eul_wid: emo-ag
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments of the Oresteia by Aeschylus the Tragedian

The Oresteia is a trilogy of tragic plays by Aeschylus, first performed in Athens in 458 BCE. It comprises three complete surviving works: Agamemnon, Choephori (Libation Bearers), and Eumenides (The Kindly Ones). These were originally followed by a satyr play, Proteus, which is now lost. Written in Attic Greek verse, the trilogy dramatizes the curse upon the House of Atreus. Its narrative follows King Agamemnon’s return from the Trojan War and his murder by his wife, Clytemnestra; the vengeance enacted by their son, Orestes; and his subsequent persecution by the Furies. The story culminates in a trial at Athens, presided over by the goddess Athena, which transforms the cycle of personal vengeance into the institution of civic law and the court of the Areopagus.

The three principal plays survive substantially intact through medieval manuscript traditions. However, the satyr play Proteus is lost, and some lines from the trilogy are preserved only in fragments quoted by later ancient authors or recovered from papyri. The Oresteia is widely interpreted as a profound exploration of justice, examining the tension between archaic blood feud and the new order of polis-centred jurisprudence. It engages directly with contemporary Athenian legal and political reforms, particularly the reorganization of the Areopagus council in the 460s BCE. The trilogy stands as a cornerstone of Western literature, drama, and political thought, renowned for its complex poetic imagery, architectural structure, and enduring thematic depth.

Ἀγαμέμνων
Χοηφόροι
Εὐμενίδες
Πρωτεὺς σατυρικός
Αἰσχύλου Σχόλια ἐδιδάχθη τὸ δρᾶμα ἐπὶ
ἄρχοντος Φιλοκλέους ὀλυμπιάδι π ἔτει β. πρῶ-
τος Αἰσχύλος Ἀγαμέμνονι, Χοηφόροις, Εὐμενίσι, Πρωτεῖ σατυρικῶι.
ἐχορήγει Ξενοκλῆς Ἀφιδναῖος.
ἐπὶ Φιλοκλέους
…
…
τραγωιδῶν
Ξενοκλῆς Ἀφιδνα: ἐχορή
Αἰσχύλος ἐδίδασκεν.
Ἀριστοφάνους Σχόλια «πρῶτον
δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε» τετραλογίαν φέρουσι τὴν
Ὀρέστειαν αἱ διδασκαλίαι, Ἀγαμέμνονα, Χοηφόρους, Εὐμενίδας, Πρω-
τέα σατυρικόν. Ἀρίσταρχος καὶ Ἀπολλώνιος τριλογίαν λέγουσι, χωρὶς
τῶν σατύρων.
Κατάλογ. Πρωτεύς.
Ἀθήναιος ἐν δὲ πέμπτωι … Περὶ ζώιων μορίων
τὴν «φάβα» οὐκ ὀνομάζει, καίτοι Αἰσχύλου ἐν τῶι
σατυρικῶι Πρωτεῖ οὕτω μνημονεύοντος τοῦ ὄρνιθος·
«σιτούμενον δύστηνον ἀθλίαν φάβα,
μέσακτα πλευρὰ πρὸς πτύοις πεπλεγμένην».
κἀν Φιλοκτήτηι δὲ κατὰ γενικὴν κλίσιν «φαβῶν» εἴρηκεν.
Αἴλιος Ἡρωδιανός Π. καθολ. προσωιδ.
... «γάρος»· Αἰσχύλος Πρωτεῖ σατυρικῶι·
« … καὶ τὸν ἰχθύων γάρον».
Ἀθήναιος :
... ὅτι δʼ ἀρσενικόν ἐστι τοὔνομα «γάρος», Αἰσχύλος δηλοῖ εἰπών·
« … καὶ τὸν ἰχθύων γάρον».
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν «... εἰ μή
τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐλέησε, Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο
γέροντος, Εἰδοθέη ...» ἀπὸ τῆς «εἰδήσεως» καὶ ἐπιστήμης τοῦ πατρὸς
τὸ ὄνομα. καὶ Αἰσχύλος δὲ ἐν Πρωτεῖ «Εἰδοθέαν» αὐτὴν καλεῖ.
Ἐτυμολογικὸν τὸ Γνήσιον Σελεύκου. «κερδώ»· ἡ ἀλώπηξ, ὑποκο-
ριστικῶς, ὡς παρʼ Αἰσχύλωι ἡ «Εἰδώ» καὶ ἡ «Ὑψώ», ἀντὶ τοῦ «Εἰ-
δοθέα» καὶ «Ὑψιπύλη». τὸ «κερδώ» δὲ ἀντὶ τοῦ «κερδαλέα» ἡ ἀπατηλή· ἢ
ὡς παρὰ τὸ «εἶδος» καὶ «ὕψος» «Εἰδώ» καὶ «Ὑψώ», οὕτω καὶ παρὰ τὸ
«κέρδος» «κερδώ» ἡ «κερδαλέα» καὶ πανοῦργος.
Ἀριστοφάνους Σχόλια «κερδὼ» δὲ ἡ ἀλώπηξ, παρὰ τὴν
«κερδοσύνην» τουτέστι τὴν πανουργίαν, ὡς «Εἰδοθέα, Εἰδώ» καὶ «Ὑψιπύ-
λη, Ὑψώ».
τῶν δὲ θηλυκῶν τύποι τρεῖς, ὁ εἰς «ώ», οἷον «Ὑψώ»
ἡ Ὑψιπύλη, «Εἰδώ» ἡ Εἰδοθέα καὶ «Ἀφρώ» ἡ Ἀφροδίτη ...
Σχόλια εἰς Εὐριπίδην ἣ πόσιν ἀπεί-
ρωι περιβαλοῦσʼ ὑφάσματι ἔκτεινεν» ... Αἰσχύλος δέ φησιν·
Πρωτεύς «ἀμήχανον τεύχημα καὶ δυσέκλυτον».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἄεπτοι»· δεινοί, καὶ
«ἄαπτοι». Αἰσχύλος Πρωτεῖ.
«ἀμάδα»· τὴν ναῦν, ἀπὸ τοῦ «ἀμᾶν»
τὴν ἅλα. Αἰσχύλος Πρωτεῖ σατυρικῶι.
Συναγ. λέξ. χρησίμ. «ἅμαξα»· ἡ ναῦς παρὰ
τοῖς Ἀττικοῖς—καὶ ἴσως εἰκάζουσιν αὐτὴν ἁμάξηι—, ἀπὸ τοῦ «ἀμᾶν»
τὴν θάλασσαν. ἡ λέξις παρʼ Αἰσχύλωι.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἐπάσω»· ἐκτήσω.
Αἰσχύλος Πρωτεῖ σατυρικῶι.
Ἀθάμας
Κατάλογ. Ἀθάμας.
Ἀθήναιος : Φιλόχορος
δέ φησιν ὅτι οἱ πίνοντες οὐ μόνον ἑαυτοὺς ἐμφανίζου-
σιν οἵτινές εἰσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον ἀνακαλύπτουσι παρρησίαν
ἄγοντες. ὅθεν
«οἶνος ... καὶ ἀλήθεια»
λέγεται, καὶ
«... ἀνδρὸς δʼ οἶνος ἔδειξε νόον».
καὶ τὸ νικητήριον ἐν Διονύσου τρίπους· καὶ γὰρ ἐκ τρίποδος λέγειν φαμὲν
τοὺς ἀληθεύοντας.
δεῖ δὲ νοεῖν τρίποδα τοῦ Διονύσου τὸν κρατῆρα. ἦν γὰρ τὸ ἀρχαῖον
δύο γένη τριπόδων, οὓς καλεῖσθαι «λέβητας» συνέβαινεν ἀμφοτέρους, ὁ μὲν
ἕτερος, ἐν ὧι τὸ ὕδωρ ἐθέρμαινον, «ἐμπυριβήτης» ὁ καὶ «λοετροχόος» —
Αἰσχύλος ἐν Ἀθάμαντι·
«τὸν μὲν τρίπους ἐδέξατʼ οἰκεῖος λέβης
αἰεὶ φυλάσσων τὴν ὑπὲρ πυρὸς στάσιν» —,
ὁ δʼ ἕτερος «κρατὴρ» καλούμενος—Ὅμηρος·
«ἕπτʼ ἀπύρους τρίποδας ...» —.
ἐν τούτοις δὲ τὸν οἶνον ἐκίρνων. καὶ οὗτός ἐστιν ὁ
τῆς ἀληθείας οἰκεῖος τρίπους. διὸ Ἀπόλλωνος μὲν οἰκεῖος διὰ τὴν ἐκ μαν-
τικῆς ἀλήθειαν, Διονύσου δὲ διὰ τὴν ἐν μέθηι.
Σῆμος δʼ ὁ Δήλιός φησι ... ....
Ἀθήναιος :
«πολύπους» «πολύποδος»· οὕτως φασὶν οἱ Ἀττικοί
ὡς καὶ Ὅμηρος
«ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἒξ ἑλκομένοιο ...»,
ἀνὰ λόγον· παρὰ τὸ «πούς» γὰρ γέγονεν. τὴν δὲ αἰτιατικὴν «πολύπουν»
φασίν, ὡς «Ἀλκίνουν» καὶ «Οἰδίπουν». καὶ «τρίπουν» δὲ «λέβητα» Αἰσχύλον
εἰρηκέναι ἐν Ἀθάμαντι ἀπὸ ἁπλοῦ τοῦ «πούς» ὡς «νοῦς» ...
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «λέβης»· χάλκειος
ποδονιπτήρ, «τρίπους».
«ἐξαυστήρ»· σημαίνει σκεῦός τι. παρὰ τὸ «αὔω αὔσω» «αὐστήρ» καὶ «ἐξαυστήρ».
Αἰσχύλος Ἀθάμαντι·
«χαλκέοισιν ἐξαυστῆρες ἐγχειρούμενοι».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἐξαυστήρ»·
κρεάγρα.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης τὰ δὲ μαγείρου σκεύη ... «κρεάγραν»,
ἣν καὶ ... ἐκάλουν ... καὶ «ἐξαυστῆρα» ... ἐκ δὲ τῶν σκευῶν ...
καὶ «κρεάγρα» ... καὶ «ἐξαυστήρ» ...
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἄητοι»· ἀκόρεστοι,
ἄπληστοι παρὰ τὴν τροφήν. «ἀήτους»· μεγάλας. Αἰσχύλος Ἀθά-
μαντι.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς Συναγ. λέξ. χρησ.
«ἀπαρτί»·
ἀπηρτισμένως, ἀκριβῶς. Αἰσχύλος Ἀθάμαντι.
Ἐρωτιανός
«ἀπαρτί»· ἀντὶ τοῦ ἀπηρτισμένως, καὶ παντελείως καὶ ὁλοκλήρως.
Θεωροὶ ἢ Ἰσθμιασταὶ σάτυροι
Κατάλογ.Θεωροὶ ἢ Ἰσθμιασταί
× ἄγε δή, βασιλεῦ,
καὶ ξύμπασαν μ
τοῦ βαθυπλούτου ἔξω
πενίας ναίων καὶ
παλικὴν σκήπτρωι,
δέξαι με … φιλίας χώρας
τῆσδε προθύμως.
γυμνάζομʼ ἐγὼ
… οσ … σ
… δʼ α
… ου
ἐπωιδο …
ειανοκλε
Α ............................. ὁρῶντες εἰκοὺς οὐ κατʼ ἀνθρώπους ἰδεῖν.
ὅπηι δʼ ἂν ἔρδηις, πάντα σοι τάδʼ εὐσεβῆ.
Σειληνός ἦ κάρτʼ ὀφείλω τῶνδέ σοι· πρόφρων γὰρ εἶ.
ΣΑΤ. ἄκουε δὴ πᾶς σῖγα, δεῖ θʼ ἑλεῖν τάδε.
ἄθρησον, εἴ τις εἴκελον
εἴδωλον εἶναι τοῦτʼ ἐμῆι μορφῆι πλέον
ἐρεῖ ποτʼ ἢ τῆι Κύπριδι
τὸ Δαιδάλου μίμημα· φωνῆς δεῖ μόνον.
τάδʼ ἄθρει·
ὅρα, θεώρει· χωρεῖ μάλα.
εὐκταῖα κόσμον ταῦτα τῶι θεῶι φέρω,
καλλίγραπτον εὐχάν.
τῆι μητρὶ τῆι ʼμῆι πράγματʼ ἂν παρασχέθοι·
ἰδοῦσα γάρ νιν ἂν σαφῶς
τρέποιτʼ ἂν ἅζοιτό θʼ ὡς
δοκοῦσʼ ἔμʼ εἶναι τὸν ἐξ-
έθρεψεν· οὕτως ἐμφερὴς ὅδʼ ἐστίν.
Σειληνός εἶα δή, σκοπεῖτε δῶμα Ποντίου Σεισίχθονος,
κἀπιπασσάλευʼ ἕκαστος τῆς καλῆς μορφῆς τύπον,
ἄγγελον, κήρυκʼ ἄναυδον, ἐμπόρων κωλύτορα,
ὅς γʼ ἐπισχήσει κελεύθου τοὺς ξένους φόβον βλέπων.
χαῖρʼ, ἄναξ, χαῖρʼ, ὦ Πόσειδον, ἐπίτροπός θʼ ἡμῖν γενοῦ.
Διόνυσος ἔμελλον εὑρήσειν ἄρʼ ὑμᾶς, ὠγαθοί.
οὔτοὑτέρωσʼ, οὔ, δῆλος ἦσθʼ ὁδοιπορῶν.
αὐτὴ κέλευθος ταῦτά μοι προδείκνυται,
στείλασʼ ὁρῶντα τούσδε πλησιοσφύους
ἴχνη τε ταῦτα, καὶ σαφῶς ἡγεῖτό μοι.
ἔγνων—μαχητὰς δʼ ὠιόμην ὁδῶι πατεῖν,
ὁρῶν μύουρα καὶ βραχέα τὰ φαλλία—,
ὡς ἐξέτριβες Ἰσθμιαστικὴν πάλην,
κοὐκ ἠμέλησας, ἀλλʼ ἐγυμνάζου καλῶς.
εἰ δʼ οὖν ἐσώζου τὴν πάλαι παροιμίαν,
τοὔρχημα μᾶλλον εἰκὸς ἦν σʼ ἐπισκοπεῖν.
σὺ δʼ ἰσθμιάζεις καὶ τρόπους καινοὺς μαθὼν
βραχίονʼ ἀσκεῖς, χρήματα φθείρων ἐμὰ
κτεάνων δόσιν τε· ταῦτʼ ἐπηράνωι πόνων;
ἀλλʼ εἴ γʼ ἔνορκόν ἐστί σοι κακῶς φρονεῖν
ἐμοί, κακῶς ὄλοιο, καὶ πεύσηι τόδε.
Σειληνός οὔποτε, οὐδὲ ἐάν με χρῆι σοι προσπολεῖν ξυνεύνεσιν,
οὔ με πείσεις δύσπονον τὼς ἧιπερ οὐδὲ δεσπότης
ἐξέτριβεν ἂν δίδουλον ἢ τρίδουλον οὐδένα.
κοὔποτʼ ἦσθʼ ἄναξ δίκαιος ὥσθʼ ἓν ἀπονεῖμαι μόνον.
τειρόμην κακῶι τε κοίτωι καὶ κακαῖς δυσαυλίαις
τοῦ βίου τʼ αἰεὶ παλαιοῦ τοῦδʼ ἐν οἰκτιστῶι νομῶι,
σοὶ πονῶν· ἐγὼ δὲ ταύτας πολύποδος δειλὰς τριβὰς
ξὺν τέκνοις φεύγων μεθῆκα τόνδʼ ἀπόπτυστον βίον.
Διόνυσος πότερα παθών τι δεινόν, ὦ πονηρὲ σύ,
κοὐ πολλὰ δράσας ὧν δίκην δώσεις τάχα;
ΣΑΤ. εἶα θαρσῶν λέξον· ἐν
τῶι ἱερῶι μενῶ ʼγώ.
… στ … φ …
ν … τι του
Σειληνός ὡς ἐλευθέρωι πρέπει
οὐδαμῶς
πάγχυ πως κακῶς ἔχει,
καὶ τἄλλα τοιαῦθʼ ὅσσα δὴ μαθεῖν μʼ ἔδει·
μόνον χορῶν στροφεῖα συντάσσεις ἐμοί,
γύννις δʼ ἄναλκις εἴ τις ἄλλος αἰὲν εἶ.
τὴν σὴν πανήγυριν δὲ τίς φιλεῖ νέων
ἢ καὶ παλαιῶν; … ουκε …
… ου … ρωντ …
ντο …
Διόνυσος οὔκουν ἀναιδῆ δρᾶις με κοὐκ ἀνέκτʼ ἐμοί;
σάκει καλύψας αὐχένα
σπείρεις δὲ μῦθον τόνδε …
καὶ ῥηματίζεις εἰς ἔμʼ ἐκτρέπων ψόγους,
ὡς οὐδέν εἰμι τὴν σιδηρῖτιν τέχνην,
γύννις δʼ ἄναλκις, οὐδέν εἰμʼ ἐν ἀνδράσιν.
καὶ νῦν τάδʼ ἄλλα καὶ ποταίνιʼ αὖ κακά,
ἔχθιστα πάντων τῶν ἀκουσμάτων ἐμοί·
πλύνεις τʼ ἔμʼ αὐτὸν τήν τʼ ἐμὴν πανήγυριν,
ἐφʼ ἣν ἀγείρω πλῆθος ἀνθρώπων τόσον,
κοὐδεὶς παλαιῶν οὐδὲ τῶν νεωτέρων
ἑκὼν ἄπεστι τῶνδε διστοίχων χορῶν.
σὺ δʼ ἰσθμιάζεις, καὶ πίτυος ἐστεμμένος
κλάδοισι, κισσοῦ δʼ οὐδαμοῦ τιμὴν σέβεις.
ταῦτʼ οὖν δακρύσεις οὐ καπνῶι δηχθεὶς μόνον.
παρόντα δʼ ἐγγὺς οὐχ ὁρᾶις τὰ δάιδια;
ΣΑΤ. ἀλλʼ οὔποτʼ ἔξειμʼ ἐγὼ
τοῦ ἱεροῦ, καὶ τί μοι
ταῦτʼ ἀπειλεῖς ἔχων;
Ἴσθμιον ἀντεισέρχομαι
Ποσειδᾶνος οἶκον.
σὺ δʼ ἄλλοις ταῦτα πέμπε δῶρα.
Α ἐπεὶ τὰ καινὰ ταῦτα μανθάνειν φιλεῖς,
ἐγὼ φέρω σοι νεοχμὰ τῆιδʼ ἀθύρματα
ἀπὸ σκεπάρνου κἄκμονος νεόκτιτα.
τουτὶ τὸ πρῶτόν ἐστί σοι τῶν παιγνίων.
Κορυφαῖος ἐμοὶ μὲν οὐχί· τῶν φίλων νεῖμόν τινι.
Α μὴ ἄπειπε μηδʼ ὄρνιθος οὕνεκʼ, ὦγαθέ.
Κορυφαῖος τί δὴ γανοῦσθαι τοῦτο; καὶ τί χρήσομαι;
Α ἥν περ μεθεῖλες τὴν τέχνην ταύτηι πρέπειν.
Κορυφαῖος τί δʼ ἀντιποιεῖν … ιπλουν μου … ανδάν;
Α ξυνισθμιάζειν, ἔργον ἐμμελέστατον.
Κορυφαῖος φέρʼ ὦγάθʼ εἰπέ· πῶς τις ὧδʼ ἐμβήσεται;
Α ἐπισχερὼ μέν· εἰ δὲ μή, βάδην ἐλᾶις.
… ει … φέρων σφυρά.
… σε
…
… δε …
ἀδελφ
… τιπ
… δ …
τοῦθʼ ο
Ἀθήναιος ... σχήματα δέ ἐστιν ὀρχήσεως
ξιφισμός, καλαθισμός, καλλαβίδες, σκώψ, σκώπευμα. ἦν δὲ ὁ «σκὼψ» τῶν
«ἀποσκοπούντων» τι σχῆμα, ἄκραν τὴν χεῖρα ὑπὲρ τοῦ μετώπου κεκυρτω-
κότων. μνημονεύει Αἰσχύλος ἐν Θεωροῖς·
«καὶ μὴν παλαιῶν τῶνδέ σοι σκωπευμάτων ...» ...
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «σκωπευμάτων»· σχῆμα
τῆς χειρὸς πρὸς τὸ μέτωπον τιθεμένης ὥσπερ «ἀποσκοπούντων». «ὑπό-
σκοπον χέρα»· Αἰσχύλος. ὥσπερ οἱ «ἀποσκοποῦντες», οὕτω κελεύει
σχηματίσαι τὴν χεῖρα, καθάπερ τοὺς Πᾶνας ποιοῦσι ...
Συναγ. λέξ. χρησίμ. «σκώπευμα»· σχῆμα σατυ-
ρικόν, ὡς καὶ ὁ σκωπος. οὕτως Αἰσχύλος.
Αἴλιος Διονύσιος ὁ Ἁλικαρνασσεύς Συναγ. λέξ. χρησίμ.
«ψό»· ἐπὶ τοῦ σαπροῦ καὶ μὴ συναρέσκοντος. Σοφοκλῆς Ποιμέσιν
ἔστι δὲ «ψόθος» τὸ πλῆρες τοῦ ἀποκομματικοῦ λεξιδίου.
«ψόθον» γὰρ καλοῦσιν Ἀριστοφάνης
«πλέωι γράσου τε καὶ ψόθου … »
καὶ
« … ῥύπου τε καὶ ψόθου πλέως»
Αἰσχύλος Θεωροῖς.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀποστάς»· φυγών. Αἰσχύ-
λος Ἰσθμιασταῖς καὶ Ἀλκμήνηι.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἰαμβίς»· Αἰσχύ-
λος Θεωροῖς ἢ Ἰσθμιασταῖς. τοῖς κιθαρίζουσιν ὁ αὐλὸς συνήιει, καὶ αἱ
τοιαῦται κιθαρίσεις ἐλέγοντο «παριαμβίδες».
ΑΙΤΝΑΙΑΙ
Κατάλογ. Αἰτναῖαι γνήσιοι.
— Αἰτναῖαι νόθοι.
ἐλθὼν τοίνυν
εἰς Σικελίαν Ἱέρωνός τε τὴν Αἴτνην κτίζοντος
ἐπεδείξατο τὰς Αἴτνας οἰωνιζόμενος βίον ἀγαθὸν τοῖς συνοικίζουσι τὴν πόλιν.
… φ … ωναφ …
τατ … αρ … παζ· … παυτ· … ρα … μ. …
ετ … ιτε Αἰσχύλ … εἰς Ἀθήνας ἐκ Δελφῶν μεταβιβάζει …
δυμ … Τρωϊ … φαλ … ι «Ἀχιλλέως Ἐρασταί» … κατὰ μὲν
γὰρ τὸ πρῶτον μέρος αὐτοῦ ἡ σκηνὴ ὑπόκειται Αἴτνη, κατὰ δὲ τὸ
δεύτερον Ξουθεία, κατὰ δὲ τὸ τρίτον πάλιν Αἴτνη, εἶτʼ ἀπὸ
ταύτης εἰς Λεοντίνους μεταβάλλει καὶ γίνεται ἡ σκηνὴ Λεον …
μετὰ δʼ αὐτὸν Συρακοῦσσαι, καὶ τὰ λοιπὰ ἐν Τεμενίτηι διαπεραί-
νεται, ὅς ἐστι τοπ.
«Α τί δῆτʼ ἐπʼ αὐτοῖς ὄνομα θήσονται βροτοί;
Β σεμνοὺς “Παλικοὺς” Ζεὺς ἐφίεται καλεῖν.
Α ἦ καὶ “Παλικῶν” εὐλόγως μένει φάτις;
Β “πάλιν” γὰρ “ἵκουσʼ” ἐκ σκότου τόδʼ εἰς φάος».
Π. τῶν ἐν Σικελίαι θαυμαζομένων ποταμῶν
Στέφανος ὁ Βυζάντιος «Παλική»· πόλις Σικελίας. Θεόφιλος
δʼ ἐν Περιηγήσει Σικελίας Παλικίνην κρήνην φησὶν
εἶναι. πλησίον δὲ αὐτῆς ἱερὸν Παλικῶν, οἵ εἰσι δαίμονές τινες, οὓς Αἰ-
σχύλος ἐν Αἴτναις γενεαλογεῖ Διὸς καὶ Θαλείας τῆς Ἡφαίστου, Σιλη-
νὸς δὲ ἐν β Αἴτνης τῆς Ὠκεανοῦ καὶ
Ἡφαίστου· κληθῆναι δὲ αὐτοὺς «Παλικοὺς» διὰ τὸ ἀποθανόντας «πάλιν» εἰς
ἀνθρώπους «ἱκέσθαι».
Ἰωάννης ὁ Λυδός ... καὶ πόλιν κτίσαι
ὡς ὁ Χάραξ
φησί, τὴν τότε μὲν λεγομένην «Κρονίαν», νῦν δὲ «Ἱερὰν Πόλιν», ὡς Ἰσί-
γονος ἐν τῶι Περὶ Παλικῶν θεῶν καὶ Πολέμων
καὶ Αἰσχύλος ἐν τῆι Αἴτνηι παραδιδόασιν ...
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν «Ἀρτέμιδος χρυσηλακάτου» χρυσοῖς
βέλεσι χρωμένης· τὸν κάλαμον γὰρ τῶν βελῶν τινες «ἠλακάτην» φασίν.
καὶ Αἰσχύλος ἐν Αἴτναις τοὺς ποταμοὺς «πολυηλακάτους» φησίν.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς : «ἠλακάτη»· δόναξ.
ὁμοίως καὶ «πολυηλάκατα» τὰ τῶν «ποταμῶν χείλη». ἔνιοι δὲ κοινῶς τὰ
γόνατα ἔχοντα, ὡς στάχυν, ὡς κάλαμον.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «αἱμοί»· δρυμοί. Αἰ-
σχύλος Αἰτναίαις.
Αἴλιος Διονύσιος ὁ Ἁλικαρνασσεύς Συναγ. λέξ. χρησίμ.
«αἱμοὺς» τοὺς δρυμοὺς Αἰσχύλος, ἴσως ἀπὸ τοῦ αὐτοῦ, ἀφʼ οὗ
καὶ ἡ «αἱμασιὰ» κέκληται.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς Συναγ. λέξ. χρησίμ.
«ἀναξίαν»· βασιλείαν. Αἰσχύλος Αἰτναίαις.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς
«κρείττονας»· τοὺς ἥρωας οὕτω λέγουσιν.
δοκοῦσι δὲ κακωτικοί τινες εἶναι· διὰ τοῦτο καὶ οἱ παριόντες τὰ ἡρῶια
σιγὴν ἔχουσι, μή τι βλαβῶσι. καὶ οἱ θεοὶ δέ· Αἰσχύλος Αἰτναίαις.
ΑΛΚΜΗΝΗ
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀποστάς»· φυγών. Αἰσχύ-
λος Ἰσθμιασταῖς καὶ Ἀλκμήνηι.
Ἀργώ
Κατάλογ. Ἀργὼ ἢ Κωπηλάται.
Φίλων ὁ Ἀλεξανδρεύς
... οὐδʼ ἡ Ἀργὼ ναυαρχοῦντος Ἰάσονος ἐπέτρεπεν ἐπιβαίνειν οἰκέταις,
μεμοιραμένη ψυχῆς καὶ λογισμοῦ, φύσις οὖσα φιλελεύθερος. ὅθεν καὶ
ὁ Αἰσχύλος ἐπʼ αὐτῆς εἶπε·
«ποῦ δʼ ἐστὶν Ἀργοῦς ἱερὸν αὐδᾶεν ξύλον;» ...
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Φερεκύδης
δὲ Ποντέως ἱστορεῖ τὸν Τῖφυν· ὁ δὲ Αἰσχύλος ἐν τῆι Ἀργοῖ
τὸν Τῖφυν «Ἶφυν» καλεῖ.
Λήμνιοι
Κατάλογ. Λήμνιοι.
Ὑψιπύλη
Κατάλογ. Ὑψιπύλη.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια ὅτι δὲ ἐμίγησαν οἱ Ἀρ-
γοναῦται ταῖς Λημνίαις, Ἡρόδωρος ἱστορεῖ ἐν τοῖς Ἀργοναυτικοῖς
Αἰσχύλος δὲ ἐν Ὑψιπύληι ἐν ὅπλοις φησὶν αὐτὰς ἐπελθούσας
χειμαζομένοις ἀπείργειν, μέχρι λαβεῖν ὅρκον παρʼ αὐτῶν ἀποβᾶσι μι-
γήσεσθαι αὐταῖς. Σοφοκλῆς δὲ ἐν ταῖς Λημνίαις καὶ
μάχην ἰσχυρὰν αὐτοῖς συνάψαι φησίν.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀποκορσωσαμέναις»,
ἀποκειραμέναις· «κόρσας» γὰρ τρίχας. Αἰσχύλος Ὑψιπύληι.
Κάβειροι
Κατάλογ. Κάβειροι.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ... καὶ «οἰνηρός» ... καὶ Αἰσχύλος·
«μήποτε κρωσσοὺς μήτʼ οἰνηροὺς μήθʼ ὑδατηροὺς
λείπειν ἀφνεοῖσι δόμοισιν» ...
Λεξικὰ Σεγουηριανά «ὑδρηλοὺς» πίθους καὶ «οἰνηροὺς»
Αἰσχύλος Καβείροις.
Πλούταρχος ποιεῖ δʼ εὔχαρι σκῶμμα καὶ
μέμψις ἐμφαίνουσα χάριν ..... καὶ εἴ τις ἀντιστρέψας αἰτιῶιτο τοὺς
Αἰσχύλου Καβείρους
«ὄξους σπανίζειν δῶμα»
ποιήσαντας, ὥσπερ αὐτοὶ παίζοντες ἠπείλησαν.
Ἀθήναιος ... ἐπεὶ καὶ τὸν Αἰσχύλον ἐγὼ φαίην ἂν
τοῦτο διαμαρτάνειν. πρῶτος γὰρ ἐκεῖνος, καὶ οὐχ ὡς ἔνιοί φασιν Εὐριπίδης,
παρήγαγε τὴν τῶν μεθυόντων ὄψιν εἰς τραγωιδίαν· ἐν γὰρ τοῖς Καβεί-
ροις εἰσάγει τοὺς περὶ τὸν Ἰάσονα μεθύοντας. ἃ δʼ αὐτὸς ὁ τραγωιδο-
ποιὸς ἐποίει, ταῦτα τοῖς ἥρωσι περιέθηκε· μεθύων γοῦν ἔγραφε τὰς τραγ-
ωιδίας.
Πινδαρικὴ ὑπόμνησις πάντας Σοφοκλῆς ἐν ταῖς
Λημνιάσι τῶι δράματι καταλέγει τοὺς εἰς τὸ Ἀργῶιον
εἰσελθόντας σκάφος, καὶ ὁ Αἰσχύλος ἐν Καβείροις ...
Ἀθήναιος ... ἐπὶ δὲ τοῦ ἀρσενικοῦ οὐ μόνον «ὄρνιν»,
ἀλλὰ καὶ «ὄρνιθα» ..... Αἰσχύλος Καβείροις·
«ὄρνιθα δʼ οὐ ποιῶ σε τῆς ἐμῆς ὁδοῦ».
«ξυμφορά»· συντυχία. καὶ
ἐπὶ ἀγαθοῦ τάσσεται, ὡς παρʼ Αἰσχύλωι ἐν Καβείροις· καὶ ἐπὶ
κακοῦ, παρὰ Σοφοκλεῖ.
ΑΤΑΛΑΝΤΗ
Κατάλογ. Ἀταλάντη.
ΒΑΚΧΑΙ
Κατάλογ. Βάκχαι.
Ἰωάννης ὁ Στοβαῖος
Αἰσχύλου Βακχῶν·
«τό τοι κακὸν ποδῶκες ἔρχεται βροτοῖς
κατʼ ἀμπλάκημα τῶι περῶντι τὴν θέμιν».
ΓΛΑΥΚΟΣ ΠΟΝΤΙΟΣ
Κατάλογ. Γλαῦκος Πόντιος.
Παυσανίας ... τῆς δὲ Βοιω-
τίας τὰ ἐν ἀριστερᾶι τοῦ Εὐρίπου Μεσσάπιον ὄρος καλούμενον καὶ ὑπʼ
αὐτῶι Βοιωτῶν ἐπὶ θαλάσσης πόλις ἐστὶν Ἀνθηδών ... τούτων
τε δή ἐστι τῆι Ἀνθηδόνι μνήματα, καὶ ἐπὶ τῆι θαλάσσηι τὸ καλούμενον
«Γλαύκου Πήδημα». εἶναι δὲ αὐτὸν ἁλιέα καί, ἐπεὶ τῆς «πόας ἔφαγε»
δαίμονα ἐν θαλάσσηι γενέσθαι καὶ ἀνθρώποις τὰ ἐσόμενα ἐς τόδε
προλέγειν οἵ τε ἄλλοι πιστὰ ἥγηνται, καὶ οἱ τὴν θάλασσαν πλέοντες πλεῖστα
ἀνθρώπων ἐς τὴν Γλαύκου μαντικὴν κατὰ ἔτος ἕκαστον λέγουσι. Πινδάρωι
δὲ καὶ Αἰσχύλωι πυνθανομένοις παρὰ Ἀνθηδονίων τῶι
μὲν οὐκ ἐπὶ πολὺ ἐπῆλθεν ἆισαι τὰ ἐς Γλαῦκον, Αἰσχύλωι δὲ καὶ ἐς
ποίησιν δράματος ἐξήρκεσε.
Ἀθήναιος ... ἐπειδὴ οὖν ἤδη καὶ σὺ ἐμπεπλή-
ρωσαι οὐ μόνον τῶν τοῦ γλαύκου κρανίων, ἀλλὰ καὶ τῆς «ἀειζώου»
βοτάνης, ἧς ὁ Ἀνθηδόνιος ἐκεῖνος ἐμφορηθεὶς δαίμων
ἀθάνατος πάλιν ητις γέγονε ....
πάραυτα μῶρον
… τιν η θύελλα
… υ παύρους
Α? ἐμὸν μὲν ἴσθι σῶμʼ ὂν οὐκέτʼ ἐγκρατές,
ἐμῶν δʼ ἔτʼ ἐστὶ πίστις ὀμμάτων σαφής,
οὐδʼ ἀμβλυώσσων οὐδὲ μάψʼ αὔτως βλέπων
ἤθρησα δεῖμα καὶ περισπεύσας.
οἶσθʼ ὡς ἄγραυλός τʼ εἰμὶ κἀπιχώριος,
ἀεὶ θαμίζων τῆιδε Χαλκίδος πέραι
Μεσσαπίου τʼ ἄφυλλον ὑψηλὸν λέπας
νέμων ἀπʼ αὐλῆς βουσὶ φορβάσιν μέτα·
ἔνθεν κατεῖδον θαῦμα προσιὸν ἐξ ἁλὸς
Εὐβοΐδα καμπήν, ἀμφὶ Κηναίου Διὸς
ἀκτήν, κατʼ αὐτὸν τύμβον ἀθλίου Λίχα,
θορυβοῦν θʼ ἅπερ τέθριππον
Α …
… σαλ …
φοιτ … σὺ δʼ εἰ πλ
ἔνισπʼ ἐμῶν τίς σοι λόγων ψευδὴς δοκεῖ;
Β στῆσον τὸ ῥῆμα προ
οὐ γὰρ μύωπες οὐδ
ἀνδρῶν γεραιῶν εἰσιν ὀφθαλμοί, φίλε
Σάτυροι χο … πον ν …
… ησ
… ε …
οὔθʼ ἱππ …
… τη …
Εὔρειπος ὁ μεταξὺ Βοιωτίας καὶ Εὐβοίας πορθμός
Φρύνιχος ὁ Βιθυνός Συναγ. λέξ. χρη-
… ἀνθρωποειδὲς θηρίον ὕδατι συζῶν·
ἐπὶ τοῦ Γλαύκου τοῦ ἀναφανέντος ἐκ τῆς θαλάσσης Αἰσχύλος.
«Δαυλίς»· ... εἴρηται δὲ διὰ τὸ πολὺ δάσος ἔχειν· «δαῦλον» γὰρ τὸ δασύ.
Αἰσχύλος·
«δαῦλος δʼ ὑπήνη καὶ γενειάδος πυθμήν ...».
Παυσανίας ... τοῖς δέ ἐστιν εἰρη-
μένον, ὡς τὸ χωρίον, ἔνθα ἡ πόλις ὠικίσθη, παρείχετο
συνεχῆ δένδρα, καλεῖσθαι δὲ τὰ δασέα ὑπὸ τῶν πάλαι «δαῦλα»· ἐπὶ
τούτωι δὲ καὶ Αἰσχύλον τὰ Γλαύκου τοῦ Ἀνθηδονίου γένεια «ὑπήνην»
ὠνομακέναι «δαῦλον».
Παυσανίας : «δαῦλον»
τὸ δασύ· ἡ προτέρα περισπᾶται. Αἰσχύλος·
«δαῦλος δʼ ὑπήνη ....».
Ἀθήναιος ἀρσενικῶς δʼ Αἰσχύλος
«κόγχαι» ἐν Ποντίωι Γλαύκωι·
«κόγχοι μύες κὤστρεια … ».
Πλάτων ... ὥσπερ οἱ τὸν θαλάττιον Γλαῦ-
κον ὁρῶντες οὐκ ἂν ἔτι ῥαιδίως αὐτοῦ ἴδοιεν τὴν ἀρχαίαν φύσιν, ὑπὸ τοῦ
τά τε παλαιὰ τοῦ σώματος μέρη τὰ μὲν ἐκκεκλάσθαι, τὰ δὲ συντετρῖφθαι
καὶ πάντως λελωβῆσθαι ὑπὸ τῶν κυμάτων, ἄλλα δὲ προσπεφυκέναι, «ὄσ-
τρεά» τε καὶ φυκία καὶ πέτρας, ὥστε παντὶ μᾶλλον θηρίωι ἐοικέναι ἢ οἷος
ἦν φύσει ...
Συναγ. λέξ. χρησίμ.
«ἀείζων»· ... ἀπὸ τῆς «ζώς» εὐθείας μονοσυλλάβου ... γίνεται ἡ
αἰτιατικὴ «ζών», καὶ κατὰ σύνθεσιν «ἀείζων», ὡς Αἰσχύλος Γλαύκωι
Ποντίωι·
«ὁ τὴν ἀείζων ἄφθιτον πόαν φαγών ...» ...
ἀπὸ δὲ τῆς «ζωός» δισυλλάβου εὐθείας ... ἡ γενικὴ «ζωοῦ», ἣν Αἰσχύλος
κατὰ σύνθεσιν προάγει εἰπών·
Γλαῦκος «καὶ γεύομαί πως τῆς ἀειζώου πόας».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀείζων»· φυτὸν ἀει-
θαλές.
καὶ πάλιν Ἀθῆναι μέν
εἰσι τῆς Ἀττικῆς, εἰσὶ δὲ καὶ τῆς Εὐβοίας Ἀθῆναι αἱ Διάδες, ὧν
μέμνηται ἐν Γλαύκωι Ποντίωι Αἰσχύλος·
Γλαῦκος «κἄπειτʼ Ἀθήνας Διάδας παρεκπερῶν ...».
Γλαῦκος … Ξιφίρου λιμήν»·
Αἰσχύλος Γλαύκωι Ποντίωι. ὁ πορθμός· ταῦτα γὰρ πάντα
περὶ Ῥήγιον.
Στράβων ... ὠνομάσθη δὲ Ῥήγιον εἴθʼ ὥς φησιν
Αἰσχύλος διὰ τὸ συμβὰν πάθος τῆι χώραι ταύτηι· «ἀπορραγῆναι» γὰρ ἀπὸ
τῆς ἠπείρου τὴν Σικελίαν ὑπὸ σεισμῶν ἄλλοι τε κἀκεῖνος εἴρηκεν·
Γλαῦκος « … ἀφʼ οὗ δὴ “Ῥήγιον” κικλήσκεται».
Πινδαρικὴ ὑπόμνησις Ἱμέρας ποταμὸς ἐν Σικελίαι,
περὶ οὗ καὶ Αἰσχύλος φησὶν ἐν Γλαύκωι·
Γλαῦκος «καλοῖσι λουτροῖς ἐκλέλουμαι δέμας·
εἰς ὑψίκρημνον Ἱμέραν δʼ ἀφικόμην».
Σχόλια εἰς Θεόκριτον τοὺς Πᾶνας πλείους
φασὶν ὡς καὶ τοὺς Σειληνοὺς καὶ σατύρους, ὡς Αἰσχύλος μὲν ἐν
Γλαύκωι, Σοφοκλῆς δὲ ἐν Ἀνδρομέδαι.
Σχόλια εἰς Εὐριπίδην «Κρονίου Πανός» ... Αἰσχύλος δὲ
δύο Πᾶνας, τὸν μὲν Διός, ὃν καὶ Ἀρκάδος δίδυμον, τὸν δὲ Κρόνου.
Ἰωάννης ὁ Λυδός δύο Πᾶνάς φασι.
ΕΠΙΓΟΝΟΙ
Κατάλογ. Ἐπίγονοι.
Πινδαρικὴ ὑπόμνησις «εἴη δὲ τρίτον Σωτῆρι πορσαί-
νοντας Ὀλυμπίωι Αἴγιναν κάτα σπένδειν μελιφθόγγοις ἀοιδαῖς» ... τὸν
δὲ τρίτον κρατῆρα Διὸς Σωτῆρος ἔλεγον, καθὰ καὶ Σοφοκλῆς ἐν Ναυ-
πλίωι·
«Ζεῦ παυσίλυπε, καὶ Διὸς Σωτηρίου
σπονδὴ τρίτου κρατῆρος».
τὸν μὲν γὰρ πρῶτον Διὸς Ὀλυμπίου ἐκίρνασαν, τὸν δὲ δεύτερον ἡρώων,
τὸν δὲ τρίτον Διὸς Σωτῆρος, καθὰ καὶ Αἰσχύλος ἐν Ἐπιγόνοις·
«λοιβὰς Διὸς μὲν πρῶτον ὡραίου γάμου
Ἥρας τε … »,
εἶτα
«τὴν δευτέραν τε κρᾶσιν ἥρωσιν νέμω»,
εἶτα
«τρίτον Διὸς Σωτῆρος εὐκταίαν λίβα».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «τιμαλφής»· ..
τιμὴν ἀλφάνουσα, διὰ τιμῆς ἀγομένη. Ἴων Φοίνικι δευτέρωι.
τινὲς μὲν τὴν ἰώνιον. Αἰσχύλος δὲ ἐν Ἐπιγόνοις ἐπὶ τοῦ ἐντίμου.
Ἠδωνοί
Κατάλογ. Ἠδωνοί.
Δημήτριος ὁ Βυζάντιος
... ὁ γὰρ δὴ Κράτης κατὰ τὸν αὐτὸν χρόνον γεγονὼς Αἰσχύλωι
τούτου διὰ τῶν Ἠδωνῶν εὐδοκιμήσαντος ...
Στράβων τούτοις δʼ ἔοικε καὶ
τὰ παρὰ τοῖς Θραιξὶ τά τε Κοτύτεια καὶ τὰ Βενδίδεια, παρʼ οἷς καὶ τὰ
Ὀρφικὰ τὴν καταρχὴν ἔσχε. τῆς μὲν οὖν Κοτυτοῦς ἐν τοῖς Ἠδω-
νοῖς Αἰσχύλος μέμνηται καὶ τῶν περὶ αὐτὴν ὀργάνων. εἰπὼν γὰρ
«σεμνὰ Κοτυτοῦς δʼ ὄργια ἔχοντες»,
τοὺς περὶ τὸν Διόνυσον εὐθέως ἐπιφέρει·
«... ὁ μὲν ἐν χερσὶν βόμβυκας ἔχων, τόρνου κάματον,
δακτυλόδεικτον πίμπλησι μέλος, μανίας ἐπαγωγὸν ὁμο-
κλάν,
ὁ δὲ χαλκοδέτοις κοτύλαις ὀτοβεῖ ...»,
καὶ πάλιν·
«... ψαλμὸς δʼ ἀλαλάζει·
ταυρόφθογγοι δʼ ὑπομυκῶνται ποθὲν ἐξ ἀφανοῦς
φοβεροὶ μῖμοι· τυπάνου δʼ εἰκὼν ὥσθʼ ὑπογαίου βρον-
τῆς φέρεται βαρυταρβής».
ταῦτα γὰρ ἔοικε τοῖς Φρυγίοις· καὶ οὐκ ἀπεικός γε, ὥσπερ αὐτοὶ οἱ Φρύγες
Θραικῶν ἄποικοί εἰσιν, οὕτω καὶ τὰ ἱερὰ ἐκεῖθεν μετενηνέχθαι. καὶ τὸν
Διόνυσον δὲ καὶ τὸν «Ἠδωνὸν Λυκοῦργον» συνάγοντες εἰς ἓν τὴν ὁμοιο-
τροπίαν τῶν ἱερῶν αἰνίττονται.
Ἀθήναιος : καὶ τὰ
κύμβαλα δʼ Αἰσχύλος ἐν Ἠδωνοῖς «κοτύλας» εἴρηκεν·
«ὁ δὲ χαλκοδέτοις κοτύλαις ὀτοβεῖ».
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ... καθόλου δὲ «κοτύλας» ἐκάλουν
πάντα τὰ κοῖλα· καὶ Αἰσχύλος ἐν Ἠδωνοῖς τὰ κύμβαλα·
«ὁ δὲ χαλκοδέτοις κοτύλαις ὀτοβεῖ».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ταυρόφθογγοι»· παρα-
πλήσια βουσὶ φθεγγόμενοι.
«...
καί σʼ, ὦ νεανίσκʼ, εἴ τις εἶ, κατʼ Αἰσχύλον ἐκ τῆς Λυκουργείας
ἐρέσθαι βούλομαι· “ποδαπὸς ὁ γύννις; τίς πάτρα; τίς ἡ στολή; τίς ἡ
τάραξις τοῦ βίου; τί βάρβιτος λαλεῖ κροκωτῶι;” ...» τὴν τετραλογίαν
λέγει τὴν Λυκούργειαν· Ἠδωνούς, Βασσαρίδας, Νεανίσκους,
Λυκοῦργον τὸν σατυρικόν. λέγει δὲ Λυκοῦργος ἐν τοῖς Ἠδωνοῖς
πρὸς τὸν συλληφθέντα Διόνυσον·
«ποδαπὸς ὁ γύννις; ......».
λέγονται «βασσάραι» χιτῶνες οὓς ἐφόρουν αἱ Θράικιαι βάκχαι,
καλούμενοι οὕτως ἀπὸ τοῦ «Βασσαρέως» Διονύσου· ἦσαν δὲ ποικίλοι καὶ
ποδήρεις. Αἰσχύλος ἐν Ἠδωνοῖς·
«ὅστις χιτῶνας βασσάρας τε Λυδίας
ἔχει ποδήρεις».
ἐκ τοῦ Ῥητορικοῦ.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν «χλούνην» οἱ μὲν ἀφριστήν· «χλουδεῖν»
γὰρ τὸ ἀφρίζειν τινὲς Δωριέων ἔλεγον. ἄλλοι δὲ κακοῦργον· καὶ γὰρ τῶν
ἀρχαίων ἰαμβοποιῶν τινα φάναι
« … ἀνὴρ ὅδʼ ἑσπέρης καθεύδοντα
ἄπουν … ἔδησε … χλούνην».
Ξενοφῶντα δὲ γένος τι Ἰνδῶν φάναι τὸν «χλούνην» εἶναι, καθάπερ καὶ
παρʼ Αἰσχύλωι ἐν Ἠδωνοῖς·
«μακροσκελὴς μέν. ἆρα μὴ χλούνης τις ἦι;» ...
Εὐστάθιος ὁ Θεσσαλονίκης ὅτι δὲ καὶ ἐντομίαν ὁ «χλούνης» δηλοῖ, οὐ
μόνον Αἰσχύλος δίδωσι χρῆσιν, ἀλλὰ καὶ ...
Ἀριστοφάνους Σχόλια «τίς ποτʼ
ἔσθʼ ὁ μουσόμαντις, ἄτοπος ὄρνις, ὀρειβάτης;» ... παρὰ τὰ ἐξ Ἠδω-
νῶν Αἰσχύλου·
«τίς ποτʼ ἐστὶ ὁ μουσόμαντις, ἄλαλος … ἁβροβατής;
ὃν σθένει ....................».
καὶ παρὰ μὲν Αἰσχύλωι παραδόξως τὰ
τοῦ Λυκούργου βασίλεια κατὰ τὴν ἐπιφάνειαν τοῦ Διονύσου θεοφορεῖται,
«ἐνθουσιᾶι δὴ δῶμα, βακχεύει στέγη».
ὁ δʼ Εὐριπίδης τὸ αὐτὸ τοῦθʼ ἑτέρως ἐφηδύνας ἐξεφώνησε
«πᾶν δὲ συνεβάκχευε ὄρος».
Συναγ. λέξ. χρησίμ. «ἐνθουσιᾶι»·
ὑπὸ ἐνθέου κατέχεται πνεύματος.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἄδασμος»· οὐδένα δασμὸν
ἐκτελοῦσα. Αἰσχύλος Ἠδωνοῖς.
Συναγ. λέξ. χρησίμ.
«ἄδασμος»· οὐδένα δασμὸν ἐκτίνουσα, οὐδὲ μερίζουσα δασμὸν
τῆς οἰκήσεως. οὕτως Αἰσχύλος.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς
«αἰγίζειν»· διασπᾶν, ἐκ μεταφορᾶς. παρʼ ὃ καὶ τὸ «αἰγίζεσθαι». ἀπὸ τῶν
«καταιγίδων». «αἰγίδες», «καταιγίδες» οἱ ἄνεμοι. Αἰσχύλος
ὁ δʼ αὐτὸς ἐν Ἠδωνοῖς καὶ τὰς νεβρίδας οὕτω λέγει.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀμφίδρομος»· Αἰσχύλος
Σεμέληι ἔπλασε δαίμονα — καὶ περὶ τὰ Ἀμφιδρόμια ὠιδή —, οἱονεὶ
ἔλεγες τὸν «Γενέθλιον»· δηλοῖ δὲ καὶ ἐξ ἑκατέρου μέρους θεόμενον, ἢ
προηγούμενον, ἢ ὁρμᾶν δυνάμενον, ὡς Αἰσχύλος Ἠδωνοῖς.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς Συναγ. λέξ. χρησίμ.
«ἄσσιστα»· ἔγγιστα. Αἰσχύλος Ἠδωνοῖς.
Ἐρωτιανός
«ἴκταρ»· ἐγγύς. παρὰ τοῖς Ἀττικοῖς. ὡς καὶ Αἰσχύλος ἐν
Εὐμενίσι φησί·
«χαίρετε, Ἀττικὸς λεώς, ἴκταρ ἥμενοι Διός».
