eul_wid: mlw-aw
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on Wasps by Aristophanes Scholia

The Scholia on the Wasps constitutes an extensive ancient and medieval commentary on Aristophanes' comedy The Wasps. It is not a unified work by a single author but a vast compilation of approximately 2,188 individual explanatory notes, or scholia, assembled over more than a millennium. Written in Greek prose, these notes were copied into the margins of manuscripts of the play to aid later readers. They elucidate difficult vocabulary, identify historical figures and political satire, clarify mythological references, and record observations on the play's poetic structure and performance.

The collection represents a layered tradition of scholarship. Its earliest components originated with Hellenistic scholars in Alexandria during the 3rd century BCE, who produced detailed philological and critical analyses. Over subsequent centuries, through the Roman and Byzantine periods, these learned notes were condensed, interwoven with simpler classroom explanations, and continuously transmitted. The compilation as it survives today is primarily a product of Byzantine scholarship intended for educational purposes, preserved chiefly in two key manuscripts from the 10th and the 12th or 13th centuries.

The compilation is a fragmentary window into ancient literary criticism and Athenian society. The scholia preserve unique information about 5th-century BCE Athens that would otherwise be lost and remain indispensable for the textual criticism and interpretation of Aristophanes' play. Furthermore, they serve as a primary source for the history of classical scholarship itself, documenting the evolving efforts of generations of readers to preserve and explain their cultural heritage.

ὑπόθεσις Σφηκῶν Ἀριστοφάνους γραμματικοῦ.

φιλοῦντα δικάζειν πατέρα παῖς εἴρξας ἄφνω αὐτός τʼ ἐφύλαττεν ἔνδον οἰκέται θʼ, ὅπως μὴ λανθάνῃ μηδʼ ἐξίῃ διὰ τὴν νόσον. ὁ δʼ ἀντιμάχεται παντὶ τρόπῳ καὶ μηχανῇ· εἶθʼ οἱ συνήθεις καὶ γέροντες λεγόμενοι σφῆκες παραγίνονται βοηθοῦντες σφόδρα ἐπὶ τῷ δύνασθαι κέντρον ἐνιέναι τισὶν φρονοῦντες ἱκανόν. ὁ δὲ γέρων τηρούμενος ξυμπείθετʼ ἔνδον διαδικάζειν καὶ βιοῦν, ἐπεὶ τὸ δικάζειν κέκρικεν ἐκ παντὸς τρόπου.

Φιλοκλέων Ἀθηναῖος φιλόδικος ὢν τὴν φύσιν ἐφοίτα περὶ τὰ δικαστήρια συνεχῶς. Βδελυκλέων δὲ ὁ τούτου παῖς ἀχθόμενος ταύτῃ τῇ νόσῳ καὶ πειρώμενος τὸν πατέρα παύσειν, ἐγκαθείρξας τοῖς οἴκοις καὶ δίκτυα περιβαλὼν ἐφύλαττε νύκτωρ καὶ μεθʼ ἡμέραν. ὁ δὲ ἐξόδου ἑαυτῷ μὴ προκειμένης ἔκραζεν. οἱ δὲ συνδικασταὶ αὐτοῦ σφηξὶν ἑαυτοὺς ἀφομοιώσαντες παρεγένοντο, βουλόμενοι διὰ ταύτης τῆς τέχνης ὑποκλέπτειν τὸν συνδικαστήν· ἐξ ὧν καὶ ὁ χορὸς συνέστηκε καὶ τὸ δρᾶμα ἐπιγέγραπται. ἀλλʼ οὐδὲν ἥνυον οὐδὲ οὗτοι. πέρας δὲ τοῦ νεανίσκου θαυμάζοντος, τίνος ἕνεκα ὁ πατὴρ οὕτως ἥττηται τοῦ πράγματος, ἔφη ὁ πρεσβύτης τὸ πρᾶγμα εἶναι σπουδαῖον καὶ σχεδὸν ἀρχῆς τὸ δικάζειν. ὁ δὲ παῖς ἐπειρᾶτο τὰς ὑποψίας ἐξαίρειν τοῦ πράγματος νουθετῶν τὸν γέροντα. ὁ δὲ πρεσβύτης μηδαμῶς νουθετούμενος οὐ μεθίει τοῦ πάθους ἀλλʼ ἀναγκάζεται ὁ νέος ἐπιτρέπειν αὐτῷ φιλοδικεῖν καὶ ἐπὶ τῆς οἰκίας τοῦτο ποιεῖ καὶ τοῖς κατὰ τὴν οἰκίαν δικάζει. καὶ δύο κύνες ἐπεισάγονται πολιτικῶς παρʼ αὐτῷ κρινόμενοι· καὶ κατὰ τοῦ φεύγοντος ἐκφέρει τὴν ψῆφον.

καὶ ἐπὶ τῆς οἰκίας μόνον τοῦτο ποιεῖν καὶ τοὺς κατὰ τὴν οἰκίαν δικάζειν. καὶ δύο κύνες παρεισάγονται παρʼ αὐτῷ πολιτευτικῶς κρινόμενοι· καὶ κατὰ τοὺς φεύγοντας ἐκφέρειν συνεχῶς τὴν ψῆφον μέλλων ἀπατηθεὶς ἄκων τὴν ἀποκαταδικάζουσαν φέρει ψῆφον.

περιέχει δὲ καὶ δικαιολογίαν τινὰ τοῦ ποιητοῦ ἐκ τοῦ ποιητικοῦ προσώπου ὡς σφηξὶν ἐμφερεῖς εἰσιν οἱ τοῦ χοροῦ,

διὰ τὸ σφηξὶν ἐμφερεῖς εἶναι τοὺς τοῦ χοροῦ,

ἐξ ὧν καὶ τὸ δρᾶμα· οἳ ὅτε μὲν ἦσαν νέοι, πικρῶς ταῖς δίκαις ἐφήδρευον, ἐπεὶ δὲ γέροντες γεγόνασιν, κεντοῦσι τοῖς κέντροις. ἐπὶ τέλει δὲ τοῦ δράματος ὁ γέρων ἐπὶ δεῖπνον καλεῖται καὶ ἐπὶ ὕβριν τρέπεται· καὶ κρίνει αὐτὸν ὕβρεως ἀρτόπωλις ὁ δὲ γέρων πρὸς αὐλὸν καὶ ὄρχησιν τρέπεται καὶ γελωτοποιεῖ τὸ δρᾶμα. τοῦτο τὸ δρᾶμα πεποίηται αὐτῷ οὐκ ἐξ ὑποκειμένης ὑποθέσεως, ἀλλʼ ὡσανεὶ γενομένης· πέπλασται γὰρ τὸ ὅλον. διαβάλλει δὲ Ἀθηναίους ὡς φιλοδικοῦντας καὶ σωφρονίζει τὸν δῆμον ἀποστῆναι τῶν δικῶν· καὶ διά τοι τοῦτο καὶ τοὺς δικαστὰς σφηξὶν ἀπεικάζει κέντρα ἔχουσι καὶ πλήττουσιν. πεποίηται δὲ αὐτῷ χαριέντως. ἐδιδάχθη ἐπὶ ἄρχοντος Ἀμεινίου διὰ Φιλωνίδου ἐν τῇ πόλει Ὀλυμπιάδι· βʹ ἦν, εἰς Λήναια· καὶ ἐνίκα πρῶτος Φιλωνίδης Προαγῶνι Λεύκων Πρέσβεσι γʹ.

ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑοἰκέται βʹ· παῖδες· Βδελυκλέων· ἀρτόπωλις· Φιλοκλέων· συμπότης· χορὸς ἐκ γερόντων σφηκῶν· Κυδαθηναιεὺς κύων.

οἰκέται δύο Σωσίας καὶ Ξανθίας· Βδελυκλέων· Φιλοκλέων· χορὸς γερόντων σφηκῶν· παῖδες· κύων· κήρυξ· Κυδαθηναιεύς· θεσμοθέτης· γυνὴ ἀρτοπῶλις· ἀνήρ τις Εὐριπίδης· κατήγορος.

οὗτος τί πάσχεις: προλογίζουσι δύο οἰκέται ἀποδυσπετοῦντες πρὸς τὴν φυλακὴν τοῦ γέροντος, τοῦ δεσπότου … αὐτῶν.

κατʼ ἀρχὴν στίχοι ἴαμβοι τρίμετροι ἀκατάληκτοι σκθʹ, ὧν τελευταῖος πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ.

φυλακὴν καταλύειν: χαριεντιζόμενος ἀντὶ τοῦ φυλάσσειν τοῦτό φησιν, παρόσον οὐ διαγρυπνεῖν δύναται. Σύμμαχός φησιν· «οὕτως οἶμαι τε λέγειν τὸ ἀποκοιμᾶσθαι ἐπὶ τῆς φυλακῆς· οἷον καταλείπειν τὴν τάξιν.»

φυλακὴν καταλύειν: οὕτω λέγουσι τὸ ἀποκοιμηθῆναι ἐπὶ τῆς φυλακῆς· «φυλακὴν καταλύειν νυκτερινήν», ἤγουν καταλιπεῖν τὴν τάξιν … βούλομαι.

ἀντὶ τοῦ μελετῶ καθεύδειν· οἷον νυστάζω.

καταλύειν κτλ. ἀντὶ τοῦ φυλάσσων μελετῶ καθεύδειν· οἷον νυστάζω.

προὔφειλες: ταῖς πλευραῖς κακὸν μέγα, ὅπερ ἀποδώσεις μαστιγωθεὶς δηλονότι.

προὔφειλες: οὐδὲν ἄλλο ἐκ τοῦ «προὔφειλες» ἐκδεκτέον ἢ μόνον τὸ «ὤφειλες.» ἐχρεώστεις τι μέγα κακὸν

οἷον· μέγα τι κακὸν ἐχρεώστεις

ταῖς πλευραῖς σου καὶ θέλεις αὐτὸ ἀποδοῦναι.

κνώδαλον: κυρίως ἐπὶ τοῦ θαλασσίου θηρίου· εἴρηται δὲ καὶ ἐπὶ τοῦ χερσαίου «κνώδαλον». παρὰ τὸ κυσὶν ἁλίσκεσθαι.

κνώδαλον θηρίον.

μέρμηρα ἡ μέριμνα καὶ ἡ φροντὶς καὶ ὁ πρὸ ἕω ὕπνος.

ἀπομερμηρίσαι: μέρμηρα ἡ εἰς ὕπνον καταφορὰ περὶ τὴν ἕω.

μέρμηρα ἡ μέριμνα καὶ ἡ φροντίς· ἐκ δὲ τούτου τὸ καθευδῆσαι· οἱ γὰρ καθεύδοντες ἀποτίθενται τὰς μερίμνας καὶ πρὸς τὸν ὄρθρον δὲ γίνεταί τις ὕπνος ἐν ταῖς ἐπιστάσεσιν ἐλαφρός, ὃν τούτῳ τῷ ὀνόματι καλοῦσιν.

μέρμηρα λέγεται ἡ μέριμνα καὶ ἡ φροντίς· λέγεται δὲ ἀπὸ τούτου καὶ ἡ πρὸς ὄρθρον γινομένη ἐν ταῖς ἀγρυπνίαις τοῦ ὕπνου καταφορά· οἱ γὰρ πρὸς ὕπνον τραπέντες ἀποτίθενται τὰς μερίμνας.

παρακινδύνευε: παρʼ ὑπόνοιαν εἶπεν. δέον εἰπεῖν «κατακοιμῶ» εἶπε «παρακινδύνευε». ἐπεὶ ἤμελλε μαστίζεσθαι, ἐὰν κοιμηθῇ, ἐκ τοῦ ἑπομένου εἶπε τὸ προηγούμενον.

δέον εἰπεῖν «κατακοιμῶ», ἐπεὶ ἔμελλεν ὑπνώσας μαστίζεσθαι, τοῦτο εἶπε τὸ «παρακινδύνευε». ἀντὶ τοῦ προηγουμένου τὸ ἑπόμενον.

παρακινδύνευʼ δέον ἦν εἰπεῖν «κατακοιμῶ».

κατὰ ταῖν κόραιν ἤγουν ἐν τοῖς ὀφθαλμοῖς.

κορυβαντιᾶν τὸ Κορύβασι κατέχεσθαι· τελέτη δέ τις ἦν τῶν Κορυβάντων. ἔνιοι δέ, ὅτι ἀπὸ τῶν δακρύων τοῦ Διὸς ἐγένοντο· πάντες δὲ ὁμολογοῦσι τῆς Ῥέας μὲν ὀπαδοὺς αὐτοὺς γεγονέναι, φύλακας δὲ τοῦ Διός.

κορυβαντιᾷς: μαίνῃ. παρόσον οὗτοι οἱ δαίμονες μανίας τε καὶ ἐνθειασμοῦ εἰσινὶν ἐμποιητικοί. ὀνειδίζει δὲ καὶ οὗτος αὐτῷ, οἷς ἐλοιδορεῖτο αὐτόν, φάσκων κινδυνεύειν ὕπνῳ περιπεσόντι.

αὐτὸν ὕπνῳ περιπίπτειν λέγων.

ἐκ Σαβαζίου: πρὸς τὸ «κορυβαντιᾷς» εἶπε τὸ «Σαβαζίου». ἐκεῖνος δέδὲ, ἐπεὶ παραφρονεῖ, συμβουλεύει καὶ κοιμᾶσθαι

Σαβάζιον τὸν Διόνυσον οἱ Θρᾷκες καλοῦσι καὶ Σαβοὺς τοὺς ἱεροὺς αὐτοῦ. παίζει δέ, ὡσεὶ ἔλεγε «βάρβαρός τις καὶ σκληρὸς ὕπνος».

βουκολεῖς τρέφεις.

πρὸς τὸ «ἐστρατεύσατο» παρέλαβε τὸν Μῆδον· ἐν γὰρ στρατιαῖς οὗτοι.

Μηδός τις: ἢ πρὸς τὸ «Σαβάζιος» εἶπε καὶ οὗτος τὸ «Μῆδος», ἢ ἀντὶ τοῦ ἐχθρός. ἐπεὶ καὶ «ἐστρατεύσατο» εἶπεν· πολέμιοι γὰρ οὗτοι Ἕλλησιν

Μῆδός τις κτλ. ἤγουν ἐχθρός, παρόσον οὗτοι πολέμιοι Ἕλλησιν.

ἐπίχαλκον: τὴν ἔξωθεν χαλκῆν. τοῦτο δὲ προσέθηκε διὰ τὴν ὁμωνυμίαν τὴν πρὸς τὸ ἑρπετόν.

ἐπίχαλκον τὴν ἀσπίδα εἶπεν ἤγουν ἔξωθεν τῷ χαλκῷ κεκοσμημένην διὰ τὴν ἐπωνυμίαν τὴν πρὸς τὸ ἑρπετὸν τὸ ὀνομαζόμενον ἀσπίδα.

δοκεῖ δέ μοι τὴν ἀσπίδα τὸ ὅπλον ἀπὸ τοῦ τοιούτου ὠνομάσθαι ζῴου, διὰ τὸ εἰς κύκλους πολλοὺς ἑλισσόμενον καθεύδειν· κυκλικαὶ γὰρ ἦσαν αἱ ἀσπίδες τῶν παλαιῶν, ὡς καὶ Αἰσχύλος· ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω, ἔφριξα δινήσαντος. οὕτω δὲ τὸ ζῷον ὠνόμασται· ἀπὸ τοῦ α ἐπιτατικοῦ μορίου καὶ τοῦ σπίζω τὸ ἐκτείνω, διὰ τὸν ὀξὺν αὐτοῦ συριγμὸν ἢ διὰ τὸ τοῦ σώματος αὐτοῦ μῆκος.

ἐπίχαλκον ἔξωθεν χαλκῆν.

ἀνεκὰς: ἀντὶ τοῦ ἄνω καὶ πάνυ ἑκὰς καὶ εἰς ὕψος

ἀνεκὰς ἄνω πάνυ. εἰς τὸν οὐρανόν ἤγουν εἰς ὕψος.

ἀποβαλεῖν Κλεώνυμον: ὅτι μετὰ τῶν ἄλλων, εἰς ἃ κωμῳδεῖται, καὶ δειλὸς λέγεται καὶ ῥίψασπις … εἶναι. παρʼ ὑπόνοιαν δὲ κωμῳδεῖ αὐτόν.

Κλεώνυμον οὗτος καὶ δειλὸς καὶ ῥίψασπις κωμῳδεῖται.

