---
title: Andromacha
title_greek: Ἀνδρομάχη
author: Euripides
eul_wid: cbm-aj
eul_aid: cbm
canonical: "https://eulogikon.org/works/euripides-andromache-cbm-aj"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Andromacha

*Ἀνδρομάχη*

**Author:** Euripides

**eul_wid:** `cbm-aj` · [HTML page](https://eulogikon.org/works/euripides-andromache-cbm-aj)

## Text

### 1

ΑΝΔΡΟΜΑΧΗ

### 1.1

Ἀσιάτιδος γῆς σχῆμα, Θηβαία πόλις,

### 1.2

ὅθεν ποθ’ ἕδνων σὺν πολυχρύσωι χλιδῆι

### 1.3

Πριάμου τύραννον ἑστίαν ἀφικόμην

### 1.4

δάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι,

### 5.1

ζηλωτὸς ἔν γε τῶι πρὶν Ἀνδρομάχη χρόνωι,

### 5.2

νῦν δ’, εἴ τις ἄλλη, δυστυχεστάτη γυνή

### 5.3

[ἐμοῦ πέφυκεν ἢ γενήσεταί ποτε]·

### 5.4

ἥτις πόσιν μὲν Ἕκτορ’ ἐξ Ἀχιλλέως

### 5.5

θανόντ’ ἐσεῖδον, παῖδά θ’ ὃν τίκτω πόσει

### 10.1

ῥιφθέντα πύργων Ἀστυάνακτ’ ἀπ’ ὀρθίων,

### 10.2

ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον·

### 10.3

αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτων

### 10.4

οἴκων νομισθεῖς’ Ἑλλάδ’ εἰσαφικόμην

### 10.5

τῶι νησιώτηι Νεοπτολέμωι δορὸς γέρας

### 15.1

δοθεῖσα λείας Τρωϊκῆς ἐξαίρετον.

### 15.2

Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίας

### 15.3

σύγχορτα ναίω πεδί’, ἵν’ ἡ θαλασσία

### 15.4

Πηλεῖ ξυνώικει χωρὶς ἀνθρώπων Θέτις

### 15.5

φεύγους’ ὅμιλον· Θεσσαλὸς δέ νιν λεὼς

### 20.1

Θετίδειον αὐδᾶι θεᾶς χάριν νυμφευμάτων. ἔνθ’ οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως,

### 20.2

Πηλέα δ’ ἀνάσσειν γῆς ἐᾶι Φαρσαλίας,

### 20.3

ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν.

### 20.4

κἀγὼ δόμοις τοῖσδ’ ἄρσεν’ ἐντίκτω κόρον,

### 25.1

πλαθεῖς’ Ἀχιλλέως παιδί, δεσπότηι δ’ ἐμῶι.

### 25.2

καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμως

### 25.3

ἐλπίς μ’ ἀεὶ προῆγε σωθέντος τέκνου

### 25.4

ἀλκήν τιν’ εὑρεῖν κἀπικούρησιν κακῶν·

### 25.5

ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖ

### 30.1

τοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος,

### 30.2

κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι.

### 30.3

λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοις

### 30.4

τίθημ’ ἄπαιδα καὶ πόσει μισουμένην,

### 30.5

αὐτὴ δὲ ναίειν οἶκον ἀντ’ αὐτῆς θέλω

### 35.1

τόνδ’, ἐκβαλοῦσα λέκτρα τἀκείνης βίαι·

### 35.2

ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦς’ ἐδεξάμην,

### 35.3

νῦν δ’ ἐκλέλοιπα· Ζεὺς τάδ’ εἰδείη μέγας,

### 35.4

ὡς οὐχ ἑκοῦσα τῶιδ’ ἐκοινώθην λέχει.

### 35.5

ἀλλ’ οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν,

### 40.1

πατήρ τε θυγατρὶ Μενέλεως συνδρᾶι τάδε.

### 40.2

καὶ νῦν κατ’ οἴκους ἔστ’, ἀπὸ Σπάρτης μολὼν

### 40.3

ἐπ’ αὐτὸ τοῦτο· δειματουμένη δ’ ἐγὼ

### 40.4

δόμων πάροικον Θέτιδος εἰς ἀνάκτορον

### 40.5

θάσσω τόδ’ ἐλθοῦς’, ἤν με κωλύσηι θανεῖν.

### 45.1

Πηλεύς τε γάρ νιν ἔκγονοί τε Πηλέως σέβουσιν, ἑρμήνευμα Νηρῆιδος γάμων.

### 45.2

ὃς δ’ ἔστι παῖς μοι μόνος, ὑπεκπέμπω λάθραι

### 45.3

ἄλλους ἐς οἴκους, μὴ θάνηι φοβουμένη.

### 45.4

ὁ γὰρ φυτεύσας αὐτὸν οὔτ’ ἐμοὶ πάρα προσωφελῆσαι παιδί τ’ οὐδέν ἐστ’, ἀπὼν

### 45.5

Δελφῶν κατ’ αἶαν, ἔνθα Λοξίαι δίκην

### 45.6

δίδωσι μανίας, ἧι ποτ’ ἐς Πυθὼ μολὼν

### 45.7

ἤιτησε Φοῖβον πατρὸς οὗ κτείνει δίκην,

### 45.8

εἴ πως τὰ πρόσθε σφάλματ’ ἐξαιτούμενος

### 55.1

θεὸν παράσχοιτ’ ἐς τὸ λοιπὸν εὐμενῆ.

### 55.2

ΘΕΡΑΠΑΙΝΑ

### 56.1

δέσποιν’, ἐγώ τοι τοὔνομ’ οὐ φεύγω τόδε

### 56.2

καλεῖν ς’, ἐπείπερ καὶ κατ’ οἶκον ἠξίουν

### 56.3

τὸν σόν, τὸ Τροίας ἡνίκ’ ὠικοῦμεν πέδον,

### 56.4

εὔνους δ’ ἐκεῖ σοι ζῶντί τ’ ἦ τῶι σῶι πόσει·

### 60.1

καὶ νῦν φέρουσά σοι νέους ἥκω λόγους,

### 60.2

φόβωι μέν, εἴ τις δεσποτῶν αἰσθήσεται,

### 60.3

οἴκτωι δὲ τῶι σῶι· δεινὰ γὰρ βουλεύεται

### 60.4

Μενέλαος ἐς σὲ παῖς θ’, ἅ σοι φυλακτέα.

### 60.5

Αν. ὦ φιλτάτη σύνδουλε (σύνδουλος γὰρ εἶ

### 65.1

τῆι πρόσθ’ ἀνάσσηι τῆιδε, νῦν δὲ δυστυχεῖ),

### 65.2

τί δρῶσι; ποίας μηχανὰς πλέκουσιν αὖ, κτεῖναι θέλοντες τὴν παναθλίαν ἐμέ;

### 65.3

Θε. τὸν παῖδά σου μέλλουσιν, ὦ δύστηνε σύ,

### 65.4

κτείνειν, ὃν ἔξω δωμάτων ὑπεξέθου·

### 73

φροῦδος δ’ ἐπ’ αὐτὸν Μενέλεως δόμων ἄπο.

### 70.1

Αν. οἴμοι· πέπυσται τὸν ἐμὸν ἔκθετον γόνον;

### 70.2

πόθεν ποτ’; ὦ δύστηνος, ὡς ἀπωλόμην.

### 70.3

Θε. οὐκ οἶδ’, ἐκείνων δ’ ἠισθόμην ἐγὼ τάδε.

### 74

Αν. ἀπωλόμην ἄρ’. ὦ τέκνον, κτενοῦσί σε

### 75.1

δισσοὶ λαβόντες γῦπες, ὁ δὲ κεκλημένος

### 75.2

πατὴρ ἔτ’ ἐν Δελφοῖσι τυγχάνει μένων.

### 75.3

Θε. δοκῶ γὰρ οὐκ ἂν ὧδέ ς’ ἂν πράσσειν κακῶς

### 75.4

κείνου παρόντος· νῦν δ’ ἔρημος εἶ φίλων.

### 75.5

Αν. οὐδ’ ἀμφὶ Πηλέως ἦλθεν ὡς ἥξοι φάτις;

### 80.1

Θε. γέρων ἐκεῖνος ὥστε ς’ ὠφελεῖν παρών.

### 80.2

Αν. καὶ μὴν ἔπεμψ’ ἐπ’ αὐτὸν οὐχ ἅπαξ μόνον.

### 80.3

Θε. μῶν οὖν δοκεῖς σου φροντίσαι τιν’ ἀγγέλων;

### 80.4

Αν. πόθεν; θέλεις οὖν ἄγγελος σύ μοι μολεῖν;

### 80.5

Θε. τί δῆτα φήσω χρόνιος οὖς’ ἐκ δωμάτων;

### 85.1

Αν. πολλὰς ἂν εὕροις μηχανάς· γυνὴ γὰρ εἶ.

### 85.2

Θε. κίνδυνος· Ἑρμιόνη γὰρ οὐ σμικρὸν φύλαξ.

### 85.3

Αν. ὁρᾶις; ἀπαυδᾶις ἐν κακοῖς φίλοισι σοῖς.

### 85.4

Θε. οὐ δῆτα· μηδὲν τοῦτ’ ὀνειδίσηις ἐμοί.

### 85.5

ἀλλ’ εἶμ’, ἐπεί τοι κοὐ περίβλεπτος βίος

### 90.1

δούλης γυναικός, ἤν τι καὶ πάθω κακόν. Αν. χώρει νυν· ἡμεῖς δ’ οἷσπερ ἐγκείμεσθ’ ἀεὶ

### 90.2

θρήνοισι καὶ γόοισι καὶ δακρύμασιν

### 90.3

πρὸς αἰθέρ’ ἐκτενοῦμεν· ἐμπέφυκε γὰρ

### 90.4

γυναιξὶ τέρψις τῶν παρεστώτων κακῶν

### 95.1

ἀνὰ στόμ’ αἰεὶ καὶ διὰ γλώσσης ἔχειν.

### 95.2

πάρεστι δ’ οὐχ ἓν ἀλλὰ πολλά μοι στένειν,

### 95.3

πόλιν πατρώιαν τὸν θανόντα θ’ Ἕκτορα

### 95.4

στερρόν τε τὸν ἐμὸν δαίμον’ ὧι συνεζύγην

### 95.5

δούλειον ἦμαρ ἐσπεσοῦς’ ἀναξίως. χρὴ δ’ οὔποτ’ εἰπεῖν οὐδέν’ ὄλβιον βροτῶν,

### 95.6

πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδηις

### 95.7

ὅπως περάσας ἡμέραν ἥξει κάτω.

### 95.8

Ἰλίωι αἰπεινᾶι Πάρις οὐ γάμον ἀλλά τιν’ ἄταν

### 95.9

ἀγάγετ’ εὐναίαν ἐς θαλάμους Ἑλέναν.

### 105.1

ἇς ἕνεκ’, ὦ Τροία, δορὶ καὶ πυρὶ δηϊάλωτον

### 105.2

εἷλέ ς’ ὁ χιλιόναυς Ἑλλάδος ὠκὺς Ἄρης

### 105.3

καὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχη

### 105.4

εἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος·

### 105.5

αὐτὰ δ’ ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας,

### 110.1

δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάραι.

### 110.2

πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκ’ ἔλειπον

### 110.3

ἄστυ τε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις.

### 110.4

ὤμοι ἐγὼ μελέα, τί μ’ ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαι Ἑρμιόνας δούλαν; ἆς ὕπο τειρομένα

### 115.1

πρὸς τόδ’ ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσα

### 115.2

τάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς.

### 115.3

ΧΟΡΟΣ

### 117

ὦ γύναι, ἃ Θέτιδος δάπεδον καὶ ἀνάκτορα

### 117.1

θάσσεις

### 117.2

δαρὸν οὐδὲ λείπεις,

### 117.3

Φθιὰς ὅμως ἔμολον ποτὶ σὰν Ἀσιήτιδα γένναν,

### 120.1

εἴ τί σοι δυναίμαν

### 120.2

ἄκος τῶν δυσλύτων πόνων τεμεῖν,

### 120.3

οἵ σε καὶ Ἑρμιόναν ἔριδι στυγερᾶι συνέκληισαν,

### 120.4

τλᾶμον, ἀμφὶ λέκτρων

### 120.5

διδύμων, ἐπίκοινον ἔχουσαν

### 125.1

ἄνδρα, παῖδ’ Ἀχιλλέως.

### 125.2

γνῶθι τύχαν, λόγισαι τὸ παρὸν κακὸν εἰς ὅπερ

### 126.1

ἥκεις.

### 126.2

δεσπόταις ἁμιλλᾶι

### 126.3

Ἰλιὰς οὖσα κόρα Λακεδαίμονος ἐγγενέταισιν;

### 126.4

λεῖπε δεξίμηλον

### 130.1

δόμον τᾶς ποντίας θεοῦ. τί σοι

### 130.2

καιρὸς ἀτυζομέναι δέμας αἰκέλιον καταλείβειν δεσποτᾶν ἀνάγκαις;

### 130.3

τὸ κρατοῦν δέ ς’ ἔπεισι· τί μόχθον

### 130.4

οὐδὲν οὖσα μοχθεῖς;

### 135.1

ἀλλ’ ἴθι λεῖπε θεᾶς Νηρηίδος ἀγλαὸν ἕδραν,

### 135.2

γνῶθι δ’ οὖς’ ἐπὶ ξένας

### 135.3

δμωὶς ἀπ’ ἀλλοτρίας

### 135.4

πόλεος, ἔνθ’ οὐ φίλων τιν’ εἰσορᾶις

### 135.5

σῶν, ὦ δυστυχεστάτα,

### 140.1

〈ὦ〉 παντάλαινα νύμφα.

### 140.2

οἰκτροτάτα γὰρ ἔμοιγ’ ἔμολες, γύναι Ἰλιάς,

### 141.1

οἴκους

### 141.2

δεσποτᾶν ἐμῶν· φόβωι δ’

### 141.3

ἡσυχίαν ἄγομεν

### 141.4

(τὸ δὲ σὸν οἴκτωι φέρουσα τυγχάνω)

### 145.1

μὴ παῖς τᾶς Διὸς κόρας

### 145.2

σοί μ’ εὖ φρονοῦσαν εἰδῆι.

### 145.3

ΕΡΜΙΟΝΗ

### 147.1

κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς

### 147.2

στολμόν τε χρωτὸς τόνδε ποικίλων πέπλων

### 147.3

οὐ τῶν Ἀχιλλέως οὐδὲ Πηλέως ἀπὸ δόμων ἀπαρχὰς δεῦρ’ ἔχους’ ἀφικόμην, ἀλλ’ ἐκ Λακαίνης Σπαρτιάτιδος χθονὸς

### 147.4

Μενέλαος ἡμῖν ταῦτα δωρεῖται πατὴρ

### 147.5

πολλοῖς σὺν ἕδνοις, ὥστ’ ἐλευθεροστομεῖν.

### 147.6

[ὑμᾶς μὲν οὖν τοῖσδ’ ἀνταμείβομαι λόγοις.]

### 155.1

σὺ δ’ οὖσα δούλη καὶ δορίκτητος γυνὴ

### 155.2

δόμους κατασχεῖν ἐκβαλοῦς’ ἡμᾶς θέλεις

### 155.3

τούσδε, στυγοῦμαι δ’ ἀνδρὶ φαρμάκοισι σοῖς,

### 155.4

νηδὺς δ’ ἀκύμων διὰ σέ μοι διόλλυται·

### 155.5

δεινὴ γὰρ ἠπειρῶτις ἐς τὰ τοιάδε

### 160.1

ψυχὴ γυναικῶν· ὦν ἐπισχήσω ς’ ἐγώ,

### 160.2

κοὐδέν ς’ ὀνήσει δῶμα Νηρῆιδος τόδε,

### 160.3

οὐ βωμὸς οὐδὲ ναός, ἀλλὰ κατθανῆι.