μέμνηται ὁ αὐτὸς τῆς λέξεως καὶ ἐν Ἠδωνοῖς.
Βασσάραι
Κατάλογ. Βασσάραι.
Ἐρατοσθένης ὁ Κυρηναῖος ... τὸν
μὲν Διόνυσον οὐκ ἐτίμα ..., τὸν δὲ Ἥλιον μέγιστον τῶν θεῶν
ἐνόμιζεν εἶναι, ὃν καὶ Ἀπόλλωνα προσηγόρευσεν· ἐπεγειρόμενός τε τῆς
νυκτὸς κατὰ τὴν ἑωθινὴν ἐπὶ τὸ ὄρος τὸ καλούμενον Πάγγαιον ἀνιὼν
προσέμενε τὰς ἀνατολάς, ἵνα ἴδηι τὸν Ἥλιον πρῶτον. ὅθεν ὁ Διόνυσος
ὀργισθεὶς αὐτῶι ἔπεμψε τὰς Βασσαρίδας, ὥς φησιν Αἰσχύλος ὁ τῶν
τραγωιδιῶν ποιητής, αἵτινες αὐτὸν διέσπασαν καὶ τὰ μέλη διέρριψαν
χωρὶς ἕκαστον. αἱ δὲ Μοῦσαι συναγαγοῦσαι ἔθαψαν ἐπὶ τοῖς λεγομένοις
Λειβήθροις ...
«Φιλάμμονος παῖ»· τὸν Θάμυριν λέγει Φιλάμμονος γεγενῆσθαι
παῖδα, καθάπερ καὶ Σοφοκλῆς. εἰσὶ δὲ οἳ διττούς
φασι Θαμύριδας γεγονέναι, καθάπερ ἄλλοι τε ἱστοροῦσι καὶ Ἀπολλό-
δωρος ἐν ζ Καταλόγου γράφων οὕτως·
παρʼ Αἰσχύλωι δὲ τὰ περὶ τὸν Θάμυριν καὶ τὰς Μούσας ξενικώ-
τερον ἀφήγηνται· ὁ γοῦν Ἀσκληπιάδης ἐν Τραγωιδουμένοις περὶ αὐ-
τῶν φησι τὸν τρόπον τοῦτον· «τὸν μὲν Θάμυριν περὶ τὸ
εἶδός φασι θαυμαστόν, τῶν δὲ ὀφθαλμῶν τὸν μὲν δεξιὸν λευκὸν εἶναι, τὸν
δὲ ἀριστερὸν μέλανα, περὶ δὲ τὴν ὠιδὴν οἴεσθαι διαφέρειν τῶν ἄλλων
ἁπάντων. ἀφικομένων δὲ τῶν Μουσῶν εἰς Θράικην τὸν μὲν Θάμυριν μνείαν
ποιήσασθαι πρὸς αὐτὰς ὑπὲρ τοῦ συνοικεῖν ἁπάσαις, φάσκοντα τοῖς
Θραιξὶ νόμιμον εἶναι πολλαῖς τὸν ἕνα συνεῖναι· τὰς δὲ προκαλεσαμένου ἐπὶ
τούτωι ποιεῖσθαι τὴν διʼ ὠιδῆς ἅμιλλαν ἐφʼ ὧι, ἐὰν μὲν αὐταὶ νικήσωσιν,
ὅτι ἂν θέλωσιν αὐτὸν ποιεῖν, εἰ δὲ ἐκεῖνος, ὅσας ἂν αὐτὸς βούληται, το-
σαύτας λήψεσθαι γυναῖκας. συγχωρηθέντων δὲ τούτων νικῆσαι τὰς Μού-
σας καὶ τοὺς ὀφθαλμοὺς ἐξελεῖν αὐτόν».
Ὅμηρος δὲ περὶ Δώριόν φησι συστῆναι τὰ κατὰ Θάμυριν·
«.. καὶ Στελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθα τε Μοῦσαι
ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς».
«.. Πάγγαιον ὀργάνοισιν». Πάγγαιον ὄργα οὔτε. περὶ τὸ Πάγ-
γαιόν φησι διαμιλλᾶσθαι τὰς Μούσας τῶι Θαμύριδι· Ὅμηρος περὶ τὸ
Δώριον … π … ουσαι.
«χρυσόβωλον» δὲ τὸ Πάγγαιον εἴρηκεν ὡς χρυσοῦ μετάλ-
λων ἐνταῦθα ὄντων. Αἰσχύλος δὲ ἐν Βασσάραις ἀργύρου φησὶν
ἐκεῖ μέταλλα. ὁμοίως καὶ αὐτὸς ὁ Εὐριπίδης μικρὸν ὑποβὰς λέγει
«κρυπτὸς δʼ ἐν ἄντροις τοῖσδʼ ὑπαργύρου χθονός ...».
ὁ δὲ Αἰσχύλος οὕτως·
« … Παγγαίου γὰρ ἀργυρήλατον
πρῶνʼ ἀστραπῆς ἔλαμψε πευκᾶεν σέλας».
Γεώργιος ὁ Χοιροβοσκός
«τὸ δὲ βακχειακὸν σπάνιόν ἐστιν,
ὥστε, εἰ καί πού ποτε ἐμπέσοι, ἐπὶ βραχὺ εὑρίσκεσθαι, οἷον “ὁ ταῦρος δʼ
ἔοικεν κυρίξειν· τίνʼ ἀρχάν ...”, “φθάσαντος δʼ ἐπʼ ἔργοις προπηδήσεταί
νιν ...”.» «ὁ ταῦρος δʼ ἔοικεν κυρίξειν ...»· Βασσαρῶν Αἰσχύ-
λου ἡ χρῆσις.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «κυρίξειν» ἢ
«κυρίζειν»· κέρασι μάχεσθαι.
«ὁ κισσεὺς Ἀπόλλων, ὁ βακχειόμαντις ...».
... «ψολόεις»· τρία σημαίνει ἡ λέξις·
ἔστι γὰρ «ψολόεν» τὸ μέλαν, σποδοειδές, λαμπρόν. Εὐφορίων·
..., καὶ Αἰσχύλος ἐν Βασσαρίσιν·
«σκάρφει παλαιῶι κἀπιβωμίωι ψόλωι».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «εἰλλόμενον»·
εἰργόμενον. Αἰσχύλος Βασσάραις.
Σιμπλίκιος ὁ Κίλιξ
τὸ δὲ «ἰλλομένην» εἴτε διὰ τοῦ ἰῶτα γράφοιτο, τὸ «δεδεσμένην» δηλοῖ
..., εἴτε διὰ τῆς «ει» διφθόγγου γράφοιτο, καὶ οὕτως «εἰργομένην» δηλοῖ,
ὡς καὶ Αἰσχύλος ἐν Βασσάραις.
Νεανίσκοι
Κατάλογ. Νεανίσκοι.
Συναγ. λέξ. χρησίμ. «ἀμφιλαφῆ κακά»· ξένως
εἴρηται Αἰσχύλωι Νεανίσκοις·
«πρὸς δʼ ἐπὶ τοῖς ἀμφιλαφῆ πήματʼ ἔχων ἀθανάτων ...».
Ἀθήναιος ... Νίκανδρος δʼ ὁ Θυατειρηνὸς καλεῖ-
σθαί φησι «ψυκτήρια» καὶ τοὺς ἀλσώδεις καὶ συσκίους τόπους τοὺς τοῖς
θεοῖς ἀνειμένους, ἐν οἷς ἔστιν «ἀναψῦξαι». Αἰσχύλος Νεανίσκοις·
«σαύρας ὑπηκόοισιν ἐν ψυκτηρίοις».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀρείφατον λῆμα»·
ἰσχυρόν, ἀντὶ τοῦ Ἄρει ἐοικός. Αἰσχύλος Νεανίσκοις.
Ἐτυμολογικὸν τὸ Γνήσιον ἔχομεν δὲ τὴν χρῆσιν
«ἀρείφατος» παρʼ Αἰσχύλωι ἐν Νεανίσκοις. καὶ καρτερικὸς
καὶ πολεμικὸς «ἀρείφατος».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀφοίβαντον»· ἀκά-
θαρτον. Αἰσχύλος Νεανίσκοις.
Συναγ. λέξ. χρησίμ. Ὀκτώπαν ποταμὸν
Αἰσχύλος διαπέπλακε ἐν Νεανίσκοις.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς Ὀκτώπας
ποταμός.
Λυκοῦργος σατυρικός
Κατάλογ. Λυκοῦργος.
Ἀθήναιος ... τὸν δὲ κρίθινον οἶνον καὶ «βρῦτον» τινὲς
καλοῦσιν ... μνημονεύει τοῦ πώματος Αἰσχύλος ἐν Λυκούργωι·
«κἀκ τῶνδʼ ἔπινε βρῦτον ἰσχναίνων χρόα
καὶ σεμνοκοπτεῖ τοῦτʼ ἐν ἀνδρείας μέρει».
Ἀριστοφάνους Σχόλια, Αἴλιος Ἡρωδιανός Περὶ καθολικῆς προσ-
... Αἰσχύλος ἐν Λυκούργωι ἀλληγορικῶς
τοὺς δεσμοὺς «κημοὺς» εἴρηκε διὰ τούτων·
«καὶ τούσδε κημοὺς στόματος … ».
«ἀνέχουσα»· ἄνω ἔχουσα. ὡς ἐν
Λυκούργωι Αἰσχύλος·
«ἄκουε δʼ … ἀνʼ οὖς ἔχων»,
ἀντὶ τοῦ ἄνω τὸ οὖς ἔχων.
«ἀνʼ οὖς ἔχων»· ἀντὶ τοῦ ἄνω τὸ οὖς ἔχων. Αἰσχύλος Λυκούρ-
γωι. καὶ Σοφοκλῆς·
«τὸν οἴνωπʼ ἀνέχουσα κισσὸν ...»,
ἀντὶ τοῦ ἄνω ἔχουσα.
Σχόλια εἰς Θεόκριτον ... Ἀρίσταρχος ἐν Ὑπο-
μνήσει Λυκούργου Αἰσχύλου φησὶ τὴν ἀκρίδα ταύτην, εἴ τινι ἐμβλέψειε
ζώιωι, τούτωι κακόν τι γίνεσθαι.
ΗΛΙΑΔΕΣ
Κατάλογ. Ἡλιάδες.
«αἱ δʼ ἐννυχιᾶν ἀπὸ Ῥιπᾶν ...» τὰ ἀπὸ τῶν ὀρῶν φησι τῶν προσαγορευο-
μένων Ῥιπῶν· ... λέγει δὲ αὐτὰ «ἐννύχια» διὰ τὸ πρὸς τῆι δύσει κεῖσθαι.
μέμνηται δὲ καὶ Ἀλκμὰν λέγων οὕτως·
«Ῥίπας ὄρος ἀνθέον ὕλαι,
νυκτὸς μελαίνας στέρνον ...».
καὶ ἐν Ἡλιάσιν Αἰσχύλος·
«Ῥῖπαι μὲν δὴ πατρὸς Ἠελίου ...».
Ἀθήναιος ὅτι δὲ καὶ ὁ Ἥλιος ἐπὶ ποτηρίου διεκομί-
ζετο ἐπὶ τὴν δύσιν, Στησίχορος μὲν οὕτως φησίν·
«Ἀέλιος δʼ Ὑπεριονίδας δέπας ἐσκατέβαινε
χρύσεον, ὄφρα διʼ Ὠκεανοῖο περάσας
ἀφίκοιθʼ ἱερᾶς ποτὶ βένθεα νυκτὸς ἐρεμνᾶς
ποτὶ ματέρα κουριδίαν τʼ ἄλοχον πάϊδάς τε φίλους.
ὁ δʼ ἐς ἄλσος ἔβα δάφναισι κατάσκιον
ποσὶν πάϊς Διός».
καὶ Ἀντίμαχος δʼ οὑτωσὶ λέγει·
« … τότε δὴ χρυσέωι ἐν δέπαϊ
Ἠέλιον πόμπευεν ἀγακλυμένη Ἐρύθεια».
καὶ Αἰσχύλος ἐν Ἡλιάσιν·
« … ἔνθʼ ἐπὶ δυσμαῖσι τεοῦ πατρὸς Ἡφαιστοτυκὲς
δέπας, ἐν τῶι διαβάλλει πολὺν οἰδματόεντα φέρει δρόμου
πόρον ουθεις μελανίππου προφυγὼν ἱερᾶς νυκτὸς ἀμολγόν».
Συναγ. λέξ. χρησίμ. «Ἀδριαναὶ γυναῖκες»·
Αἰσχύλος Ἡλιάσιν
«Ἀδριαναί τε γυναῖκες τρόπον ἕξουσι γόων».
Κλήμης ὁ Ἀλεξανδρεύς
... ὅ τε Εὐφορίωνος Αἰσχύλος ἐπὶ
τοῦ θεοῦ σεμνῶς σφόδρα φησίν·
«Ζεύς ἐστιν αἰθήρ, Ζεὺς δὲ γῆ, Ζεὺς δʼ οὐρανός,
Ζεύς τοι τὰ πάντα χὥτι τῶνδε ὑπέρτερον».
Φιλόδημος ... Αἰσχύλος
δʼ ἐν Ἡλιάσιν τὸν Δία καὶ «αἰθέρα» λέγει καὶ «γῆν» καὶ «οὐρα-
νὸν» καὶ «τὰ πάντα» καὶ «ὑπὲρ τὰ πάντα».
«ἀφθονέστατον». ἰστέον ὅτι τὸ «ἀρχέ-
στατον», ὡς παρʼ Αἰσχύλωι ἐν τῆι Πηνελόπηι
«ἐγὼ γένος μέν εἰμι Κρὴς ἀρχέστατον»,
καὶ τὸ «αἰδοιέστατοι», ὡς παρʼ Ἀλκμᾶνι οἷον
«σιοῖσι ... κἀνθρώποισιν αἰδοιέστατοι ...»,
καὶ τὸ «ἀφθονεστέρα», οἷον
«ὤρουσε κρήνης ἀφθονεστέρα λιβάς»,
ταῦτα ποιητικά εἰσιν κατʼ ἔθος Ἰώνων γινόμενα. τὰ γὰρ διὰ τοῦ «ο»
συγκριτικὰ οὗτοι διὰ τοῦ «ες» προφέρουσιν, οἷον «δικαιέστερος» καὶ
«ἀρχέστερος» λέγοντες. ὤφειλεν γὰρ τὰ προειρημένα «δικαιότερος» εἶναι
καὶ «αἰδοιότερος» καὶ «ἀφθονώτερος». —οὕτως Φιλόξενος εἰς τὸ Περὶ
συγκριτικῶν.
Ἀθήναιος : ... τούτωι
ὅμοιόν ἐστι τὸ «ἀνιηρέστερον»
καὶ τὸ ἐν Ἡλιάσιν Αἰσχύλου
«... ἀφθονέστερον λιβάς».
«ἀφθονεστέ-
ραν» εἶπεν Αἰσχύλος.
...
ΗΡΑΚΛΕΙΔΑΙ
Κατάλογ. Ἡρακλείδης.
ὅτι οἱ
γ ἦσαν ἀδελφοί, μαρτυρεῖ καὶ Αἰσχύλος ἐν Ἡρακλείδαις αἰνιττόμενός
πως καὶ λέγων οὕτως·
«... ἐκεῖθεν
ὄρμενος ὀρθόκερως βοῦς ἤλασε ἀπʼ ἐσχατιᾶν
γαίας, Ὠκεανὸν περάσας ἐν δέπαι χρυσηλάτωι,
βοτῆράς τʼ ἀδίκους κατέκτα δεσπότην τε τρίπτυχον
τρία δόρη πάλλοντα χερσίν·
τρία δʼ ἴτης σάκη προτείνων,
τρεῖς δʼ ἐπισσείων λόφους
ἔστειχʼ ἶσος Ἄρει βίαν ...»
καὶ τὰ ἑξῆς. —οἱ μέν φασιν, ὅτι γ νήσων ἦρχεν, ὁ δὲ ὅτι γ ἀδελφοὶ ἐγέ-
νοντο ἀλλήλοις ἐμφερεῖς καὶ τὸν τρόπον καὶ τὴν θέσιν.
Ἡρακλῆς λι … ν και
πυρὰν γὰρ αὐτότευκτον ἦν ἐνταῦθʼ ἰδεῖν,
Οἴτης ἐν ὑψηλοῖσι θαμνούχοις τόποις·
ἐς τήνδε παῖδες οἵδε μʼ ἀμφιμήτορες
ἤνεγκον ἄρδην καυσίμοις ἐνδύμασιν
οἰδοῦντα καὶ λοπῶντα φαρμάκου μένει.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀμφιμήτορες»· οἱ ἐκ
πολλῶν μητέρων γεγονότες ἀδελφοί. Αἰσχύλος Ἡρακλείδαις.
Σοῦδα «ἀμφιμήτωρ»· ὁ ἑτερομήτωρ. Αἰσχύλος.
Φρύνιχος ὁ Βιθυνός «ἀμφιμήτωρ»·
ὁ ἐξ ἑτέρας μητρὸς ἀδελφός.
«ἀμφιμήτωρ»· ὁμοπάτριος μέν, οὐχ ὁμομήτριος δέ.
Πλούταρχος Ὅτι παραδοξότερα οἱ Στωϊκοὶ τῶν ποιητῶν λέγουσιν
ὁ Εὐριπίδου Ἰόλαος ἐξ ἀδρανοῦς καὶ παρήλικος
εὐχῆι τινι νέος καὶ ἰσχυρὸς ἐπὶ τὴν μάχην ἄφνω γέγονεν· ὁ δὲ τῶν Στωϊ-
κῶν σοφὸς χθὲς μὲν ἦν ἔχθιστος ἅμα καὶ
κάκιστος, τήμερον δʼ ἄφνω μεταβέβληκεν εἰς ἀρετὴν καὶ γέγονεν «ἐκ ῥυσοῦ
καὶ ὠχροῦ» καὶ κατʼ Αἰσχύλον
«ἐξ ὀσφυαλγοῦς καὶ ὀδυνοσπάδος λυγροῦ
γέροντος»
εὐπρεπής, θεοειδής, καλλίμορφος.
Ἰωάννης ὁ Στοβαῖος Αἰσχύλου Ἡρακλειδῶν·
«οὐ γάρ τι μεῖζον ἄλλο τοῦδε πείσομαι».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἐπιγλωσσῶ»·
«ἐπʼοιωνίζου» διὰ «γλώττης». Αἰσχύλος Ἡρακλείδαις.
ΘΑΛΑΜΟΠΟΙΟΙ
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ... καὶ «Λέσβιον» δὲ «κῦμα» καὶ «φάτ-
νωμα» δὲ μέρη ἔργων ἐν Αἰσχύλου Θαλαμοποιοῖς·
« … ἀλλʼ ὁ μέν τις Λέσβιον φατνώματι
κῦμʼ ἐν τριγώνοις ἐκπεραινέτω ῥυθμοῖς».
τάχα δὲ καὶ οἱ «Θαλαμοποιοὶ» εἶδος τέχνης ...
ΙΕΠΕΙΑΙ
Κατάλογ.Ἱέρειαι, ...αἱ δὲ θήλειαι
«ἱέρειαι», προφήτιδες καὶ
« … ἔργων μυστικῶν προφάντιδες».
«ὥσπερ Αἰσχύλος τὰ μυστικά»
δοκεῖ γὰρ Αἰσχύλος λέγειν μυστικά τινα ἔν τε ταῖς Τοξότισι
καὶ Ἱερείαις καὶ ἐν Σισύφωι Πετροκυλιστῆι καὶ
Ἰφιγενείαι καὶ Οἰδίποδι· ἐν γὰρ τούτοις πᾶσι περὶ
Δημήτρας λέγων τῶν μυστικωτέρων περιεργότερον ἅπτεσθαι. λέγει δὲ
περὶ Αἰσχύλου καὶ Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῶι πρώτωι Περὶ
Ὁμήρου, ὡς κινδυνεύοντος ἐπὶ σκηνῆς ἀναιρεθῆναι ἐπὶ
τῶι τῶν μυστικῶν περιφέρειν τινὰ δοκεῖν ...
δοκεῖ
γὰρ ὁ Ἀπόλλων παρὰ Διὸς λαμβάνειν τοὺς χρησμούς, ὡς καὶ ἐν Ἰφι-
κλείαι φησί, καὶ Αἰσχύλος ἐν Ἱερείαις·
«... κατὰ Διὸς θεσπίσματα
στέλλειν ὅπως τάχιστα· ταῦτα γὰρ πατὴρ
Ζεὺς ἐγκαθίει Λοξίαι … ».
καὶ Ἀριστοφάνης Ἥρωσιν.
«... κατὰ Διὸς θεσπίσματα
στέλλειν ὅπως τάχιστα· ταῦτα γὰρ πατὴρ
Ζεὺς ἐγκαθίει Λοξίαι»,
«πατρὸς προφήτης ἐστὶ Λοξίας Διός».
Ἀριστοφάνους Σχόλια «εὐφαμεῖτε· μελισσονόμοι
δόμον Ἀρτέμιδος πέλας οἴγειν» «εὐφημεῖτε· μελισσονόμοι … » ἐξ
Ἱερειῶν Αἰσχύλου.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «Κασωλαβά»· οἱ
μὲν πόλις, οἱ δὲ κώμη. Αἰσχύλος Ἱερείαις.
Ἱκέτιδες
Αἰγύπτιοι
Κατάλογ. Αἰγύπτιοι.
Ἐκλογ. διαφ. λέξ.
... ἐν δὲ Αἰγυπ-
τίοις τὸν Πλούτωνα καλεῖ
«τὸν ἄγραῖον τὸν πολυξενώτατον
Ζῆνα τῶν κεκμηκότων».
Δαναΐδες
ἐπὶ Ἀρχεδημίδου ὀλυμπιάδι οθ ἔτει δ
ἐνίκα Αἰσχύλος Ἱκέτισιν. Αἰγυπτίοις,
Δαναΐσι, Ἀμυμώνηι σατυρικῆι·
δεύτερος Σοφοκλῆς, τρίτος δὲ
Μέσατος....,
Ποιμέσιν, Κύκνωι, .....
σατυρικῶι
Κατάλογ. Δαναΐδες.
Πινδαρικὴ ὑπόμνησις τὸ «ὑποκουρίζεσθαι ἀοιδαῖς»
εἶπε διὰ τὸ τοὺς ὑμνοῦντας ἐπευφημιζομένους λέγειν «σὺν κόροις τε καὶ
κόραις». Αἰσχύλος Δαναΐσι·
«κἄπειτα δʼ εἶσι λαμπρὸν ἡλίου φάος·
ἕως δʼ ἐγείρω, πρευμενεῖς τοὺς νυμφίους
νόμοισι θέντων σὺν κόροις τε καὶ κόραις».
… ιμη
εὐνάζει βοτά …
σβολὴ δε σ
… σανη …
αδʼ ἐσβολ …
υν ἐκ βοτῶν
… η λόχον
…
…
… πλ
…
… στρατ
… αγμα
… στάδαν
… ς
…
… στο …
…
… πον
ἐρᾶι μὲν ἁγνὸς Οὐρανὸς τρῶσαι Χθόνα,
ἔρως δὲ Γαῖαν λαμβάνει γάμου τυχεῖν,
ὄμβρος δʼ ἀπʼ εὐνάεντος Οὐρανοῦ πεσὼν
ἔκυσε Γαῖαν, ἡ δὲ τίκτεται βροτοῖς
μήλων τε βοσκὰς καὶ βίον Δημήτριον,
δενδρῶτις ὥρα δʼ ἐκ νοτίζοντος γάμου
τέλειός ἐστι· τῶν δʼ ἐγὼ παραίτιος.
«καθαίρομαι γῆρας»·
ἐκδύομαι. Αἰσχύλος Δαναΐσι.
Στράβων τῶι δʼ Ἐφόρωι τοῦ ἐξ
Ἀρκαδίας εἶναι τὸ φῦλον τοῦτο ἦρξεν Ἡσίοδος·
φησὶ γὰρ
«υἱεῖς ἐξεγένοντο Λυκάονος ἀντιθέοιο,
ὅν ποτε τίκτε Πελασγός».
Αἰσχύλος δʼ ἐκ τοῦ περὶ Μυκήνας Ἄργους φησὶν ἐν Ἱκέτισιν
ἢ Δαναΐσι τὸ γένος αὐτῶν. καὶ τὴν Πελοπόννησον δὲ «Πελασγίαν» φησὶν
Ἔφορος κληθῆναι.
Ἀμυμώνη σατυρική
Κατάλογ. Ἀμυμώνη.
Ψευδοαπολλόδωρος ἀνύδρου δὲ τῆς χώρας
Ἄργους ὑπαρχούσης ... τὰς θυγατέρας ὑδρευσομένας ἔπεμψε.
μία δὲ αὐτῶν Ἀμυμώνη ζητοῦσα ὕδωρ ῥίπτει βέλος ἐπὶ ἔλαφον καὶ
κοιμωμένου σατύρου τυγχάνει, κἀκεῖνος περιαναστὰς ἐπεθύμει συγ-
γενέσθαι· Ποσειδῶνος δὲ ἐπιφανέντος ὁ σάτυρος μὲν ἔφυγεν, Ἀμυ-
μώνη δὲ τούτωι συνευνάζεται, καὶ αὐτῆι Ποσειδῶν τὰς ἐν Λέρνηι πηγὰς
ἐμήνυσεν ... Ἀμυμώνη δὲ ἐκ Ποσειδῶνος ἐγέννησε Ναύπλιον.
Ἀμμώνιος ὁ Γραμματικός Π. διαφόρ. λέξ.
τὸ «γῆμαι» τοῦ «γήμασθαι» διαφέρει,
ὅτι «γαμεῖ» μὲν ὁ ἀνήρ, «γαμεῖται» δὲ ἡ γυνή .... καὶ Αἰσχύλος ἐν
Ἀμυμώνηι·
Ποσειδῶν «σοὶ μὲν γαμεῖσθαι μόρσιμον, γαμεῖν δʼ ἐμοί».
Ἀθήναιος ... καὶ μήποτε οὐκ ἐστὶ μύρον ἡ «βάκ-
καρις»· Αἰσχύλος γὰρ ἐν Ἀμυμώνηι ἀντιδιαστέλλων φησί·
«κἄγωγε τὰς σὰς βακκάρεις τε καὶ μύρα»,
καὶ Σημωνίδης
«κἠλειφόμην μύροισι καὶ θυώμασι
καὶ βακκάρι» ...
« … θρώισκων κνώδαλα»·
ἐκθορίζων καὶ σπερματίζων, γεννῶν. Αἰσχύλος Ἀμυμώνηι.
ΙΦΙΓΕΝΕΙΑ
Κατάλογ. Ἰφιγένεια.
Ἀχιλλεύς ×–⏑– ×] ⁝ ἔ̣ρ̣νος εὖ τιμῆ̣[ς ἔχον
ἔθαλλεν αὐτῶι. ⁝ τῶν] δ̣ὲ θεσφάτω̣ν̣ [κλυὼν
γυναῖκʼ ἐκάλεσε δεῦρο ⁝] τ̣ὴ̣ν νυμφεύ̣[τριαν,
ἥ τις γάμον πάρεστι ⁝] π̣ορσύν[ο]υ̣[σʼ ἐμοὶ
κείνης ταλαίνης ⁝]· τ̣οῖσ̣ι σώφρο̣[σιν δʼ ἐγὼ
×–⏑– ×–⏑–]ς ξύνο̣ι̣δ̣ʼ [ὅτι
×–⏑– × ⁝ –] γ̣αμήλιο̣ς̣ [⏑ ×
×–⏑– × ⁝ –]ιός τʼ ἐλ̣α̣ύ̣[νομαι
ζε[
Ἰφιγένεια × – ]ε χρύσ̣ε̣[α̣ ⁝ – ⏑ – × – ⏑ ×
× – ⏑ ] μίμνειν ⁝ λ̣[– ⏑ – × – ⏑ ×
× – ἄ]πλοια ⁝ καὶ̣ [⏑ – × – ⏑ ×
μή νυν δακ]ρύση〈ι〉ς ⁝ μη[δ ⏑ – × – ⏑ ×
× – ⏑]ν εὖ φ̣[ρον– – ⏑ ⁝ – × – ⏑ ×
ἰδού, μετʼ εὐ]κλεί̣[ας γὰρ ⁝ – × – ⏑ ×
× – ⏑ ]ησ̣ο̣[..]η[
[ ].[ ].μ[
[]..ατέσθ[
[] [
[] –νομαζ̣[
«κυδάζεται»]
λοιδορεῖται, ὑβρίζεται ὑπὸ πάντων. καὶ Ἐπίχαρμος ἐν Ἀμύκωι·
«Ἄμυκε, μὴ κύδαζέ μοι
τὸν πρεσβύτερον ἀδελφ〈ε〉όν»,
καὶ Αἰσχύλος ἐν Ἰφιγενείαι·
«οὔ τοι γυναιξὶ 〈χρὴ〉 κυδάζεσθαι· τί γάρ;».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «κυδάζεσθαι»·
λοιδορεῖσθαι.
ΚΑΛΛΙΣΤΩ
Κατάλογ. Καλλιστώ.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «Πανίας
βήσσας»· ὡς ἐπὶ τοῦ Πανός. Αἰσχύλος Καλλιστοῖ.
Συναγ. λέξ. χρησίμ. «Πανίας βήσσας»·
ἀπὸ τοῦ Πανός.
ΚΑΡΕΣ Η ΕΥΡΩΠΗ
Κατάλογ. Κᾶρες ἢ Εὐρώπη.
Στράβων οἱ ποιηταὶ δὲ μάλιστα οἱ τραγικοὶ
συγχέοντες τὰ ἔθνη, καθάπερ τοὺς Τρῶας καὶ τοὺς Μυσοὺς καὶ τοὺς
Λυδοὺς «Φρύγας» προσαγορεύουσιν, οὕτω καὶ τοὺς Λυκίους «Κᾶρας».
Εὐρώπη … ταύρωι τε λειμὼν ξένια πάμβοτος παρῆν.
τοιόνδε μὲν Ζεὺς κλέμμα πρεσβύτου πατρὸς
αὐτοῦ μένων ἄμοχθον ἤνυσεν λαβεῖν.
τί οὖν; τὰ πολλὰ κεῖνα διὰ παύρων λέγω·
γυνὴ θεῶι μειχθεῖσα παρθένου σέβας
ἤμειψε, παίδων δʼ ἐζύγη ξυνάονι.
καὶ τρὶς γοναῖσι τοὺς γυναικείους πόνους
ἐκαρτέρησα· ἄρουραν οὐκ ἐμέμψατο
τοῦ μὴ ἐξενεγκεῖν σπέρμα γενναῖον πατρός.
ἐκ τῶν μεγίστων δʼ ἠρξάμην φυτευμάτων
Μίνω τεκοῦσα …
Ῥαδάμανθυν, ὅς περ ἄφθιτος παίδων ἐμῶν,
ἀλλὰ οὐκ ἐν αὐγαῖς ταῖς ἐμαῖς ζόη σφʼ ἔχει·
τὸ μὴ παρὸν δὲ τέρψιν οὐκ ἔχει φίλοις.
τρίτον δέ, τοῦ νῦν φροντίσιν χειμάζομαι,
Σαρπηδόνʼ· αἰχμὴ δʼ ἐξ Ἄρεως καθίκετο.
κλέος γὰρ ἥκειν Ἑλλάδος λωτίσματα
πάσης, ὑπερφέροντας ἀλκίμωι σθένει,
αὐχεῖν δὲ Τρώων ἄστυ πορθήσειν βίαι.
πρὸς οὗ δέδοικα μή τι μαργαίνων δόρει
ἀνυπέρβατον δράσηι τε καὶ πάθηι κακόν.
λεπτὴ γὰρ ἐλπὶς τῆιδε … ἐπεξυρημένηι,
μὴ πάντα παίσασʼ ἐκχέω πρὸς ἕρματι.
Ἰωάννης ὁ Στοβαῖος Αἰσχύλου Καρῶν·
Εὐρώπη « … ἀλλʼ Ἄρης φιλεῖ
ἀεὶ τὰ λῶιστα παντ ατανθρωπων στρατοῦ».
Στέφανος ὁ Βυζάντιος «Μύλασα» πόλις Κα-
ρίας, ἀπὸ Μυλάσου τοῦ Χρυσάορος τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ
Αἰόλου. λέγεται καὶ «Μύλασος», ὡς Αἰσχύλος ἐν Καρσὶν ἢ Εὐρώπηι.
ΚΕΡΚΥΩΝ ΣΑΤΥΡΙΚΟΣ
Κατάλογ. Κερκύων.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ... εἶεν δʼ ἂν καὶ «ἀμφωτίδες» ἐκ τῶν
σκευῶν, Πλάτωνός τε εἰπόντος καὶ ἐν Κερκυόνι
Αἰσχύλου·
«ἀμφωτίδες τοι τοῖς ἐνωτίοις πέλας».
«ἀμφωτίδες»· ἃς ἔχουσιν
οἱ παλαισταὶ περὶ τοῖς ὠσίν.
«ἀμφωτίδες»· χαλκᾶ τινα, ἅπερ οἱ
περιετίθεσαν.
Συναγ. λέξ. χρησίμ. «ἀμφωτίδας»· ... τὰς
περὶ τὰ ὦτα.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἄμβωνες»· αἱ προσ-
αναβάσεις τῶν ὀρῶν. Αἰσχύλος Κερκύωνι καὶ Σισύφωι.
Ἐρωτιανός
καὶ γὰρ οἱ Ῥόδιοι «ἄμβωνας» καλοῦσι τὰς ὀφρυώδεις τῶν
ὀρῶν ἀναβάσεις. μέμνηται τῆς λέξεως καὶ Αἰσχύλος καὶ Ἀριστοφάνης ὁ
γραμματικὸς ἐν ταῖς Ἀττικαῖς Λέξεσι. Ἐπιθέρσης δʼ
ἐν β τῶν Λέξεων «ἄμβωνά» φησι χεῖλος εἶναι σκεύους καὶ τῆς ἀσπίδος
τὸ πρὸς αὐτῆι τῆι ἴτυι. Ἀριστοφάνης δὲ ὁ κωμικὸς
ἐν Αὐτολύκωι φησίν ..., τουτέστι τὰ περὶ τοὺς ἄμβωνας χείλη ...
Ἀπολλώνιος ὁ Κιτιεύς
... ὁ Βακχεῖος ... οὕτως ἐν τοῖς Περὶ τῶν Ἱπποκρατείων
λέξεων ἐξηγεῖται· «ἐν ταῖς Λέξεσιν
ὡς ὅτι Ῥόδιοι “ἄμβωνας” καλοῦσι τοὺς τῶν ὀρῶν λόφους
καὶ καθόλου τὰς προσαναβάσεις ... ἀναγέγραπται δὲ ὁμοίως· “ἄμβων”
τῆς λοπάδος τὸ περικείμενον χεῖλος· Ἀριστοφάνης»
«ἄμβων»· κυρίως τὸ χεῖλος τῆς λοπάδος, παρὰ τὸ ἐν
ἀναβάσει εἶναι, οἷον .... λέγονται δὲ καὶ οἱ ὀρεινοὶ καὶ
ὑψηλοὶ τόποι, οἷον
«... ἐπʼ οὔρεος ἀμβώνεσσι».
.... καὶ καθόλου προσανάβασις καὶ ὑπεροχή, καὶ ὁ τοῦ ὄρους λόφος.
Εὐστάθιος ὁ Θεσσαλονίκης «ἄκριες» λόφοι ὀρῶν οἱ καὶ «ἄμβω-
νες», ὧν πολλὴ ἡ χρῆσις. φησὶ γοῦν Αἴλιος Διονύσιος·
«ἄμβωνες»· λόφοι ὀρῶν καὶ ἴτυς πᾶσα καὶ οἷον ὀφρὺς καὶ ὑπεροχή, καὶ
χείλη δὲ λοπάδων οἷον φέρεται δὲ καὶ ὅτι «ἄμβων»
λοπάς, καὶ ἡ τῆς λοπάδος ἐνδοτάτω ὀφρύς, καὶ τὰ χείλη, καὶ ὀρῶν λόφοι,
προσαναβάσεις, ὑπεροχαί, καὶ αἱ τοῖς κοιλώμασι περικείμεναι ὀφρῦς.
Συναγ. λέξ. χρησίμ. «ἄμβωνες»· τὰ χείλη τῶν
λοπάδων, καὶ οἱ λόφοι τῶν ὀρῶν καὶ ἴτυς πᾶσα καὶ οἷον ὀφρὺς καὶ
ὑπεροχή· Ἀριστοφάνης ὁ κωμικός ...., καὶ
αἱ προσαναβάσεις.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀπεψύχη»· ἀπεπνευμα-
τίσθη. Αἰσχύλος Κερκυόνι σατυρικῶι.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀτίσεις»· ἀτιμάσεις.
Αἰσχύλος Κερκύωνι.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς
«εὐληματεῖ»· λήματος καὶ ἀνδρείας εὖ ἔχει.
Αἰσχύλος Κερκυόνι σατυρικῶι.
Οὐαλέριος Ἁρποκρατίων Συναγ. λέξ. χρησίμ.
«ὄρον» σκεῦός τι γεωρ-
γικόν, ὡς Ἰσαῖος ἐν τῶι Κατὰ Διοκλέους ὑποσημαίνει.
μήποτε μέντοι τὸ «ὄρον» παρά τε Αἰσχύλωι ἐν Κερκύωνι καὶ παρὰ
Μενάνδρωι ἐν β Ἐπικλήρωι σημαίνει ξύλον τι, ὧι τὴν
πεπατημένην σταφυλὴν πιέζουσιν.
ΚΗΡΥΚΕΣ ΣΑΤΥΡΟΙ
Κατάλογ. Κήρυκες.
Ψευδοαπολλόδωρος ἀνακάμπτοντι δὲ αὐτῶι
Ἡρακλεῖ ἀπὸ τῆς θήρας συνήν-
τησαν κήρυκες παρὰ Ἐργίνου πεμφθέντες, ἵνα παρὰ Θηβαίων τὸν δασμὸν
λάβωσιν. ἐτέλουν δὲ Θηβαῖοι τὸν δασμὸν Ἐργίνωι διʼ αἰτίαν τήνδε. Κλύ-
μενον τὸν Μινυῶν βασιλέα λίθωι βαλὼν Μενοικέως ἡνίοχος ὄνομα Περιή-
ρης ἐν Ὀγχηστῶι Ποσειδῶνος τεμένει τιτρώσκει· ὁ δὲ κομισθεὶς εἰς Ὀρχο-
μενὸν ἡμιθνὴς ἐπισκήπτει τελευτῶν Ἐργίνωι τῶι παιδὶ ἐκδικῆσαι τὸν
θάνατον αὐτοῦ. στρατευσάμενος δὲ Ἐργῖνος ἐπὶ Θήβας, κτείνας
οὐκ ὀλίγους ἐσπείσατο μεθʼ ὅρκων, ὅπως πέμπωσιν αὐτῶι Θηβαῖοι δασμὸν
ἐπὶ εἴκοσιν ἔτη κατὰ ἔτος ἑκατὸν βόας. ἐπὶ τοῦτον τὸν δασμὸν εἰς Θήβας
τοὺς κήρυκας ἀπιόντας συντυχὼν Ἡρακλῆς ἐλωβήσατο· ἀποτεμὼν
γὰρ αὐτῶν τὰ ὦτα καὶ τὰς ῥῖνας καὶ διὰ σχοινίων τὰς χεῖρας δήσας ἐκ
τῶν τραχήλων ἔφη τοῦτον Ἐργίνωι καὶ Μινύαις δασμὸν κομίζειν.
ἐφʼ οἷς ἀγανακτῶν ἐστράτευσεν ἐπὶ Θήβας. Ἡρακλῆς δὲ λαβὼν ὅπλα παρʼ
Ἀθηνᾶς καὶ πολεμαρχῶν Ἐργῖνον μὲν ἔκτεινε, τοὺς δὲ Μινύας ἐτρέψατο
καὶ τὸν δασμὸν διπλοῦν ἠνάγκασε Θηβαίοις φέρειν.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ... μήποτʼ οὖν βέλτιον «στενόστομον» αὐτὸ
καλεῖν. εἴρηται δὲ τοὔνομα ἐπὶ ἀμφορέως ἐν σατυρικῶι δρά-
ματι Κήρυξι τοῖς Αἰσχύλου·
«στενόστομον τὸ τεῦχος· … ».
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ... φαίης δʼ ἂν καὶ «σίσυρναν», Αἰσχύ-
λου μὲν ἐν Κήρυξι σατύροις λέγοντος
«καὶ τῆς σισύρνης τῆς λεοντείου δορᾶς»,
Σοφοκλέους δʼ ἐν Μούσαις
«ψαλίδας τιάρας καὶ σισυρνώδη στολήν».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς Συναγ. λέξ.
«λεόντειος δορά»· τὸ δέρμα αὐτοῦ
Ἡσύχιος ὁ Ἀλεξανδρεύς Συναγ. λέξ.
«πυρσοκόρσου .. λέοντος»· πυρροκεφάλου,
ξανθοτρίχου. Αἰσχύλος ἐν Κήρυξι σατύροις.
Λεξικὰ Σεγουηριανά «κακοποιεῖν». Αἰσχύλος Κή-
ρυξιν.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ... καὶ «στραγγεύεσθαι» δὲ ἐν ταῖς Ἀρι-
στοφάνους Νεφέλαις φαῦλον γὰρ τὸ «λογγάζειν» ἐν τοῖς Κήρυξι
τοῖς Αἰσχύλου.
Συναγ. λέξ. χρησίμ. «λογγάσω»· στραγ-
γεύσομαι, ὃ ἡμεῖς «λαγγάσω» καὶ «λαγγονεύσω» λέγομεν. Αἰσχύλος.
Λεξικὰ Σεγουηριανά «νοσσόν», χωρὶς τοῦ «ε». Αἰσχύ-
λος Κήρυξιν.
ΚΡΗΣΣΑΙ
Κατάλογ.Κρῆσσαι.
Ἀθήναιος «συκάμινα»· ὅτι πάντων ἁπλῶς οὕτω
καλούντων αὐτὰ Ἀλεξανδρεῖς μόνοι «μόρα» ὀνομάζουσι .... φέρει δὲ τὸν
καρπὸν τοῦτον ἡ Αἰγυπτία συκάμινος ἀπὸ τοῦ ξύλου καὶ οὐκ ἀπὸ τῶν
ἐπικαρπίων.
«μόρα» δὲ τὰ συκάμινα καὶ παρʼ Αἰσχύλωι ἐν Φρυξὶν ἐπὶ τοῦ Ἕκ-
τορος·
«ἀνὴρ δʼ ἐκεῖνος ἦν πεπαίτερος μόρων».
ἐν δὲ Κρήσσαις καὶ κατὰ τῆς «βάτου»·
«λευκοῖς τε γὰρ μόροισι καὶ μελαγχίμοις
καὶ μιλτοπρέπτοις βρίθεται ταὐτοῦ χρόνου»,
Σοφοκλῆς
«πρῶτον μὲν ὄψει λευκὸν ἀνθοῦντα στάχυν,
ἔπειτα φοινίξαντα γογγύλον μόρον» ...
Εὐστάθιος ὁ Θεσσαλονίκης Αἰσχύλος
«πέπλους μελαγχίμους» φησίν. ἕτερος δέ τις «μελάγ-
χιμα» συκάμινα ἐν τῶι
«λευκοῖς τε γὰρ μόροισι καὶ μελαγχίμοις»,
ὅπερ ἐστὶ μέλασι,
«καὶ μιλτοπρέπτοις»,
ἤγουν ἐρυθροῖς,
«βρίθεται ταὐτοῦ χρόνου».
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης «συκάμινα»· ταῦτα δὲ καὶ «μόρα» Αἰσχύλος
ὠνόμακεν, τὰ ἄγρια οὕτως ὀνομάσας τὰ ἐκ τῆς «βάτου».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «βρίθεται»· βαρύνεται
καρπῶι.
Ψευδοαπολλόδωρος ... Γλαῦκος δὲ ἔτι νήπιος
ὑπάρχων μῦν διώκων εἰς μέλιτος πίθον πεσὼν ἀπέθανεν. ἀφανοῦς δὲ ὄντος
αὐτοῦ Μίνως πολλὴν ζήτησιν ποιούμενος περὶ τῆς εὑρέσεως ἐμαντεύετο.
Κούρητες δὲ εἶπον αὐτῶι τριχρώματον ἐν ταῖς ἀγέλαις ἔχειν βοῦν,
τὸν δὲ τὴν ταύτης χρόαν ἄριστα εἰκάσαι δυνηθέντα καὶ ζῶντα τὸν παῖδα
ἀποδώσειν. συγκληθέντων δὲ τῶν μάντεων Πολύϊδος ὁ Κοιρανοῦ τὴν
χρόαν τῆς βοὸς εἴκασε «βάτου» καρπῶι .....
« … αὐτορέγμονος πότμου»·
ὅσον ἑαυτὸν ἔρεζε καὶ κατέθυσε. «αὐτορέγμονος»· παρὰ τὸ ὀρέγειν τὴν
χεῖρα. Αἰσχύλος Κρήσσαις.
Συναγ. λέξ. χρησίμ. «αὐτόριζον» …
«αὐτόρεκτον»· οἷον τὸν ἑαυτὸν ἀποκτείναντα· «ῥέξαι» γὰρ τὸ θῦσαι. ἢ
«αὐτορέγμονος» αὐτὸν ἐφʼ ἑαυτὸν ὀρέγοντα τὴν χεῖρα· Ὅμηρος
«ἔγχει ὀρεξάσθω ....».
Συναγ. λέξ. χρησίμ.
« … πισσοκωνήτωι πυρί»·
τῶι εὐκαύτωι, ἐπεὶ τὰ καιόμενα πίσσηι χρίεται. Αἰσχύλος Κρήσσαις.
« … πισσοκωνήτωι πυρί».
πίσσηι χρίουσιν, ἵνα τάχιον κατακαίηται· «κωνῆσαι» δέ ἐστι τὸ περιενεγ-
κεῖν. «κωνῆσαι» … καὶ κύκλωι περιενεγκεῖν. καὶ
«πισσοκώνητον» μόρον λέγουσιν, ὅταν πίσσηι καταχρισθέντες τινὲς ὑπὸ
πυρὸς ἀποθάνωσιν. Αἰσχύλος Κρήσσαις. καὶ Κρατῖ-
νος·
«πισσοκωνίας Ἄρην»·
«πισσοκωνία» γὰρ ἡ νῦν «πίσσα», διὰ τί; χρίουσι τὰ παρίσθμια τῶν προ-
βάτων.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀτόπαστον»· ἀνείκαστον.
«τοπάζειν» γὰρ τὸ εἰκάζειν· καὶ τὸ «ὑποτοπάσαι» δὲ ἐνθένδε λέγεται.
Αἰσχύλος Κρήσσαις.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἐπιξενοῦμαι»
ξενοδοκοῦμαι, ἐπιμαρτύρομαι. «ἐπιξενοῦσθαι»· μαρ-
τύρεσθαι, πορεύεσθαι. Σοφοκλῆς Ἀχαιῶν Συλλόγωι καὶ
Αἰσχύλος Κρήσσαις.
ΚΥΚΝΟΣ
«οὐδʼ ἐξέπληττον
αὐτούς, Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους»
Λάϊος
ΛΑΙΟΣ
ΑΙΣΧΥΛΟΥ
ἐδιδάχθη ἐπὶ Θεαγενίδου ὀλυμπιάδος οη ἔτει α.
ἐνίκα Αἰσχύλος Λαΐωι Οἰδίποδι Ἑπτὰ ἐπὶ Θήβαις
Σφιγγὶ σατυρικῆι. δεύτερος Ἀριστίας ταῖς τοῦ πα-
τρὸς αὐτοῦ τραγωιδίαις. τρίτος Πολυ-
φράσμων Λυκουργείαι τετραλογίαι.
ἡ μὲν σκηνὴ τοῦ δρά-
ματος ὑπόκειται ἐν Θή-
βαις. ὁ δὲ χορὸς συνέστη-
κεν ἐκ πολιτῶν γε-
ραιῶν· ὁ προλογί-
ζων Λάϊος
τὰ πρόσωπα·
Λάϊος …
Κατάλογ. Λάϊος.
«καὶ γὰρ ἀνὴρ παχὺς ἥκει τῶν προδόντων τἀπὶ Θράικης· ὃν ὅπως
ἐγχυτριεῖς» ἀπὸ τῶν ἐκτιθεμένων παιδίων «ἐν χύτραις». διὸ καὶ Σοφοκλῆς
τὸ ἀποκτεῖναι «χυτρίζειν» ἔλεγεν ἐν Πριάμωι
καὶ Αἰσχύλος Λαΐωι
καὶ Φερεκράτης.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «χυτρίζειν»·
ἐν «χύτραι» ἐκτιθέναι.
«ποίας
μερίμνης τοῦθʼ ὑποστραφεὶς λέγεις; — ἔδοξʼ ἀκοῦσαι σοῦ τόδʼ,
ὡς ὁ Λάϊος κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς. — ηὐδᾶτο
γὰρ ταῦτʼ οὐδέ πω λήξαντʼ ἔχει. — καὶ ποῦ ʼσθʼ ὁ χῶρος οὗτος οὗ
τόδʼ ἦν πάθος; — Φωκὶς μὲν ἡ γῆ κλήιζεται, σχιστὴ δʼ ὁδὸς
ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει.» περὶ Δαυλίδα φησὶ τὴν «σχιστὴν
ὁδόν», ὁ δὲ Αἰσχύλος
περὶ Ποτνίας οὕτως·
Ἄγγελος « … ἐπῆιμεν τῆς ὁδοῦ τροχήλατον
σχιστῆς κελεύθου τρίοδον, ἔνθα συμβολὰς
τριῶν κελεύθων Ποτνιάδων ἠμείβομεν».
.... «ἀπάργματα» λέγεται .....
ὅτι δὲ καὶ ἐγεύοντο τοῦ αἵματος καὶ «ἀπέπτυον»,
Αἰσχύλος ἐν ταῖς Περραιβίσιν ἱστορεῖ καὶ ἐν τῶι Λαΐωι...
Χορός …
… εἰσβολάν
…
… Λάϊον
τοῦ βαθυρρόου πόρου ῥεύματα ἐξικμάζειν
… πόλει
… πνεύ
… ρωι
… γων …
… ως ζ
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀράχνου»· ἀπʼ εὐθείας «ὁ
ἀράχνης». Αἰσχύλος Λαΐωι — «ἅλαδʼ ἄγει ἄραχ-
νος ὣς βάδην ὄναρ ὄναρ μέλαν».
Οἰδίπους
Κατάλογ. Οἰδίπους.
Ἑπτὰ ἐπὶ Θήβας
Σφὶγξ σατυρική
Κατάλογ. Σφίγξ.
