Οὔτε φύσις ἱκανὴ γίνεται τέχνης ἄτερ
πρὸς οὐδὲν ἐπιτήδευμα παράπαν οὐδενί,
οὔτε πάλι τέχνη μὴ φύσιν κεκτημένη.
τούτων ὁμοίως τοῖν δυοῖν συνηγμένων
εἰς ταὐτὸν ἔτι δεῖ προσλαβεῖν χορηγίαν,
ἔρωτα, μελέτην, καιρὸν εὐφυῆ, χρόνον,
κριτὴν τὸ ῥηθὲν δυνάμενον συναρπάσαι.
ἐν ᾧ γὰρ ἂν τούτων τις ἀπολειφθεὶς τύχῃ,
οὐκ ἔρχετʼ ἐπὶ τὸ τέρμα τοῦ προκειμένου.
φύσις θέλησις ἐπιμέλειʼ εὐταξία
σοφοὺς τίθησι κἀγαθούς, ἐτῶν δέ τοι
ἀριθμὸς οὐδὲν ἄλλο πλὴν γῆρας ποιεῖ.
Πέντʼ εἰσὶν ἃς ἄνθρωπος αἰσθήσεις ἔχει,
ἁφὴν ὅρασιν ἀκοὴν γεῦσιν ὄσφρησιν· μία
τούτων ἁπασῶν ἐστι κυριωτάτη
ἀκοή· φαγὼν γὰρ οὐδὲ εἷς ἐστιν σοφός,
οὐδʼ ἁψάμενος οὐδʼ εἰσιδὼν τὸ λυσιτελές·
ἐκ τοῦ δʼ ἀκούειν μανθάνειν τε τἀγαθά
πολλοὶ φρόνιμοι γεγόνασι· ταύτην γὰρ μίαν
ὁ νοῦς ἑαυτῷ κατέλιπεν διδάσκαλον,
ὥσπερ δικαστὴν ἢ κριτὴν ἢ κύριον.
Κοινῶς ποιητὰς πάντας ἔθος ἐστὶν καλεῖν
καὶ τοὺς περιττοὺς τῇ φύσει καὶ τοὺς κακούς·
ἔδει δὲ κρίνειν.
Ἡ δʼ ἀγχοῦ Ταρπηία παραὶ Καπετώλιον αἶπος
ναίουσα Ῥώμης ἔπλετο τειχολέτις,
Κελτῶν ἣ στέρξασα γαμήλια λέκτρα γενέσθαι
σκηπτούχῳ, πατέρων οὐκ ἐφύλαξε δόμους.
τὴν δʼ οὐτἂρ Βόϊοί τε καὶ ἔθνεα μυρία Κελτῶν
κειράμενοι ῥείθρων ἐκτὸς ἔθεντο Πάδου,
ὅπλα δʼ ἐπιπροβαλόντες ἀρειμανέων ἀπὸ χειρῶν
κούρῃ ἐπὶ στυγερῇ κόσμον ἔθεντο φόνου.