόσμωι πυκάζου τῶιδ’· ἐγὼ δ’ οἴσω τέως. |
| 725.2 | Ιο. καλῶς ἔλεξας· ἀλλ’ ἐμοὶ πρόχειρ’ ἔχων |
| 725.3 | τεύχη κόμιζε, χειρὶ δ’ ἔνθες ὀξύην, |
| 725.4 | λαιόν τ’ ἔπαιρε πῆχυν, εὐθύνων πόδα. |
| 725.5 | Θε. ἦ παιδαγωγεῖν γὰρ τὸν ὁπλίτην χρεών; |
| 730.1 | Ιο. ὄρνιθος οὕνεκ’ ἀσφαλῶς πορευτέον. |
| 730.2 | Θε. εἴθ’ ἦσθα δυνατὸς δρᾶν ὅσον πρόθυμος εἶ. |
| 730.3 | Ιο. ἔπειγε· λειφθεὶς δεινὰ πείσομαι μάχης. |
| 730.4 | Θε. σύ τοι βραδύνεις, οὐκ ἐγώ, δοκῶν τι δρᾶν. |
| 730.5 | Ιο. οὔκουν ὁρᾶις μου κῶλον ὡς ἐπείγεται; |
| 735.1 | Θε. ὁρῶ δοκοῦντα μᾶλλον ἢ σπεύδοντά σε. |
| 735.2 | Ιο. οὐ ταῦτα λέξεις ἡνίκ’ ἂν λεύσσηις μ’ ἐκεῖ ... |
| 735.3 | Θε. τί δρῶντα; βουλοίμην δ’ ἂν εὐτυχοῦντά γε. |
| 735.4 | Ιο. δι’ ἀσπίδος θείνοντα πολεμίων τινά. |
| 735.5 | Θε. εἰ δή ποθ’ ἥξομέν γε· τοῦτο γὰρ φόβος. |
| 740 | Ιο. φεῦ· |
| 740.1 | εἴθ’, ὦ βραχίων, οἷον ἡβήσαντά σε |
| 740.2 | μεμνήμεθ’ ἡμεῖς, ἡνίκα ξὺν Ἡρακλεῖ |
| 740.3 | Σπάρτην ἐπόρθεις, σύμμαχος γένοιό μοι |
| 740.4 | τοιοῦτος· οἵαν ἂν τροπὴν Εὐρυσθέως |
| 740.5 | θείμην· ἐπεί τοι καὶ κακὸς μένειν δόρυ. |
| 745.1 | ἔστιν δ’ ἐν ὄλβωι καὶ τόδ’ οὐκ ὀρθῶς ἔχον, |
| 745.2 | εὐψυχίας δόκησις· οἰόμεσθα γὰρ |
| 745.3 | τὸν εὐτυχοῦντα πάντ’ ἐπίστασθαι καλῶς. |
| 745.4 | Χο. Γᾶ καὶ παννύχιος σελά‐ |
| 745.5 | να καὶ λαμπρόταται θεοῦ φαεσιμβρότου αὐγαί, |
| 745.6 | ἀγγελίαν μοι ἐνέγκαι, |
| 745.7 | ἰαχήσατε δ’ οὐρανῶι |
| 745.8 | καὶ παρὰ θρόνον ἀρχέταν |
| 745.9 | γλαυκᾶς τ’ ἐν Ἀθάνας· |
| 755.1 | μέλλω τᾶς πατριώτιδος |
| 755.2 | γᾶς, μέλλω καὶ ὑπὲρ δόμων |
| 755.3 | ἱκέτας ὑποδεχθεὶς κίνδυνον πολιῶι τεμεῖν σιδάρωι. |
| 755.4 | δεινὸν μὲν πόλιν ὡς Μυκή‐ |
| 760.1 | νας εὐδαίμονα καὶ δορὸς |
| 760.2 | πολυαίνετον ἀλκᾶι |
| 760.3 | μῆνιν ἐμᾶι χθονὶ κεύθειν· |
| 760.4 | κακὸν δ’, ὦ πόλις, εἰ ξένους |
| 760.5 | ἱκτῆρας παραδώσομεν |
| 765.1 | κελεύσμασιν Ἄργους. |
| 765.2 | Ζεύς μοι σύμμαχος, οὐ φοβοῦ‐ |
| 765.3 | μαι, Ζεύς μοι χάριν ἐνδίκως |
| 765.4 | ἔχει· οὔποτε θνατῶν |
| 765.5 | ἥσσους 〈δαίμονεσ〉 ἔκ γ’ ἐμοῦ φανοῦνται. |