### 160.4

ἢν δ’ οὖν βροτῶν τίς ς’ ἢ θεῶν σῶσαι θέληι,

### 160.5

δεῖ ς’ ἀντὶ τῶν πρὶν ὀλβίων φρονημάτων

### 165.1

πτῆξαι ταπεινὴν προσπεσεῖν τ’ ἐμὸν γόνυ

### 165.2

σαίρειν τε δῶμα τοὐμὸν ἐκ χρυσηλάτων

### 165.3

τευχέων χερὶ σπείρουσαν Ἀχελώιου δρόσον

### 165.4

γνῶναί θ’ ἵν’ εἶ γῆς. οὐ γάρ ἐσθ’ Ἕκτωρ τάδε,

### 165.5

οὐ Πρίαμος οὐδὲ χρυσός, ἀλλ’ Ἑλλὰς πόλις.

### 170.1

ἐς τοῦτο δ’ ἥκεις ἀμαθίας, δύστηνε σύ,

### 170.2

ἣ παιδὶ πατρὸς ὃς σὸν ὤλεσεν πόσιν

### 170.3

τολμᾶις ξυνεύδειν καὶ τέκν’ αὐθεντῶν πάρα

### 170.4

τίκτειν. τοιοῦτον πᾶν τὸ βάρβαρον γένος·

### 170.5

πατήρ τε θυγατρὶ παῖς τε μητρὶ μείγνυται

### 175.1

κόρη τ’ ἀδελφῶι, διὰ φόνου δ’ οἱ φίλτατοι

### 175.2

χωροῦσι, καὶ τῶνδ’ οὐδὲν ἐξείργει νόμος. ἃ μὴ παρ’ ἡμᾶς ἔσφερ’· οὐδὲ γὰρ καλὸν

### 175.3

δυοῖν γυναικοῖν ἄνδρ’ ἕν’ ἡνίας ἔχειν,

### 175.4

ἀλλ’ ἐς μίαν βλέποντες εὐναίαν Κύπριν

### 180.1

στέργουσιν, ὅστις μὴ κακῶς οἰκεῖν θέληι.

### 180.2

Χο. ἐπίφθονόν τι χρῆμα θηλείας φρενὸς

### 180.3

καὶ ξυγγάμοισι δυσμενὲς μάλιστ’ ἀεί.

### 180.4

Αν. φεῦ φεῦ·

### 180.5

κακόν γε θνητοῖς τὸ νέον ἔν τε τῶι νέωι

### 185.1

τὸ μὴ δίκαιον ὅστις ἀνθρώπων ἔχει.

### 185.2

ἐγὼ δὲ ταρβῶ μὴ τὸ δουλεύειν μέ σοι

### 185.3

λόγων ἀπώσηι πόλλ’ ἔχουσαν ἔνδικα,

### 185.4

ἢν δ’ αὖ κρατήσω, μὴ ’πὶ τῶιδ’ ὄφλω βλάβην·

### 185.5

οἱ γὰρ πνέοντες μεγάλα τοὺς κρείσσους λόγους

### 190.1

πικρῶς φέρουσι τῶν ἐλασσόνων ὕπο·

### 190.2

ὅμως δ’ ἐμαυτὴν οὐ προδοῦς’ ἁλώσομαι.

### 190.3

εἴπ’, ὦ νεᾶνι, τῶι ς’ ἐχεγγύωι λόγωι

### 190.4

πεισθεῖς’ ἀπωθῶ γνησίων νυμφευμάτων;

### 190.5

ὡς ἡ Λάκαινα τῶν Φρυγῶν μείων πόλις

### 195.1

τύχηι θ’ ὑπερθεῖ κἄμ’ ἐλευθέραν ὁρᾶις;

*[crux: τύχηι θ’ ὑπερθεῖ]*

### 195.2

ἢ τῶι νέωι τε καὶ σφριγῶντι σώματι

### 195.3

πόλεως τε μεγέθει καὶ φίλοις ἐπηρμένη

### 195.4

οἶκον κατασχεῖν τὸν σὸν ἀντὶ σοῦ θέλω;

### 195.5

πότερον ἵν’ αὐτὴ παῖδας ἀντὶ σοῦ τέκω δούλους ἐμαυτῆι τ’ ἀθλίαν ἐφολκίδα;

### 195.6

ἢ τοὺς ἐμούς τις παῖδας ἐξανέξεται

### 195.7

Φθίας τυράννους ὄντας, ἢν σὺ μὴ τέκηις;

### 195.8

φιλοῦσι γάρ μ’ Ἕλληνες Ἕκτορός γ’ ὕπερ;

### 195.9

αὐτή τ’ ἀμαυρὰ κοὐ τύραννος ἦ Φρυγῶν;

### 205.1

οὐκ ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις

### 205.2

ἀλλ’ εἰ ξυνεῖναι μὴ ’πιτηδεία κυρεῖς.

### 205.3

φίλτρον δὲ καὶ τόδ’· οὐ τὸ κάλλος, ὦ γύναι,

### 205.4

ἀλλ’ ἁρεταὶ τέρπουσι τοὺς ξυνευνέτας.

### 205.5

σὺ δ’ ἤν τι κνισθῆις, ἡ Λάκαινα μὲν πόλις

### 210.1

μέγ’ ἐστί, τὴν δὲ Σκῦρον οὐδαμοῦ τίθης,

### 210.2

πλουτεῖς δ’ ἐν οὐ πλουτοῦσι, Μενέλεως δέ σοι

### 210.3

μείζων Ἀχιλλέως. ταῦτά τοί ς’ ἔχθει πόσις.

### 210.4

χρὴ γὰρ γυναῖκα, κἂν κακῶι πόσει δοθῆι,

### 210.5

στέργειν ἅμιλλάν τ’ οὐκ ἔχειν φρονήματος.

### 215.1

εἰ δ’ ἀμφὶ Θρήικην τὴν χιόνι κατάρρυτον

### 215.2

τύραννον ἔσχες ἄνδρ’, ἵν’ ἐν μέρει λέχος

### 215.3

δίδωσι πολλαῖς εἶς ἀνὴρ κοινούμενος,

### 215.4

ἔκτεινας ἂν τάσδ’; εἶτ’ ἀπληστίαν λέχους

### 215.5

πάσαις γυναιξὶ προστιθεῖς’ ἂν ηὑρέθης.

### 220.1

αἰσχρόν γε· καίτοι χείρον’ ἀρσένων νόσον

### 220.2

ταύτην νοσοῦμεν, ἀλλὰ προύστημεν καλῶς.

### 220.3

ὦ φίλταθ’ Ἕκτορ, ἀλλ’ ἐγὼ τὴν σὴν χάριν

### 220.4

σοὶ καὶ ξυνήρων, εἴ τί σε σφάλλοι Κύπρις,

### 220.5

καὶ μαστὸν ἤδη πολλάκις νόθοισι σοῖς

### 225.1

ἐπέσχον, ἵνα σοι μηδὲν ἐνδοίην πικρόν. καὶ ταῦτα δρῶσα τῆι ἀρετῆι προσηγόμην

### 225.2

πόσιν· σὺ δ’ οὐδὲ ῥανίδ’ ὑπαιθρίας δρόσου

### 225.3

τῶι σῶι προσίζειν ἀνδρὶ δειμαίνους’ ἐᾶις.

### 225.4

μὴ τὴν τεκοῦσαν τῆι φιλανδρίαι, γύναι,

### 230.1

ζήτει παρελθεῖν· τῶν κακῶν γὰρ μητέρων

### 230.2

φεύγειν τρόπους χρὴ τέκν’ ὅσοις ἔνεστι νοῦς.

### 230.3

Χο. δέσποιν’, ὅσον σοι ῥαιδίως προσίσταται,

*[crux: προσίσταται]*

### 230.4

τοσόνδε πείθου τῆιδε συμβῆναι λόγοις.

### 230.5

Ερ. τί σεμνομυθεῖς κἀς ἀγῶν’ ἔρχηι λόγων,

### 235.1

ὡς δὴ σὺ σώφρων, τἀμὰ δ’ οὐχὶ σώφρονα;

### 235.2

Αν. οὔκουν ἐφ’ οἷς γε νῦν καθέστηκας λόγοις.

### 235.3

Ερ. ὁ νοῦς ὁ σός μοι μὴ ξυνοικοίη, γύναι.

### 235.4

Αν. νέα πέφυκας καὶ λέγεις αἰσχρῶν πέρι.

### 235.5

Ερ. σὺ δ’ οὐ λέγεις γε, δρᾶις δέ μ’ εἰς ὅσον δύναι.

### 240.1

Αν. οὐκ αὖ σιωπῆι Κύπριδος ἀλγήσεις πέρι;

### 240.2

Ερ. τί δ’; οὐ γυναιξὶ ταῦτα πρῶτα πανταχοῦ;

### 240.3

Αν. ναί,

### 242.1

καλῶς γε χρωμέναισιν· εἰ δὲ μή, οὐ καλά.

### 242.2

Ερ. οὐ βαρβάρων νόμοισιν οἰκοῦμεν πόλιν.

### 242.3

Αν. κἀκεῖ τά γ’ αἰσχρὰ κἀνθάδ’ αἰσχύνην ἔχει.

### 245.1

Ερ. σοφὴ σοφὴ σύ· κατθανεῖν δ’ ὅμως σε δεῖ.

### 245.2

Αν. ὁρᾶις ἄγαλμα Θέτιδος ἐς ς’ ἀποβλέπον;

### 245.3

Ερ. μισοῦν γε πατρίδα σὴν Ἀχιλλέως φόνωι. Αν. Ἑλένη νιν ὤλες’, οὐκ ἐγώ, μήτηρ γε σή.

### 245.4

Ερ. ἧ καὶ πρόσω γὰρ τῶν ἐμῶν ψαύσεις κακῶν; Αν. ἰδοὺ σιωπῶ κἀπιλάζυμαι στόμα.

### 245.5

Ερ. ἐκεῖνο λέξον οὗπερ οὕνεκ’ ἐστάλην.

### 245.6

Αν. λέγω ς’ ἐγὼ νοῦν οὐκ ἔχειν ὅσον ς’ ἔδει.

### 245.7

Ερ. λείψεις τόδ’ ἁγνὸν τέμενος ἐναλίας θεοῦ;

### 245.8

Αν. εἰ μὴ θανοῦμαί γ’· εἰ δὲ μή, οὐ λείψω ποτέ.

### 255.1

Ερ. ὡς τοῦτ’ ἄραρε κοὐ μενῶ πόσιν μολεῖν.

### 255.2

Αν. ἀλλ’ οὐδ’ ἐγὼ μὴν πρόσθεν ἐκδώσω μέ σοι.

### 255.3

Ερ. πῦρ σοι προσοίσω, κοὐ τὸ σὸν προσκέψομαι, ...

### 255.4

Αν. σὺ δ’ οὖν κάταιθε· θεοὶ γὰρ εἴσονται τάδε.

### 255.5

Ερ. καὶ χρωτὶ δεινῶν τραυμάτων ἀλγηδόνας.

### 260.1

Αν. σφάζ’, αἱμάτου θεᾶς βωμόν, ἣ μέτεισί σε.

### 260.2

Ερ. ὦ βάρβαρον σὺ θρέμμα καὶ σκληρὸν θράσος,

### 260.3

ἐγκαρτερεῖς δὴ θάνατον; ἀλλ’ ἐγώ ς’ ἕδρας

### 260.4

ἐκ τῆσδ’ ἑκοῦσαν ἐξαναστήσω τάχα·

### 260.5

τοιόνδ’ ἔχω σου δέλεαρ. ἀλλὰ γὰρ λόγους

### 265.1

κρύψω, τὸ δ’ ἔργον αὐτὸ σημανεῖ τάχα.

### 265.2

κάθης’ ἑδραία· καὶ γὰρ εἰ πέριξ ς’ ἔχοι

### 265.3

τηκτὸς μόλυβδος, ἐξαναστήσω ς’ ἐγὼ

### 265.4

πρὶν ὧι πέποιθας παῖδ’ Ἀχιλλέως μολεῖν.

### 265.5

Αν. πέποιθα. δεινὸν δ’ ἑρπετῶν μὲν ἀγρίων

### 270.1

ἄκη βροτοῖσι θεῶν καταστῆσαί τινα,

### 270.2

ὃ δ’ ἔστ’ ἐχίδνης καὶ πυρὸς περαιτέρω

### 270.3

οὐδεὶς γυναικὸς φάρμακ’ ἐξηύρηκέ πω [κακῆς· τοσοῦτόν ἐσμεν ἀνθρώποις κακόν].

### 270.4

Χο. ἦ μεγάλων ἀχέων ἄρ’ ὑπῆρξεν, ὅτ’ Ἰδαίαν

### 275.1

ἐς νάπαν ἦλθ’, ὁ Μαί‐

### 275.2

ας τε καὶ Διὸς τόκος,

### 275.3

τρίπωλον ἅρμα δαιμόνων

### 275.4

ἄγων τὸ καλλιζυγές,

### 275.5

ἔριδι στυγερᾶι κεκορυθμένον εὐμορφίας,

### 280.1

σταθμοὺς ἔπι βούτας

### 280.2

βοτῆρά τ’ ἀμφὶ μονότροπον νεανίαν

### 280.3

ἔρημόν θ’ ἑστιοῦχον αὐλάν.

### 284

ταὶ δ’ ἐπεὶ ὑλόκομον νάπος ἤλυθον οὐρειᾶν

### 285.1

πιδάκων νίψαν αἰ‐

### 285.2

γλᾶντα σώματα ῥοαῖς,

### 285.3

ἔβαν δὲ Πριαμίδαν ὑπερ‐

### 285.4

βολαῖς λόγων δυσφρόνων

### 285.5

παραβαλλόμεναι, δολίοις δ’ ἕλε Κύπρις λόγοις,

### 290.1

τερπνοῖς μὲν ἀκοῦσαι,

### 290.2

πικρὰν δὲ σύγχυσιν βίου Φρυγῶν πόλει

### 290.3

ταλαίναι περγάμοις τε Τροίας.

### 290.4

εἰ γὰρ ὑπὲρ κεφαλὰν ἔβαλεν κακὸν ἁ τεκοῦσά νιν μόρον

### 295.1

πρὶν Ἰδαῖον κατοικίσαι λέπας,

### 295.2

ὅτε νιν παρὰ θεσπεσίωι δάφναι

### 295.3

βόασε Κασσάνδρα κτανεῖν,

### 295.4

μεγάλαν Πριάμου πόλεως λώβαν.

### 295.5

τίν’ οὐκ ἐπῆλθε, ποῖον οὐκ ἐλίσσετο δαμογερόντων βρέφος φονεύειν;

### 295.6

οὔτ’ ἂν ἐπ’ Ἰλιάσι ζυγὸν ἤλυθε

### 295.7

δούλιον σύ τ’ ἄν, γύναι,

### 295.8

τυράννων ἔσχες ἂν δόμων ἕδρας·

### 295.9

παρέλυσε δ’ ἂν Ἑλλάδος ἀλγεινοὺς

### 305.1

μόχθους οὓς ἀμφὶ Τροίαν

*[crux: μόχθους οὓς ἀμφὶ Τροίαν]*

### 305.2

δεκέτεις ἀλάληντο νέοι λόγχαις,

### 305.3

λέχη τ’ ἔρημ’ ἂν οὔποτ’ ἐξελείπετο

### 305.4

καὶ τεκέων ὀρφανοὶ γέροντες.

### 305.5

ΜΕΝΕΛΑΟΣ

### 309

ἥκω λαβὼν σὸν παῖδ’, ὃν εἰς ἄλλους δόμους

### 310.1

λάθραι θυγατρὸς τῆς ἐμῆς ὑπεξέθου.

### 310.2

σὲ μὲν γὰρ ηὔχεις θεᾶς βρέτας σώσειν τόδε,

### 310.3

τοῦτον δὲ τοὺς κρύψαντας· ἀλλ’ ἐφηυρέθης

### 310.4

ἧσσον φρονοῦσα τοῦδε Μενέλεω, γύναι.