Ἀθήναιος ... Αἰσχύλος δʼ ἐν τῶι Λυομένωι Προ-
μηθεῖ σαφῶς φησιν ὅτι ἐπὶ τιμῆι τοῦ Προμηθέως τὸν στέφα-
νον περιτίθεμεν τῆι κεφαλῆι ἀντίποινα τοῦ ἐκείνου δεσμοῦ, καίτοι ἐν τῆι
ἐπιγραφομένηι Σφιγγὶ εἰπών·
«τῶι δὲ ξένωι γε … ἀρχαῖον στέφος,
δεσμῶν ἄριστος ἐκ Προμηθέως λόγου».
Ἀριστοφάνους Σχόλια «Σφίγγα δυσαμεριᾶν πρύτανιν κύνα
πέμπει.» ἐκ Σφιγγὸς Αἰσχύλου.
«κνοῦς»· ὁ ἐκ τοῦ ἄξονος ἦχος. λέγεται δὲ καὶ «κνόη». καὶ ὁ τῶν ποδῶν ψόφος,
ὡς Αἰσχύλος Σφιγγί. τινὲς δέ φασιν «κνοῦν» μὲν ἦχον, «χνόην» δὲ
περὶ ὃ μέρος τοῦ ἄξονος, ἡ χοινικίς. «χνόαι»· αἱ
χοινικίδες, αἱ τοῦ ἄξονος σύριγγες. «χνόην»
τὸν τῶν ποδῶν ψόφον.
… ε χνόαι ποδῶν
… ων δι
ΛΕΩΝ ΣΑΤΥΡΙΚΟΣ
Κατάλογ. Λέων.
Στέφανος ὁ Βυζάντιος «χώρα»· .... ὅθεν τὸ «χωρί-
της» ..... καὶ Αἰσχύλος ἐν Λέοντι σατυρικῶι·
«ὁδοιπόρων δήλημα, χωρίτης δράκων».
.[.].ο.[
]τʼ ἀλ.ο[
]οντʼ ἐγ̣ε̣ίρετε̣ [
]ρος κ̣ακὴν .[
....]υσμ[ | ].ς ῥύμη̣[
..]των χαίρε̣ι̣[ς | κ]ο̣ὐκ ὀ̣[νοτάζηι
[ ]υσης παρα̣[ | ]ε.[
οὔ̣] πω πρότερ[ον ⁝ | ]η̣[
.]ν̣υμφα[.]ηκλ̣[ | ]μ̣ενω̣ς
...]ι̣ς ἐπέ̣βη̣[.].[ | ] [
κατ]α̣πρασσόμ[ενος ⁝ | νε͜ᾶ]ν̣ιν θαλί̣α̣ν
καὶ ἐ]ποίμ̣ηνα[ς ⁝ καὶ ἐβ]α̣σ̣ί̣λε̣υσας
[ ]. ὅ[ς̣] σε τί̆ει ⁝ μ̣[ | δά]φ̣ν̣αις·
τῶν] δ̣ʼ οὐρανίω̣[ν ⁝ οὐδεὶς | χαί]ρ̣ε̣[ι
τούτ]ο̣ις· τάδ̣ε̣ δʼ ἀντι̣φ̣[ατ|ο]ῦμεν.[
εἴ]ρ̣γ̣ε̣ι γὰρ οὐ̣ρα[νοῦ π]άτ̣|ος
βήμ]α̣τ̣ʼ ἀ̣πτέρου̣ δάκ̣ο̣υ̣ς· [
].ά̣τ̣ʼ ἴσμεν [
.....].τ̣ινος̣ νέου· [
οὐ μ]ε̣τ̣αιχμίω̣ι̣ φορᾶι πρὸς νεφῶ̣[ν ἕδος πέτηι,
ἀλλ]ὰ, νηλίπουν [κέ]λευθον
ἐ]κ̣[περ]ᾶι̣ς ἐν πό[δεσ]σιν ὀξύ[ρινος ⏑–
–] κυν̣ός. –⁚
]̣´α̣ν τάδε [
]κο̣υ̣ρ̣[
τιμη.[
μή, ν̣`̣[
δυσδαιμ[
ὁ̣ πιστὰ .[
εἰκοῖ, μα̣[
ὄλβο.[
ἀλ[
η.[
ε.[
[ ].[
[]α̣[
[ ]επρ̣[
[] φαιδι̣[μ
[]ρ̣αι μη[
[]ε̣ν̣α̣.[
[].παρ̣[
[ ]πτε.[
〈ΣΑΤ.?〉 καὶ πρ.[
⸏̣πᾶσα γε̣[
φ̣ῶς ἀ̣ν[άψατʼ ἐν δόμοις,
ϊ̔ε̣ρ̣[ὸ̣]ν̣ ..α̣.[
ὦ καλλ̣[ίνικε, χαῖρε.
ἁ̣]π̣α̣ν[
Λ̣[έ]ο̣[ν]τ[
Λ̣έοντ[
⸏χεῖ̣ρες τ̣[
απα..[
αα[
ωσ[
⸏ν.[
ὀρθάδα̣[ν
ὅ τʼ ἐκ Λέοντ̣[ος
ἤδη κ[
κεκ̣λ̣[
Μέμνων
Κατάλογ. Μέμνων.
Ἀριστοφάνης ὁ Ἀθηναῖος οὐδʼ ἐξέπληττον
αὐτούς, Κύκνους ποιῶν καὶ Μέμνονας κωδω-
νοφαλαροπώλους — σαλπιγγολογχυπηνάδαι σαρκασμοπιτυοκάμπται.
...
καὶ Αἰσχύλος·
Μέμνων «γένος μὲν αἰνεῖν ἐκμαθὼν ἐπίσταμαι
Αἰθιοπίδος γῆς, ἔνθα Νεῖλος ἑπτάρους
γαῖαν κυλίνδων πνευμάτων ἐπομβρίαι
…
ἐν δʼ ἥλιος πυρωπὸν ἐκλάμψας φλόγα
τήκει πετραίαν χιόνα· πᾶσα δʼ εὐθαλὴς
Αἴγυπτος ἁγνοῦ νάματος πληρουμένη
φερέσβιον Δήμητρος ἀντέλλει στάχυν».
Ἀριστείδης ὁ ῥήτωρ ... καί, ὡς
ἔοικεν, Αἰγυπτίων μὲν οἱ μὴ ἀποδημήσαντες οὐδὲ εἶδον χιόνα, ἀλλʼ οὐδʼ
ἑτέρου λέγοντος δύνανται μαθεῖν ..., οἱ δʼ ἐπὶ τῆι τῆς μεσημβρίας ἀρχῆι
χιόνος πλέον ἢ θέρμης ἔχουσιν; καὶ τί γένοιτʼ ἂν τούτου τραγικώτερον
ψεῦσμα, ἄν τʼ Εὐριπίδης ἄν τʼ Αἰσχύλος αὐτὸς
συνθῆι; ... καὶ πρὸς μὲν Εὐριπίδην τε καὶ Αἰσχύλον καὶ
ταῦτα ἴσως οὐχ ἱκανά, ἀλλὰ πέρα τῶν ἱκανῶν, οὕτως γε σαφοῦς καὶ πρὸ
ποδῶν ὄντος τοῦ ἐλέγχου καὶ δεικνύντος ὅλως τὸ ἀδύνατον ...
... ἀπεβλέψαμεν οὖν εἰς τὰ νέφη καί τις ἔφη τῶν παρόντων «ταῦτα
δὴ τὰ τοῦ Νείλου “πνεύματα”», οὕτω γάρ πως ὠνόμασε· καὶ ὃς ἐγέ-
λασεν ...
... οὔθʼ ὑπὲρ τοὺς Καταρράκτας δυνατὸν τὸ ὕδωρ ὑπερβαλεῖν
εἰ μὴ κατʼ Αἰσχύλον ὡς ἀληθῶς ἐξ αἰθέρος τις αὐτὸ
«καταπαλτὸν» φέρεσθαι θείη ...
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια περὶ τῆς τοῦ
Νείλου ἀναδόσεως διάφοροι αἰτίαι παρὰ τοῖς παλαιοῖς ἐλέγοντο. Ἀναξα-
γόρας μὲν γάρ φησι διὰ τῆξιν τῆς χιόνος πληθύειν αὐτόν.
ὧι ἕπεται καὶ Εὐριπίδης λέγων·
«Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί ...
λευκῆς τακείσης χιόνος ὑγραίνει γύην».
καὶ Αἰσχύλος δὲ καὶ Σοφοκλῆς ὑπέλαβον τοὺς ὑπὸ τὴν
Αἴγυπτον χιονίζεσθαι τόπους καὶ τηκομένης τῆς χιόνος τὴν χύσιν εἰς τὸν
Νεῖλον ἐκδίδοσθαι ...
...
...
Εὐστάθιος ὁ Θεσσαλονίκης ... λέγεται δὲ καὶ ὁμοφώνως τῶι
ἀρσενικῶι, κατὰ τοὺς παλαιούς· «Αἰθίοπα» γοῦν, φασί, «φωνὴν»
Αἰσχύλος λέγει καὶ
«πότερα γυνή τις Αἰθίοψ φανήσεται;»·
οὕτω δέ, φασί, καὶ ἄλλα ἐξ ἀρρενικῶν ἐπὶ θηλυκὰ μεταφέρονται, ὡς τὸ
«Κίλιξ δὲ χώρα καὶ Σύρων ἐπιστροφαί».
Εὐστάθιος ὁ Θεσσαλονίκης Συναγ. λέξ. χρησίμ.
... καὶ τὴν ἐκεῖθεν πνοὴν «ἄρκιον», εἰς ὃ καὶ φέρει
ἐκεῖνος χρῆσιν ταύτην·
«καὶ μὴν πελάζει καὶ καταψύχει πνοὴ
ἄρκιος ὣς ναύτηισιν ἀσκεύοις μολών».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀσκεύοις»· ψιλοῖς,
ἀπαρασκεύοις. Αἰσχύλος Μέμνονι.
Ἀριστοφάνους Σχόλια «.. κυρεῖν παρασχὼν ἰταμαῖς
κυσὶν ἀεροφοίτοις.» ..... τοῦτο ἐκ Μέμ-
νονος.
Συναγ. λέξ. χρησίμ.
«ἀθερής»· ἴσως μὲν ὁ ἀτειρής, ἢ ὁ ἀντερειστικός. Αἰσχύλος
Μέμνονι·
«χαλκὸν ἀθερῆ τόνδʼ ἀσπίδος θʼ ὑπερτενῆ».
ἢ ὁ λαμπρός, ὁ διὰ λαμπρότητα ἀθρούμενος· ἢ ὁ ἀθερίζων καὶ οὐδενὸς
ἔχων λόγον διὰ σκληρότητα· ἢ ὁ ὀξύς, παρὰ τοὺς ἀθέρας.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀθερής»· ὁ σίδηρος.
ἀτειρής, ὅταν θερίζηι· ἢ θεριστικός· ἢ ὁ διὰ λαμπρότητα ἀθρούμενος· ἢ
ὀξύς, ἀπʼ ἀσταχύων.
«ἀθερής»· ἤτοι ἀτειρής· ἢ ὁ
ἄγαν θεριστικός· ἢ ὑπέροπτος· ἢ θαυμαστός.
«δουρί»· πέντε ἔχει δοτι-
κάς· ........ ἢ «δόρει» παρʼ Αἰσχύλωι ἐν Μέμνονι·
«... σὺν δόρει στρατόν».
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Αἰσχύλος δὲ Ἀχιλλέα σὺν τῆι παν-
οπλίαι φησὶν ὄπιθεν ὁρμήσαντα πηδῆσαι τὴν τάφρον μὴ δείξαντα τὰ νῶτα
τοῖς ἐχθροῖς.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «γονίας»· εὐχερής. Αἰσχύλος
Ἀγαμέμνονι
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ... ὁπότε μὴν ἀντὶ τετάρτου ὑπο-
κριτοῦ δέοι τινὰ τῶν χορευτῶν εἰπεῖν ἐν ὠιδῆι, «παρασκήνιον» καλεῖται
τὸ πρᾶγμα. εἰ δὲ τέταρτος ὑποκριτής
τι παραφθέγξαιτο, τοῦτο «παραχορήγημα» ὀνομάζεται, καὶ πεπρᾶχθαί φασιν
αὐτὸ ἐν Ἀγαμέμνονι Αἰσχύλου
Ψυχοστασία
Κατάλογ. Ψυχοστασία.
Πλούταρχος ... οἷον ἐπὶ
τοῦ Διὸς εἰρηκότος Ὁμήρου
«ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,
τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἱπποδάμοιο,
ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ,
ὤιχετο δʼ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων»,
τραγωιδίαν ὁ Αἰσχύλος ὅλην τῶι μύθωι περιέθηκεν, ἐπιγράψας Ψυχο-
στασίαν καὶ παραστήσας ταῖς πλάστιγξι τοῦ Διὸς ἔνθεν μὲν τὴν Θέτιν,
ἔνθεν δὲ τὴν Ἠῶ, δεομένας ὑπὲρ τῶν υἱέων μαχομένων.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν «ἐν δʼ ἐτίθει δύο κῆρε ...»
... καὶ ὅτι τὰς θανατηφόρους Μοίρας λέγει. ὁ δὲ Αἰσχύλος νομίσας
λέγεσθαι τὰς ψυχὰς ἐποίησε τὴν Ψυχοστασίαν, ἐν ἧι ἐστιν ὁ Ζεὺς
«ἱστὰς» ἐν τῶι ζυγῶι τὴν τοῦ Μέμνονος καὶ Ἀχιλλέως «ψυχήν».
Εὐστάθιος ὁ Θεσσαλονίκης φασὶ δὲ οἱ παλαιοί, ὅτι Αἰσχύλος
ἐνταῦθα «κῆρας» οὐ τὰς εἰς θάνατον Μοίρας, ἀλλὰ ψυχὰς νοήσας ἐποίησεν
αὐτὸς Ψυχοστασίαν, ἐν ἧι ὁ Ζεὺς «ἵστησιν» ἐν ζυγῶι τὴν τοῦ Μέμ-
νονος καὶ τοῦ Ἀχιλλέως «ψυχήν».
πρὸς Αἰσχύλον Ψυχοστασίαν γράψαντα καὶ τὸ «κήρ»
ἀκούσαντα οὐκ ἐπὶ τῆς Μοίρας λεγόμενον, ἀλλʼ ἐπὶ τῆς ψυχῆς, ὅτι θηλυ-
κῶς μὲν «ἡ κήρ» τὴν Μοῖραν δηλοῖ, οὐδετέρως δὲ «τὸ κῆρ» καὶ περισπω-
μένως τὴν ψυχήν, ὃ διαιρεῖται εἰς «κέαρ». εἰ δὲ ἔλεγε τὴν ψυχήν, οὐκ ἂν
ἔφησε «δύο κῆρε» διὰ τοῦ «ε», ἀλλὰ «δύο κῆρα» διὰ τοῦ «α».
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν «κῆρας» τὰς Μοίρας λέγει, οὐ τὰς
ψυχάς, ὡς ἐξεδέξατο φαύλως Αἰσχύλος· ἐπάγει γὰρ
«τὴν μὲν ....»,
«τὸ κέαρ» δὲ λέγεται οὐδετέρως ἐπὶ τῆς ψυχῆς.
Εὐστάθιος ὁ Θεσσαλονίκης φασὶ δὲ οἱ παλαιοὶ ἐκ τούτου τοῦ
χωρίου πεπλάσθαι, ὡς καὶ αὐτὸ προεδηλώθη, τὴν Ψυχοστασίαν τῶι
Αἰσχύλωι «κῆρε» νοήσαντι τὰς ψυχάς, ὡς καθόλου τοῦ Διὸς «ψυχὰς
ἱστῶντος».
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ἀπὸ δὲ τοῦ θεολογείου ὄντος ὑπὲρ τὴν
σκηνὴν ἐν ὕψει ἐπιφαίνονται θεοί, ὡς ὁ Ζεὺς καὶ οἱ περὶ αὐτὸν ἐμ Ψυχο-
στασίαι. ἡ δὲ γέρανος μηχάνημά ἐστιν ἐκ μετεώρου καταφερόμενον ἐφʼ
ἁρπαγῆι σώματος, ὧι κέχρηται Ἠὼς ἁρπάζουσα τὸ σῶμα τὸ Μέμνονος.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς Συναγ. λέξ. χρησίμ.
«ἀνηκίδωτοι»· ἄνευ
ἀκίδος. Αἰσχύλος Ψυχοστασίαι.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «αὐριβάτας». Αἰσχύ-
λος τὸ «αὐρι» ἐπὶ τοῦ ταχέως τίθησι· καὶ ὁ αὐτὸς Ψυχοστασίαι
οὕτως φησὶ τὸ ὄνομα, ταχυβήμων.
Συναγ. λέξ. χρησίμ. «αὐρίβατον». τὸ
«αὐρι» τιθέασιν ἐπὶ τοῦ ταχέως καὶ τάχα. οὐκ ἀπὸ τῆς «αὔρας», ἀλλὰ
κατά τινα βαρβαρικὴν λέξιν· τάχα δὲ καὶ ἀπὸ τοῦ «αὔριον».
Ὦρος ὁ Ἀλεξανδρεύς ... καὶ
συναλοιφῆι «ὤια». ἔστι δὲ καὶ διὰ μόνου τοῦ «ο», ἡ «ὄα». Αἰσχύ-
λος Ψυχοστασίαι.
Στράβων ... φησὶ δὲ καὶ Αἰσχύλος τὴν μητέρα
Μέμνονος Κισσίαν.
Μυρμιδόνες
Κατάλογ. Μυρμιδόνες.
Ἀριστοφάνης ὁ Ἀθηναῖος
Εὐρώπη ...πρώτιστα μὲν γὰρ ἕνα τινʼ ἂν καθῖσεν ἐγκαλύψας,
Ἀχιλλέα τινʼ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς,
πρόσχημα τῆς τραγωιδίας, γρύζοντας οὐδὲ τουτί.
Διόνυσος μὰ τὸν Δίʼ, οὐ δῆθʼ.
Εὐρώπη ὁ δὲ χορός γʼ ἤρειδεν ὁρμαθοὺς ἂν
μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν· οἱ δʼ ἐσίγων.
Διόνυσος ἐγὼ δʼ ἔχαιρον τῆι σιωπῆι, καί με τοῦτʼ ἔτερπεν
οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες.
Εὐρώπη ἠλίθιος γὰρ ἦσθα,
σάφʼ ἴσθι.
Διόνυσος κἀμαυτῶι δοκῶ. τί δὲ ταῦτʼ ἔδρασʼ ὁ δεῖνα;
Εὐρώπη ὑπʼ ἀλαζονείας, ἵνʼ ὁ θεατὴς προσδοκῶν καθῆιτο,
ὁπόθʼ ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δʼ ἂν διήιει.
Διόνυσος ὦ παμπόνηρος, οἷʼ ἄρʼ ἐφενακιζόμην ὑπʼ αὐτοῦ.
τί σκορδινᾶι καὶ δυσφορεῖς;
Εὐρώπη ὅτι αὐτὸν ἐξελέγχω.
κἄπειτʼ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα
ἤδη μεσοίη, ῥήματʼ ἂν βόεια δώδεκʼ εἶπεν,
ὀφρῦς ἔχοντα καὶ λόφους, δείνʼ ἄττα μορμορωπά,
ἄγνωτα τοῖς θεωμένοις.
Αἰσχύλος οἴμοι τάλας.
Διόνυσος σιώπα.
Εὐρώπη σαφὲς δʼ ἂν εἶπεν οὐδὲ ἓν—
Διόνυσος μὴ πρῖε τοὺς ὀδόντας.
Εὐρώπη ἀλλʼ ἢ «Σκαμάνδρους» ἢ «τάφρους» ἢ ʼπʼ ἀσπίδων ἐπόντας
«γρυπαιέτους» χαλκηλάτους καὶ ῥήμαθʼ ἱππόκρημνα,
ἃ ξυμβαλεῖν οὐ ῥάιδιʼ ἦν.
Διόνυσος νὴ τοὺς θεούς, ἐγὼ γοῦν
ἤδη ποτʼ ἐν μακρῶι χρόνωι νυκτὸς διηγρύπνησα
τὸν «ξοῦθον ἱππαπλεκτρυόνα» ζητῶν τίς ἐστιν ὄρνις.
Αἰσχύλος σημεῖον ἐν ταῖς ναυσίν, ὦμαθέστατʼ, ἐνεγέγραπτο.
Διόνυσος ἐγὼ δὲ τὸν Φιλοξένου γʼ ὤιμην Ἔρυξιν εἶναι.
Εὐρώπη εἶτʼ ἐν τραγωιδίαις ἐχρῆν κἀλεκτρυόνα ποῆσαι;
Αἰσχύλος σὺ δʼ ὦ θεοῖσιν ἐχθρέ, ποῖʼ ἄττʼ ἐστὶν ἅττʼ ἐποίεις;
Εὐρώπη οὐχ «ἱππαλεκτρυόνας» μὰ Δίʼ οὐδὲ «τραγελάφους», ἅπερ σύ,
ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν ....
Χορός «τάδε μὲν λεύσσεις, φαίδιμʼ Ἀχιλλεῦ»·
σὺ δὲ τί, φέρε, πρὸς ταῦτα λέξεις; ....
Αἰσχύλος ...ἀλλʼ ἄλλους τοι πολλοὺς ἀγαθούς,
ὧν ἦν καὶ Λάμαχος ἥρως·
ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐπόησεν,
Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵνʼ ἐπαίροιμʼ ἄνδρα πολίτην
ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσηι ...
Εὐρώπη ... εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ ...
«Φθιῶτʼ Ἀχιλλεῦ, τί ποτʼ ἀνδροδάϊκτον ἀκούων,
ἰή, κόπον, οὐ πελάθεις ἐπʼ ἀρωγάν;» ...
Ἀριστοφάνους Σχόλια ὁ Ἀχιλλεὺς δὲ καθήμενός ἐστι
καὶ οὐκ ἀποκρινόμενος παρʼ Αἰσχύλωι ἐν δράματι ἐπιγραφο-
μένωι Φρυξὶν ἢ Ἕκτορος λύτροις. οὐδὲν δὲ ὁ Ἀχιλλεὺς φθέγ-
γεται.
ἄλλως· εἰκὸς τὸν ἐν τοῖς Φρυξὶν Ἀχιλλέα ἢ Ἕκτορος
λύτροις, ἢ τὸν ἐν Μυρμιδόσιν, ὃς μέχρι τριῶν ἡμερῶν οὐδὲν φθέγ-
γεται.
Αἰσχύλου Σχόλια ἡ Νιόβη διὰ τὴν ὑπερβάλ-
λουσαν λύπην ἐσιώπα, καὶ οἷον τὸ τοῦ Ἀχιλλέως, ὅταν ἐστάλησαν πρὸς
ἐκεῖνον ὁ Ταλθύβιος καὶ Εὐρυβάτης καλοῦντες εἰς μάχην, ὁ δʼ ἐσίγησεν.
Ἀριστοφάνους Σχόλια προείρηται ὅτι ἐκ
τῶν Μυρμιδόνων ἐστὶν ἐπὶ νεὼς
«ἐπὶ αἰετὸς δὲ ξοῦθος ἱππαλεκτρυὼν ...».
— Ἀριστοφάνους Σχόλια «κἆιτα φεύγει πρῶτος ὥσπερ «ξοῦθος ἱππαλεκ-
τρυὼν» τοὺς λόφους σείων.» ... ὅτι τοῦ παρʼ Αἰσχύλωι
ἐν Μυρμιδόσι κληθέντος «ἱππαλεκτρυόνος», ὃν ἀεὶ κωμωιδοῦσιν,
πολλάκις μέμνηται. —ἄλλως· ὁ Αἰσχύλος·
«ἀπὸ αἰετὸς δὲ ξοῦθος ἱππαλεκτρυὼν
στάζει, κριθέντων φαρμάκων πολὺς πόνος».
— Ἀριστοφάνους Σχόλια «κἀστὶ νυνὶ “ξοῦθος ἱππαλεκτρυών” ...» παρὰ
τὰ γραφέντα ἐκ Μυρμιδόνων Αἰσχύλου.
— Ἀριστοφάνους Σχόλια «τάδε μὲν λεύσσεις, φαίδιμʼ Ἀχιλλεῦ ...» πρὸς τὸν
Αἰσχύλον ὁ χορὸς ἀπὸ τῶν αὐτοῦ. ἔστι δὲ ἀρχὴ αὕτη Μυρμιδόνων
Αἰσχύλου.
Εὐστάθιος ὁ Θεσσαλονίκης τὸ δὲ «ταῦτά γε λεῦσσε, πάτερ φίλε»
μεταλαβὼν Αἰσχύλος ἔφη τὸ
«τάδε μὲν λεύσσεις, φαίδιμʼ Ἀχιλλεῦ»,
ὃ κεῖται παρὰ τῶι Κωμικῶι.
Οὐαλέριος Ἁρποκρατίων «προπεπωκότες» ἀντὶ τοῦ
προδεδωκότες. ἐκ μεταφορᾶς δὲ λέγεται. Δημοσθένης Ὑπὲρ Κτησιφῶντος
ἐν ἀρχῆι δὲ τῶν Μυρμιδόνων Αἰσχύλος·
«τάδε μὲν λεύσσεις, φαίδιμʼ Ἀχιλλεῦ,
δοριλυμάντους Δαναῶν μόχθους,
οὓς σὺ προπίνων θάσσεις εἴσω
κλισίας ...».
Ἀριστοφάνους Σχόλια Εὐριπίδης ἐστὶ τὰ
Αἰσχύλου λέγων· ἔστι δὲ ἐκ Μυρμιδόνων Αἰσχύλου.
— Ἀριστοφάνους Σχόλια τοῦτο ἀπὸ τῶν Πρέσβεων πρὸς Ἀχιλλέα Αἰσχύ-
λος πεποίηκεν, ἔστι δὲ ἐκ Μυρμιδόνων.
Ἀθήναιος ἦν δʼ ὄντως λεπτότατος καὶ μακρό-
τατος ὁ Κινησίας, εἰς ὃν καὶ ὅλον δρᾶμα γέγραφεν Στράττις
«Φθιώτην Ἀχιλλέα» αὐτὸν καλῶν διὰ τὸ ἐν τῆι αὑτοῦ ποιήσει
συνεχῶς τὸ «Φθιῶτα» λέγειν. παίζων οὖν εἰς τὴν ἰδέαν αὐτοῦ ἔφη·
«Φθιῶτʼ Ἀχιλλεῦ ....».
Χορός τάδε μὲν λεύσσεις, φαίδιμʼ Ἀχιλλεῦ, δοριλυμάντους
Δαναῶν μόχθους, οὓς σὺ προπίνων θάσσεις εἴσω
κλισίας ...
Χορός Φθιῶτʼ Ἀχιλλεῦ, τί ποτʼ ἀνδροδάϊκτον ἀκούων,
ἰή, κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
Σκάμανδρος
τάφρος
γρυπαίετος
ἀπʼ αἰετὸς δὲ ξοῦθος ἱππαλεκτρυὼν
στάζει, κριθέντων φαρμάκων πολὺς πόνος.
τραγέλαφος
Χορός τάδε μὲν λεύσσεις, φαίδιμʼ Ἀχιλλεῦ,
δοριλυμάντους Δαναῶν μόχθους,
οὓς σὺ προπίνων θάσσεις εἴσω
κλισίας ....
οὕνεκα ....
δηΐο
ηρι
τον
…
… ωλει …
… κοτα
…
… εν …
…
… ν … φήσομεν
… ενων κακανδρίαι
… α … αισ ἄτερ δίκης
… αἰνέσω
… ησχεασ
… μερος
… α
… ην
…
…
στεν
ἑρπ
ἀβλ
θ …
… διο
…
ομμασ
… δον
… λλο
… η
…
… πρα …
… κρο
… ρ …
…
… οραι συν
… πυρὸς
… ἀστρα
… ηνε
… τάδε
… ραν
…
… υδ
… ν
… σδʼ ἀνόνητον
… διαφθοράς
… θάσσεις
ον ἄναξ Ἀχιλλεῦ
Ἕλλανα μὴ προδῶις στρατόν
… φιστονως
ζεύγνυται μελα
… ν φράσαι … ελ
… νεδ …
… ορτ …
… ν
…
… πτωσ
… ον
… τισ
… ρι
…
…
… οὐ κεχώσομαι
πᾶσαν ἡνίαν
… πρᾶσσʼ ὅπηι
… ἐμῶν φρενῶν
… δυστόμων λ
… εν … στ … μ
… αξιω τ
Ζηνὸς μὲν εὐχαῖς πρῶτα πρεσβεύων σέβας
ἔπειθʼ ἱκνοῦμαι φέγγος ἡλίου τὸ νῦν,
ὀργὴν ἀμεῖψαι ξὺν τύχαις εὐημέροις
κακῶς ἐνοῦσαν Ἑλλάδος λοχαγέταις,
οἵ περ Μενέλεωι τὴν βίαιον ἁρπαγὴν
γυναικὸς ἐκπράσσουσι Πριαμίδην Πάριν,
δοῖεν δὲ νείκης εὐμενῆ συναλλαγήν.
ἀλλʼ οὐδέπω κῦμʼ ἐξαμυντέον κακῶν,
λωτὸν δὲ δρέπτοι, φησὶ Πηλέως γόνος,
… π
…
… μονος
… Τρωϊκόν
… τοῦ θεοῦ
Τρύφων ὁ γραμματικός ὁ νεώτερος, Γρηγόριος ὁ Κορίνθιος
...καὶ
«Τεῦκρος δὲ τόξου χρώμενος φειδωλίαι
ὑπὲρ τάφρου πηδῶντας ἔστησεν Φρύγας»·
εἴρηται γὰρ «φειδωλίαι» ἀντὶ τοῦ ἀκριβείαι
«... εἰς δὲ ναυτικὰ σκάφη πηδῶντος
ἄρδην Ἕκτορος τάφρων ὕπερ· τίς ταῦτʼ ἀπεῖρξεν;».
Ἀχιλλεύς . . . . . . . . . . . . . . . . . . . . . . . . . . . λεύσουσι τοὐμὸν σῶμα; μὴ δόκει ποτὲ
πέτροις καταξανθέντα Πηλέως γόνον
φθορὰν ἀνήσειν Τρωϊκὴν ἀνὰ χθόνα
καθημένοισι Τρωσὶ τὴν ἄνευ δορός.
Ἀντίλοχος καίτοι γένοιτʼ ἄν, εὐπετέστερον δʼ ἔχοις
τὸν, τοῦτο δή, «βροτοῖσιν ἰατρὸν πόνων».
Ἀχιλλεύς τάρβει δʼ Ἀχαιῶν χεῖρα ἐφορμήσω δορί, αν ἕνεκα
μαιμῶσαν ὀργῆι ποιμένος κακοῦ διαί;
ἀλλʼ εἴπερ εἷς ὤν, ὡς λέγουσι σύμμαχοι,
τροπὴν τοσαύτην ἔκτισʼ οὐ παρὼν μάχηι,
ὅδε εἴμʼ ἐγὼ τὰ πάντʼ Ἀχαιϊκῶι στρατῶι.
τορῶς δʼ ἀφεῖναι τοὔπος οὐκ αἰδώς μʼ ἔχει.
τίς γὰρ τοιούτους εὐγενεστέρους ἐμοῦ
ἀρχοὺς ἂν εἴποι καὶ στρατοῦ ταγεύματα;
… ὑμᾶς εἷς ἀνὴρ ἠικίζετο
… ταράσσων καὶ πολυσκεδεῖς τιθείς,
λαβὼν τὰ τεύχη περὶ νέοις βραχίοσιν,
… ευ τ … δ … ε πάνθʼ ὑμῶν στρατόν,
πλῆθος δὲ Τρώων εὐμαρῶς ἐτρέψατο;
… νδ … ος προδοσίαν … ν ἐμοί
… ἄνδρα τόνδʼ αἰσχρῶς θανεῖν
… πά … ρ … ν
… οις ἐνδιδοῦσιν … σσ … μ … ν
… σι κἀφανῆ στρατηλάτην
… τόνδʼ ἀπολλυ … ν
… ας εἶπον, οὐ ψευδῆ λέγων
… ωι τόνδʼ ἀποφθερεῖ στρατόν
Χορός μῆνις, ὡς ὁρᾶν πάρα.
… δέδοικα τὴν ἡγουμένην
… ἐμφανῶς κατήγορος
… ἐλεύθερον λέγεις
… εὐτυχεστέρα
… ας μʼ οὐδεὶς φρονεῖ.
… οὐδαμῶς πρέπει τόδε.
… και διαλλαγαί.
… δυστυχῶ μειλίγματι.
«...
τριέμβολον...» ... μήποτε δὲ καὶ πλοίου τις ἦν κατασκευή· καὶ γὰρ «δεκ-
έμβολον» Αἰσχύλος εἶπε τὴν τοῦ Νέστορος ναῦν ἐν Μυρμιδόσιν.
Ἀριστοφάνους Σχόλια «Ἀντί-
λοχʼ, ἀποίμωξόν με τοῦ τριωβόλου τὸν ζῶντα μᾶλλον· τἀμὰ γὰρ διοίχε-
ται.» παρὰ τὸ ἐξ Αἰσχύλου Μυρμιδόνων·
Ἀχιλλεύς «Ἀντίλοχʼ, ἀποίμωξόν με τοῦ τεθνηκότος
τὸν ζῶντα μᾶλλον· τἀμὰ γὰρ διοίχεται.»
Ἀθήναιος ... οὕτω δʼ ἐναγώνιος ἦν
ἡ περὶ τὰ ἐρωτικὰ πραγματεία, καὶ οὐδεὶς ἡγεῖτο φορτικοὺς τοὺς ἐρωτι-
κούς, ὥστε καὶ Αἰσχύλος μέγας ὢν ποιητὴς καὶ Σοφοκλῆς ἦγον εἰς τὰ
θέατρα διὰ τῶν τραγωιδιῶν τοὺς ἔρωτας, ὁ μὲν τὸν Ἀχιλλέως πρὸς Πάτρο-
κλον, ὁ δʼ ἐν τῆι Νιόβηι τὸν τῶν παίδων ..... ...
Σόλων ... Αἰσχύλος τε καὶ Σοφοκλῆς ἀναφανδὸν ἔφασαν,
ὁ μὲν Μυρμιδόσιν·
Ἀχιλλεύς «σέβας δὲ μηρῶν ἁγνὸν οὐκ ἐπηιδέσω,
ὦ δυσχάριστε τῶν πυκνῶν φιλημάτων»,
ὁ δʼ ἐν Κολχίσιν περὶ Γανυμήδους τινὰ λόγον ποιούμενος·
«μηροῖς ὑπαίθων τὴν Διὸς τυραννίδα».
Πλούταρχος πρόσλαβε δὲ τῶι Σόλωνι καὶ
τὸν Αἰσχύλον λέγοντα·
Ἀχιλλεύς «σέβας δὲ μηρῶν ἁγνὸν οὐ κατηιδέσω,
ὦ δυσχάριστε τῶν πικρῶν φιλημάτων».
—Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου ... ἡ κολακεία ...
καὶ κατηγοροῦσα τοῦ ἐρῶντος ὡς ἀνέραστα πολλὰ καὶ σκληρὰ καὶ νε-
μεσητὰ ποιοῦντος·
Ἀχιλλεύς «ὦ δυσχάριστε τῶν πυκνῶν φιλημάτων».
Πλάτων Αἰσχύλος δὲ φλυαρεῖ φάσκων Ἀχιλλέα
Πατρόκλου ἐρᾶν, ὃς ἦν καλλίων οὐ μόνον Πατρόκλου, ἀλλὰ ἄρα καὶ τῶν
ἡρώων ἁπάντων, καὶ ἔτι ἀγένειος, ἔπειτα νεώτερος πολύ, ὥς φησιν Ὅμηρος.
Λουκιανός ... οὐδὲ γὰρ ὁ Πάτροκλος ὑπʼ Ἀχιλλέως
ἠγαπᾶτο μέχρι τοῦ καταντικρὺ καθέζεσθαι
«δέγμενος Αἰακίδην, ὁπότε λήξειεν ἀείδων»,
ἀλλʼ ἦν καὶ τῆς ἐκείνων φιλίας μεσῖτις ἡδονή· στένων γοῦν Ἀχιλλεὺς τὸν
Πατρόκλου θάνατον ἀταμιεύτωι πάθει πρὸς τὴν ἀλήθειαν ἀπερράγη,
«μηρῶν τε τῶν σῶν εὐσεβὴς ὁμιλία»
κλαίων.
ἡ ξυναυλία δʼ ἐκεῖ
μηρῶν τε τῶν σῶν εὐσεβὴς ὁμιλία
… α σκότο
… παντάπασι
Συναγ. λέξ. χρησίμ.
«ἀβδέλυκτα»· ἀμύσακτα, ἀμίαντα. τὰ μὴ μιαίνοντα,
ἃ «οὐκ» ἄν τις «βδελυχθείη» καὶ δυσχεράνειε. τραγικωτέρα δὲ ἡ λέξις.
Αἰσχύλος Μυρμιδόσι·
Ἀχιλλεύς «καὶ μήν, φιλῶ γάρ, ἀβδέλυκτʼ ἐμοὶ τάδε».
«ταυτὶ μὲν ἠικάσμεσθα κατὰ τὸν Αἰσχύλον· “τάδʼ οὐχ ὑπʼ ἄλλων,
ἀλλὰ τοῖς αὑτῶν πτεροῖς”.» ἐκεῖνος γὰρ Λιβυστικὴν αὐτὴν καλεῖ παροι-
μίαν·
Ἀχιλλεύς «ὧδέ ἐστι μύθων τῶν Λιβυστικῶν λόγος,
πληγέντα ἀτράκτωι τοξικῶι τὸν αἰετὸν
εἰπεῖν ἰδόντα μηχανὴν πτερώματος·
“τάδʼ οὐχ ὑπʼ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς
ἁλισκόμεσθα”.»
πεποίηκε γὰρ ὁ Αἰσχύλος αἰετὸν τρωννύμενον καὶ λέγοντα ταῦτα, ἐπειδὴ
εἶδε τὸ βέλος ἐπτερωμένον καὶ ἐμπεπαρμένον αὐτῶι. καὶ ἡμεῖς οὖν,
φησίν, οὐχ ὑπʼ ἄλλων πάσχομεν ταῦτα, ἀλλὰ τῆι ἑαυτῶν γνώμηι. ὅλον
τοῦτο ἐκ Μυρμιδόνων Αἰσχύλου. τὸ δὲ
«οὐχ ὑπʼ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς
ἁλισκόμεσθα»
ἀντὶ τοῦ ἑαυτοῖς ταῦτα πεποιήκαμεν.
Σοῦδα «οὐχ ὑπʼ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς
ἁλισκόμεσθα»· ἀντὶ τοῦ ἑαυτοῖς ταῦτα πεποιήκαμεν. «λόγος» γὰρ
Ἀχιλλεύς «πληγέντα ἀτράκτωι τοξικῶι τὸν αἰετὸν
εἰπεῖν ἰδόντα μηχανὴν πτερώματος·
“τάδʼ οὐχ ὑπʼ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς
ἁλισκόμεσθα”.»
«Λιβυκὸς» δὲ «αἶνος» ἀπὸ τοῦ ἔθνους εἰρῆσθαι λέγεται, ἀπὸ Λίβυός τινος
—οἱ δὲ Κύβισαν εὑρετὴν γενέσθαι τοῦ εἴδους τούτου—, ὡς Αἰσχύλος
διασαφεῖ·
Ἀχιλλεύς «ὧδʼ ἐστὶ μύθων τῶν Λιβυστικῶν κλέος».
Γαληνός Περὶ τῶν καθʼ Ἱπποκράτην καὶ Πλάτωνα δογμάτων
Περὶ ἀφθαρσίας κόσμου
Ἀριστοφάνους Σχόλια «πτερῶν, πτερῶν δεῖ·
μὴ πύθηι τὸ δεύτερον.» παρὰ τὸ Αἰσχύλου ἐκ Μυρμιδόνων·
Ἀχιλλεύς «ὅπλων, ὅπλων δεῖ ....».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀγρέμονα»· τὸν κάμακα,
ἀπὸ τοῦ «ἀγρεῖν» καὶ λαμβάνειν, ἤγουν «ἀγρεύειν». ἢ λαμπάδα· ἢ δόρυ.
Αἰσχύλος δὲ Μυρμιδόσιν «ἀγρέμονα» τὸν ἐπιμήνιον.
—— Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἐγκουράδες»· τὰ ἐν τῶι προσώπωι στίγματα,
καὶ οἱ ἐν ταῖς ὀροφαῖς γραφικοὶ πίνακες. ἔστι γὰρ «κουράς»
ἡ ὀροφή, «ἐγκουράς» δὲ ὁ γεγραμμένος πίναξ.
Αἰσχύλος Μυρμιδόσιν. εἰ μὴ ἄρα ἰσοδυναμεῖ, ὡς «κοτῶ» καὶ «ἐνεκότουν»
παρὰ Σοφοκλεῖ.
«κουράς»· ἡ ἐν τοῖς ὀροφώμασι γραφή, ὁ ὀροφικὸς
πίναξ. παρὰ δὲ Αἰσχύλωι ἐν Μυρμιδόσιν ἀμφιβάλλεται τὸ «ἐν
κουράδι». ἔστι δὲ «ἐγκουράς»
ὁ ὀροφικὸς πίναξ.
Ἀριστοφάνους Σχόλια «βέβληκʼ Ἀχιλλεὺς δύο κύβω καὶ
τέτταρα.» ἐκ Μυρμιδόνων
Νηρεΐδες
Κατάλογ. Νηρεΐδες.
Σχόλια εἰς Εὐριπίδην «ἀκάρπιστα» δὲ «πεδία» τὴν θά-
λασσάν φησιν, ἐπεὶ πεζεύειν αἱ νῆες δοκοῦσιν ὀχήματος τρόπον. ὡς καὶ
Ἴων λέγει
«ὅταν δὲ πόντου πεδίον Αἰγαῖον δράκω ...»,
καὶ Αἰσχύλος Νηρεΐσι
«δελφινοφόρον πεδίον πόντου διαμειψάμεναι ...».
«ἐναροκτάντας δὲ φθόνος αὐχαῖς ἔγκοτος ὑψοῦ
τέλος ἀθανάτων ἀπολείψει».
Αἰσχύλος ἐν Νηρεΐσιν. οἱ ὑπομνηματισταὶ παρὰ τὸ
«οὐχ ὁσίη φθιμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι»,
ἵνα ἦι ὁ νοῦς· «ὁ δὲ “ἐναροκτάντας” θάνατός μοι ἐπικαυχώμενος τὸ ἐκ
τῶν θεῶν “τέλος” “ὑψοῦ ἀπολείψει”, τὰ τῶν “ἀθανάτων” ὕψη, καὶ ἐπὶ τοὺς
ἐχθροὺς ἥξει».
Εὐστάθιος ὁ Θεσσαλονίκης ἔτι ὁμοίως καὶ ἐκ τοῦ «ἐναίρειν» καὶ
«κτείνειν» «ἐναροκτάντας» ὁ θάνατος.
Πινδαρικὴ ὑπόμνησις ... «δίκρουν» γάρ, ὥστε δύο ἀκμὰς
ἔχειν καὶ μιᾶι βολῆι δισσὰ τὰ τραύματα ἀπεργάζεσθαι. καὶ Αἰσχύ-
λος ἐν Νηρεΐσι·
«κάμακος δʼ εἶσιν γλώσσημα διπλοῦν»,
καὶ Σοφοκλῆς ἐν Ἀχιλλέως ἐρασταῖς·
«.. ἢ δορὸς διχόστομον πλᾶκτρον·
δίπτυχοι γὰρ ὀδύναι μιν ἤρικον
Ἀχιλληΐου δόρατος».
Αἴλιος Ἡρωδιανός «σινδών σινδόνος»· λέγεται γὰρ
καὶ ἀρσενικῶς ἐν Νηρεΐσι παρʼ Αἰσχύλωι
«λεπτὸς δὲ σινδὼν ἀμφιβαλλέσθω χροΐ».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀθήρ»· ἐπιδορατίς,
μεταφορικῶς. Αἰσχύλος Νηρεΐσιν.
Εὐστάθιος ὁ Θεσσαλονίκης ὅτι δὲ «ἀθὴρ» καὶ ἡ ἐπιδορατὶς
λέγεται, ἀπὸ μεταφορᾶς τῶν ἀσταχύων, δηλοῦσιν οἱ παλαιοί
...
Συναγ. λέξ. χρησίμ.
«ἀθήρ»· ἀκμὴ τοῦ ἠκονημένου σιδήρου, κατὰ μετα-
φορὰν ἀπὸ τοῦ ἀθέρος ὅς ἐστι τοῦ ἀσταχύος τὸ ἄκρον καὶ λεπτότατον. λέ-
γεται δὲ καὶ ἡ ἐπιδορατὶς «ἀθήρ».
Φρύγες ἢ Ἕκτορος λύτρα
Κατάλογ. Φρύγες ἢ Ἕκτορος λύτρα.
—Φρύγιοι.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν «Φόρκυς αὖ
Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς ...» ὅτι οἱ νεώτεροι τὴν Τροίαν
καὶ τὴν Φρυγίαν τὴν αὐτὴν λέγουσιν, ὁ δὲ Ὅμηρος οὐχ οὕτως. Αἰσχύ-
λος δὲ συνέχεεν.
... ὥστε διὰ τὸ πλεονάζειν τῶι βάρει
τῶν προσώπων κωμωιδεῖται παρὰ Ἀριστοφάνει. ἐν μὲν γὰρ
τῆι Νιόβηι ἕως τρίτης ἡμέρας ἐπικαθημένη τῶι τάφωι τῶν παίδων οὐδὲν
φθέγγεται ἐγκεκαλυμμένη· ἐν δὲ τοῖς Ἕκτορος λύτροις Ἀχιλλεὺς
ὁμοίως ἐγκεκαλυμμένος οὐ φθέγγεται πλὴν ἐν ἀρχαῖς ὀλίγα πρὸς
Ἑρμῆν ἀμοιβαῖα.
Εὐστάθιος ὁ Θεσσαλονίκης ἐντεῦθεν
φασίν, ὁ Σικυώνιος γραφεὺς Σημάνθης
Τιμάνθης τὴν ἐν Αὐλίδι γράφων σφαγὴν τῆς Ἰφιγενείας ἐκάλυψε
τὸν Ἀγαμέμνονα, ὅπερ καὶ Αἰσχύλος μιμησάμενος τήν τε Νιόβην
καὶ ἄλλα πρόσωπα ὁμοίως ἐσχημάτισε, σκωπτόμενος μὲν ὑπὸ τοῦ
Κωμικοῦ, ἐπαινούμενος δὲ ἄλλως διὰ τὸ τῆς μιμήσεως ἀξιόχρεων.
—— Εὐστάθιος ὁ Θεσσαλονίκης σημείωσαι δʼ ἐν τοῖς ῥηθεῖσι καὶ ὅτι τραγωιδικῶς
τὰ περὶ τὸν Ὀδυσσέα νῦν ἐσχημάτισται· καὶ γάρ τοι παρὰ Αἰσχύλωι
κάθηνταί που πρόσωπα σιωπῶντα ἐφʼ ἱκανὸν κατὰ σχῆμα ἢ πένθους
ἢ θαυμασμοῦ ἤ τινος ἑτεροίου πάθους. καὶ ἔοικεν ἡ τραγωιδία ἐντεῦθεν
λαβοῦσα τὰ τοιαῦτα σοφίζεσθαι.
Αἰσχύλου Σχόλια σιωπῶσι γὰρ παρὰ ποιηταῖς
τὰ πρόσωπα ἢ διʼ αὐθάδειαν, ὡς Ἀχιλλεὺς ἐν τοῖς Φρυξὶ Σοφοκλέους
ἢ διὰ συμφοράν, ὡς ἡ Νιόβη παρʼ Αἰσχύλωι,
ἢ διὰ περίσκεψιν, ὡς ὁ Ζεὺς παρὰ τῶι Ποιητῆι πρὸς τὴν τῆς
Θέτιδος αἴτησιν.
Παλινωιδία ἐπὶ Σμύρνηι
Ἰωάννης ὁ Στοβαῖος Αἰσχύλου Ἕκτορος λύ-
τρων·
Ἑρμῆς «καὶ τοὺς θανόντας εἰ θέλεις εὐεργετεῖν
εἴτʼ οὖν κακουργεῖν, ἀμφιδεξίως ἔχει
τῶι μήτε χαίρειν μήτε λυπεῖσθαι φθιτούς.
ἡμῶν γε μέντοι Νέμεσίς ἐσθʼ ὑπερτέρα,
καὶ τοῦ θανόντος ἡ Δίκη πράσσει κότον».
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ... τῶι μέντοι «φορτηγῶι» ἐπὶ τῶν τὰ «φορ-
τία ἀγόντων» ἐμπόρων κέχρηται Αἰσχύλος ἐν Φρυξὶν ἢ Λύτροις·
«οὐκ ἄνδρα—σκηπτοῦχον, ἀλλὰ ναυβάτην
φορτηγόν, ὅστις ῥῶπον ἐξάγει χθονός».
Ἀθήναιος Ἀριστοφάνης γοῦν—παρὰ δὲ τοῖς κωμι-
κοῖς ἡ περὶ τῶν τραγικῶν ἀπόκειται πίστις—ποιεῖ
αὐτὸν Αἰσχύλον λέγοντα·
« … τοῖσι χοροῖς αὐτὸς τὰ σχήματʼ ἐποίουν»,
καὶ πάλιν·
«... τοὺς Φρύγας οἶδα θεωρῶν,
ὅτε τῶι Πριάμωι συλλυσόμενοι τὸν παῖδʼ ἦλθον τεθνεῶτα,
πολλὰ τοιαυτὶ καὶ τοιαυτὶ καὶ δεῦρο σχηματίσαντας».
…
… ον … βλ
δεῦρʼ Ἀχαιικοῦ στρατοῦ
… λοχαγέτην
οὐδὲν ἅζεται φρενί
αὐτὸν ἐν βραχεῖ χρόνωι
σάφʼ οἶδʼ ὅτι.
Σχόλια εἰς Εὐριπίδην «Ἀσιάτιδος γῆς σχῆμα,
Θηβαία πόλι ...» τὴν ἐν Ἀσίαι λέγει Ὑποπλάκιον Θήβην, ἧς Ἠετίων
ἐβασίλευσεν. Δικαίαρχός φησιν ἐνθάδε ἀπόσπασμά τι τοῦ μετὰ τοῦ
Κάδμου στόλου οἰκῆσαι. ἔνιοι δὲ καὶ τὴν Χρύσην καὶ τὴν Λυρνησσὸν ἐν
τῶι τῆς Θήβης πεδίωι τάσσουσιν, ὡς Αἰσχύλος Λυρνησσίδα προσαγο-
ρεύσας τὴν Ἀνδρομάχην ἐν τοῖς Φρυξίν, ἔνθα καὶ ξένως ἱστορεῖ
Ἀνδραίμονος αὐτὴν λέγων·
«Ἀνδραίμονος γένεθλον ἦν Λυρνησσίου,
ὅθεν περ Ἕκτωρ ἄλοχον ἤγαγεν φίλην».