| 770.1 | ἀλλ’, ὦ πότνια, σὸν γὰρ οὖ‐ |
| 770.2 | δας γᾶς καὶ πόλις, ἆς σὺ μά‐ |
| 770.3 | τηρ δέσποινά τε καὶ φύλαξ, |
| 770.4 | πόρευσον ἄλλαι τὸν οὐ δικαίως |
| 770.5 | τᾶιδ’ ἐπάγοντα δορυσσοῦν |
| 775.1 | στρατὸν Ἀργόθεν· οὐ γὰρ ἐμᾶι γ’ ἀρετᾶι |
| 775.2 | δίκαιός εἰμ’ ἐκπεσεῖν μελάθρων. |
| 775.3 | ἐπεί σοι πολύθυτος ἀεὶ |
| 775.4 | τιμὰ κραίνεται οὐδὲ λά‐ |
| 775.5 | θει μηνῶν φθινὰς ἁμέρα |
| 780.1 | νέων τ’ ἀοιδαὶ χορῶν τε μολπαί. |
| 780.2 | ἀνεμόεντι δ’ ἐπ’ ὄχθωι |
| 780.3 | ὀλολύγματα παννυχίοις ὑπὸ παρ‐ θένων ἰαχεῖ ποδῶν κρότοισιν. |
| 780.4 | ΑΓΓΕΛΟΣ |
| 784 | δέσποινα, μύθους σοί τε †συντομωτάτους |
| 785.1 | κλύειν ἐμοί τε τῶιδε καλλίστους φέρω†· |
| 785.2 | νικῶμεν ἐχθροὺς καὶ τροπαῖ’ ἱδρύεται |
| 785.3 | παντευχίαν ἔχοντα πολεμίων σέθεν. |
| 785.4 | Αλ. ὦ φίλταθ’, ἥδε ς’ ἡμέρα †διήλασεν†· |
| 785.5 | ἠλευθέρωσαι τοῖσδε τοῖς ἀγγέλμασιν. |
| 790.1 | μιᾶς δ’ ἔμ’ οὔπω συμφορᾶς ἐλευθεροῖς· |
| 790.2 | φόβος γὰρ εἴ μοι ζῶσιν οὓς ἐγὼ θέλω. |
| 790.3 | Αγ. ζῶσιν, μέγιστόν γ’ εὐκλεεῖς κατὰ στρατόν. |
| 790.4 | Αλ. ὁ μὲν γέρων †οὐκ ἔστιν Ἰόλεως ὅδε†; |
| 790.5 | Αγ. μάλιστα, πράξας γ’ ἐκ θεῶν κάλλιστα δή. |
| 795.1 | Αλ. τί δ’ ἔστι; μῶν τι κεδνὸν ἠγωνίζετο; |
| 795.2 | Αγ. νέος μεθέστηκ’ ἐκ γέροντος αὖθις αὖ. |
| 795.3 | Αλ. θαυμάστ’ ἔλεξας· ἀλλά ς’ εὐτυχῆ φίλων |
| 795.4 | μάχης ἀγῶνα πρῶτον ἀγγεῖλαι θέλω. |
| 795.5 | Αγ. εἷς μου λόγος σοι πάντα σημανεῖ τάδε. ἐπεὶ γὰρ ἀλλήλοισιν ὁπλίτην στρατὸν |
| 795.6 | κατὰ στόμ’ ἐκτείνοντες ἀντετάξαμεν, |
| 795.7 | ἐκβὰς τεθρίππων Ὕλλος ἁρμάτων πόδα |
| 795.8 | ἔστη μέσοισιν ἐν μεταιχμίοις δορός. |
| 795.9 | κἄπειτ’ ἔλεξεν· Ὦ στρατήγ’ ὃς Ἀργόθεν |
| 805 | ἥκεις, τί τήνδε γαῖαν οὐκ εἰάσαμεν |
| post 805 | 〈〉 |
| post 805 | 〈〉 |
| 806.1 | καὶ τὰς Μυκήνας οὐδὲν ἐργάσηι κακὸν |
| 806.2 | ἀνδρὸς στερήσας· ἀλλ’ ἐμοὶ μόνος μόνωι |
| 806.3 | μάχην συνάψας, ἢ κτανὼν ἄγου λαβὼν |
| 806.4 | τοὺς Ἡρακλείους παῖδας ἢ θανὼν ἐμοὶ |
| 810.1 | τιμὰς πατρώιους καὶ δόμους ἔχειν ἄφες. |