οἱ γρίφοι ζητήματα αἰνιγματώδη, οἷς ἐχρῶντο πρὸς τοῖς συμποσίοις· ἑπτὰ τὰ γένη αὐτῶν ἀναγράφει Κλέαρχος ἐν τῷ περὶ γρίφων.

οὐδὲν ἄρα γρίφου: ἀντὶ τοῦ παροινίου ζητήματος, αἰνίγματος· οἷον δύναταί τις γρίφον ποιῆσαι καὶ ἀπὸ τῶν Κλεωνύμου πράξεων. ἑπτὰ δὲ ἀναγράφει αὐτῶν γένη ὁ Κλέαρχος ἐν τῷ περὶ γρίφων συντάγματι. γρίφοι δὲ λέγονται τὰ ἐν τοῖς συμποσίοις προβαλλόμενα αἰνιγματώδη ζητήματα.

τοῖς συμπόταις: ἐν γὰρ τοῖς συμποσίοις προεβάλλοντο οἱ γρίφοι πρὸς λύσιν.

ὅ τι ταὐτὸν ἐν γῇ: παρόσον ὁ ἀετὸς διὰ τοῦ ἀέρος πέτεται καὶ διὰ τῆς θαλάττης καὶ ἐπὶ τῆς γῆς.

ὅ τι ταὐτὸν: ἐν τῷ «ὅ τι ταὐτὸ» περιττεύει τὸ ο ἀττικῶς. τὸ γὰρ σημαινόμενον ἀντὶ τοῦ «τί ταὐτὸν ἐν γῇ τʼ ἀποβαλεῖν» ἐν ἐρωτήσει· καὶ ἔστιν ὁ λόγος οὕτως· τί τὸ αὐτὸ θηρίον ἐν παντὶ τόπῳ δυστυχεῖ περὶ τὰ πολεμικὰ καὶ ἐν γῇ καὶ ἐν ναυμαχίᾳ; θηρίον δὲ ὁ ἀετὸς πανταχοῦ περιιπτάμενος, ᾧ παραβάλλει τὸν Κλεώνυμον.

ἤγουν κατὰ τί ἐν γῇ καὶ θαλάσσῃ δυστυχεῖ περὶ τὰ πολεμικὰ Κλεώνυμος;

θηρίον τὴν ἀσπίδα: θηρίον δὲ εἶπεν οὐκ ἀπεικότως,

οὐκ ἀπεικότως θηρίον αὐτὸν εἶπεν,

ἐπεὶ μακρὸς τις ἦν καὶ ἄρυθμος … ὁ Κλεώνυμος.

δεινὸν γὰρ τὸ ὄναρ ἐστίν, τὸ ῥίψασπιν εἶναι, δεινὸν δὲ καὶ τὸ ῥῖψαι τὴν ἀσπίδα πρᾶγμα· πρὸς ἑκάτερον πέπαιχεν.

δεινόν γέ που ʼστʼ ἄνθρωπος: τοῦτό φησιν· οἶδα, ὅτι δεινὸν πρᾶγμα ἰδεῖν ἄνθρωπον ἀποβαλεῖν ὅπλα

τοῦ σκάφους ὅλου: ἀεὶ οἱ ποιηταὶ τὰς πόλεις πλοίοις παραβάλλουσιν. καὶ Σοφοκλῆς.

λέγε νῦν ἀνύσας: τὸ «ἀνύσας» Ἀττικοὶ δασύνουσιν.

ὡσανεὶ ἔλεγε τὴν ῥίζαν. ἐπεὶ τῶν δρυόχων ἡ τρόπις ἵσταται πρώτη

τρόπιν: ἀντὶ τοῦ μέρος, ἀπὸ μεταφορᾶς τοῦ σκάφους· οἱ δέ, τὴν ἀρχήν. ἔπαιξε δὲ πρὸς τὸ «σκάφος».

ἀπὸ μεταφορᾶς τοῦ σκάφους τρόπιν εἴρηκε τὴν ἀρχὴν τοῦ πράγματος, οἷον τὴν ῥίζαν· ἐπὶ γὰρ τῶν πλοίων ἡ τρόπις πρῶτον ἵσταται· εἴρηκε δὲ τοῦτο διὰ τὸ εἰπεῖν ἐκεῖνον τὸ «σκάφος».

νυν δή.

τὴν τρόπιν τὴν ἀρχήν.

ἐκκλησιάζειν: εἰς ἐκκλησίαν συνάγειν. πρόβατα δὲ

ἐν τῇ ἐκκλησίᾳ συναθροίζειν.

τοὺς Ἀθηναίους φησὶ διαβάλλων τὸ προβατῶδες αὐτῶν … καὶ ἠλίθιον.

ὅτι τὸ παλαιὸν βακτηρίας εἶχον διὰ χειρός.

παλαιὸν γὰρ ἔθος ἦν τοὺς ἐντίμους γέροντας τριβωνοφοροῦντας ἐκκλησιάζειν μετὰ βακτηρίας.

ἔθος ἦν τοὺς ἐντίμους γέροντας τρίβωνας φοροῦντας ἐκκλησιάζειν καὶ βακτηρίας ἐν ταῖς χερσὶ φέροντας.

τοῖσι προβάτοις μοὐδόκει: τὸ πλῆρες «τοῖς προβάτοισί μοι ἐδόκει»· καὶ ἔκθλιψις καὶ κρᾶσις. «φάλαινα» δὲ θηρίον θαλάττιον. «πανδοκεύτρια» δὲ ἡ πάντα δεχομένη καὶ καταπίνουσα ἢ πάντα ἐπιτηροῦσα. κωμῳδεῖ δὲ πανταχοῦ τὸν Κλέωνα σκώπτων

πανταχοῦ τὸν Κλέωνα σκώπτει

ὡς καὶ ἅρπαγα καὶ πολλὰς μηχανὰς ἐπινοοῦντα εἰς τὸ κερδαίνειν. «ἐμπεπρησμένης» δὲ ἀντὶ τοῦ ἐμπεφυσημένης καὶ παχείας· πρῆσαι γὰρ τὸ φυσῆσαι. καὶ τοῦτο δὲ εἰς τὸ κρακτικὸν τοῦ Κλέωνος· πολλαχοῦ γὰρ ὡς τοιοῦτον αὐτὸν διασύρει φάσκων «Κυκλοβόρου φωνὴν αὐτὸν ἔχειν

ἐπεὶ καὶ Κυκλοβόρου φωνὴν ἔχειν αὐτὸν λέγει

καὶ Παφλαγόνα παρὰ τὸ παφλάζειν τῇ φωνῇ.

φάλλαινα θηρίον ἐστὶ θαλασσικόν. λέγει δὲ τὸν Κλέωνα.

πανδοκεύτρια: ἡ πάντα δεχομένη … λέγει δὲ τὸν Κλέωνα.

ἐν τῇ γαστρί.

πεφυσημένης· πρῆσαι γὰρ τὸ φυσῆσαι. ὁ Κλέων ἐχρῆτο φωνῇ χαλεπῇ, καθάπερ καὶ ἑτέρωθι· φωνὴν δʼ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας. ἦν δὲ καὶ τὴν ὄψιν ἀργαλέος. δοκεῖ δὲ ἀσέμνως οὗτος πρῶτος δημηγορῆσαι.

ἐμπεπρησμένης: ἐμπεφυσημένης καὶ παχείας· πρῆσαι γὰρ τὸ φυσῆσαι· ἔνθεν καὶ ὁ πρηστήρ. καὶ Ὅμηρος· πάντων εὔπρηστον ἀυτμὴν ἐξανιεῖσαι.

βύρσης σαπρᾶς: ὅτι βυρσοπώλης ὁ Κλέων.

σαπρᾶς παλαιᾶς.

τρυτάνην ζυγὸν καὶ σταθμόν.

ζυγόν, στάθμην.

βόειον: τὸ ἀναίσθητον.

δημόν στέαρ.

τὸν δῆμον ἡμῶν βούλεται: πρὸς τὸ «δημόν» καὶ τὸ «ἵστη» τὸ «διιστάναι» ἐπήγαγεν ἀντὶ τοῦ διαχωρίσαι.

παρὰ τοὺς τόνους ἔπαιξε μίξας πρὸς τὰ σημαινόμενα· ἄλλως τε δὲ καὶ ἀφʼ ἱστορίας τοῦτό φησιν. καὶ γὰρ πρὸ δύο ἐτῶν τῆς διδασκαλίας τούτου τοῦ δράματος Λακεδαιμονίων περὶ εἰρήνης πρεσβευσαμένων ὁ Κλέων ἀπήλασε τοὺς πρέσβεις.

διιστάνειν διαχωρίσαι, διαστῆσαι.

τὸν Θέωρον ὡς κόλακα καὶ μοιχὸν καὶ πονηρὸν κωμῳδοῦσιν.

ἐδόκει δέ μοι Θέωρος: οὗτος ὡς κόλαξ κωμῳδεῖται.

κόρακος ἔχων: καὶ ὡς ἅρπαγα αὐτὸν σκώπτων

νῦν δὲ καὶ ὡς ἅρπαγα αὐτὸν κωμῳδεῖ.

ἐπήνεγκε τὸ «κόρακος κεφαλὴν ἔχει». ὁ αὐτὸς δὲ ὡς πονηρὸς καὶ μοιχὸς κωμῳδεῖται.

Ἀλκιβιάδης: τοῦτον διαβάλλει ὡς τραυλόν. οἱ δὲ τραυλοὶ τὸ λ ἀντὶ τοῦ ρ λέγουσιν

τραυλίσας τραυλὸς ὁ τὸ ῥῶ αὔων καὶ φωνῶν λῶ.

«ὁλᾷς» ἀντὶ τοῦ ὁρᾷς· «Θέωλος» ἀντὶ τοῦ Θέωρος· «κόλακος» ἀντὶ τοῦ κόρακος.

ὁ τραυλισμὸς τοῦ στίχου εἰς τὸν Θέωρον, ἐπειδὴ προείρηται κόλαξ· ὅτι δὲ Ἀλκιβιάδης τραυλός, δηλοῖ τὸ λ ἀντὶ τοῦ ρ λέγων.

ἀλλόκοτον: τερατῶδες, ξένον, ἄτοπον ἀλλοφυές ὁ δὲ λόγος· «δεινόν ἐστι τοῦτο τὸ ἐνύπνιον, ὁ Θέωρος γινόμενος κόραξ».

εἶτʼ ἐγένετʼ ἐξαίφνης: διὰ τοῦτο, φησίν, καλόν, ὅτι ἄνθρωπος ὢν κόραξ ἐγένετο· διὸ καὶ ἐπιφέρει· ἀρθεὶς ἀφʼ ἡμῶν ἐς κόρακας οἴχεται

ἐναργὲς φανερόν.

συμβαλεῖν λογίσασθαι, νοῆσαι.

ἐπίτηδες τοῦτο εἶπεν, ὅπως ἂν τὸ βλάσφημον εὐκαίρως κατʼ αὐτοῦ δόξῃ λέγειν.

ἐς κόρακας παίζει πρὸς τὸ ὄνομα τοῦ κόρακος.

οἰχήσεται φθαρήσεται.

ὑποκρινόμενον ἀναπλάττοντα.

τὴν ὑπόθεσιν τοῦ δράματος.

ἀντὶ τοῦ προειπών, ὥσπερ καὶ τὸν προγραμμὸν ὑπογραμμὸν καλοῦσιν.

ὥσπερ τὸν πρόγραμμον ὑπόγραμμον καλοῦσιν, οὕτω καὶ τὸ «ὑπειπὼν» ἐνταῦθα εἴρηται ἀντὶ τοῦ προειπών.

ὑπειπὼν προειπών.

λίαν μέγα μετριάζων τοῦτό φησιν.

οἱ μεγαρικοὶ ποιηταὶ ψυχροί τινες ἦσαν καὶ ἄλλως φορτικῶς ἐγελοίαζον.

Μεγαρόθεν: ἢ ὡς ποιητῶν ὄντων τινῶν ἀπὸ Μεγαρίδος ἀμούσων καὶ ἀφυῶς σκωπτόντων ἢ ὡς τῶν Μεγαρέων γελώντων καὶ ἄλλως φορτικῶς γελοιαζόντων· μαρτυρεῖ δὲ καὶ Εὔπολις Προσπαλτίοις τὸ σκῶμμʼ ἀσελγὲς καὶ μεγαρικὸν σφόδρα.

κεκλεμμένον ἀφαιρεθέντα.

κεκλαμμένον: ἀποσπασθέντα. γράφεται δὲ «κεκλαμμένον» δωρικῶς ἀπὸ μετοχῆς τῆς «κλαπείς», ὡς «τραφείς». ὥσπερ οὖν «τεθραμμένον», οὕτω «κεκλαμμένον» ἔφη.

φορμίδες ἀγγεῖά τινα πλεκτὰ εἰς σῦκα ἢ ἕτερόν τι τοιοῦτον.

ἐκ φορμίδος: φορμὶς κυρίως ἡ ψίαθος, νῦν δὲ ἡ σπυρίς. ὡς τῶν ἄλλων ποιητῶν διὰ ψυχρότητα ποιήσεως διὰ βολῶν καρύων ὑποστελλομένων τὴν κακίαν τοῦ δράματος.

δυϊκόν ἐστιν.

δούλω διαρριπτοῦντε δοῦλοι ῥίπτοντες.

οὔθʼ Ἡρακλῆς τὸ δεῖπνον: ἐν τοῖς πρὸ τούτου δεδιδαγμένοις δράμασιν εἰς τὸν Ἡρακλέους ἀπληστίαν πολλὰ προείρηται. ποιοῦσι δὲ τὸν Ἡρακλέα τοῦ γελοίου χάριν κεκλημένον μὲν εἰς δεῖπνον καὶ δυσχεραίνοντα δὲ διὰ τὸ βραδέως αὐτῷ παρατιθέναι τὰ ὄψα. σκώπτει δὲ τὴν Ἡρακλέους ἀπληστίαν καὶ διὰ τούτων.

οἷον, κατʼ Εὐριπίδην πολλὰ λέξομεν ἀσελγῆ.

ἀνασελγαινόμενος: κατακωμῳδούμενος, ὑβριζόμενος. κατʼ αὐτοῦ γὰρ καθῆκε τὰς Θεσμοφοριαζούσας.

ὅτι τὰς Θεσμοφοριαζούσας καθῆκε κατὰ τοῦ Εὐριπίδου.

φησὶν οὖν «οὐ δεύτερον ταυτολογήσω περὶ αὐτοῦ, ὡς οἱ ἄλλοι ποιοῦσιν»

οὐ μόνον ἐν τούτῳ τῷ δράματι, ὡς εἴρηται, εἰσῆκται οὕτως Εὐριπίδης, ἀλλὰ καὶ ἐν τῷ Προαγῶνι καὶ ἐν τοῖς Ἀχαρνεῦσιν.

ἀνασελγαινόμενος κατακωμῳδούμενος.

οὐδʼ εἰ Κλέων γʼ ἔλαμψεν: τοῦτό φησιν ὡς τοῦ Κλέωνος ἀπὸ δυσγενῶν ἐκλάμψαντος … ὃν ἐκωμῴδησεν ἐν τοῖς Ἱππεῦσι κατʼ αὐτοῦ καθεὶς τὸ δρᾶμα· καί φησιν «οὐ πάλιν αὐτὸν κωμῳδήσει ἑτέραν διʼ αὐτὸν κωμῳδίαν ποιούμενος». «μυττωτεύσομεν» δὲ ἀντὶ τοῦ συντρίψομεν, δριμύζομεν, ἐκπικρανοῦμεν μετενήνεκται δὲ ἀπὸ τῶν σκορόδων· μυττωτὸς γάρ ἐστι κυρίως τὸ ἐκ σκορόδων καὶ τυροῦ καὶ ὄξους τρίμμα, ὃ οὕτως ὠνομάσθη ἀντὶ τοῦ μυσωτόν τι ὄν, παρὰ τὸ μυσάττεσθαι αὐτοῦ τὴν ὀσμήν,

ὠνόμασται, ὡς μυσωτόν τι ὄν, ἀπὸ τοῦ μυσάττεσθαι ἡμᾶς τὴν ὀσμὴν αὐτοῦ,

καὶ τροπῇ ἀττικῇ τοῦ σ εἰς τὸ τ καὶ πλεονασμῷ ἑτέρου τ μυττωτός … εἴγε καὶ ὁ Καλλίμαχός φησιν· ἵνʼ ἐτρίψαντο μυσωτόν.

«συγκόψωμεν»· ἀπὸ δὲ τοῦ μυττωτοῦ μετενήνεκται· κυρίως δὲ λέγεται τὸ διὰ σκορόδων τρίμμα.