Ἀθήναιος «μόρα» δὲ τὰ συκάμινα καὶ παρʼ Αἰσχύ-
λωι ἐν Φρυξὶν ἐπὶ τοῦ Ἕκτορος·
«ἀνὴρ δʼ ἐκεῖνος ἦν πεπαίτερος μόρων».
Εὐστάθιος ὁ Θεσσαλονίκης ... τοιούτου δὲ στίχου καὶ τὸ «πε-
παίτερον», ὅπερ ἐστὶν ὡριμώτερον. Αἰσχύλος·
«ἀνὴρ δʼ ἐκεῖνος ἦν πεπαίτερος μόρων».
Συναγ. λέξ. χρησίμ.
«μόρον»· τὸ συκάμινον. Αἰσχύλος.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «διαπεφρούρηται βίος»·
Αἰσχύλος Φρυξίν. οἷον ἡ «διὰ» τοῦ «βίου» «φρουρὰ» συντετέλεσται, ἢ
διελήλυθεν ὁ χρόνος.
... παρὰ δὲ Ἀττι-
κοῖς προσλαμβάνει τὸ ἰῶτα καὶ γίνεται
«διαί», καὶ συντάσσεται γενικῆι καὶ ἰσοδυναμεῖ τῶι «ἕνεκα». Αἰσχύλος ἐν
Φρυξί·
«... πᾶσα γὰρ
Τροία δέδουπεν Ἕκτορος τύχης διαί»
ἀντὶ τοῦ «ἕνεκα Ἕκτορος», καὶ ἐν Ἀγαμέμνονι·
«.. ἀλλοτρίας διαὶ γυναι-
κός ...»
ἀντὶ τοῦ «ἕνεκα».
Πρίαμος … σοφ …
πᾶσα γὰρ
Τροία δέδουπεν Ἕκτορος τύχης διαί·
ἐμοί
λέγεις
…
… τινι
… ασα …
… τοῦτʼ ἐνηπεί
… πόνου
… φαρμάκωι
… ταλακάρδιε ταλ
… ξένοι
… μμαι
… α … πόνον …
… οιγ …
…
Πρίαμος …
Ἀχιλλεύς ευ
Πρίαμος ε …
Ἀχιλλεύς τί γὰρ
Πρίαμος τελ
Ἀχιλλεύς ὡς δ
Πρίαμος ηὔχ
Ἀχιλλεύς ὁ δὴ φ …
Πρίαμος ὦ ξυγγενείας
μαρψολ …
λει …
Χορός … ν φρένας
ἡ Τρώων πολυδάκρυτος αἶσα·
οὔ τις ἀρτιόφρων ὅταν
δὴ φλέγηι νόον εἴσω·
μή τί μοὐπʼ ἄχεσιν χολοῦ,
φίλοικτός τις ἐν ἄλγει·
τίς οὐ, τοσόνδʼ εὔφρων, πέφυ-
κεν πικρὰν ὀδύναν οἰ-
μωκτῶι τίλματι σαίνειν.
Ἀχιλλεύς τάδʼ ἐστὶν …
…
…
… ε
… τόδʼ α
«... ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι, ... οὐδʼ
εἴ κέν σʼ αὐτὸν χρυσῶι ἐρύσασθαι ἀνώγοι Δαρδανίδης Πρίαμος ...»
ὅτι ὑπερβολικῶς λέγει. ὁ δὲ Αἰσχύλος ἐπʼ ἀληθείας ἀντίσταθμον χρυσὸν
πεποίηκε πρὸς τὸ Ἕκτορος σῶμα ἐν Φρυξίν.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν πρὸς χρυσὸν ἀντιστῆσαι· τοῦτο δὲ ὑπερβολικῶς
εἶπεν. ὁ μέντοι Αἰσχύλος ἐν Ἕκτορος λύτροις ἀληθὲς αὐτὸ ἐξεδέξατο.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀντίρροπον»· τὸν
ὁλκὸν τοῦ Ἕκτορος. ἢ τὸ ἀντίσταθμον. Αἰσχύλος Φρυξί.
«ἀγατά»· ἃ ἄν τις ἀγάσαιτο, οἷον
ἀρεστά. Αἰσχύλος Φρυξί.
Συναγ. λέξ. χρησίμ.
«ἀδίοπον»· ἄναρχον καὶ ἀφύλακτον. Αἰσχύλος Φρυξί. «δίοποι»
γὰρ οἱ τῆς νεὼς φύλακες.
ἐκ δὲ τούτου οὐ μόνον «δίοποι» οἱ ἄρχοντες, ὡς καὶ Αἰσχύλος δηλοῖ, ἀλλὰ
καὶ «ἀδίοποι» οἱ μὴ ἀρχόμενοι· «ἀδίοπος» γάρ, φασίν
ὁ ἄναρχος καὶ ἀφύλακτος, ἐπεὶ «δίοποι» οἱ βασιλεῖς καὶ οἱ
διέποντες.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἐπιστροφαί»·
διατριβαί, δίαιται. Αἰσχύλος Φρυξίν.
—— Ἡσύχιος ὁ Ἀλεξανδρεύς «τιτῆναι»· βασιλίδες. Αἰσχύ-
λος Φρυξὶν ἢ Ἕκτορος λύτροις.
—— Ἡσύχιος ὁ Ἀλεξανδρεύς «τιτήνη»· ἡ βασίλισσα.
Ἰωάννης ὁ Στοβαῖος Αἰσχύλος ἐν Φρυξί·
…
Νεμέα
Κατάλογ. Νεμέα.
Πινδαρικὴ ὑπόμνησις τὰ Νέμεά φασιν ἄγεσθαι ἐπὶ
Ὀφέλτηι τῶι Εὐφήτου καὶ Κρεούσης παιδί
...· ἄλλοι δέ, ὧν ἐστι καὶ Αἰσχύλος, ἐπʼ
Ἀρχεμόρωι τῶι Νεμέας παιδί· οἱ δὲ ἐπὶ τῶι Ταλαοῦ παιδί, Ἀδράστου δὲ
ἀδελφῶι.
Ἀργεῖαι
Κατάλογ. Ἀργεῖοι.
«“ἐνηλύσια”· εὐκίνητα. καὶ “ἤλυσιν” τὴν ἔλευσιν. Αἰσχύλος ἐν Ἀργείοις·
“Καπανέως μοι καταλείπεται λοιποῖς ἃ κεραυνὸς
ἄρθρων ἐνηλυσίων ἀπέλιπεν”.
οἱ δὲ τὰ κατασκηφθέντα.» οὕτως εἰς τὸ Ῥητορικόν.
εἰς δὲ τοὺς Ἐτυμολόγους εὗρον· «“ἐνηλύσια”. “ἐνηλύσια”
λέγεται, εἰς ἃ κεραυνὸς εἰσβέβηκεν· ἃ καὶ ἀνατίθεται Διῒ Καταιβάτηι, καὶ
λέγεται ἄδυτα καὶ ἄβατα.»
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἐνηλύσιος»·
ἐμβρόντητος, κεραυνόβλητος. «ἐνηλύσια»· τὰ κατασκηφθέντα χωρία «ἐνη-
λύσια» λέγονται, ἔνιοι δὲ τὰ εὐκίνητα, παρὰ τὴν «ἤλυσιν» τὴν ἔλευσιν ...
Οὐαλέριος Ἁρποκρατίων ... κέχρηνται δὲ τῶι
ὀνόματι πολλοί. Αἰσχύλος Ἀργείαις·
«καὶ παλτὰ κἀγκύλητα καὶ χλῆδον βελῶν».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀπόσκημμα»· ἀπέρεισμα.
Αἰσχύλος Ἀργείαις.
—— Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἐμμέλεια»·
εἶδος ὀρχήσεως ... τραγικὴ δὲ ἡ ὄρχησις. ἀργυρίοις Ἀργείοις
δὲ Αἰσχύλος ἀντὶ τοῦ … σατυρικὴ ἥ ἐστι σίκινις.
Ἐλευσίνιοι
Κατάλογ. Ἐλευσίνιοι.
Πλούταρχος συνέπραξε δὲ καὶ Ἀδρά-
στωι τὴν ἀναίρεσιν τῶν ὑπὸ τῆι Καδμείαι πεσόντων, οὐχ ὡς Εὐριπίδης
ἐποίησεν ἐν τραγωιδίαι, μάχηι τῶν Θηβαίων κρατήσας, ἀλλὰ πείσας καὶ
σπεισάμενος· οὕτω γὰρ οἱ πλεῖστοι λέγουσι. Φιλόχορος
δὲ καὶ σπονδὰς περὶ νεκρῶν ἀναιρέσεως γενέσθαι πρώτας ἐκείνας.
ὅτι δʼ Ἡρακλῆς πρῶτος ἀπέδωκε νεκροὺς τοῖς πολεμίοις, ἐν τοῖς Περὶ
Ἡρακλέους γέγραπται. ταφαὶ δὲ τῶν μὲν
πολλῶν ἐν Ἐλευθεραῖς δείκνυνται, τῶν δʼ ἡγεμόνων περὶ Ἐλευσῖνα, καὶ
τοῦτο Θησέως Ἀδράστωι χαρισαμένου.
καταμαρτυροῦσι δὲ τῶν Εὐριπίδου Ἱκετίδων οἱ Αἰσχύλου Ἐλευσί-
νιοι, ἐν οἷς καὶ ταῦτα λέγων ὁ Θησεὺς πεποίηται.
Δίδυμος ὁ Χαλκέντερος ... οὑτωσὶ γὰρ
ἔλεγον «ὀργᾶν» τὸ πρὸς ὁτιοῦν ὁρμὴν εἰς ἑτοιμότητα ἔχον, καθάπερ κἀν
τῶι βίωι φαμὲν «ὀργάσαι» τὸν πηλὸν ἐπὶ τοῦ παρασκευάσαι πρὸς τὰς
ἀλοιφάς. Σοφοκλῆς ἐν Ποιμέσιν·
«ἔμισγʼ ὅσον δεῖ πηλὸν ὀργάσαι καλόν».
καὶ Αἰσχύλος ἐπὶ τῶν πρὸ τῆς Καδμείας νεκρῶν τῶν πρὸς τὴν ταφὴν
ἑτοίμως ἐχόντων·
«ὤργα τὸ πρᾶγμα, διεμύδαινʼ ἤδη νέκυς» ...
Ἡσύχιος ὁ Ἀλεξανδρεύς Συναγ. λέξ. χρησίμ.
Φώτιος «ἀοζήσω»·
διακονήσω, ὑπουργήσω. Αἰσχύλος Ἐλευσινίοις.
ΝΙΟΒΗ
Κατάλογ.Νιόβη.
Ἀριστοτέλης ... σημεῖον δέ· ὅσοι γὰρ
Πέρσιν Ἰλίου ὅλην ἐποίησαν καὶ μὴ κατὰ μέρος, ὥσπερ Εὐριπίδης, ἢ
Νιόβην, καὶ μὴ ὥσπερ
Αἰσχύλος, ἢ ἐκπίπτουσιν ἢ κακῶς ἀγωνίζονται ...
Πλάτων
Τροφός . . . . . . . . . . . . . . . . . ἡ δʼ οὐδὲν εἰ μὴ πατέρʼ ἀναστενάζεται
τὸν δόντα καὶ φύσαντα, Ταντάλου βίαν,
εἰς οἷον ἐξώκειλεν ἀλίμενον γάμον·
παντὸς κακοῦ γὰρ πνεῦμα προσβάλλει δόμοις.
αὐταὶ δʼ ὁρᾶτε τοὐπιτέρμιον γάμου·
τριταῖον ἦμαρ τόνδʼ ἐφημένη τάφον
τέκνοις ἐπώιζει ζῶσα τοῖς τεθνηκόσιν,
θρηνοῦσα τὴν τάλαιναν εὔμορφον φυήν.
βροτὸς κακωθεὶς οὐδὲν ἀλλʼ εἰ μὴ σκιά.
Κορυφαῖος εὔνους μὲν ἥξει δεῦρο Ταντάλου βία,
ζητῶν κόμιστρα τῆσδε, καὶ πεφρασμένος·
Φοῖβος δὲ μῆνιν τίνα φέρων Ἀμφίονι
πρόρριζον αἰνῶς ἐξεφύλλασεν γένος;
Τροφός ἐγὼ πρὸς ὑμᾶς—οὐ γάρ ἐστε δύσφρονες—
λέξω· θεὸς μὲν αἰτίαν φύει βροτοῖς,
ὅταν κακῶσαι δῶμα παμπήδην θέληι·
ὅμως δὲ θνητὸν ὄντα χρὴ τὸν ἔμμετρον
καιρὸν περιστέλλοντα μὴ θρασυστομεῖν.
ἀλλʼ οἱ γὰρ εὖ πράσσοντες οὔ ποτʼ ἤλπισαν
σφαλέντες ἐκχεῖν ἣν ἔχουσʼ εὐπραξίαν.
χαὕτη γὰρ ἐξαρθεῖσα καλλιστεύματι
παίδων τε πλήθει ......
Πλούταρχος ... ὥσπερ ἡ τραγικὴ τροφὸς ἐκείνη
τὰ τῆς Νιόβης τέκνα τιθηνεῖται·
Τροφός «λεπτοσπαθήτων χλανιδίων ἐρειπίοις
θάλπουσα καὶ ψήχουσα καὶ πόνωι πόνον
ἐκ νυκτὸς ἀλλάσσουσα τὸν καθʼ ἡμέραν».
—Περὶ τῆς εἰς τὰ ἔγγονα φιλοστοργίας ... μηδὲν ἡδὺ καρπου-
μένη μηδὲ χρήσιμον, ἀλλʼ ἐπιπόνως καὶ ταλαιπώρως ἀναδεχομένη τῶν
σπαργάνων
«ἐρειπίοις
θάλπουσα καὶ ψήχουσα καὶ πόνωι πόνον
ἐκ νυκτὸς ἀλλάσσουσα τὸν καθʼ ἡμέραν».
Σχόλια εἰς Εὐριπίδην περὶ δὲ τοῦ πλήθους τῶν Νιο-
βιδῶν αὐτός φησιν ὁ Εὐριπίδης ἐν Κρεσφόντηι·
«καὶ δὶς ἕπτʼ αὐτῆς τέκνα
Νιόβης θανόντα Λοξίου τοξεύμασιν».
ὁμοίως καὶ Αἰσχύλος ἐν Νιόβηι, καὶ Ἀριστοφάνης ἐν Δράμασιν ἢ
Νιόβωι
Ἀριστοφάνους Σχόλια «ἆρʼ οἶσθʼ ὅτι,
Ζεὺς εἴ με λυπήσει πέρα, μέλαθρα μὲν αὐτοῦ “καὶ δόμους Ἀμφίονος
καταιθαλώσω πυρφόροισιν αἰετοῖς” ...» ἔστι δὲ ἐκ Νιόβης Αἰσχύλου.
ἐξέρριπται δὲ τὸ «Ἀμφίονος ...» ἐκ μονωιδίας …
Σοφοκλῆς ἆρʼ οἶσθʼ ὅτι Ζεὺς τῶν ἀπʼ Οἰδίπου κακῶν ...
Γεώργιος ὁ Χοιροβοσκός
«ῥᾶιον μὲν οὖν γίνεται ἡ τοιαύτη “κοινή”, εἴ γε ἡ
συλλαβὴ εἰς μέρος λόγου ἦι πεπερατωμένη ὡς ἐν τοῖς προκειμένοις παρα-
δείγμασι, σπανιώτερον δὲ ἐπὶ μέσης λέξεως. οὐ μὴν
ἀλλʼ ὅμως εὑρίσκεται καὶ μάλιστα ἐν τοῖς ἄλλοις μέτροις· ἐν μὲν ἰαμβικῶι
Αἰσχύλος ἐν Νιόβηι
“Ἴστρος τοιαύτας παρθένους λοχεύεται” ...»
φησὶ τοίνυν, ὅτι ὁ Αἰσχύλος κέχρηται ἐν Νιόβηι δράματι εἰς ἰαμ-
βικὸν μέτρον τῆι «οι» ἐν ἀρχῆι λέξεως οὔσηι κοινῆι οὕτως, ἔνθα φησὶν
«Ἴστρος τοιαύτας παρθένους λοχεύεται».
συνέστειλε γὰρ τὴν «τοι» συλλαβὴν ἐν δευτέραι βάσει ἰάμβου. ἰστέον δὲ
ὅτι οὐχ οὕτως ἔχει πᾶσα ἡ χρῆσις κατὰ τὸ τέλος, ἀλλὰ
«Ἴστρος τοιαύτας παρθένους ἐξεύχεται
τρέφειν ὅ θʼ ἁγνὸς Φᾶσις ...».
Εὐστάθιος ὁ Θεσσαλονίκης ... οὕτω δὲ καὶ ἐν τῶι
«Ἴστρος τοιαύτας παρθένους μνηστεύεται»
ἡ δευτέρα χώρα βραχεῖαν ἔχει τὴν κατάρχουσαν λέξιν.
Στράβων λέγεται δέ τινα φῦλα Φρύγια οὐδαμοῦ
δεικνύμενα, ὥσπερ οἱ Κερβήσιοι καὶ οἱ Βερέκυντες. καὶ Ἀλκμὰν λέγει
«Φρύγιον αὔλησεν μέλος Κερβήσιον».
καὶ «βόθυνός» τις λέγεται «Κερβήσιος» ἔχων ὀλεθρίους ἀποφοράς· ἀλλʼ οὗ-
τός γε δείκνυται, οἱ δʼ ἄνθρωποι οὐκέθʼ οὕτω λέγονται. Αἰσχύλος δὲ
συγχεῖ ἐν τῆι Νιόβηι. φησὶ γὰρ ἐκείνη μνησθεῖσα τῶν περὶ Τάνταλον·
«οἷς ἐν Ἰδαίωι πάγωι
Διὸς πατρώιου βωμός ἐστι ...»,
καὶ πάλιν·
«Σίπυλον Ἰδαίαν ἀνὰ
χθόνα».
καὶ ὁ Τάνταλος λέγει·
«σπείρω δʼ ἄρουραν δώδεχʼ ἡμερῶν ὁδόν,
Βερέκυντα χῶρον, ἔνθʼ Ἀδραστείας ἕδος
Ἴδη τε μυκηθμοῖσι καὶ βρυχήμασιν
πρέπουσα μήλων, πᾶν δʼ ἐρεχθεῖ πέδον».
Πλάτων πᾶς γὰρ ἑαυτῶι συγγνώμην ἕξει κακῶι
ὄντι, πεισθεὶς ὡς ἄρα τοιαῦτα πράττουσίν τε καὶ ἔπραττον καὶ
Νιόβη «οἱ θεῶν ἀγχίσποροι
οἱ Ζηνὸς ἐγγύς, ὧν κατʼ Ἰδαῖον πάγον
Διὸς πατρώιου βωμός ἐστʼ ἐν αἰθέρι,
καὶ οὔ πώ σφιν ἐξίτηλον αἷμα δαιμόνων».
Λουκιανός τῶν ψυχῶν, ὅσαι «Ζηνὸς ἐγγὺς
καὶ θεῶν ἀγχίσποροι», φησὶν ὁ τραγικός.
Συναγ. λέξ. χρησίμ.
Πλατωνικὴ ὑπόμνησις
«ἀγχίσποροι»· ἐγγὺς γένους ὄντες.
Περὶ τοῦ βίου Μωυσέως
ἀναφερομένων ἐν εἴδει νόμων
Πλούταρχος οὐκ ἀκούεις τοῦ Ταντάλου λέγοντος ἐν
τῆι τραγωιδίαι
«σπείρω δʼ ἄρουραν δώδεχʼ ἡμερῶν ὁδόν,
Βερέκυνθα χῶρον ...»,
εἶτα μετʼ ὀλίγον λέγοντος
«οὑμὸς δὲ πότμος οὐρανῶι κυρῶν ἄνω
ἔραζε πίπτει καί με προσφωνεῖ τάδε·
“γίγνωσκε τἀνθρώπεια μὴ σέβειν ἄγαν”.»
—Περὶ τοῦ ὅτι μάλιστα τοῖς ἡγεμόσι δεῖ τὸν φιλόσοφον διαλέγεσθαι
«σπείρω δʼ ἄρουραν δώδεχʼ ἡμερῶν ὁδόν,
Βερέκυντα χῶρον ...»,
οὗτος εἰ μὴ μόνον .....
Ἰωάννης ὁ Στοβαῖος Αἰσχύλου Νιόβης·
«μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾶι·
οὔτʼ ἄν τι θύων οὔτʼ ἐπισπένδων ἄνοις,
οὐ βωμός ἐστιν οὐδὲ παιωνίζεται·
μόνου δὲ Πειθὼ δαιμόνων ἀποστατεῖ».
... ὅθεν ἐν οὐδεμιᾶι πόλει Ἅιδου βωμός ἐστιν. Αἰσχύλος
φησίν·
«μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾶι,
οὐδʼ ἄν τι θύων οὐδʼ ἐπισπένδων λάβοις,
οὐδʼ ἔστι βωμὸς οὐδὲ παιωνίζεται».
Εὐστάθιος ὁ Θεσσαλονίκης εἰς δὲ τὸ εἶναι τὸν Ἅιδην «θεῶν ἔχθι-
στον» συμβάλλεται καὶ Αἰσχύλου τὸ
«μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾶι,
οὐδʼ ἄν τι θύων οὐδʼ ἐπισπένδων λάβοις,
οὐδʼ ἔστι βωμὸς οὐδὲ παιωνίζεται».
Ἀριστοφάνους Σχόλια «μόνος θεῶν γὰρ Θάνατος οὐ
δώρων ἐρᾶι.» ἐκ Νιόβης Αἰσχύλου.
... καὶ Αἰσχύ-
λος·
«μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾶι»·
«μόνος οὐ δέχεται γλυκερᾶς μέρος ἐλπίδος»
Σοῦδα ... Αἰσχύλος·
«μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾶι».
«μόνος θεῶν .. Θάνατος οὐ δώρων ἐρᾶι» Αἰσχύ-
λος φησί.
Σχόλια εἰς Εὐριπίδην «μόνος θεῶν γὰρ Θάνατος
οὐ δώρων ἐρᾶι» ...
Συναγ. λέξ. χρησίμ.
«ἄνοις»· ἀντὶ τοῦ ἀνύοις. Φρύνιχος.
«αὐλῶνες»· οἱ ἐπʼ εὐθείας τόποι. Αἰσχύλος Νιόβηι.
καὶ τὴν τάφρον δʼ «αὐλῶνα» ὁ αὐτός, καὶ τὴν πυράν.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἠμορίς»· κενή, ἐστερημένη. Αἰσχύ-
λος Νιόβηι.
——«κάκαλα»· τείχη. Αἰσχύλος Νιόβηι.
Συναγ. λέξ. χρησίμ. «κάκαλον»· τεῖχος.
Ὅπλων κρίσις
Κατάλογ. Ὅπλων κρίσις.
ΟΠΛΩΝ ΚΡΙΣΙΣ Η ΑΙΑΣ
ΑΙΣΧΥΛΟΥ
…
… νεμ
… νικ
Πλάτων, Ἀθηναγόρας ὁ Ἀθηναῖος
Πρεσβεία περὶ Χριστιανῶν πολλὰ ἄρα
Ὁμήρου ἐπαινοῦντες, ἀλλὰ τοῦτο οὐκ ἐπαινεσόμεθα, τὴν τοῦ ἐνυπνίου πομ-
πὴν ὑπὸ Διὸς τῶι Ἀγαμέμνονι, οὐδὲ Αἰσχύλου, ὅταν φῆι
ἡ Θέτις τὸν Ἀπόλλω ἐν τοῖς αὑτῆς γάμοις ἄιδοντα «ἐνδατεῖσθαι
Θέτις τὰς ἐμὰς εὐπαιδίας
νόσων τʼ ἀπείρους καὶ μακραίωνας βίου,
ξύμπαντά τʼ εἰπὼν θεοφιλεῖς ἐμὰς τύχας
παιᾶνʼ ἐπηυφήμησεν, εὐθυμῶν ἐμέ.
κἀγὼ τὸ Φοίβου θεῖον ἀψευδὲς στόμα
ἤλπιζον εἶναι, μαντικῆι βρύον τέχνηι.
ὁ δʼ, αὐτὸς ὑμνῶν, αὐτὸς ἐν θοίνηι παρών,
αὐτὸς τάδʼ εἰπών, αὐτός ἐστιν ὁ κτανὼν
τὸν παῖδα τὸν ἐμόν. … » ...
η
… ὁ δʼ ἐνδατεῖται τὰς ἐμὰς εὐπαιδίας
η
… νόσων τʼ ἀπείρους καὶ μακραίωνας βίου
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἐπευφήμησεν»
ἐν εὐφήμωι βοῆι εἶπεν.
Πλούταρχος ... ἀλλʼ ἐπι-
λήψεται μὲν αὑτοῦ ..., ἐπιλήψεται δὲ τῶι
Ἀπόλλωνι χαλεπαίνοντος ὑπὲρ τοῦ πρώτου τῶν Ἀχαιῶν, ὃν
«αὐτὸς ὑμνῶν, αὐτὸς ἐν δαίτηι παρών,
αὐτὸς τάδʼ εἰπών, αὐτός ἐστιν ὁ κτανών».
Φοίβαμμον ὁ Σοφιστής καὶ αὕτη
ἀναφορά γὰρ ἐπὶ τὸ αὐτὸ «ἀναφέρει», ὡς τὸ Σοφοκλέους
λου
«ὁ δʼ αὐτὸς ὑμνῶν, αὐτὸς ἐν γάμοις παρών,
αὐτὸς τάδʼ εἰπών, αὐτός ἐστιν ὁ κτανών».
«ἀναφορά»:
Ἀριστοφάνους Σχόλια «πρέσβειρα πεντήκοντα Κωπάιδων
κορᾶν, ἔκβαθι τῷδε ...» ὁ στίχος ἀπὸ δράματος Αἰσχύλου Ὅπ-
λων κρίσεως οὕτως ἐπιγεγραμμένου, ἐν ὧι ἐπικαλεῖται τὰς
Νηρεΐδας τις ἐξελθούσας κρῖναι, πρὸς τὴν Θέτιν λέγων·
«δέσποινα πεντήκοντα Νηρήιδων κορᾶν ...».
«... ἢ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς ...»
... τὸν δὲ Ὀδυσσέα Σισύφου συνήθως φησὶ Σοφοκλῆς καὶ ἐν Συνδείπνωι·
«ὦ πάντα πράσσων, ὡς ὁ Σίσυφος πολὺς
ἔνδηλος ἐν σοὶ πάντα χὣ μητρὸς πατήρ»,
καὶ Αἰσχύλος ἐν Ὅπλων κρίσει·
«ἀλλʼ Ἀντικλείας ἆσσον ἦλθε Σίσυφος,
τῆς σῆς λέγω τοι μητρὸς ἥ σʼ ἐγείνατο»,
καὶ Εὐριπίδης ἐν Κύκλωπι
Συναγ. λέξ. χρησίμ.
«ἄησιν»· ἀναπνεῖ. Αἰσχύλος ἐν Ὅπλων κρίσει·
«καὶ διὰ πνευμόνων θερμὸν ἄησιν ὕπνον» ...
Ἰωάννης ὁ Στοβαῖος Αἰσχύλου Ὅπλων κρί-
σεως·
«ἁπλᾶ γάρ ἐστι τῆς ἀληθείας ἔπη».
—— Ἰωάννης ὁ Στοβαῖος Αἰσχύλος ἐν Ὅπλων κρίσει·
Αἴας «τί γὰρ καλὸν ζῆν βίοτον ὃς λύπας φέρει».
«χλευδόν» … χύδην, σωρηδόν· δηλοῖ πλήθους ἔμφασιν.
Αἰσχύλος Ὅπλων κρίσει. καὶ «χερίδοντα» ἀντὶ τοῦ πληθύνοντα.
Θρῆισσαι
Κατάλογ. Θρῆισσαι.
τὸ δὲ τῶν αἰχμαλώτων κηδεμονικὸν
μέν, ὡς Αἰσχύλος ἐν Θρήισσαις, οὐ μὴν εὐπρόσωπον.
——— ... φθάνει Αἰσχύλος ἐν Θρήισσαις τὴν ἀναίρεσιν
Αἴαντος διʼ ἀγγέλου ἀπαγγείλας.
——— παραδεδομένον δὲ κατὰ ἱστορίαν, ὅτι κατὰ τὸ ἄλλο
σῶμα ἄτρωτος ἦν ὁ Αἴας, κατὰ δὲ τὴν μασχάλην τρωτός, διὰ τὸ τὸν Ἡρα-
κλέα τῆι λεοντῆι αὐτὸν σκεπάσαντα κατὰ τοῦτο τὸ μέρος ἀσκέπαστον
ἐᾶσαι διὰ τὸν γωρυτὸν ὃν περιέκειτο. φησὶ δὲ περὶ αὐτοῦ Αἰσχύλος, ὅτι
καὶ τὸ ξίφος «ἔκαμπτε» οὐδαμῆι ἐνδιδόντος τοῦ χρωτὸς τῆι σφαγῆι
Ἄγγελος « … τόξον ὥς τις ἐντείνων … »,
«πρὶν δή» τις, φησί, «παροῦσα» δαίμων «ἔδειξεν αὐτῶι», κατὰ ποῖον μέρος δεῖ
χρήσασθαι τῆι σφαγῆι ...
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ... κατὰ τὴν κλεῖν· τρωτὸς δὲ ὁ
Αἴας ὅλον τὸ σῶμα, οὐχ, ὡς Αἰσχύλος, τὰ περὶ τὴν μασχάλην.
Εὐστάθιος ὁ Θεσσαλονίκης ... σημείωσαι καὶ ἐκ τούτου, ὅτι
τρωτὸς ὅλον ἦν ὁ Αἴας τὸ σῶμα, καὶ οὐ μόνα τὰ περὶ μασχάλην κατὰ
Αἰσχύλον καὶ ἄλλους.
μίαν ὁδόν φησι πρὸς τὸν Ἅιδην
εἶναι, παρόσον ὑπὸ τοῦ γωρυτοῦ κρυφθεὶς τόπος τοῦ σώματος τοῦ Αἴαν-
τος τρωτὸς ἦν, τὸ δὲ ἄλλο σῶμα ἄτρωτον. τοῦτον δὲ οἱ μὲν περὶ τὴν
κλεῖδά φασιν εἶναι, οἱ δὲ περὶ τὰ πλευρά, ὡς Αἰσχύλος ἐν Θρήισσαις
φησίν.
Ἀριστοφάνους Σχόλια «... τὸ συγκλινές τʼ
ἐπʼ Αἴαντι … » Τιμαχίδας φησὶ τοῦτο ἐν ἐνίοις μὴ γράφεσθαι. Ἀπολ-
λώνιος δέ φησιν ἐκ Θρηισσῶν αὐτὸ εἶναι.
— Ἀριστοφάνους Σχόλια ἐκ Θρηισσῶν Αἰσχύλου.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἄγαις»· ζηλώσεσιν.
Αἰσχύλος Θρήισσαις.
Ἐτυμολογικὸν τὸ Μέγα «ἄγαι»· ... λέγονται δὲ καὶ αἱ ζη-
λώσεις.
Σαλαμίνιαι
Κατάλογ. Σαλαμίνιοι.
Χορός …
τάξομαι
τίς τάδʼ …
πήματ … δέχοιτο
ἀντ … ιμ …
τὸν δὴ περιρρύτας ποτʼ αἴας
ὤλεσαν ῥυσίπτολιν
ποιμανδρίδαι
ὄρχαμοί τʼ ἐπίσκοποι
τευχέων ἀπελπίσαντα.
δίκαι δʼ Ὀδυσσῆι ξυνῆισαν
οὐκ ἰσορρόπωι φρενί;
καὶ γάρ σφιν εὐθύνει μένος
φρὴν μελανχίτων φίλους
μαχαναῖς ξιφοκτόνοις ὀλέσσαι.
ὥσπερ καὶ Τελαμώνιος
αὐτοκτόνος ὤλετο
… πρ
Αἴλιος Ἡρωδιανός οἱ μέντοι τραγικοὶ
ἐπʼ ἴσης ἐκτείνουσι τοῦ προκειμένου ὀνόματος τὸ «α» καὶ συστέλλουσι, ὡς
παρὰ Αἰσχύλωι ἐν Σαλαμινίαις·
«εἴ μοι γένοιτο φᾶρος ἴσον ἐν οὐρανῶι».
ὅθεν καὶ τὸ «φάρος» συστέλλον τὸ
«α» ... ἀναλογώτερόν ἐστι τοῦ ἐκτείνοντος τὸ «α», ὡς παρʼ Αἰσχύλωι ἐν
Σαλαμινίαις·
«ἐμοὶ γένοιτο φᾶρος ἴσον ἐν οὐρανῶι».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς Συναγ. λέξ. χρησίμ.
Φώτιος «ἀναροιβδεῖ»· ἀναρροφεῖ. Αἰσχύλος Σαλα-
μινίαις ἀντὶ τοῦ διαπνεῖν. Ὅμηρος δὲ ἀναπίνει καὶ ἀναρροφεῖ μετὰ
ποιοῦ ἤχου. καὶ Σοφοκλῆς ἐν Ναυσικάαι ἀντὶ τοῦ
ἀναρρίπτει.
«ἀνήρης»· οὐκ ἀνδρώδης. Αἰσχύ-
λος Σαλαμινίαις.
«ἀνήρης»· οὐκ ἀνδρώδης, οἱ δὲ ἀνάρμοστος. «ἀνήρεις»· ἀνάνδρους, ἢ χήρας
ἢ παρθένους, ὡς «ξιφήρεις».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἔκλογον»· διήγησιν.
Αἰσχύλος Σαλαμινίαις.
—— Ἡσύχιος ὁ Ἀλεξανδρεύς «κανθύλας»· τὰς ἀνοιδήσεις. Αἰσχύ-
λος Σαλαμινίαις.
—— Ἡσύχιος ὁ Ἀλεξανδρεύς «κονθηλαί»· αἱ ἀνοιδήσεις.
ΠΑΛΑΜΗΔΗΣ
Κατάλογ. Παλαμήδης.
Αἰσχύλου Σχόλια ... ἔστε δή σφιν ἀν-
τολὰς ἐγὼ ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις. καὶ μὴν ἀριθμὸν
ἔξοχον σοφισμάτων ἐξηῦρον αὐτοῖς γραμμάτων τε συνθέσεις ...»
τούτων τὴν εὕρεσιν καὶ Παλαμήδηι προσῆψεν.
Ἰωάννης ὁ Στοβαῖος
Παλαμήδης «ἔπειτα πάσης Ἑλλάδος καὶ ξυμμάχων
βίον διώικησʼ ὄντα πρὶν πεφυρμένον
θηρσίν θʼ ὅμοιον. πρῶτα μὲν τὸν πάνσοφον
ἀριθμὸν εὕρηκʼ ἔξοχον σοφισμάτων».
Πλάτων παγγέλοιον γοῦν .. στρατηγὸν Ἀγα-
μέμνονα ἐν ταῖς τραγωιδίαις Παλαμήδης ἑκάστοτε ἀποφαίνει. ἢ οὐκ
ἐννενόηκας ὅτι φησὶν ἀριθμὸν εὑρὼν τάς τε τάξεις τῶι στρα-
τοπέδωι καταστῆσαι ἐν Ἰλίωι καὶ ἐξαριθμῆσαι ναῦς τε καὶ τἆλλα
πάντα ....
Ἀθήναιος Π. τοῦ τῶν ἡρώων καθʼ
ἔστι δʼ ἡ τάξις καὶ παρʼ
Αἰσχύλωι τῶν ὀνομάτων ἐν οἷς ὁ Παλαμήδης πεποί-
ηται λέγων·
«καὶ ταξιάρχους καὶ ἑκατοντάρχους στρατῶι
ἔταξα. σῖτον δʼ εἰδέναι διώρισα,
ἄριστα, δεῖπνα, δόρπα δʼ αἱρεῖσθαι τρίτα».
... Αἰσχύλος δὲ καὶ τῆς τάξεως τῶν ὀνο-
μάτων μάρτυς ἐστὶ λέγων·
«ἄριστα, δεῖπνα δόρπα θʼ αἱρεῖσθαι τρίτα».
... Αἰσχύλος δὲ κακῶς·
«ἄριστα, δεῖπνα δόρπα θʼ αἱρεῖσθαι τρίτα».
Φρύνιχος ὁ Βιθυνός ... ὁ δὲ Αἰσχύ-
λος τρεῖς οἶδεν, ἀφελὼν τὴν δειελινήν.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ... δεύτερος μὲν αὐτὸς ἀόριστος,
ὀφείλων εἶναι κοινῶς «ἔκτην», γινόμενος δὲ κατὰ Δωρίδα «ἔκταν», ὃς ἐν
χρήσει ὁρᾶται Ἀττικοῖς. Εὐριπίδης Πλεισθένει·
«οὐ τὸν σὸν ἔκταν πατέρα, πολέμιόν γε μήν»,
Αἰσχύλος δὲ Παλαμήδει·
Ναύπλιος «τίνος κατέκτας ἕνεκα παῖδʼ ἐμὸν βλάβης;»,
καὶ ἐν Σεμέληι ἢ Ὑδροφόροις·
«Ζεὺς ὃς κατέκτα τοῦτον … » ...
Περραιβίδες
Κατάλογ.Περραιβίδες. —
Ἀθήναιος :
... Αἰσχύλος δʼ ἐν Περραιβοῖς τοὺς Περραιβοὺς παρίστησιν ἀντὶ πο-
τηρίων τοῖς κέρασι χρωμένους διὰ τούτων·
«ἀργυρηλάτοις
κέρασι χρυσᾶ στόμια προσβεβλημένοις» ....
Φρύνιχος ἐν τῆι Σοφιστικῆι παρασκευῆι
παρατίθεται τὸ «ὑπόξυλος ῥήτωρ» καὶ «ποιητής»· «εἴρηται δέ,
φησί, μεταφορικῶς ἀπὸ τῶν ἐκ ξύλου σκευῶν, οἷς ἐπιπολῆς ἐπʼελήλαται
ἄργυρος». κεῖται δὲ ἐπὶ τῶν λαμπρῶν μὲν ἔξωθεν
καὶ ἐπιεικῶν, πονηρῶν δὲ τὰ ἔνδον. Αἰσχύλος ἐν Περραιβίσιν.
μέμνηται καὶ Διογενιανὸς ἐν τῆι Λέξει τούτου καὶ Διονύσιος ἐν τῆι
Ἐκλογῆι τῶν ὀνομάτων, ὅτι Μένανδρος ἐν τῆι Περινθίαι
φησίν·
«οὐ δʼ αὐτός εἰμι σὺν θεοῖς ὑπόξυλος»,
οἷον κίβδηλος καὶ οὐ γνήσιος οὐδὲ ἀληθής.
ἀπὸ τῶν ξυλίνων καὶ περιηργυρωμένων σκευῶν.
Ἀθήναιος :
... Αἰσχύλος δʼ ἐν Περραιβίσι φησί·
Ἠϊονεύς «ποῦ μοι τὰ πολλὰ δῶρα κἀκροθίνια;
ποῦ χρυσότευκτα κἀργυρᾶ σκυφώματα;» ...
ἰστέον δὲ ὅτι ἀπὸ τοῦ ῥηθέντος «αἰόλλω» καὶ «ἀπαιόλη» γίνεται ἡ ἀπάτη
καὶ ἀποστέρησις. Αἰσχύλος·
«τέθνηκεν αἰσχρῶς χρημάτων ἀπαιόληι» ...
Ἡσύχιος ὁ Ἀλεξανδρεύς Συναγ. λέξ. χρησίμ.
«ἀπαιόλη»·
ἀπάτη ἢ ἀποστέρησις. Αἰσχύλος Περραιβίσιν.
.... «ἀπάργματα» λέγεται τὰ ὑπὸ
τῶν τραγωιδῶν λεγόμενα «μασχαλίσματα»· ταῦτα δέ ἐστι τὰ τοῦ φονευ-
θέντος ἀκρωτήρια. ἦν γάρ τι νόμιμον τοῖς δολοφονήσασιν ἀφοσιῶσαι τὸν
φόνον διὰ τοῦ δολοφονηθέντος ἀκρωτηριασμοῦ. τὰ δὲ ἀκρωτήρια εἴροντες
καὶ συρράπτοντες διὰ τῶν τοῦ νεκροῦ μασχαλῶν καὶ τοῦ τραχήλου περιε-
τίθεσαν τῶι νεκρῶι· καθά φησι Σοφοκλῆς
«ὑφʼ ἧς θανὼν ἄτιμος ὥστε δυσμενὴς
ἐμασχαλίσθη ...».
ὅτι δὲ καὶ ἐγεύοντο τοῦ αἵματος καὶ «ἀπέπτυον», Αἰσχύλος ἐν ταῖς
Περραιβίσιν ἱστορεῖ καὶ ἐν τῶι Λαΐωι
Πλούταρχος ὅτι μὲν οὖν, εἰ ταῦτα
περὶ τῆς μακαρίας καὶ ἀφθάρτου φύσεως, καθʼ ἣν μάλιστα νοεῖται τὸ
θεῖον, ὡς ἀληθῶς πραχθέντα καὶ συμπεσόντα δοξάζουσι καὶ λέγουσιν,
«ἀποπτύσαι δεῖ καὶ καθήρασθαι» τὸ «στόμα» κατʼ Αἰσχύλον, οὐδὲν δεῖ
λέγειν πρὸς σέ ...
Ἡσύχιος ὁ Ἀλεξανδρεύς Συναγ. λέξ. χρησίμ.
«ἀλφινία»· ἡ λεύκη.
Περραιβοί.
Ἀθήναιος ... καλεῖται δʼ ὁ «ἀναρίτης» καὶ «ἀνάρτας»
.... Αἰσχύλος δʼ ἐν Περραιβίσιν «ἀνηριτοτρόφους» νήσους
εἴρηκεν ...
Ἰξίων
Κατάλογ. Ἰξίων.
Πινδαρικὴ ὑπόμνησις τὸν δὲ Ἰξίονα οἱ μὲν Ἀντί-
ονος γενεαλογοῦσιν, ὡς Αἰσχύλος· Φερεκύδης δὲ Πεισί-
ωνος· ἔνιοι δὲ Ἄρεος· οἱ δὲ Φλεγύα. Ἀσκληπιάδης δὲ ἐν τρίτωι Τραγωι-
δουμένων οὕτω γράφει· ...
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Φλεγύου δὲ υἱὸς Ἰξίων,
ὡς καὶ Εὐριπίδης·
«Φλεγύαντος υἱέ, δέσποτʼ Ἰξίων ...».
Φερεκύδης δὲ Πεισίωνος, Αἰσχύλος δὲ Ἀντίονος.
φησὶ δέ· γαμήσας Δίαν Ἠϊονέως θυγατέρα πολλὰ ὑπέσχετο
δώσειν δῶρα. ἐλθόντος δὲ ἐπὶ ταῦτα τοῦ Ἠϊονέως
«βόθρον ποιήσας καὶ πυρακτώσας σκεπᾶι
λεπτοῖς ξύλοισι καὶ κόνει λεπτῆι … »,
ἐμπεσὼν δὲ ὁ Ἠϊονεὺς ἀπόλλυται. «Λύσσα» δὲ τῶι Ἰξίονι ἐνέπεσε διὰ
τοῦτο, καὶ οὐδεὶς αὐτὸν ἤθελεν ἁγνίσαι, οὔτε θεῶν οὔτε ἀνθρώπων· πρῶτος
γὰρ «ἐμφύλιον» ἄνδρα ἀπέκτεινεν
ἐλεήσας δὲ αὐτὸν ὁ Ζεὺς ἁγνίζει. —καὶ ἁγνισθεὶς
ἠράσθη τῆς Ἥρας. ὁ δὲ Ζεὺς νεφέλην ὁμοιώσας Ἥραι παρακοιμίζει αὐτῶι.
καὶ ὕστερον ποιήσας «τετράκνημον» τροχὸν καὶ δεσ-
μεύσας αὐτὸν τιμωρεῖται.
Διόδωρος ὁ Σικελιώτης ... Ἀντίων, ὃς μιγεὶς Περι-
μήλαι τῆι Ἀμυθάονος ἐγγέννησεν Ἰξίονα. οὗτος δʼ, ὥς φασιν, ὑπο-
σχόμενος ἕδνα πολλὰ δώσειν Ἠϊονεῖ ἔγημε τὴν Ἠϊονέως θυγα-
τέρα Δίαν, ἐξ ἧς ἐγέννησε Πειρίθουν. ἔπειθʼ ὁ μὲν Ἰξίων οὐκ ἀπέδωκε
τὰ ἕδνα τὰ ἐπὶ τῆι γυναικί, ὁ δʼ Ἠϊονεὺς τὰς ἵππους ἀντὶ τούτων
ἠνεχύρασεν. ὁ δʼ Ἰξίων τὸν Ἠϊονέα μετεπέμψατο ἐπαγγελλόμενος πάντα
ὑπακούσεσθαι, καὶ τὸν Ἠϊονέα παραγενόμενον ἔβαλεν εἰς «βόθρον» πυρὸς
μεστόν. διὰ δὲ τὸ μέγεθος τῆς παρανομίας μηδένα βούλεσθαι καθᾶραι τὸν
φόνον. τέλος δʼ ὑπὸ τοῦ Διὸς ἁγνισθεὶς—ἠράσθη
μὲν τῆς Ἥρας καὶ κατετόλμησεν ὑπὲρ συνουσίας λόγους ποιεῖσθαι.
ἔπειτα τὸν μὲν Δία εἴδωλον ποιήσαντα τῆς Ἥρας νεφέλην ἐξαποστεῖλαι,
τὸν δὲ Ἰξίονα τῆι νεφέληι μιγέντα γεννῆσαι τοὺς ὀνομαζομένους Κενταύ-
ρους ἀνθρωποφυεῖς ὄντας. τέλος δὲ μυθολογοῦσι τὸν Ἰξίονα διὰ τὸ μέ-
γεθος τῶν ἁμαρτημάτων ὑπὸ Διὸς εἰς τροχὸν ἐνδεθῆναι ...
Ἀθήναιος εἰσὶ δʼ οἱ αὐλοὶ οὗτοι
ἐλάσσονες τῶν τελείων. Αἰσχύλος γοῦν κατὰ μεταφορὰν ἐν Ἰξίωνί
φησι·
«τὸν δʼ ἡμίοπον καὶ τὸν ἐλάσσω ταχέως ὁ μέγας
καταπίνει» ....
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἡμίοπος»· αὐλὸς
ὁ ὑποτεταγμένος τῶι τελείωι. μεταφορικῶς δὲ «ἡμίοπος» θράσος.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης καὶ «ἡμίοπον» αὐλὸν Αἰσχύλος.
Ἰωάννης ὁ Στοβαῖος Αἰσχύ-
λου Ἰξίωνος·
«βίου πονηροῦ θάνατος εὐκλεέστερος».
παρὰ δὲ τὸ «ἀλαστῶ»
ῥῆμα «ἀλάστωρ» ὁ Ζεύς, ἐπὶ τῶν χαλεπόν τι πρασσόντων. παρηκτικὴ δὲ
ἡ εὐθεῖα παρὰ τὴν «ἀλάστορος» γενικήν. Αἰσχύλος Ἰξίονι·
« … πρευμενὴς ἀλάστορος»,
καὶ Φερεκύδης· «ὁ Ζεὺς δὲ Ἱκέσιος καὶ Ἀλάστορος καλεῖ-
ται».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἱερεῖτιν»· καθαρμοῦ δεομένην ἱκέτιν.
Αἰσχύλος Ἰξίωνι.
Προμηθεὺς Δεσμώτης
Προμηθεὺς Λυόμενος
Κατάλογ. Προμηθεὺς Λυόμενος.
Αἰσχύλου Σχόλια οὐ ταῦτα
ταύτηι μοῖρά πω τελεσφόρος κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς
δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω.» ... ἐν γὰρ τῶι ἑξῆς δρά-
ματι λύεται, ὅπερ ἐμφαίνει Αἰσχύλος.
Φιλόδημος ... καὶ παντοδαπαῖς δὲ
τιμωρίαις παρεισήχασιν τοὺς θεοὺς συνεχομένους, οἷον Αἰσχύλος
μὲν ἐν Προμηθεῖ φησιν τοῦτον πρὸς τῶι Καυκάσωι δεδέσθαι ...
Φιλόδημος ... ἐν Προμηθεῖ τα … καυμάτων καὶ χειμώνων ...
Φιλόδημος .... Κρόνο … δεσμωτήριον κα … καταχ Αἰσχύλος ἐν τῶι
Λυομένωι Προμηθεῖ ὑπὸ Διὸς δεδέσθαι … καὶ πάντες οἱ
καταταρταρωθέντες … οὐρανοῦ κ …
Φιλόδημος ὅσα δὲ Προμηθεὺς οὐδʼ ἅπαξ, ἀλλὰ μυριάδας … Διὸς
εἰπὼν εὐλαβεῖσθαι, μή ποτε κρείττω κατασκευάσηι τις ὅπλα. καὶ
τὸν Προμηθέα λύεσθαί φησιν Αἰσχύλος ὅτι τὸ λόγιον ἐμήνυσεν
τὸ περὶ Θέτιδος, ὡς χρεὼν εἴη τὸν ἐξ αὐτῆς γεννηθέντα κρείττω
καταστῆναι τοῦ πατρός· ὅθεν καὶ θνητῶι συνοικίζουσιν αὐτὴν
ἀνδρί.
.... δὲ καὶ συνοικίσαι τῶι Πηλεῖ. ἐν Προμηθεῖ δὲ
τῶι Λυομένωι .. Θέτιδος ε … ρασιν … ὁ δὲ τὰ
Κύπρια ποιήσας Ἥραι χαριζομένην φεύγειν αὐτοῦ τὸν
γάμον, Δία δὲ ὀμόσαι χολωθέντα διότι θνητῶι συνοικήσει.
Ἀρριανός ... ἐπὶ Τάναϊν ποτα-
μὸν .., ὃς λέγεται ὁρίζειν ἀπὸ τῆς Ἀσίας τὴν Εὐρώπην ... καίτοι
Αἰσχύλος ἐν Προμηθεῖ Λυομένωι τὸν Φᾶσιν ὅρον τῆς Εὐρώπης καὶ
τῆς Ἀσίας ποιεῖ. λέγουσι γοῦν παρʼ αὐτῶι οἱ Τιτᾶνες πρὸς τὸν Προ-
μηθέα ὅτι
«ἥκομεν ...... τοὺς σοὺς ἄθλους τούσδε, Προ-
μηθεῦ, δεσμοῦ τε πάθος τόδʼ ἐποψόμενοι «.
ἔπειτα καταλέγουσιν … , ὅσην χώραν ἐπῆλθον·
«πῆι μὲν δίδυμον χθονὸς Εὐρώπης μέγαν ἠδʼ
Ἀσίας τέρμονα Φᾶσιν Τάναΐν τε ...».
Προκόπιος ὁ Καισαρεύς Ὑπὲρ τῶν πολέμων ...