| 810.2 | στρατὸς δ’ ἐπήινες’ ἔς τ’ ἀπαλλαγὰς πόνων |
| 810.3 | καλῶς λελέχθαι μῦθον ἔς τ’ εὐψυχίαν. |
| 810.4 | ὁ δ’ οὔτε τοὺς κλύοντας αἰδεσθεὶς λόγων |
| 810.5 | οὔτ’ αὐτὸς αὑτοῦ δειλίαν στρατηγὸς ὢν |
| 815.1 | ἐλθεῖν ἐτόλμης’ ἐγγὺς ἀλκίμου δορός, |
| 815.2 | ἀλλ’ ἦν κάκιστος· εἶτα τοιοῦτος γεγὼς |
| 815.3 | τοὺς Ἡρακλείους ἦλθε δουλώσων γόνους; |
| 815.4 | Ὕλλος μὲν οὖν ἀπώιχετ’ ἐς τάξιν πάλιν· |
| 815.5 | μάντεις δ’, ἐπειδὴ μονομάχου δι’ ἀσπίδος |
| 820.1 | διαλλαγὰς ἔγνωσαν οὐ τελουμένας, |
| 820.2 | ἔσφαζον, οὐκ ἔμελλον, ἀλλ’ ἀφίεσαν |
| 820.3 | λαιμῶν βοείων εὐθὺς οὔριον φόνον. |
| 820.4 | οἱ δ’ ἅρματ’ εἰσέβαινον, οἱ δ’ ὑπ’ ἀσπίδων |
| 820.5 | πλευροῖς ἔχριμπτον πλεύρ’· Ἀθηναίων δ’ ἄναξ |
| 825.1 | στρατῶι παρήγγειλ’ οἷα χρὴ τὸν εὐγενῆ· |
| 825.2 | Ὦ ξυμπολῖται, τῆι τε βοσκούσηι χθονὶ |
| 825.3 | καὶ τῆι τεκούσηι νῦν τιν’ ἀρκέσαι χρεών. |
| 825.4 | ὁ δ’ αὖ τό τ’ Ἄργος μὴ καταισχῦναι θέλειν |
| 825.5 | καὶ τὰς Μυκήνας συμμάχους ἐλίσσετο. |
| 830.1 | ἐπεὶ δ’ ἐσήμην’ ὄρθιον Τυρσηνικῆι |
| 830.2 | σάλπιγγι καὶ συνῆψαν ἀλλήλοις μάχην, |
| 830.3 | πόσον τιν’ αὐχεῖς πάταγον ἀσπίδων βρέμειν, |
| 830.4 | πόσον τινὰ στεναγμὸν οἰμωγήν θ’ ὁμοῦ; τὰ πρῶτα μέν νυν πίτυλος Ἀργείου δορὸς |
| 835.1 | ἐρρήξαθ’ ἡμᾶς, εἶτ’ ἐχώρησαν πάλιν. |
| 835.2 | τὸ δεύτερον δὲ ποὺς ἐπαλλαχθεὶς ποδί, |
| 835.3 | ἀνὴρ δ’ ἐπ’ ἀνδρὶ στάς, ἐκαρτέρει μάχη· |
| 835.4 | πολλοὶ δ’ ἔπιπτον. ἦν δὲ †τοῦ κελεύσματος† |
| 835.5 | Ὦ τὰς Ἀθήνας—Ὦ τὸν Ἀργείων γύην |
| 840.1 | σπείροντες—οὐκ ἀρήξετ’ αἰσχύνην πόλει; |
| 840.2 | μόλις δὲ πάντα δρῶντες οὐκ ἄτερ πόνων |
| 840.3 | ἐτρεψάμεσθ’ Ἀργεῖον ἐς φυγὴν δόρυ. |
| 840.4 | κἀνταῦθ’ ὁ πρέσβυς Ὕλλον ἐξορμώμενον |
| 840.5 | ἰδών, ὀρέξας ἱκέτευσε δεξιὰν |
| 845.1 | Ἰόλαος ἐμβῆσαί νιν ἵππειον δίφρον. |
| 845.2 | λαβὼν δὲ χερσὶν ἡνίας Εὐρυσθέως |
| 845.3 | πώλοις ἐπεῖχε. τἀπὸ τοῦδ’ ἤδη κλύων |
| 845.4 | λέγοιμ’ ἂν ἄλλων, δεῦρό γ’ αὐτὸς εἰσιδών. |
| 845.5 | Παλληνίδος γὰρ σεμνὸν ἐκπερῶν πάγον δίας Ἀθάνας, ἅρμ’ ἰδὼν Εὐρυσθέως, |