ἀλλʼ ἔστιν ἡμῖν λογίδιον: ὑπόθεσις ἔχουσα περιπέτειαν· «λογίδιον» δὲ εἶπε μετριάζων … διὸ ἐπιφέρει «ὑμῶν αὐτῶν οὐχὶ δεξιώτερον».

ὑμῶν μὲν αὐτῶν ἀντὶ τοῦ ἧττον τῆς ὑμῶν σοφίας.

φορτικῆς: ἀντὶ τοῦ οἰκτρᾶς. τῆς ὑπʼ ἄλλων λεγομένης, ἐν ᾗ φορτικά τινα εἰσάγουσιν.

ὁ μέγας: οὐ τῇ ἡλικίᾳ, ἀλλὰ τῇ ἐξουσίᾳ καὶ τῇ σεμνότητι. τὸ δὲ «ἄνω» δεικτικῶς φησιν· ἐπὶ ὑπερῴου. ὁρᾶται γὰρ ὁ Βδελυκλέων ἐπὶ ὑπερῴου καθήμενος.

νῶϊν συνίζησις.

καθεύδειν γρ. καθείρξας.

νόσον γὰρ ὁ πατὴρ ἀλλόκοτον: ξένην καὶ παρηλλαγμένην αὐτῷ, παρόσον ὁ μὲν φιλόδικος, ὁ δὲ τοῦτο βδελυττόμενος.

ἀλλόκοτόν φησι τὴν νόσον αὐτοῦ, ἤγουν ξένην καὶ παρηλλαγμένην, παρόσον ὁ μὲν πατὴρ φιλόδικός ἐστιν, ὁ δὲ υἱὸς μισόδικος καὶ τοῦτο βδελυττόμενος.

ἀλλόκοτον ξένην καὶ παρηλλαγμένην.

ξυμβάλοι νοήσει.

τοπάζετε: εἰκάζετε, ὑπονοεῖτε … φησίν,

τοπάζεται εἰκάζεται, ὑπονοεῖται,

ποίῳ πάθει ἥττηται. γράφεται δὲ καὶ ἀπροσώπως «τοπάζεται».

φιλόκυβος οὗτος. τινὲς ἀμοιβαῖα· χαριέστερον δὲ λέγεσθαι αὐτὰ συνεχῶς πρὸς ἑνός. ἄδηλον δέ, εἰ καὶ ἐν Νεφέλαις τούτου μέμνηται.

Ἀμυνίας μὲν: ὧδε μὲν ὡς φιλόκυβος ὁ Ἀμυνίας κωμῳδεῖται· ἐν δὲ Σεριφίοις Κρατίνου ὡς κόλαξ καὶ ἀλαζὼν καὶ συκοφάντης.

ἀλλὰ φιλο μέν ἐστι: ἀντὶ τοῦ εἰπεῖν ἀρχὴν τοῦ ὀνόματος φησὶ «τοῦ κακοῦ». τὸ φιλο δὲ εἶπεν, παρόσον Φιλοκλέων ἐκαλεῖτο· πεποιημένον δὲ τοῦτο παρὰ τὸ φιλεῖν τὰς Κλέωνος πράξεις· φιλόδικος δὲ οὗτος καὶ συκοφάντης.

φίλο φιλόδικος.

πρὸς Δερκύλον: οὗτος ὡς κάπηλος ἢ μεθυστής πρὸς ὃν Σωσίας τις διαλέγεται.

ὁ Δερκύλος ὑποκριτὴς κωμικός. δύο δέ εἰσι Σωσίαι, ὁ μὲν Πυθίδος, ὁ δὲ Παρμένωνος.

αὕτη γε χρηστῶν ἀνδρῶν: ὡς μεθυστὴς ὁ οἰκέτης ἐπαινεῖ τὴν μέθην.

Σκαμβωνίδης: οὗτος ἀπὸ δήμου τῆς Λεοντίδος φυλῆς ὁ Σκαμβωνίδης ἐπτόητο δὲ οὗτος περὶ τὰς θυσίας καὶ μαντείας

φιλοθύτην αὐτὸν: φιλοθύται εἰσὶν οἱ δεισιδαίμονες, καὶ θύουσιν ἀεὶ τοῖς θεοῖς νομίζοντες ἐκ τούτου ἀβλαβεῖς ἔσεσθαι.

ἢ φιλόξενον: ὁ μὲν πρὸς τὸν ἀγαθὸν τρόπον εἶπε τὸ φιλόξενος ὁ δὲ ὡς κύριον ἥρπασεν· καὶ γὰρ ὁ Φιλόξενος ἐκωμῳδεῖτο ὡς πόρνος. καὶ Εὔπολις ἐν Πόλεσιν· ἔστι δέ τις θήλεια Φιλόξενος ἐκ Διομείων. καὶ Φρύνιχος Σατύροις.

μὰ τὸν κύνʼ ὦ Νικόστρατε: οὕτως διὰ δεισιδαιμονίαν ὤμνυον. ἢ τάχα μιμεῖται τοὺς φιλοσόφους εἰς κύνα καὶ χῆνα ὀμνύοντας.

ἄλλως φλυαρεῖτʼ: ἀντὶ τοῦ «μάτην φλυαρεῖτʼ». εἴρηται δὲ ἀπὸ μεταφορᾶς τῶν λεβήτων· ἀπὸ τοῦ φλύειν, ὅ ἐστι καχλάζειν καὶ ἐκ τούτου τὸν ἀφρὸν ἀποβάλλειν.

ἀπὸ μεταφορᾶς τῶν λεβήτων εἴρηται τὸ φλυαρεῖν· φλύειν γὰρ λέγουσι τὸ καχλάζειν ἐκείνους καὶ τὸν ἀφρὸν ἀποβάλλειν.

καὶ Ὅμηρος· τὰ δʼ ἀνέφλυε καλὰ ῥέεθρα.

ἐξευρήσετε πρὸς τοὺς θεατάς.

φιλοδικαστής. ἦσαν δὲ ἡλιασταὶ τὸν ἀριθμὸν φʹ· ἐδίδοτο δὲ αὐτοῖς χρόνον μέν τινα δύο ὀβολοί, ὕστερον δὲ Κλέων στρατηγήσας τριώβολον ἐποίησεν ἀκμάζοντος τοῦ πολέμου τοῦ πρὸς Λακεδαιμονίους.

φιληλιαστής: φιληλιαστής ἐστιν, φησίν, ἀντὶ τοῦ φιλόδικος ἀπὸ τοῦ μεγίστου δικαστηρίου, τῆς Ἡλιαίας, ὅπερ οὕτω καλεῖται, ὡς προείρηται, διὰ τὸ ἐν ὑπαιθρίῳ εἶναι καὶ ἡλίῳ βάλλεσθαι.

φιληλιαστής ἀντὶ τοῦ φιλόδικος.

ἢν μὴ ʼπὶ τοῦ πρώτου: ξύλον, ὃ ἡμεῖς βάθρον· καὶ ἐν Ἀχαρνεῦσιν ἐλθόντες ἀλλήλοισι περὶ πρώτου ξύλου.

τοῦ πρώτου ἤγουν τῆς πρώτης καθέδρας.

πασπάλην: τὸ τῆς κέγχρας ἄλευρον· τιθέασι δὲ καὶ ἐπὶ τοῦ τυχόντος.

πρὸς Λυκόφρονα, ὅτι ἀδιορίστως ἀποδέδωκεν ἐλάχιστόν τι. τινὲς δέ φασιν, ὅτι μαγνῆτιν κέγχρον πασπάλην φασίν.

οὐδὲ πασπάλην: ἀντὶ τοῦ οὐδὲ βραχύ. ἔστι δὲ τὸ λεπτότατον τοῦ ἀλεύρου.

κἂν ἄχνην: ἄχνη ἐστὶ τὸ λεπτομερὲς τοῦ στάχυος· καὶ Ὅμηρος ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωάς. οἱ δὲ καὶ τὸ λεπτότατον τοῦ ἀλεύρου ἄχνην λέγουσιν.

ἄχνην ἤγουν λεπτόν τι καὶ βραχύ.

περὶ τὴν κλεψύδραν: ἀντὶ τοῦ περὶ τὸ δικαστήριον· κλεψύδρα γὰρ ἀγγεῖον τετρημένον, ἐν ᾧ ὕδωρ ἔβαλλον καὶ εἴων ῥεῖν ἄχρι τινὸς ὀπῆς, καὶ οὕτως ἔπαυον τὸν ῥήτορα. τοῦτο δὲ ἐποίουν διὰ τὸ φλυαρεῖν τὸν λέγοντα καὶ ἐμποδίζειν ἄλλοις θέλουσι λέγειν, ἵνα τὰ σπουδαῖα λέγων ἐξέλθῃ.

ὅπως κλεψύδρα τὸ δικαστήριον ὠνόμασται, εἴρηται ἐν τῷ δράματι τῶν Ἀχαρνέων· ὅτι ἀγγεῖόν τι ἐτίθετο ἐν τῷ δικαστηρίῳ πεπληρωμένον ὕδατος ὀπὴν ἔχον περὶ τὸν πυθμένα, ἐξ ἧς εἴων ῥεῖν τὸ ὕδωρ, ὅτε παρέστη ῥήτωρ τις λέγειν. ῥύσαντος δὲ ὅλου τοῦ ὕδατος ἀπέπαυον τὸν ῥήτορα φιλοτιμούμενον πλείω λέγειν· τοῦτο δὲ ἐποίουν διὰ τὸ φιλοτιμεῖσθαι πολλάκις τοὺς ῥήτορας περιττολογεῖν καὶ ἐμποδίζειν ἄλλοις θέλουσι λέγειν, ὡς ἂν τὰ σπουδαῖα λέγοντες ἐξέλθοιεν, μέχρις ἂν καὶ τὸ ὕδωρ ἐκχυθῇ. ἐκ τούτου οὖν κλεψύδρα τὸ δικαστήριον εἴρηται.

περὶ τὴν κλεψύδραν περὶ τὸ δικαστήριον.

τοὺς τρεῖς ξυνέχων: τούτοις γὰρ κατέχουσι τὰς ψήφους οἱ δικασταίαὶ τοῖς τρισὶ δακτύλοις· τῷ μεγάλῳ καὶ τῷ λιχανῷ καὶ τῷ μέσῳ.

νουμηνίᾳ: κατὰ νουμηνίαν γὰρ ἔθος εἶχον λιβανωτοὺς ἐντιθέναι τοῖς ἀγάλμασιν.

τὸν Πυριλάμπους: μέμνηται τούτου καὶ Εὔπολις ἐν Πόλεσιν καὶ τῷ Πυριλάμπους ἆρα Δήμῳ κυψέλη ἔνεστιν. ἦν δὲ καὶ εὔμορφος ὁ Δῆμος. ἐπέγραφον δὲ οἱ Ἀθηναῖοι τὰ τῶν καλῶν ὀνόματα οὕτως· «ὁ δεῖνα καλός». ἔγραφον δὲ καὶ ἐν τοίχοις καὶ ἐν θύραις καὶ ὅπου τύχῃ. καὶ οὗτος, φησίν, ὡς ἐρωμένου ἑαυτοῦ τοῦ κημοῦ ἔγραφε «Κημὸς καλός».

Δῆμον καλόν ὅτι εὔμορφος ἦν ὁ Δῆμος.

κημός ἐστι πλέγμα τι, διʼ οὗ τὴν δικαστικὴν ψῆφον καθίεσαν. Πυριλάμπους δὲ υἱὸς ἦν Δῆμος ὄνομα, τὴν ὥραν κάλλιστος. ἔθος δὲ ἦν τοῖς ἐρασταῖς ἐπιγράφειν παντάχου τὸ τῶν παιδικῶν ὄνομα.

Κημὸς καλός: κημὸς καλεῖται τὸ τοῖς καδίσκοις ἐπιτιθέμενον, διʼ οὗ τὰς ψήφους καθίεσαν, ἵνα μὴ ὀλισθάνωσιν ἔστι δὲ πλέγμα τι δικτυῶδες καὶ ἠθμῶδες ἄνωθεν πλατύ, κάτωθεν στενόν.

πλησίον ... καλός πλέγμα τι ὁ κημὸς ἐπικείμενον τῷ κάδῳ, διʼ οὗ τὰς ψήφους καθίεσαν.

ἔθος ἦν, ὡς καὶ ἐν Ἀχαρνεῦσιν εἴρηται, γράφειν τοὺς ἐραστὰς τὰ τῶν ἐρωμένων ὀνόματα ἐν τοίχοις τε καὶ ἐν δένδροις καὶ φύλλοις δένδρων καὶ ἔνθα ἂν τύχοι, ὡς ἂν ψυχαγωγοῖεν τὸν ἔρωτα. ἔγραφον δὲ οὕτως· «ὁ δεῖνα καλός»· καὶ οὕτω φησίν· ὡς ἐρῶν τοῦ κημοῦ ἰὼν παρέγραφε «Κημὸς καλός». περὶ δὲ τοῦ κημοῦ εἴρηται ἐν Ἱππέων δράματι.

ὄψʼ ἐξήγειρεν: ἐν ὑπερβολῇ τοῦτο. ἐμέμφετο γὰρ τῷ ἀλέκτορι φησίν, καὶ ταῦτα ἑσπέρας κράζοντι ὡς βραδέως αὐτὸν ἐγείρει.

ὑπευθύνων τῶν δικαζομένων.

διὰ τὸ φιλοδικαστὴς εἶναι οὐ καθεύδει, φησίν, ἐν τῷ οἴκῳ αὐτοῦ μετὰ τὸ δειπνῆσαι, ἀλλʼ εὐθὺς ἀναστὰς ἀπὸ τῆς τραπέζης καὶ ζητήσας τὰς ἐμβάδας καὶ ὑποδησάμενος ἀπέρχεται ἐν τῷ δικαστηρίῳ καὶ καθεύδει.

ἀπὸ δορπηστοῦ: Λυκόφρων· ἀπὸ ἀρίστου, οἱ δὲ ἄλλοι πάντες δόρπα τὰ δεῖπνα.

δορπηστοῦ ἀπὸ τοῦ δείπνου.

κέκραγεν ἤγουν ζητεῖ.

ἐμβάδας: εἶδος ὑποδήματος.

ἐκεῖσʼ ἐν τῷ δικαστηρίῳ.

προκαθεύδει προκαθίζων ὑπνώττει.

πρωῒ πάνυ: ἀντὶ τοῦ πρὸ τοῦ δέοντος καιροῦ … ἀπιὼν ἀπονυστάζει ἐπιπίπτων τῷ κίονι.

πρῶϊ συνίζησις.

κογχύλιόν τι ταῖς πέτραις προσπηγνύμενον.

εἰώθασιν οἱ καταδικάζοντες ἐν τῷ γραμματιδίῳ μακρὰν γραμμὴν ἕλκειν.

τιμῶν τὴν μακρὰν: προείρηται ὑπὲρ τοῦ τοὺς δικαστὰς ἐν πινακίῳ ἤτοι ἐπὶ σανίδος κηρῷ ἀληλιμμένης ὁπότε καταλαμβάνοιέν ποτέ τινα τῷ τολμήματι, ἕλκειν μακρὰν γραμμήν, ὁπότε δὲ ἀπολύοιεν, βραχεῖαν· καὶ ἑξῆς δότε μοι ξίφος ὅπως τάχιστʼ ἢ πινάκιον τιμητικόν. τοῦτο δὲ ἐποίουν μετὰ τὸ ἀποβλέψαι εἰς τὰς ψήφους τὰς ἐν τῇ κάλπιδι· εἰ γὰρ ἑώρων τὰς μελαίνας πλείους, ἐχάραττον τῷ ὄνυχι τὴν μακράν, εἰ δὲ τὰς λευκάς, τὴν βραχεῖαν.

τῶν ψήφων, ἃς καθίεσαν οἱ δικασταὶ ἐν τοῖς κημοῖς, αἱ μὲν ἦσαν λευκαί, αἱ δὲ μέλαιναι. ἑώρων οὖν οἱ δικασταὶ καί, εἴπερ πλείους ἦσαν αἱ μέλαιναι, ἐχάραττον τῷ ὄνυχι μακρὰν γραμμὴν ἐπὶ σανίδος κειμένης καὶ ἀληλιμένης ἐν κηρῷ, εἰ δὲ αἱ λευκαί, μικράν. ὅτε μὲν οὖν αἱ ψῆφοι ἴσαι ἐγένοντο, ἀπελύετο ὁ φεύγων, εἰ καὶ ἐν Βατράχοις φησίν· «ὡς ἀπολεῖται, κἂν ἴσαι γένωνται.» ὅτε δὲ πλείους ἦσαν αἱ λευκαί, ὁ διώκων ἐνίκα, ὁ φεύγων δέ, κἂν πλείους, κἂν ἐλάττους ἦσαν αἱ μέλαιναι, κατεκρίνετο.