ἀλλὰ καὶ ὁ τραγωιδοποιὸς Αἰσχύλος ἐν Προμηθεῖ τῶι Λυομένωι
εὐθὺς ἀρχόμενος τῆς τραγωιδίας τὸν ποταμὸν Φᾶσιν «τέρμονα» κα-
λεῖ γῆς τε τῆς Ἀσίας καὶ τῆς Εὐρώπης.
Αἰσχύλος δὲ ἐν
Προμηθεῖ Λυομένωι καὶ Σοφοκλῆς ἐν Σκύθαις ὑπὸ
τούτου διορίζεσθαί φησι τὰς ἠπείρους.
Στράβων ... φημὶ γὰρ κατὰ τὴν τῶν ἀρχαίων Ἑλλή-
νων δόξαν .... οὕτω τὰ μεσημβρινὰ πάντα «Αἰθιοπίαν» καλεῖσθαι τὰ
πρὸς Ὠκεανῶι. μαρτυρεῖ δὲ τὰ τοιαῦτα. ὅ τε γὰρ Αἰσχύλος ἐν Προ-
μηθεῖ τῶι Λυομένωι φησὶν οὕτω·
«... φοινικόπεδόν τʼ Ἐρυθρᾶς ἱερὸν χεῦμα Θα-
λάσσης χαλκοκέραυνόν τε παρʼ Ὠκεανῶι λίμναν παν-
το τροφὸν Αἰθιόπων, ἵνʼ ὁ παντόπτας Ἥλιος αἰεὶ
χρῶτʼ ἀθάνατον κάματόν θʼ ἵππων θερμαῖς ὕδατος
μαλακοῦ προχοαῖς ἀναπαύει»·
παρʼ ὅλον γὰρ τὸ μεσημβρινὸν κλίμα τοῦ Ὠκεανοῦ ταύτην πρὸς τὸν ἥλιον
ἴσχοντος τὴν χρείαν καὶ τὴν σχέσιν, παρʼ ὅλον καὶ τοὺς Αἰθίοπας τάττων
φαίνεται. ὅ τʼ Εὐριπίδης ἐν τῶι Φαέθοντι ... φησι ....
… ρουλεγ
… τοι μηθε
… ἀνάγκας δυστυχ
… καινὸς ὅδε κασιγνήτου
… μακρᾶι τε μέλπεται
… π … ον γενέσθαι
… χαλκεοτυπεῖ
… ον ἄγαλμα παρ
… πυρὸς ἧψε φάος βροτοῖς
… εὖγμα Γᾶι Ματρὶ …
… γύαλα Παρθεν
… ναιωνα … τ …
… παραγενόμεθα γ
Προμηθεύς δύσποτμοι ξυναίμονες
… ἐκτὸς
… ντ …
Αἰσχύλου Σχόλια τὰ τοῦ δράματος
πρόσωπα· .... Ὠκεανός, Ἰὼ Ἰνάχου, Ἑρμῆς· Γῆ
μις —, Ἡρακλῆς. —
Στράβων
Ποσειδώνιος Π. Ὠκεανοῦ
δὲ λίμνην οὖσαν παγῆναι μετὰ κλυδασμοῦ καὶ διὰ τοῦτο
εἰς πλείονας μερισθῆναι λίθους, καθάπερ τοὺς ποταμίους κάχληκας καὶ
τὰς ψήφους τὰς αἰγιαλίτιδας, ὁμοίως δὲ καὶ λείους καὶ ἰσομεγέθους ....
τὸ μέντοι δυσαπολόγητον Αἰσχύλος καταμαθὼν ἢ παρʼ ἄλλου λαβὼν εἰς
μῦθον ἐξετόπισε. φησὶ γοῦν Προμηθεὺς παρʼ αὐτῶι, καθηγούμενος Ἡρακλεῖ
τῶν ὁδῶν τῶν ἀπὸ Καυκάσου πρὸς τὰς Ἑσπερίδας·
«ἥξεις δὲ Λιγύων εἰς ἀτάρβητον στρατόν,
ἔνθʼ οὐ μάχης, σάφʼ οἶδα, καὶ θοῦρός περ ὢν
μέμψηι· πέπρωται γάρ σε καὶ βέλη λιπεῖν
ἐνταῦθʼ, ἑλέσθαι δʼ οὔ τινʼ ἐκ γαίας λίθον
ἕξεις, ἐπεὶ πᾶς χῶρός ἐστι μαλθακός.
ἰδὼν δʼ ἀμηχανοῦντά σʼ ὁ Ζεὺς … οἰκτιρεῖ,
νεφέλην δʼ ὑποσχὼν νιφάδι γογγύλων πετρῶν
ὑπόσκιον θήσει χθόνʼ, οἷς ἔπειτα σὺ
βαλὼν διώσηι ῥαιδίως Λίγυν στρατόν».
«ὥσπερ οὐ κρεῖττον ὄν,» φησὶν ὁ Ποσειδώνιος, «εἰς αὐτοὺς τοὺς Λίγυας
ἐμβαλεῖν τοὺς λίθους καὶ καταχῶσαι πάντας ἢ τοσούτων δεόμενον
ποιῆσαι λίθων τὸν Ἡρακλέα». τὸ μὲν οὖν τοσούτων ἀναγκαῖον ἦν, εἴπερ
καὶ πρὸς ὄχλον παμπληθῆ· ὥστε ταύτηι γε πιθανώτερος ὁ μυθογράφος
τοῦ ἀνασκευάζοντος τὸν μῦθον. ἀλλὰ καὶ τὰ ἄλλα πεπρῶσθαι φήσας ὁ
ποιητὴς οὐκ ἐᾶι μέμφεσθαι φιλαιτίως. καὶ γὰρ .....
Διονύσιος ὁ Ἁλικαρνασσεύς ... δηλοῖ δὲ
τὸν πόλεμον τόνδε τῶν ἀρχαίων ποιη-
τῶν Αἰσχύλος ἐν Προμηθεῖ Λυομένωι. πεποίηται γὰρ αὐτῶι ὁ Προ-
μηθεὺς Ἡρακλεῖ τά τε ἄλλα προλέγων, ὡς ἕκαστον αὐτῶι τι συμβήσεσθαι
ἔμελλε κατὰ τὴν ἐπὶ Γηρυόνην στρατείαν, καὶ δὴ καὶ περὶ τοῦ Λιγυστι-
κοῦ πολέμου ὡς οὐ ῥάιδιος ὁ ἀγὼν ἔσται διηγούμενος. τὰ δὲ ποιήματα
ὧδʼ ἔχει·
«ἥξεις δὲ Λιγύων εἰς ἀτάρβητον στρατόν,
ἔνθʼ οὐ μάχης, σάφʼ οἶδα, καὶ θοῦρός περ ὢν
μέμψηι· πέπρωται γάρ σε καὶ βέλη λιπεῖν ...».
Ὑγῖνος
...
δοκεῖ μὲν γὰρ αὐτὴν ἐπὶ τῆς πνοῆς Σοφοκλῆς ἐν Κόλ-
χοις λέγειν·
«ἀπῆιξε πέμφιξ Ἰονίου πέλας πόρου»,
καὶ αὑτὸς ἐν Σαλμωνεῖ σατύροις·
«καὶ τάχʼ ἂν κεραυνία
πέμφιξ ι βροντῆς καὶ δυσοσμίας λάβοι».
Αἰσχύλος δὲ ἐν Προμηθεῖ Δεσμώτηι·
Προμηθεύς «εὐθεῖαν ἕρπε τήνδε· καὶ πρώτιστα μὲν
βορεάδας ἥξεις πρὸς πνοάς, ἵνʼ εὐλαβοῦ
βρόμον καταιγίζοντα, μή σʼ ἀναρπάσηι
δυσχειμέρωι πέμφιγι συστρέψας ἄφνω».
ἐπὶ δὲ τῶν ἀκτίνων αὐτῶν δοκεῖ χρῆσθαι τῶι τῆς «πέμφιγος» ὀνόματι
Σοφοκλῆς ἐν Κόλχοις κατὰ τάδε τὰ ἔπη·
«κἂν ἐθαύμασας
τηλέσκοπον πέμφιγα χρυσείαν ἰδών».
οὕτω καὶ Αἰσχύλος ἐν Ξαντρίαις·
«ἃς οὔτε πέμφιξ ἡλίου προσδέρκεται
οὔτʼ ἀστερωπὸν ὄμμα Λητώιας Κόρης».
ἐπὶ δὲ τῆς ῥανίδος ὁ αὐτός φησιν ἐν Προμηθεῖ·
«ἐξευλαβοῦ δὲ μή σε προσβάληι στόμα
πέμφιξ· πικρὰ γὰρ κοὐλία λαιμῶι … »,
καὶ ἐν Πενθεῖ·
«μηδὲ αἵματος πέμφιγα πρὸς πέδωι βάληις» ...
Στράβων
... καὶ Αἰσχύλος δʼ ἐμφαίνει συνηγορῶν τῶι Ποιητῆι,
φήσας περὶ τῶν Σκυθῶν·
Προμηθεύς «ἀλλʼ ἱππάκης βρωτῆρες εὔνομοι Σκύθαι» ...
Αἴλιος Διονύσιος ὁ Ἁλικαρνασσεύς, Ἡσύχιος ὁ Ἀλεξανδρεύς
«ἱππάκης»· βρῶμα Σκυθικὸν διὰ γάλακτος ἱππείου
σκευαζόμενον.
Στέφανος ὁ Βυζάντιος
«Ἄβιοι»· ἔθνος Σκυθικόν ..... Αἰσχύλος τε «Γαβίους» διὰ
τοῦ «γ» ἐν Λυομένωι Προμηθεῖ·
Προμηθεύς «ἔπειτα δʼ ἥξεις δῆμον ἐνδικώτατον
βροτῶν ἁπάντων καὶ φιλοξενώτατον,
Γαβίους, ἵνʼ οὔτʼ ἄροτρον οὔτε γατόμος
τέμνει δίκελλʼ ἄρουραν, ἀλλʼ αὐτοσπόροι
γύαι φέρουσι βίοτον ἄφθονον βροτοῖς» ...
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια τὸν Ἴστρον φησὶν ἐκ
τῶν Ὑπερβορέων καταφέρεσθαι καὶ τῶν Ῥιπαίων Ὀρῶν· γενόμενον δὲ
μεταξὺ Σκυθῶν καὶ Θραικῶν σχίζεσθαι, καὶ τὸ μὲν εἰς τὴν Καθʼ ἡμᾶς
Θάλασσαν ἐκβάλλειν ῥεῖθρον, τὸ δὲ εἰς τὴν Ποντικὴν Θάλασσαν ἐκπίπ-
τειν ... οὕτω δὲ εἶπεν ἀκολουθῶν Αἰσχύλωι ἐν Λυομένωι Προμηθεῖ
λέγοντι τοῦτο.
«ἀρειθύσανοι Ἡνίοχοι»· Ἄρεος «θύσανοι», οἱονεὶ ἀποσχίσματα. Παρʼ
Αἰσχύλωι ἐν Προμηθεῖ Λυομένωι.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀρειθύσανοι
Ἡνίοχοι»· Ἄρεος «θύσανοι», ἀποσχίσματα· καὶ ἀποβλαστήματα.
Πλούταρχος ὁ δʼ Ἡρακλῆς ἕτερον θεὸν
παρακαλεῖ μέλλων ἐπὶ τὸν ὄρνιν αἴρεσθαι τὸ τόξον, ὡς
Αἰσχύλος φησίν·
«Ἀγρεὺς δʼ Ἀπόλλων ὀρθὸν ἰθύνοι βέλος».
πρὸς δὲ Πομπήϊον ἔοικε τοῦτο παθεῖν ὁ Ῥωμαίων
δῆμος εὐθὺς ἐξ ἀρχῆς, ὅπερ ὁ Αἰσχύλου Προμηθεὺς πρὸς τὸν Ἡρακλέα,
σωθεὶς ὑπʼ αὐτοῦ καὶ λέγων
«ἐχθροῦ πατρός μοι, τοῦτο, φίλτατον τέκνον».
Ἀθήναιος ἱστορεῖται δʼ
Τῶν κατὰ τὴν Σάμον ἐνδόξων ἀναγραφή ὑπʼ
αὐτὸν ἐκεῖνον τὸν χρόνον τῶν Καρῶν δεισιδαιμονίαι περισχεθέντων ἐπὶ
τὸ μαντεῖον τοῦ θεοῦ παραγενομένων εἰς Ὕβλαν καὶ πυνθανομένων περὶ
τῶν ἀπηντημένων θεσπίσαι τὸν Ἀπόλλωνα ποινὴν αὐτοὺς ἀποδοῦναι τῆι
θεῶι διʼ ἑαυτῶν ἑκούσιον καὶ χωρὶς δυσχεροῦς συμφορᾶς, ἣν ἐν τοῖς ἔμ-
προσθεν χρόνοις ἀφώρισεν ὁ Ζεὺς τῶι Προμηθεῖ χάριν τῆς κλοπῆς τοῦ
πυρός, λύσας αὐτὸν ἐκ τῶν χαλεπωτάτων δεσμῶν· καὶ τίσιν ἑκούσιον ἐν
ἀλυπίαι κειμένην δοῦναι θελήσαντος ταύτην ἔχειν ἐπιτάξαι τὸν καθη-
γούμενον τῶν θεῶν· ὅθεν ουτεκεινου τὸν δεδηλωμένον στέφανον τῶι
Προμηθεῖ περιγενέσθαι καὶ μετʼ οὐ πολὺ τοῖς εὐεργετηθεῖσιν ἀνθρώποις
ὑπʼ αὐτοῦ κατὰ τὴν τοῦ πυρὸς δωρεάν .....
... Αἰσχύλος δʼ ἐν τῶι Λυομένωι Προμηθεῖ σαφῶς φησιν ὅτι
ἐπὶ τιμῆι τοῦ Προμηθέως τὸν στέφανον περιτίθεμεν τῆι κεφαλῆι
ἀντίποινα τοῦ ἐκείνου δεσμοῦ, καίτοι ἐν τῆι ἐπιγραφομένηι Σφιγγὶ
εἰπών·
«τῶι δὲ ξένωι γε στέφανον ἀρχαῖον στέφος,
δεσμῶν ἄριστος ἐκ Προμηθέως λόγου».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «εἰσαφάσματα»·
εἰσπτήματα, ἀπὸ τοῦ «εἰσαφιέναι»· ἢ σπαράγματα. Αἰσχύλος Προμηθεῖ
Λυομένωι.
Πλούταρχος ... νῦν δʼ οὐκ ἀπὸ τύχης οὐδὲ αὐτομάτως
περίεσμεν αὐτῶν καὶ κρατοῦμεν, ἀλλʼ ὁ Προμηθεύς,
τουτέστιν ὁ λογισμός, αἴτιος
«ἵππων ὄνων τʼ ὀχεῖα καὶ ταύρων γονὰς
δοὺς ἀντίδωρα καὶ πόνων ἐκδέκτορα»
κατʼ Αἰσχύλον ...
—Πότερα τῶν ζώιων φρονιμώτερα τὰ χερσαῖα ἢ τὰ ἔνυδρα
Πορφύριος : ... οὐ γὰρ ἀδικοῦσιν οἱ τὰ μὲν
ἄμικτα καὶ βλαβερὰ κομιδῆι κολάζοντες καὶ ἀποκτιννύοντες, τὰ δʼ ἥμερα
καὶ φιλάνθρωπα ποιούμενοι τιθασὰ καὶ συνεργὰ χρείας, πρὸς ἣν ἕκαστον
εὖ πέφυκεν,
«ἵππων ὄνων τε ὀχεῖα καὶ ταύρων γονάς»,
ὧν ὁ Αἰσχύλου Προμηθεὺς «δοῦναί» φησιν ἡμῖν
«ἀντίδουλα καὶ πόνων ἐκδέκτορα» ...
... ὠιόμην
γάρ ποτε πρῶτος ἐξευρηκέναι τόδε τὸ μέτρον· ἐγαυρίων θʼ ὡς εὑρετὴς
ὢν καινοῦ τινος μέτρου. μετὰ ταῦτα εὗρον ἤδη τὸν Αἰσχύλον κεχρη-
μένον αὐτῶι, πρότερον τούτου τὸν Ἀλκμᾶνα καὶ τὸν Σιμωνίδη .....
τοιοῦτο·
«τάδε πάσχειν ἐθέλεις»,
ὁποῖον ἐν τῶι Προμηθεῖ τίθησι πάλιν Αἰσχύλος οὕτως·
«ἐρίδων δυσκελάδων» ...
Λεξικὰ Σεγουηριανά «χέρσα»· τὰ μὴ γεωργούμενα.
Αἰσχύλος Προμηθεῖ.
... καὶ
Αἰσχύλος δὲ ἐν Προμηθεῖ·
«πολλοῖς γάρ ἐστι κέρδος ἡ σιγὴ βροτῶν» ...
Προμηθεὺς Πυρφόρος
Κατάλογ. Προμηθεὺς Πυρφόρος.
Αἰσχύλου Σχόλια «μυριετῆ» πολυετῆ. ἐν γὰρ τῶι Πυρ-
φόρωι τρεῖς μυριάδας φησὶ δεδέσθαι αὐτόν.
… οσον
… λος τόδε πάθος
ἐπέζεσεν
τὸ φλέγος
… ατον αὐτόμαργον
… έον· ἰὼ παῖ τὸ ἑξῆς.
… ρ τέκνον τ … ε …
… τωι θαμίζει
… φίλοις μελήσει
ἀντίφαντος αὐγὰ
… πυρὸς προσ
… γαν
… οσο
Χορός Ὠκεανίδων …
… φέγγος
…
… τότε
… ήριον·
… ς
…
… ν
…
πυρίφλεκτον
…
… ος τόδε
… παντελε
… μόγις
… σοσ …
… πων
… φαι
…
… ι …
… ν
…
ὑμεῖς δὲ βωμὸν τόνδε καὶ πυρὸς σέλας
κύκλωι περίστητʼ ἐν λόχωι τʼ ἀπείρονι
εὔξασθε …
Χορός ἑκου-
σία δέ μʼ εὐμενὴς χορεύει χάρις·
φαεννὸν δʼ ἄγω
χιτῶνα πὰρ πυρὸς ἀκάματον αὐγάν.
κλυοῦσʼ ἐμοῦ δὲ Ναΐδων τις παρʼ ἑσ-
τιοῦχον σέλας πολλὰ διώξεται.
νύμφας δέ τοι πέποιθʼ ἐγὼ
στήσειν χορούς,
Προμηθέως δῶρον ὡς σεβούσας,
καλὸν δʼ ὕμνον ἀμφὶ τὸν δόντα μολ-
πάσειν ἔολπʼ ἐγὼ λεγούσας τόδʼ ὡς
Προμηθεὺς βροτοῖς
φερέσβιός τε καὶ σπευσίδωρος.
χορεύσειν … ν … ἐλπὶς ὡ-
ρίου χείματος … ερ …
νύμφας δέ τοι πέποιθʼ ἐγὼ
στήσειν χορούς,
Προμηθέως δῶρον ὡς σεβούσας.
οἴομαι ποιμένας πρέπειν
χοροῖσι καὶ τὸ νυκτίπλαγ-
κτον ὄρχημʼ ἀμεμφέσσιν ἐπιστεφεῖς
φύλλοις ἱστάναι … ὀρομένους
… μενν …
ν·
… βαθυξυλο …
…
…
…
…
Πᾶνας δέ τοι πέποιθʼ ἐγὼ
πέλας πυρὸς …
ἄντροις μεθύοντας εὐπορήσειν,
ὅταν Ζεὺς μὲν ἐκ τῶν νεφελῶν ὕηι,
χιὼν δʼ ἀρίστιππος …
ἔκ τʼ ὄμβρου κάρα τέγγηται
θελουσα
… λειμών
ἐπὶ χορεύμασιν
ἱερὰ δʼ ἀκτις σέλας ἐκπέμπει
τηλέγνωτον ν …
ἀντισέληνον
… σει· τ …
ε
χε
απ
πέλας πυρὸς
γε
Προμηθεύς ὦ παῖδες
…
υ
…
θ
ἀν
κʼ ε
…
…
σκηπτρ
ηδ
ὁτ …
κα
κε
β …
μ
… υν
… ορο
… δαν
… θεο
… κ
… οἴακα
… ιτ …
χορεύεισ
… δεσμῶν …
… κλαίεισο …
… υω Ζην …
… τ … σ …
…
… ροο …
… ν …
… ο …
… δʼ ἐμοῦ …
… συρτε … υ …
… οδουκ …
… πιστος ὡς π
… ν· δ … ε
… φάδ
… εισ
α
… κα …
ο
τ
ἰὼ
ἐν τῶι Πυρφόρωι Προμηθεῖ
«σιγῶν θʼ ὅπου δεῖ καὶ λέγων τὰ καίρια»,
«σιγᾶν θʼ ὅπου δεῖ καὶ λέγειν ἵνʼ ἀσφαλές».
ΠΡΟΠΟΜΠΟΙ
Κατάλογ. Προπομποί.
Ἀλκίφρων ὁ Σοφιστής κακεγκάκως ἀπόλοιτο
καὶ ἄφωνος εἴη Λικύμνιος ὁ τῆς τραγωιδίας ὑποκριτής. ὡς γὰρ ἐνίκα τοὺς
ἀντιτέχνους Κριτίαν τὸν Κλεωναῖον καὶ Ἵππασον τὸν Ἀμβρακιώτην τοὺς
Αἰσχύλου Προπομπούς, τορῶι τινι καὶ γεγωνοτέρωι φωνήματι χρησά-
μενος, γαῦρος ἦν καὶ κιττοστεφὴς ἦγε συμπόσιον.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «δίπολοι»· διπλαῖ. Αἰσχύ-
λος Προπομποῖς.
Σεμέλη ἢ Ὑδροφόροι
Κατάλογ. Σεμέλη ἢ Ὑδροφόροι.
Περιήγ. τῆς Ἑλλάδος
Χορός … φ …
ἔχραινʼ ἀλοιφᾶι·
… δʼ οὐ πλέον Ἥρας
… ὑπεροπλότεροι
… σ … θεκ … ἀμμιγνύμεναι
… θένειρα … θη …
μένοι θεῶν πάρʼ ἀρκέσιμος βιοτά·
φιλοῦσιν ἐν μάκεσι πίστις φθονερὰ γενέσθαι
δόξα τʼ ἀεικής· Σεμέλας δʼ εὐ-
χόμεθʼ εἶναι διὰ πᾶν
εὐθύπορον λάχος ὄλβου.
τὰ γὰρ ἄλλα τάδʼ ἦν
Κάδμωι· Σεμέλα δʼ
τῶι παντοκρατεῖ ἐμίγη
Ζηνί· γάμων δʼ.
Ἡρακλῆς νύμφαι ναμερτεῖς, κυδραὶ θεαί, αἷσιν ἀγείρω
Ἰνάχου Ἀργείου ποταμοῦ παισὶν βιοδώροις,
αἵ τε παρίστανται πᾶσιν βροτέοισιν ἐπʼ ἔργοις,
εἰλαπίναις θαλίαις τε καὶ εὐμόλποις ὑμεναίοις,
καὶ τελέουσι κόρας νεολέκτρους ἀρτιγάμους τε,
λευκο … μμασιν εὔφρονες
φῶς δεκ … περ ὄμματός ἐστιν·
αἰδὼς γὰρ καθαρὰ καὶ νυμφοκόμος μέγʼ ἀρίστα,
παίδων δʼ εὔκαρπον τελέθει γένος, οἷσιν ἐκεῖναι
ἵλαοι ἀντιάσουσι μελίφρονα θυμὸν ἔχουσαι,
ἀμφότεραι, σύμεναι μὲν ἀρήγειν, ἄλλοτε δʼ αὖτε
τραχεῖαι στυγεραί τε καὶ ἀμφʼ ὠδῖσι βαρεῖαι
ἀγχίμολοι· πολλὰς μὲν
… γον εὐναίου φωτὸς
ξὺν σέλασίν τε μίτραις τε
… ἐν τῶι α Περὶ τῶν
… φα
… ωσ … ο …
μέμφομαι … υνοσ
ἀλλὰ Διὸς … μα λέλακεν
ἐν φρεσίν, ε … νόσοισιν
εὐδαίμων … τάδε φράζω …
χαίρετέ μοι καὶ ἐϋ με δέχεσθε.
ἐκ Ζηνὸς δ … ει·
εὔκλειάν θʼ …
Κάδμου τʼ ἀθλ
…
…
…
…
… ο
Τροφός ἤισχυνας …
αὐδῶ φρονεῖν σε
μὴ νηπίαζε
ὡς ἥδε μα …
πομπῆι δʼ α
Σεμέλη …
πείθε
σύνεστιν α …
μηδʼ εἴφʼ ὁν
Τροφός ἀλλʼ ἐμφανὴς γὰρ
Ἥρα κατεικασθεῖσα τῶν θνητῶν τινι
ἥκει· λέγει δὲ
εὐνὰς τελε
πιστῶς γεν …
δὲ τοῦ πν …
καί σοι παραινῶ
μήτʼ ἐς τὸ μη
πάσχειν· τὸ …
διδαχθῆις
Χορός ὄτοβον ὠ
… πνευμα
ἀσχαλεῖ …
… γεται μέ
… αι τῆσδ …
… τοισδε
… ας Ἀσιάδος
…
… ασεῖτʼ ο
… ις εἶχες
… δὲν χαλ
… μο … ξευ …
ἀντίψαλμος
… ης δοῦπο
… νται θυμ
… ονοῦσιν
… ε … π
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια ... ἔνθεν καὶ τὴν Σεμέλην
«Θυώνην» καλοῦσιν, ἐπειδὴ Αἰσχύλος ἔγκυον αὐτὴν παρεισήγαγεν οὖσαν
καὶ ἐνθεαζομένην, ὁμοίως δὲ καὶ τὰς ἐφαπτομένας τῆς γαστρὸς αὐτῆς
ἐνθεαζομένας.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ... «κατέκταν» δὲ ... Αἰσχύλος
δὲ Παλαμήδει
«τίνος κατέκτας ἕνεκα παῖδʼ ἐμὸν βλάβης;»
καὶ ἐν Σεμέληι ἢ Ὑδροφόροις·
«Ζεύς, ὃς κατέκτα τοῦτον»
Ἐτυμολογικὸν τὸ Γουδιανόν ... τὸ δεύτερον «ἔκτας», τὸ
τρίτον «ἔκτα», οἷον
«Ζεύς, ὃς κατέκτα ...» ...
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «Ἀμφίδρομος»· Αἰσχύ-
λος Σεμέληι ἔπλασε δαίμονα—καὶ περὶ τὰ Ἀμφιδρόμια ὠιδή—,
οἱονεὶ ἔλεγες τὸν «Γενέθλιον» ...
Συναγ. λέξ. χρησίμ. «Ἀμφίδρομος»· δαί-
μων, οἷον ὁ «Γενέθλιος»· οὕτως Αἰσχύλος. καὶ ὁ δολιχὸς δρόμος ...
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀνταία»· ἐναντία, ἱκέσιος.
Αἰσχύλος Σεμέληι. σημαίνει δὲ καὶ δαίμονα.
καὶ τὴν Ἑκάτην δὲ «Ἀνταίαν» λέγουσιν, ἀπὸ τοῦ ἐπιπέμπειν αὐτά …
Ἐτυμολογικὸν τὸ Μέγα «ἀνταία» καὶ ἡ Ἑκάτη ἐπι-
θετικῶς· .. ἱκέσιος.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς
«ἄστεκτα»· ἀβάστακτα, ἀνυπο-
μόνητα, οὐ δυνάμενα κατασχεθῆναι. Αἰσχύλος Σεμέληι. «ἄστεκτος»·
ἀφόρητος, ἀβάστακτος. «ἀστέκτως»· ἀνυπομονήτως, ἀνυποστάτως.
Πενθεύς
Κατάλογ. Πενθεύς.
Ἀριστοφάνης ὁ Βυζάντιος
...ἡ μυθοποιία κεῖται παρʼ Αἰσχύλωι ἐν Πενθεῖ
ἐπὶ δὲ τῆς ῥανίδος ὁ αὐτός
φησιν ἐν Προμηθεῖ
«ἐξευλαβοῦ δὲ μή σε προσβάληι στόμα
πέμφιξ· πικρὰ γὰρ κοὐλία λαιμῶι … »,
καὶ ἐν Πενθεῖ·
«μηδὲ αἵματος πέμφιγα πρὸς πέδωι βάληις».
Ξάντριαι
Κατάλογ.Ξάντριαι
Αἰσχύλου Σχόλια νῦν φησιν ἐν Παρνασῶι εἶναι τὰ κατὰ
Πενθέα, ἐν δὲ ταῖς Ξαντρίαις ἐν Κιθαιρῶνι.
Συναγ. λέξ. χρησίμ.
«ὀκτώπουν» Κρατῖνος Θράιτταις
«ὀκτώπουν ἀνεγείρεις»,
ἀντὶ τοῦ σκορπίον. παροιμία γάρ· «σκορπίον ἀνεγείρεις». ἐν
δὲ ταῖς Αἰσχύλου Ξαντρίαις ἡ Λύσσα ἐπιθειάζουσα ταῖς Βάκχαις
φησίν·
«ἐκ ποδῶν δʼ ἄνω
ὑπέρχεται σπαραγμὸς εἰς ἄκρον κάρα,
κέντημα γλώσσης, σκορπίου βέλος λέγω».
ἐπὶ δὲ τῶν ἀκτίνων αὐτῶν δοκεῖ χρῆσθαι τῶι τῆς «πέμφιγος» ὀνόματι
Σοφοκλῆς ἐν Κόλχοις κατὰ τάδε τὰ ἔπη·
«κἂν ἐθαύμασας
τηλέσκοπον πέμφιγα χρυσείαν ἰδών».
οὕτω καὶ Αἰσχύλος ἐν Ξαντρίαις·
«ἃς οὔτε πέμφιξ ἡλίου προσδέρκεται
οὔτʼ ἀστερωπὸν ὄμμα Λητώιας κόρης»
Συναγ. λέξ. χρησίμ. πέμφιξ· πνοή. Αἰσχύ-
λος Ξαντρίαις ἐπὶ τῶν ἀκτίνων.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς πέμφιξ· πνοή,
ψυχή. καὶ αἱ τοῦ ἡλίου ἀκτῖνες.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ... τὰς μέντοι λαμπάδας καὶ «κάμακας»
εἴρηκεν ἐν Ξαντρίαις Αἰσχύλος·
«κάμακες πεύκης οἱ πυρίφλεκτοι ...».
... οὐ μόνον δὲ ἀπὸ βαρυτόνου γίνεται εἰς «ι» παρώνυμον ...., ἀλλὰ καὶ
ἀπὸ ὀξυτόνου, οἷον .... «βουλευτής, βούλευτις»·
«... τῶνδε βούλευτις πόνων»
ἐν ταῖς Ξαντρίαις.
Φρύνιχος ὁ Βιθυνός
«ἀναγκόδακρυς»· ὁ πρὸς ἀνάγκην δα-
κρύων καὶ μὴ ἐκ πάθους τινὸς ἢ συμφορᾶς. Αἰσχύλος Ξαντρίαις.
Σίσυφος Δραπέτης
Κατάλογ. Σίσυφος Δραπέτης.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Διὸς τὴν Ἀσωποῦ θυγατέρα Αἴγιναν
ἀπὸ Φλιοῦντος εἰς Οἰνώνην διὰ τῆς Κορίνθου μεταβιβάσαντος Σίσυφος
ζητοῦντι τῶι Ἀσωπῶι τὴν ἁρπαγὴν ἐπιδεικνύει τέχνηι, καὶ διὰ τοῦτο
ἐπεσπάσατο εἰς ὀργὴν καθʼ ἑαυτοῦ τὸν Δία. ἐπιπέμπει οὖν αὐτῶι τὸν
Θάνατον. ὁ δὲ Σίσυφος αἰσθόμενος τὴν ἔφοδον δεσμοῖς καρτεροῖς ἀπο-
δεσμεῖ τὸν Θάνατον. διὰ τοῦτο οὖν συνέβαινεν οὐδένα τῶν ἀνθρώπων
ἀποθνήισκειν, ἕως λύει τὸν Θάνατον ὁ Ἄρης καὶ αὐτῶι τὸν Σίσυφον παρα-
δίδωσιν. πρὶν ἢ δὲ ἀποθανεῖν τὸν Σίσυφον, ἐντέλλεται τῆι γυναικὶ Μερόπηι
τὰ νενομισμένα αὐτῶι μὴ πέμπειν εἰς Ἅιδου. καὶ μετὰ χρόνον οὐκ ἀπο-
διδούσης τῶι Σισύφωι τῆς γυναικὸς ὁ Ἅιδης πυθόμενος μεθίησιν αὐτὸν
ὡς τῆι γυναικὶ μεμψόμενον. ὁ δὲ εἰς Κόρινθον ἀφικόμενος οὐκέτι ὀπίσω
ἄγει πρὶν ἢ γηραιὸν ἀποθανεῖν. διὸ αὐτὸν ἀποθανόντα κυλινδεῖν ἠνάγκα-
σεν εἰς Ἅιδου λίθον πρὸς τὸ μὴ πάλιν «ἀποδρᾶναι». ἡ ἱστορία παρὰ Φερε-
κύδει.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ... ἔξεστι δὲ καὶ «σκάφην» ὀνομάσαι
κατʼ Αἰσχύλον που «σκάφην» εἰπόντα ἐν
Σισύφωι·
Σίσυφος «καὶ νίπτρα δὴ χρὴ θεοφόρων ποδῶν φέρειν.
λεοντοβάμων ποῦ σκάφη χαλκήλατος;» ...
——τὸ δὲ τῶν ποδῶν νίπτρον «νίπτρα» μὲν Αἰσχύ-
λος, Ἀριστοφάνης δʼ «ἀπόνιπτρον».
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης εἴρηται τοίνυν «σταθμοῦχος»
οἴκου δεσπότης ἐν Αἰσχύλου Σισύφωι·
«σὺ δʼ ὁ σταθμοῦχος εὖ κατιλλώψας ἄθρει».
Ἐκλογ. διαφ. λέξ.
Ἐτυμολογικὸν τὸ Γουδιανόν τινὲς δὲ τὸν «Ζαγρέα» υἱὸν Ἅιδου φασίν, ὡς Αἰσχύλος
ἐν Σισύφωι·
Σίσυφος «Ζαγρεῖ τε νῦν με καὶ πολυξένωι πατρὶ
χαίρειν … »
«κῖκυς»· ἡ δύναμις. Ἀπολλόδωρος· ἰκμάς.
«ἀλλʼ οὐ γάρ οἱ ἔην ἲς ἔμπεδος οὐδέ τι κῖκυς»
ἀπὸ τοῦ «ἀνακικύειν»·
«πολὺς δʼ ἀνακίκυεν ἱδρώς»
καὶ Αἰσχύλος ἐν Σισύφωι·
«καὶ γὰρ θανόντων ἰσὶν οὐκ ἔνεστʼ ἰκμάς»,
εἶτα
«σοὶ δʼοὐκ ἔνεστι κῖκυς οὐδʼ αἱμόρρυτοι
φλέβες»
—«θανόντων» φησὶν ἀψύχων—....
Κλαύδιος Αἰλιανός ... καὶ οἱ τὴν Ἁμαξιτὸν δὲ τῆς Τρωάδος
κατοικοῦντες μῦν σέβουσιν· ἔνθεν τοι καὶ τὸν Ἀπόλλω τὸν παρʼ αὐτοῖς
τιμώμενον «Σμίνθιον» καλοῦσι, φασίν. ἔτι γὰρ καὶ τοὺς Αἰολέας καὶ τοὺς
Τρῶας τὸν μῦν προσαγορεύειν «σμίνθον», ὥσπερ οὖν καὶ Αἰσχύλος ἐν
τῶι Σισύφωι·
«ἀλλʼ ἀρουραῖός τίς ἐστι σμίνθος ὧδʼ ὑπερφυής;».
Ἐρωτιανός
«διόπωι» τῶι τῆς νηὸς ἐπιμελητῆι, παρὰ τὸ
«διοπτεύειν». Ἀττικὴ δὲ ἡ λέξις, κειμένη καὶ παρὰ Ἀριστοφάνει ἐν Ἀττι-
καῖς Λέξεσι καὶ παρὰ Αἰσχύλωι ἐν Σισύφωι
καὶ Εὐριπίδηι ἐν Ἱππολύτωι
Εὐστάθιος ὁ Θεσσαλονίκης ὅτι ἐν τῶι
«ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν»
«διέπειν» τὸ ἐνεργεῖν λέγει. ὅθεν καὶ «δίοπος» ὁ οἰκονόμος παρʼ Αἰσχύ-
λωι ...; ——ἐκ δὲ τούτου οὐ μόνον «δίοποι»
οἱ ἄρχοντες, ὡς καὶ Αἰσχύλος δηλοῖ, ἀλλὰ καὶ «ἀδίοποι» οἱ μὴ
ἀρχόμενοι· «ἀδίοπος» γάρ, φασίν, ὁ ἄναρχος καὶ
ἀφύλακτος, ἐπεὶ «δίοποι» οἱ βασιλεῖς καὶ οἱ «διέποντες». Αἴλιος δὲ Διο-
νύσιός φησι καὶ ὅτι «δίοπος» ὁ ναυφύλαξ, ὡς ἐπισκοπῶν
αὐτὴν καὶ ἐφορῶν, ὥστε αὐτὸς οὐκ ἐκ τοῦ «διέπειν», ἀλλʼ ἐκ τοῦ «ὄπτω»
τὸ βλέπω δοκεῖ ἐτυμολογεῖν τὸν «δίοπον».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «δίοποι»
ἐπιμεληταί. «δίοπος»· ... ἄρχων, ναύαρχος, ἐπιστάτης,
διόπτης.
Σίσυφος Πετροκυλιστής
Κατάλογ. Σίσυφος Πετροκυλιστής.
Ἀριστοφάνους Σχόλια «... εἰσήγαγʼ Αἰτναῖον μέγιστον κάν-
θαρον» μεγάλοι λέγονται εἶναι κατὰ τὴν Αἴτνην κάνθαροι. μαρτυροῦσιν
δὲ οἱ ἐπιχώριοι. Ἐπίχαρμος ἐν Ἡρακλεῖ τῶι Ἐπὶ τὸν ζωστῆρα
«ὁ Πυγμαρίων λοχαγὸς ἐκ τῶν κανθάρων
τῶν μειζόνων, οὕς φασι τὴν Αἴτνην ἔχειν».
τρόπον δέ τινα καὶ Αἰσχύλος ἐπιχώριος· λέγει δὲ ἐν Σισύφωι Πετρο-
κυλιστῆι·
«Αἰτναῖός ἐστι κάνθαρος βίαι πόνων» ....
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «θώψεις»· θωπεύ-
σεις. Αἰσχύλος Σισύφωι Πετροκυλιστῆι.
Τένης …
Κατάλογ. Τένης.
ς· τίς ὃς τ … ς·
ἀγέστρατον· … δεχ
… θείς …
… χαινεσ … παρ
… τυχθῆναι
… δʼ ἐμπ …
… μεν ὡς ὁρᾶν πάρα.
ἀνδρῶν δὲ χώραν ἐκλελοιπότων πικρῶς
οἰμώξεται τέκνʼ, οἰκέται καὶ μητέρες.
μή νυν σὺ πρέσβεις, Τενεδίων ἀρχηγέτα,
ψόγοις ἴαλλε χείριοι γὰρ ἥκομεν
οὐ τῶν ἑλόντων, μηδʼ ἐν εἰρήνηι παρὸν
σώιζειν πόλιν σὴν πολέμιος καθίστασο.
ἐὰν δὲ τάρβει Τενεδίων φεύγηι στρατὸς
χαὕτη γένηθʼ ἅπασα γῆ περίρρυτος
ἔρημος ἀνδρῶν, πῶς τάδʼ Ἀργείοις φίλα;
ὦσιν ἐν φ … στρατοῦ·
οὔ τι θαῦμα θ …
…
Φιλοκτήτης
Κατάλογ. Φιλοκτήτης.
… ἀδύνα-
τον δʼ ἦν τὴν Τροίαν λημφθῆναι,
εἰ μὴ οἱ Ἕλληνες μετεπέμπον-
το ἐκ τῆς Λήμνου τὸν Φιλοκτήτην.
κεῖται δʼ ὁ μῦθος καὶ παρʼ Εὐριπί-
δηι. παρὰ Σοφοκλεῖ δὲ Νεοπτόλεμος
… Φιλοκτήτ …
… Ὀδυσσεύς
…
…
… ω οὗ
… τον
… αυ
… ενο
…
…
... κεῖται καὶ παρʼ
Αἰσχύλωι ἡ μυθοποιία. ἐδιδάχθη ἐπὶ Γλαυκίππου
πρῶτος ἦν
Σοφοκλῆς.
Δίων ὁ Χρυσόστομος Π. Αἰσχύλου καὶ Σοφοκλέους καὶ Εὐριπίδου ἢ Π. τῶν
Φιλοκτήτου τόξων ἐνέτυχον τραγωιδίαις τισίν. σχε-
δὸν δὲ ἦσαν ἄκρων ἀνδρῶν, Αἰσχύλου καὶ Σοφοκλέους καὶ Εὐριπίδου,
πάντων περὶ τὴν αὐτὴν ὑπόθεσιν. ἦν γὰρ ἡ τῶν Φιλοκτήτου τόξων
εἴτε κλοπή, εἴτε ἁρπαγὴν δεῖ λέγειν· πλὴν ἀφαιρούμενός γε τῶν ὅπλων
ἦν Φιλοκτήτης ὑπὸ τοῦ Ὀδυσσέως καὶ αὐτὸς εἰς τὴν Τροίαν ἀναγόμενος,
τὸ μὲν πλέον ἄκων, τὸ δέ τι καὶ πειθοῖ ἀναγκαίαι, ἐπειδὴ τῶν ὅπλων ἐστέ-
ρητο, ἃ τοῦτο μὲν βίον αὐτῶι παρεῖχεν ἐν τῆι νήσωι, τοῦτο δὲ θάρσος ἐν
τῆι τοιαύτηι νόσωι, ἅμα δὲ εὔκλειαν .... ... ἥ τε γὰρ τοῦ Αἰσχύλου
μεγαλοφροσύνη καὶ τὸ ἀρχαῖον, ἔτι δὲ τὸ αὔθαδες τῆς διανοίας καὶ φράσεως
πρέποντα ἐφαίνετο τραγωιδίαι καὶ τοῖς παλαιοῖς ἤθεσι τῶν ἡρώων, οὐδὲν
ἔχοντα ἐπιβεβουλευμένον οὐδὲ στωμύλον οὐδὲ ταπεινόν. ἐπεί τοι καὶ
τὸν Ὀδυσσέα εἰσῆγε δριμὺν καὶ δόλιον ὡς ἐν τοῖς τότε, πολὺ δὲ ἀπέχοντα
τῆς νῦν κακοηθείας, ὥστε τῶι ὄντι ἀρχαῖον ἂν δόξαι παρὰ τοὺς νῦν ἁπλοῦς
εἶναι βουλομένους καὶ μεγαλόφρονας. καὶ οὐδέν γε ἀλλαττούσης τῆς Ἀθηνᾶς
προσεδεήθη πρὸς τὸ μὴ γνωσθῆναι ὅστις ἐστὶν ὑπὸ τοῦ Φιλοκτήτου, καθ-
άπερ Ὅμηρος κἀκείνωι δὴ ἑπόμενος Εὐριπίδης, ὥστε τυχὸν
ἄν τις ἐγκαλέσαι τῶν οὐ φιλούντων τὸν ἄνδρα, ὅτι οὐδὲν αὐτῶι ἐμέλησεν
ὅπως πιθανὸς ἔσται ὁ Ὀδυσσεὺς οὐ γιγνωσκόμενος ὑπὸ τοῦ Φιλοκτήτου.
ἔχοι δʼ ἂν ἀπολογίαν ὡς ἐγὦιμαι πρὸς τὸ τοιοῦτον· ὁ μὲν γὰρ χρόνος
τυχὸν οὐκ ἦν τοσοῦτος ὥστε μὴ ἀνενεγκεῖν τὸν χαρακτῆρα δέκα ἐτῶν
διαγεγονότων, ἡ δὲ νόσος ἡ τοῦ Φιλοκτήτου καὶ κάκωσις καὶ τὸ ἐν ἐρημίαι
βεβιωκέναι τὸν μεταξὺ χρόνον οὐκ ἀδύνατον τοῦτο ἐποίει· πολλοὶ γὰρ
ἤδη οἱ μὲν ὑπὸ ἀσθενείας, οἱ δὲ ὑπὸ δυστυχίας ἔπαθον αὐτό.
καὶ μὴν ὁ χορὸς αὐτῶι παραιτήσεως ὥσπερ ὁ τοῦ Εὐριπίδου οὐδὲν
ἐδεήθη. ἄμφω γὰρ ἐκ τῶν Λημνίων ἐποίησαν τὸν χορόν. ἀλλʼ ὁ
μὲν Εὐριπίδης εὐθὺς ἀπολογουμένους πεποίηκε περὶ τῆς πρότερον ἀμελείας,
ὅτι δὴ τοσούτων ἐτῶν οὔτε προσέλθοιεν πρὸς τὸν Φιλοκτήτην οὔτε βοηθή-
σειαν οὐδὲν αὐτῶι. ὁ δʼ Αἰσχύλος ἁπλῶς εἰσήγαγε τὸν χορόν, ὃ τῶι παντὶ
τραγικώτερον καὶ ἁπλούστερον, τὸ δʼ ἕτερον πολιτικώτερον καὶ ἀκρι-
βέστερον ... ἔπειτα οὐδὲ ἐξ ἅπαντος ἦν μήτε προσελθεῖν αὐτῶι μηδένα
Λημνίων μήτε ἐπιμεληθῆναι μηδέν· δοκεῖ γάρ μοι οὐδʼ ἂν διεγένετο τὰ
δέκα ἔτη μηδεμιᾶς τυγχάνων βοηθείας, ἀλλʼ εἰκὸς μὲν τυγχάνειν αὐτόν,
σπανίως δὲ καὶ οὐδενὸς μεγάλου, καὶ μηδένα αἱρεῖσθαι οἰκίαι ὑποδέ-
ξασθαι καὶ νοσηλεύειν διὰ τὴν δυσχέρειαν τῆς νόσου. αὐτὸς γοῦν ὁ Εὐρι-
πίδης τὸν Ἄκτορα εἰσάγει, ἕνα Λημνίων, ὡς γνώριμον τῶι Φιλοκτήτηι
προσιόντα καὶ πολλάκις συμβεβληκότα. — οὐ τοίνυν οὐδὲ ἐκεῖνο δοκεῖ
μοι δικαίως ἄν τις αἰτιάσασθαι, τὸ διηγεῖσθαι πρὸς τὸν χορὸν ὡς
ἀγνοοῦντα τὰ περὶ τὴν ἀπόλειψιν τὴν τῶν Ἀχαιῶν καὶ τὰ καθόλου συμ-
βαίνοντα αὐτῶι. οἱ γὰρ δυστυχοῦντες ἄνθρωποι πολλάκις εἰώθασι μεμνῆ-
σθαι τῶν συμφορῶν καὶ τοῖς εἰδόσιν ἀκριβῶς καὶ μηδὲν δεομένοις ἀκού-
ειν ἐνοχλοῦσιν ἀεὶ διηγούμενοι.
καὶ μὴν ἡ ἀπάτη ἡ τοῦ Ὀδυσσέως πρὸς τὸν Φιλοκτήτην
καὶ οἱ λόγοι, διʼ ὧν προσηγάγετο αὐτόν, οὐ μόνον εὐσχημονέστεροι,
ἥρωι πρέποντες, ἀλλʼ οὐκ Εὐρυβάτου ἢ Παταικίωνος, ἀλλʼ ὡς ἐμοὶ δοκοῦσι
καὶ πιθανώτεροι. τί γὰρ ἔδει ποικίλης τέχνης καὶ ἐπιβουλῆς πρὸς
ἄνδρα νοσοῦντα, καὶ ταῦτα τοξότην, ὧι εἴ τις μόνον ἐγγὺς παρέστη, ἀχρεῖος
ἡ ἀλκὴ αὐτοῦ ἐγεγόνει. καὶ τὸ ἀπαγγέλλειν δὲ τὰς τῶν Ἀχαιῶν συμφορὰς
καὶ τὸν Ἀγαμέμνονα τεθνηκότα καὶ τὸν Ὀδυσσέα ἐπʼ αἰτίαι ὡς οἷόν τε
αἰσχίστηι καὶ καθόλου τὸ στράτευμα διεφθαρμένον οὐ μόνον χρήσιμον
ὥστε εὐφρᾶναι τὸν Φιλοκτήτην καὶ προσδέξασθαι μᾶλλον τὴν τοῦ Ὀδυσ-
σέως ὁμιλίαν, ἀλλʼ οὐδʼ ἀπίθανα τρόπον τινὰ διὰ τὸ μῆκος τῆς στρατείας
καὶ διὰ τὰ συμβεβηκότα οὐ πάλαι κατὰ τὴν ὀργὴν τοῦ Ἀχιλλέως, ὅθʼ
Ἕκτωρ παρὰ σμικρὸν ἦλθεν ἐμπρῆσαι τὸν ναύσταθμον.
ἥ τε τοῦ Εὐριπίδου σύνεσις καὶ περὶ πάντα ἐπιμέλεια, ὥστε μήτε
ἀπίθανόν τι καὶ παρημελημένον ἐᾶσαι μήτε ἁπλῶς τοῖς πράγμασι χρῆσθαι,
ἀλλὰ μετὰ πάσης ἐν τῶι εἰπεῖν δυνάμεως, ὥσπερ ἀντίστροφός ἐστι τῆι
τοῦ Αἰσχύλου ...
ὅ τε Σοφοκλῆς μέσος ἔοικεν ἀμφοῖν εἶναι, οὔτε τὸ αὔθαδες καὶ
ἁπλοῦν τὸ τοῦ Αἰσχύλου ἔχων οὔτε τὸ ἀκριβὲς καὶ δριμὺ καὶ πολι-
τικὸν τὸ τοῦ Εὐριπίδου ...
«οὐ γὰρ εἴ τις ὑπερβαλλουσῶν ἀλγηδόνων ἡττᾶται ἢ λυπῶν» θαυμάσιον,
ἀλλὰ συγγνώμης ἄξιον, οἷον εἴ τις ὥσπερ ὁ παρὰ τῶι Θεοδέκτηι
Φιλοκτήτης ὑπὸ τῆς ἔχεως πεπαρμένος κρύπτειν βουλόμενος τοὺς περὶ τὸν
Νεοπτόλεμον μέχρι μέν τινος ἀντέχει, ὕστερον δὲ οὐχ ὑπομένων τὸ
μέγεθος τῶν ἀλγηδόνων φανερὸς γίνεται· τὸν αὐτὸν δὲ τρόπον εἰσήγαγεν
αὐτὸν καὶ Σοφοκλῆς καὶ Αἰσχύλος.