| 845.6 | ἠράσαθ’ Ἥβηι Ζηνί θ’ ἡμέραν μίαν |
| 845.7 | νέος γενέσθαι κἀποτείσασθαι δίκην |
| 845.8 | ἐχθρούς. κλύειν δὴ θαύματος πάρεστί σοι· |
| 845.9 | δισσὼ γὰρ ἀστέρ’ ἱππικοῖς ἐπὶ ζυγοῖς |
| 855.1 | σταθέντ’ ἔκρυψαν ἅρμα λυγαίωι νέφει· |
| 855.2 | σὸν δὴ λέγουσι παῖδά γ’ οἱ σοφώτεροι |
| 855.3 | Ἥβην θ’· ὁ δ’ ὄρφνης ἐκ δυσαιθρίου νέων |
| 855.4 | βραχιόνων ἔδειξεν ἡβητὴν τύπον. |
| 855.5 | αἱρεῖ δ’ ὁ κλεινὸς Ἰόλεως Εὐρυσθέως |
| 860.1 | τέτρωρον ἅρμα πρὸς πέτραις Σκιρωνίσιν, |
| 860.2 | δεσμοῖς τε δήσας χεῖρας ἀκροθίνιον κάλλιστον ἥκει τὸν στρατηλάτην ἄγων |
| 860.3 | τὸν ὄλβιον πάροιθε. τῆι δὲ νῦν τύχηι |
| 860.4 | βροτοῖς ἅπασι λαμπρὰ κηρύσσει μαθεῖν, |
| 865.1 | τὸν εὐτυχεῖν δοκοῦντα μὴ ζηλοῦν πρὶν ἂν |
| 865.2 | θανόντ’ ἴδηι τις· ὡς ἐφήμεροι τύχαι. |
| 865.3 | Χο. ὦ Ζεῦ τροπαῖε, νῦν ἐμοὶ δεινοῦ φόβου |
| 865.4 | ἐλεύθερον πάρεστιν ἦμαρ εἰσιδεῖν. |
| 865.5 | Αλ. ὦ Ζεῦ, χρόνωι μὲν τἄμ’ ἐπεσκέψω κακά, |
| 870.1 | χάριν δ’ ὅμως σοι τῶν πεπραγμένων ἔχω· |
| 870.2 | καὶ παῖδα τὸν ἐμὸν πρόσθεν οὐ δοκοῦς’ ἐγὼ |
| 870.3 | θεοῖς ὁμιλεῖν νῦν ἐπίσταμαι σαφῶς. |
| 870.4 | ὦ τέκνα, νῦν δὴ νῦν ἐλεύθεροι πόνων, |
| 870.5 | ἐλεύθεροι δὲ τοῦ κακῶς ὀλουμένου |
| 875.1 | Εὐρυσθέως ἔσεσθε καὶ πόλιν πατρὸς |
| 875.2 | ὄψεσθε, κλήρους δ’ ἐμβατεύσετε χθονὸς |
| 875.3 | καὶ θεοῖς πατρώιοις θύσεθ’, ὧν ἀπειργμένοι |
| 875.4 | ξένοι πλανήτην εἴχετ’ ἄθλιον βίον. |
| 875.5 | ἀτὰρ τί κεύθων Ἰόλεως σοφόν ποτε |
| 880.1 | Εὐρυσθέως ἐφείσαθ’ ὥστε μὴ κτανεῖν; |
| 880.2 | λέξον· παρ’ ἡμῖν μὲν γὰρ οὐ σοφὸν τόδε, |
| 880.3 | ἐχθροὺς λαβόντα μὴ ἀποτείσασθαι δίκην. |
| 880.4 | Αγ. τὸ σὸν προτιμῶν, ὥς νιν ὀφθαλμοῖς ἴδοις |
| 880.5 | †κρατοῦντα† καὶ σῆι δεσποτούμενον χερί. |
| 885.1 | οὐ μὴν ἑκόντα γ’ αὐτὸν ἀλλὰ πρὸς βίαν |
| 885.2 | ἔζευξ’ ἀνάγκηι· καὶ γὰρ οὐκ ἐβούλετο |
| 885.3 | ζῶν ἐς σὸν ἐλθεῖν ὄμμα καὶ δοῦναι δίκην. |
| 885.4 | ἀλλ’, ὦ γεραιά, χαῖρε καὶ μέμνησό μοι |
| 885.5 | ὃ πρῶτον εἶπας ἡνίκ’ ἠρχόμην λόγου, |
| 890.1 | ἐλευθερώσειν μ’· ἐν δὲ τοῖς τοιοῖσδε χρὴ ἀψευδὲς εἶναι τοῖσι γενναίοις στόμα. |