ποιοῦσιν οἱ βομβύλιοι κηρία.

βομβύλιος: ζῷον μελίττῃ ὅμοιον· καὶ ὅτι κηρὸν καὶ αὐτὸ ποιεῖ

ὑποπεπλασμένος: πεπληρωμένος τοὺς ὄνυχας κηροῦ ὑπὸ τῶν χαραγμάτων.

γρ. καὶ «ἀναπεπλασμένος.»

παίζει· ἀντὶ τοῦ «ἔχει».

αἰγιαλὸν ἔνδον ἔχων: ὡς ἐπὶ ζῴου ἔφη τὸ τρέφειν οἷον ἐγέμισε τὴν οἰκίαν ψήφων … ὡς δοκεῖν αἰγιαλὸν εἶναι αὐτὴν ψάμμου γέμοντα.

νουθετούμενος δʼ ἀεὶ: παρὰ τὰ Εὐριπίδου ἐκ Σθενεβοίας τοιαῦτʼ ἀλύει· νουθετούμενος δʼ ἔρως.

τριβώνιον: ὃ οἱ δικασταὶ φοροῦσιν.

ἐκορυβάντιζεν: ὡς μαινόμενος καὶ κατεχόμενος ὑπὸ θείου. ἀντὶ τοῦ τὰ τῶν Κορυβάντων ἐποίει αὐτῷ μυστήρια ἐπὶ καθαρμῷ τῆς μανίας.

ἀΐξας συνίζησις.

ὅτι πλεῖστα ἦσαν δικαστήρια Ἀθήνησιν.

εἰς τὸ Καινὸν ἐμπεσών: τόπος ἐν τῷ δικαστηρίῳ οὕτω λεγόμενος. εἰσὶ δὲ δʹ· Παράβυστον, Καινόν, Τρίγωνον, Μέσον. τελούμενος οὖν, φησίν, τὰ μυστήρια τῶν Κορυβάντων,

ἐν τῷ δικαστηρίῳ τόποι ἦσαν τέσσαρες, ὧν ὁ μὲν ἐκαλεῖτο Παράβυστον, ὁ δὲ Καινόν, ὁ δὲ Τρίγωνον, ὁ δὲ Μέσον. φησὶ γοῦν, ὅτι τελούμενος τὰ τῶν Κορυβάντων μυστήρια,

παρʼ οὐδὲν αὐτὰ θέμενος, κατέχων τὸ τύμπανον ὥρμησεν εἰς τὸ δικαστήριον.

ἐς τὸ Καινὸν τόπος ἐν τῷ δικαστηρίῳ οὕτω λεγόμενος.

τελεταῖς ἐπινοίαις.

εἰς Αἴγιναν ἐκεῖ γὰρ ἱερόν ἐστιν.

ἦν Ἀσκληπιοῦ ἱερόν.

κατέκλινεν αὐτὸν ὡς νοσοῦντα οὖν ἐκεῖ ἔφερεν.

ὅδʼ ὁ πατήρ.

κιγκλίδες αἱ θύραι τοῦ δικαστηρίου.

ἐπὶ τῇ κιγκλίδι: ἀντὶ τοῦ «ἐν τῷ δικαστηρίῳ ὁ πατήρ.» κιγκλὶς γὰρ ἡ θύρα τοῦ δικαστηρίου, ἣν καὶ καγγελωτὴν καλοῦσιν. λέγεται δὲ ἀπὸ μέρους τὸ δικαστήριον. κνεφαῖος δὲ ἔτι σκότους ὄντος καὶ μήπω γενομένης ἡμέρας … ὅτε ἐν τῷ δικαστηρίῳ ἀπῆλθεν.

ἐντεῦθεν οὐκ ἔτʼ αὐτὸν: ἀπʼ ἐκείνου τοῦ χρόνου, μετὰ ταῦτα.

ἐξεφρείομεν: ἐξεφέρομεν.

ἐξεδίδρασκε ἐξέφυγεν.

ὑδρορροῶν: οἱ κοῖλοι τόποι διʼ ὧν χωρεῖ τὸ ὕδωρ τὸ ἐξ ὑετῶν

ἐνεβύσαμεν: ἐπληρώσαμεν, ἐφράξαμεν· Ὅμηρος νήματος ἀσκητοῖο βεβυσμένον.

ἐνεβύσαμεν ἐνεφράξαμεν.

κἀπακτώσαμεν: ἐφράξαμεν, ἐπληρώσαμεν.

κἀπακτώσαμεν ἤγουν ἐσφηνώσαμεν· πακτῶσαι γὰρ λέγουσι τὸ σφηνῶσαι.

ὡσπερεὶ κολοιὸς: τοῖς γὰρ ἐν τῷ οἴκῳ κολοιοῖς καὶ τοῖς ἄλλοις ὀρνέοις πηγνύουσι πάτταλον, ἵνα εἰς αὐτοὺς ἅλλοιντο.

ἔθος ἦν τοῖς ἐν τῷ οἴκῳ ἀναστρεφομένοις κολοιοῖς καὶ τοῖς ἄλλοις ὀρνέοις παττάλους πηγνύειν ἐν τοῖς τοίχοις, ὡς ἂν εἰς αὐτοὺς ἅλλοιντο. φησὶ γοῦν, ὅτι καὶ οὗτος, οἷα κολοιός, ἑαυτῷ παττάλους ἐπήγνυεν, ἵνα διὰ τούτων ἐκπηδήσῃ τῆς αὐλῆς.

εἶτʼ ἐξήλλετο ἐπʼ αὐτοὺς ἀνέβαινεν.

Φιλοκλέων: ἰδίως εἶπε τῇ φράσει τῷ μὲν υἱῷ ὄνομα Βδελυκλέων καὶ τῷ δὲ πατρὶ ὄνομα Φιλοκλέων.

ἔχων τρόπους: ἀντίπτωσίς ἐστιν· εὐθεῖα γάρ ἐστιν ἀντὶ δοτικῆς τῆς «ἔχοντι».

σύνθετον παρὰ τὴν ὀφρῦν καὶ τὸ φρύαγμα καὶ τὸ σεμνόν.

συνήθως ἀπὸ τοῦ ὀφρῦς ἢ φρύαγμα καὶ τοῦ σεμνὸν ἀντὶ τοῦ ὑπερήφανον.

καθεύδετε: ἐν ἀπειλητικῇ φωνῇ τοῦτό φησιν.

εἰς τὸν ἰπνὸν: ἰπνὸς κυρίως ἡ κάμινος. Αἰσχύλος· ἰπνούμενος ῥίζαισιν αἰτναίαις ὕπο. νῦν δὲ τὸ μαγειρεῖόν φησιν, ἐν ᾧ λαθὼν αὐτοὺς ὁ Φιλοκλέων εἰσῆλθε καὶ εἰς τρύπην ὑπέδυ.

ἰπνὸν λέγει νῦν τὸ μαγειρεῖον, ἐν ᾧ εἰσῆλθε καὶ εἰς ὀπήν τινα ὑπέδυ. ἰπνὸς δὲ λέγεται κυρίως ὁ φοῦρνος· οἱ δέ φασι τὸ φανάριον. μέμνηται τούτου καὶ ἐν Πλούτῳ λέγων ὁ δʼ ἰπνὸς ἐξαπίνης ἐλεφάντινος. οἱ δέ φασιν αὐτὴν τὴν κάμινον· καὶ Αἰσχύλος· ἰπνούμενος ῥίζαισιν αἰτναίαις ὕπο.

τὸν ἰπνὸν τὸ μαγειρεῖον.

μυσπολεῖ: καταδύεται, ὡς μῦς φοιτᾷ· οὕτως οἱ Ἀττικοὶ ὑπὸ μίαν λέξιν.

μυσπολεῖ: πρὸς τὴν λέξιν, ὅτι ἀπὸ τῶν μυῶν ἔοικεν ὠνοματοπεποιῆσθαι τὸ διερευνᾶσθαι κρυφᾷ

ἐν τῷ αὐτῷ εἶχον καὶ τὴν πύελον καὶ τὸ λουτρόν.

κατὰ τῆς πυέλου: αἱ γὰρ πύελοι, αἱ λεγόμεναι γοῦρναι, τρώγλας εἶχον ἐπὶ τῇ ὁδῷ πρὸς τὸ τὸ ὕδωρ ἐξέρχεσθαι.

ἐπὶ τῷ ἐξέρχεσθαι τὸ ὕδωρ ἐν τῇ ὁδῷ.

ἡ πύελος ἔχει τρώγλην, διʼ ἧς ἀπολουόμενοι ἐκχέουσι τὸ θερμόν. παίζει δὲ καὶ τοῦτο ὡς ἐπὶ μυός.

σὺ ... πρόσκεισο τοῦτό φησιν ὁρῶν τὸν Φιλοκλέωνα ἐκ τῆς καπνοδόχης ἐξερχόμενον.

ταῦτʼ ὦ δέσποτα ὑπάρχει· ἤγουν ταῦτα ποιῶ.

κάπνη: ἡ καπνοδόχη· ἔστι δέ τι σωληνοειδὲς ἐπὶ τῶν μαγειρείων, διʼ οὗ ὁ καπνὸς ἔξεισιν. ὡς οὖν τοῦ Φιλοκλέωνος πειρωμένου διʼ αὐτῆς ἐξελθεῖν καὶ κτύπον ποιήσαντος τοῦτό φησιν. ταῦτα δὲ πάντα κωμικά εἰσι τοῦ γελοίου χάριν.

κάπνη ἐστὶν ὁ ἐν τῇ στέγῃ τοῦ μαγειρείου σωληνοειδὴς αὐλός, διʼ οὗ ὁ καπνὸς ἐξέρχεται, ἤγουν ἡ κοινῶς καπνοδόχη. ταῦτα δὲ πάντα γελοίου χάριν εἰσάγει κωμικῷ ἔθει.

κάπνη ἡ κοινῶς καπνοδόχη.

ψοφεῖ ψόφον ποιεῖ.

συκίνῳ: ὅτι καὶ οἱ δικασταὶ δριμύτατοι καὶ ὁ γέρων· καπνοποιὸν γὰρ τὸ σύκινον ξύλον.

ὅτι ὁ ἐκ τῶν συκίνων ξύλων καπνὸς δριμύτατος,

ὅτι πολύν τινα καπνὸν ἀποτελεῖ τὸ τῆς συκῆς ξύλον καὶ δριμύτατον,

καὶ Ἀριστοτέλης φησὶν ἐν τοῖς Προβλήματι

δριμύτατος καπνῶν τοῦτο λέγει, ὅτι καὶ οἱ δικασταὶ δριμύτατοι καὶ οἱ γέροντες ἀσθενεῖς καὶ ὀξύχολοι.

οὐκ ἐσερρήσεις γε: ὡς ἂν τῷ καπνῷ φησιν· «οὐκ εἰσελεύσῃ … μετὰ φθορᾶς».

ποῦ ʼσθʼ ἡ τηλία: τηλία σανίς ἐστι βαθεῖα, εἰς ἣν τὰ ἄλφιτα τιθέντες ἐν τῇ ἀγορᾷ ἐπίπρασκον. τῇ κάπνῃ βούλεται ἐπιθεῖναι πῶμα τὴν τηλίαν.

βούλεται δὲ ταύτην ἐπιθεῖναι τῇ κάπνῃ καὶ ἀσφαλίσαι αὐτήν.

ἡ τηλία σανὶς βαθεῖα, ἐν ᾗ τὰ ἄλφιτα τίθενται.

δύου εἰσέρχου.

φέρʼ ἐπαναθῶ σοι καὶ ξύλον: οὐ τῷ πατρὶ ταῦτα λέγει, ἀλλὰ τῇ κάπνῃ· ἢ πρὸς τὴν τηλίαν, ἵνα ἐπιθῇ αὐτῇ ξύλον εἰς βάρος διὰ τὰς τοῦ πατρὸς μηχανάς.

φέρʼ ... ξύλον τῇ τηλίᾳ βούλεται ἐπιθεῖναι καὶ ξύλον εἰς βάρος.

ἐνταῦθα νῦν: ἀποκλείσας τὴν διέξοδον τοῦ μὴ δυνηθῆναι αὐτὸν ἐξελθεῖν ταῦτά φησιν.

παίζει.

ὅστις πατρὸς νῦν Καπνίου: τὸν ὑπεκλυόμενον οἶνόν φασί τινες καπνίαν … οἱ δὲ

λέγεσθαι· ἐν δὲ τοῖς περὶ Κρατίνου διώρισται, ὅτι

τὸν ἀπόθετον ἢ καὶ παλαιόν. διὸ καὶ Ἐκφαντίδην Καπνίαν καλοῦσιν.

ἅμα πρὸς τὸ καπνῷ εἰκακέναι ἑαυτόν· εἶπε γὰρ «καπνὸς ἐγώ», ἅμα δὲ καὶ κάπνη εἶδος ἀμπέλου ξηρότατον καὶ δριμύτατον οἶνον ποιούσης, ὁμοίως καπνῷ ποιοῦντα δάκρυα.

τινὲς δὲ καπνίαν οἶνον ἐν Βενεβεντῷ τῆς Ἰταλίας γίνεσθαί φασι· καὶ καπνία ἡ ἄμπελος.

νυνὶ κτλ. τοῦτο λέγει, ἐπειδὴ καπνὸν ἑαυτὸν ὠνόμασεν ὁ Φιλοκλέων ἄνω.

φασίν, ὅτι ἐστὶ καὶ κάπνη οἶνον ποιοῦσα, ὃς εἰς δάκρυα τοὺς πίνοντας κινεῖ δριμύν τινα καπνὸν ἀναπέμπων. διὰ τὸ ὀξύχολον οὖν τοῦ γέροντος Καπνίου πατρός φησιν ἑαυτὸν κεκλήσεσθαι.

νιν αὐτήν.

ἐνταῦθʼ ἔρχομαι πρὸς τὴν θύραν, ἵνα αὐτὴν τηρήσω

βάλανον: τὸν μοχλόν.

κυρίως δὲ τὸ εἰς τὸν μοχλὸν κεκλείδωται. καὶ βαλανάγρα βάλανον.

ἐκτρώξεται: ἀντὶ τοῦ τὸν μοχλὸν φύλαττε, ὅπως μὴ τὸ κλεῖθρον φαγὼν ἐξέλθῃ.

ἐκτρώξεται καταφάγοι καὶ ἐξέλθοι.

Δρακοντίδης: πονηρὸς ἦν οὗτος … ὁ Δρακοντίδης καὶ πλείσταις καταδίκαις ἐνεχόμενος, ὡς Πλάτων ἐν Σοφισταῖς φησίν Καλλίστρατος δὲ ἕνα τῶν λʹ φησίν, εἰ μὴ ὁμώνυμος εἴη ἔστι γὰρ οὗτος ὁ καὶ περὶ τῶν λʹ ψήφισμα περὶ ὀλιγαρχίας γράψας, ὡς Ἀριστοτέλης ἐν Πολιτείαις.

Δρακοντίδης πονηρὸς οὗτος καὶ πλείσταις κακίαις ἐνεχόμενος.

λείπει ἔσὴ.

ὀδὰξ τὸ δίκτυον: νῦν πάλιν διὰ τοῦ δικτύου φαίνεται ἄνω παρὰ τὴν καπνοδόχην.

ἀλλʼ οὐκ ἔχεις ὀδόντας: ἔπαιξεν ἐπεὶ γέρων ἦν· οἱ δὲ γέροντες ἀποβάλλουσι τοὺς ὀδόντας … τῷ χρόνῳ.

εἰς ὃ ἐτίμων καὶ τὰς μακρὰς λεγομένας εἷλκον· ἐν τοῖς ἐπάνω.

τιμητικόν: καταδικαστικόν· ὅπου τὴν μακρὰν χαράσσοντες κατεδίκαζον, ἢ τὴν μικρὰν καὶ ἀπέλυον.

εἴρηται, ὅτι σανίς τις ἔκειτο ἐν τῷ δικαστηρίῳ ἀληλιμένη κηρῷ, ἐν ᾗ τὴν μακρὰν ἐχάραττον γραμμὴν καὶ κατεδίκαζον, ἢ τὴν μικρὰν καὶ ἀπέλυον.