### 310.5

κεἰ μὴ τόδ’ ἐκλιποῦς’ ἐρημώσεις πέδον,

### 315.1

ὅδ’ ἀντὶ τοῦ σοῦ σώματος σφαγήσεται.

### 315.2

ταῦτ’ οὖν λογίζου, πότερα κατθανεῖν θέλεις

### 315.3

ἢ τόνδ’ ὀλέσθαι σῆς ἁμαρτίας ὕπερ,

### 315.4

ἣν εἰς ἔμ’ ἔς τε παῖδ’ ἐμὴν ἁμαρτάνεις.

### 315.5

Αν. ὦ δόξα δόξα, μυρίοισι δὴ βροτῶν

### 320.1

οὐδὲν γεγῶσι βίοτον ὤγκωσας μέγαν.

### 320.2

[εὔκλεια δ’ οἷς μέν ἐστ’ ἀληθείας ὕπο

### 320.3

εὐδαιμονίζω· τοὺς δ’ ὑπὸ ψευδῶν ἔχειν

### 320.4

οὐκ ἀξιώσω, πλὴν τύχηι φρονεῖν δοκεῖν.]

### 320.5

σὺ δὴ στρατηγῶν λογάσιν Ἑλλήνων ποτὲ

### 325.1

Τροίαν ἀφείλου Πρίαμον, ὧδε φαῦλος ὤν;

### 325.2

ὅστις θυγατρὸς ἀντίπαιδος ἐκ λόγων

### 325.3

τοσόνδ’ ἔπνευσας καὶ γυναικὶ δυστυχεῖ

### 325.4

δούληι κατέστης εἰς ἀγῶν’· οὐκ ἀξιῶ

### 325.5

οὔτ’ οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι.

### 330.1

[ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὖ φρονεῖν

### 330.2

λαμπροί, τὰ δ’ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι,

### 330.3

πλὴν εἴ τι πλούτωι· τοῦτο δ’ ἰσχύει μέγα.

### 330.4

Μενέλαε, φέρε δὴ διαπεράνωμεν λόγους.]

### post 333

〈〉

### 334

τέθνηκα τῆι σῆι θυγατρὶ καί μ’ ἀπώλεσεν·

### 335.1

μιαιφόνον μὲν οὐκέτ’ ἂν φύγοι μύσος.

### 335.2

ἐν τοῖς δὲ πολλοῖς καὶ σὺ τόνδ’ ἀγωνιῆι φόνον· τὸ συνδρῶν γάρ ς’ ἀναγκάσει χρέος.

### 335.3

ἢν δ’ οὖν ἐγὼ μὲν μὴ θανεῖν ὑπεκδράμω,

### 335.4

τὸν παῖδά μου κτενεῖτε; κἆιτα πῶς πατὴρ

### 340.1

τέκνου θανόντος ῥαιδίως ἀνέξεται;

### 340.2

οὐχ ὧδ’ ἄνανδρον αὐτὸν ἡ Τροία καλεῖ·

### 340.3

ἀλλ’ εἶσιν οἷ χρή, Πηλέως γὰρ ἄξια

### 340.4

πατρός τ’ Ἀχιλλέως ἔργα δρῶν φανήσεται,

### 340.5

ὤσει δὲ σὴν παῖδ’ ἐκ δόμων· σὺ δ’ ἐκδιδοὺς

### 345.1

ἄλλωι τί λέξεις; πότερον ὡς κακὸν πόσιν

### 345.2

φεύγει τὸ ταύτης σῶφρον; ἀλλ’ οὐ πείσεται.

### 345.3

γαμεῖ δὲ τίς νιν; ἤ σφ’ ἄνανδρον ἐν δόμοις

### 345.4

χήραν καθέξεις πολιόν; ὦ τλήμων ἀνήρ,

### 345.5

κακῶν τοσούτων οὐχ ὁρᾶις ἐπιρροάς; πόσας ἂν εὐνὰς θυγατέρ’ ἠδικημένην

### 345.6

βούλοι’ ἂν εὑρεῖν ἢ παθεῖν ἁγὼ λέγω;

### 345.7

οὐ χρὴ ’πὶ μικροῖς μεγάλα πορσύνειν κακὰ

### 345.8

οὐδ’, εἰ γυναῖκές ἐσμεν ἀτηρὸν κακόν,

### 345.9

ἄνδρας γυναιξὶν ἐξομοιοῦσθαι φύσιν.

### 355.1

ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρμακεύομεν

### 355.2

καὶ νηδὺν ἐξαμβλοῦμεν, ὡς αὐτὴ λέγει,

### 355.3

ἑκόντες οὐκ ἄκοντες, οὐδὲ βώμιοι

### 355.4

πίτνοντες, αὐτοὶ τὴν δίκην ὑφέξομεν

### 355.5

ἐν σοῖσι γαμβροῖς, οἷσιν οὐκ ἐλάσσονα

### 360.1

βλάβην ὀφείλω προστιθεῖς’ ἀπαιδίαν. ἡμεῖς μὲν οὖν τοιοίδε· τῆς δὲ σῆς φρενός,

### 360.2

ἕν σου δέδοικα· διὰ γυναικείαν ἔριν

### 360.3

καὶ τὴν τάλαιναν ὤλεσας Φρυγῶν πόλιν.

### 360.4

Χο. ἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενας

### post 364

〈〉

### 365.1

καί σου τὸ σῶφρον ἐξετόξευσεν φρενός.

### 365.2

Με. γύναι, τάδ’ ἐστὶ σμικρὰ καὶ μοναρχίας

### 365.3

οὐκ ἄξι’, ὡς φήις, τῆς ἐμῆς οὐδ’ Ἑλλάδος.

### 365.4

εὖ δ’ ἴσθ’, ὅτου τις τυγχάνει χρείαν ἔχων,

### 365.5

τοῦτ’ ἔσθ’ ἑκάστωι μεῖζον ἢ Τροίαν ἑλεῖν.

### 370.1

κἀγὼ θυγατρί (μεγάλα γὰρ κρίνω τάδε,

### 370.2

λέχους στέρεσθαι) σύμμαχος καθίσταμαι.

### 370.3

τὰ μὲν γὰρ ἄλλα δεύτερ’ ἃν πάσχηι γυνή,

### 370.4

ἀνδρὸς δ’ ἁμαρτάνους’ ἁμαρτάνει βίου.

### 370.5

δούλων δ’ ἐκεῖνον τῶν ἐμῶν ἄρχειν χρεὼν

### 375.1

καὶ τῶν ἐκείνου τοὺς ἐμοὺς ἡμᾶς τε πρός·

### 375.2

φίλων γὰρ οὐδὲν ἴδιον, οἵτινες φίλοι

### 375.3

ὀρθῶς πεφύκας’, ἀλλὰ κοινὰ χρήματα.

### 375.4

μένων δὲ τοὺς ἀπόντας, εἰ μὴ θήσομαι

### 375.5

τἄμ’ ὡς ἄριστα, φαῦλός εἰμι κοὐ σοφός.

### 380.1

ἀλλ’ ἐξανίστω τῶνδ’ ἀνακτόρων θεᾶς·

### 380.2

ὡς, ἢν θάνηις σύ, παῖς ὅδ’ ἐκφεύγει μόρον,

### 380.3

σοῦ δ’ οὐ θελούσης κατθανεῖν τόνδε κτενῶ. δυοῖν δ’ ἀνάγκη θατέρωι λιπεῖν βίον.

### 380.4

Αν. οἴμοι, πικρὰν κλήρωσιν αἵρεσίν τέ μοι

### 385.1

βίου καθίστης· καὶ λαχοῦσά γ’ ἀθλία

### 385.2

καὶ μὴ λαχοῦσα δυστυχὴς καθίσταμαι.

### 385.3

ὧ μεγάλα πράσσων αἰτίας σμικρᾶς πέρι,

### 385.4

πιθοῦ· τί καίνεις μ’; ἀντὶ τοῦ; ποίαν πόλιν

### 385.5

προύδωκα; τίνα σῶν ἔκτανον παίδων ἐγώ;

### 390.1

ποῖον δ’ ἔπρησα δῶμ’; ἐκοιμήθην βίαι

### 390.2

σὺν δεσπόταισι· κἆιτ’ ἔμ’, οὐ κεῖνον κτενεῖς,

### 390.3

τὸν αἴτιον τῶνδ’, ἀλλὰ τὴν ἀρχὴν ἀφεὶς

### 390.4

πρὸς τὴν τελευτὴν ὑστέραν οὖσαν φέρηι;

### 390.5

οἴμοι κακῶν τῶνδ’· ὦ τάλαιν’ ἐμὴ πατρίς,

### 395.1

ὡς δεινὰ πάσχω. τί δέ με καὶ τεκεῖν ἐχρῆν

### 395.2

ἄχθος τ’ ἐπ’ ἄχθει τῶιδε προσθέσθαι διπλοῦν;

### 395.3

[ἀτὰρ τί ταῦτ’ ὀδύρομαι, τὰ δ’ ἐν ποσὶν

### 395.4

οὐκ ἐξικμάζω καὶ λογίζομαι κακά;]

### 395.5

ἥτις σφαγὰς μὲν Ἕκτορος τροχηλάτους κατεῖδον οἰκτρῶς τ’ Ἴλιον πυρούμενον,

### 395.6

αὐτὴ δὲ δούλη ναῦς ἔπ’ Ἀργείων ἔβην

### 395.7

κόμης ἐπισπασθεῖς’· ἐπεὶ δ’ ἀφικόμην

### 395.8

Φθίαν, φονεῦσιν Ἕκτορος νυμφεύομαι.

### 395.9

τί δῆτά μοι ζῆν ἡδύ; πρὸς τί χρὴ βλέπειν;

### 405.1

πρὸς τὰς παρούσας ἢ παρελθούσας τύχας;

### 405.2

εἶς παῖς ὅδ’ ἧν μοι λοιπός, ὀφθαλμὸς βίου·

### 405.3

τοῦτον κτανεῖν μέλλουσιν οἷς δοκεῖ τάδε.

### 405.4

οὐ δῆτα τοὐμοῦ γ’ οὕνεκ’ ἀθλίου βίου· ἐν τῶιδε μὲν γὰρ ἐλπίς, εἰ σωθήσεται,

### 410.1

ἐμοὶ δ’ ὄνειδος μὴ θανεῖν ὑπὲρ τέκνου.

### 410.2

ἰδού, προλείπω βωμὸν ἥδε χειρία

### 410.3

σφάζειν φονεύειν δεῖν ἀπαρτῆσαι δέρην.

### 410.4

ὦ τέκνον, ἡ τεκοῦσά ς’, ὡς σὺ μὴ θάνηις,

### 410.5

στείχω πρὸς Ἅιδην· ἢν δ’ ὑπεκδράμηις μόρον,

### 415.1

μέμνησο μητρός, οἷα τλᾶς’ ἀπωλόμην,

### 415.2

καὶ πατρὶ τῶι σῶι διὰ φιλημάτων ἰὼν

### 415.3

δάκρυά τε λείβων καὶ περιπτύσσων χέρας

### 415.4

λέγ’ οἷ’ ἔπραξα. πᾶσι δ’ ἀνθρώποις ἄρ’ ἦν

### 415.5

ψυχὴ τέκν’· ὅστις δ’ αὔτ’ ἄπειρος ὢν ψέγει,

### 420.1

ἧσσον μὲν ἀλγεῖ, δυστυχῶν δ’ εὐδαιμονεῖ.

### 420.2

Χο. ὤικτιρ’ ἀκούσας’· οἰκτρὰ γὰρ τὰ δυστυχῆ

### 420.3

βροτοῖς ἅπασι, κἂν θυραῖος ὢν κυρῆι.

### 420.4

ἐς ξύμβασιν δ’ ἐχρῆν σε παῖδα σὴν ἄγειν,

### 420.5

Μενέλαε, καὶ τήνδ’, ὡς ἀπαλλαχθῆι πόνων.

### 425.1

Με. λάβεσθέ μοι τῆσδ’, ἀμφελίξαντες χέρας,

### 425.2

δμῶες· λόγους γὰρ οὐ φίλους ἀκούσεται.

### 425.3

ἔχω ς’· ἵν’ ἁγνὸν βωμὸν ἐκλίποις θεᾶς,

### 425.4

προύτεινα παιδὸς θάνατον, ὧι ς’ ὑπήγαγον

### 425.5

ἐς χεῖρας ἐλθεῖν τὰς ἐμὰς ἐπὶ σφαγήν.

### 430.1

καὶ τἀμφὶ σοῦ μὲν ὧδ’ ἔχοντ’ ἐπίστασο·

### 430.2

τὰ δ’ ἀμφὶ παιδὸς τοῦδε παῖς ἐμὴ κρινεῖ,

### 430.3

ἤν τε κτανεῖν νιν ἤν τε μὴ κτανεῖν θέληι.

### 430.4

ἀλλ’ ἕρπ’ ἐς οἴκους τούσδ’, ἵν’ εἰς ἐλευθέρους δούλη γεγῶσα μήποθ’ ὑβρίζειν μάθηις.

### 435.1

Αν. οἴμοι· δόλωι μ’ ὑπῆλθες, ἠπατήμεθα.

### 435.2

Με. κήρυσς’ ἅπασιν· οὐ γὰρ ἐξαρνούμεθα.

### 435.3

Αν. ἧ ταῦτ’ ἐν ὑμῖν τοῖς παρ’ Εὐρώται σοφά;

### 435.4

Με. καὶ τοῖς γε Τροίαι, τοὺς παθόντας ἀντιδρᾶν.

### 435.5

Αν. τὰ θεῖα δ’ οὐ θεῖ’ οὐδ’ ἔχειν ἡγῆι δίκην;

### 440.1

Με. ὅταν τάδ’ ἧι, τότ’ οἴσομεν· σὲ δὲ κτενῶ.

### 440.2

Αν. ἧ καὶ νεοσσὸν τόνδ’, ὑπὸ πτερῶν σπάσας;

### 440.3

Με. οὐ δῆτα· θυγατρὶ δ’, ἢν θέληι, δώσω κτανεῖν.

### 440.4

Αν. οἴμοι· τί δῆτά ς’ οὐ καταστένω, τέκνον;

### 440.5

Με. οὔκουν θρασεῖά γ’ αὐτὸν ἐλπὶς ἀμμένει.

### 445.1

Αν. ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν

### 445.2

Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια,

### 445.3

ψευδῶν ἄνακτες, μηχανορράφοι κακῶν,

### 445.4

ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ

### 445.5

φρονοῦντες, ἀδίκως εὐτυχεῖτ’ ἀν’ Ἑλλάδα. τί δ’ οὐκ ἐν ὑμῖν ἐστιν; οὐ πλεῖστοι φόνοι;

### 445.6

οὐκ αἰσχροκερδεῖς, οὐ λέγοντες ἄλλα μὲν

### 445.7

γλώσσηι, φρονοῦντες δ’ ἄλλ’ ἐφευρίσκεσθ’ ἀεί;

### 445.8

ὄλοισθ’. ἐμοὶ μὲν θάνατος οὐχ οὕτω βαρὺς

### 445.9

ὅς σοι δέδοκται· κεῖνα γάρ μ’ ἀπώλεσεν,

### 455.1

ὅθ’ ἡ τάλαινα πόλις ἀνηλώθη Φρυγῶν πόσις θ’ ὁ κλεινός, ὅς σε πολλάκις δορὶ

### 455.2

ναύτην ἔθηκεν ἀντὶ χερσαίου κακόν.

### 455.3

νῦν δ’ ἐς γυναῖκα γοργὸς ὁπλίτης φανεὶς

### 455.4

κτείνεις μ’· ἀπόκτειν’· ὡς ἀθώπευτόν γέ σε

### 460.1

γλώσσης ἀφήσω τῆς ἐμῆς καὶ παῖδα σήν.

### 460.2

ἐπεὶ σὺ μὲν πέφυκας ἐν Σπάρτηι μέγας,

### 460.3

ἡμεῖς δὲ Τροίαι γ’. εἰ δ’ ἐγὼ πράσσω κακῶς,

### 460.4

μηδὲν τόδ’ αὔχει· καὶ σὺ γὰρ πράξειας ἄν.