Πλούταρχος ... καὶ χρόνος
ὁ μὲν τούτων οὐ πολύς, ἀλλʼ ὥσπερ οἱ διάιττοντες ἔξα-
ψιν ἅμα καὶ σβέσιν ἐν τῆι σαρκὶ λαμβάνουσιν, ἐκείνων
δόνων δὲ τοῦ πόνου μάρτυς ὁ Αἰσχύλου Φιλοκτήτης ἱκανός·
Φιλοκτήτης «οὐ γὰρ δακὼν», φησίν, «ἀνῆκεν, ἀλλʼ ἐνώικισε
δεινὴν στομάτων ἔκφυσιν ποδὸς λαβεῖν».
Ἀριστοτέλης ... καὶ ἐπὶ τῆς γλώττης δὲ καὶ
ἐπὶ τῶν μεταφορῶν καὶ ἐπὶ τῶν ἄλλων ἰδεῶν μετατιθεὶς ἄν τις τὰ κύρια
ὀνόματα κατίδοι ὅτι ἀληθῆ λέγομεν, οἷον τὸ αὐτὸ ποιήσαντος ἰαμβεῖον
Αἰσχύλου καὶ Εὐριπίδου, ἓν δὲ μόνον ὄνομα μεταθέντος, ἀντὶ κυρίου καὶ
εἰωθότος γλῶτταν, τὸ μὲν φαίνεται καλόν, τὸ δʼ εὐτελές· Αἰσχύλος μὲν
γὰρ ἐν τῶι Φιλοκτήτηι ἐποίησε
Φιλοκτήτης «φαγέδαινα δʼ ἥ μου σάρκας ἐσθίει ποδός»,
ὁ δὲ ἀντὶ τοῦ «ἐσθίει» τὸ «θοινᾶται»
«σάρκα» — μετέθηκεν.
Μάξιμος Τύριος .....
«ὦ πούς, ἀφήσω σε»
ὁ Φιλοκτήτης λέγει· ἄνθρωπε, ἄφες καὶ μὴ βόα μηδὲ λοιδοροῦ τοῖς φιλ-
τάτοις, μηδὲ ἐνόχλει τὴν Λημνίων γῆν.
«ὦ θάνατε παιάν».
εἰ μὲν ταῦτα λέγεις ἀλλαττόμενος κακὸν κακοῦ, οὐκ ἀποδέχομαι τῆς
εὐχῆς· εἰ δὲ ἡγεῖ τῶι ὄντι τὸν θάνατον παιᾶνα εἶναι καὶ ἀπαλλακτὴν κακοῦ
καὶ ἀπλήστου καὶ νοσεροῦ θρέμματος, ἡγεῖ καλῶς ...
Ἰωάννης ὁ Στοβαῖος Αἰσχύλου·
Φιλοκτήτης «ὦ θάνατε παιάν, μή μʼ ἀτιμάσηις μολεῖν·
μόνος γὰρ εἶ σὺ τῶν ἀνηκέστων κακῶν
ἰατρός, ἄλγος δʼ οὐδὲν ἅπτεται νεκροῦ».
Ψευδοπλούταρχος ὁ δʼ Αἰσχύλος
καλῶς ἔοικεν ἐπιπλήττειν τοῖς νομίζουσι τὸν θάνατον εἶναι κακόν, λέγων
ὧδε·
«ὡς οὐ δικαίως θάνατον ἔχθουσιν βροτοί,
ὅς περ μέγιστον ῥῦμα τῶν πολλῶν κακῶν».
τοῦτον γὰρ ἀπεμιμήσατο καὶ ὁ εἰπών·
«ὦ θάνατε παιάν, ἰατρὸς μόλοις»
...... ... καὶ καθάπερ τὰ πρὸ ἡμῶν οὐδὲν ἦν πρὸς ἡμᾶς, οὕτως
οὐδὲ τὰ μεθʼ ἡμᾶς οὐδὲν ἔσται πρὸς ἡμᾶς·
«ἄλγος» γὰρ ὄντως «οὐδὲν ἅπτεται νεκροῦ»,
«τὸ» γὰρ «μὴ γενέσθαι τῶι θανεῖν ἴσον λέγω».
Θεόδωρος ὁ Μετοχίτης ... τὸ τοῦ Αἰσχύλου φθέγγεσθαι
«ὦ θάνατε παιάν, ἰατρὸς μόλε».
Μιχαὴλ Ἀποστόλιος ὁ Παροιμιογράφος
Φιλοκτήτης «ἔνθʼ οὔτε μίμνειν ἄνεμος οὔτʼ ἐκπλεῖν ἐᾶι»·
ἐπὶ τῶν δυσχρήστοις περιπεσόντων τοῦτο λέγεται. φησὶ δὲ αὐτὸ παρʼ
Αἰσχύλωι ὁ Φιλοκτήτης.
Πλούταρχος τὸν μὲν γὰρ ἀπόητον ὁ τοῦ θανάτου
φόβος, οὐχ ὁ τοῦ ζῆν πόθος, ἐκκρέμασθαι τοῦ σώματος ποιεῖ περιπεπλεγμέ-
νον ὥσπερ τὸν Ὀδυσσέα τῶι ἐρινεῶι, δεδοικότα
τὴν Χάρυβδιν ὑποκειμένην,
«ἔνθʼ οὔτε μίμνειν ἄνεμος οὔτʼ ἐκπλεῖν ἐᾶι».
Ἀρισταίνετος ... μόνον δὲ κλυδωνιζόμενος ἐκ τοῦ
πόθου,
«ἔνθα», φησίν,«οὔτε μένειν ἄνεμος οὔτʼ ἐκπλεῖν ἐᾶι».
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν «σταυροὺς δʼ ἐκτὸς ἔλασσε
διαμπερὲς ἔνθα καὶ ἔνθα, πυκνοὺς καὶ θαμέας, τὸ μέλαν
δρυὸς ἀμφικεάσσας.» τὸ «μέλαν δρυός» τὴν ἐντεριώνην φασὶν οὕτω καλου-
μένην. ὁ δὲ Ἀρίσταρχος τὸν φλοῦν. ὁ δὲ Κράτης τὴν
δασύτητα τῶν φύλλων «μελάνδρυον» φησίν, ὡς καὶ Αἰσχύλος φησὶ Φι-
λοκτήτηι·
«κρεμάσας δὲ τόξον πίτυος ἐκ μελανδρύου ...».
τὸ δὲ «δρυός» δύναται νοεῖσθαι καὶ ἐπὶ παντὸς ξύλου.
Εὐστάθιος ὁ Θεσσαλονίκης «μέλαν» δὲ «δρυός» οἱ μὲν τὴν ἐντεριώ-
νην φασίν, ἤγουν τὸ ἐγκάρδιον τῆς δρυός, μέλαν ὡς τὰ πολλὰ ὄν. Ἀρίσταρ-
χος δὲ τὸν φλοῦν οὕτω νοεῖ. Κράτης δὲ τὴν δασύτητα καὶ
πολλὴν πυκνότητα τῶν φύλλων «μελάνδρυον» καλεῖ ὡς αἰτίαν τῶι ξύλωι
μελανίας διὰ τῆς σκιᾶς· φέρεται δὲ καὶ Αἰσχύλου χρῆσις ἐν Φιλοκτήτηι.
«κρεμάσας δὲ τόξον πίτυος ἐκ μελανδρύου ...».
Συναγ. λέξ. χρησίμ.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ὀκορνούς»· τοὺς πάρνοπας. Αἰσχύλοσ Φιλο-
κτήτηι. οἱ δὲ Ἴωνες ἀττελέβους. καὶ τὰ ἀκριδώδη οὕτω λέγουσιν.
Ἀθήναιος κἀν Φιλοκτήτηι
δὲ κατὰ γενικὴν κλίσιν «φαβῶν» εἴρηκεν.
Ἀριστοφάνους Σχόλια Σπερχειὲ ποταμὲ
βούνομοί τʼ ἐπιστροφαί» ... ἔστι δὲ ἐκ Φιλοκτήτου Αἰσχύλου
Τήλεφος
Κατάλογ. Τήλεφος.
Ἕλληνες ἐπὶ τὴν
Τροίαν ἀναπλέοντες ἐπλανήθησαν καὶ Φρυγίαν καταλιπόντες τῆι Μυσίαι
προσέβαλον. Τήλεφος δὲ ὁ τοῦ Ἡρακλέους παῖς τούτους διώκων ἔλεγεν
«κεχώρισται τῶν Φρυγῶν καὶ τῶν Μυσῶν τὰ ὅρια».
τοῦτον ἐν συστάδην μάχηι τιτρώσκουσιν Ἀχιλλεὺς καὶ Αἴας. ἀλγοῦντα δὲ
δεινῶς Ἡρακλέους υἱὸν αὐτὸν εἶναι μαθόντες καὶ μεταμεληθέντες οἱ τῶν
Ἑλλήνων βασιλεῖς ἐπισκέπτονται καὶ λόγοις παρακαλοῦσιν ἰατροὺς οἰκείοις
ὡς ἐνὸν ἐπιμελούμενοι. τοῦ δὲ χρηματισθέντος μὴ ῥωσθῆναι τοῦ «Ἀχιλλέως
ἄνευ» πρὸς αὐτὸν ἀφικόμενος θεραπεύεται.
Στράβων ... ὥσθʼ ὅπερ ἔφην ἔργον διορίσαι
«χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα».
Ἀριστοφάνους Σχόλια ... ἐπεὶ καὶ ὁ Τήλεφος
κατὰ τὸν τραγωιδοποιὸν Αἰσχύλον, ἵνα τύχηι παρὰ τοῖς Ἕλλησι
σωτηρίας, τὸν Ὀρέστην εἶχε συλλαβών
Ἀριστοφάνους Σχόλια «κύδιστʼ Ἀχαιῶν, Ἀτρέως πολυκοίρανε
μάνθανέ μου παῖ.» ἐκ Τηλέφου Αἰσχύλου.
— Ἀριστοφάνους Σχόλια Τιμαχίδας τοῦτό φησιν ἐν Τηλέφωι δράματι Αἰσχύ-
λου.
— Ἀριστοφάνους Σχόλια Ἀρίσταρχος καὶ Ἀπολλώνιος· «ἐπισκέψασθε πόθεν
εἰσί». Τιμαχίδας δὲ ἐκ Τηλέφου Αἰσχύλου. Ἀσκληπιάδης δὲ ἐξ Ἰφι-
γενείας.
Πλάτων :
ἔστι δὲ ἄρα ἡ πορεία οὐχ ὡς ὁ Αἰσχύλου Τήλεφος λέγει· ἐκεῖνος μὲν
γὰρ «ἁπλῆν οἶμον» φησὶν «εἰς Ἅιδου φέρειν», ἡ δʼ οὔτε ἁπλῆ οὔτε μία φαί-
νεταί μοι εἶναι.
Διονύσιος ὁ Ἁλικαρνασσεύς μία γὰρ καὶ ἡ αὐτὴ «οἶμος»
κατὰ τὸν Αἰσχύλον «εἰς Ἅιδου φέρουσα» .... —
Ἡσύχιος ὁ Ἀλεξανδρεύς Συναγ. λέξ. χρησίμ.
Φώτιος «ἀμφιδεξίοις χερσί»· ταῖς τῶν τοξοτῶν, διὰ τὸ
ἑκατέραν χεῖρα ἐνεργεῖν ἐν τῶι τοξεύειν. Αἰσχύλος Τηλέφωι.
Μυσοί
Κατάλογ. Μυσοί.
Στράβων ῥεῖ δʼ ἐκ τοῦ Τήμνου ποταμὸς Μύ-
σιος, ἐμβάλλων εἰς τὸν Κάϊκον ὑπὸ ταῖς πηγαῖς αὐτοῦ, ἀφʼ οὗ δέχονταί
τινες εἰπεῖν Αἰσχύλον κατὰ τὴν εἰσβολὴν τοῦ ἐν Μυρμιδόσι προ-
λόγου·
«ἰὼ Κάϊκε Μύσιαί τʼ ἐπιρροαί».
«ἰὼ Κάϊκε Μύσιαί τʼ ἐπιρροαί».
μεταπίπτει δὲ
αὐτῆς ἀπʼ ἀλλήλων εἰς ἄλληλα τὰ εἴδη τόνδε τὸν τρόπον. τίθημι
καθαρὸν ἰαμβικὸν τόδε·
«ἰὼ Κάϊκε Μύσιαί τʼ ἐπιρροαί».
τούτου ἐὰν ἀφέληις τὴν πρώτην συλλαβήν, τὸ καταλειπόμενον γίνεται
τροχαϊκόν·
«ὦ Κάϊκε Μύσιαί τʼ ἐπιρροαί»,
ἀπὸ τριμέτρου τρίμετρον, ἀπὸ ἀκαταλήκτου καταληκτικόν. καὶ αὖ πάλιν
εἰ ἄλλην ἀφέλοις, ἰαμβικὸν γίνεται τὸ τροχαϊκόν. οὐ μόνον δὲ ἐν ταῖς ἀφαι-
ρέσεσιν, ἀλλὰ καὶ ἐν ταῖς προσθέσεσι τὸ τοιοῦτον τῆς ἐπιπλοκῆς διασώιζε-
ται. φέρε γάρ με τῶι προειρημένωι στίχωι προσθεῖναι κατὰ τὴν ἀρχὴν
μακράν, πάλιν γίνεται τροχαϊκόν·
«νῦν ἰὼ Κάϊκε Μύσιαί τʼ ἐπιρροαί».
εἰ δʼ αὖ προσθείην καὶ βραχεῖαν, γίνεται ἰαμβικόν·
«σὺ νῦν ἰὼ Κάϊκε Μύσιαί τʼ ἐπιρροαί».
...
«ἰὼ Κάϊκε Μύσιαί τʼ ἐπιρροαί» ...
«ἰὼ—τʼ ἐπ...».
Συναγ. λέξ. χρησίμ.
Σοῦδα «ὀργεῶνες»· ... ἤδη δὲ μεταφέροντες καὶ τοὺς ἱερέας οὕτω κα-
λοῦσιν. ὁ γοῦν Ἀντίμαχος ἐν τῆι Λύδηι·
«γενεᾶι Καβαρνοὺς θῆκεν ἀγακλέας ὀργειῶνας»,
καὶ ὁ Αἰσχύλος ἐν Μυσοῖς τὸν ἱερέα τοῦ Καΐκου προσαγορεύων·
«ποταμοῦ Καΐκου χαῖρε πρῶτος ὀργεών,
εὐχαῖς δὲ σώιζοις δεσπότας παιωνίαις».
Οὐαλέριος Ἁρποκρατίων «ὀργεῶνας»· ... οἱ
μέντοι ποιηταὶ ἔταττον τοὔνομα ἁπλῶς ἐπὶ τῶν ἱερέων, ὡς Ἀντίμαχός τέ
που καὶ Αἰσχύλος ἐν Μυσοῖς ...
Συναγ. λέξ. χρησίμ. «ἀνακαλπάζει»· τινὲς μὲν
ὡς οὐ δόκιμον ἐφυλάξαντο τὴν φωνήν, Αἰσχύλος δὲ ἐχρήσατο Μυσοῖς
ὡς δόκιμον. λέγει γάρ·
Χορός «εἶδον
καλπάζοντας ἐν αἰχμαῖς».
ὁμοίως Σοφοκλῆς, Ἀριστοφάνης καὶ
Πλάτων καὶ ἕτεροι.
Ἀριστοτέλης ... τούς τε λόγους μὴ συνί-
στασθαι ἐκ μερῶν ἀλόγων, ἀλλὰ μάλιστα μὲν μηδὲν ἔχειν ἄλογον,
εἰ δὲ μή, ἔξω τοῦ μυθεύματος, ὥσπερ Οἰδίπους τὸ μὴ εἰδέναι πῶς ὁ
Λάϊος ἀπέθανεν, ἀλλὰ μὴ ἐν τῶι δράματι, ὥσπερ ἐν Ἠλέκτραι
οἱ τὰ Πύθια ἀπαγγέλλοντες ἢ ἐν Μυσοῖς ὁ «ἄφωνος ἐκ Τεγέας εἰς τὴν
Μυσίαν» ἥκων.
«δειπνεῖ δʼ ἄφωνος Τήλεφος ...».
Στέφανος ὁ Βυζάντιος «Οἶος» πολίχνιον Τεγέας.
Αἰσχύλος Μυσοῖς. οἱ πολῖται «Οἰᾶται», καὶ τὸ ἐθνικὸν ὁμοίως.
ΤΟΞΟΤΙΔΕΣ
Κατάλογ. Τοξότιδες.
Συναγ. λέξ. χρησίμ.
«ἄθηρος ἡμέρα»· σεμνὴ πάνυ ἡ συμπλοκὴ καὶ ἀξίωμα οὐ μικρὸν ἔχουσα.
καὶ γὰρ ὁ χρησάμενος τῆι φωνῆι καὶ τῆι φράσει Αἰσχύλος ἐστὶν ἐν
Τοξότισι. πρόσεστι δὲ τῶι σεμνῶι τῆς λέξεως καὶ τὸ πολιτικόν. λέγεται
δὲ ἐπὶ Ἀκταίωνος·
«οὔ πω τις Ἀκταίωνʼ ἄθηρος ἡμέρα
κενόν, πόνου πλουτοῦντʼ, ἔπεμψεν εἰς δόμους».
συγγράφων χρῶ, φησὶν ὁ Φρύνιχος.
Ἀντίγονος ὁ Καρύστιος τῶν δὲ θηλέων ζώιων
ῥοπικώτερόν φησιν
εἶναι πρὸς τὴν συνουσίαν ἵππον, καὶ ἱππομανίαν ἰσχυρῶς … ὅθεν
καὶ πρὸς τὴν βλασφημίαν ἀπὸ τούτου μεταφέρεσθαι καὶ τὰς πρὸς τὰ ἀφροδίσια
κεκινημένας ὀνειδίζεσθαι. φαίνεται δὲ καὶ Αἰσχύλος ἱστορικῶς τὸ τοιοῦτον
οὕτως πως εἰρηκέναι πρὸς τὰς παρθένους ἐν ταῖς Τοξότισιν·
Ἀκταίων «αιδωνταισ ἁγναῖς παρθένοις γαμηλίων
λέκτρων αστειμη βλεμμάτων ῥέπει βολή»,
καὶ διαλιπὼν προσέθηκεν·
Ἀκταίων «νέας γυναικὸς οὔ με μὴ λάθηι φλέγων
ὀφθαλμός, ἥ τις ἀνδρὸς ἦι γεγευμένη·
ἔχων δὲ τούτων θυμὸν ἱππογνώμονα
… ».
Πλούταρχος ... μὴ φάναι δʼ «ἀνθεῖν» τὸ θῆλυ μηδὲ
ποιεῖν ἔμφασιν «εὐφυΐας πρὸς ἀρετὴν» ἄτοπόν ἐστι. καὶ γὰρ Αἰσχύλος
ὀρθῶς ἐποίησε·
«νέας γυναικὸς οὔ με μὴ λάθηι φλέγων
ὀφθαλμός, ἥ τις ἀνδρὸς ἦι γεγευμένη».
—Πῶς ἄν τις αἴσθοιτο ἑαυτοῦ προκόπτοντος ἐπʼ ἀρετῆι .......
«νέας» μὲν γὰρ «γυναικὸς»
ὡς Αἰσχύλος φησίν, οὐ λανθάνει
«φλέγων
ὀφθαλμός, ἥ τις ἀνδρὸς ἦι γεγευμένη»,
νέωι δʼ ἀνδρὶ γευσαμένωι προκοπῆς ἀληθοῦς ἐν φιλοσοφίαι τὰ Σαπφικὰ
ταυτὶ παρέπεται·
«..κὰμ μὲν γλῶσσα ἔαγε, λέπτον
δʼ αὔτικα χρῶι πῦρ ὑπαδεδρόμηκε».
«βούπαις»: ... ἀπὸ δὲ τοῦ «ἵππου» «ἱπποσέλινον», καὶ
«θυμὸν ἱππογνώμονα»
τὸν μεγαλογνώμονα ...
—— «ἱππομανής»: ... ἀπὸ δὲ τοῦ
«ἵππου» «ἱπποσέλινον», καὶ
«θυμὸν ἱππογνώμονα»
τὸν μεγάλης γνώμης ...
... τὸ γὰρ «ἵππος» ἐπὶ μεγάλου τάσ-
σεται, ὡς «ἱπποσέλινον», καὶ «ἱππογνώμονα» τὸν μεγαλογνώμονα.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν «ἀμαθύνει» ... ὁ δὲ Αἰσχύλος ἐπὶ
τοῦ διαφθείρειν ψιλῶς τέταχε, περὶ τοῦ Ἀκταίωνος λέγων·
«κύνες διημάθυνον ἄνδρα δεσπότην».
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ... τὰ μὲν δὴ τῶν Ἀκταίονος κυνῶν ὀνόματα
κατὰ τὴν Αἰσχύλου δόξαν «Κόραξ Ἅρπυια Χάρων Λυκόττας».
...
Ἡσύχιος ὁ Ἀλεξανδρεύς Συναγ. λέξ.
«πεζοφόροις ζώμασιν»· Αἰσχύλος Τοξότι-
σιν· ὥσπερ «πέζαν» ἐχόντων τῶν χιτώνων, τινὲς δὲ ποδήρεσι. «ζῶμα» δὲ τὸ
ἔνδυμα.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης οἱ δὲ «πεζοφόροι» χιτῶνες ἢ οἱ ποδήρεις
ἢ οἱ πέζας ἔχοντες.
——— ... τὸ δὲ «ζῶμα» ἐστὶ μὲν ἐπιτήδειον ἐνδῦναι, «πέζας» δὲ
ἔχει, ὡς Αἰσχύλος δηλοῖ, «πεζοφόρα» τὰ «ζώματα» ἀποκαλῶν. ὅτι δʼ ἐνδῦναι
ἦν ἐπιτήδεια, τεκμήραιτʼ ἄν τις καὶ τῶι ἐν τῆι Μενάνδρου Ῥαπιζομένηι
«οὐχ ὁρᾶτε τὴν τροφὸν
ζῶμʼ ἐνδεδυμένην;»·
ὡς ἐπὶ τὸ πολὺ γὰρ γραῶν τὸ φόρημα ἦν.
ΤΡΟΦΟΙ
Κατάλογ.Τροφοί σάτυροι
Σχόλια εἰς Εὐριπίδην Αἰσχύλος δʼ ἐν ταῖς Τροφοῖς ἱστορεῖ ὅτι
καὶ τὰς Διονύσου τροφοὺς μετὰ τῶν ἀνδρῶν αὐτῶν ἀνεψήσασα ἐνεοποίησε.
Συναγ. λέξ. χρησίμ. «ἐμψίουσα»· τροφὰς
διδοῦσα χόνδρου. Αἰσχύλος ἐν Τροφοῖς·
«βιοτὴν αὔξιμον ἐμψίουσα».
Ἱππῶναξ·
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἐμψίουσα»·
ἐρέγματα διδοῦσα.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «δίκρα ὄψις»· ἡ διπλῆ.
Αἰσχύλος Τροφοῖς.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς Συναγ. λέξ. χρησίμ.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «πεδοίκου»· μετοίκου. «πεδοίκου
χελιδόνος»· συνοίκου. Αἰσχύλος Τροφοῖς.
Φινεύς
ἐπὶ Μένωνος
τραγωιδῶν Αἰσχύλος ἐνίκα Φινεῖ, Πέρσαις, Γλαύκωι Ποτ-
νιεῖ, Προμηθεῖ.
Κατάλογ. Φινεύς.
Ἀθήναιος ὁ δʼ Εὐριπίδης φησί·
«... φαύληι διαίτηι προσβαλὼν ἥσθη στόμα»,
ὡς τῆς ἀπὸ τῶν προσφορῶν τέρψεως περὶ τὸ στόμα μᾶλλον γινομένης.
Αἰσχύλος τʼ ἐν Φινεῖ·
«καὶ ψευδόδειπνα πολλὰ μαργώσης γνάθου
ἐρρυσιάσθη στόματος ἐν πρώτηι χαρᾶι».
«ἄνηστις»· ὁ ἄσιτος. Κρατῖνος ἐν Διονυσαλεξάνδρωι·
«... φοιτᾶις ἐπὶ δεῖπνον ἄνηστις»,
καὶ Αἰσχύλος ἐν Φινεῖ·
« … ἄνηστις δʼ οὐκ ἀποστατεῖ γόος».
...... οὕτως Ἡρωδιανὸς ἐν τῶι Περὶ παθῶν.
«... ἐπὶ μάρτυρος ἔστω»: ... τὸ «ἅρπαγος», ἔνθεν ἐπλήθυνεν Αἰσχύ-
λος ἐν Φινεῖ
«ἁρπάγοιν χεροῖν»,
καὶ Σοφοκλῆς ἐν Φινεῖ α
«χερσὶν ἁρπάγοις» ....
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ... ἃ δὲ «ποδεῖα» Κριτίας
καλεῖ, εἴτε πίλους αὐτὰ οἰητέον εἴτε περιειλήματα ποδῶν, ταῦτα «πέλλυ-
τρα» καλεῖ ἐν Φινεῖ Αἰσχύλος·
«πέλλυτρʼ ἔχουσιν εὐθέτοις ἐν ἀρβύλαις» ...
—— ... καὶ «ποδεῖα» τοὺς περὶ τοῖς ποσὶ πίλους Κριτίας
ἅπερ Αἰσχύλος «πέλλυτρα» καλεῖ.
«πέλλυτρα»· οὕτω γὰρ τὰ «ποδεῖα» Σοφοκλῆς
καλεῖ ...
Φιλόδημος :
... Αἰσχύλος δʼ ἐν Φινεῖ καὶ Εἴβυκος καὶ Τελέστης
ποιοῦσι τὰς Ἁρπυίας θεὰς οὔσας ὑπὸ τῶν Βορειδῶν τε-
λευτώσας καὶ ...
Πέρσαι
Γλαῦκος Ποτνιεύς
Κατάλογ. Γλαῦκος Ποτνιεύς.
παροιμία «ἀγὼν πρόφασιν οὐκ ἀναμένει» ...... Αἰσχύλος
δέ φησιν Γλαύκωι Ποτνιεῖ·
«ἀγὼν γὰρ ἄνδρας οὐ μένει λελειμμένους»,
καὶ Ἀριστοφάνης Θεσμοφοριαζούσαις β.
«ἀγὼν γὰρ οὐ μέλλοντος ἀθλητοῦ μένει
ἀλκήν».
Γλαῦκος ης ἑλὼν ἵπποισιν ημ …
… γένοιτο καί σε πευση … δ …
ξίας ἕκατι πρωτὸδ …
μηδʼ ἐν κελεύθωι ξυμβολή τις εἴη.
Χορός εὐοδίαν μὲν …
πρῶτον ἀπὸ στόματος χέομεν
… ρονω
… δνόφος ποτʼ εὐκλείας τ
… είνουσιν αἰανεῖ βίωι
… ς ἄτερθεν ω … ξένοις
πνεύμασʼ εἰ π … σείεται
… ο … τ
Χορός … ν
…
… ν
…
…
…
…
…
τῶν μελάθρων
… φάσματα
… κατὰ νοῦν
…
ἐλπόμενοι
εὐχόμεθʼ ἡμεῖς
…
Εὐρώπη ἔδοξε γὰρ
ἔχων στεφ
ἵππους κυη
κ … τ …
σύριγγι καὶ
τοίαν διπ
ὀδὰξ … οι
τελο
ἕλκει
δέοι θʼ
κἀγὼ π
καὶ τίς μαγ …
… παίειν κατ
Ἄγγελος γύναι τιτήνη,
Γλαῦκον σ
καμπαῖης
καὶ λοισθι
νίκης ἀρέσθαι κῦδος
εἰ δʼ ἀνδρὸς …
ν … ἀγων …
ου …
εἰσέβη
γνάθοις λαβεῖν
ἱππηλάτην
νον ὄντα …
… τί γάρ; τὸ λοιπὸν οὔ σε χρὴ λαθεῖν
… ων ὀδὰξ δακ
… ς χαλινοῖς
… ει· φέρει δὲ
… α … ὁ πλήξας …
μή σε προσδέδορκε …
ἀγῶνος δῆλον … σθ …
α κεῖσθαι καιρὸς εἴ ποτʼ ἦν ἄρα
… φρόνως ἔκρινε τ …
ερω θυτῆρι σὺν π … ο
προστατηρίοισιν ὠ … νο
… φ … ωνη
… ου … υ
… νε
… τ
οπ
θε
οι
…
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν «ὥς τε δύʼ αἶγα λέοντε
κυνῶν ὕπο καρχαροδόντων ἁρπάξαντε φέρητον ...» ... καὶ Αἰσχύλος
περὶ Γλαύκου·
«εἷλκον δʼ ἄνω λυκηδόν, ὥς τε διπλόοι
λύκοι νεβρὸν φέρουσιν ἀμφὶ μασχάλαις».
Σχόλια εἰς Εὐριπίδην «τροχοί τʼ ἐπήδων ἄξονές τʼ
ἐπʼ ἄξοσι, νεκροὶ δὲ νεκροῖς ἐξεσωρεύονθʼ ὁμοῦ.» παρὰ τῶι Αἰσχύ-
λωι ἐν Γλαύκωι Ποτνιεῖ·
«ἐφʼ ἅρματος γὰρ ἅρμα, καὶ νεκρῶι νεκρὸς
ἵπποι τʼ ἐφʼ ἵπποις ἦσαν ἐμπεφυρμένοι».
Ἀριστοφάνους Σχόλια «ἐφʼ ἅρματος γὰρ ἅρμα, καὶ
νεκρῶι νεκρὸς ...» ἐκ Γλαύκου Αἰσχύλου.
ἀλλʼ οὔ τις ἐν χέρσοισι κωλ
ἀλλʼ ἐν θαλάσσηι δεινὸς α …
οἷον τὸ χρῆμα τοῦτʼ ἔδειξε
ὅπως ὀρειο … τῶν ἰθαγενῶν
πόθεν γὰρ
φῦσαι γὰρ εἰκὸς
κἄμοιγʼ ἐναντι
δίφρους γʼ ἰχν …
ουρε … με
…
ειν …
τειν
εἰ δʼ ἐσθλὸν ω
τέλειον α
Ἑρμῆ τʼ ἄναξ
ξὺν μαρτυ
ἔστιν γὰρ ἡμ
ἀλλ … καὶ λ
… σδε.
Χορός
…
ν …
πλο
ναίεις ἐν …
πιθανὰς δὲ
Ζηνὸς ἄγγελε
… ων
… ξετ
… υ …
… ρ …
… ὅδε … ωχ
οἶδμα ποντίας ἁλός
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «εὐφήμοις γόοις»·
δυσφήμοις, κατὰ ἀντίφρασιν. Αἰσχύλος Γλαύκωι Ποτνιεῖ.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀμφισωπόν»· περίω-
πον, πάντοθεν ἀναπεπταμένον. Αἰσχύλος Γλαύκωι Ποτνιεῖ.
Ἐτυμολογικὸν τὸ Μέγα «ἀμφισωπόν»· περίβλεπτον.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἰτηλόν»· τὸ
ἔμμονον καὶ οὐκ ἐξίτηλον. Αἰσχύλος Γλαύκωι Ποτνιεῖ.
Συναγ. λέξ. χρησίμ. «ἰτηλόν»· τὸν οὐκ ἐξί-
τηλον, ἀλλʼ ἀνεξάλειπτον. οὕτως Αἰσχύλος.
Προμηθεὺς Πυρκαεύς
Αἰσχύλου Σχόλια ἐπὶ Μένωνος
τραγωιδῶν Αἰσχύλος ἐνίκα Φινεῖ, Πέρσαις, Γλαύκωι Ποτνιεῖ,
Προμηθεῖ Πυρκαεῖ.
Κατάλογ. Προμηθεὺς Πυρκαεύς.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ... ὁ δʼ ἐμπρήσας τάχʼ ἂν «πυρκαεὺς»
ὀνομάζοιτο κατʼ Αἰσχύλον καὶ Σοφοκλέα οὕτως ἐπιγράψαντας τὰ δρά-
ματα, τὸν μὲν τὸν Προμηθέα, τὸν δὲ τὸν Ναύπλιον.
Πλούταρχος ... τοῦ δὲ σατύρου
τὸ πῦρ ὡς πρῶτον ὤφθη βουλομένου φιλῆσαι καὶ περιβαλεῖν ὁ Προμηθεύς·
«τράγος, γένειον ἆρα πενθήσεις σύ γε» ...
Ἐπιφάνιος ὁ Σαλαμῖνος ... ἄλλος δὲ ὁ
τραγωιδὸς ὁ καὶ τὴν χεῖρα αὐτοῦ καύσας. τάχα δὲ θεὸς ὢν
ἐπελάθετο ὅτι δάκνει τὸ πῦρ, καὶ οὐκ εἶχε τὴν πρόγνωσιν τοῦ λέγοντος
«τράγωι» τῶι σατύρωι, εὑρόντι πρότερον τὸ πῦρ καὶ προσελθόντι φιλῆσαι·
«μὴ ἅψηι, τράγε· ἁψάμενος γάρ σου ἐμπρήσεις τὰ γένεια».
... ἐπὶ δὲ τῆς ῥανίδος ὁ αὐτός
φησιν ἐν Προμηθεῖ·
Προμηθεύς «ἐξευλαβοῦ δὲ μή σε προσβάληι στόμα
πέμφιξ· πικρὰ γὰρ κοὐλία λαιμῶι … »,
καὶ ἐν Πενθεῖ·
«μηδὲ αἵματος πέμφιγα πρὸς πέδωι βάληις».
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης τῶν δὲ γυμνασίοις προσηκόντων σκευῶν ...
καὶ «ὠμόλινον», οὐ Κρατίνου μόνον εἰπόντος τὸ «ὠμόλινον»
ἀλλὰ καὶ Αἰσχύλου ἐν Προμηθεῖ Πυρκαεῖ·
«λινᾶ δὲ πεσσὰ κὠμολίνου μακροὶ τόνοι».
… φησὶν ὅτι Προ-
μηθεὺς τὸν τῶν κακῶν πίθον παρὰ τῶν σατύρων … λαβὼν καὶ παρα-
θέμενος τῶι Ἐπιμηθεῖ παρήγγειλε μὴ δέξασθαί τι παρὰ Διός, ὁ δὲ παρα-
κούσας ἐδέξατο τὴν Πανδώραν.
Φορκίδες
Κατάλογ. Φορκίδες.
Ἐρατοσθένης ὁ Κυρηναῖος Περσέως. περὶ τούτου ἱστορεῖ-
ται ὅτι ἐν τοῖς ἄστροις ἐτέθη διὰ τὴν δόξαν. τῆι γὰρ Δανάηι ὡς χρυσὸς
μιγεὶς ὁ Ζεὺς ἐγέννησεν αὐτόν. ὑπὸ δὲ τοῦ Πολυδέκτου πεμφθεὶς ἐπὶ
τὰς Γοργόνας τήν τε κυνῆν ἔλαβε παρʼ Ἑρμοῦ καὶ τὰ πέδιλα, ἐν οἷς διὰ
τοῦ ἀέρος ἐποιεῖτο τὴν πορείαν. δοκεῖ δὲ καὶ ἅρπην παρʼ Ἡφαίστου λαβεῖν
ἐξ ἀδάμαντος· ὡς δὲ Αἰσχύλος φησὶν ὁ τῶν τραγωιδιῶν ποιητὴς ἐν
Φορκίσιν, Γραίας εἶχον προφύλακας αἱ Γοργόνες. αὗται δὲ ἕνα εἶχον
ὀφθαλμὸν καὶ τοῦτον ἀλλήλαις παρεδίδοσαν κατὰ φυλακήν. τηρήσας δʼ ὁ
Περσεὺς ἐν τῆι παραδόσει λαβὼν ἔρριψεν αὐτὸν εἰς τὴν Τριτωνίδα Λίμνην,
καὶ οὕτως ἐλθὼν ἐπὶ τὰς Γοργόνας ὑπνωκυίας ἀφείλετο τῆς Μεδούσης τὴν
κεφαλήν ...
Φιλόδημος ... τους … ἕνα δὲ ὀφθαλ-
μὸν καὶ ὀδόντα μόνον ἐχούσας … Αἰσχύλος ἐν Φορκίσι
λέγει καὶ ὁ τὸν
Αἰγίμιον ποιήσας ....
Ἀριστοτέλης τὸ δὲ τέταρτον
τραγωιδίας εἶδος ὄψις, οἷον αἵ τε Φορκίδες καὶ Προμηθεὺς καὶ ὅσα ἐν
Ἅιδου.
Ἀθήναιος :
... οὐκ ἀγνοῶ δʼ ὅτι οἱ περὶ τὴν Σικελίαν κατοικοῦντες «ἀσχέδωρον»
καλοῦσι τὸν σύαγρον. Αἰσχύλος γοῦν ἐν Φορκίσι, παρεικάζων τὸν
Περσέα τῶι ἀγρίωι τούτωι συί, φησίν·
«ἔδυ δʼ ἐς ἄντρον ἀσχέδωρος ὥς … ».
Συναγ. λέξ. χρησίμ. «ἀσχέδωρος» παρʼ
Αἰσχύλωι ὁ ἐκ τῆς ἰδίας ἀλκῆς «ἄσχετα δωρούμενος», οἷον βίαιος. Ἰτα-
λιῶται τὸν σύαγρον «ἀσχέδωρον» καλοῦσιν.
Πολυδέκτης
Κατάλογ. Πολυδέκτης.
Δικτυουλκοί
Κατάλογ. Δικτυουλκοί.
Α ξυνῆκας;
Β ξυνῆκα … α
Α τί σοι φυλάσσω;
Β εἴ που θαλάσσης
Α ἄσημα· λεῖος πόντος
Β δέρκου νυν ἐς κευθμῶνας ἀκταίων πετρῶν.
Α καὶ δὴ δέδορκα· τῶι δὲ τ
ἔα·
τί φῶ τόδʼ εἶναι; πότερʼ ἀγρεύομεν λυγρὰν
φάλαιναν ἢ ζύγαιναν ἢ κιρράν τινα; ἄναξ Πόσειδον Ζεῦ τε ἐνάλιε, σύμφορον
δῶρον θαλάσσης πέμπε τ
καί σοι θαλάσσης δίκτυον δώσω τόδε.
πεφυκίωται δʼ ὥστε δαγνο …
Β? ἆρʼ ἔστʼ ἔναιμον; ἢ τί χρῆμʼ ἐν δικτύωι
ἕλκει γέρων νησαῖος; ὡς ἀμήχανον
ἐστί· τοὔργον οὐ χωρεῖ πρόσω.
καὶ δὴ βοὴν ἵστημι τοῖσδʼ ἰύγμασι·
ἰώ·
πάντες γεωργοί, δεῦτε, κἀμπελοσκάφοι
βοτήρ τε ποιμήν τʼ εἴ τίς ἐστʼ ἐγχώριος οί τε καὶ μαρειλευτῶν ἔθνος,
ἐναντιωτάτης
… α
… ξ …
ησ … μι … ο …
ὦ τῆσδε χώρας ποντίας ἐνοικέται
πάντες τʼ ἀγρῶσται καὶ
βοηδρομεῖτε κ … ν
σειρᾶς δὲ μὴ μεθῆσθε
… γα
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης τὸ δὲ «εὐήτριον» Αἰσχύλος ἐν Δικτυουλ-
κοῖς, εἰ καὶ μὴ ἐπὶ ἐσθῆτος, ἀλλʼ οὖν εἴρηκε·
« … δικτύου δʼ εὐήτρια».
δʼ ἄλγος ε …
ν Δίκτυ νο …
αντες ὠλ …
πολεμιο …
ν ὄμμασιν
καὶ ποταινι
οὐ καλῶς …
… αν ὑπ …
πρέσβυς …
σιν ἐμπ …
ς δʼ ἀπα
… ον
… σαν
… ἐνδατ
… ευσθ
ἐπιδότω
… σκʼ
… αι
… οντε
… σαμε …
…
… ασ …
… ν πα
… ἔδρασʼ ον
… ον …
… υ …
…
… Σέριφον
… βλητ …
προσδέδορκ …
… παῖδα καὶ γέροντ-
… φου …
… ευσ …
… τη …
… ο
… το
… ος παρ
… δε χρωμ
… άτων οὐ ξυν
… ν ἐστʼ ἤδη
… ν
…
Δανάη … χθιον Ἥρας …
αν ἑκάστωι …
ν
βίοτον τόνδʼ ἐφέπουσα
ἀξιομισῆ
…
ἐκαπήλευε δέ μʼ ὁ Ζεύς
… φ
… μ
… δ
… κ
… το
…
…
…
…
…
…
… στε
… συν
… εἰκαζ
… λόγο
… κηρ
… ὃς δ
Σειληνός … χώραν καὶ θεοὺς μαρτύρομαι
… παντὶ κηρύσσω στρατῶι·
παντάπασι … ἐφθάρης
σουσα πρόξενόν θʼ ἅμα
δέχου με καὶ προπράκτορα.
με μαῖαν ὡς γερασμίαν
νηπίοις προσφθέγμασιν.
… σʼ ἐν χρόνωι μένει.
Δανάη … καὶ γενέθλιοι θεοὶ
καὶ Ζεῦ, τελευτὰς τάσδε μοι πόνων τιθείς,
τοῖσδε κνωδάλοις με δώσετε;
ς λόγοισι λυμανθήσομαι;
αἰχμάλωτος ὣς ἕξω κακά;
μαι γοῦν· ἀγχόνην ἄρʼ ἅψομαι
δυσπραξίας τεμοῦσα κωλυτήριον
ἄκεσμʼ, ὅπως μὴ ποντίσηι τις αὖ πάλιν
ἡμᾶς ἀκοίτης ἢ πατήρ· δέδοικα γάρ.
Ζεῦ, τῶνδε πέμπʼ ἀρωγόν, εἰ δοκεῖ, τινα·
σὺ γὰρ μετεῖχες αἰτίας τῆς μείζονος,
τὴν ζημίαν δὲ πᾶσαν ἐξέτεισʼ ἐγώ.
Σειληνός εὖ σʼ ἔλεξα· πάντʼ ἔχεις λόγον.
ἰδοὺ γελᾶι μου προσορῶν
… ὁ μικκὸς λιπαρὸν
τὸ μιλτόπρεπτον φαλακρόν.
εις; ὁ πάπας τις ἀρεσ-
τός· … μο … ὦ ποικιλόνω-
τοι …
… αισιμοι
… μιος
… ἐπιδέρκηι
… ποσθοφιλὴς ὁ νεοσσός.
δερκόμενος
… σιον
… υται,
εἰ μή σε χαίρω προσιδών.
θ ὄλοιτο Δίκτυς κρ
τῆσδέ μʼ ἄγρας ἀποστερῶν.
ὦ φίντων, ἴθι δεῦρο.
ποππυσμός
θάρσει δή· τί κινύρηι;
δεῦρʼ, ἐς παῖδας ἴωμεν ὡς τάχιστα·
ἵξηι παιδοτρόφους ἐμὰς
ὦ φίλος χέρας εὐμενής,
τέρψηι δʼ ἴκτισι καὶ νεβροῖς
ὑστρίχων τʼ ὀβρίχοισι,
κοιμήσηι δὲ τρίτος ξὺν
μητρὶ καὶ πατρὶ τῶιδε.
ὁ πάπας δὲ παρέξει
τῶι μικκῶι τὰ γελοῖα
καὶ τροφὰς ἀνόσους, ὅπως ποτʼ αὖ σὲ
ἀλδὼν αὐτὸς ἐν οὔρεσιν
χαλᾶι νεβροφόνον πόδα.
μάρπτων θῆρας ἄνευ δέους
θῶσθαι μητρὶ παρέξεις
κηδεστῶν τρόπον οἷσιν
σύντροπος πελατεύσεις.
Χορός ἀλλʼ εἶα, φίλοι, στείχωμεν ὅπως γάμον ὁρμαίνωμεν,
ἐπεὶ τέλεος καιρὸς ἄναυδος τάδʼ ἐπαινεῖ.
καὶ τήνδʼ ἐσορῶ νύμφην ἤδη πάνυ βου-
λομένην τῆς ἡμετέρας φιλότητος ἄδην κορέσασθαι.
καὶ θαῦμʼ οὐδέν. πολὺς ἦν αὐτῆι χρόνος, ὃν χήρα
κατὰ ναῦν ὕφαλος τείρετο· νῦν δʼ οὖν ἐσορῶσʼ
ἥβην τὴν ἡμετέραν γηθεῖ γάνυται νυμφίον οἷον
δαισὶν λαμπραῖς τῆς Ἀφροδίτης …
Ψυχαγωγοί
Κατάλογ. Ψυχαγωγοί.
Φρύνιχος ὁ Βιθυνός «ψυχαγωγός»·
οἱ μὲν Ἀλεξανδρεῖς
τὸν τῶν παίδων ἀνδραποδιστὴν οὕτω καλοῦσιν, οἱ δʼ ἀρχαῖοι τοὺς
τὰς «ψυχὰς» τῶν τεθνηκότων γοητείαις τισὶν «ἄγοντας». τῆς αὐτῆς ἐννοίας
καὶ τοῦ Αἰσχύλου τὸ δρᾶμα «Ψυχαγωγός»·
Ἀριστοφάνους Σχόλια «Ἑρμᾶν μὲν πρόγονον τίομεν
γένος οἱ περὶ λίμναν» «Ἑρμᾶν μὲν πρόγονον ...» ἐκ τῶν Αἰσχύλου
Ψυχαγωγῶν.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ... αὐτὸ μὲν γὰρ τοὔνομα τῆς «σκευοθήκης»
εὕροις ἂν ἐν τοῖς Αἰσχύλου Ψυχαγωγοῖς·
«καὶ σκευοθηκῶν ναυτικῶν τʼ ἐρειπίων».
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν οἱ νεώτεροι τὰ περὶ Τηλέ-
γονον ἀνέπλασαν τὸν Κίρκης καὶ Ὀδυσσέως, ὃς δοκεῖ κατὰ ζήτησιν τοῦ
πατρὸς εἰς Ἰθάκην ἐλθὼν ὑπʼ ἀγνοίας τὸν πατέρα διαχρήσασθαι τρυ-
γόνος κέντρωι. Αἰσχύλος δὲ ἐν Ψυχαγωγοῖς ἰδίως λέγει·
Τειρεσίας «ἐρωιδιὸς γὰρ ὑψόθεν ποτώμενος
ὄνθωι σε πλήξει, νηδύος χειλώμασιν.
ἐκ τοῦ δʼ ἄκανθα ποντίου βοσκήματος
σήψει παλαιὸν δέρμα καὶ τριχορρυές».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἄκανθα»· χηρὸς εἶδος.
ἔστι δὲ καὶ ἡ ῥάχις τῶν σφονδύλων, Εὐριπίδης Τρωιάσιν, καὶ
τοῦ ἰχθύος.
Συναγ. λέξ. χρησίμ.
«σταθερόν»· .... τινὲς καὶ ἐπὶ τοῦ στασίμου, ὡς Αἰσχύλος ἐν Ψυχ-
αγωγοῖς·
«σταθεροῦ χεύματος» ....
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια ... ὅτι δὲ
«Δαῖραν» τὴν Περσεφόνην καλοῦσι, Τιμοσθένης ἐν τῶι Ἐξηγητικῶι
συγκατατίθεται, καὶ Αἰσχύλος ἐν Ψυχαγωγοῖς ἐμ-
φαίνει, τὴν Περσεφόνην ἐκδεχόμενος «Δαῖραν».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «Δαῖρα»· ἡ αὐτὴ τῆι
Δαείραι.
Ἐτυμολογικὸν τὸ Γνήσιον «Δάειρα»· ἡ
Περσεφόνη παρὰ Ἀθηναίοις, παρὰ τὴν «δᾶιδα», ἐπειδὴ μετὰ δάιδων ἐπι-
τελεῖται αὐτῆς τὰ μυστήρια, ἢ ὅτι δᾶιδα φορεῖ
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «δρώπτειν»·
διασκοπεῖν. Αἰσχύλος Ψυχαγωγοῖς.
Πηνελόπη
Κατάλογ. Πηνελόπη.
Ἐτυμολογικὸν τὸ Μέγα «ἀφθονέστατον». ἰστέον ὅτι τὸ «ἀρχέστα-
τον», ὡς παρʼ Αἰσχύλωι ἐν τῆι Πηνελόπηι
Ὀδυσσεύς «ἐγὼ γένος μέν εἰμι Κρὴς ἀρχέστατον»,
καὶ τὸ «αἰδοιέστατοι» .... καὶ τὸ «ἀφθονεστέρα»
.... ταῦτα ποιητικά εἰσιν κατʼ ἔθος Ἰώνων
γινόμενα ....
Ὀστολόγοι
Κατάλογ. Ὀστολόγοι.
Συναγ. λέξ. χρησίμ. «ὀστολόγος»· παρʼ Ἐπι-
λύκωι. καὶ δρᾶμα Αἰσχύλου «Ὀστολόγοι».
Ἀθήναιος ... καὶ Αἰσχύλος δʼ ἐν Ὀστο-
λόγοις «ἀγκυλητοὺς» λέγει «κοττάβους» διὰ τούτων·
Ὀδυσσεύς «Εὐρύμαχος, οὐκ ἄλλος τις, οὐδὲν ἧσσον …
ὕβριζʼ ὑβρισμοὺς οὐκ ἐναισίους ἐμοί.
ἦν μὲν γὰρ αὐτῶι σκοπὸς ἀεὶ τοὐμὸν κάρα,
τοῦ δʼ ἀγκυλητοὺς κοσσάβους εστισκοποσεκτεμων
… ἡβῶσα χεὶρ ἐφίετο».
—— Ἀθήναιος «ἀγκύλη» ποτήριον
πρὸς τὴν τῶν κοττάβων παιδιὰν χρήσιμον ..... ἐντεῦθεν ἐννοοῦμεν
τοὺς παρʼ Αἰσχύλωι «ἀγκυλητοὺς κοττάβους».
Ἀθήναιος Π. τοῦ τῶν ἡρώων καθʼ
τῶν δʼ ἄλλων ποιητῶν
ἔνιοι τὰς καθʼ αὑτοὺς πολυτελείας καὶ ῥαιθυμίας ἀνέπεμπον ὡς οὔσας
καὶ κατὰ τὰ Τρωϊκά. Αἰσχύλος γοῦν ἀπρεπῶς που παράγει μεθύον-
τας τοὺς Ἕλληνας, ὡς καὶ τὰς ἀμίδας ἀλλήλοις περικαταγνύναι. λέγει γοῦν·
Ὀδυσσεύς « … ὅδʼ ἔστιν, ὅς ποτʼ ἀμφʼ ἐμοὶ βέλος
γελωτοποιόν, τὴν κάκοσμον οὐράνην,
ἔρριψεν οὐδʼ ἥμαρτε· περὶ δʼ ἐμῶι κάραι
πληγεῖσʼ ἐναυάγησεν ὀστρακουμένη,
χωρὶς μυρηρῶν τευχέων πνέουσʼ ἐμοί».
καὶ Σοφοκλῆς δὲ ἐν Ἀχαιῶν Συνδείπνωι·
«ἀλλʼ ἀμφὶ θυμῶι τὴν κάκοσμον οὐράνην
ἔρριψεν οὐδʼ ἥμαρτε· περὶ δʼ ἐμῶι κάραι
κατάγνυται τὸ τεῦχος οὐ μύρου πνέον.