| 890.2 | Χο. ἐμοὶ χορὸς μὲν ἡδύς, εἰ λίγεια λω‐ |
| 890.3 | τοῦ χάρις †ἐνὶ δαΐ†· |
| 890.4 | ἡδεῖα δ’ εὔχαρις Ἀφροδί‐ |
| 895.1 | τα· τερπνὸν δέ τι καὶ φίλων |
| 895.2 | ἆρ’ εὐτυχίαν ἰδέσθαι |
| 895.3 | τῶν πάρος οὐ δοκούντων. |
| 899.1 | πολλὰ γὰρ τίκτει Μοῖρα τελεσσιδώ‐ τειρ’ Αἰών τε Χρόνου παῖς. |
| 899.2 | ἔχεις ὁδόν τιν’, ὦ πόλις, δίκαιον· οὐ |
| 899.3 | χρή ποτε τοῦδ’ ἀφέσθαι, |
| 899.4 | τιμᾶν θεούς· ὁ 〈δὲ〉 μή σε φά‐ |
| 899.5 | σκων ἐγγὺς μανιᾶν ἐλαύ‐ |
| 905.1 | νει, δεικνυμένων ἐλέγχων |
| 905.2 | τῶνδ’· ἐπίσημα γάρ τοι |
| 905.3 | θεὸς παραγγέλλει, τῶν ἀδίκων παραι‐ |
| 909 | ρῶν φρονήματος αἰεί. |
| 910.1 | ἔστιν ἐν οὐρανῶι βεβα‐ |
| 910.2 | κὼς ὁ σὸς γόνος, ὦ γεραι‐ |
| 910.3 | ά· φεύγω λόγον ὡς τὸν Ἅι‐ |
| 910.4 | δα δόμον κατέβα, πυρὸς |
| 910.5 | δεινᾶι φλογὶ σῶμα δαισθείς· |
| 915.1 | Ἥβας τ’ ἐρατὸν χροΐ‐ |
| 915.2 | ζει λέχος χρυσέαν κατ’ αὐλάν. |
| 915.3 | ὦ Ὑμέναιε, δισ‐ σοὺς παῖδας Διὸς ἠξίωσας. |
| 915.4 | συμφέρεται τὰ πολλὰ πολ‐ |
| 920.1 | λοῖς· καὶ γὰρ πατρὶ τῶνδ’ Ἀθά‐ |
| 920.2 | ναν λέγους’ ἐπίκουρον εἶ‐ |
| 920.3 | ναι, καὶ τούσδε θεᾶς πόλις |
| 920.4 | καὶ λαὸς ἔσωσε κείνας· |
| 920.5 | ἔσχεν δ’ ὕβριν ἀνδρὸς ὧι |
| 925.1 | θυμὸς ἦν πρὸ δίκας βίαιος. |
| 925.2 | μήποτ’ ἐμοὶ φρόνη‐ |
| 925.3 | μα ψυχά τ’ ἀκόρεστος εἴη. |
| 925.4 | Θε. δέσποιν’, ὁρᾶις μὲν ἀλλ’ ὅμως εἰρήσεται· |
| 925.5 | Εὐρυσθέα σοι τόνδ’ ἄγοντες ἥκομεν, |
| 930.1 | ἄελπτον ὄψιν τῶιδέ τ’ οὐχ ἧσσον τύχην· |
| 930.2 | οὐ γάρ ποτ’ ηὔχει χεῖρας ἵξεσθαι σέθεν, |
| 930.3 | ὅτ’ ἐκ Μυκηνῶν πολυπόνωι σὺν ἀσπίδι |
| 930.4 | ἔστειχε μείζω τῆς δίκης φρονῶν, πόλιν |
| 930.5 | πέρσων Ἀθάνας. ἀλλὰ τὴν ἐναντίαν |
| 935.1 | δαίμων ἔθηκε καὶ μετέστησεν τύχην. |
| 935.2 | Ὕλλος μὲν οὖν ὅ τ’ ἐσθλὸς Ἰόλεως βρέτας |
| 935.3 | Διὸς τροπαίου καλλίνικον ἵστασαν· |
| 935.4 | ἐμοὶ δὲ πρὸς σὲ τόνδ’ ἐπιστέλλους’ ἄγειν, |
| 935.5 | τέρψαι θέλοντες σὴν φρέν’· ἐκ γὰρ εὐτυχοῦς |
| 940.1 | ἥδιστον ἐχθρὸν ἄνδρα δυστυχοῦνθ’ ὁρᾶν. |