### 460.5

Χο. οὐδέποτε δίδυμα λέκτρ’ ἐπαινέσω βροτῶν

### 466.1

οὐδ’ ἀμφιμάτορας κόρους,

### 466.2

ἔριδας οἴκων δυσμενεῖς τε λύπας·

*[crux: ἔριδας]*

### 466.3

μίαν μοι στεργέτω πόσις γάμοις

*[crux: γάμοις]*

### 470.1

ἀκοινώνητον ἀνδρὸς εὐνάν.

*[crux: εὐνάν]*

### 470.2

οὐδὲ γὰρ ἐν πόλεσι δίπτυχοι τυραννίδες

*[crux: οὐδὲ γὰρ ἐν]*

### 474

μιᾶς ἀμείνονες φέρειν,

### 475.1

ἄχθος τ’ ἐπ’ ἄχθει καὶ στάσιν πολίταις·

### 475.2

τεκόντοιν θ’ ὕμνον ἐργάταιν δυοῖν ἔριν Μοῦσαι φιλοῦσι κραίνειν.

### 479

πνοαὶ δ’ ὅταν φέρωσι ναυτίλους θοαί,

### 480.1

κατὰ πηδαλίων διδύμα πραπίδων γνώμα

### 480.2

σοφῶν τε πλῆθος ἀθρόον ἀσθενέστερον

### 480.3

φαυλοτέρας φρενὸς αὐτοκρατοῦς.

### 480.4

ἑνὸς ἄρ’ ἄνυσις ἀνά τε μέλαθρα

### 480.5

κατά τε πόλιας, ὁπόταν εὑ‐

### 485.1

ρεῖν θέλωσι καιρόν.

### 485.2

ἔδειξεν ἁ Λάκαινα τοῦ στρατηλάτα

### 485.3

Μενέλα· διὰ γὰρ πυρὸς ἦλθ’ ἑτέρωι λέχει,

### 489

κτείνει δὲ τὰν τάλαιναν Ἰλιάδα κόραν

### 490.1

παῖδά τε δύσφρονος ἔριδος ὕπερ.

### 490.2

ἄθεος ἄνομος ἄχαρις ὁ φόνος·

### 490.3

ἔτι σε, πότνια, μετατροπὰ

### 490.4

τῶνδ’ ἔπεισιν ἔργων.

### 490.5

καὶ μὴν ἐσορῶ τόδε σύγκρατον

### 495.1

ζεῦγος πρὸ δόμων ψήφωι θανάτου

### 495.2

κατακεκριμένον.

### 495.3

δύστηνε γύναι, τλῆμον δὲ σὺ παῖ, μητρὸς λεχέων ὃς ὑπερθνήισκεις

### 495.4

οὐδὲν μετέχων οὐδ’ αἴτιος ὢν βασιλεῦσιν.

### 495.5

Αν. ἅδ’ ἐγὼ χέρας αἱματη‐

### 495.6

ρὰς βρόχοισι κεκληιμένα

### 495.7

πέμπομαι κατὰ γαίας.

### 495.8

ΠΑΙΣ

### 504

μᾶτερ μᾶτερ, ἐγὼ δὲ σᾶι

### 505.1

πτέρυγι συγκαταβαίνω.

### 505.2

Αν. θῦμα δάιον, ὦ χθονὸς

### 505.3

Φθίας κράντορες. Πα. ὦ πάτερ,

### 505.4

μόλε φίλοις ἐπίκουρος.

### 510.1

Αν. κείσηι δή, τέκνον ὦ φίλος,

### 510.2

μαστοῖς ματέρος ἀμφὶ σᾶς

### 510.3

νεκρὸς ὑπὸ χθονὶ σὺν νεκρῶι 〈τε〉.

### 510.4

Πα. ὤμοι μοι, τί πάθω; τάλας

### 510.5

δῆτ’ ἐγὼ σύ τε, μᾶτερ.

### 515.1

Με. ἴθ’ ὑποχθόνιοι· καὶ γὰρ ἀπ’ ἐχθρῶν

### 515.2

ἥκετε πύργων, δύο δ’ ἐκ δισσαῖν

### 515.3

θνήισκετ’ ἀνάγκαιν· σὲ μὲν ἡμετέρα

### 515.4

ψῆφος ἀναιρεῖ, παῖδα δ’ ἐμὴ παῖς

### 515.5

τόνδ’ Ἑρμιόνη. καὶ γὰρ ἀνοία

### 520.1

μεγάλη λείπειν ἐχθροὺς ἐχθρῶν,

### 520.2

ἐξὸν κτείνειν καὶ φόβον οἴκων ἀφελέσθαι.

### 520.3

Αν. ὦ πόσις πόσις, εἴθε σὰν

### 520.4

χεῖρα καὶ δόρυ σύμμαχον

### 525.1

κτησαίμαν, Πριάμου παῖ.

### 525.2

Πα. δύστανος, τί δ’ ἐγὼ μόρου

### 525.3

παράτροπον μέλος εὕρω;

### 525.4

Αν. λίσσου γούνασι δεσπότου

### 530.1

χρίμπτων, ὦ τέκνον. Πα. ὦ φίλος

### 530.2

φίλος, ἄνες θάνατόν μοι.

### 530.3

Αν. λείβομαι δάκρυσιν κόρας,

### 530.4

στάζω λισσάδος ὡς πέτρας

### 530.5

λιβὰς ἀνάλιος, ἁ τάλαινα.

### 535.1

Πα. ὤμοι μοι, τί δ’ ἐγὼ κακῶν

### 535.2

μῆχος ἐξανύσωμαι;

### 535.3

Με. τί με προσπίτνεις, ἁλίαν πέτραν

### 535.4

ἢ κῦμα λιταῖς ὣς ἱκετεύων;

### 535.5

τοῖς γὰρ ἐμοῖσιν γέγον’ ὠφελία,

### 540.1

σοὶ δ’ οὐδὲν ἔχω φίλτρον, ἐπεί τοι

### 540.2

μέγ’ ἀναλώσας ψυχῆς μόριον

### 540.3

Τροίαν εἷλον καὶ μητέρα σήν·

### 540.4

ἧς ἀπολαύων

### 540.5

Ἅιδην χθόνιον καταβήσηι.

### 545.1

Χο. καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας, σπουδῆι τιθέντα δεῦρο γηραιὸν πόδα.

### 545.2

ΠΗΛΕΥΣ

### 547.1

ὑμᾶς ἐρωτῶ τόν τ’ ἐφεστῶτα σφαγῆι,

### 547.2

τί ταῦτα, πῶς ταῦτ’; ἐκ τίνος λόγου νοσεῖ

### 547.3

δόμος; τί πράσσετ’ ἄκριτα μηχανώμενοι; Μενέλα’, ἐπίσχες· μὴ τάχυν’ ἄνευ δίκης.

### 547.4

ἡγοῦ σὺ θᾶσσον· οὐ γὰρ ὡς ἔοικέ μοι

### 547.5

σχολῆς τόδ’ ἔργον, ἀλλ’ ἀνηβητηρίαν

### 547.6

ῥώμην με καὶ νῦν λαμβάνειν, εἴπερ ποτέ.

### 547.7

πρῶτον μὲν οὖν κατ’ οὖρον ὥσπερ ἱστίοις

### 555.1

ἐμπνεύσομαι τῆιδ’· εἰπέ, τίνι δίκηι χέρας

### 555.2

βρόχοισιν ἐκδήσαντες οἵδ’ ἄγουσί σε

### 555.3

καὶ παῖδ’; ὕπαρνος γάρ τις οἶς ἀπόλλυσαι,

### 555.4

ἡμῶν ἀπόντων τοῦ τε κυρίου σέθεν.

### 555.5

Αν. οἵδ’, ὦ γεραιέ, σὺν τέκνωι θανουμένην

### 560.1

ἄγουσί μ’ οὕτως ὡς ὁρᾶις. τί σοι λέγω;

### 560.2

οὐ γὰρ μιᾶς σε κληδόνος προθυμίαι

### 560.3

μετῆλθον ἀλλὰ μυρίων ὑπ’ ἀγγέλων.

### 560.4

ἔριν δὲ τὴν κατ’ οἶκον οἶσθά που κλύων

### 560.5

τῆς τοῦδε θυγατρός, ὧν τ’ ἀπόλλυμαι χάριν.

### 565.1

καὶ νῦν με βωμοῦ Θέτιδος, ἣ τὸν εὐγενῆ

### 565.2

ἔτικτέ σοι παῖδ’, ἣν σὺ θαυμαστὴν σέβεις,

### 565.3

ἄγους’ ἀποσπάσαντες, οὔτε τωι δίκηι

### 565.4

κρίναντες οὔτε τοὺς ἀπόντας ἐκ δόμων μείναντες, ἀλλὰ τὴν ἐμὴν ἐρημίαν

### 570.1

γνόντες τέκνου τε τοῦδ’, ὃν οὐδὲν αἴτιον

### 570.2

μέλλουσι σὺν ἐμοὶ τῆι ταλαιπώρωι κτανεῖν.

### 570.3

ἀλλ’ ἀντιάζω ς’, ὦ γέρον, τῶν σῶν πάρος

### 570.4

πίτνουσα γονάτων—χειρὶ δ’ οὐκ ἔξεστί μοι

### 570.5

τῆς σῆς λαβέσθαι φιλτάτης γενειάδος—

### 575.1

ῥῦσαί με πρὸς θεῶν· εἰ δὲ μή, θανούμεθα

### 575.2

αἰσχρῶς μὲν ὑμῖν, δυστυχῶς δ’ ἐμοί, γέρον.

### 575.3

Πη. χαλᾶν κελεύω δεσμὰ πρὶν κλαίειν τινά,

### 575.4

καὶ τῆσδε χεῖρας διπτύχους ἀνιέναι.

### 575.5

Με. ἐγὼ δ’ ἀπαυδῶ, τἄλλα τ’ οὐχ ἥσσων σέθεν

### 580.1

καὶ τῆσδε πολλῶι κυριώτερος γεγώς.

### 580.2

Πη. πῶς; ἦ τὸν ἁμὸν οἶκον οἰκήσεις μολὼν

### 580.3

δεῦρ’; οὐχ ἅλις σοι τῶν κατὰ Σπάρτην κρατεῖν;

### 580.4

Με. εἷλόν νιν αἰχμάλωτον ἐκ Τροίας ἐγώ.

### 580.5

Πη. οὑμὸς δέ γ’ αὐτὴν ἔλαβε παῖς παιδὸς γέρας.

### 585.1

Με. οὔκουν ἐκείνου τἀμὰ τἀκείνου τ’ ἐμά;

### 585.2

Πη. ναί,

### 586.1

δρᾶν εὖ, κακῶς δ’ οὔ, μηδ’ ἀποκτείνειν βίαι.

### 586.2

Με. ὡς τήνδ’ ἀπάξεις οὔποτ’ ἐξ ἐμῆς χερός.

### 586.3

Πη. σκήπτρωι γε τῶιδε σὸν καθαιμάξας κάρα.

### 586.4

Με. ψαῦσόν θ’, ἵν’ εἰδῆις, καὶ πέλας πρόσελθ’ ἐμοῦ.

### 590.1

Πη. σὺ γὰρ μετ’ ἀνδρῶν, ὦ κάκιστε κἀκ κακῶν; σοὶ ποῦ μέτεστιν ὡς ἐν ἀνδράσιν λόγου;

### 590.2

ὅστις πρὸς ἀνδρὸς Φρυγὸς ἀπηλλάγης λέχους,

### 590.3

ἄκληιστ’ ἄδουλα δώμαθ’ ἑστίας λιπών,

*[crux: ἄδουλα δώμαθ’ ἑστίας]*

### 590.4

ὡς δὴ γυναῖκα σώφρον’ ἐν δόμοις ἔχων

### 595.1

πασῶν κακίστην. οὐδ’ ἂν εἰ βούλοιτό τις

### 595.2

σώφρων γένοιτο Σπαρτιατίδων κόρη·

### 595.3

αἳ ξὺν νέοισιν ἐξερημοῦσαι δόμους

### 595.4

γυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοις

### 595.5

δρόμους παλαίστρας τ’ οὐκ ἀνασχετῶς ἐμοὶ κοινὰς ἔχουσι. κἆιτα θαυμάζειν χρεὼν

### 595.6

εἰ μὴ γυναῖκας σώφρονας παιδεύετε;

### 595.7

Ἑλένην ἐρέσθαι χρὴ τάδ’, ἥτις ἐκ δόμων

### 595.8

τὸν σὸν λιποῦσα Φίλιον ἐξεκώμασεν

### 595.9

νεανίου μετ’ ἀνδρὸς εἰς ἄλλην χθόνα.

### 605.1

κἄπειτ’ ἐκείνης οὕνεχ’ Ἑλλήνων ὄχλον

### 605.2

τοσόνδ’ ἀθροίσας ἤγαγες πρὸς Ἴλιον;

### 605.3

ἣν χρῆν ς’ ἀποπτύσαντα μὴ κινεῖν δόρυ,

### 605.4

κακὴν ἐφευρόντ’, ἀλλ’ ἐᾶν αὐτοῦ μένειν

### 605.5

μισθόν τε δόντα μήποτ’ εἰς οἴκους λαβεῖν.

### 610.1

ἀλλ’ οὔτι ταύτηι σὸν φρόνημ’ ἐπούρισας,

### 610.2

ψυχὰς δὲ πολλὰς κἀγαθὰς ἀπώλεσας

### 610.3

παίδων τ’ ἄπαιδας γραῦς ἔθηκας ἐν δόμοις

### 610.4

πολιούς τ’ ἀφείλου πατέρας εὐγενῆ τέκνα.

### 610.5

ὧν εἷς ἐγὼ δύστηνος· αὐθέντην δέ σε

### 615.1

μιάστορ’ ὥς τιν’ ἐσδέδορκ’ Ἀχιλλέως.

### 615.2

ὃς οὐδὲ τρωθεὶς ἦλθες ἐκ Τροίας μόνος, κάλλιστα τεύχη δ’ ἐν καλοῖσι σάγμασιν

### 615.3

ὅμοι’ ἐκεῖσε δεῦρό τ’ ἤγαγες πάλιν.

### 615.4

κἀγὼ μὲν ηὔδων τῶι γαμοῦντι μήτε σοὶ

### 620.1

κῆδος συνάψαι μήτε δώμασιν λαβεῖν

### 620.2

κακῆς γυναικὸς πῶλον· ἐκφέρουσι γὰρ

### 620.3

μητρῶι’ ὀνείδη. τοῦτο καὶ σκοπεῖτέ μοι,

### 620.4

μνηστῆρες, ἐσθλῆς θυγατέρ’ ἐκ μητρὸς λαβεῖν.

### 620.5

πρὸς τοῖσδε δ’ εἰς ἀδελφὸν οἷ’ ἐφύβρισας,

### 625.1

σφάξαι κελεύσας θυγατέρ’ εὐηθέστατα·

### 625.2

οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτ’ ἔχοις;

### 625.3

ἑλὼν δὲ Τροίαν (εἶμι γὰρ κἀνταῦθά σοι)

### 625.4

οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών,

### 625.5

ἀλλ’, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος

### 630.1

φίλημ’ ἐδέξω, προδότιν αἰκάλλων κύνα,

### 630.2

ἥσσων πεφυκὼς Κύπριδος, ὦ κάκιστε σύ.

### 630.3

κἄπειτ’ ἐς οἴκους τῶν ἐμῶν ἐλθὼν τέκνων

### 630.4

πορθεῖς ἀπόντων, καὶ γυναῖκα δυστυχῆ

### 630.5

κτείνεις ἀτίμως παῖδά θ’, ὃς κλαίοντά σε

### 635.1

καὶ τὴν ἐν οἴκοις σὴν καταστήσει κόρην,

### 635.2

κεἰ τρὶς νόθος πέφυκε· πολλάκις δέ τοι

### 635.3

ξηρὰ βαθεῖαν γῆν ἐνίκησε σπορᾶι,

### 635.4

νόθοι τε πολλοὶ γνησίων ἀμείνονες.