παρὰ τὴν τιμωρίαν.

τιμητικὸν δικαστικόν.

ἀποδόσθαι: πωλῆσαι.

αὐτοῖσι λείπει ἡ σύν.

τὰ ἐπιτιθέμενα αὐτῷ κανθήλια.

κανθηλίοις: ὄνοις μεγάλοις. Ξενοφῶν· ὅτι ἐν Βαβυλῶνι ἀπὸ βάρους ... γενέσθαι πρόβλημα.

νουμηνία γάρ ἐστιν: ἔθος ἦν Ἀθήνησιν ἐν νουμηνίᾳ πιπράσκειν.

τὸν ὄνον ἔξαγε: τοῖς οἰκέταις φησίν.

εἷς τῶν οἰκετῶν.

καθῆκεν ὑπέβαλεν.

εἰρωνικῶς πανούργως.

ἀλλʼ οὐκ ἔσπασεν: οὐκ ἐπέτυχεν

παρὰ τὴν παροιμίαν εἴρηκε τὸ «οὐκ ἔσπασεν» ἀντὶ τοῦ οὐκ ἐπέτυχεν, ἥτις φησίν αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν.ἐλέγετο δὲ ἐπὶ τῶν πειρᾷ καθιέντων καὶ ἀποτυγχανόντων … τῶν σπουδαζομένων.

ἄγκιστρον μετὰ σχοίνου καὶ μὴ ἐπιτυγχανόντων ἰχθύος τινός.

ταύτῃ τῇ προφάσει.

παρακύψῃ πάλιν φυλαττόμενος ὑπʼ ἐμοῦ … δῆτα.

κάνθων ὑποκοριστικῶς ὁ ὄνος.

κάνθων τί κλάεις: ὡς βαρυνομένου τοῦ ὄνου φησὶ τὸ «τί κλαίεις»· ἔφερε γὰρ τὸν γέροντα ὑποκρεμασθέντα λάθρᾳ κατὰ μίμησιν τοῦ Ὀδυσσέως ὑπὸ τοῦ κριοῦ φερομένου …

ὃς ὑπὸ τὴν κοιλίαν ἑαυτὸν ἐκρέμασε τοῦ κριοῦ,

ἐφʼ ᾧ τε διαδρᾶσαι θέλων τὸν Κύκλωπα, ὅτε τὰ πρόβατα ἐξῆγε τοῦ σπηλαίου ἐφαπτόμενος αὐτῶν τῆς ῥάχεως πρὸς τῇ θύρᾳ τοῦ σπηλαίου καθήμενος, ἵνα μὴ λαθὼν ἐξέλθῃ κύπτων ὁ Ὀδυσσεύς. τοῦτο δὲ λαθὼν ἐποίησεν ὁ γέρων· διὸ πρὸς βαρυνόμενόν φησι τὸν ὄνον.

ἴδωμαι ἀντὶ τοῦ ἴδω.

Οὔτις νὴ Δία: ὅτι καὶ ὁ Ὀδυσσεὺς Οὔτις παρʼ Ὁμήρῳ ἐκαλεῖτο.

Ἴθακος ὅτι Ἰθακήσιος ὁ Ὀδυσσεύς.

ἀπὸ Δρασιππίδου: πέπλακε ν τὸ ὄνομα ἀπὸ τοῦ ἀποδρᾶσαι ὥσπερ ἀπὸ φυλῆς ἢ ἀπὸ γένους φάσκων.

διὰ τὸ μηχανᾶσθαι αὐτὸν ἀποδρᾶσαι· λέγει δὲ τοῦτο, ὥσπερ εἰ ἀπὸ γένους ἢ φυλῆς ὠνόμαζεν αὐτόν.

ὅπου.

ἰνδάλλεται: φαίνεταιί μοι ὅμοιος εἶναι πώλῳ κλητῆρος.

ἰνδάλλεται παρεικάζεται.

ὁμοιότατος κτλ. οἱ γὰρ πῶλοι ὑποδύνουσι τὰς μητέρας καὶ θηλάζουσιν.

πωλίῳ: ἀντὶ τοῦ ὄνου ἢ ἡμιόνου «κλητῆρος» εἶπεν … εἰς φιλοδικαστήν.

πωλίῳ ἀντὶ τοῦ πώλῳ ὑποκοριστικῶς.

κλητῆρες δὲ οἱ καλοῦντες εἰς τὸ τὸν μάρτυρα.

ἥσυχον ἄνευ θορύβου.

νῶϊν συνίζησις.

παροιμία ἐπὶ τῶν περὶ μηδενὸς χρησίμου φιλοτιμουμένων.

παροιμία. ἴσον τῷ περὶ μηδενός· καὶ Δημοσθένης.

περὶ ὄνου σκιᾶς: παροιμία ἐστὶ ν τὸ «περὶ ὄνου σκιᾶς» ἴση τῷ περὶ μηδενὸς λαμβανομένη ἐπὶ τῶν τὰ ἀνόνητα φιλονεικούντων … ἣν μετήνεγκε νῦν ὁ πρεσβύτης. ἔστι δὲ ἀπὸ τοιαύτης αἰτίας· φασί ποτε ἐν Ἀθήναις τινὰ δεηθέντα ὀνηλάτου μισθώσασθαι ὄνον ἐπὶ τῷ τὰ φορτία μόνα βαστάσαι ἐπὶ τὰ Μέγαρα. καὶ δὴ οὕτω δόξαν αὐτοῖς ἐπιθέντες τὰ φορτία ὥδευον.

κάτω θεὶς οὖν τὸν μισθὸν καὶ ἐπιθεὶς τὰ φορτία ὥδευε μετὰ τοῦ ὀνηλάτου.

μεσημβρίας δὲ γενομένης καὶ τῶν ὑπὸ τὸν κύνα καυμάτων σφοδρῶς αὐτοῖς ἐπικειμένων οὐχ εὑρίσκοντες σκέπην ἡλίου … διὸ καθεῖλε τὰ φορτία ἀπὸ τοῦ ὄνου ὁ δεσπότης αὐτῶν καὶ διʼ αὐτῶν αὐτῷ σκιὰν ἐποίησεν·

καὶ μὴ δυνάμενοι μήτε αὐτοὶ ὁδοιπορεῖν μήτε ὁ ὄνος καθεῖλον τὰ φορτία ἀπὸ τοῦ ὄνου. μὴ δυνάμενος δὲ καὶ ἔτι ὁ τὸν ὄνον μισθωσάμενος ὑπομένειν τὸν καύσωνα δραμὼν ἐπὶ τὴν τοῦ ὄνου σκιὰν ἐκάθισεν·

πρὸς ὃ μαχόμενος ὁ ὀνηλάτης ἔλεγεν ὄνον μεμισθωκέναι ἐπὶ τῷ φορτία φέρειν οὐ σκιὰν παρέξειν. ὁ δὲ ἔλεγε μεμισθῶσθαι, ὅπως ἂν βούλοιτο χρῆσθαι.

ὁ δὲ ἔλεγεν, ὅ τι βούλοιτο χρήσασθαι, μισθώσασθαι.

ἐκ δὲ ταύτης τῆς φιλονεικίας μηδὲν οὔσης εἰς δικαστήριον κατηνέχθησαν· ὅθεν ἡ παροιμία … ἐλήφθη, ἐπὶ τῶν μαχομένων περὶ τῶν μηδενὸς ἀξίων.

τῆς δὲ παροιμίας μέμνηται καὶ Μένανδρος ἐν τῷ Ἐγχειριδίῳ Ἀθήνηθε Μέγαράδε ... μεμισθωκέναι καὶ τὴν ... μεμισθωκέναι ... Ἀθήνηθεν εἰς ... φιλοτιμουμένων.

λέγουσί τινες καὶ πονηρὰ κρέα ἀντὶ τοῦ σαπρά.

πόρρω τέχνης: ἀντὶ τοῦ «οὐκ ἀπὸ τέχνης τινὸς πονηρὸς εἶ οὐδʼ ἀπὸ μελέτης, ἀλλὰ φύσει … εἶ πονηρός».

παράβολος δὲ ἀντὶ τοῦ οὐ γνήσιος.

παράβολος ὁ τολμηρός.

ἔχεις γνῶναι ἄριστόν με ὄντα, εἰ καὶ μὴ νῦν με οἶδας.

ἀλλʼ ἴσως ὅταν φάγῃς κτλ. λείπει τὸ «γνώσῃ με».

ὅταν φάγῃς ὅταν, φησίν, τραφῇς … ὑπʼ ἐμοῦ ὑπογάστριον· ἀπὸ μέρους δὲ τὴν τροφὴν ἁπλῶς λέγει. ἢ ὅτι ὄνους ἔτρωγον ἐν Ἀθήναις καὶ τοὺς μισθοὺς λαμβάνοντες οἱ δικασταὶ ὠνοῦντο τὰ ὑπογάστρια.

ὑπογάστριον: ἐπεὶ πωλάριον ἐμιμεῖτο ἐπὶ τῷ ὄνῳ, τὸ ὑπογάστριον πρὸς τοῦτο. ἐχρῶντο δὲ τοῖς ὀνείοις.

πρὸς τοῦτο εἴρηκε τὸ ὑπογάστριον. ἢ

ἀντὶ τοῦ εἰπεῖν ὑπογάστριον ὄνου ἢ βοός, ἐπεὶ δικαστής ἐστιν, ἔφη «γέροντος ἡλιαστικοῦ» ἀντὶ τοῦ «ὄνου».

ἢ χοίρου, γέροντος εἶπεν.

λείπει ἡ παρά· ἀντὶ τοῦ παρὰ γέροντος ἡλιαστικοῦ, οἷον ἐκ τῆς ἡμετέρας σπουδῆς καὶ τέχνης.

ὤθει τὸν ὄνον: τὸ πρῶτον πρὸς τὸν οἰκέτην, τὸ δὲ ἕτερον πρὸς τὸν πατέρα … ὤθει σεαυτόν.

ἐς τὴν οἰκίαν ὤθει σαυτὸν εἰς τὴν οἰκίαν.

ἐπειδὴ ἐδόκει ὁ Κλέων μισθοὺς πορίζεσθαι τῷ λεπτῷ δήμῳ.

καὶ Κλέων: ἐπεὶ δοκεῖ Κλέων μισθοὺς πορίζειν τοῖς δικασταῖς.

ὤθει σὺ πολλοὺς: ἤγουν ἐπίθες λίθους ἐπὶ τὴν θύραν, ἵνα μὴ εὐκόλως ἀνοίγῃ.

καὶ τὴν βάλανον: τὴν εἰς τὸν μοχλὸν βάλανον ἔμβαλε εἰς τὸ πῆγμα δηλονότι τουτέστι κλεῖσον τῷ κλειδίῳ.

καὶ τῇ δοκῷ: ἐμβαλεῖν παρακελεύεται καὶ τὴν δοκὸνόν, τουτέστι τὸν ἀντιβάτην, πρὸς τὴν θύραν … αὐτῇ δὲ τῇ δοκῷ τὸν ὅλμον· κατὰ φύσιν δὲ ἦν μᾶλλον εἰπεῖν «καὶ τὴν δοκὸν προσθείς».

τῇ δοκῷ τῷ ἀντιβάτῃ.

προσκύλιε: οὐκ εἶπε «βάστασον», ἀλλὰ «κύλιε» δηλῶν τὸ μέγεθος τοῦ ὅλμου, ὅν φησι κάτω πρὸς τῇ ἀρχῇ τοῦ ἀντιβάτου προσθεῖναι τοιαῦτα γὰρ ποιοῦσιν οἱ ἀσφαλιζόμενοι θύρας οἰκίας.

τὸ βώλιον: ἡ βῶλος ὑποκοριστικῶς. ἐν ὅσῳ δὲ ἕλκει ἐκ τῆς στέγης, ἔπεσε κατʼ αὐτοῦ μικρὸς λίθος … ὃν βώλιον ὑποκοριστικῶς λέγει.

ὑποδυόμενός κρυπτόμενος.

παρὰ τὸ «μῦς ὀροφίας»· λέγεται γὰρ οὕτω καὶ ὄφις.

ὀροφίας: ἀντὶ τοῦ εἰπεῖν «μῦς ὀροφίας»· λέγονται δὲ μῦς ὀροφίαι καὶ ὄφεις οἱ περὶ τὰς ὀροφὰς διάγοντες καὶ ταύτας περιτρώγοντες

ἀντὶ τοῦ εἰπεῖν «μῦς ὀροφίας» «ἡλιαστὴς» εἶπε διὰ τὸ φιλόδικον αὐτοῦ· ὀροφίαι γὰρ μύες λέγονται οἱ ὑπὸ τὸν ὄροφον καὶ τοὺς κεράμους διατρίβοντες, ὡς ἀρουραῖοι οἱ ἐν ταῖς ἀρούραις.

ἡλιαστὴς ὀροφίας τοῦτο παρʼ ὑπόνοιαν διὰ τὸ φιλόδικον.

στρουθὸς ἀνὴρ γίνεται: ἐπειδὴ ἀναπηδᾷ ὁ γέρων, ταῦτά φησιν ὁ οἰκέτης.

ἐκπτήσεται ἐκπετάσει.

εἰώθασιν οἱ τὰ πτηνὰ ἀγρεύοντες δίκτυα ἐκτείνειν ἐπὶ τῆς γῆς καὶ οὕτω ταῦτα ἀγρεύειν ζῶντα· ἄλλοι δὲ τὰ ἐπὶ τῶν κεράμων καθήμενα πτηνὰ δίκτυα ἄνωθεν ἐφαπλοῦντες ἀγρεύουσιν, ὅπερ καὶ οὗτος λέγεται ποιῆσαι.

σοῦ σοῦ: ἀποσοβοῦσι τὸν γέροντα ὡς στρουθόν σοῦ ὡς εἰώθαμεν τὰ ὄρνεα σοβεῖν.

Σκιώνην: Φιλόχορος ἐπὶ Ἰσάρχου φησὶ πρὸ ἐνιαυτοῦ Βρασίδαν ἀποστῆσαι Σικωνεῖς τῶν Ἀθηναίων. φασὶν Ἀθηναίους τριήρεις λʹ

Ἀθηναίους δέ φασι λʹ τριήρεις

πρότερον πέμψαντας μενεδάϊμον ἐνελείη· Σκιώνην δὲ περιτειχίσαι … μαθόντας δὲ ὕστερον ἀποστῆναι αὐτῶν ἀποστεῖλαι στρατὸν καὶ πολιορκῆσαι καὶ ἀποτειχίσαι αὖθις, ὡς τὸ πρότερον.

τηρεῖν Σκιώνην χωρίον Θρᾴκης πολέμιον Ἀθηναίοις … ἣν ἐφρούρουν ἐπιεικῶς· ἣν πολιορκήσαντες ἀπετείχισαν.

ἀντὶ τούτου: ἀντὶ τοῦ πατρὸς τούτου ἵνα ᾖ ὁ οἰκέτης λέγων περὶ τοῦ πατρὸς τοῦ Βδελυκλέωνος.

νυν δή.

σταλαγμόν.

ὅσον στίλην: ὅτι σημαίνει τὸ ἐλάχιστον· Καλλίστρατος δὲ νομισμάτιόν τι ἐλάχιστον … λέγει.

ἀλλʼ ὦ πόνηροι: πρὸς τοὺς οἰκέτας τὸ «ὦ πόνηροι»

παρακαλοῦντες τουτονὶ: τὸ «παρακαλοῦντες» φησὶν ἀντὶ τοῦ καλοῦντες. ἐκκαλοῦντες οὐχ, ὡς ἐν τῇ κοινῇ συνηθείᾳ, ἐπὶ τοῦ ἀξιοῦν τοῦτο δέ φησιν εὐκαίρως βουλόμενος τὴν εἴσοδον τοῦ χοροῦ ποιῆσαι· ἐκ γὰρ φιλοδίκων ἀνδρῶν συνέστηκεν.

παρακαλοῦντες ἐκκαλούμενοι· ἡ παρά ἀντὶ τοῦ ἐξ

ὄρθος βαθύς βαθεῖα νύξ.

ὀψὲ μετὰ τὸν καιρὸν τὸν δέοντα.

παρακαλοῦσʼ ἀντὶ τοῦ καλοῦσιν.

μινυρίζοντες ᾄδοντες.

μέλη διὰ τὴν ἡδύτητα τοῦ ποιητοῦ μέλη εἶπεν.

τὸ μὲν μελη τὴν γλυκύτητα τοῦ ποιητοῦ σημαίνει, τὸ δὲ σιδωνο τόπον, εἰς ὃν τὸ μέλος τείνει, τὸ δὲ φρυνιχήρατα.