| 940.2 | Αλ. ὦ μῖσος, ἥκεις; εἶλέ ς’ ἡ Δίκη χρόνωι; |
| 940.3 | πρῶτον μὲν οὖν μοι δεῦρ’ ἐπίστρεψον κάρα |
| 940.4 | καὶ τλῆθι τοὺς σοὺς προσβλέπειν ἐναντίον |
| 940.5 | ἐχθρούς· κρατῆι γὰρ νῦν γε κοὐ κρατεῖς ἔτι. |
| 945.1 | ἐκεῖνος εἶ σύ, βούλομαι γὰρ εἰδέναι, ὃς πολλὰ μὲν τὸν ὄνθ’ ὅπου ’στὶ νῦν ἐμὸν |
| 945.2 | παῖδ’ ἀξιώσας, ὦ πανοῦργ’, ἐφυβρίσαι ὕδρας λέοντάς τ’ ἐξαπολλύναι λέγων |
| 945.3 | ἔπεμπες; ἄλλα δ’ οἷ’ ἐμηχανῶ κακὰ |
| 945.4 | σιγῶ· μακρὸς γὰρ μῦθος ἂν γένοιτό μοι. |
| 948.1 | τί γὰρ σὺ κεῖνον οὐκ ἔτλης καθυβρίσαι; |
| 948.2 | ὃς καὶ παρ’ Ἅιδην ζῶντά νιν κατήγαγες. |
| 953.1 | κοὐκ ἤρκεσέν σοι ταῦτα τολμῆσαι μόνον, |
| 953.2 | ἀλλ’ ἐξ ἁπάσης κἀμὲ καὶ τέκν’ Ἑλλάδος |
| 955.1 | ἤλαυνες ἱκέτας δαιμόνων καθημένους, |
| 955.2 | τοὺς μὲν γέροντας, τοὺς δὲ νηπίους ἔτι. |
| 955.3 | ἀλλ’ ηὗρες ἄνδρας καὶ πόλισμ’ ἐλεύθερον, |
| 955.4 | οἵ ς’ οὐκ ἔδεισαν. δεῖ σε κατθανεῖν κακῶς, |
| 955.5 | καὶ κερδανεῖς ἅπαντα· χρῆν γὰρ οὐχ ἅπαξ |
| 960.1 | θνήισκειν σε πολλὰ πήματ’ ἐξειργασμένον. |
| 960.2 | Θε. οὐκ ἔστ’ ἀνυστὸν τόνδε σοι κατακτανεῖν. |
| 960.3 | Αλ. ἄλλως ἄρ’ αὐτὸν αἰχμάλωτον εἵλομεν. |
| 960.4 | εἴργει δὲ δὴ τίς τόνδε μὴ θνήισκειν νόμος; |
| 960.5 | Θε. τοῖς τῆσδε χώρας προστάταισιν οὐ δοκεῖ. |
| 965.1 | Αλ. τί δὴ τόδ’; ἐχθροὺς τοισίδ’ οὐ καλὸν κτανεῖν; |
| 965.2 | Θε. οὐχ ὅντιν’ ἄν γε ζῶνθ’ ἕλωσιν ἐν μάχηι. |
| 965.3 | Αλ. καὶ ταῦτα δόξανθ’ Ὕλλος ἐξηνέσχετο; |
| 965.4 | Θε. χρῆν αὐτόν, οἶμαι, τῆιδ’ ἀπιστῆσαι χθονί. |
| 965.5 | Αλ. χρῆν τόνδε μὴ ζῆν μηδ’ †ὁρᾶν φάος ἔτι†. |
| 970.1 | Θε. τότ’ ἠδικήθη πρῶτον οὐ θανὼν ὅδε. |
| 970.2 | Αλ. οὔκουν ἔτ’ ἐστὶν ἐν καλῶι δοῦναι δίκην; |
| 970.3 | Θε. οὐκ ἔστι τοῦτον ὅστις ἂν κατακτάνοι. Αλ. ἔγωγε· καίτοι φημὶ κἄμ’ εἶναί τινα. |
| 970.4 | Θε. πολλὴν ἄρ’ ἕξεις μέμψιν, εἰ δράσεις τόδε. |
| 975.1 | Αλ. φιλῶ πόλιν τήνδ’· οὐδὲν ἀντιλεκτέον. |
| 975.2 | τοῦτον δ’, ἐπείπερ χεῖρας ἦλθεν εἰς ἐμάς, |
| 975.3 | οὐκ ἔστι θνητῶν ὅστις ἐξαιρήσεται. |
| 975.4 | πρὸς ταῦτα τὴν θρασεῖαν ὅστις ἂν θέληι |