### 635.5

ἀλλ’ ἐκκομίζου παῖδα. κύδιον βροτοῖς

### 640.1

πένητα χρηστὸν ἢ κακὸν καὶ πλούσιον

### 640.2

γαμβρὸν πεπᾶσθαι καὶ φίλον· σὺ δ’ οὐδὲν εἶ. Χο. σμικρᾶς ἀπ’ ἀρχῆς νεῖκος ἀνθρώποις μέγα

### 640.3

γλῶσς’ ἐκπορίζει· τοῦτο δ’ οἱ σοφοὶ βροτῶν

### 640.4

ἐξευλαβοῦνται, μὴ φίλοις τεύχειν ἔριν.

### 645.1

Με. τί δῆτ’ ἂν εἴποις τοὺς γέροντας ὡς σοφοὶ

### 645.2

καὶ τοὺς φρονεῖν δοκοῦντας Ἕλλησίν ποτε;

### 645.3

ὅτ’ ὢν σὺ Πηλεὺς καὶ πατρὸς κλεινοῦ γεγώς,

### 645.4

κῆδος συνάψας, αἰσχρὰ μὲν σαυτῶι λέγεις

### 645.5

ἡμῖν δ’ ὀνείδη διὰ γυναῖκα βάρβαρον τήνδ’, ἣν ἐλαύνειν χρῆν ς’ ὑπὲρ Νείλου ῥοὰς

### 645.6

ὑπέρ τε Φᾶσιν, κἀμὲ παρακαλεῖν ἀεί,

### 645.7

οὖσαν μὲν ἠπειρῶτιν, οὗ πεσήματα

### 645.8

πλεῖσθ’ Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν,

### 645.9

τοῦ σοῦ τε παιδὸς αἵματος κοινουμένην.

### 655.1

Πάρις γάρ, ὃς σὸν παῖδ’ ἔπεφν’ Ἀχιλλέα,

### 655.2

Ἕκτορος ἀδελφὸς ἦν, δάμαρ δ’ ἥδ’ Ἕκτορος.

### 655.3

καὶ τῆιδέ γ’ εἰσέρχηι σὺ ταὐτὸν ἐς στέγος

### 655.4

καὶ ξυντράπεζον ἀξιοῖς ἔχειν βίον,

### 655.5

τίκτειν δ’ ἐν οἴκοις παῖδας ἐχθίστους ἐᾶις.

### 660.1

κἀγὼ προνοίαι τῆι τε σῆι κἀμῆι, γέρον,

### 660.2

κτανεῖν θέλων τήνδ’ ἐκ χερῶν ἁρπάζομαι.

### 660.3

καίτοι φέρ’· ἅψασθαι γὰρ οὐκ αἰσχρὸν λόγου·

### 660.4

ἢν παῖς μὲν ἡμὴ μὴ τέκηι, ταύτης δ’ ἄπο

### 660.5

βλάστωσι παῖδες, τούσδε γῆς Φθιώτιδος

### 665.1

στήσεις τυράννους, βάρβαροι δ’ ὄντες γένος

### 665.2

Ἕλλησιν ἄρξους’; εἶτ’ ἐγὼ μὲν οὐ φρονῶ μισῶν τὰ μὴ δίκαια, σοὶ δ’ ἔνεστι νοῦς;

### 665.3

[κἀκεῖνο νῦν ἄθρησον· εἰ σὺ παῖδα σὴν

### 665.4

δούς τωι πολιτῶν, εἶτ’ ἔπασχε τοιάδε,

### 670.1

σιγῆι καθῆς’ ἄν; οὐ δοκῶ· ξένης δ’ ὕπερ

### 670.2

τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους;

### 670.3

καὶ μὴν ἴσον γ’ ἀνήρ τε καὶ γυνὴ στένει

### 670.4

ἀδικουμένη πρὸς ἀνδρός· ὡς δ’ αὔτως ἀνὴρ

### 670.5

γυναῖκα μωραίνουσαν ἐν δόμοις ἔχων.

### 675.1

καὶ τῶι μὲν ἔστιν ἐν χεροῖν μέγα σθένος,

### 675.2

τῆι δ’ ἐν γονεῦσι καὶ φίλοις τὰ πράγματα.

### 675.3

οὔκουν δίκαιον τοῖς γ’ ἐμοῖς ἐπωφελεῖν;]

### 675.4

γέρων γέρων εἶ. τὴν δ’ ἐμὴν στρατηγίαν

### 675.5

λέγων ἔμ’ ὠφελοῖς ἂν ἢ σιγῶν πλέον.

### 680.1

Ἑλένη δ’ ἐμόχθης’ οὐχ ἑκοῦς’ ἀλλ’ ἐκ θεῶν,

### 680.2

καὶ τοῦτο πλεῖστον ὠφέλησεν Ἑλλάδα·

### 680.3

ὅπλων γὰρ ὄντες καὶ μάχης ἀίστορες

### 680.4

ἔβησαν ἐς τἀνδρεῖον· ἡ δ’ ὁμιλία

### 680.5

πάντων βροτοῖσι γίγνεται διδάσκαλος.

### 685.1

εἰ δ’ ἐς πρόσοψιν τῆς ἐμῆς ἐλθὼν ἐγὼ

### 685.2

γυναικὸς ἔσχον μὴ κτανεῖν, ἐσωφρόνουν.

### 685.3

οὐδ’ ἂν σὲ Φῶκον ἤθελον κατακτανεῖν.

### 685.4

ταῦτ’ εὖ φρονῶν ς’ ἐπῆλθον, οὐκ ὀργῆς χάριν·

### 685.5

ἢν δ’ ὀξυθυμῆι, σοὶ μὲν ἡ γλωσσαλγία

### 690.1

μείζων, ἐμοὶ δὲ κέρδος ἡ προμηθία.

### 690.2

Χο. παύσασθον ἤδη—λῶιστα γὰρ μακρῶι τάδε— λόγων ματαίων, μὴ δύο σφαλῆσθ’ ἅμα.

### 690.3

Πη. οἴμοι, καθ’ Ἑλλάδ’ ὡς κακῶς νομίζεται·

### 690.4

ὅταν τροπαῖα πολεμίων στήσηι στρατός,

### 695.1

οὐ τῶν πονούντων τοὔργον ἡγοῦνται τόδε,

### 695.2

ἀλλ’ ὁ στρατηγὸς τὴν δόκησιν ἄρνυται,

### 695.3

ὃς εἷς μετ’ ἄλλων μυρίων πάλλων δόρυ,

### 695.4

οὐδὲν πλέον δρῶν ἑνός, ἔχει πλείω λόγον.

### 695.5

[σεμνοὶ δ’ ἐν ἀρχαῖς ἥμενοι κατὰ πτόλιν φρονοῦσι δήμου μεῖζον, ὄντες οὐδένες·

### 695.6

οἱ δ’ εἰσὶν αὐτῶν μυρίωι σοφώτεροι,

### 695.7

εἰ τόλμα προσγένοιτο βούλησίς θ’ ἅμα.]

### 695.8

ὡς καὶ σὺ σός τ’ ἀδελφὸς ἐξωγκωμένοι

### 695.9

Τροίαι κάθησθε τῆι τ’ ἐκεῖ στρατηγίαι,

### 705.1

μόχθοισιν ἄλλων καὶ πόνοις ἐπηρμένοι.

### 705.2

δείξω δ’ ἐγώ σοι μὴ τὸν Ἰδαῖον Πάριν

### 705.3

μείζω νομίζειν Πηλέως ἐχθρόν ποτε,

### 705.4

εἰ μὴ φθερῆι τῆσδ’ ὡς τάχιστ’ ἀπὸ στέγης

### 705.5

καὶ παῖς ἄτεκνος, ἣν ὅ γ’ ἐξ ἡμῶν γεγὼς

### 710.1

ἐλᾶι δι’ οἴκων τῶνδ’ ἐπισπάσας κόμης·

### 710.2

ἣ στερρὸς οὖσα μόσχος οὐκ ἀνέξεται

### 710.3

τίκτοντας ἄλλους, οὐκ ἔχους’ αὐτὴ τέκνα.

### 710.4

ἀλλ’, εἰ τὸ κείνης δυστυχεῖ παίδων πέρι,

### 710.5

ἄπαιδας ἡμᾶς δεῖ καταστῆναι τέκνων;

### 715.1

φθείρεσθε τῆσδε, δμῶες, ὡς ἂν ἐκμάθω

### 715.2

εἴ τίς με λύειν τῆσδε κωλύσει χέρας.

### 715.3

ἔπαιρε σαυτήν· ὡς ἐγὼ καίπερ τρέμων πλεκτὰς ἱμάντων στροφίδας ἐξανήσομαι.

### 715.4

ὧδ’, ὦ κάκιστε, τῆσδ’ ἐλυμήνω χέρας;

### 720.1

βοῦν ἢ λέοντ’ ἤλπιζες ἐντείνειν βρόχοις;

### 720.2

ἢ μὴ ξίφος λαβοῦς’ ἀμυνάθοιτό σε

### 720.3

ἔδεισας; ἕρπε δεῦρ’ ὑπ’ ἀγκάλας, βρέφος,

### 720.4

ξύλλυε δεσμὰ μητρός· ἐν Φθίαι ς’ ἐγὼ

### 720.5

θρέψω μέγαν τοῖσδ’ ἐχθρόν. εἰ δ’ ἀπῆν δορὸς

### 725.1

τοῖς Σπαρτιάταις δόξα καὶ μάχης ἀγών,

### 725.2

τἄλλ’ ὄντες ἴστε μηδενὸς βελτίονες.

### 725.3

Χο. ἀνειμένον τι χρῆμα πρεσβυτῶν γένος

### 725.4

καὶ δυσφύλακτον ὀξυθυμίας ὕπο.

### 725.5

Με. ἄγαν προνωπὴς ἐς τὸ λοιδορεῖν φέρηι·

### 730.1

ἐγὼ δὲ πρὸς βίαν μὲν ἐς Φθίαν μολὼν

### 730.2

οὔτ’ οὖν τι δράσω φλαῦρον οὔτε πείσομαι.

### 730.3

καὶ νῦν μέν (οὐ γὰρ ἄφθονον σχολὴν ἔχω)

### 730.4

ἄπειμ’ ἐς οἴκους· ἔστι γάρ τις οὐ πρόσω

### 730.5

Σπάρτης πόλις τις, ἣ πρὸ τοῦ μὲν ἦν φίλη,

### 735.1

νῦν δ’ ἐχθρὰ ποιεῖ· τῆιδ’ ἐπεξελθεῖν θέλω

### 735.2

στρατηλατήσας χὐποχείριον λαβεῖν.

### 735.3

ὅταν δὲ τἀκεῖ θῶ κατὰ γνώμην ἐμήν,

### 735.4

ἥξω· παρὼν δὲ πρὸς παρόντας ἐμφανῶς

### 735.5

γαμβροὺς διδάξω καὶ διδάξομαι λόγους.

### 740.1

κἂν μὲν κολάζηι τήνδε καὶ τὸ λοιπὸν ἦι

### 740.2

σώφρων καθ’ ἡμᾶς, σώφρον’ ἀντιλήψεται, θυμούμενος δὲ τεύξεται θυμουμένων

### 740.3

[ἔργοισι δ’ ἔργα διάδοχ’ ἀντιλήψεται].

### 740.4

τοὺς σοὺς δὲ μύθους ῥαιδίως ἐγὼ φέρω·

### 745.1

σκιὰ γὰρ ἀντίστοιχος ὣς φωνὴν ἔχεις,

### 745.2

ἀδύνατος οὐδὲν ἄλλο πλὴν λέγειν μόνον.

### 745.3

Πη. ἡγοῦ τέκνον μοι δεῦρ’ ὑπ’ ἀγκάλαις σταθείς,

### 745.4

σύ τ’, ὦ τάλαινα· χείματος γὰρ ἀγρίου

### 745.5

τυχοῦσα λιμένας ἦλθες εἰς εὐηνέμους. Αν. ὦ πρέσβυ, θεοί σοι δοῖεν εὖ καὶ τοῖσι σοῖς,

### 745.6

σώσαντι παῖδα κἀμὲ τὴν δυσδαίμονα.

### 745.7

ὅρα δὲ μὴ νῶιν εἰς ἐρημίαν ὁδοῦ

### 745.8

πτήξαντες οἵδε πρὸς βίαν ἄγωσί με,

### 745.9

γέροντα μὲν ς’ ὁρῶντες, ἀσθενῆ δ’ ἐμὲ

### 755.1

καὶ παῖδα τόνδε νήπιον· σκόπει τάδε,

### 755.2

μὴ νῦν φυγόντες εἶθ’ ἁλῶμεν ὕστερον.

### 755.3

Πη. οὐ μὴ γυναικῶν δειλὸν εἰσοίσεις λόγον·

### 755.4

χώρει· τίς ὑμῶν ἅψεται; κλαίων ἄρα

### 755.5

ψαύσει. θεῶν γὰρ οὕνεχ’ ἱππικοῦ τ’ ὄχλου

### 760.1

πολλῶν θ’ ὁπλιτῶν ἄρχομεν Φθίαν κάτα·

### 760.2

ἡμεῖς δ’ ἔτ’ ὀρθοὶ κοὐ γέροντες, ὡς δοκεῖς,

### 760.3

ἀλλ’ ἔς γε τοιόνδ’ ἄνδρ’ ἀποβλέψας μόνον

### 760.4

τροπαῖον αὐτοῦ στήσομαι, πρέσβυς περ ὤν.

### 760.5

πολλῶν νέων γὰρ κἂν γέρων εὔψυχος ἦι

### 765.1

κρείσσων· τί γὰρ δεῖ δειλὸν ὄντ’ εὐσωματεῖν;

### 765.2

Χο. ἢ μὴ γενοίμαν ἢ πατέρων ἀγαθῶν

### 765.3

εἴην πολυκτήτων τε δόμων μέτοχος.

### 770.1

εἴ τι γὰρ πάσχοι τις ἀμήχανον, ἀλκᾶς

### 770.2

οὐ σπάνις εὐγενέταις,

### 770.3

κηρυσσομένοισι δ’ ἀπ’ ἐσθλῶν δωμάτων

### 770.4

τιμὰ καὶ κλέος· οὔτοι λείψανα τῶν ἀγαθῶν

### 775.1

ἀνδρῶν ἀφαιρεῖται χρόνος· ἁ δ’ ἀρετὰ

### 775.2

καὶ θανοῦσι λάμπει.

### 775.3

κρεῖσσον δὲ νίκαν μὴ κακόδοξον ἔχειν

### 780.1

ἢ ξὺν φθόνωι σφάλλειν δυνάμει τε δίκαν.

### 780.2

ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν,

### 780.3

ἐν δὲ χρόνωι τελέθει

### 784

ξηρὸν καὶ ὀνείδεσιν ἔγκειται δόμος.

### 785

ταύταν ἤινεσα ταύταν καὶ φέρομαι βιοτάν,

*[crux: φέρομαι]*

### 787.1

μηδὲν δίκας ἔξω κράτος ἐν θαλάμοις

### 787.2

καὶ πόλει δύνασθαι.

### 787.3

ὦ γέρον Αἰακίδα,

### 791.1

πείθομαι καὶ σὺν Λαπίθαισί σε Κενταύ‐

### 791.2

ροις ὁμιλῆσαι δορὶ

### 794

κλεινοτάτωι, καὶ ἐπ’ Ἀργώιου δορὸς ἄξενον ὑγρὰν

### 795.1

ἐκπερᾶσαι ποντιᾶν Ξυμπληγάδων

### 795.2

κλεινὰν ἐπὶ ναυστολίαν,

### 795.3

Ἰλιάδα τε πόλιν ὅτε 〈τὸ〉 πάρος

### 795.4

εὐδόκιμον ὁ Διὸς ἶνις ἀμφέβαλε φόνωι κοινὰν τὰν εὔκλειαν ἔχοντ’

### 795.5

Εὐρώπαν ἀφικέσθαι.