ἀρχαιομελισιδωνοφρυνιχήρατα: παρὰ τὸ μέλι, ὅπερ ἐστὶν ἡδύ, ἢ τὰ μέλη καὶ τὴν Σιδῶνα καὶ τὸν Φρύνιχον καὶ τὰ ἐρατὰ ἔμιξεν. οἷον ἀρχαῖα μέλη Φρυνίχου ἐρατὰ καὶ ἡδέα … καθάπερ μέλι περιέχοντα τὸ τῆς Σιδῶνος ὄνομα. Φρύνιχος δὲ ἐγένετο τραγῳδίας ποιητής, ὃς ἔγραψε δρᾶμα Φοινίσσας, ἐν ᾧ μέμνηται Σιδωνίων.

ὁ Φρύνιχος τραγῳδίας ἐγένετο ποιητής· ἔγραψε δὲ δρᾶμα Φοινίσσας ὀνομαζόμενον, ἐν ᾧ μέμνηται Σιδωνοῦς τινος. ἀπὸ ταύτης οὖν καὶ τοῦ ἀρχαίου καὶ τοῦ μέλους καὶ τοῦ Φρυνίχου καὶ τοῦ ἐρατοῦ συνέθηκε τὸν στίχον.

τὰ δὲ μέλη εἶπε διὰ τὴν γλυκύτητα τοῦ ποιητοῦ.

ὅτι διʼ ὀνόματος ἦν καθόλου μὲν ὁ Φρύνιχος ἐπὶ μελοποιίᾳ, μάλιστα δὲ τὸ ἐκ τῶν Φοινισσῶν αὐτοῦ τὸ «καὶ Σιδῶνος προλιποῦσα ναόν» ἢ «Σιδώνιον ἄστυ λιποῦσαι». πεποίηται οὖν ἡ λέξις παρὰ τὸ ἀρχαῖον καὶ τὸ μέλος καὶ τὸ Σιδών καὶ τὸ Φρύνιχος καὶ τὸ ἐρατόν. Ἀρίσταρχος δέ φησι γεγενῆσθαι ἀπὸ τοῦ μέλιτος καὶ τῆς Σιδῶνος καὶ τοῦ Φρυνίχου καὶ τοῦ ἐρατοῦ

βαλλήσομεν: οὕτω λέγουσιν ἐπεκτείνοντες καὶ ἄλλα πολλά, οἷον παιήσομεν· ὡς ἀπὸ περισπωμένου δὲ τοῦ βαλλῶ ἐστίν.

βαλλήσομεν τρώσομεν.

ὀργίσῃ παροξύνῃ.

ἐπειδὴ ὁ χορὸς τῶν γερόντων ἔρχεται ὡς σφῆκες διεσκευασμένοι καὶ κέντρον ἔχουσιν.

ἐκ τῆς ὀσφύος: ὅτι ἐν σχήματι σφηκῶν εἰσάγει τὸν χορὸν προβάλλοντα ἐκ τῆς ὀσφύος κέντρον τι ὀξύτατον. πεποίηκε δὲ τοῦτο διὰ τὸ τοὺς γέροντας καὶ τοὺς δικαστὰς ὀξυχόλους εἶναι καὶ δίκην σφηκῶν τιτρώσκειν τοῖς λόγοις.

ὅμοιον σφηκιᾷ: ἀντὶ τοῦ σφηκώδεις εἰσὶ καὶ κεντρώδεις. ἐν σχήματι γὰρ σφηκῶν εἰσάγονται.

σφηκιᾷ συστήματι σφηκῶν.

φέψαλοι σπινθῆρες. οἷον πῦρ πνέουσιν.

στροφὴ στίχων ιηʹ.

οἱ τοῦ χοροῦ ἀλλήλοις ἐγκελευόμενοι τὴν πάροδον ποιοῦνται.

ὦ Κωμία: ὄνομα γέροντος ὁ Κωμίας καὶ ἴσως πεποίηται παρὰ τὴν κώμην κώμη δέ ἐστιν ἡ ἀτείχιστος τῶν ἀνθρώπων συνοικία.

ὦ Κωμία βραδύνεις: ἀντὶ τοῦ ἐβράδυνας εἰς τὸ δικαστήριον … ἐλθεῖν

πρὸ τοῦ ἦσθα βραδύς.

οὐ πρὸ τοῦ γʼ: εὔτονός τις καὶ ἰσχυρός. ἤδη δὲ καὶ παροιμιακὸν γέγονεν.

ἀντὶ τοῦ «ταύρειος» «κύνειος» εἶπε παρʼ ὑπόνοιαν· ἀσθενέστεροι δὲ οὗτοι τῶν βοείων.

Χαρινάδης: εὑρίσκεται περὶ δικαστήρια καὶ δίκας.

Χαρινάδης ὄνομα γέροντος.

Χαρινάδης: ὄνομα κύριον. οὗτος νωθὴς ἦν. καὶ παροιμία «κρείττων ἐστί σου Χαρινάδης βαδίζειν», ἐπὶ τῶν βραδυνόντων ἐν τῇ πορείᾳ.

Κονθυλεῦ: Κονθύλη δῆμος τῆς Ἀττικῆς τῆς Πτολεμαΐδος φυλῆς ἢ Πανδιονίδος.

Χάβης: οὕτως Ἡρωδιανὸς ἐν τῷ τρίτῳ τῆς Καθόλου παρατίθεται τὸ ὄνομα διὰ τοῦ β· Χάβης.

Χάβης: στρατηγός.

Φλυεύς ἀπὸ δήμου.

τῆς Πτολεμαΐδος φυλῆς δῆμος ἡ Φλύη.

πάρεσθʼ ὃ δὴ λοιπόν: ὅ ἐστιν ὑπόλοιπον ἡμῶν, ἥκομεν· οἷον τὸ λοιπὸν καὶ τὸ λείψανον τοῦ συστήματος ἡμῶν πάρεστιν. τοῦτο δʼ, ἐπειδὴ ἐν νυκτὶ τὴν πορείαν ἐποιοῦντο.

ἐπειδὴ ἐν νυκτὶ τὴν πορείαν ποιοῦνται, ὡς ἐν τοῖς ἑξῆς ἐστι δῆλον, διὰ τοῦτό φησιν, ὡς ἅπαν ἡμῶν τὸ σύστημα πάρεστι καὶ οὐδεὶς ὑπελείφθη.

ὃ λοιπόν ἐστιν οἷον συνήχθη πᾶν ἡμῶν τὸ σύστημα.

ἀππαπαί, παπαιάξ: γερόντων σχετλιασμός.

τῆς ἀρτοπώλιδος: παρʼ ὑπόνοιαν τοῦτο δέον εἰπεῖν «τοὺς πολεμίους ἐχειρωσάμεθα» ἢ «λόχον τινὰ ἐποιήσαμεν» … «ἐκλέψαμεν» εἴρηκε παρʼ ὑπόνοιαν.

τὸν ὅλμον: ὡς ξυλίνου ὄντος τοῦ ὅλμου· καὶ Ἡσίοδος· ὅλμον μὲν τριπόδην τάμνειν.

ὅλμον τὸ μαγειρικὸν ἄλλα τινά

τοῦ κορκόρου: πρὸς τὸν Λυκόφρονα κόρκορον λέγοντα ἰχθύδιόν τι· ἠπάτηται δέ, ὥς φησιν Ἐρατοσθένης. ἔστι γὰρ λάχανόν τι ἄγριον καὶ εὐτελὲς ἐν Πελοποννήσῳ, ὡς καὶ ἡ παροιμία «καὶ κόρκορος ἐν λαχάνοισιν».

κόρκορος λάχανον ἄγριον ἐν Πελοποννήσῳ· καὶ παροιμία· «καὶ κόρκορος ἐν λαχάνοις» ἐπὶ τῶν εὐτελῶν λεγομένη τῶν μετὰ πλουσίων ἀναστρεφομένων.

κορκόρου εἶδος λαχάνου ἀγρίου.

κατασχίσαντες αὐτόν: τὸν ὅλμον … δηλονότι … οὐ γὰρ τὸν κόρκορον.

ὡς τοῦ Κλέωνος εἰς δίκην ἐπαγαγόντος τὸν Λάχητα τοῦτό φησιν στρατηγῆσαι δὲ αὐτόν φησι Δημήτριος ἐπὶ ἄρχοντος Εὐκλέους πρὸ τριῶν ἐτῶν εἰς Σικελίαν πεμφθέντα μετὰ νεῶν Λεοντίνοις βοηθήσοντα· οἱ δὲ περὶ τὸν Φιλόχορον διαδέξασθαι αὐτόν φασι Σοφοκλέα καὶ Πυθόδωρον, οὓς καὶ φυγῇ ζημιωθῆναι. εἰκὸς γοῦν μετακληθῆναι αὐτὸν ἐπὶ τὴν κρίσιν, ἧς νῦν ὁ κωμικὸς μνημονεύει.

ὡς ἔσται Λάχητι νυνί: ἢ δίκη ἢ τιμωρία … ἢ τοιοῦτό τι. ὡς τοῦ Λάχητος δὲ τὰ δημόσια σφετερισαμένου καὶ πλουτήσαντος. ὁ αὐτὸς δὲ καὶ ὡς φαλακρὸς κωμῳδεῖται.

σίμβλον δέ φασι: σίμβλοι κυρίως εἰσὶν οἰγλυκοὶ ἔνθα αἱ μέλισσαι ἀποτίθενται τὸ μέλι.

σίμβλον δέ φασι σίμβλα κυρίως τὰ τῶν μελισσῶν οἰκήματα.

χθὲς οὖν Κλέων: ἐφεῖτο δέ, φησίν, ὁ Κλέων, ὅτι κατʼ ἐπιταγὴν δὲ τοῦ στρατηγοῦ καὶ οἱ δικασταὶ ἐκαλοῦντο.

ὁ κηδεμὼν ὁ ἄρχων.

ἐφεῖτʼ ἐνετείλατο, παρήγγειλεν.

ἐν ὥρᾳ: ταχέως.

ἡμερῶν ὀργὴν τριῶν: παρὰ τὸ κηρύττεσθαι σιτία ἡμερῶν τριῶν τοῖς στρατιώταις· ἔπαιξεν οὖν

ὡς κολουμένους κατʼ αὐτοῦ κολάσοντας.

ὦ πάτερ πάτερ: παρέπονται αὐτοῖς παῖδες λύχνον φέροντες· καὶ πιθανῶς, ἵνα ἡ ὀρχήστρα πληρωθῇ

ὦ πάτερ πάτερ: παῖς τις προηγούμενος μετὰ λύχνου προεωρακὼς πηλόν. τὸ δὲ μέτρον ἐντεῦθεν ἤλλαξεν· ἔστι γὰρ μικτόν, συντεθὲν ἔκ τε ἰαμβικοῦ διμέτρου ἀκαταλήκτου καὶ ἰθυφαλλικοῦ. ὁ δὲ ἰθύφαλλος τροχαϊκὴν συζυγίαν ἔχει δίμετρον βραχυκατάληκτον, τουτέστι τρεῖς τροχαίους.

κάρφος χαμάθεν: πρὸς τοὺς παῖδάς φασι τοὺς προπέμποντας αὐτούς ἐν κάρφει γὰρ ἠρέμα τις προμύσσει.

ἐν κάρφει ἠρέμα προμύσσειν τὸν λύχνον, ἵνα φαίνῃ ἐμφανέστερον.

πρόμυξον: ἐκ τῆς μύξης προάγαγε.

τὸν δάκτυλον δείκνυσιν, ἵνα μὴ κάμψας κάρφος ζητῇ.

ἀλλὰ τοδί μοι: δεικτικῶς τῷ λιχανῷ δακτύλῳ.

τὸν ... προβύσειν εἰς τὸ ἔμπροσθεν βαλεῖν τὸ ἐλλύχνιον τὸ ἐν τῷ λύχνῳ.

ἅμα κόνδυλον τῷ παιδαρίῳ δίδωσι διὰ τὸ νεώτερον ὄντα μὴ φροντίζειν.

τί δὴ μαθὼν: ὡς τοῦ παιδὸς τῷ δακτύλῳ ἐπισπασαμένου τὸ ἐλλύχνιον καὶ ἐν τοσούτῳ ἐλαίου ἐκχυθέντος εἷς τῶν πρεσβυτῶν, ὃς καὶ πατὴρ ἦν τοῦ παιδίου, ἀγανακτήσας κονδύλους αὐτῷ δίδωσιν.

δεῖ εἰδέναι, ὅτι τῷ δακτύλῳ ὠθήσαντος τὴν θρυαλλίδα τοῦ παιδὸς καὶ ἐν τοσούτῳ ἐλαίου ἐκχυθέντος ὁ πατὴρ αὐτοῦ ἀγανακτήσας κονδύλους αὐτῷ δίδωσιν εἰπών· «ἐπεὶ οὐ φροντίζεις, ὅταν πολλοῦ πιπράσκηται τὸ ἔλαιον, διὰ τοῦτο αὐτὸ ἐκχέεις». διαβάλλει δὲ αὐτὸν ὡς μικρολόγον· οὗτοι δὲ καὶ τῶν εὐτελῶν φροντίδα ποιοῦνται.

τί δὴ μαθὼν τοῦτο εἰπὼν δίδωσιν αὐτῷ κόνδυλον.

ὠθεῖς προάγεις.

οὐ γὰρ δάκνει σʼ ὅταν δέῃ: οὐ γὰρ λυπεῖ σε τὸ ἔλαιον πολλοῦ πιπρασκόμενον. οὐ γὰρ αὐτὸς ἀγοράζεις. πατρὸς δʼ υἱὸς σμικρολόγου.

τοῦ λύχνου δηλονότι.

ἀτταγᾶς ἐν τοῖς ὄρνισι φίλυδρος.

τυρβάσεις: ἀντὶ τοῦ ταράξεις. ὁ δὲ ἀτταγᾶς ὄρνεόν ἐστιν εὑρισκόμενον ἐν τοῖς ἕλεσι καὶ τερπόμενον ἐν τοῖς πηλώδεσι τόποις … καὶ τέλμασιν· ἡμεῖς δὲ ἀτταγῆνα αὐτόν φαμεν.

τυρβάσεις ταράξεις.

ὥσπερ ἀτταγᾶς: ὁ ἀτταγᾶς ὄρνεόν ἐστι τερπόμενον ἐν ἕλεσι καὶ πηλώδεσι τόποις καὶ τέλμασιν, ὃν ἡμεῖς φαμεν ἀτταγῆνα.

ἦ μὴν ἐγώ σου χἀτέρους: ἐν τῷ δικαστηρίῳ δηλονότι. ὡς παραινῶν δὲ λέγει, ὅτι μὴ λυποῦ, ὅτι ἐτυπτήθης· καὶ γὰρ μείζονάς σου κολάζω.

ἡμερῶν τεττάρων ἀντὶ τοῦ εἴσω ἡμερῶν τεσσάρων … πάντως ὑετὸς γίνεται.

τὸν θεὸν ποιῆσαι ἤγουν τὸν Δία ὑετόν.

σπινθῆρες.

οὑτοιῒ μύκητες: μύκης ἐστὶν ὁ περὶ τὰς θρυαλλίδας σπινθήρ, ὃς διὰ τὴν περιέχουσαν ἰκμάδα ἀποπηδᾷ τοῦ λύχνου πολεμούμενος τῷ ἐναντίῳ.

φασίν, ὅτι ὑετοῦ μέλλοντος γενήσεσθαι οἱ περὶ τὴν θρυαλλίδα τοῦ λύχνου σπινθῆρες ἀποπηδῶσιν, οὓς μύκητας νῦν λέγει, ὡς τοῦ λύχνου ἐναντιουμένου τῷ νοτερῷ ἀέρι.

καὶ Ἄρατος· ἢ λύχνοιο μύκητες ἐγείρονται περὶ μύξαν νύκτα κατὰ νοτίην. τινὲς δέ φασι τὸν μύκητα ζωΰφιόν τι εἶναι λεπτότατον πάνυ σκνιψὶν ἐοικός, ὃ διʼ ὑπερβολὴν λεπτότητος τῆς ψύξεως τῆς περὶ τὸν ἀέρα θᾶττον ἀντιλαμβανόμενον περὶ τὸν λύχνον ἴπτασθαι θέρμης ἐπιθυμοῦν καὶ παρακρούειν τὸν λύχνον καὶ ποιεῖν τοὺς σπινθῆρας·

καὶ περικροῦον ἐν τῷ λύχνῳ ποιεῖ σπινθῆρας·

ὅθεν τεκμαίρονται τὸν ὑετόν … καὶ Καλλίμαχος· ἅδδην ἐγένοντο μύκητες.