| 975.5 | καὶ τὴν φρονοῦσαν μεῖζον ἢ γυναῖκα χρὴ |
| 980.1 | λέξει· τὸ δ’ ἔργον τοῦτ’ ἐμοὶ πεπράξεται. |
| 980.2 | Χο. δεινόν τι καὶ συγγνωστόν, ὦ γύναι, ς’ ἔχει |
| 980.3 | νεῖκος πρὸς ἄνδρα τόνδε, γιγνώσκω καλῶς. |
| 980.4 | ΕΥΡΥΣΘΕΥΣ |
| 983.1 | γύναι, σάφ’ ἴσθι μή με θωπεύσοντά σε |
| 983.2 | μηδ’ ἄλλο μηδὲν τῆς ἐμῆς ψυχῆς πέρι |
| 985.1 | λέξονθ’ ὅθεν χρὴ δειλίαν ὀφλεῖν τινα. |
| 985.2 | ἐγὼ δὲ νεῖκος οὐχ ἑκὼν τόδ’ ἠράμην· |
| 985.3 | ἤιδη γε σοὶ μὲν αὐτανέψιος γεγώς, |
| 985.4 | τῶι σῶι δὲ παιδὶ συγγενὴς Ἡρακλέει. |
| 985.5 | ἀλλ’ εἴτ’ ἔχρηιζον εἴτε μή—θεὸς γὰρ ἦν— |
| 990.1 | Ἥρα με κάμνειν τήνδ’ ἔθηκε τὴν νόσον. |
| 990.2 | ἐπεὶ δ’ ἐκείνωι δυσμένειαν ἠράμην |
| 990.3 | κἄγνων ἀγῶνα τόνδ’ ἀγωνιούμενος, |
| 990.4 | πολλῶν σοφιστὴς πημάτων ἐγιγνόμην |
| 990.5 | καὶ πόλλ’ ἔτικτον νυκτὶ συνθακῶν ἀεί, |
| 995.1 | ὅπως διώσας καὶ κατακτείνας ἐμοὺς |
| 995.2 | ἐχθροὺς τὸ λοιπὸν μὴ συνοικοίην φόβωι, |
| 995.3 | εἰδὼς μὲν οὐκ ἀριθμὸν ἀλλ’ ἐτητύμως |
| 995.4 | ἄνδρ’ ὄντα τὸν σὸν παῖδα· καὶ γὰρ ἐχθρὸς ὢν |
| 995.5 | ἀκούσεταί †γ’ ἐσθλὰ† χρηστὸς ὢν ἀνήρ. κείνου δ’ ἀπαλλαχθέντος οὐκ ἐχρῆν μ’ ἄρα, |
| 995.6 | μισούμενον πρὸς τῶνδε καὶ ξυνειδότα ἔχθραν πατρώιαν, πάντα κινῆσαι πέτρον |
| 995.7 | κτείνοντα κἀκβάλλοντα καὶ τεχνώμενον; |
| 995.8 | τοιαῦτα δρῶντι τἄμ’ ἐγίγνετ’ ἀσφαλῆ. |
| 1005.1 | οὔκουν σύ γ’ ἀναλαβοῦσα τὰς ἐμὰς τύχας |
| 1005.2 | ἐχθροῦ λέοντος δυσμενῆ βλαστήματα |
| 1005.3 | ἤλαυνες ἂν κακοῖσιν ἀλλὰ σωφρόνως |
| 1005.4 | εἴασας οἰκεῖν Ἄργος· οὔτιν’ ἂν πίθοις. |
| 1005.5 | νῦν οὖν ἐπειδή μ’ οὐ διώλεσαν τότε |
| 1010.1 | πρόθυμον ὄντα, τοῖσιν Ἑλλήνων νόμοις |
| 1010.2 | οὐχ ἁγνός εἰμι τῶι κτανόντι κατθανών· |
| 1010.3 | πόλις τ’ ἀφῆκε σωφρονοῦσα, τὸν θεὸν |
| 1010.4 | μεῖζον τίουσα τῆς ἐμῆς ἔχθρας πολύ. |
| 1010.5 | προσεῖπας, ἀντήκουσας· ἐντεῦθεν δὲ χρὴ |
| 1015.1 | τὸν προστρόπαιον †τόν τε γενναῖον† καλεῖν. |
| 1015.2 | οὕτω γε μέντοι τἄμ’ ἔχει· θανεῖν μὲν οὐ |
| 1015.3 | χρήιζω, λιπὼν δ’ ἂν οὐδὲν ἀχθοίμην βίον. |