### 795.6

ΤΡΟΦΟΣ

### 802.1

ὦ φίλταται γυναῖκες, ὡς κακὸν κακῶι

### 802.2

διάδοχον ἐν τῆιδ’ ἡμέραι πορσύνεται.

### 802.3

δέσποινα γὰρ κατ’ οἶκον, Ἑρμιόνην λέγω,

### 805.1

πατρός τ’ ἐρημωθεῖσα συννοίαι θ’ ἅμα

### 805.2

οἷον δέδρακεν ἔργον, Ἀνδρομάχην κτανεῖν

### 805.3

καὶ παῖδα βουλεύσασα, κατθανεῖν θέλει,

### 805.4

πόσιν τρέμουσα, μὴ ἀντὶ τῶν δεδραμένων

### 805.5

ἐκ τῶνδ’ ἀτίμως δωμάτων ἀποσταλῆι

### 810.1

[ἢ κατθάνηι κτείνουσα τοὺς οὐ χρὴ κτανεῖν].

### 810.2

μόλις δέ νιν θέλουσαν ἀρτῆσαι δέρην

### 810.3

εἴργουσι φύλακες δμῶες ἔκ τε δεξιᾶς

### 810.4

ξίφη καθαρπάζουσιν ἐξαιρούμενοι.

### 810.5

οὕτω μεταλγεῖ καὶ τὰ πρὶν δεδραμένα

### 815.1

ἔγνωκε πράξας’ οὐ καλῶς. ἐγὼ μὲν οὖν

### 815.2

δέσποιναν εἴργους’ ἀγχόνης κάμνω, φίλαι· ὑμεῖς δὲ βᾶσαι τῶνδε δωμάτων ἔσω

### 815.3

θανάτου νιν ἐκλύσασθε· τῶν γὰρ ἠθάδων

### 815.4

φίλων νέοι μολόντες εὐπιθέστεροι.

### 820.1

Χο. καὶ μὴν ἐν οἴκοις προσπόλων ἀκούομεν

### 820.2

βοὴν ἐφ’ οἷσιν ἦλθες ἀγγέλλουσα σύ.

### 820.3

δείξειν δ’ ἔοικεν ἡ τάλαιν’ ὅσον στένει

### 820.4

πράξασα δεινά· δωμάτων γὰρ ἐκπερᾶι

### 820.5

φεύγουσα χεῖρας προσπόλων πόθωι θανεῖν.

### 825.1

Ερ. ἰώ μοί μοι·

### 825.2

σπάραγμα κόμας ὀνύχων τε

### 825.3

δάϊ’ ἀμύγματα θήσομαι.

### 825.4

Τρ. ὦ παῖ, τί δράσεις; σῶμα σὸν καταικιῆι;

### 825.5

Ερ. αἰαῖ αἰαῖ·

### 830.1

ἔρρ’ αἰθέριον πλοκαμῶν ἐ‐

### 830.2

μῶν ἄπο, λεπτόμιτον φάρος.

### 830.3

Τρ. τέκνον, κάλυπτε στέρνα, σύνδησον πέπλους.

### 830.4

Ερ. τί δὲ στέρνα δεῖ καλύπτειν πέπλοις;

### 830.5

δῆλα καὶ ἀμφιφανῆ καὶ ἄκρυπτα δε‐

### 835.1

δράκαμεν πόσιν.

### 835.2

Τρ. ἀλγεῖς φόνον ῥάψασα συγγάμωι σέθεν;

### 835.3

Ερ. κατὰ μὲν οὖν τόλμας στένω δαΐας,

### 835.4

ἃν ῥέξ’ ἁ κατάρατος ἐγὼ κατά‐

### 835.5

ρατος ἀνθρώποις.

### 840.1

Τρ. συγγνώσεταί σοι τήνδ’ ἁμαρτίαν πόσις.

### 840.2

Ερ. τί μοι ξίφος ἐκ χερὸς ἠγρεύσω;

### 840.3

ἀπόδος, ὦ φίλος, ἀπόδος, ἵν’ ἀνταίαν

### 844

ἐρείσω πλαγάν· τί με βρόχων εἴργεις;

### 845.1

Τρ. ἀλλ’ εἴ ς’ ἀφείην μὴ φρονοῦσαν, ὡς θάνηις;

### 845.2

Ερ. οἴμοι πότμου.

### 845.3

ποῦ μοι πυρὸς φίλα φλόξ;

### 845.4

ποῦ δ’ ἐκ πέτρας ἀερθῶ,

### 845.5

〈ἢ〉 κατὰ πόντον ἢ καθ’ ὕλαν ὀρέων, ἵνα θανοῦσα νερτέροισιν μέλω;

### 845.6

Τρ. τί ταῦτα μοχθεῖς; συμφοραὶ θεήλατοι πᾶσιν βροτοῖσιν ἢ τότ’ ἦλθον ἢ τότε.

### 854

Ερ. ἔλιπες ἔλιπες, ὦ πάτερ, ἐπακτίαν

### 855.1

μονάδ’ ἔρημον οὖσαν ἐνάλου κώπας.

### 855.2

ὀλεῖ μ’ ὀλεῖ με δηλαδὴ

### 855.3

πόσις· οὐκέτι τᾶιδ’ ἐνοικήσω

### 855.4

νυμφιδίωι στέγαι.

### 855.5

τίνος ἄγαλμα θεῶν ἱκέτις ὁρμαθῶ;

### 860.1

ἢ δούλα δούλας γόνασι προσπέσω;

### 860.2

Φθιάδος ἐκ γᾶς

### 860.3

κυανόπτερος ὄρνις εἴθ’ εἴην,

### 860.4

πευκᾶεν σκάφος ἇι διὰ κυανέ‐

### 860.5

ας ἐπέρασεν ἀκτάς,

### 865.1

πρωτόπλοος πλάτα.

### 865.2

Τρ. ὦ παῖ, τὸ λίαν οὔτ’ ἐκεῖν’ ἐπήινεσα,

### 865.3

ὅτ’ ἐς γυναῖκα Τρωιάδ’ ἐξημάρτανες,

### 865.4

οὔτ’ αὖ τὸ νῦν σου δεῖμ’ ὃ δειμαίνεις ἄγαν.

### 865.5

οὐχ ὧδε κῆδος σὸν διώσεται πόσις

### 870.1

φαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις.

### 870.2

οὐ γάρ τί ς’ αἰχμάλωτον ἐκ Τροίας ἔχει, ἀλλ’ ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼν

### 870.3

ἕδνοισι πόλεώς τ’ οὐ μέσως εὐδαίμονος.

### 870.4

πατὴρ δέ ς’ οὐχ ὧδ’ ὡς σὺ δειμαίνεις, τέκνον,

### 875.1

προδοὺς ἐάσει δωμάτων τῶνδ’ ἐκπεσεῖν.

### 875.2

ἀλλ’ εἴσιθ’ εἴσω μηδὲ φαντάζου δόμων

### 875.3

πάροιθε τῶνδε, μή τιν’ αἰσχύνην λάβηις

### 875.4

[πρόσθεν μελάθρων τῶνδ’ ὁρωμένη, τέκνον].

### 875.5

Χο. καὶ μὴν ὅδ’ ἀλλόχρως τις ἔκδημος ξένος

### 880.1

σπουδῆι πρὸς ἡμᾶς βημάτων πορεύεται.

### 880.2

ΟΡΕΣΤΗΣ

### 881.1

ξέναι γυναῖκες, ἦ τάδ’ ἔστ’ Ἀχιλλέως

### 881.2

παιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι;

### 881.3

Χο. ἔγνως· ἀτὰρ δὴ πυνθάνηι τίς ὢν τάδε;

### 881.4

Ορ. Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τόκος,

### 885.1

ὄνομα δ’ Ὀρέστης· ἔρχομαι δὲ πρὸς Διὸς

### 885.2

μαντεῖα Δωδωναῖ’. ἐπεὶ δ’ ἀφικόμην

### 885.3

Φθίαν, δοκεῖ μοι ξυγγενοῦς μαθεῖν περὶ

### 885.4

γυναικός, εἰ ζῆι κεὐτυχοῦσα τυγχάνει

### 885.5

ἡ Σπαρτιᾶτις Ἑρμιόνη· τηλουρὰ γὰρ

### 890.1

ναίους’ ἀφ’ ἡμῶν πεδί’ ὅμως ἐστὶν φίλη.

### 890.2

Ερ. ὦ ναυτίλοισι χείματος λιμὴν φανεὶς

### 890.3

Ἀγαμέμνονος παῖ, πρός σε τῶνδε γουνάτων

### 890.4

οἴκτιρον ἡμᾶς ὧν ἐπισκοπεῖς τύχας,

### 890.5

πράσσοντας οὐκ εὖ. στεμμάτων δ’ οὐχ ἥσσονας

### 895.1

σοῖς προστίθημι γόνασιν ὠλένας ἐμάς.

### 895.2

Ορ. ἔα·

### 896.1

τί χρῆμα; μῶν ἐσφάλμεθ’ ἢ σαφῶς ὁρῶ δόμων ἄνασσαν τήνδε Μενέλεω κόρην;

### 896.2

Ερ. ἥνπερ μόνην γε Τυνδαρὶς τίκτει γυνὴ

### 896.3

Ἑλένη κατ’ οἴκους πατρί· μηδὲν ἀγνόει. Ορ. ὦ Φοῖβ’ ἀκέστορ, πημάτων δοίης λύσιν.

### 896.4

τί χρῆμα; πρὸς θεῶν ἢ βροτῶν πάσχεις κακά;

### 896.5

Ερ. τὰ μὲν πρὸς ἡμῶν, τὰ δὲ πρὸς ἀνδρὸς ὅς μ’ ἔχει,

### 896.6

τὰ δ’ ἐκ θεῶν του· πανταχῆι δ’ ὀλώλαμεν.

### 896.7

Ορ. τίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πω

### 905.1

παίδων γυναικὶ συμφορὰ πλὴν ἐς λέχος;

### 905.2

Ερ. τοῦτ’ αὐτὸ καὶ νοσοῦμεν· εὖ μ’ ὑπηγάγου.

### 905.3

Ορ. ἄλλην τιν’ εὐνὴν ἀντὶ σοῦ στέργει πόσις;

### 905.4

Ερ. τὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν.

### 905.5

Ορ. κακόν γ’ ἔλεξας, δίσς’ ἕν’ ἄνδρ’ ἔχειν λέχη.

### 910.1

Ερ. τοιαῦτα ταῦτα. κἆιτ’ ἔγωγ’ ἠμυνάμην.

### 910.2

Ορ. μῶν ἐς γυναῖκ’ ἔρραψας οἷα δὴ γυνή;

### 910.3

Ερ. φόνον γ’ ἐκείνηι καὶ τέκνωι νοθαγενεῖ.

### 910.4

Ορ. κἄκτεινας, ἤ τις συμφορά ς’ ἀφείλετο;

### 910.5

Ερ. γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων.

### 915.1

Ορ. σοὶ δ’ ἦν τις ὅστις τοῦδ’ ἐκοινώνει φόνου;

### 915.2

Ερ. πατήρ γ’ ἐπ’ αὐτὸ τοῦτ’ ἀπὸ Σπάρτης μολών.

### 915.3

Ορ. κἄπειτα τοῦ γέροντος ἡσσήθη χερί;

### 915.4

Ερ. αἰδοῖ γε· καί μ’ ἔρημον οἴχεται λιπών.

### 915.5

Ορ. συνῆκα· ταρβεῖς τοῖς δεδραμένοις πόσιν.

### 920.1

Ερ. ἔγνως· ὀλεῖ γάρ μ’ ἐνδίκως. τί δεῖ λέγειν;

### 920.2

ἀλλ’ ἄντομαί σε Δία καλοῦς’ ὁμόγνιον,

### 920.3

πέμψον με χώρας τῆσδ’ ὅποι προσωτάτω ἢ πρὸς πατρῶιον μέλαθρον· ὡς δοκοῦσί γε

### 920.4

δόμοι τ’ ἐλαύνειν φθέγμ’ ἔχοντες οἵδε με,

### 925.1

μισεῖ τε γαῖα Φθιάς. εἰ δ’ ἥξει πάρος

### 925.2

Φοίβου λιπὼν μαντεῖον ἐς δόμους πόσις,

### 925.3

κτενεῖ μ’ ἐπ’ αἰσχίστοισιν, ἢ δουλεύσομεν

### 925.4

νόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ.

### 925.5

πῶς οὖν τάδ’, ὡς εἴποι τις, ἐξημάρτανον;

### 930.1

κακῶν γυναικῶν εἴσοδοί μ’ ἀπώλεσαν,

### 930.2

αἵ μοι λέγουσαι τούσδ’ ἐχαύνωσαν λόγους·

### 930.3

Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοις

### 930.4

δούλην ἀνέξηι σοι λέχους κοινουμένην;

### 930.5

μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γ’ ἐμοῖς δόμοις

### 935.1

βλέπους’ ἂν αὐγὰς τἄμ’ ἐκαρποῦτ’ ἂν λέχη.

### 935.2

κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους

### 935.3

[σοφῶν πανούργων ποικίλων λαλημάτων]

### 935.4

ἐξηνεμώθην μωρίαι. τί γάρ μ’ ἐχρῆν

### 935.5

πόσιν φυλάσσειν, ἧι παρῆν ὅσων ἔδει;

### 940.1

πολὺς μὲν ὄλβος, δωμάτων δ’ ἠνάσσομεν,

### 940.2

παῖδας δ’ ἐγὼ μὲν γνησίους ἔτικτον ἄν,

### 940.3

ἡ δ’ ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς.

### 940.4

ἀλλ’ οὔποτ’ οὔποτ’ (οὐ γὰρ εἰσάπαξ ἐρῶ)

### 940.5

χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή,

### 945.1

πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶν

### 945.2

γυναῖκας· αὗται γὰρ διδάσκαλοι κακῶν·

### 945.3

ἡ μέν τι κερδαίνουσα συμφθείρει λέχος, ἡ δ’ ἀμπλακοῦσα συννοσεῖν αὑτῆι θέλει,

### 945.4

πολλαὶ δὲ μαργότητι· κἀντεῦθεν δόμοι νοσοῦσιν ἀνδρῶν. πρὸς τάδ’ εὖ φυλάσσετε

### 945.5

κλήιθροισι καὶ μοχλοῖσι δωμάτων πύλας·

### 945.6

ὑγιὲς γὰρ οὐδὲν αἱ θύραθεν εἴσοδοι

### 945.7

δρῶσιν γυναικῶν, ἀλλὰ πολλὰ καὶ κακά.

### 945.8

Χο. ἄγαν ἐφῆκας γλῶσσαν ἐς τὸ σύμφυτον.

### 955.1

συγγνωστὰ μέν νυν σοὶ τάδ’, ἀλλ’ ὅμως χρεὼν

### 955.2

κοσμεῖν γυναῖκας τὰς γυναικείας νόσους.

### 955.3

Ορ. σοφόν τι χρῆμα τοῦ διδάξαντος βροτοὺς

### 955.4

λόγους ἀκούειν τῶν ἐναντίων πάρα.

### 955.5

ἐγὼ γὰρ εἰδὼς τῶνδε σύγχυσιν δόμων

### 960.1

ἔριν τε τὴν σὴν καὶ γυναικὸς Ἕκτορος

### 960.2

φυλακὰς ἔχων ἔμιμνον, εἴτ’ αὐτοῦ μενεῖς

### 960.3

εἴτ’ ἐκφοβηθεῖς’ αἰχμαλωτίδος φόνωι

### 960.4

γυναικὸς οἴκων τῶνδ’ ἀπηλλάχθαι θέλεις.