ἐδειματούμην δʼ οὐ φίλης ὀσμῆς ὕπο».
παρʼ Αἰσχύ-
λωι φαίνεταί τις τὸν Ὀδυσσέα ὀστράκωι «ῥίψας», οὐ μὴν παρʼ Ὁμήρωι.
Φιλόδημος ... τοῦ δὲ
«τὴν κάκοσμον οὐράνην
ἔρριψεν»
τὸ περὶ τὴν κεφαλὴν τοῦ Ὀδυσσέως ἀμίδα συντετρίφθαι ...
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ... «ἀμίς», ἣν Σοφοκλῆς ἐν Παν-
δώραι«ἐνουρήθραν» καλεῖ καὶ Αἰσχύλος «οὐράνην».
... ἡ δὲ τραγωιδία τὴν ἀμίδα «οὐράνην» ἐκάλεσεν.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «οὐδʼ ἥμαρ-
τεν»· οὐκ ἀπέτυχεν.
Συναγ. λέξ. χρησίμ.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ὀμίχματα»· τὰ οὐρήματα. Αἰσχύλος.
Κίρκη σατυρική
Κατάλογ. Κίρκη σατυρική.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «αὐτόφορβος»· αὐτο-
φάγος. Αἰσχύλος Κίρκηι.
Αἴλιος Ἡρωδιανός τὸ δὲ «αὐτόφορβος»
οἱ πλείους βαρύνουσι καὶ τὸ «Ἄφορβος» … κύριον.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ζυγώσω»· δα-
μάσω, κλείσω, καθέξω. Αἰσχύλος Κίρκηι σατυρικῆι.
Συναγ. λέξ. χρησίμ. «ζυγώσω»· καθέξω, δαμάσω.
ΩΡΕΙΘΥΙΑ ΣΑΤΥΡΙΚΗ
Κατάλογ. Ὠρείθυια.
Ἰωάννης ὁ Σικελιώτης
φαίνεται δὲ ἡ ἀτοπία τοῦ ποιητοῦ μᾶλλον
ἐν τῶι τῆς Ὠρειθυίας δράματι, ὅπου «ταῖς δυσὶν σιαγόσι φυσῶν»
ὁ Βορέας «κυκᾶι» τὴν «θάλασσαν» —οὐ γὰρ φέρω ἐπὶ μνήμης τὰ ἰαμβεῖα
ἐπιλαθόμενος—· διὸ καὶ Σοφοκλῆς μιμεῖται … λέγει δὲ
περὶ τούτων Λογγῖνος ἀκριβέστερον ἐν τῶι κα τῶν Φιλολόγων
Ψευδο-Λογγῖνος …
καὶ καμίνου σχῶσι μάκιστον σέλας.
εἰ γάρ τινʼ ἑστιοῦχον ὄψομαι μόνον,
μίαν παρείρας πλεκτάνην χειμάρροον
στέγην πυρώσω καὶ κατανθρακώσομαι.
νῦν δʼ οὐ κέκραγά πω τὸ γενναῖον μέλος».
οὐ τραγικὰ ἔτι ταῦτα, ἀλλὰ παρατράγωιδα, αἱ «πλεκτάναι», καὶ τὸ «πρὸς
οὐρανὸν ἐξεμεῖν», καὶ τὸ τὸν Βορέαν «αὐλητὴν» ποιεῖν, καὶ τὰ ἄλλα ἑξῆς·
τεθόλωται γὰρ τῆι φράσει καὶ τεθορύβηται ταῖς φαντασίαις μᾶλλον ἢ
δεδείνωται, κἂν ἕκαστον αὐτῶν πρὸς αὐγὰς ἀνασκοπῆις, ἐκ τοῦ φοβεροῦ κατʼ
ὀλίγον ὑπονοστεῖ πρὸς τὸ εὐκαταφρόνητον.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς Συναγ. λέξ. χρησίμ.
Ζωναρᾶς «ἀποφύλιοι»· ξένοι οἱ μὴ ἔχοντες «φυλήν». Αἰσχύλος
… σατυρικῶι.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ὡς «ἀποφύλιον» τὸν «φυλὴν» μὴ ἔχον-
τα ...
πρότερον ὑμῖν τοὺς βροτούς,
εὔθυμε, φασὶν ὧδʼ ἔχειν
… βεβηκός
… ίους
υ … βα …
… θηρίων βοράν
… ὄρχαμος ἀρχάν,
… ε … σ … υθίαν κόρυν
κεῖνος εἶπε δὴ φλέγων
ὀργὴν πεδόθεν ὀμμάτων·
… ος ε … φορεσιν λέγειν
τὸν μέγαν παρʼ εὐμέτροις
… ηπα … νασο …
ιας τόνδε προσπεσεῖν
πέδαις … ἀθλοφόρον
… νει … α σεβίζ … ν
… τοις ποτικρούσεις
… μέγαν
… νιν κλύω βροτούς
…
τοὺς ἄκαιρα μωμένους
νεανικὸν πνέων
… δε …
… ων πέλει
… ὀϊζύν
… ια τʼ ἐπιπεμπ …
… ένων διαί
… υμ … κομπολύραν
… α κο … ἴακχον
… κά … ἀλαλαγμόν·
Ἐνυαλίου … αλέγεις
… ραν οτ … μοι … οισι
ο … ὁπλοτέρο … ς, εὔ-
σπλαγχνος, οὐκ ἐφʼ ἵππου
φεύξεται
προσβολάς, κύρβις ὡς γέρων λέγει·
δέξεται δὲ γᾶ νιν ἄλλα
… δὲ μέλπομαι
… ο … κοισιν ἐν …
… ἀμφότερα φίλον γενει …
οὕτως γένοιτο· δεῖ τά γʼ ἄλλʼ εὐπραξίας.
… ντόμοις … ενδέοιεν ἂν
… ν ἐλθοῦσιν μα … φ
χειρ …
ἰδὲ γὰρ ὦ Ζεῦ ξένιε νῦν δόμον
τὸν ξενοδόκον κατασκαπτόμενον·
οὐκ ἐστὶν χάρις ἐν θεοῖς
ἀνδράσι τοῖς δικαίοις.
τοιγὰρ καταπρίσσομαι
κόμας ἀφειδεῖ χερί,
τὸ δʼ ἄναυλον βρέγμα …
δυρομένα σὸν πότμον γόοισιν.
τόδε γὰρ … δειν παρωσ
πρ … πανόρμου λιμένος
ἐ … ει
γ … μαι
…
… εν …
ὡς δʼ ἀν
δύσμαχον φῦλον
… ολ …
… μεν αἰτι …
α τῆς ἀληθείας
… εσμον ε …
ῶν φῦλον
τῆσδʼ ἄγων ἀπὸ χθονός
δʼ ἀφʼ ἱππ
Πρίαμε συμ
μὰκὲδνὸς α
ὄλοιτʼ ἂν εὐ …
… θῆρες οἵδε
… ακοντες ε
κρεοβότους …
… δρᾶν τε καὶ παθεῖν
… πτεροισιν …
ν βίοτον ἐμφερέστατον
τόδε φέρει
θάλαμον
… δες εὔτολμοι
… ἀφιλήτων
… ς δὲ Τευκρίδος
… δα πλάτίδα
… θενη
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «πλατίδα»
γυναῖκα. τὴν ἄθροισιν. «πλατίς»· ἡ γυνή. ἢ
σύνοδος, ἄθροισμα.
… υδ
… α … ἀστραβιζ —
… τοτʼ η …
ο … στενάζουσιμ μια … α … ο
… νοδεα ʼστι … διδυμ
… α … ος ἐλήφθη ἀελλ
… σαμένα σοφά τέκν
… μονον
… πλοκῆς
ἄπορος ἄστοχος
… ης ἐρεῖς·
… ου
… ι συλλαβ … ν
…
…
… ἀρεσ …
… νον το
… ωδε π
… ἐπονε
… λας καθ
…
… λα
… ἀλλʼ ιπ
… ρομ
… ο πνε
… Καδμ
… εφο
… π
… ει προσ
ἐκ δʼ ἱκέσθαι φασὶ …
φ … ε κτημα
…
…
… αλμ …
ἀδελφο …
… σαιν …
ἐξάγω
… εσι …
… αιπ … ς οὐ … ο
… άμη οὐδʼ ἀμφι
… μαχο …
… ἄλλω … ε
ἄλλου π … ε
… σο
… πο
… εί …
… πι …
… γʼ ἄρσεν
… εν
… ἐπακτ
… λί
… ν στύγιο
… ισινα δʼ
… β …
ξυλλαβ …
ἦ γάρ τι θεῖον
κλίνει δόλωι
οἱ δʼ …
Ἀτρε
ὅπως
εἰ μὲν …
μόνον
ἑλο
… στα …
… ω τὰ μηδαμῶς
… προμαντ
… τηρίοισιν
… ταινία
… ω
… μην
… ηρ …
… ὅς περ
… αι καπνῶι
παλαιῶν ἕδη
… ατʼ ε
… πυρ …
… πε …
ταῦτα τοῦ σ
… ξοπ
… σιον μ
… μπω πλ …
… ὀρθοστάδαν
… ἐστάλη
… ν περ
… πλαγχ
… νεον τ
… ειν ταμ
… ην τομ
… ους· γύναι·
… ὀπαδο
… κο
… τυσ …
… σσαλατ …
ν αὐτῶ
ἀνάγκη καὶ
… ξυνοικεῖ …
ν γέρας …
μη τα …
ἄελπτα
πολλὰ …
ρασέ …
τὸν π
ν
τ
οσ
☧ ἄγε δὴ
τᾶς
× τεχ …
… κ
… μαι …
… στάδα …
… Διακτορο
ἀπεῖπε μα …
… ὁ …
… αὐτ
… κ
… ν
… φ
… η …
… στ …
… το …
…
…
… κ
… ν π
… δ
ἐστʼ ἴσως Ζ τ
… λεγε
… π …
ὑπὲρ φίλων
…
…
τειχι
μεν με
… ἔναιμον π
… α κραιν
… θʼ ὅπλου
… εν ἀμφ
… οὐκ ἐμὴ
… ωφ …
… τρόπους
… δʼ ἐν
… γμα μ
… αγ
… λειν …
ηισι μυθ
… ετε πλη
…
οὐ χρὴ ποδώκη τὸν τρόπον λίαν φορεῖν,
σφαλεὶς γὰρ οὐδεὶς εὖ βεβουλεῦσθαι δοκεῖ· …
κειν
… κ …
… ων ὁ μὲν
… κρατει
… τερον
… ν
…
…
… μοι …
τοῦ χαλκοῦ
… ον π
… ασ …
… γὰρ τόσο
… ἔναιμος
… η … επ
… λα …
… ος ἔχει ἀντ …
… ἔχει πρὸς τὸν
… Κέκροπος τὰς κα
… εον κα
… σ …
…
… αἲχμη
… ἀλκ
κεραυνίωι βολῆι
Δίκη μακάρων δʼ ἕδρας λιποῦσα δεῦρʼ ἀφικόμην,
αὐτὴ θεῶν τις οὖσα, τοῦ Διὸς κόρη.
τὰ δʼ ἄλλʼ ἀπενδέδωκε τοῖς ἄλλοις γέρα,
αὐτὴ δὲ μοῖραν ἔσχον ἀρχικοῦ θρόνου.
ἵζει δʼ ἐν αὐτῶι τοῦ πρὶν ἀρχαίου Κρόνου
δίκηι κρατήσας, τῶι δʼ ἐγὼ παρεστάτουν·
πατὴρ γὰρ ἦρξεν, ἀνταμύνεται δʼ ὅδε.
ἐκ τοῦ δέ τοί με Ζεὺς ἐτίμησεν μέγα,
ὁτιὴ παθὼν ἤμειψε σὺν δίκηι κακά.
ἵζω Διὸς θρόνοισιν ὡραϊσμένη.
πέμπει δέ μʼ αὐτός, οἷσιν εὐμενὴς ἂν ἦι,
Ζεύς, ὅς περ ἐς γῆν τήνδʼ ἔπεμψέ μʼ εὖ φρονῶν.
δέξεσθε δʼ ὑμεῖς, εἴ τι μὴ μάτην λέγω.
Κορυφαῖος τί σʼ οὖν προσεννέποντες εὖ κυρήσομεν;
Δίκη Δίκην, μέγιστον πρέσβος, ἤν γε σωφρονῆις.
Κορυφαῖος ποίας δὲ τιμῆς ἀρχιτεκτονεῖς λάχος;
Δίκη τοῖς μὲν δικαίοις ἔνδικον τείνω βίον.
Κορυφαῖος καλόν γε θεῖσα θέσμιον τόδʼ ἐν βροτοῖς.
Δίκη τοῖς δʼ αὖ ματαίοις τὰς μάτας ὀρθῶ φρενῶν.
Κορυφαῖος πειθοῦς ἐπωιδαῖς ἢ κατʼ ἰσχύος τρόπον;
Δίκη γράφουσα τἀπλακήματʼ ἐν δέλτωι Διός.
Κορυφαῖος ποίωι χρόνωι δὲ πίνακʼ ἀναπτύσσεις κακοῖς;
Δίκη ἧι γʼ ἂν διδῶι σφιν ἡμέραι τὸ κύριον.
Κορυφαῖος οὐκοῦν προθύμως εἶ σὺ δεκτέα στρατῶι.
Δίκη καὶ κάρτʼ ὄναιτʼ ἄν, εἰ δέχοιτό μʼ εὐφρόνως.
μή νυν γένοιο δυσχερής, ἀτὰρ δέχου.
Κορυφαῖος οὐκ ἄν τις οὖν ἀρνοῖτο ἐπισπέσθαι Δίκηι,
πόλις τις οὔτε δῆμος οὔτʼ ἔτης ἀνήρ,
τοιάνδε μοῖραν παρὰ θεῶν καρπουμένηι.
Δίκη τέκμαρ δὲ λέξω, τῶι τόδʼ εὐδερκὲς φέρεις.
ἔθρεψα παῖδα μάργον, ὃν τίκτει ποτὲ
Ἥρα μιγεῖσα Ζηνί, θυμοιδὲς τέκνον,
δύσαρκτον, αἰδὼς δʼ οὐκ ἐνῆν φρονήματι.
πολλοῖς δʼ ἄφυκτα τῶν ὁδοιπόρων βέλη
ἐφεὶς ἀναιδῶς ἀγκύλαισιν ἀρταμῶν
ν ἔχαιρε κἀγέλα κακόν,
ν ὄζοι φόνος· στάζοι
μουμένη
… ιπρ μάργον χέρα
… οῦν ἐνδίκως κικλήσκεται
… νιν ἔνδικ … ος·
Δίκη …
… εασε …
ω τόδʼ ἐχθ …
μετερρύθμιξα καὶ
ἔπαισα· παιεσ …
ἢ τὸ παίεσθαί …
… απα …
… μα δυσμεν
… οιμουρι
… ειν
… τητ
… σησ …
… τῶιδ
Δίκη … γους
…
… πεπραγμένη
ους ἄγω πόλει
πολυκλήτους βροτοῖς.
Κορυφαῖος μεν· ἡ πέλας
γεμεῖ πόλις·
πέμπειν μέγα
σημεῖον ἡμῖν ἐστιν εὐκλείας θεοῦ·
δ … λ … ν δὲ τιμία
Κορυφαῖος … ς ζὼννῦσα, μὴ σπείρειν κακά
διδοῦσʼ ἅπαντά γʼ ἐστὶν εἰρήνη βροτοῖς·
θεὰν δʼ ἐπαινῶ τήνδε τιμᾶι γὰρ πόλιν
ἐν ἡσύχοισι πράγμασιν καθημένην
δόμων τʼ ἀέξει κάλλος ἐκπαγλούμενον
ἅμιλλαν, ὥστε γειτόνων ὄλβωι κρατεῖν,
μηδʼ αὖ φυτεύειν· οἳ δὲ γῆς ἐπεμβολὰς
θυμῶι λέληνται, δαΐας πεπαυμένοι
σάλπιγγος οὐδὲ φρουρίων ἐξαισίων
μεμνημένοι ν
τυτθὸν εἰδε
π
…
… ψα
… ου χάρις
… ὲσ … νω
… νος ἀν
… δε δη …
ἔνδικʼ ἐν τειμῆι
… μὴ λαβ …
… ηκαμε τρέ …
δεδόξεται
… ποθʼ ἵππ
… ε …
διασπαραχθεῖσʼ οὐκ ἄτερ θεῶν τινος.
σπαρακτὸν ἔσται δεῖπνον.
ὦ παρθένοι, ταχύνετʼ· οὐ μάρψας ἔχει
νηι ποσίν τε πᾶσαν; ἕζεθʼ ὁ φθόρος
ἑλικτὸς ἄντρωι
αἰεὶ μελὰμβαθεῖ τε.
λυτήριον δʼ ἄκεσμα
Χορός ἐδάην
…
…
… ην· δ
… διομένα·
… ν
… δύσφορον αἰ-
θέρ … τον
… ηλ …
… ν μελ …
… τον
… ην …
… ον· βαψα
… οὐκ ἄρα
Χορός … χος
…
… τοις
…
… πυθμήν·
…
… κότον·
… Ἀφροδίτη·
τῆσδʼ ἔσω ξένης
… ν Ἀκράγαντ
…
…
Χορός … θη
… τιον
… φατ
… κεδνὰν
…
του …
Ζεὺς …
… μ …
σ …
ειν καὶ κ
λαμβανε …
…
… πατὴρ
οῦσιν βροτ
λέγω
…
μεν δη …
ξειν· ὦ …
ις·
… ι … ελ
… ι
… λλων τ
… ' ἄγγελον α
… ἅπαντος
… υ … λα
… ιως
… τέκνων
… ζ
… τησ
… οὖσʼ ἀνήσει
… ν ἀκούειν …
… ξςυνκταεράσςξη
τοῦ δικαίου τ
… νεφ
…
… μ …
… ι, γ …
ροιβδεῖ μ
… ωτη χ … εφυρ
… λα …
… υφυ
… σε κλα
κράντων
οὖσα κυρία
…
…
… ισε …
… αστ
… ειν
βαλεῖ φθόνος
… πάντες …
… ουσ
… τοισι
… σ … σπ
… α
… εσασα
… διαπ
… ποντ
τισ
ν
… σιν
… άθη
ἵν
… να·
… αρʼ ε
ν …
ετα
δισσ …
νυ
ει
νο
ος
ὥσ …
νιξ
χαίρω
… ίζ
… αρν
… δρω
… ρεφ
… αι σῖγα
… ῶ
… τέκνων
… ἔκπαγλον
… ἀρτάναις …
δείκνυσιν ὅστις ἦι
… βωι … παν … ων
… ων ἐπ …
… ιδʼ ἀναιδ
… ν θεῶν α
… δε Ζευ …
… θ …
… τὴν γα
… ὥς τινες
… εν
… τ
… κοσ
… μ
…
…
… α
… τοι …
… ὄλβος αἷς
… εσσιατʼ ἀμ
… καί σφε Ζεὺς
… ὢν ῥ
…
… καὶ …
… τᾶς Φερσεφάσσας
…
… προ
… ανῶ
… ων
… ατο
…
… τωσ
… ονδ
… δʼ ἀπεπ
… ντοπατ
… ημ
… θʼ ὑ
…
… παιτου …
… καὶ κα
… α …
… με
… εφ
… γ …
… μένο
δυσσεβει
… περιστα
… αι πόλις
… σόμεθʼ ἡμεῖς
… νστ
… ταχω
δρε … μ …
νειν θ …
οιδε στ
τέσσαρες
… ν …
… ός ἐστι
… τερμα κράσπεδ
δεδοικώς, ἡλίου τε καὶ φίλον
φαιδρᾶς σελήνης ὄμμα μή ποτʼ ἐκλίπηι.
… ἐστι τοῦ
… τε … ύοιντ …
… γὰρ θεὰ … κατα
… τον
… η
κυλινδ
… ίους … λ …
… ασ …
… να
… ωσηι
… πάγκοινος
τοῖσδʼ ἀρτυομ
… κραίνω τρ
… ος πέλας ἐσχ
… ν …
… αίνων
… ν παχυ
… εκλυ
… α λιθο
…
… λίαν
… γυμναω
… ηται τ
… ἐγὼ
… ωχουν
… α δύσ …
… οἰμω
… νεμος
… αι
… μοί· ἐκπέμπ
… καὶ κ
… ἔνισπʼ ἔτι
… κοδ …
… ποιοῦντες
… ἐπὶ τῆι εὐνοίαι
… αὔξοιμεν ἄν
… ω δακουσ
… ση …
δον
… τὴν
τὰς γὰρ
μία μέμφ
ἅπασα
λείπεται
… ιμ
…
… σεως …
… ουσα μὴ τ …
… χ … παθω
… μεν … δʼ ἐπιτιμ
αυτη …
… τ
…
… γα
… μο
… λα
μη
…
εκτη … δυσμενῆ δὲ σε
λύπαισιν αἰκείαισι πρ
καὶ στῆσε τάξεις τοῦ Πανελλήνων στρατοῦ.
Καπανέως … ποτʼ ἐν Θήβαισι ταῖς ἑπταστόμοις
Ζηνὸς βέλει πρησθέντος α
βροτοῖσι δειταισ σεμνὸς …
Διός
πυρὰν … οιος εἰς μέσην πλ …
Κλαύδιος Αἰλιανός ζῶιόν ἐστιν ὁ «πυραύστης», ὅσπερ οὖν
χαίρει μὲν τῆι λαμπηδόνι τοῦ πυρὸς καὶ προσπέτεται τοῖς λύχνοις ἐν ἀκμα-
ζούσηι τῆι φλογί, ἐμπεσὼν δὲ ὑπὸ ῥύμης εἶτα μέντοι καταπέφλεκται. μέμνη-
ται δὲ αὐτοῦ καὶ Αἰσχύλος ὁ τῆς τραγωιδίας ποιητὴς λέγων·
«δέδοικα μῶρον … κάρτα πυραύστου μόρον».
Ζηνόβιος ὁ Σοφιστής, Σοῦδα
«πυραύστου μό-
ρος»· πτηνόν ἐστι ζωΰφιον, ὃ προσιπτάμενον τοῖς λύχνοις καὶ δοκοῦν
ἅπτεσθαι τοῦ πυρὸς κατακαίεται. μέμνηται δὲ αὐτοῦ καὶ Αἰσχύλος
εἰπών·
«δέδοικα μῶρον … κάρτα πυραύστου μόρον».
εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν ἑαυτοῖς προξενούντων ἀπώλειαν.
Εὐστάθιος ὁ Θεσσαλονίκης ... τὸ «αὔω», ἐξ οὗ καὶ «πυραύστης»,
ζωΰφιον καταπετόμενον φλογὸς καὶ οὕτως ὀλλύμενον. ὅθεν παροιμία τὸ
«πυραύστου μόρος», ἐπὶ τῶν καὶ ῥαιδίως καὶ ἑκουσίως θνηισκόντων ἀγεννῶς
ἐξ ἀφροσύνης.
—— Εὐστάθιος ὁ Θεσσαλονίκης ... ἀπὸ δὲ τοῦ ἑτέρου «αὔειν» καὶ «πυραύστης»,
ζωΰφιον πτηνὸν ἐναλλόμενον τῶι φωτὶ καὶ ῥᾶιον κατακαιόμενον. ὅθεν καὶ
παροιμία ἐπὶ τῶν ἑκοντὶ καὶ ῥαιδίως θνηισκόντων τὸ «πυραύστου μόρος».
... ἐκ δὲ τοῦ «αὔειν» καὶ «πυραύστης», ζωΰφιον
ἐπιβουλεῦον τῶι τῶν λαμπάδων φωτί, ὑφʼ οὗ καὶ ὄλλυται. ἀφʼ οὗ παροιμία
τὸ «πυραύστου μόρος», ἐπὶ τῶν ταχὺ θανατουμένων οἷς ἀνοήτως θρασύ-
νονται.
Μανουὴλ Φιλῆς ἀλλὰ δεδοικὼς τῶν «πυραυ-
στῶν» τὸν «μόρον» ὡς ἀφρόνων ἔλεγχον ἐκ παροιμίας.
Ἀμμώνιος ὁ Γραμματικός «θεωρός» καὶ «θεατής»
διαφέρει· «θεωρός» μὲν γάρ ἐστιν ὁ εἰς θεοὺς πεμπόμενος, «θεατής» δὲ ὁ
ἀγώνων καὶ θεάτρων. .... Εὐριπίδης Ἴωνι·
«πότερον θεατής, ἢ χάριν μαντευμάτων;»,
καὶ Αἰσχύλος·
«βοᾶις τοιοῦδε πράγματος θεωρὸς ὤν».
Ἐπιμερισ-
μοί. «κηδεία»· ἡ ἐπιγάμβρευσις. παρʼ Αἰσχύλωι.
Φιλόστρατος ὁ Ἀθηναῖος ... καὶ ἐπ-
ολοφυράμενος αὐτῶι ὁ Ἀχιλλεὺς ... «ἀλλὰ σύ,» ἔφη,
«Ἀπολλώνιε—
“ … σοφοῖς γὰρ πρὸς σοφοὺς …
ἐστὶ κηδεία … ”—
τοῦ τε τάφου ἐπιμελήθητι καὶ τὸ ἄγαλμα τοῦ Παλαμήδους ἀνάλαβε φαύ-
λως ἐρριμμένον ...».
... παραπλησίως εἴρηται τῆι λέξει. «ἀρίδακρυς» δὲ διτ-
το … «ἀρτίδακρυς» δὲ παρʼ ἐνίοις. ὁ μὲν γὰρ Καλλίμαχος
«ἡ δʼ ἔτι καὶ λίην ἀριδάκρυος»
φησίν, Αἰσχύλος δὲ διὰ τοῦ «τ» παρὰ τὸ «ἄρτι» ποιήσας ἔφη. ἀλλὰ
ταῦτα μὲν ὁποτέρως ἔχει ....
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀριδάκρυτον»·
πολυδάκρυτον.
Διαλέξεις ... Αἰσχύλου δὲ ταῦτα·
«ἀπάτης δικαίας οὐκ ἀποστατεῖ θεός»,
«ψευδῶν δὲ καιρὸν ἔσθʼ ὅπου τιμᾶι θεός».
Ἰωάννης ὁ Στοβαῖος τοῦ αὐτοῦ·
«ἀπάτης δικαίας οὐκ ἀποστατεῖ θεός».
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν «νῦν δὲ κακὴν
ἀπάτην βουλεύσατο» ἔστι γὰρ καὶ δικαία, ὡς καὶ Αἰσχύλος·
«ἀπάτης δικαίας οὐκ ἀποστατεῖ θεός».
καὶ τίς πείθοιτο θεὸν ἐναντία ἑαυτῶι βουλεύσασθαι.
Εὐστάθιος ὁ Θεσσαλονίκης ... εἴ γε κατὰ τὴν παροιμίαν
«ἀπάτης ἀγαθῆς οὐκ ἀποστατεῖ θεός»,
ἧι ἀντίκειται ἡ «κακή», ὁποίαν ὁ βασιλεὺς ἐκ Διὸς ἔπαθε.
... καλῶς γὰρ ἔσχε τὸ
«ἀγαθῆς ἀπάτης οὐκ ἀποστατεῖ θεός».
Ἀπολλόδωρος ὁ Ἀθηναῖος, Στράβων
... Ἡσιόδου δʼ οὐκ ἄν τις αἰτιάσαιτο ἄγνοιαν,
«Ἡμίκυνας» λέγοντος καὶ «Μακροκεφάλους» καὶ «Πυγμαίους»
οὐδὲ γὰρ αὐτοῦ Ὁμήρου ταῦτα μυθεύοντος, ὧν εἰσι
καὶ οὗτοι οἱ «Πυγμαῖοι», οὐδʼ Ἀλκμᾶνος «Στεγανόποδας» ἱστο-
ροῦντος, οὐδʼ Αἰσχύλου «Κυνοκεφάλους» καὶ «Στερνοφθάλ-
μους» καὶ «Μονομμάτους», ὅπου γε οὐδὲ τοῖς πεζῆι
συγγράφουσιν ἐν ἱστορίας σχήματι προσέχομεν περὶ πολλῶν ...
Ἀπολλόδωρος ὁ Ἀθηναῖος, Στράβων ... καὶ γὰ
τοὺς ἔτι νεωτέρους ἐκείνου πολλὰ ἀγνοεῖν καὶ τερατολογεῖν,
Ἡσίοδον μὲν «Ἡμίκυνας» λέγοντα καὶ «Μεγαλοκεφάλους» καὶ
«Πυγμαίους»,Ἀλκμᾶνα δὲ «Στεγανόποδας»,
Αἰσχύλον δὲ «Κυνοκεφάλους» καὶ «Στερνοφθάλμους» καὶ «Μονομμάτους»
καὶ ἄλλα μυρία ...
Ἀριστείδης ὁ ῥήτωρ «μὴ» μὲν οὖν
ἔμοιγε κατʼ Αἰσχύλον μήτε «παρασπιστὴς μήτʼ ἐγγὺς εἴη», ὅστις μὴ
φίλος τῶι ἀνδρὶ τούτωι μηδὲ τιμᾶι τὰ πρέποντα.
Ἀριστοφάνης ὁ Ἀθηναῖος — «ἐπʼ ἀσπίδων ἐπόντας γρυπαιέτους χαλ-
κηλάτους», «τραγελάφους» —:
Ἀριστοφάνης ὁ Ἀθηναῖος οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν,
ἢν δʼ ἐκτραφῆι τις, τοῖς τρόποις ὑπηρετεῖν.
Ἀριστοτέλης μεταβάλλει δὲ καὶ
ὁ ἔποψ τὸ χρῶμα καὶ τὴν ἰδέαν, ὥσπερ πεποίηκεν Αἰσχύλος ἐν τοῖσδε·
«τοῦτον δʼ ἐπόπτην ἔποπα τῶν αὑτοῦ κακῶν
πεποικίλωκε, κἀποδηλώσας ἔχει
θρασὺν πετραῖον ὄρνιν ἐν παντευχίαι,
ὃς ἦρι μὲν φαίνοντι διαπάλλει πτερὸν
κίρκου λεπάργου· δύο γὰρ οὖν μορφὰς φανεῖ,
παιδός τε χαὑτοῦ νηδύος μιᾶς ἄπο.
νέας δʼ ὀπώρας ἡνίκʼ ἂν ξανθῆι στάχυς,
στικτή νιν αὖθις ἀμφινωμήσει πτέρυξ.
αἰεὶ δὲ μίσει τῶνδʼ ἄπʼ ἄλλον εἰς τόπον …
δρυμοὺς ἐρήμους καὶ πάγους ἀποικιεῖ».
Ἀριστοτέλης ... τοῖς γὰρ ἐγγὺς καὶ χρόνωι
καὶ τόπωι καὶ ἡλικίαι καὶ δόξηι φθονοῦσιν. ὅθεν εἴρηται
«τὸ συγγενὲς γὰρ καὶ φθονεῖν ἐπίσταται».
τοῦ Αἰσχύλου τοῦ ποιητοῦ
ἐστι
«τὸ συγγενὲς γὰρ καὶ φθονεῖν ἐπίσταται».
Ἀθήναιος ὅτι «ἀρτύματα» εὕρηται παρὰ Σοφοκλεῖ
«καὶ βορᾶς ἀρτύματα»,
καὶ παρʼ Αἰσχύλωι
« … διαβρέχεις τἀρτύματα».
—— οἶδα δʼ ὅτι καὶ Σιμωνίδης που ὁ ποιητὴς «ἀρίσταρχον»
εἶπε τὸν Δία καὶ Αἰσχύλος τὸν Ἅιδην «ἀγησίλαον».
—— Ἀθήναιος : μνημονεύει δὲ τοῦ
«θύννου» καὶ Αἰσχύλος λέγων
«σφύρας δέχεσθαι κἀπιχαλκεύειν μύδρους·
ὡς ἀστενακτὶ θύννος ὣς ἠνείχετο
ἄναυδος»,
καὶ ἀλλαχοῦ
«τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην»,
ὡς τοῦ θύννου τῶι σκαιῶι ὀφθαλμῶι οὐ βλέποντος, ὡς Ἀριστοτέλης
εἴρηκεν.
Πλούταρχος ... ἄκουσον ἤδη
τὴν ἀριθμητικὴν ἐπιστήμην αὐτῶν, πρότερον δὲ ναὶ μὰ
Δία τὴν ὀπτικήν, ἣν ἔοικε μηδʼ Αἰσχύλος ἀγνοῆσαι· λέγει γάρ που
«τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην»·
τῶι γὰρ ἑτέρωι δοκοῦσιν ἀμβλυώττειν.
Κλαύδιος Αἰλιανός ... ὅτι δὲ τῶι ἑτέρωι τῶν ὀφθαλμῶν ὁρῶσι
τῶι δὲ ἄλλωι οὐκέτι, καὶ Αἰσχύλος ὁμολογεῖ λέγων
«τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην».
Ἀθήναιος ... τὰς δὲ τοιαύτας εὐωχίας Αἰσχύλος
καὶ Εὐριπίδης«εἰλαπίνας», ἀπὸ τοῦ «λελαπάχθαι»· «λάπτειν» δὲ
τὸ τὴν τροφὴν ἐκπέττειν καὶ κενούμενον «λαγαρὸν» γίγνεσθαι ...
—— Ἀθήναιος : ... Αἰσχύλος δέ φησιν
«ἐγὼ δὲ χοῖρον καὶ μάλʼ εὐθηλούμενον
τόνδʼ ἐν νοτοῦντι κριβάνωι θήσω. τί γὰρ
ὄψον γένοιτʼ ἂν ἀνδρὶ τοῦδε βέλτιον;»,
καὶ πάλιν
«λευκός, τί δʼ οὐχί, καὶ καλῶς ἠφευμένος
ὁ χοῖρος· ἕψου, μηδὲ λυπηθῆις πυρί»,
καὶ ἔτι
«θύσας δὲ χοῖρον τόνδε τῆς αὐτῆς ὑός,
ἣ πολλά γʼ ἐν δόμοισιν εἴργασται κακά,
δονοῦσα καὶ τρέπουσα τύρβʼ ἄνω κάτω».
ταῦτα δὲ παρέθετο Χαμαιλέων ἐν τῶι Περὶ Αἰσχύλου.
Εὐστάθιος ὁ Θεσσαλονίκης εὕρηται
δὲ καὶ παθητικὴ μετοχὴ τοῦ τοιούτου ῥήματος «ἀφεύω» ἐν τῶι
«λεπτὸς .... καὶ καλῶς ἠφευμένος».
Ἀθήναιος :
... καὶ Αἰσχύλος δʼ ἐκφανέστερον προσπαίζων τῶι ὀνόματι τῶν Πλειά-
δων κατὰ τὴν ὁμοφωνίαν·
«αἱ δʼ ἕπτʼ Ἄτλαντος παῖδες ὠνομασμέναι
πατρὸς μέγιστον ἆθλον οὐρανοῦ στέγηι
κλαίεσκον, ἔνθα νυκτέρων φαντασμάτων
ἔχουσι μορφάς, ἄπτεροι Πελειάδες»·
«ἀπτέρους» γὰρ αὐτὰς εἴρηκε διὰ τὴν πρὸς τὰς ὄρνεις ὁμωνυμίαν.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ... τὰς δὲ Ἄτλαντος ἀτυχίας
κλαιούσας αὐτὰς καταστερισθῆναί φησιν ὁ Αἰσχύλος.
Ἀθήναιος : τοὺς δὲ
Κουρῆτας Φύλαρχος διὰ τῆς ια τῶν Ἱστοριῶν Αἰσχύ-
λον ἱστορεῖν διὰ τὴν τρυφὴν τυχεῖν τῆς προσηγορίας·
«χλιδῶν τε πλόκαμος ὥστε παρθένοις ἁβραῖς·
ὅθεν καλεῖν Κουρῆτα λαὸν ἤινεσαν».
——καταλέξω δέ σοι, Κύνουλκε, «Ἰωνικήν τινα ῥῆσιν ἐκ-
τείνας» κατὰ τὸν Αἰσχύλου … περὶ ἑταιρῶν ...
——καὶ πάντας τοὺς χρωμένους τῆι τέχνηι ταύτηι
τῆι μουσικῆι «σοφιστὰς» ἀπεκάλουν, ὥσπερ καὶ Αἰσχύλος ἐποίησεν·
«εἴτʼ οὖν σοφιστὴς Ἰάδα … παραπαίων χέλυν».
Γεώργιος ὁ Χοιροβοσκός
ἰστέον δὲ ὅτι εὑρέθη τοῦ «βοῦς»
ἡ γενικὴ οὐ μόνον «βοός», ἀλλὰ καὶ «τοῦ βοῦ» παρὰ Σοφοκλεῖ ἐν Ἰνάχωι
καὶ παρὰ τῶι Αἰσχύλωι
Γεώργιος ὁ Χοιροβοσκός :
.... «πάλμυς πάλμυος»· τὸ γὰρ «πάλμυδος» διὰ τοῦ «δος» κλιθὲν
παρὰ Αἰσχύλωι ἡμάρτηται. ἔστι δὲ ὄνομα κύριον βασιλέως.
τὰ παρὰ τὸ
«κρᾶτα» διὰ τοῦ «αι» γράφεται, οἷον «κραταίβιος»· «κραταίπιλος» ὁ ἰσχυρὸν
«πίλιον» ἔχων παρὰ Αἰσχύλωι.
Εὐστάθιος ὁ Θεσσαλονίκης ... κατὰ τὴν τεχνικὴν παράδοσιν
ἀναλογεῖ τῆι συνθέσει τοῦ «κραταιπέδου» καὶ τὸ «κραταίβιος», «κραταίπιλος»,
«κραταίτονος». «κραταίλεων»· ἡ Νιόβη.
Κλήμης ὁ Ἀλεξανδρεύς ... καὶ ὁ Πίνδαρος·
«... νέων δὲ μέριμναι σὺν πόνοις εἱλισσόμεναι
δόξαν εὑρίσκοντι· λάμπει δὲ χρόνωι
ἔργα μετʼ αἰθέρʼ ἀερθέντα».
ταύτης τῆς ἐννοίας καὶ Αἰσχύλος ἐπιλαβόμενός φησι·
« … τῶι πονοῦντι δʼ ἐκ θεῶν
ὀφείλεται τέκνωμα τοῦ πόνου κλέος».
«μόροι» γὰρ «μέζονες μέζονας μοίρας λαγχάνουσι», καθʼ Ἡράκλειτον
«ναὶ τὰν Ὄλυμπον καταδερκομέναν σκηπτοῦχον Ἥραν
ἔστι μοι πιστὸν ταμιεῖον ἐπὶ γλώσσας»
ἡ ποιητική φησιν, ὅ τε Αἰσχύλος
«ἀλλʼ ἐστὶ κἀμοὶ κλεὶς ἐπὶ γλώσσηι φύλαξ».
——— πάλιν αὖ Αἰσχύλος μὲν ὁ τραγωιδοποιός,
τὴν δύναμιν τοῦ θεοῦ παρατιθέμενος, οὐκ ὀκνεῖ καὶ «ὕψιστον» αὐτὸν
προσαγορεύειν διὰ τούτων·
Ψευδο-Ἰουστῖνος
——— ἀκήκοα δὲ Αἰσχύλου μὲν λέγοντος·
«οἴκοι μένειν χρὴ τὸν καλῶς εὐδαίμονα»,
Εὐριπίδου δὲ τὰ ὅμοια ἐπὶ τῆς σκηνῆς βοῶντος·
«μακάριος ὅστις εὐτυχῶν οἴκοι μένει»,
ἀλλὰ καὶ Μενάνδρου ὧδέ πως κωμωιδοῦντος·
«οἴκοι μένειν χρὴ καὶ μένειν ἐλεύθερον,
ἢ μηκέτʼ εἶναι τὸν καλῶς εὐδαίμονα».
Ἰωάννης ὁ Στοβαῖος, Μιχαὴλ Ἀποστόλιος ὁ Παροιμιογράφος
Σοφοκλέους·
«οἴκοι μένειν δεῖ τὸν καλῶς εὐδαίμονα».
Δημήτριος ὁ Λάκων Περί τινων ἀλόγως Ἐπικούρωι προστετριμμένων
Δημήτριος ὁ Λάκων ... εὗρε παρʼ Αἰσχύλωι τοῦτʼ ἐν …
«ἑστιᾶται δʼ ὑπὸ
βούκερω … » ....
«τονθωρύζω»· ... Αἰσχύ-
λος·
«ἐτονθόρυζε ταῦρος ὣς νεοσφαγής».
αἱμύλος: «....θήρ», τουτέστι εἰδομ...μουστ...δρομ... Αἰσχύ-
λον ..
..ρος συνετὸς κολακευτής.
«Ἄμφις»· τοῦτο οὐ συγκοπή, ἀλλὰ μετασχη-
ματισμός· ἀπὸ γὰρ τοῦ «Ἀμφιάραος» «Ἄμφις», ὡς παρʼ Αἰσχύλωι ...
Ἐτυμολογικὸν τὸ Μέγα :
... καὶ «Ἀμφιάραος» «Ἄμφις» ....
«ἄρταμος»· ὁ μάγειρος .... εἴρηται δὲ παρὰ τὸ «διαρτάσαι», ὅ ἐστι δια-
μερίσαι ἢ συναρμόσαι, οὗ μέμνηται Αἰσχύλος·
«τοσαῦτα, κῆρυξ, ἐξ ἐμοῦ διάρτασον».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «διάρτασον»· διάστειλον.
Συναγ. λέξ. χρησίμ.
«ἀσαλής»· ὁ ἄφροντις, ἢ ἡ μηδενὸς φροντίζουσα. Αἰσχύλος·
«εἴτʼ οὖν ἀσαλὴς θεόθεν μανία».
εἴρηται δὲ παρὰ τὴν «σάλην», ἣ σημαίνει τὴν φροντίδα.
«ἀσαλής»· ὁ ἀμέριμνος. οὕτως Ἡρωδιανὸς καὶ Ἀπολλό-
δωρος. καὶ γὰρ «ἀσαλέαν» Σώφρων τὴν
ἀμεριμνίαν καὶ ἀλογιστίαν καλεῖ.
«ἀσαλὴς μανία»· ἡ μηδενὸς φροντίζουσα, «σάλη» γὰρ ἡ φροντίς· οὕτως
Αἰσχύλος. ἐκ τοῦ Λεξικοῦ τοῦ Ῥητορικοῦ.
Ἐτυμολογικὸν τὸ Γουδιανόν «ἀστεμφής» ...
καὶ «ἀστεμφέως»· ἀμετακινήτως, ἰσχυρῶς. παρὰ τὸ «στέμβω», ὃ σημαίνει
τὸ κινεῖν συνεχῶς, οὗ μέμνηται Αἰσχύλος.
Ἐτυμολογικὸν τὸ Γνήσιον «ἠιόνησας» σὺν τῶι «ι» ἀντὶ τοῦ ἔλουσας
ἢ κατήντλησας. εἴρηται δὲ ἐν τῶι «ἐξηιονήθην». Ὦρος ὁ Μιλήσιος. ἡ δὲ
χρῆσις παρὰ Αἰσχύλωι.
—— Ἐτυμολογικὸν τὸ Γνήσιον «θετὸς
υἱός»· προσποιητός. παρʼ Αἰσχύλωι. τοὺς γὰρ εἰσποιητοὺς καὶ «θετοὺς»
ἔλεγον ...
«κρωσσός»· ... παρὰ τὸ «κρῶ» τὸ ἐπιχέω, τοῦτο δὲ ἐκ τοῦ «κερῶ», ὅθεν
«κέρασεν», οἷον
«κέρασσε δὲ νέκταρ ..»
ἀντὶ τοῦ ἐπέχεεν· οὐ γὰρ ὕδατι κίρναται τὸ «νέκταρ». καὶ παρʼ Αἰσχύλωι
«νεοκρᾶτες σπονδαί» λέγονται, τουτέστιν αἱ νεωστὶ ἐκχυθεῖσαι.
Ἐτυμολογικὸν τὸ Μέγα «κρῶ κρήνη», καὶ «νεοκρᾶτας
σπονδάς» Αἰσχύλος, τὰς νεωστὶ ἐγχυθείσας.
Αἰσχύλου Σχόλια οἱ δὲ «νεοκρᾶτα» τὴν ἐπὶ
νεκρῶι «σπονδήν».
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης, Αἰσχύλου Σχόλια
«νεοκράς» ὁ νεωστὶ κεκραμένος.
Ἐτυμολογικὸν τὸ Γουδιανόν
... καθόλου γὰρ τοὺς πωλοῦντάς τι «καπήλους» ἔλεγον ... ὁ
δὲ Αἰσχύλος τὰ δόλια πάντα καλεῖ «κάπηλα»·
« … κάπηλα προσφέρων τεχνήματα».
Ἐτυμολογικὸν τὸ Γουδιανόν
καὶ «τρισσόζωος» παρὰ Αἰσχύλωι ...
Ἐτυμολογικὸν τὸ Μέγα «ἀσχαδές»· ἀκατάστατον. Αἰσχύ-
λος.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀσχαδές»· ἀμετάσχε-
τον.
Ἐτυμολογικὸν τὸ Μέγα «θίς»· τὸ «θίς» ἐπὶ τοῦ αἰγιαλοῦ ἀρσε-
νικὸν καὶ θηλυκόν ἐστι. καὶ ἐπὶ τοῦ σωροῦ ὁμοίως ἀρσενικὸν καὶ θηλυκόν
ἐστι·
«θινὶ .. φυκιόεντι ...»·
καὶ ἐπὶ τοῦ σωροῦ θηλυκῶς παρὰ τῶι Αἰσχύλωι·
«θινὸς ἐμβολὰς ἁλὸς
τῆς .....».
Εὐστάθιος ὁ Θεσσαλονίκης ... καὶ Αἰσχύλος δέ που, φασί, τὸν
ἰατρὸν «μάντιν» ὀνομάζει ...
«ἐπέμυξαν» ... ἐκ δὲ τοῦ «μύζειν» καὶ ὁ «μυκτήρ»
λέγεται καὶ ὁ «μυγμός»καὶ τὸ «μυχθίζειν» «ἀνα-
μυχθίζηι» παρά τε Αἰσχύλωι καὶ ἄλλοις.
—— Εὐστάθιος ὁ Θεσσαλονίκης «μυγμὸν» δὲ λέγει τὸ διὰ τῶν μυκτήρων ἆσθμα
καὶ τὸν ἐντεῦθεν ἦχον, παρὰ τὸ «μύζειν», ἐξ οὗ καὶ ὁ «μυκτήρ» καὶ τὸ
«μυχθίζειν» παρὰ Αἰσχύλωι.
—— ... ἔτι δέ φασιν, ὡς, εἴπερ ἦν τέθριππον, καὶ δύο
ἂν εἶχε «ῥυμούς», ὡς Αἰσχύλος φησίν·
« … ἐν διρρυμίαι
πῶλοι».
οὕτω δὲ καὶ Αἰσχύλου «μάχλον», φασίν, «ἄμπε-
λον» εἰπόντος τὴν ῥεομένην ἡ κωμωιδία «μάχλον» εἶπε τὸν ὑπὸ καταφερείας
δίυγρον.
—— Εὐστάθιος ὁ Θεσσαλονίκης ... «μάχλος» δέ, ἀφʼ οὗ καὶ ἡ κατὰ τὸν Πάριν
«μαχλοσύνη», ὁ δίυγρος ὑπὸ καταφερείας. ὅθεν, φασί, καὶ
Αἰσχύλος τὴν ῥεομένην ἄμπελον «μάχλον» ἔφη.
——«Αἰσχύλος δέ», φησί
»καὶ τὴν τάφρον «αὐλῶνα».» ἔνθα καὶ «“φιμοὺς” λέγει “αὐλω-
τούς” διὰ τὸ κώδωνας», φησί, «προσῆφθαι αὐτοῖς, οἷς
ἐμφυσῶντες οἱ ἵπποι ὡς φωνὴν σάλπιγγος προΐεντο. γράφει οὖν οὕτως·
“ὃς εἶχε πώλους τέσσαρας ζυγηφόρους
φιμοῖσιν αὐλωτοῖσιν ἐστομωμένας”.»
Ἡσύχιος ὁ Ἀλεξανδρεύς
«αὐλῶνες»· οἱ ἐπʼ εὐθείας τόποι. Αἰσχύλος Νιόβηι
.καὶ τὴν τάφρον δʼ «αὐλῶνα» ὁ αὐτός, καὶ τὴν πυράν.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «αὐλωτοὶ φιμοί»· οἱ
κημοί, διὰ τὸ τοῖς κημοῖς κώδωνας προσῆφθαι, εἰς οὓς ἐμφυσῶντες οἱ
ἵπποι φωνὴν σάλπιγγος προΐεντο.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ἐκαλοῦντο δέ τινες καὶ «αὐλωτοὶ φιμοί», διὰ
τὸ κώδωνας ἔχειν προσηρτημένους, οἷς ἐγχρεμετίζοντες οἱ ἵπποι ἦχον
ἐποίουν προσόμοιον αὐλῶι.
Εὐστάθιος ὁ Θεσσαλονίκης σημείωσαι δὲ ὅτι ἐπιτήδειος ἐδόκει πρὸς
καθαρμὸν ὁ σῦς, ὡς δηλοῖ Αἰσχύλος ἐν τῶι
«πρὶν ἂν σταλαγμοῖς αἵματος χοιροκτόνου
αὐτός σε χράνηι Ζεὺς καταστάξας χεροῖν».
—— Εὐστάθιος ὁ Θεσσαλονίκης ὥσπερ καὶ «στόμις» παρʼ Αἰσχύλωι ὁ
ὥσπερ στόματι ἀντερείδων χαλινοῖς.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης «στόμιν» δὲ ἵππον Αἰσχύλος εἴρηκε τὸν
τραχύν.
Φρύνιχος ὁ Βιθυνός «στόμις»· ὁ ἀπει-
θὴς καὶ βίαιος ἵππος, ὁ μὴ πειθόμενος τῶι χαλινῶι.
Συναγ. λέξ. χρησίμ.
«στόμις»· ἵππος ἀπειθὴς καὶ
βίαιος, ὅν τινες «ἄστομον» φασί.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «στόμις»· ὁ ἀπειθής, μέγα στόμα
ἔχων· καὶ τοὺς ἵππους δὲ «στόμιας» λέγουσι τοὺς ἀπειθοῦντας τοῖς χαλι-
νοῖς.
Εὐστάθιος ὁ Θεσσαλονίκης λέγει
Π. ὀνομ. ἡλικ. δὲ καὶ ὅτι κατὰ τὴν «δάμαλιν» Σοφο-
κλῆς ἔφη «γηγενῆ βούβαλιν», καὶ Αἰσχύλος
«λεοντόχορτον βούβαλιν νεαίρετον».