| 1015.4 | Χο. παραινέσαι σοι σμικρόν, Ἀλκμήνη, θέλω, |
| 1015.5 | τὸν ἄνδρ’ ἀφεῖναι τόνδ’, ἐπεὶ δοκεῖ πόλει. |
| 1020.1 | Αλ. τί δ’ ἢν θάνηι τε καὶ πόλει πιθώμεθα; |
| 1020.2 | Χο. τὰ λῶιστ’ ἂν εἴη· πῶς τάδ’ οὖν γενήσεται; |
| 1020.3 | Αλ. ἐγὼ διδάξω ῥαιδίως· κτανοῦσα γὰρ |
| 1020.4 | τόνδ’ εἶτα νεκρὸν τοῖς μετελθοῦσιν φίλων |
| 1020.5 | δώσω· τὸ γὰρ σῶμ’ οὐκ ἀπιστήσω χθονί, |
| 1025.1 | οὗτος δὲ δώσει τὴν δίκην θανὼν ἐμοί. |
| 1025.2 | Ευ. κτεῖν’, οὐ παραιτοῦμαί σε· τήνδε δὲ πτόλιν, |
| 1025.3 | ἐπεί μ’ ἀφῆκε καὶ κατηιδέσθη κτανεῖν, |
| 1025.4 | χρησμῶι παλαιῶι Λοξίου δωρήσομαι, |
| 1025.5 | ὃς ὠφελήσει μείζον’ ἢ δοκεῖ χρόνωι. |
| 1030.1 | θανόντα γάρ με θάψεθ’ οὗ τὸ μόρσιμον, |
| 1030.2 | δίας πάροιθε παρθένου Παλληνίδος· |
| 1030.3 | καὶ σοὶ μὲν εὔνους καὶ πόλει σωτήριος |
| 1030.4 | μέτοικος αἰεὶ κείσομαι κατὰ χθονός, |
| 1030.5 | τοῖς τῶνδε δ’ ἐκγόνοισι πολεμιώτατος, |
| 1035.1 | ὅταν μόλωσι δεῦρο σὺν πολλῆι χερὶ |
| 1035.2 | χάριν προδόντες τήνδε· τοιούτων ξένων |
| 1035.3 | προύστητε. πῶς οὖν ταῦτ’ ἐγὼ πεπυσμένος |
| 1035.4 | δεῦρ’ ἦλθον ἀλλ’ οὐ χρησμὸν ἡζόμην θεοῦ; |
| 1035.5 | Ἥραν νομίζων θεσφάτων κρείσσω πολὺ |
| 1040.1 | κοὐκ ἂν προδοῦναί μ’. ἀλλὰ μήτε μοι χοὰς |
| 1040.2 | μήθ’ αἷμ’ ἐάσητ’ εἰς ἐμὸν στάξαι τάφον. |
| 1040.3 | κακὸν γὰρ αὐτοῖς νόστον ἀντὶ τῶνδ’ ἐγὼ |
| 1040.4 | δώσω· διπλοῦν δὲ κέρδος ἕξετ’ ἐξ ἐμοῦ· |
| 1040.5 | ὑμᾶς τ’ ὀνήσω τούσδε τε βλάψω θανών. |
| 1045.1 | Αλ. τί δῆτα μέλλετ’, εἰ πόλει σωτηρίαν |
| 1045.2 | κατεργάσασθαι τοῖσί τ’ ἐξ ὑμῶν χρεών, |
| 1045.3 | κτείνειν τὸν ἄνδρα τόνδ’, ἀκούοντες τάδε; |
| 1045.4 | δείκνυσι γὰρ κέλευθον ἀσφαλεστάτην· |
| 1045.5 | ἐχθρὸς μὲν ἁνήρ, ὠφελεῖ δὲ κατθανών, κομίζετ’ αὐτόν, δμῶες, εἶτα χρὴ κυσὶν |
| 1045.6 | δοῦναι κτανόντας· μὴ γὰρ ἐλπίσηις ὅπως |
| 1045.7 | αὖθις πατρώιας ζῶν ἔμ’ ἐκβαλεῖς χθονός. |
| post 1052 | 〈〉 |
| post 1052 | 〈〉 |
| post 1052 | 〈〉 |
| 1053.1 | Χο. ταῦτα δοκεῖ μοι. στείχετ’, ὀπαδοί. |
| 1053.2 | τὰ γὰρ ἐξ ἡμῶν |
| 1055 | καθαρῶς ἔσται βασιλεῦσιν. |