### 960.5

ἦλθον δὲ σὰς μὲν οὐ σέβων ἐπιστολάς,

### 965.1

εἰ δ’ ἐνδιδοίης, ὥσπερ ἐνδίδως, λόγον

### 965.2

πέμψων ς’ ἀπ’ οἴκων τῶνδ’. ἐμὴ γὰρ οὖσα πρὶν

### 965.3

σὺν τῶιδε ναίεις ἀνδρὶ σοῦ πατρὸς κάκηι,

### 965.4

ὃς πρὶν τὰ Τροίας ἐσβαλεῖν ὁρίσματα

### 965.5

γυναῖκ’ ἐμοί σε δοὺς ὑπέσχεθ’ ὕστερον

### 970.1

τῶι νῦν ς’ ἔχοντι, Τρωιάδ’ εἰ πέρσοι πόλιν.

### 970.2

ἐπεὶ δ’ Ἀχιλλέως δεῦρ’ ἐνόστησεν γόνος,

### 970.3

σῶι μὲν συνέγνων πατρί, τὸν δ’ ἐλισσόμην γάμους ἀφεῖναι σούς, ἐμὰς λέγων τύχας

### 970.4

καὶ τὸν παρόντα δαίμον’, ὡς φίλων μὲν ἂν

### 975.1

γήμαιμ’ ἀπ’ ἀνδρῶν, ἔκτοθεν δ’ οὐ ῥαιδίως,

### 975.2

φεύγων ἀπ’ οἴκων ἃς ἐγὼ φεύγω φυγάς.

### 975.3

ὁ δ’ ἦν ὑβριστὴς ἔς τ’ ἐμῆς μητρὸς φόνον

### 975.4

τάς θ’ αἱματωποὺς θεὰς ὀνειδίζων ἐμοί.

### 975.5

κἀγὼ ταπεινὸς ὢν τύχαις ταῖς οἴκοθεν

### 980.1

ἤλγουν μὲν ἤλγουν, συμφορὰς δ’ ἠνειχόμην,

### 980.2

σῶν δὲ στερηθεὶς ὠιχόμην ἄκων γάμων.

### 980.3

νῦν οὖν, ἐπειδὴ περιπετεῖς ἔχεις τύχας

### 980.4

καὶ ξυμφορὰν τήνδ’ ἐσπεσοῦς’ ἀμηχανεῖς,

### 980.5

ἄξω ς’ ἐς οἴκους καὶ πατρὸς δώσω χερί.

### 985.1

τὸ συγγενὲς γὰρ δεινόν, ἔν τε τοῖς κακοῖς

### 985.2

οὐκ ἔστιν οὐδὲν κρεῖσσον οἰκείου φίλου.

### 985.3

Ερ. νυμφευμάτων μὲν τῶν ἐμῶν πατὴρ ἐμὸς

### 985.4

μέριμναν ἕξει, κοὐκ ἐμὸν κρίνειν τόδε.

### 985.5

ἀλλ’ ὡς τάχιστα τῶνδέ μ’ ἔκπεμψον δόμων,

### 990.1

μὴ φθῆι σε προσβὰς δῶμα καί μ’ ἑλὼν πόσις

### 990.2

ἢ πρέσβυς οἴκους μ’ ἐξερημοῦσαν μαθὼν

### 990.3

Πηλεὺς μετέλθηι πωλικοῖς διώγμασιν.

### 990.4

Ορ. θάρσει γέροντος χεῖρα· τὸν δ’ Ἀχιλλέως μηδὲν φοβηθῆις παῖδ’, ὅς’ εἰς ἔμ’ ὕβρισεν.

### 995.1

τοία γὰρ αὐτῶι μηχανὴ πεπλεγμένη

### 995.2

βρόχοις ἀκινήτοισιν ἕστηκεν φόνου

### 995.3

πρὸς τῆσδε χειρός· ἣν πάρος μὲν οὐκ ἐρῶ,

### 995.4

τελουμένων δὲ Δελφὶς εἴσεται πέτρα.

### 995.5

ὁ μητροφόντης δ’, ἢν δορυξένων ἐμῶν μείνωσιν ὅρκοι Πυθικὴν ἀνὰ χθόνα,

### 995.6

δείξω γαμεῖν σφε μηδέν’ ὧν ἐχρῆν ἐμέ.

### 995.7

πικρῶς δὲ πατρὸς φόνιον αἰτήσει δίκην

### 995.8

ἄνακτα Φοῖβον· οὐδέ νιν μετάστασις

### 995.9

γνώμης ὀνήσει θεῶι διδόντα νῦν δίκας,

### 1005.1

ἀλλ’ ἔκ τ’ ἐκείνου διαβολαῖς τε ταῖς ἐμαῖς

### 1005.2

κακῶς ὀλεῖται· γνώσεται δ’ ἔχθραν ἐμήν.

### 1005.3

ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν εἰς ἀναστροφὴν

### 1005.4

δαίμων δίδωσι κοὐκ ἐᾶι φρονεῖν μέγα.

### 1005.5

Χο. ὦ Φοῖβε πυργώσας τὸν ἐν Ἰλίωι εὐτειχῆ πάγον

### 1011.1

καὶ πόντιε κυανέαις ἵπποις διφρεύ‐

### 1011.2

ων ἅλιον πέλαγος,

### 1014

τίνος οὕνεκ’ ἄτιμον ὄργα‐

### 1015.1

νον χεροτεκτοσύνας Ἐ‐

### 1015.2

νυαλίωι δοριμήστορι προσθέν‐

### 1015.3

τες τάλαιναν τάλαι‐ ναν μεθεῖτε Τροίαν;

### 1015.4

πλείστους δ’ ἐπ’ ἀκταῖσιν Σιμοεντίσιν εὐίππους

### 1019

ὄχους

### 1020.1

ἐζεύξατε καὶ φονίους ἀνδρῶν ἁμίλ‐

### 1020.2

λας ἔθετ’ ἀστεφάνους·

### 1020.3

ἀπὸ δὲ φθίμενοι βεβᾶσιν

### 1020.4

Ἰλιάδαι βασιλῆες,

### 1025.1

οὐδ’ ἔτι πῦρ ἐπιβώμιον ἐν Τροί‐

### 1025.2

αι θεοῖσιν λέλαμ‐

### 1025.3

πεν καπνῶι θυώδει.

### 1025.4

βέβακε δ’ Ἀτρείδας ἀλόχου παλάμαις,

### 1025.5

αὐτά τ’ ἐναλλάξασα φόνον θανάτου

### 1030.1

πρὸς τέκνων ἐπηῦρεν.

### 1030.2

θεοῦ θεοῦ νιν κέλευσμ’ ἐπεστράφη

### 1030.3

μαντόσυνον, ὅτε νιν Ἄργος ἐμπορευθεὶς

### 1034

Ἀγαμεμνόνιος κέλωρ, ἀδύτων ἀποβάς,

### 1035.1

ἔκταν’, ὢν ματρὸς φονεύς.

### 1035.2

ὦ δαῖμον, ὦ Φοῖβε, πῶς πείθομαι;

### 1035.3

πολλαὶ δ’ ἀν’ Ἑλλάνων ἀγόρους στοναχαὶ

### 1039-1040

μέλποντο δυστάνων τεκέων, ἄλοχοι δ’

### 1040.1

ἐξέλειπον οἴκους

### 1040.2

πρὸς ἄλλον εὐνάτορ’. οὐχὶ σοὶ μόναι

### 1040.3

δύσφρονες ἐνέπεσον, οὐ φίλοισι, λῦπαι·

### 1044

νόσον Ἑλλὰς ἔτλα, νόσον· διέβα δὲ Φρυγῶν

### 1045.1

καὶ πρὸς εὐκάρπους γύας

### 1045.2

σκηπτὸς σταλάσσων Δαναΐδαις φόνον.

### 1045.3

Πη. Φθιώτιδες γυναῖκες, ἱστοροῦντί μοι

### 1045.4

σημήνατ’· ἠισθόμην γὰρ οὐ σαφῆ λόγον

### 1045.5

ὡς δώματ’ ἐκλιποῦσα Μενέλεω κόρη φρούδη τάδ’· ἥκω δ’ ἐκμαθεῖν σπουδὴν ἔχων

### 1045.6

εἰ ταῦτ’ ἀληθῆ· τῶν γὰρ ἐκδήμων φίλων

### 1045.7

δεῖ τοὺς κατ’ οἶκον ὄντας ἐκπονεῖν τύχας.

### 1045.8

Χο. Πηλεῦ, σαφῶς ἤκουσας· οὐδ’ ἐμοὶ καλὸν

### 1045.9

κρύπτειν ἐν οἷς παροῦσα τυγχάνω κακοῖς·

### 1055.1

βασίλεια γὰρ τῶνδ’ οἴχεται φυγὰς δόμων.

### 1055.2

Πη. τίνος φόβου τυχοῦσα; διαπέραινέ μοι.

### 1055.3

Χο. πόσιν τρέμουσα, μὴ δόμων νιν ἐκβάληι.

### 1055.4

Πη. μῶν ἀντὶ παιδὸς θανασίμων βουλευμάτων;

### 1055.5

Χο. ναί, καὶ γυναικὸς αἰχμαλωτίδος φόνωι.

### 1060.1

Πη. σὺν πατρὶ δ’ οἴκους ἢ τίνος λείπει μέτα;

### 1060.2

Χο. Ἀγαμέμνονός νιν παῖς βέβηκ’ ἄγων χθονός.

### 1060.3

Πη. ποίαν περαίνων ἐλπίδ’; ἦ γῆμαι θέλων;

### 1060.4

Χο. καὶ σῶι γε παιδὸς παιδὶ πορσύνων μόρον.

### 1060.5

Πη. κρυπτὸς καταστὰς ἢ κατ’ ὄμμ’ ἐλθὼν μάχηι;

### 1065.1

Χο. ἁγνοῖς ἐν ἱεροῖς Λοξίου Δελφῶν μέτα.

### 1065.2

Πη. οἴμοι· τόδ’ ἤδη δεινόν. οὐχ ὅσον τάχος

### 1065.3

χωρήσεταί τις Πυθικὴν πρὸς ἑστίαν

### 1065.4

καὶ τἀνθάδ’ ὄντα τοῖς ἐκεῖ λέξει φίλοις,

### 1065.5

πρὶν παῖδ’ Ἀχιλλέως κατθανεῖν ἐχθρῶν ὕπο;

### 1070

ΑΓΓΕΛΟΣ

### 1070

ὤμοι μοι·

### 1070.1

οἵας ὁ τλήμων ἀγγελῶν ἥκω τύχας

### 1070.2

σοί τ’, ὦ γεραιέ, καὶ φίλοισι δεσπότου.

### 1070.3

Πη. αἰαῖ· πρόμαντις θυμὸς ὥς τι προσδοκᾶι.

### 1070.4

Αγ. οὐκ ἔστι σοι παῖς παιδός, ὡς μάθηις, γέρον

### 1070.5

Πηλεῦ· τοιάσδε φασγάνων πληγὰς ἔχει

### 1075.1

Δελφῶν ὑπ’ ἀνδρῶν καὶ Μυκηναίου ξένου.

### 1075.2

Χο. ἆ ἆ, τί δράσεις, ὦ γεραιέ; μὴ πέσηις·

### 1075.3

ἔπαιρε σαυτόν. Πη. οὐδέν εἰμ’· ἀπωλόμην.

### 1075.4

φρούδη μὲν αὐδή, φροῦδα δ’ ἄρθρα μου κάτω.

### 1075.5

Αγ. ἄκουσον, εἰ καὶ σοῖς φίλοις ἀμυναθεῖν

### 1080.1

χρήιζεις, τὸ πραχθέν, σὸν κατορθώσας δέμας.

### 1080.2

Πη. ὦ μοῖρα, γήρως ἐσχάτοις πρὸς τέρμασιν

### 1080.3

οἵα με τὸν δύστηνον ἀμφιβᾶς’ ἔχεις.

### 1080.4

πῶς δ’ οἴχεταί μοι παῖς μόνου παιδὸς μόνος;

### 1080.5

σήμαιν’· ἀκοῦσαι δ’ οὐκ ἀκούσθ’ ὅμως θέλω.

### 1085.1

Αγ. ἐπεὶ τὸ κλεινὸν ἤλθομεν Φοίβου πέδον,

### 1085.2

τρεῖς μὲν φαεννὰς ἡλίου διεξόδους θέαι διδόντες ὄμματ’ ἐξεπίμπλαμεν.

### 1085.3

καὶ τοῦθ’ ὕποπτον ἦν ἄρ’· ἔς τε συστάσεις

### 1085.4

κύκλους τ’ ἐχώρει λαὸς οἰκήτωρ θεοῦ.

### 1090.1

Ἀγαμέμνονος δὲ παῖς διαστείχων πόλιν

### 1090.2

ἐς οὖς ἑκάστωι δυσμενεῖς ηὔδα λόγους·

### 1090.3

Ὁρᾶτε τοῦτον, ὃς διαστείχει θεοῦ

### 1090.4

χρυσοῦ γέμοντα γύαλα, θησαυροὺς βροτῶν,

### 1090.5

τὸ δεύτερον παρόνθ’ ἐφ’ οἷσι καὶ πάρος

### 1095.1

δεῦρ’ ἦλθε, Φοίβου ναὸν ἐκπέρσαι θέλων;

### 1095.2

κἀκ τοῦδ’ ἐχώρει ῥόθιον ἐν πόλει κακόν,

### 1095.3

ἀρχαῖσί τ’ ἐπληροῦτο βουλευτήρια

### 1095.4

ἰδίαι θ’ ὅσοι θεοῦ χρημάτων ἐφέστασαν

### 1095.5

φρουρὰν ἐτάξαντ’ ἐν περιστύλοις δόμοις. ἡμεῖς δὲ μῆλα, φυλλάδος Παρνασίας

### 1095.6

παιδεύματ’, οὐδὲν τῶνδέ πω πεπυσμένοι,

### 1095.7

λαβόντες ἦιμεν ἐσχάραις τ’ ἐφέσταμεν

### 1095.8

σὺν προξένοισι μάντεσίν τε Πυθικοῖς.

### 1095.9

καί τις τόδ’ εἶπεν· Ὦ νεανία, τί σοι

### 1105.1

θεῶι κατευξώμεσθα; τίνος ἥκεις χάριν;

### 1105.2

ὁ δ’ εἶπε· Φοίβωι τῆς πάροιθ’ ἁμαρτίας

### 1105.3

δίκας παρασχεῖν βουλόμεσθ’· ἤιτησα γὰρ

### 1105.4

πατρός ποτ’ αὐτὸν αἵματος δοῦναι δίκην.

### 1105.5

κἀνταῦθ’ Ὀρέστου μῦθος ἰσχύων μέγα

### 1110.1

ἐφαίνεθ’, ὡς ψεύδοιτο δεσπότης ἐμός,

### 1110.2

ἥκων ἐπ’ αἰσχροῖς. ἔρχεται δ’ ἀνακτόρων

### 1110.3

κρηπῖδος ἐντός, ὡς πάρος χρηστηρίων

### 1110.4

εὔξαιτο Φοίβωι, τυγχάνει δ’ ἐν ἐμπύροις· τῶι δὲ ξιφήρης ἆρ’ ὑφειστήκει λόχος

### 1115.1

δάφνηι σκιασθείς, ὧν Κλυταιμήστρας τόκος

### 1115.2

εἶς ἦν, ἁπάντων τῶνδε μηχανορράφος.

### 1115.3

χὠ μὲν κατ’ ὄμμα στὰς προσεύχεται θεῶι,

### 1115.4

οἱ δ’ ὀξυθήκτοις φασγάνοις ὡπλισμένοι

### 1115.5

κεντοῦς’ ἀτευχῆ παῖδ’ Ἀχιλλέως λάθραι.