φιλεῖ ἤγουν ὁ Ζεύς.

δεῖται δὲ καὶ τῶν καρπίμων: διῃρημένως χρῶνται τῇ τοιαύτῃ διαστολῇ· δέονται, φησίν, οἱ καρποὶ τοῦ ὑετοῦ, καὶ μάλιστα οἱ μὴ πρὸ καιροῦ σπαρέντες.

μάλιστα δʼ ὅσα μὴ πρώϊμά ἐστι τῶν καρπῶν δεῖται ὕδατος.

δεῖται δὲ: ὅσα μή ἐστι τῶν καρπῶν πρώϊμα. εὖ δὲ τὸ γεωργικὸν ἦθος ἐμφαίνει· μέλει γὰρ αὐτοῖς τῶν καρπῶν.

ἐμφαίνει διὰ τούτων τὸ γεωργικὸν ἦθος εὖ μάλα δεικνύων, ὅτι μέλει αὐτοῖς τῶν καρπῶν

τί χρῆμʼ ἄρʼ: γενόμενοι περὶ τὸν οἶκον τοῦ Φιλοκλέωνος ὑπομιμνῄσκονται αὐτοῦ καὶ μὴ ἑωρακότες αὐτὸν μεθʼ ἑαυτῶν διαλέγονται περὶ αὐτοῦ.

ἐφολκὸς ἦν: ἐφελκόμενος ὑπὸ βραδυτῆτος. κυρίως δὲ ἐφολκὶς καλεῖται ἡ ἀφʼ ἑτέρας νεὼς

ἐφολκὶς κυρίως λέγεται ἡ λέμβος, ἤτοι ἡ μικρὰ ναῦς, ἡ ὑφʼ ἑτέρας μεγίστης νεὼς

ἑλκομένη διὰ βραδυτῆτα. φησὶ γοῦν κἀνταῦθα, ὅτι οὐχ ὑπό τινος ἑλκόμενος ἐξήρχετο, ἀλλὰ πρῶτον ἡγεῖτο ἡμῶν· νῦν δὲ τί παθὼν οὐκ ἐξέρχεται;

οὐ μὴ ... Φρυνίχου: ἀντὶ τοῦ ὕστερος.

λείπει μέλος.

τοῦ μελοποιοῦ τὰ μέλη ᾖδεν· ἦν δὲ καὶ τραγικός.

στάντας κτλ. τὸ στάσιμον μέλλει ᾄδειν ὁ χορὸς μέλος.

ἐπειδὴ ἥδετο τοῖς ᾄσμασιν, τοῦτο κατʼ αὐτὸν ἀπατήσας βούλεται κατενέγκαι.

στάντες: πρὸ τῶν θυρῶν τοῦ Φιλοκλέωνος στάντες οἱ τοῦ χοροῦ τὸ στάσιμον ᾄδουσι μέλος. τῶν γὰρ χορικῶν μελῶν τὰ μέν ἐστι παροδικά, ὡς τὸ «ἀέναοι Νεφέλαι, ἀρθῶμεν φανεραί» καὶ τὸ προειρημένον ἐνταῦθα «χώρει, πρόβαινʼ ἐρρωμένως»· τὰ δὲ στάσιμα, ὡς τὸ παρὸν καὶ παρʼ Αἰσχύλῳ «στένω σε τὰς οὐλομένας τύχας, Προμηθεῦ»· τὰ δὲ προῳδικά, τὰ δὲ μεσῳδικά, τὰ δὲ ἐπῳδικά, περὶ ὧν προείρηται, τίνος χάριν οὕτω καλεῖται τὰ δὲ ἐξοδικὰ ἢ ὑποχωρητικά, ἅπερ ἐπὶ τῇ ἐξόδῳ τοῦ δράματος ᾄδεται, ὡς ἐν τῷ Πλούτῳ δράματι τὸ οὐκέτι τοίνυν γʼ εἰκὸς μέλλειν οὐδʼ ἡμᾶς, ἀλλʼ ἀναχωρεῖν εἰς τοὔπισθεν· δεῖ γὰρ κατόπιν τούτων ᾄδοντας ἕπεσθαι.

χοροῦ μέλος.

μῶν ἀπολώλεκε τὰς ἐμβάδας: ἐκ τοῦ εἰκότος τὴν τοῦ γέροντος ἐπὶ τὰ ἔνδον διατριβὴν τεκμαίρεται.

τὸν βουβῶνα πάθοι.

βουβωνιῴη βουβῶνας σχοίη.

βουβωνιῴη τὸν βουβῶνα ἀλγεῖ

οὐκ ἠπατᾶτο.

οὐκ ἄν τις ἀναπεῖσαι αὐτὸν ἠδύνατο εἰς ἕτερόν τι φιληδοῦντα τῇ ἡμῶν διατριβῇ.

ὁπότε, φησίν, παρεκαλεῖτο ὑπό τινος ἐφʼ ἑτέραν πρᾶξιν ὁρμῆσαι, ἐπὶ γῆς κάτω κύπτων ἔλεγε «λίθον ἑψεῖς». παροιμία δέ ἐστιν ἐπὶ τῶν τοῖς ἀδυνάτοις ἐπιχειρούντων.

παροιμία ἐπὶ τῶν ἀδυνάτων.

ἀλλʼ ὁπόταν: ἤγουν ὁπότε μεταστῆναι τοῦ δικάζειν παρεκάλει αὐτόν τις.

κάτω κτλ. ἀντὶ τοῦ ἐδωροδοκεῖτο ὑπὸ τῶν δικαζομένων κάτω κύπτων, ὅπως ἂν μὴ αἰδεσθείη διὰ τῶν ὀφθαλμῶν … κάτω κύπτων «λίθον ἕψεις» ἔλεγεν.

τὸ παροιμιῶδες.

ἐπὶ τῶν ἀδυνάτων γενέσθαι τὴν παροιμίαν ἔλεγον,

παροιμία ἐστὶν ἐπὶ τῶν ἀδυνάτων γενέσθαι τὸ «λίθον ἕψεις»,

ὡς καὶ τὸ «πλίνθον πλύνεις» καὶ «χύτραν ποικίλλεις» … καὶ «εἰς ὕδωρ γράφεις» καὶ «Αἰθίοπα λευκαίνεις» καὶ «κατὰ θαλάττης σπείρεις» καὶ τὰ τοιαῦτα.

λίθον ἕψεις ἀντὶ τοῦ ἀδύνατα αἰτεῖς.

πάλιν στοχάζεται ἑτέραν πρόφασιν τῆς ἀπολείψεως αὐτοῦ, ὥς τινος κρινομένου καὶ διαφυγόντος τὴν καταδίκην ἀναξίως καὶ ἐκ τούτου ὀδυνηθέντα καὶ κακωθέντα ἀπολειφθῆναι.

διὰ τὸν χθεσινὸν ἄνθρωπον: στοχάζεται ἑτέραν πρόφασιν καὶ ὡς κρινομένου τινὸς καὶ διαφυγόντος τὴν δίκην ἀναξίως φησὶν αὐτὸν ὀδυνηθῆναι.

τὰ περὶ Σάμον ἐννεακαιδεκάτῳ ἔτει πρότερον ἐπὶ Τιμοκλέους γέγονε καὶ ἐπὶ τοῦ ἑξῆς Μορυχίδου. οὐδὲν κωλύει τὸν ἐχθὲς κρινόμενον ἀναμιμνῄσκειν τοὺς δικαστὰς ἰδίας τινὸς εὐεργεσίας παλαιᾶς γεγενημένης. Ἀθηναῖοι δὲ Μιλησίους ἐπαγόμενοι ἐκάκωσαν τὴν Σάμον καὶ ἔμφρουρον ἐποίησαν τὴν δημοκρατίαν καταστήσαντες διὰ Περικλέους. Σάμιοι δὲ ἀπέστησαν πρὸς βασιλέα· καὶ τότε οἱ Ἀθηναῖοι τελέως αὐτοὺς κατεπολέμησαν ἵνα πάλιν προσαγγελθῇ Περικλεῖ, ὅτι φοίνισσαι νῆες παρεῖεν βοηθοῦσαι Σαμίοις. τοιοῦτον ἂν εἴη λέγειν πρὸς τοὺς δικαστὰς ἀπηγγελκέναι καὶ ὠφελῆσαι τὴν πόλιν.

τὰʼν Σάμῳ: τὰ περὶ Σάμον ἐννεακαιδεκάτῳ ἔτει πρότερον ἐπὶ Περικλέους ἄρχοντος γέγονεν. Μιλησίων γάρ ποτεὲ μετὰ Σαμίων μαχομένων Ἀθηναῖοι παρακληθέντες ὑπὸ Μιλησίων εἰς συμμαχίαν ἐπεστράτευσαν κατὰ τῶν Σαμίων Περικλέους ἡγουμένου τοῦ Ξανθίππου. κακῶς δὲ διατεθέντες Σάμιοι ἐπεχείρησαν πρὸς τὸν βασιλέα τῶν Περσῶν ἀπελθεῖν. καὶ δὴ τοῦτο μαθόντες Ἀθηναῖοι τριήρεις πολεμικὰς κατʼ αὐτῶν κατεσκεύασαν Περικλέους εἰσηγησαμένου αὐτοῖς τοῦτο δὲ μαθόντες Σάμιοι μηχανήν τινα κατεσκεύασαν κατʼ αὐτῶν· ἣν μαθόντες Ἀθηναῖοι ὑπό τινος Καρυστίωνος ἐφυλάξαντο καὶ Σαμίους μὲν κακῶς διέθηκαν, τὸν δὲ Καρυστίωνα ἐτίμησαν σφόδρα μετὰ τοῦ γένους καὶ τῆς αὐτῶν πολιτείας ἠξίωσαν. ὡς οὖν τινος ἐξαπατήσαντος καὶ εἰπόντος ἑαυτὸν εἶναι τὸν μηνύτην τοῦ σκαιουργήματος τῶν Σαμίων καὶ διὰ τοῦτο ἀπολυθέντος φησὶν ὠδυνῆσθαι τὸν Φιλοκλέωνα, ἐπεὶ φιληδεῖ ταῖς καταδίκαις.

ὡς ταῖς καταδίκαις μᾶλλον χαίροντα.

ἀλλʼ ὦʼγάθʼ ἀνίστασο: λοιπὸν ταῦτα πρὸς τὸν Φιλοκλέωνά φασιν

ἄδηλον, εἰ, ὃν προεῖπεν, Λάχητα, ἢ ἄλλον τινὰ κριθησόμενον

ἀντὶ τοῦ πλούσιος· ἐκ δὲ τοῦ ἐναντίου λεπτοὺς τοὺς πένητάς φασιν.

ἀποκτενεῖς· μετενήνοχε δὲ ἀπὸ τῶν ἐν ταῖς χύτραις ἐκτιθεμένων βρεφῶν.

ἀπὸ τῶν παιδίων τῶν ἐν χύτραις ἐκτιθεμένων.

ἐγχυτριεῖς: ἀντὶ τοῦ φονεύσεις. ἐκ τοῦ παρεπομένου.

καὶ ἐγχύτριαι αἱ ... ὡς ἑτέρωθι Ἀριστοφάνης. ἐγχυτρίας ... τὰ βρέφη.

ἀπὸ τῶν ἐκτιθεμένων παιδίων ἐν χύτραις· διὸ καὶ Σοφοκλῆς ἀποκτεῖναι χυτρίζειν ἔλεγεν ἐν Πριάμῳ καὶ Αἰσχύλος Λαΐῳ καὶ Φερεκράτης ὅθεν καὶ ἐγχυτριστρίας ἐκάλουν τὰς διακονουμένας τὰ βρέφη. καὶ νῦν οὖν ὡς ἐπὶ ἀπωλείας τοῦ κριθησομένου ἔθηκε τὴν λέξιν, παρʼ ὅσον τὰ ἐκτιθέμενα ἢ εἰς ὄρος ἢ εἰς ἔρημον τόπον βάλλεται.

ἐκ τῶν γερόντων.

ὕπαγε: εἰς τὴν οἰκίαν δηλονότι ὡς κατασταθέντων αὐτῶν.

ὁμοιόστροφα.

τί μοι οὖν δοῦναι δηλονότι.

δηλονότι τὸ ὑπακοῦσαι.

στροφή.

σύστημα.

παπία πάτερ.

ἥδιον γὰρ τὸ ἐσθίειν ἰσχάδας.

οὐκ ἂν μὰ Δία: οὐκ ἂν ἀγοράσω ὑμῖν ἰσχάδας, οὐδὲ εἰ κρέμοισθε, τουτέστιν ἀπάγξοισθε.

οὐκ ἂν μὰ τὸν Δία: ὠνήσομαι δηλονότι ἰσχάδας, εἰ κρεμασθέντες ἀπάγξοισθε.

στροφή.

μισθαρίου: τοῦτό φησιν ὡς τριωβόλου τοῦ δικαστικοῦ ὄντος … μισθοῦ … ἵνα ἕκαστον τούτων ὀβολοῦ λογίσηται πιπρασκόμενον. ἦν μὲν γὰρ ἄστατον τὸ τοῦ μισθοῦ· ποτὲ γὰρ διωβόλου ἦν, ἐγίνετο δὲ ἐπὶ Κλέωνος τριώβολον. Φρύνιχος «τριώβολον ὅσον ὑπερηλιάζομαι».

ὡς τριωβόλου ὄντος τοῦ μισθοῦ, ἀφʼ οὗ τὸ τρίτον ἀναλίσκεται εἰς ἄλφιτα, τουτέστιν εἷς ὀβολός, καὶ τὸ ἄλλο ξύλα καὶ τὸ τρίτον ὄψον.

σῦκά μʼ αἰτεῖς: τουτέστι τρυφᾶν βούλει, ὅτι τρυφήν φασι τὸ ἐσθίειν ἰσχάδας.

τὰ ἐν Θησεῖ ἀμοιβαῖα τῶν παίδων μιμεῖται πρὸς τοὺς πατέρας.

εἰ μὴ ὁ ἄρχων ἱδρύσῃ καὶ στήσῃ δικαστήριον νῦν.

ἐν ἐρωτήσει ταῦτα καὶ ἤθει.

τῷ δυϊκῷ ἐχρήσατο οὐ κακῷ· παῖδες γάρ εἰσι καὶ πατέρες ὡς ἓν πρόσωπον πρὸς ἕν.

νῶϊν συνίζησις.

πορισμὸν λέγει· παρὰ τὸ πινδαρικὸν «ὑπερπόντιον Ἕλλας πόρον».

πόρον Ἕλλας: πρὸς τὸν πόρον βούλεται λέγειν, οἷον πορισμόν.

νῦν «πόρον» τὸν πορισμόν φησιν.

ἐπήνεγκε δὲ τοῦτο παρὰ τὸ πινδαρικόνὸν τὸ «Ἕλλας ἱερόν»· πανδείμαντοι μὲν ὑπερπόντιον Ἕλλας πόρον ἱερόν.

ὁ Πίνδαρος τὸν πλοῦν τοῦ Ἑλλησπόντου· νῦν δὲ πορισμόν.

πόρον πορισμὸν ἔχει.

στροφή.

νῶϊν συνίζησις.

πράγματα βόσκειν: ὁ λόγος ἐκ Θησέως Εὐριπίδου ἐκεῖ γὰρ ταῦτα λέγουσιν οἱ ταττόμενοι παῖδες εἰς βορὰν τῷ Μινοταύρῳ

καὶ τοῦτο παρὰ τὰ ἐκ Θησέως· ἔστι δὲ Ἱππόλυτος ὁ λέγων ταῦτα ἐκεῖ·

τὸ δὲ ἑξῆς, τὸ «ἀνόνητον ἄρα», Ἱππόλυτός ἐστιν ὁ λέγων

ἀνόνητον ἄγαλμα, πάτερ, οἴκοισι τεκών. ἄγαλμα γὰρ ὁ υἱὸς τῷ πατρί, ἐφʼ ᾧ ἀγάλλεται.

ἀνόνητόν γʼ ἄρα καὶ τοῦτο ἐκ Θησέως Εὐριπίδου.

θυλάκιον: ὡς αὐτοῦ βαστάζοντος ἔλεγε θύλακον.

ἄγαλμα ἄγαλμα λέγεται, ἐφʼ ᾧ τις ἀγάλλεται.

ὑπὸ τῶνδε: ὑπὸ τῶν οἰκετῶν.

