eul_wid: upu-at
Hymn 24 To HestiaὝμνος εἰς Ἑστίαν
Hymnic Collection Anonymous Hymn 24 To Hestia PDF
| unit_1 | Ἑστίη, ἥ τε ἄνακτος Ἀπόλλωνος ἑκάτοιο Πυθοῖ ἐν ἠγαθέῃ ἱερὸν δόμον ἀμφιπολεύεις, αἰεὶ σῶν πλοκάμων ἀπολείβεται ὑγρὸν ἔλαιον· ἔρχεο τόνδ’ ἀνὰ οἶκον, ἐπέρχεο θυμὸν ἔχουσα σὺν Διὶ μητιόεντι· χάριν δ’ ἅμ’ ὄπασσον ἀοιδῇ. |