### 1120.1

χωρεῖ δὲ πρύμναν· οὐ γὰρ ἐς καιρὸν τυπεὶς

### 1120.2

ἐτύγχαν’· ἐξέλκει δὲ καὶ παραστάδος

### 1120.3

κρεμαστὰ τεύχη πασσάλων καθαρπάσας

### 1120.4

ἔστη ’πὶ βωμοῦ γοργὸς ὁπλίτης ἰδεῖν,

### 1120.5

βοᾶι δὲ Δελφῶν παῖδας ἱστορῶν τάδε·

### 1125.1

Τίνος μ’ ἕκατι κτείνετ’ εὐσεβεῖς ὁδοὺς

### 1125.2

ἥκοντα; ποίας ὄλλυμαι πρὸς αἰτίας;

### 1125.3

τῶν δ’ οὐδὲν οὐδεὶς μυρίων ὄντων πέλας

### 1125.4

ἐφθέγξατ’, ἀλλ’ ἔβαλλον ἐκ χειρῶν πέτροις.

### 1125.5

πυκνῆι δὲ νιφάδι πάντοθεν σποδούμενος

### 1130.1

προύτεινε τεύχη κἀφυλάσσετ’ ἐμβολὰς

### 1130.2

ἐκεῖσε κἀκεῖς’ ἀσπίδ’ ἐκτείνων χερί.

### 1130.3

ἀλλ’ οὐδὲν ἦνον, ἀλλὰ πόλλ’ ὁμοῦ βέλη,

### 1130.4

οἰστοί, μεσάγκυλ’ ἔκλυτοί τ’ ἀμφώβολοι

### 1130.5

σφαγῆς ἐχώρουν βουπόροι ποδῶν πάρος.

### 1135.1

δεινὰς δ’ ἂν εἶδες πυρρίχας φρουρουμένου

### 1135.2

βέλεμνα παιδός. ὡς δέ νιν περισταδὸν

### 1135.3

κύκλωι κατεῖχον οὐ διδόντες ἀμπνοάς,

### 1135.4

βωμοῦ κενώσας δεξίμηλον ἐσχάραν, τὸ Τρωϊκὸν πήδημα πηδήσας ποδοῖν

### 1140.1

χωρεῖ πρὸς αὐτούς· οἱ δ’ ὅπως πελειάδες

### 1140.2

ἱέρακ’ ἰδοῦσαι πρὸς φυγὴν ἐνώτισαν.

### 1140.3

πολλοὶ δ’ ἔπιπτον μιγάδες ἔκ τε τραυμάτων

### 1140.4

αὐτοί θ’ ὑφ’ αὑτῶν στενοπόρους κατ’ ἐξόδους.

### 1140.5

κραυγὴ δ’ ἐν εὐφήμοισι δύσφημος δόμοις

### 1145.1

πέτραισιν ἀντέκλαγξ’· ἐν εὐδίαι δέ πως

### 1145.2

ἔστη φαεννοῖς δεσπότης στίλβων ὅπλοις,

### 1145.3

πρὶν δή τις ἀδύτων ἐκ μέσων ἐφθέγξατο

### 1145.4

δεινόν τι καὶ φρικῶδες, ὦρσε δὲ στρατὸν

### 1145.5

στρέψας πρὸς ἀλκήν. ἔνθ’ Ἀχιλλέως πίτνει παῖς ὀξυθήκτωι πλευρὰ φασγάνωι τυπεὶς

### 1145.6

[Δελφοῦ πρὸς ἀνδρὸς ὅσπερ αὐτὸν ὤλεσεν]

### 1145.7

πολλῶν μετ’ ἄλλων· ὡς δὲ πρὸς γαῖαν πίτνει,

### 1145.8

τίς οὐ σίδηρον προσφέρει, τίς οὐ πέτρον,

### 1145.9

βάλλων ἀράσσων; πᾶν δ’ ἀνήλωται δέμας

### 1155.1

τὸ καλλίμορφον τραυμάτων ὕπ’ ἀγρίων.

### 1155.2

νεκρὸν δὲ δή νιν κείμενον βωμοῦ πέλας

### 1155.3

ἐξέβαλον ἐκτὸς θυοδόκων ἀνακτόρων.

### 1155.4

ἡμεῖς δ’ ἀναρπάσαντες ὡς τάχος χεροῖν

### 1155.5

κομίζομέν νίν σοι κατοιμῶξαι γόοις

### 1160.1

κλαῦσαί τε, πρέσβυ, γῆς τε κοσμῆσαι τάφωι.

### 1160.2

τοιαῦθ’ ὁ τοῖς ἄλλοισι θεσπίζων ἄναξ,

### 1160.3

ὁ τῶν δικαίων πᾶσιν ἀνθρώποις κριτής, δίκας διδόντα παῖδ’ ἔδρας’ Ἀχιλλέως.

### 1160.4

ἐμνημόνευσε δ’ ὥσπερ ἄνθρωπος κακὸς

### 1165.1

παλαιὰ νείκη· πῶς ἂν οὖν εἴη σοφός;

### 1165.2

Χο. καὶ μὴν ὅδ’ ἄναξ ἤδη φοράδην

### 1165.3

Δελφίδος ἐκ γῆς δῶμα πελάζει.

### 1165.4

τλήμων ὁ παθών, τλήμων δέ, γέρον,

### 1165.5

καὶ σύ· δέχηι γὰρ τὸν Ἀχίλλειον

### 1170.1

σκύμνον ἐς οἴκους οὐχ ὡς σὺ θέλεις,

### 1170.2

αὐτὸς δὲ κακοῖς

### 1170.3

εἰς ἓν μοίρας συνέκυρσας.

### 1170.4

Πη. ὤμοι ἐγώ, κακὸν οἷον ὁρῶ τόδε

### 1170.5

καὶ δέχομαι χερὶ δώμασιν ἁμοῖς.

### 1175.1

ἰώ μοί μοι, αἰαῖ·

### 1175.2

ὦ πόλι Θεσσαλίας, διολώλαμεν,

### 1177-1178

οἰχόμεθ’· οὐκέτι μοι γένος, οὐ τέκνα λείπεται οἴκοις.

### 1179

ὦ σχέτλιος παθέων ἐγώ· εἰς τίνα

*[crux: εἰς]*

### 1180.1

δὴ φίλον αὐγὰς βαλὼν τέρψομαι;

### 1180.2

ὦ φίλιον στόμα καὶ γένυ καὶ χέρες,

### 1180.3

εἴθε ς’ ὑπ’ Ἰλίωι ἤναρε δαίμων Σιμοεντίδα παρ’ ἀκτάν.

### 1180.4

Χο. οὕτως ἂν ὡς ἐκ τῶνδ’ ἐτιμᾶτ’ ἄν, γέρον,

### 1185.1

θανών, τὸ σὸν δ’ ἦν ὧδ’ ἂν εὐτυχέστερον.

### 1185.2

Πη. ὦ γάμος, ὦ γάμος, ὃς τάδε δώματα

### 1185.3

καὶ πόλιν ὤλεσας ὤλεσας ἁμάν.

### 1185.4

αἰαῖ, ἒ ἔ, ὦ παῖ·

### 1185.5

μήποτε σῶν λεχέων τὸ δυσώνυμον

*[crux: μήποτε]*

### 1190.1

ὤφελ’ ἐμὸν γένος εἰς τέκνα καὶ δόμον

### 1190.2

ἀμφιβαλέσθαι

### 1190.3

Ἑρμιόνας Ἀίδαν ἐπὶ σοί, τέκνον,

### 1190.4

ἀλλὰ κεραυνῶι πρόσθεν ὀλέσθαι·

### 1190.5

μηδ’ ἐπὶ τοξοσύναι φονίωι πατρὸς

### 1195.1

αἷμα τὸ διογενές ποτε Φοῖβον

### 1195.2

βροτὸς ἐς θεὸν ἀνάψαι.

### 1195.3

Χο. ὀττοτοτοτοῖ, θανόντα δεσπόταν γόοις

### 1199.1

νόμωι τῶι νερτέρων κατάρξω. Πη. ὀττοτοτοτοῖ, διάδοχά 〈σοι〉 τάλας ἐγὼ

### 1199.2

γέρων καὶ δυστυχὴς δακρύω.

### 1204

Χο. θεοῦ γὰρ αἶσα, θεὸς ἔκρανε συμφοράν.

### 1205.1

Πη. ὦ φίλος, δόμον ἔλιπες ἔρημον,

### 1205.2

[ὤμοι μοι, ταλαίπωρον ἐμὲ]

### 1205.3

γέροντ’ ἄπαιδα νοσφίσας.

### 1205.4

Χο. θανεῖν θανεῖν σε, πρέσβυ, χρῆν πάρος τέκνων.

### 1205.5

Πη. οὐ σπαράξομαι κόμαν,

### 1210.1

οὐκ ἐμῶι ’πιθήσομαι

### 1210.2

κάραι κτύπημα χειρὸς ὀλοόν; ὦ πόλις,

### 1210.3

διπλῶν τέκνων μ’ ἐστέρησε Φοῖβος.

### 1214

Χο. ὦ κακὰ παθὼν ἰδών τε δυστυχὲς γέρον,

### 1215.1

τίν’ αἰῶν’ ἐς τὸ λοιπὸν ἕξεις;

### 1215.2

Πη. ἄτεκνος ἔρημος, οὐκ ἔχων πέρας κακῶν

### 1215.3

διαντλήσω πόνους ἐς Ἅιδαν.

### 1215.4

Χο. μάτην δέ ς’ ἐν γάμοισιν ὤλβισαν θεοί.

### 1215.5

Πη. ἀμπτάμενα φροῦδα πάντ’ ἐκεῖνα

### 1220.1

κόμπων μεταρσίων πρόσω.

### 1220.2

Χο. μόνος μόνοισιν ἐν δόμοις ἀναστρέφηι.

### 1220.3

Πη. οὐκέτ’ ἐστί μοι πόλις,

### 1220.4

σκῆπτρά τ’ ἐρρέτω τάδε·

### 1220.5

σύ τ’, ὦ κατ’ ἄντρα νύχια Νηρέως κόρα,

### 1225.1

πανώλεθρόν μ’ ὄψεαι πίτνοντα.

### 1225.2

Χο. ἰὼ ἰώ·

### 1226.1

τί κεκίνηται, τίνος αἰσθάνομαι

### 1226.2

θείου; κοῦραι, λεύσσετ’ ἀθρήσατε·

### 1226.3

δαίμων ὅδε τις λευκὴν αἰθέρα

### 1226.4

πορθμευόμενος τῶν ἱπποβότων

### 1230.1

Φθίας πεδίων ἐπιβαίνει.

### 1230.2

ΘΕΤΙΣ

### 1231.1

Πηλεῦ, χάριν σοι τῶν πάρος νυμφευμάτων

### 1231.2

ἥκω Θέτις λιποῦσα Νηρέως δόμους.

### 1231.3

καὶ πρῶτα μέν σοι τοῖς παρεστῶσιν κακοῖς

### 1231.4

μηδέν τι λίαν δυσφορεῖν παρήινεσα·

### 1235

κἀγὼ γάρ, ἣν ἄκλαυτ’ ἐχρῆν τίκτειν τέκνα,

### 1254

θεὰν γεγῶσαν καὶ θεοῦ πατρὸς τέκος,

### 1236.1

ἀπώλες’ ἐκ σοῦ παῖδα τὸν ταχὺν πόδας

### 1236.2

Ἀχιλλέα τεκοῦσα πρῶτον Ἑλλάδος.

### 1236.3

ὧν δ’ οὕνεκ’ ἦλθον σημανῶ, σὺ δ’ ἐνδέχου.

### 1236.4

τὸν μὲν θανόντα τόνδ’ Ἀχιλλέως γόνον

### 1240.1

θάψον πορεύσας Πυθικὴν πρὸς ἐσχάραν,

### 1240.2

Δελφοῖς ὄνειδος, ὡς ἀπαγγέλληι τάφος

### 1240.3

φόνον βίαιον τῆς Ὀρεστείας χερός·

### 1240.4

γυναῖκα δ’ αἰχμάλωτον, Ἀνδρομάχην λέγω, Μολοσσίαν γῆν χρὴ κατοικῆσαι, γέρον,

### 1245.1

Ἑλένωι συναλλαχθεῖσαν εὐναίοις γάμοις,

### 1245.2

καὶ παῖδα τόνδε, τῶν ἀπ’ Αἰακοῦ μόνον

### 1245.3

λελειμμένον δή. βασιλέα δ’ ἐκ τοῦδε χρὴ

### 1245.4

ἄλλον δι’ ἄλλου διαπερᾶν Μολοσσίας

### 1245.5

εὐδαιμονοῦντας· οὐ γὰρ ὧδ’ ἀνάστατον γένος γενέσθαι δεῖ τὸ σὸν κἀμόν, γέρον,

### 1245.6

Τροίας τε· καὶ γὰρ θεοῖσι κἀκείνης μέλει,

### 1245.7

καίπερ πεσούσης Παλλάδος προθυμίαι.

### 1245.8

σὲ δ’, ὡς ἂν εἰδῆις τῆς ἐμῆς εὐνῆς χάριν,

### 1255.1

κακῶν ἀπαλλάξασα τῶν βροτησίων

### 1255.2

ἀθάνατον ἄφθιτόν τε ποιήσω θεόν.

### 1255.3

κἄπειτα Νηρέως ἐν δόμοις ἐμοῦ μέτα

### 1255.4

τὸ λοιπὸν ἤδη θεὸς συνοικήσεις θεᾶι·

### 1255.5

ἔνθεν κομίζων ξηρὸν ἐκ πόντου πόδα

### 1260.1

τὸν φίλτατόν σοι παῖδ’ ἐμοί τ’ Ἀχιλλέα

### 1260.2

ὄψηι δόμους ναίοντα νησιωτικοὺς

### 1260.3

Λευκὴν κατ’ ἀκτὴν ἐντὸς ἀξένου πόρου.

### 1260.4

ἀλλ’ ἕρπε Δελφῶν ἐς θεόδμητον πόλιν

### 1260.5

νεκρὸν κομίζων τόνδε, καὶ κρύψας χθονὶ

### 1265.1

ἐλθὼν παλαιᾶς χοιράδος κοῖλον μυχὸν

### 1265.2

Σηπιάδος ἵζου· μίμνε δ’ ἔστ’ ἂν ἐξ ἁλὸς

### 1265.3

λαβοῦσα πεντήκοντα Νηρήιδων χορὸν

### 1265.4

ἔλθω κομιστήν σου· τὸ γὰρ πεπρωμένον

### 1265.5

δεῖ ς’ ἐκκομίζειν, Ζηνὶ γὰρ δοκεῖ τάδε.

### 1270.1

παῦσαι δὲ λύπης τῶν τεθνηκότων ὕπερ·

### 1270.2

πᾶσιν γὰρ ἀνθρώποισιν ἥδε πρὸς θεῶν ψῆφος κέκρανται κατθανεῖν τ’ ὀφείλεται.

### 1270.3

Πη. ὦ πότνι’, ὦ γενναῖα συγκοιμήματα,

### 1270.4

Νηρέως γένεθλον, χαῖρε· ταῦτα δ’ ἀξίως

### 1275.1

σαυτῆς τε ποιεῖς καὶ τέκνων τῶν ἐκ σέθεν.

### 1275.2

παύω δὲ λύπην σοῦ κελευούσης, θεά,

### 1275.3

καὶ τόνδε θάψας εἶμι Πηλίου πτυχάς,

### 1275.4

οὗπερ σὸν εἷλον χερσὶ κάλλιστον δέμας.

### 1275.5

[κἆιτ’ οὐ γαμεῖν δῆτ’ ἔκ τε γενναίων χρεὼν

### 1280.1

δοῦναί τ’ ἐς ἐσθλούς, ὅστις εὖ βουλεύεται,

### 1280.2

κακῶν δὲ λέκτρων μὴ ’πιθυμίαν ἔχειν,

### 1280.3

μηδ’ εἰ ζαπλούτους οἴσεται φερνὰς δόμοις;

### 1280.4

οὐ γάρ ποτ’ ἂν πράξειαν ἐκ θεῶν κακῶς.]

### 1280.5

Χο. πολλαὶ μορφαὶ τῶν δαιμονίων,

### 1285.1

πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί·

### 1285.2

καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,

### 1285.3

τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός. τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cbm-aj`.