«σάκος γέρον» λέγει δέ που, φασί, καὶ Αἰσχύλος
οὕτω τὸ γράμμα, οἷον
« … ὡς λέγει γέρον
γράμμα»,
τούτεστι λόγος. λέγει δέ, φασί, καὶ Σοφοκλῆς πληθυντικῶς
«σὺ γὰρ γέροντα βουλεύεις»,
ἤγουν παλαιά, ἀρχαῖα.
Οὐαλέριος Ἁρποκρατίων «μαλκίομεν»· Δημοσθένης
θ Φιλιππικῶν φησι «μένομεν καὶ μαλακιζόμε-
θα». ἐν ἐνίοις γράφεται «μαλκίομεν», ὅπερ δηλοῖ τὸ τὸν ὄρρον φρίττειν.
Αἰσχύλος·
«ἔλα δίωκε μή τι μαλκίων ποδί».
Ἡρόδοτος ὁ Ἁλικαρνασσεύς : ...
Αἰγυπτιστὶ δὲ Ἀπόλλων μὲν Ὦρος, Δημήτηρ δὲ Ἶσις, Ἄρτεμις δὲ Βού-
βαστις. ἐκ τούτου δὲ τοῦ λόγου καὶ οὐδενὸς ἄλλου Αἰσχύλος ὁ
Εὐφορίωνος ἥρπασε τὸ ἐγὼ φράσω, μοῦνος δὴ ποιητέων τῶν προγε-
νομένων· ἐποίησε γὰρ Ἄρτεμιν εἶναι θυγατέρα Δήμητρος. τὴν δὲ νῆσον
διὰ τοῦτο γενέσθαι πλωτήν ...
«ἀλεός»· ὁ μάταιος, ἄφρων.
Αἰσχύλος.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἄνω ποταμῶν»· παροιμία ἐπὶ τῶν ἐπʼ ἐναν-
τία γινομένων. κέχρηνται καὶ Αἰσχύλος καὶ Εὐριπίδης.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἄχνη πυρός»· ὁ καπνός. Αἰσχύλος. καὶ Ἀριστοφάνης
οὕτως· «ἄχνη ὕπνου» ...
Συναγ. λέξ. χρησίμ.
«ἄχνη πυρός»· ὁ καπνός.
καὶ «ἄχνη ὕπνου» ...
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἐδανοῖς»· βρωσίμοις.
Αἰσχύλος.
Ἀπολλώνιος ὁ Σοφιστής «ἠριγένεια»· ἤτοι ἡ τὴν ἡμέραν γεννῶσα·
ἢ τῶι ὄρθρωι ἢ τῶι «ἦρι» γεννωμένη. καὶ παρʼ Αἰσχύλωι ἡ λέαινα «ἠρι-
γένεια», ἢ ἡ ἐν τῶι ἀέρι τίκτουσα ἢ ἡ ἐν τῶι ἔαρι.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἴττυγα» … ἐκ-
πληκτικά. Αἰσχύλος.
—— Ἡσύχιος ὁ Ἀλεξανδρεύς «κεχρηματίσθαι»· πε-
φρύχθαι … Αἰσχύλος.
—— Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ὀστράκων»·
«ἀπτῆνα, τυτθόν, ἄρτι γυμνὸν ὀστράκων»,
ἀντὶ τοῦ ὠιῶν. τινὲς δὲ κελύφων.
Συναγ. λέξ. χρησίμ. «ὀστράκων»· τῶν τοῦ
ὠιοῦ. Αἰσχύλος.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «σαυροβριθὲς ἔγχος»
ἐκ τοῦ σαυρωτῆρος βαρύ. καὶ Αἰσχύλος
«ὀπισθοβριθὲς ἔγχος … »
ἔφη.
«Τιρύνθιον πλίνθευμα, Κυκλώπων ἕδος»·
ἀντὶ τοῦ τὸ … τεῖχος· ὑπὸ Κυκλώπων δὲ κατεσκεύαστο. «Κυκλώ-
πων ἕδος»· ἐπειδὴ Κύκλωπες ἐτείχισαν τὰς Μυκήνας.
Ἰωάννης ὁ Στοβαῖος
Αἰσχύλου·
«δράσαντι γάρ τοι καὶ παθεῖν ὀφείλεται»,
«τὸν δρῶντα γάρ τι καὶ
παθεῖν ὀφείλεται».
Ἰωάννης ὁ Στοβαῖος
Αἰσχύλου·
«κοινὸν τύχη, γνώμη δὲ τῶν κεκτημένων».
——— Ἰωάννης ὁ Στοβαῖος Αἰσχύλου·
«ὁ χρήσιμʼ εἰδώς, οὐχ ὁ πόλλʼ εἰδὼς σοφός».
——— Ἰωάννης ὁ Στοβαῖος τοῦ αὐτοῦ
«ἁμαρτάνει τι καὶ σοφοῦ σοφώτερος».
——— Ἰωάννης ὁ Στοβαῖος Αἰσχύλου·
«ἦ βαρὺ φόρημʼ ἄνθρωπος εὐτυχῶν ἄφρων».
——— Ἰωάννης ὁ Στοβαῖος Αἰσχύ-
λου·
«κάτοπτρον εἴδους χαλκός ἐστʼ, οἶνος δὲ νοῦ».
——— Ἰωάννης ὁ Στοβαῖος Αἰσχύλου·
«ὀργῆς ματαίας εἰσὶν αἴτιοι λόγοι».
——— Ἰωάννης ὁ Στοβαῖος Αἰσχύλου·
«οὐκ ἀνδρὸς ὅρκοι πίστις, ἀλλʼ ὅρκων ἀνήρ».
——— Ἰωάννης ὁ Στοβαῖος Αἰσχύλου·
«φιλεῖ δὲ τῶι κάμνοντι συσπεύδειν θεός».
Ἰωάννης ὁ Στοβαῖος : Αἰσχύλου·
«καλὸν δὲ καὶ γέροντι μανθάνειν σοφά».
——— Ἰωάννης ὁ Στοβαῖος Αἰσχύλου·
«πρὸ τῶν τοιούτων χρὴ λόγων δάκνειν στόμα».
——— Ἰωάννης ὁ Στοβαῖος Αἰσχύλου·
«κακοὶ γὰρ εὖ πράσσοντες οὐκ ἀνασχετοί».
——— Ἰωάννης ὁ Στοβαῖος Αἰσχύλου·
«τὸ γὰρ βρότειον σπέρμʼ ἐφʼ ἡμέραν φρονεῖ,
καὶ πιστὸν οὐδὲν μᾶλλον ἢ καπνοῦ σκιά».
——— Ἰωάννης ὁ Στοβαῖος Αἰσχύλου·
«γῆρας γὰρ ἥβης ἐστὶν ἐνδικώτερον».
——— Ἰωάννης ὁ Στοβαῖος Αἰσχύλου·
«ζωῆς πονηρᾶς θάνατος εὐπορώτερος·
τὸ μὴ γενέσθαι δʼ ἐστὶν ἢ πεφυκέναι
κρεῖσσον κακῶς πράσσοντα».
«ζωῆς πονηρᾶς θάνατος αἱρετώτερος».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ναῦλα»· τὰ ἐφόδια. Αἰσχύλος.
«ἀκμήν»· ἐπίρρημα. Αἰσχύλος καὶ Μένανδρος·
«ἀκμὴν δὲ ὅσα
τὰ κύμβαλα ἠχεῖ»,
καὶ
«ἀκμὴν ἐκεῖνος … ἐνσκευάζετο»·
Κρατῖνος μέντοι τὸ «ἀκμήν» ἐπιρρηματικῶς μέν,
ἀντὶ τοῦ ἀκμαίως δὲ ἐχρήσατο.
Λιβάνιος ὁ Ἀντιοχεύς ... ἀκούων δὲ Αἰσχύλου λέγοντος «ἐκ
τῶν πόνων τίκτεσθαι τὰς ἀρετὰς βροτοῖς» ...
—— ... εἰ δʼ οὖν καὶ πονοῦντα δεήσει διατελεῖν, Αἰσχύ-
λος σε παραμυθείσθω «τὰς ἀρετὰς ἐκ πόνων τίκτεσθαι» λέγων.
—— εἰ δὲ οἴει δεῖν ἅ φαμεν ποιεῖν, μὴ μέλλε πειθόμενος
Αἰσχύλωι καὶ ἔτι πρότερον Ἡσιόδωι.
καὶ τότε ἄρειον «ἀρειότερον» προσεῖπον καὶ τὸ λῶιον «λωίτερον»
καὶ τὸ μεῖζον «μειζότερον» καὶ «μειζονώτερον» —Αἰσχύλος—καὶ τὸ
ὑπέρτερον «ὑπερτερώτερον» καὶ «χερειότερον» καὶ «πλειότερον» καὶ τὸ
ῥᾶιον «ῥηΐτερον».
«βαρεώ-
τερος»· ἀπὸ τῆς γενικῆς εἶπον «βαρέως βαρεώτερος», σπανίως μέντοι· καὶ
ἔτι Αἰσχύλος «μειζονώτερος» «ὑπερτερώτερός» τε καὶ «χερειότερος» καὶ
«ῥηΐτερος» καὶ «πλειότερος». ὣς δὲ καὶ τοῦ ὑπερθετικοῦ τὸ «πρώτιστος»·
«εἵλκυσαν εἰς τὸ πρώτιστον».
«μανόν»· τὸ ἀραιόν. ὡς Αἰσχύλος·
« … ἐν μανοστήμοις πέπλοις»,
τουτέστιν ἀραιοῖς.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «μανοστήμοις»· ἀραιο-
στήμοις.
Ὤριον ὁ Θηβαῖος ... τὰ δὲ εἰς «ξ» μὴ ὄντα ἐθνικὰ
ὁμοίως λέγεται καὶ ἐπὶ θηλυκῶν. Αἰσχύλος·
«δέσποινα νύμφη, δυσχίμων ὀρῶν ἄναξ» ....
Συναγ. λέξ. χρησίμ.
Σοῦδα «ἄναξ» θηλυκῶς. οὕτως Αἰσχύλος.
Φρύνιχος ὁ Βιθυνός «ἄτεγκτος παρη-
γορήμασιν»· Αἰσχύλος δοτικῆι ἀντὶ γενικῆς Ἀττικῶι ἐχρήσατο ἔθει ...
Συναγ. λέξ. χρησίμ.
Σοῦδα «ἄτεγκτος παρηγορήμασιν»· ὁ μὴ βρεχόμενος
μηδὲ προσιέμενος παραμυθίαν, ἀλλὰ σκληρὸς ὢν ὡς ἡ πέτρα ἢ ἄλλο τι τῶν
σκληρῶν, ὡς μηδὲ ὑπὸ ὕδατος διαβρέχεσθαι.
Φρύνιχος ὁ Βιθυνός «ἀπαίρειν» τὸ μὲν πλεῖστον
οἱ Ἀττικοὶ ἐπὶ πλοῦ τιθέασιν, πλὴν καὶ ἐπὶ ὁδοιπορίας, ὡς Αἰσχύλος
καὶ Ἀριστοφάνης.
Φρύνιχος ὁ Βιθυνός «ἀκταινῶσαι» .... Αἰσχύλος
«οὐκέτʼ ἀκταίνω»
φησί, βαρυτόνως, οἷον οὐκέτι ὀρθοῦν δύναμαι ἐμαυτήν. Πλάτων ἐν τῶι
Φάωνι ὡς ἀπὸ περισπωμένου.
—— Φρύνιχος ὁ Βιθυνός «κακοῖς κακὰ ἰᾶσθαι»·
« … μὴ κακοῖς ἰῶ κακά».
σημαίνει δὲ τὸ ἀποκρύπτειν τὰ φθάσαντα κακὰ τοῖς ἐφεξῆς πραττομένοις
κακοῖς. Αἰσχύλος.
Ἡρόδοτος ὁ Ἁλικαρνασσεύς «μὴ» τῶι κακῶι τὸ κακὸν «ἰῶ».
«κακοῖς» ὅταν θέλωσιν ἰᾶσθαι «κακά»,
διανοεῖται «κακὸν κακῶι ἰᾶσθαι»,
Πλάτων οὐκοῦν κατʼ Αἰσχύλον—
ἔφη—ἐροῦμεν
«ὅτι νυν ἦλθʼ ἐπὶ στόμα»;
Πλούταρχος ... ὃ τοίνυν ἐν ἀρχῆι καιρὸν εἶχε ῥηθῆναι
μᾶλλον, οὐδὲ νῦν, ἐπεί «νυν ἦλθεν ἐπὶ στόμα» κατʼ Αἰσχύλον,
ἄρρητον ἐάσειν μοι δοκῶ ...
τί τὸ «φυξίμηλον»; τῶν μικρῶν ἐστι καὶ
χαμαιζήλων φυτῶν, ὧν ἐπιόντα τοὺς βλαστοὺς τὰ βοσκήματα κολούει καὶ
ἀδικεῖ καὶ λυμαίνεται τὴν αὔξησιν· ὅταν οὖν ἀναδραμόντα μέγεθος λάβηι
καὶ διαφύγηι τὸ βλάπτεσθαι ὑπὸ τῶν ἐπινεμομένων, «φυξίμηλα» καλεῖται.
τὸ δὲ μαρτύριον Αἰσχύλος.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «φυξίμηλα»·
δένδρα τὰ διὰ ὕψος ἐκπεφευγότα ἐσθίεσθαι ὑπὸ τῶν βοσκημάτων.
Πλούταρχος καθάπερ οὖν τὴν φλόγα θριξὶ λαγώιαις
ἀναπτομένην καὶ θρυαλλίσι καὶ συρφετῶι ῥάιδιόν ἐστιν ἐπισχεῖν, ἐὰν δʼ
ἐπιλάβηται τῶν στερεῶν καὶ βάθος ἐχόντων, ταχὺ διέφθειρε καὶ συνεῖλεν
«ὑψηλὸν ἡβήσασα τεκτόνων πόνον»,
ὥς φησιν Αἰσχύλος, οὕτως ...
—Π. μοναρχίας καὶ δημοκρατίας καὶ ὀλιγαρχίας ... αἱ μὲν γὰρ
ἄλλαι πολιτεῖαι τρόπον τινὰ κρατούμεναι κρατοῦσι καὶ φερόμεναι φέρουσι
τὸν πολιτικόν, οὐκ ἔχοντα τὴν ἰσχὺν βέβαιον ἐπὶ τούτους παρʼ ὧν ἔχει τὸ
ἰσχῦον, ἀλλὰ πολλάκις ἀναγκαζόμενον τὸ Αἰσχύλειον ἀναφωνεῖν, ὧι
πρὸς τὴν Τύχην ἐχρῆτο Δημήτριος ὁ Πολιορκητὴς ἀποβαλὼν τὴν ἡγεμο-
νίαν·
«σύ τοί μʼ ἔφυσας, σύ με καταίθειν αὖ δοκεῖς» ...
διὸ καί φασιν αὐτὸν ἐν ταῖς
χείροσι μεταβολαῖς πρὸς τὴν Τύχην ἀναφθέγγεσθαι τὸ Αἰσχύλειον
«σύ τοί μʼ ἔφυσας, σύ με καταίθειν αὖ δοκεῖς».
—Π. τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς ἤσκει μὲν
ἀεὶ διὰ τῶν ὅπλων δεινὸς εἶναι καὶ κατὰ τὸν Αἰσχύλον
«βριθὺς ὁπλιτοπάλας, δάϊος ἀντιπάλοισι» ...
—Π. τῆς Ῥωμαίων τύχης ... τοιοῦτος ὁ τῆς Ἀρετῆς χορὸς
πρόσεισιν ἐπὶ τὴν σύγκρισιν,
«βριθὺς ὁπλιτοπάλας, δάϊος ἀντιπάλοισι».
—Δημοσθένους καὶ Κικέρωνος σύγκρισις ... οὐ τὸν Ῥωμαίων
δῆμον ἄγειν ἀξιῶν καὶ ὀρθοῦν,
«βριθὺν ὁπλιτοπάλαν, δάϊον ἀντιπάλοισι».
Εὐστάθιος ὁ Θεσσαλονίκης ... πάντως γὰρ τροπικῶς τοῖς τοιού-
τοις ἅπασι τὸ «πῦρ» καὶ τὰ κατʼ αὐτὸ ἐμφαίνεται, καθὰ καὶ ἐν τῶι
«βριθὺς ὁπλιτοπάλας, δάϊος ἀντιμάχοισι» ...
Πλούταρχος ... διὸ καὶ παρʼ Αἰσχύλωι τις
τῶν πολεμικῶν ὀνομάζεται «βριθὺς ὁπλιτοπάλας» ....
Πλούταρχος καὶ ἄιδουσι τῶι μὲν
διθυραμβικὰ μέλη παθῶν μεστὰ καὶ μεταβολῆς πλάνην τινὰ
καὶ διαφόρησιν ἐχούσης—
«μιξοβόαν» γὰρ Αἰσχύλος φησὶ «πρέπει διθύραμβον ὁμαρτεῖν σύγ-
κοινον Διονύσωι» —,
τῶι δὲ παιᾶνα ...
—Π. τοῦ πρώτως ψυχροῦ ... οὐ γὰρ εἰς τοὐναντίον, ἀλλʼ ὑπὸ τοῦ
ἐναντίου φθείρεται τῶν ἀπολλυμένων ἕκαστον, ὥσπερ τὸ πῦρ ὑπὸ τοῦ
ὕδατος εἰς τὸν ἀέρα. τὸ γὰρ ὕδωρ ὁ μὲν Αἰσχύλος εἰ καὶ τραγικῶς, ἀλλʼ
ἀληθῶς εἶπε
« … παύσυβριν δίκην πυρός»,
Ὅμηρος δὲ ....
—Π. τῶν ἐκλελοιπότων χρηστηρίων ... ὡς τῶν περὶ τὴν Ἀττικὴν
ἀργυρείων καὶ τῆς ἐν Εὐβοίαι χαλκίτιδος, ἐξ ἧς ἐδημιουργεῖτο τὰ ψυ-
χρήλατα τῶν ξιφῶν, ὡς Αἰσχύλος εἴρηκε·
«λαβὼν γὰρ αὐτόθηκτον Εὐβοικὸν ξίφος» ...
—Πῶς δεῖ τὸν νέον ποιημάτων ἀκούειν ἐπιρρητέον δὲ καὶ τῶι
τοῦ Αἰσχύλου
«θάρσει· πόνου γὰρ τἄκρον οὐκ ἔχει χρόνον»
ὅτι τοῦτʼ ἐστὶ τὸ παρʼ Ἐπικούρου θρυλούμενον ἀεὶ καὶ θαυμα-
ζόμενον, ὡς «οἱ μεγάλοι πόνοι συντόμως ἐξάγουσιν, οἱ δὲ χρόνιοι μέγεθος
οὐκ ἔχουσιν». ὧν τὸ μὲν εἴρηκεν ὁ Αἰσχύλος ἐναργῶς, τὸ δὲ τῶι εἰρη-
μένωι παρακείμενόν ἐστιν· εἰ γὰρ ὁ μέγας καὶ σύντονος οὐ παραμένει
πόνος, οὐκ ἔστι μέγας ὁ παραμένων οὐδὲ δυσεγκαρτέρητος.
... οἱ γὰρ πρεσβύτεροι πόρρω τὰ γράμματα
τῶν ὀμμάτων ἀπάγοντες ἀναγινώσκουσιν, ἐγγύθεν δʼ οὐ δύνανται. καὶ
τοῦτο παραδηλῶν ὁ Αἰσχύλος φησίν·
« … οὐδὲ ἀπο … αὐτόν· οὐ γὰρ ἐγγύθεν
… γέρων δὲ γραμματεὺς γενοῦ σαφής».
Ψευδοπλούταρχος ὁ δʼ Αἰσχύλος
καλῶς ἔοικεν ἐπιπλήττειν τοῖς νομίζουσι τὸν θάνατον εἶναι κακόν, λέγων
ὧδε·
«ὡς οὐ δικαίως θάνατον ἔχθουσιν βροτοί,
ὅς περ μέγιστον ῥῦμα τῶν πολλῶν κακῶν»
... ἃ δὲ παρακελευόμενον τῶι ἑταίρωι τὸν Ἰδο-
μενέα πεποίηκεν, Αἰσχύλος μὲν δεύτερος λέγων
οὕτως ἔφη·
«ἀλλʼ οὔτε πολλὰ τραύματʼ ἐν στέρνοις λαβὼν
θνήισκει τις, εἰ μὴ τέρμα συντρέχοι βίου,
οὔτʼ ἐν στέγηι τις ἥμενος παρʼ ἑστίαι
φεύγει τι μᾶλλον τὸν πεπρωμένον μόρον».
ἐν δὲ πεζῆι λέγει Δημοσθένης οὕτως
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης παμπόνηρον δὲ καὶ τὸ παρὰ Μυρτίλωι τῶι
κωμικῶι«καταφαγᾶς», κἂν Αἰσχύλος αὐτὸ ἦι
προειρηκώς.
—— εἴποις δʼ ἂν καὶ «κοκκίσαι ῥόαν» κατʼ Ἀριστοφάνην·
«ὀξυγλύκειάν τἆρα κοκκιεῖς ῥόαν».
τουτὶ δὲ τὸ ἰαμβεῖον Ἀριστοφάνης οὐκ ἴδιον ὂν εἴρηκεν, ἀλλʼ ὡς Αἰσχύλου.
—— Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ... ἡ δὲ «μανδύη» ὅμοιόν τι τῶι καλουμένωι
«φαινόληι». τίνων δέ ἐστιν,
ὡς μὴ περιερχώμεθα Κρῆτας ἢ Πέρσας, Αἰσχύλος ἐρεῖ·
«Λιβυρνικῆς μίμημα μανδύης χιτών».
...... τὸ μέντοι χειμερινὸν ἱμάτιον «χείμαστρον»
ἂν λέγοις, καὶ «χλαῖναν» δὲ «παχεῖαν», ἣν «χειμάμυναν» μὲν Αἰσχύ-
λος, Ὅμηρος δʼ «ἀλεξάνεμον» κέκληκεν
Στέφανος ὁ Βυζάντιος «Λιβυρνοί»· ..... εὕρηται τὰ «Λιβυρ-
νικὰ σκάφη», καὶ «Λιβυρνικὴ μανδύη» εἶδος ἐσθῆτος.
Συναγ. λέξ. χρησίμ. «χειμάμυνα»·
παρὰ Σοφοκλεῖ, ἡ παρʼ Ὁμήρωι
«ἀλεξάνεμος».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «χειμάμυνα»· ἣν Ὅμηρος «ἀλεξά-
νεμον» λέγει.
Εὐστάθιος ὁ Θεσσαλονίκης ... παχεῖαν «χλαῖναν» κατὰ τοῦ
χειμῶνος, ὁποία τις ἡ μὴ μόνον «ἀλεξάνεμος» λεγομένη,
ἀλλὰ καὶ «χειμάμυνα», ὡς ἐν Ῥητορικῶι κεῖται Λεξικῶι
οὐκ ἀπέοικε δὲ τῶν τοιούτων ... οὐδὲ τὸ «ἀλεξάνε-
μος χλαῖνα»καὶ «χειμάμυνα», ἐπεὶ καὶ ὅμοια «ἀλέγειν ἄνε-
μον» καὶ «χειμῶνα ἀμύνεσθαι».
—— ... εἶεν δʼ ἂν αἱ αὐταὶ «χλαῖναι» ὡς «ἀνεμοσκεπέες»
καὶ «ἀλεξάνεμοι»καὶ «χειμάμυναι», ὃ καὶ ἐν Ὀδυσσείαι
εἴρηται.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ... ὅτι μέντοι καὶ «τρίμιτα» εἰργάζοντο,
Αἰσχύλος διδάσκει φήσας
«σὺ δὲ σπαθητοῖς τριμιτίνοις ὑφάσμασιν».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «τριμίτινα ὑφάσματα»· τρίμιτος
… τα.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης προσήκοι δʼ ἂν βαλανείωι «λουτρόν»,
καὶ «λοῦσθαι», καὶ «λουτρῶνες» ὡς Ξενοφῶν, καὶ τὸ
ὕδωρ τοῦ λουτροῦ «λούτριον», ὡς Ἀριστοφάνης ἐν Ἥρωσιν
«μήτʼ ἀπόνιπτρον θύραζʼ ἐκχεῖτε μηδὲ λούτριον».
ἡ δὲ νέα κωμωιδία καὶ «λουτῆρας» λέγει. Αἰσχύλος δʼ ἂν ἐοίκοι τὰ βα-
λανεῖα «λουτήρια» λέγειν·
«ἀλλʼ ἐκ μεγίστων εὐμαρῶς λουτηρίων».
——κατὰ λέβητος ἢ «λουτηρίου» τινός, ἐπεὶ καὶ τοῦτο
τοὔνομα ἐπὶ μὲν τῶν λουτρῶν Αἰσχύλος εἴρηκεν ....
—— ... καὶ τὸν τὰς ἀλαβάστρους φέροντα Αἰσχύλος
εἴρηκεν «ἀλαβαστροφόρον».
—— καὶ «στέγαστρον» δὲ ὅστις ἐθέλοι ὀνομάζειν, ἧιπερ ἡ
πολλὴ χρῆσις, τὴν στεγαστρίδα διφθέραν, τὸν σκύτινον τοῦτον χιτῶνα,
καταφευγέτω ἐπὶ τὸν Αἰσχύλον εἰπόντα
« … ὀστέων στέγαστρον … ».
Πρόκλος «ἔτʼ
ἄλλο τέταρτον» ... τουτέστι τὸ ἐκ Πανδώρας γένος, ἥτις ἦν κατὰ τὸν
Αἰσχύλον
«τοῦ πηλοπλάστου σπέρματος θνητὴ γυνή».
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια «χαλίκρητον»· τὸν ἄκρατον,
τὸν χαλῶντα τὰς φρένας. Ἀθηναῖοι δὲ τὸν ἄκρατον «χάλιν» λέγουσιν.
Αἰσχύλος δὲ καὶ τὰς Βάκχας «χαλιμάδας» φησὶ λέγεσθαι.
«χαλίφρων»· κυρίως ὁ ἐν μέθηι ἀφραίνων·
«χάλις» γὰρ ὁ ἄκρατος οἶνος, παρὰ τὸ «χαλᾶν» καὶ ἀνιέναι ἀραρυίας τὰς
φρένας.
ἢ ὁ εὐήθης, παρὰ τὸ «κεχαλᾶσθαι» τὰς φρένας.
καὶ τὰς Βάκχας «χαλιμάδας» ἔλεγον, τὰς «χαλωμένας» πρὸς συνουσίαν.
καὶ «χαλιμάζειν» ἔλεγον τὸ περὶ τὰς συνουσίας πείθεσθαι ...
Εὐστάθιος ὁ Θεσσαλονίκης ... εἰ δὲ πρὸς τὰς τοιαύτας
διάφοροί τινες ἦσαν αἱ κατʼ Αἰσχύλον «σπονδαὶ χαλί-
κρητοι», ζητητέον· τοιαῦται δὲ αἱ ἐπὶ Διονύσωι κραθεῖσαι. «χάλις»
γάρ, φασίν, ὁ Διόνυσος, ἐξ ἐκείνου δὲ καὶ ὁ ἄκρατος οἶνος.
ὅθεν καὶ «χαλιμὰς» γυνὴ—κατὰ τοὺς παλαιούς
—ἡ ὑπὸ μέθης «χαλωμένη» τὸ σῶμα.
Σουετώνιος «χαλιμάς»·
ἀπὸ τοῦ ἐκ μέθης ἢ μανίας ἢ ἀκολασίας «χαλᾶσθαι». «χάλις» δὲ καὶ ὁ
ἄκρατος.
Σοῦδα «χαλίκρητος»· ποτὸς ὁ «χαλῶν» τὰς φρένας
... «χαλιμάς»· ἀπὸ τοῦ «χαλᾶσθαι» τὸ σῶμα ἀπὸ μέθης ἢ
μανίας.
«χαλίκρητον»·
εὔκρατον, ἄκρατον. «χαλιμάδες»· ἀναίσχυντοι καὶ θρασεῖαι. «χάλις»· ὁ
ἄκρατος οἶνος. καὶ ὁ μεμηνὼς καὶ «κεχαλασμένος» τὰς φρένας. «χαλίφρονας»·
παράφρονας, μαινομένας· βέλτιον δὲ τὰς καταφερεῖς καὶ «κεχαλασμένας»
πρὸς συνουσίαν ὑφʼ ἡδονῆς.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια «στέρφεσι»· τοῖς δέρμασιν·
ἔνθεν καὶ «στερφῶσαι». Ἴβυκος δὲ «στερφωτῆρα» στρατὸν εἴρηκε
τὸν ἔχοντα δέρματα. ὅθεν καὶ παρʼ Αἰσχύλωι ἀξιοῦσι γράφειν
« … μελανστέρφων γένος»,
οὐχ ὥς τινες
«μελανστέρνων»·
οὐ γὰρ μόνα τὰ «στέρνα» «μέλανα» ἔχουσιν, ἀλλὰ καὶ ὅλον τὸ σῶμα.
Ἀριστοφάνους Σχόλια «ὦ Κραναὰ πόλις» τοῦτο τέτριπται
ὑπὸ τῶν παλαιῶν· καὶ Αἰσχύλος γὰρ καὶ Σοφοκλῆς
ἐχρήσαντο τῆι λέξει.
— Ἀριστοφάνους Σχόλια «τὴν πόλιν καὶ ταῦτʼ ἔχοντες κυμάτων ἐν ἀγκάλαις»
Δίδυμός φησι παρὰ τῶι Αἰσχύλωι. ἔστι δὲ ὄντως παρὰ Ἀρχιλόχωι
«ψυχὰς ἔχοντες κυμάτων ἐν ἀγκάλαις».
— Ἀριστοφάνους Σχόλια, Σοῦδα «σχελίδας»· βοὸς
πλευρά, ἢ ἁπλῶς τὰ πλευρικὰ τῶν βοῶν, ὡς Αἰσχύλος.
— Ἀριστοφάνους Σχόλια «πολὺς δʼ ἀμφὶ τὰς γένυας ἀφρὸς ἤνσεεν»
πρὸς τὰ παρὰ τῶι Ἀρχιλόχωι
«πολλὸς δʼ ἀφρὸς ἦν περὶ στόμα».
καὶ Σοφοκλῆς. Αἰσχύλος δὲ
«ἀφρὸς
βορᾶς βροτείας ἐρρύη κατὰ στόμα».
Ἀριστοφάνους Σχόλια ... ἐλέγετο γὰρ ληιστεύεσθαι
ἡ Αἴγυπτος. Αἰσχύλος·
«δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι».
καὶ Θεόκριτος ἐν Ἀδωνιαζούσαις
«οὐδεὶς κακοεργὸς
δαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί».
καὶ «αἰγυπτιάζειν» τὸ ὕπουλα πράττειν.
Σχόλια εἰς Θεόκριτον «Αἰγυπτιστί» παραλογισ-
μοῖς Αἰγυπτιακοῖς. ἀπατηλοὶ γὰρ οἱ Αἰγύπτιοι, ὡς καὶ Αἰσχύλος φη-
σίν·
«δεινοὶ πλ. τοι μηχ. Αἰγ.».
Εὐστάθιος ὁ Θεσσαλονίκης ... ἄλλη δὲ ἱστορία καὶ παν-
ούργους οἶδεν αὐτούς, ὡς καὶ Θεόκριτος ὑπεμφαίνει
ὅθεν καὶ «αἰγυπτιάζειν» λέγεται τὸ ὕπουλα πράττειν, καὶ
παροιμία κεῖται λέγουσα
«δεινοὶ πλ. τοι μηχ. Αἰγ.».
— Εὐστάθιος ὁ Θεσσαλονίκης λέγουσιν ἐξ αὐτῶν
καὶ «αἰγυπτιάζειν» τὸ πανουργεύεσθαι. συλλαλεῖ δὲ εἰς τοῦτο καὶ παροιμία
αὕτη·
«δεινοὶ πλ. τοι μηχ. Αἰγ.».
Ζηνόβιος ὁ Σοφιστής, Διογενιανὸς ὁ Ἡρακλεώτης, Μιχαὴλ Ἀποστόλιος ὁ Παροιμιογράφος, Σοῦδα, Μακάριος ὁ Χρυσοκέφαλος, Γρηγόριος ὁ Κύπριος
«δεινοὶ πλ. τοι μηχ. Αἰγ.»·
ἐπὶ τῶν σφόδρα κακουργοτάτων· τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι.
... λέγει
δὲ καὶ ἡ παροιμία·
«δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι».
Στέφανος ὁ Βυζάντιος «Αἴγυπτος»· ... τὸ ἐθνικὸν
«Αἰγύπτιος», ὡς ἔχει τὸ ἰαμβεῖον
«δεινοὶ πλ. τοι μηχ. Αἰγ.».
«ἔπειτα δʼ ἐκέλευσʼ αὐτὸν ἀλλὰ μυρρίνην λαβόντα τῶν Αἰσχύλου
λέξαι τί μοι.» παρὰ τὰ Αἰσχύλου
«οὕνεκʼ ἐκεῖ
ἄνθεα λειμώνια ...».
— Ἀριστοφάνους Σχόλια καὶ Αἰσχύλος τὸ βαρβαρίζειν «χελιδονί-
ζειν» φησί ... «χελιδόνος δίκην ἀγνῶτα φωνὴν βάρβαρον
κεκτημένη».
ἰστέον δὲ ὅτι παρʼ Αἰσχύλωι τὴν «προσωιδίαν» εὑρίσκομεν κειμένην ἐπὶ
τῆς προσφωνήσεως, οὐ τῆς μετʼ ὀργάνου φωνῆς·
«οὔ τοί μʼ ἄπειρον τῆσδε τῆς προσωιδίας»,
ἀντὶ τοῦ τῶν λόγων.
Σχόλια εἰς Εὐριπίδην «Ἀελίου Σελαναία» Ἡσίοδός
φησιν ἀδελφὴν Ἡλίου τὴν Σελήνην·
«Θεία τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην ...
γείνατο»,
Αἰσχύλος δὲ καὶ οἱ φυσικώτεροι θυγατέρα, παρόσον τοῦ ἡλιακοῦ
φωτὸς μεταλαμβάνει· ἀμέλει καὶ πρὸς τὰς ἡλιακὰς ἀποστάσεις μετα-
μορφοῦται ἡ σελήνη.
———— οἱ περιλειφθέντες τῶν Σπαρτῶν, ὡς Αἰσχύλος
φησίν, ἦσαν Χθόνιος Οὐδαῖος Πέλωρ Ὑπερήνωρ Ἐχίων,
ὃς ἔγημεν Ἀγαύην τὴν Κάδμου, ἐξ ἧς ποιεῖ Πενθέα, οὗ Ὄκλασος, οὗ
Μενοικεύς, οὗ Κρέων καὶ Ἰοκάστη.
———— «ἔνθεν ἐξανῆκε Γᾶ» ἔνθεν, ἐκ τῶν ὀδόντων, ἐξεκύη-
σεν ἡ Γῆ ὁπλοφόρους ἄνδρας. εἰσὶ δὲ οὗτοι οἱ ἐξ αὐτῶν ὑπολειφθέντες·
Πέλωρ Ἐχίων Οὐδαῖος Χθόνιος Ὑπερήνωρ, κατὰ δὲ Τιμαγόραν
καὶ Κρέων, ἀφʼ οὗ γέγονε …
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν, Αἴλιος Ἡρωδιανός, Εὐστάθιος ὁ Θεσσαλονίκης
περὶ δὲ τοῦ «ψιλῆτος» παρʼ Αἰσχύλωι
καὶ τοῦ «Κουρῆτές τʼ ἐμάχοντο» καὶ τοῦ «κριτής» ἐν
τοῖς Περὶ ὀνομάτων ἀποδώσομεν τὸν λόγον ...
Γεώργιος ὁ Χοιροβοσκός, Αἴλιος Ἡρωδιανός
Π. κλίσ. ὀνομ. ... σεσημείωται τὸ «Κουρής
Κουρῆτος» ... καὶ τὸ «ψιλής ψιλῆτος», ὅτι τῶν εἰς «ης» ὀξυτόνων δισυλ-
λάβων ἓν σύμφωνον ἐχόντων, εἰς «ους» ἐχόντων τὴν γενικήν, οἷον «σαφής
σαφοῦς, ψευδής ψευδοῦς», ταῦτα διὰ τοῦ «τος» ἐκλίθη· ἔστι δὲ ἐθνικά.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν, Αἴλιος Ἡρωδιανός
οἱ δέ φασιν ἐκ πλήρους
«σπιδέος» καὶ ἀποδιδόασι πολλοῦ
καὶ μακροῦ. καὶ γὰρ Αἰσχύλος πολλάκις τὴν λέξιν οὕτως ἔχουσαν
τίθησιν, ὅταν λέγηι
«σπίδιον μῆκος ὁδοῦ»,
καὶ ὁ Ἀντίμαχος
«οὐδὲ σπιδόθεν προνοῆσαι»,
τουτέστι μακρόθεν. καὶ ταῦτα μὲν ὁ Ἀρίσταρχος. Κράτης
δὲ προκρίνει τὴν δίχα τοῦ «α» γραφήν—καὶ Ζηνόδοτος δὲ συναινεῖ τῆι
δίχα τοῦ «α» γραφῆι—, καὶ φησὶ «σπιδέος» τοῦ ἀπόρου καὶ τραχέος ...
Ἡσύχιος ὁ Ἀλεξανδρεύς, Διογενιανὸς ὁ Ἡρακλεώτης «σπιδέος»·
μεγάλου, στρογγύλου, μακροῦ. «σπιδές»· μέγα, πλατύ, εὐρύ. «σπίδιον»·
τὰ αὐτά.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν «... ὃς Λυκίην εἴρυτο δίκηισί τε καὶ
σθένεϊ ὧι» ταῦτα γὰρ σώιζει τὸ μὲν πόλιν καὶ οἰκήτορας συνέχον, τὸ
δὲ ἀπεῖργον τοὺς πολεμίους. Αἰσχύλος·
«ὅπου γὰρ ἰσχὺς συζυγοῦσι καὶ δίκη,
ποία ξυνωρὶς τῶνδε καρτερωτέρα;».
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν, Αἴλιος Ἡρωδιανός «ἠεροφοῖτις»
... ἔνιοι δὲ «ἰροπῶτις» … παρὰ τὸ Αἰσχύλειον·
« … ».
… παρὰ τὸ εἰς ἔριν νεύειν. οἱ δὲ «εἰαροπῶτις» ...
«Θέοινος» ὁ αὐτός
ὡς Αἰσχύλος·
«Πάτερ Θέοινε, Μαινάδων ζευκτήριε».
Οὐαλέριος Ἁρποκρατίων, Σοῦδα :
«Θεοίνιον»· ... τὰ κατὰ δήμους Διονύσια «Θεοίνια» ἐλέγετο, ἐν οἷς οἱ γεννῆ-
ται ἐπέθυον. τὸν γὰρ Διόνυσον «Θέοινον» ἔλεγον, ὡς δηλοῖ Αἰσχύλος καὶ
Ἴστρος ἐν α Συναγωγῶν.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς, Διογενιανὸς ὁ Ἡρακλεώτης «Θεοίνια»· θυσία
Διονύσου Ἀθήνησι. καὶ θεὸς «Θέοινος» Διόνυσος.
Πινδαρικὴ ὑπόμνησις «... Ἡρακλέος· οὗ κατʼ
Ὄλυμπον ἄλοχος Ἥβα τελείαι παρὰ ματέρι βαίνοισʼ ἔστι ...» ...
λέγει δὲ «μητέρα τελείαν» τὴν Ἥραν. καὶ Αἰσχύλος·
«Ἥρα τελεία, Ζηνὸς εὐναία δάμαρ» ...
— Πινδαρικὴ ὑπόμνησις «ὅ τʼ ἐναγώνιος Ἑρμᾶς ...» ὡς καὶ Αἰσχύ-
λος φησίν·
«ἐναγώνιε Μαίας καὶ Διὸς Ἑρμᾶ».
ἐπικουφίζεται γὰρ τοῖς δακρύοις ἡ συμ-
φορά. Αἰσχύλος·
«οἵ τε στεναγμοὶ τῶν πόνων ἐρείσματα».
— Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Αἰσχύλος·
«οἵ τοι στεναγμοὶ τῶν πόνων ἰάματα».
— ... καὶ
εἴη ἂν «λαμπάσιν ἀκταῖς» ταῖς λαμπαδευομέναις καὶ καταλαμπομέναις καὶ
δαιδουχουμέναις ὑπὸ τῆς μυστικῆς φλογὸς καὶ τῶν ἱερῶν δάιδων, περὶ
ὧν Αἰσχύλος φησίν·
«λαμπραῖσιν ἀστραπαῖσι, λαμπάδων σθένει».
— ... «τέλη» δὲ τὰς τελετάς. καὶ Αἰσχύλος·
«ἔφριξʼ· ἔρως δὲ τοῦδε μυστικοῦ τέλους
… ».
— Σχόλια εἰς Θεόκριτον ... ἱδρύοντο δὲ αὐτὴν
καὶ πρὸ τῶν θυρῶν, ὥς φησιν Αἰσχύλος·
«δέσποινʼ Ἑκάτη, τῶν βασιλείων πρόδρομος μελάθρων».
Ἀριστείδης ὁ ῥήτωρ ἀλλʼ ὦ
«τῶν βασιλείων πρόδρομος μελάθρων»,
Αἰσχύλωι χορὸς ἦισεν, τῶν τε οὐρανίων καὶ πατρώιων καὶ τῶν ἐν τῆι
ἡμετέραι μεγίστων ...
Στέφανος ὁ Βυζάντιος «Αἴνηθος»· ὄρος. Αἰσχύλος.
τὸ ἐθνικὸν «Αἰνήθιος».
Στράβων, Εὐστάθιος ὁ Θεσσαλονίκης : ...ποιη-
τικῶι δέ τινι σχήματι συγκαταλέγειν τὸ μέρος τῶι ὅλωι φασὶ τὸν Ὅμη-
ρον ....., καὶ Ἀλκμὰν δέ·
«Κύπρον ἱμερτὰν λιποῖσα καὶ Πάφον περιρρύταν»,
καὶ Αἰσχύλος·
«Κύπρου Πάφου τʼ ἔχουσα πάντα κλῆρον».
—— ... τῶν δὲ λοιπῶν πόλεων τῶν Ἀχαϊκῶν εἴτε μερί-
δων Ῥύπες μὲν οὐκ οἰκοῦνται, τὴν δὲ χώραν Ῥυπίδα καλουμένην ἔσχον
Αἰγιεῖς καὶ Φαριεῖς. καὶ Αἰσχύλος δὲ λέγει που·
«... Βοῦράν θʼ ἱερὰν καὶ Κερύνειαν, Ῥῦπας Δύμην
Ἑλίκην Αἴγιον ἠδʼ Αἴγειραν τήν τʼ αἰπεινὴν ζαθέαν
Ὤλενον».
Στέφανος ὁ Βυζάντιος
«Βοῦρα»· πόλις Ἀχαΐας ... «Ῥῦπες»·
πόλις Ἀχαϊκή ...· τὸ κτητικὸν ἀπὸ τοῦ «Ῥῦπες» «Ῥυπικόν». «Δύμη»·
πόλις Ἀχαΐας... «Ἑλίκη»· πόλις Πελοποννήσου ... «Αἴγιον» «Αἴγειρα»·
πόλις Ἀχαΐας ... «Ὤλενος»· πόλις Ἀχαΐας ... Αἰσχύλος γραύσιον·
«τήν τʼ αἰπεινὴν ζαθέαν Ὤλενον» ...
Συναγ. λέξ. χρησίμ. «Ῥῦπες»· πόλις τῶν
Ὠλενίων Ἀχαιῶν. οὕτως Αἰσχύλος.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς, Διογενιανὸς ὁ Ἡρακλεώτης «Ῥῦπας»·
τοὺς ἐν τῆι Ἀρκαδίαι Ἀχαιούς
Στράβων ἔχει δʼ ὁμώνυμον
πόλιν, τὴν μὲν ἀρχαίαν ἔρημον πρὸς Αἴγιναν τετραμμένην καὶ πρὸς
νότον, καθάπερ καὶ Αἰσχύλος εἴρηκεν·
«Αἴγινα δʼ αὕτη πρὸς νότου κεῖται πνοάς»,
τὴν δὲ νῦν ἐν κόλπωι κειμένην ἐπὶ χερρονησοειδοῦς τόπου συνάπτοντος
πρὸς τὴν Ἀττικήν.
Συναγ. λέξ. χρησίμ.
«ἀγέλαστος»· ὁ μὴ πρὸς γέλωτα ἐπιτήδειος, καὶ ὁ στυγνός. ἔστι δὲ καὶ πέτρα
Ἀθήνησιν οὕτω λεγομένη. Αἰσχύλος δέ φησι καὶ «φρὴν ἀγέλαστος».
οὐκοῦν οὐκ ἐκώλυσε λέγειν καὶ «νοῦς ἀγέλαστος» καὶ «διάνοια ἀγέλαστος»
καὶ τὰ ὅμοια.
Ἐτυμολογικὸν τὸ Γνήσιον, Ἐτυμολογικὸν τὸ Μέγα «ἄειλα»· τὰ
πολύσκια χωρία, κατὰ στέρησιν τῆς «ἕλης»· οὕτως Αἰσχύλος.
«ἄειλα πεδία»· ἀνήλια, «εἵλη» γὰρ ἡ τοῦ ἡλίου αὐγή.
Συναγ. λέξ. χρησίμ.
«ἀηδόνειος θρῆνος»· Αἰσχύλος·
«θρηνεῖ δὲ γόον τὸν ἀηδόνιον».
Ἡσύχιος ὁ Ἀλεξανδρεύς, Διογενιανὸς ὁ Ἡρακλεώτης «ἀηδόνιον»· ἐπὶ μὲν
ὕπνου τὸ ἐλάχιστον, ἐπὶ δὲ λύπης τὸ
σφοδρότατον.
Συναγ. λέξ. χρησίμ. «ἀϊδνόν»· τὸ ἀφανιστι-
κόν. οὕτως Αἰσχύλος·
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «ἀϊδνόν»· μέλαν, ἢ ἀφα-
νιστικόν.
Συναγ. λέξ. χρησίμ.
«ἀκνίσωτος οἶκος»· ὁ ἄνευ πυρὸς καὶ κνίσης. οὕτως Αἰσχύλος.
« … ἄκουε τὰς ἐμὰς ἐπιστολάς»·
ἀντὶ τοῦ τῶν ἐμῶν ἐπιστολῶν. οὕτως Αἰσχύλος
Φώτιος «ἀλάστορον»·
ἀντὶ τοῦ «ἀλάστορα», ἀπὸ εὐθείας τῆς «ὁ ἀλάστορος». Αἰσχύλος «μέγαν
ἀλάστορον» εἶπεν.
—— Φώτιος «ἀλκάθω» καὶ
«ἀλκαθεῖν»· Σοφοκλῆς καὶ Αἰσχύλος. σημαίνει δὲ τὸ
βοηθεῖν.
Φώτιος «ἁμαρτάδας» Αἰσχύλος ...
Ἡσύχιος ὁ Ἀλεξανδρεύς, Διογενιανὸς ὁ Ἡρακλεώτης «ἁμαρτάδας»· ἁμαρτίας.
Σοῦδα «ἁμαρτάδας»· ἀπὸ τῆς «ἁμαρτάς» εὐθείας.
Συναγ. λέξ. χρησίμ. «ἀμυντρόν» καὶ «ἀμυνάν-
δρως» Αἰσχύλος, «ἀμύνανδρον» δὲ Σοφοκλῆς.
«ἀπέλλητοι»· ἀνταγωνισταί … οὕτως
Αἰσχύλος.
«ἀρχῆθεν» οὐκ ἔστι παρὰ τοῖς Ἀττικοῖς, πλὴν παρʼ Αἰσχύλωι, παρʼ
Ἡροδότωι δέ ἐστι καὶ τοῖς Ἴωσιν.
Φρύνιχος ὁ Βιθυνός
«ἀρχῆθεν» ποιηταὶ λέγουσι,
τῶν δὲ καταλογάδην δοκίμων οὐδείς, ἀλλʼ «ἐξ ἀρχῆς».
Συναγ. λέξ. χρησίμ. «ἆσαι»· βλάψαι. οὕτως
Αἰσχύλος.
————«αὐτόκρανον» λόγον τὸν ἐξ ἑαυτοῦ τὸ τέλος ἐπι-
φέροντα. οὕτως Αἰσχύλος.
Ἐτυμολογικὸν τὸ Μέγα «ζεῦγος»· τὸ ἐκ δυοῖν τινων ζευγνύμενον, ἀλλὰ
καὶ τὸ ἐκ πλειόνων. καὶ γὰρ καὶ Ἰσοκράτης
«τέθριππον ζεῦγος» εἶπεν, καὶ Αἰσχύλος
«ζεῦγος τέθριππον … ».
ὥστε, κἂν ἐκ τεσσάρων κἂν ἐκ πέντε ἦι, «ζεῦγος» αὐτὸ καλοῦσιν.
«κυντερώτατα» καὶ «κυντατώτατα» λέγουσιν. Εὔβουλος Παρμενίσκωι
ἀπὸ τῶν ἐκείνου καὶ τὰ «κυντερώτατα». Φερε-
κράτης Λήροις
«ἔπειτα ἕτερα
τούτων ποιοῦντα πολλὰ κυντερώτερα».
καὶ Αἰσχύλος.
Αἴλιος Ἡρωδιανός, Ἐτυμολογικὸν τὸ Μέγα, Ἐτυμολογικὸν τὸ Γουδιανόν
«λάμπουρις»· ἡ ἀλώπηξ.
παρʼ Αἰσχύλωι.
«ναρᾶς τε Δίρκης … »·
ῥευστικῆς. Αἰσχύλος.
Φώτιος ... καθόλου δὲ ποικίλως χρῶνται τῶι
ὀνόματι. καὶ γὰρ ἐπὶ τοῦ βρέξαι, ὡς Ἀρχίλοχος
Αἰσχύλος δὲ ἐπὶ τοῦ παίοντα ἐξελαύνειν καὶ μαλάττειν τίθησι.
Σοφοκλῆς δὲ ἐν Αἰγεῖ τὸν Θησέα στρέφοντα καὶ μαλάττοντα τοὺς λύγους
ποιῆσαι δεσμὰ τῶι ταύρωι· λέγει δὲ οὕτως·
«κλωστῆρσι χειρῶν ὀργάσας κατήνυσε
σειραῖα δεσμά» ....
Ἡσύχιος ὁ Ἀλεξανδρεύς «οὐρανιζέτω»· πρὸς τὸν οὐρανὸν δι-
ικνείσθω. Αἰσχύλος.
«πεφρασμένος»· παρεσκευασμένος εἰς τὸ «φρασθῆναι», προσεκτικὴν ἔχων
διάνοιαν. Αἰσχύλος.
—— Φώτιος «πρέψαι»· τὸ ὁμοιῶσαι. Αἰσχύλος.
Ζηνόβιος ὁ Σοφιστής «Σαρδόνιος γέλως»· Αἰσχύλος. Δήμων
δʼ ἐν τοῖς Περὶ παροιμιῶν περὶ τούτου φησὶν οὕτως·