ἐπὶ τοὺς καδίσκους: τοὺς κάδους τὴν κλεψύδραν· ὅπου αἱ ψῆφοι.

καδίσκους εἶπεν ὑποκοριστικῶς τὰς κάλπεις, ἔνθα τὰς ψήφους καθίεσαν δικάζοντες. ἐκ τούτου δὲ δηλοῖ τὴν ἐπὶ τὸ δικαστήριον ἄφιξιν.

ἐπὶ τοὺς καδίσκους: τοὺς ἐν τῷ δικαστηρίῳ κάδους, ἐν οἷς τὰς ψήφους καθίεσαν, νῦν καδίσκους ὑποκοριστικῶς λέγει. ὀνομάζει δὲ ἀπὸ μέρους τὸ δικαστήριον, ὡς καὶ πρότερον κλεψύδραν αὐτὸ εἴρηκεν ἀπὸ τοῦ κειμένου ἐν αὐτῷ ἀγγείου, πρὸς ὃ οἱ ῥήτορες ἔλεγον.

τοὺς καδίσκους ἤγουν ἐπὶ τὸ δικαστήριον· ἀπὸ μέρους.

κακόν τι ποιῆσαι: ἤγουν καταδικάσαι τινά.

καπνὸν ἐξαίφνης: ὥστε διὰ βραχύτητα τῶν ὀπῶν τὴν ἔξοδον ποιήσασθαι.

τῶν ἀλαζόνων τις ἦν ὁ Προξενιάδης, ὡς καὶ ἐν Ὄρνισι δηλοῖ. ἐπεὶ «καπνὸν» εἶπεν, ἐπήγαγε τούτους τοὺς ἀλαζόνας, οὓς καὶ καπνοὺς λέγουσιν.

ἢ τὸν Σέλλου: ἐπεὶ «καπνὸν» εἶπεν, ἐπήνεγκε τούτους ὡς πτωχαλαζόνας, οὓς λέγει καπνόν, Προξενίδην καὶ Αἰσχίνην τὸν Σέλλου. καὶ ἐν Ὄρνισι μέμνηται Προξενίδου ὡς ἀλαζονικοῦ.

τοῦ Προξενιάδου δὲ καὶ ἐν Ὄρνισι μέμνηται ὡς ἀλαζόνος.

ἢ Προξενιάδην ἢ τὸν τούτων μέμνηται ὡς πτωχαλαζόνων.

ψευδαμάμαξυν: εἶδος ἀμπέλου ἡ ἀμάμαξυς ἣν λέγουσιν ἀναδενδράδα. ὅλον δὲ εἴρηκε παρὰ τὸ ψεύδεσθαι τὸν Αἰσχίνην καὶ

ἡ λεγομένη ἀναδενδράς. ψευδομάμαξυν δὲ τὸν Αἰσχίνην καλεῖ διὰ τὸ

ψοφώδη κομιδῇ λέγειν· καὶ τὸ ξύλον γὰρ τῆς ἀμαμάξυος καιόμενον ψόφον ἀποτελεῖ.

διατινθαλέῳ θερμῷ

σπόδισον ταχέως: πλῆξον· καῦσον … ὡς ἐν σπόδῳ.

κἄπειτʼ ἀνελών μʼ ἀποφυσήσας: τῶν γὰρ ἀπανθρακιζομένων ἰχθύων ἀποφυσῶσι τὴν σποδόν· ἢ παρόσον ἐν τῷ ὀπτᾶν φυσῶσιν, ἵνα πλέον ἐγερθῇ τὸ πῦρ καὶ θᾶττον γένηται.

ἀποφυσῶσι γὰρ τῶν ὀπτηθέντων ἰχθύων τὴν σποδόν.

εἰς ὀξάλμην: ὡς ἐπὶ ἰχθύων ὀπτῶν ὀξάλμῃ ἐσθιομένων.

τὰς δικαστικὰς ψήφους· εἰσὶ δὲ ὥσπερ κογχύλια λεπτά, οἷς πρότερον ἐχρῶντο ἀντὶ ψήφων οἱ δικασταὶ πρὸ τῆς εὑρέσεως τῶν κυάμων. οἱ δέ φασι καὶ παρὰ τὰς πέτρας αὐτὰς ἔχειν τὴν ὀνομασίαν, ἐξ ὧν ἐκλέγουσι τὰ κογχύλια· χοιρίδες δὲ αἱ πέτραι.

τὰς χοιρίνας: ἐν τῷ τῶν Ἱππέων δράματι εἴρηται, ὅτι χοιρίναις ἐχρῶντο πρὸ τῶν ψήφων οἱ δικασταί· ἦσαν δὲ κόγχαι τινές, ὥς φησιν Ἐπαφρόδιτος ἐν ταῖς Λέξεσιν.

τὰς χοιρίνας ἤγουν τὰς ψήφους.

στροφὴ κώλων καὶ στίχων ιβʹ.

ταῦτά σʼ εἴργων: ἤγουν κατὰ τὸ εἶναι σὺν ἡμῖν καὶ δικάζειν.

ἀλλʼ κτλ. ὑποχαλᾶτε· ἐκ μεταφορᾶς τῶν πλοίων.

τίνος ἕνεκεν.

τοῦ δʼ ἐφέξειν: γράφεται καὶ «ὑφέξειν», οἷον ὑποσχεῖν· «τί ὑπισχνούμενός σοι ἐπίσχει σε;» ἢ «τίνος χάριν;» παρὰ δὲ τοῖς τραγικοῖς ἔφεξις ἡ πρόφασις· «τί προφασιζόμενος συγκλείει σε;» καὶ τὸ παρʼ Ὁμήρῳ οὐδέ τινʼ ἄλλην μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε.

τοῦ δʼ ἐφέξειν κωλύσειν τοῦ δικάζειν.

τίνα πρόφασιν τί προφασιζόμενος.

ἐγὼ δʼ οὐ βούλομαι: δείκνυσιν ἐντεῦθεν τὸ φιλόδικον αὐτοῦ.

χανεῖν ἤγουν εἰπεῖν.

ὁ Δημολογοκλέων: ὁ τύραννος καὶ ἀρχοντιῶν συνέθηκε τὴν λέξιν ἐκ τοῦ δήμου καὶ τοῦ λόγου καὶ τοῦ Κλέωνος δηλῶν τὸ ἀρχικόν, καθάπερ ἐν τῷ δήμῳ ἄρχει.

οἷον ὁ τοῦ δήμου ἄρχων.

τοῦτο δὲ εἴρηκε διὰ τὸ τὸν Κλέωνα πολυλόγον εἶναι καὶ τοῖς λόγοις ἐξαπατᾶν τὸν δῆμον. ἐπὶ δὲ τὸ αὐτὸ ἦθος κατενήνεκται, ἐπεὶ ὁ χορὸς πρὸς τοῦ Κλέωνος ἐτύγχανεν.

ὅτι λέγεις: ὅτι ἀληθὲς λέγεις περὶ τῶν τριήρων, οἷον· παρρησίαν ἄγεις περὶ τοῦ δήμου.

μελετᾷ ὁ χορὸς κακουργίαν φάσκων «ἐπειδὴ ὑπὲρ χρησίμου τῆς πόλεως λέγεις εἰσηγούμενος περὶ τριηραρχίας, ἐγκλείει σε».

κακουργίαν μελετᾷ ὁ χορὸς κατὰ τοῦ Βδελυκλέωνος φάσκων, ὅτι εἴπερ ἀληθές ἐστιν, ὃ λέγεις περὶ τῶν νεῶν, ἤγουν εἴπερ ὑπὲρ χρησίμου τῆς πόλεως λέγεις, αὐτὸς δὲ ἐγκλείει σε, μιαρός ἐστιν.

τινὲς δὲ οὕτως· εἴ τι εἴποις κακὸν περὶ τῶν νεῶν, τοῦτο ἀληθές ἐστιν. διαβάλλει δὲ τοῦτον· οὐ γὰρ περὶ νεῶν ἐστιν ὁ λόγος, ἀλλὰ περὶ τοῦ μὴ δικάζειν αὐτόν.

τῶν ἐπὶ καταλύσει τοῦ δήμου.

εἰ ... ἦν τοὺς ἐπὶ καταλύσει τοῦ δήμου ξυνερχομένους συνωμότας ἔλεγον.

δεῦρο πρὸς ἡμᾶς.

οὕτω κιττῶ: ἐπιθυμῶ. ἀπὸ τῶν ἀρτίως τικτουσῶν γυναικῶν καὶ ἐπιθυμουσῶν τινων. εἴρηται δὲ ἐκ τοῦ ὀρνέου τῆς κίττης, ὅπερ ἐπιθυμητικῶς ἔχον τῶν ἀκροδρύων ταχέως δυσαρεστεῖται, ἐξ ὧν δʼ ἂν ἐσθίοι, καὶ πάλιν ἑτέρων ἐπιθυμεῖ καὶ μεταβάσεις ποιεῖται εἰς ἕκαστον τῶν δένδρων.

διὰ τῶν σανίδων: τῶν δρυφάκτων. τῶν ταβλωτῶν τοῦ δικαστηρίου … ἵνα λέγῃ «ἐπιθυμῶ ἐν τῷ δικαστηρίῳ ἐλθεῖν ἢ τῶν σανίδων φησὶ τῶν περιεχουσῶν τὰ ὀνόματα τῶν εἰσαχθησομένων εἰς τὸ δικαστήριον, ποῖον δεήσει πρῶτον εἰσαχθῆναι καὶ κατὰ τάξιν.

ὅτι διὰ τὸ παλλάδιον διʼ ὑδρορρόας εἰσῆλθον οἱ περὶ τὸν Ὀδυσσέα.

σέρφῳ: παροιμία “οὐδὲ μύρμηκι ὁδός ἐστιν”.

οὐδʼ εἰ σέρφῳ: ὅτι ἐν Ὄρνισι τινὲς τὸ

μέμνηται τοῦ σέρφου καὶ ἐν Ὄρνισιν·

εὕδει καταφαγὼν μύρτα καὶ σέρφους … ἐξηγοῦνται καρπὸν τὸν σέρφον· ἔστι δὲ θηρίδιόν τι σμικρόν Κρατῖνος δὲ μύρμηκά φησι τὸν σέρφον.

τινὲς οὖν καρπὸν τὸν σέρφον εἶναι λέγουσιν· Κρατῖνος δὲ μύρμηκα τοῦτόν φησιν.

οἱ δὲ ζωΰφιον κωνωπῶδες, ἀφʼ οὗ ἡ παροιμία ἔνεστι κἀν μύρμηκι κἀν σέρφῳ χολή … παρεγγυῶσα μηδὲ τῶν μικρῶν καταφρονεῖν.

σέρφῳ ζῷόν τι μικρόν.

ὀπίαν δʼ οὐκ ἔστι: διʼ ὀπῆς ἐξελθόντα. παρὰ τὴν ὀπὴν τὸ ὄνομα. καὶ τυρὸν δὲ λέγουσιν τὸν ὀπίαν τὸν τῷ ὀπῷ τῆς συκῆς πηγνύμενον

μέμνησαι δῆθʼ: ὑπομιμνῄσκει αὐτὸν παλαιᾶς πράξεως τόλμαν

ἵεις ἔπεμψας.

ὅτε Νάξος ἑάλω: τὴν Νάξον ἐπιτετήρηκε πρὸς τὸν γέροντα· ἑάλω γὰρ ἐπὶ Πεισιστράτου. τοῦ δὲ “ἑάλω” ἐκτείνουσι τὸ α συνήθως.

ἑάλω ἐπὶ Πεισιστράτου ἄρχοντος.

ἡ Νάξος μία τῶν Κυκλάδων νῆσος.

ἴσχυόν τʼ ... ἐμαυτοῦ ἰσχυρότερος ἐτύγχανον

σκοπιωροῦνται: κατοπτεύουσι καὶ παραφυλάττουσιν. Ἕρμιππος δὲ καὶ ἐπὶ τοῦ ἀπὸ τῆς σκοπῆς θεωρεῖν.

σκοπιωροῦνται κατοπτεύουσιν, σκοποῦσιν, φυλάττουσιν.

Ἕρμιππος τὸ σκοπιωρεῖν καὶ ἐπὶ τοῦ ἀπὸ σκοπιᾶς θεωρεῖν τάττει· ἐνταῦθα δὲ ἐπὶ τοῦ σκοπεῖν καὶ φυλάττειν τέτακται.

κρέα συνίζησις.

τὸ πλῆρες “ἔχοντε” δυϊκῶς· δύο γάρ εἰσιν οἱ ἔχοντες ὀβελίσκους καὶ τηροῦντες.

ἀλλὰ καὶ νῦν ἐκπόριζε: ἡ ἀμοιβαία αὕτη στροφὴ ἔοικεν εἶναι ἀντιστροφὴ τῆς ἄνω ῥηθείσης ὁμοίας στροφῆς, ἀλλʼ ἔστιν ἐλλιπής· στίχων γάρ ἐστι καὶ κώλων ηʹ, ὧν ὁ πρῶτος τροχαϊκὸς τετράμετρος καταληκτικός· τὸ βʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· ὁ γʹ καὶ δʹ καὶ εʹ ὅμοιοι τῷ αʹ· τὸ ϛʹ ὅμοιον τῷ εʹ· ὁ ζʹ καὶ ηʹ ὅμοιοι αὖθις τῷ αʹ. ἐπὶ τῷ τέλει κορωνίς.

τὸ πρῶτον τροχαϊκὸν τετράμετρον καταληκτικόν· τὸ βʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον καὶ τὸ ϛʹ· τὰ δʼ ἄλλα ὅμοια τῷ πρώτῳ. ἐπὶ τῷ τέλει κορωνίς.

στροφὴ ἑτέρα κώλων καὶ στίχων ηʹ.

ἕως γὰρ ὦ μελίτιον: ὄρθρος γάρ, ὦ προσφιλέστατον μέλι δηλοῖ γὰρ αὐτῷ ὅτι ἡμέρα γέγονεν.

ἡ δέ μοι Δίκτυννα: πρὸς τὴν Ἄρτεμιν τοῦτο, ἐπειδὴ ἀγρευτικὴ ἦν.

παρὰ τὸ ὄνομα τοῦ δικτύου γελοιάζει. παρὰ γὰρ τὸ “δίκτυον” ἐπήγαγε τὸ “Δίκτυνναν Ἄρτεμιν ἵλαον ἔσεσθαι”.

παρὰ τὸ δίκτυον ἔπαιξεν, ὅτι καὶ ἡ Ἄρτεμις Δίκτυννα ὀνομάζεται διὰ τὸ ἀγρευτικὴ εἶναι καὶ δικτύοις χρῆσθαι πρὸς τὴν ἄγραν τῶν ζῴων.

Δίκτυννα ἡ Ἄρτεμις· ἔπαιξε δὲ παρὰ τὸ δίκτυον.

συγγνώμην ἔχοι ἤγουν ἵλεως γένοιτό μοι.

ἄνοντος: ἀντὶ τοῦ ἀνύοντος τὰ πρὸς σωτηρίαν καὶ εὑρίσκοντος. τὸ δὲ “ἄνοντος” γίνεται παρὰ τὸ ἄνω βαρύτονον,

τὸ “ἄνοντος” γίνεται ἀπὸ τοῦ ἄνω βαρυτόνου, ὅ ἐστι πρωτότυπον τοῦ ἀνύω,

οὗ τὸ τρίτον τοῦ παθητικοῦ ἐνεστῶτος “ἄνεται” … ὡς τὸ “μάλα γὰρ νὺξ ἄνεται”.

ἄνοντος κτλ. ἀνύοντος, εὑρίσκοντος τὰ πρὸς σωτηρίαν.

ἔπαγε τὴν γνάθον: ἀντὶ τοῦ δάκε τῇ γνάθῳ τὸ δίκτυον.

ἔπαγε κτλ. τοῖς δικτύοις ἔπαγε τὴν σὴν γνάθον καὶ διάκοψον αὐτά.

τηρώμεσθʼ ἐπιτηρῶμεν.

στροφὴ ἑτέρα κώλων ηʹ.

δακεῖν ἀντὶ τοῦ δηχθῆναι καὶ λυπηθῆναι.

τὸν περὶ ψυχῆς: ἀντὶ τοῦ ἐκφυγεῖν σώσαντα τὴν καρδίαν.

ἤγουν ἐκφυγεῖν σώσοντα τὴν ψυχήν.

ἵνʼ εἰδῇ μὴ πατεῖν: καὶ τοῦτο ὡς φιλόδικος. ἔγκλημα δὲ ἦν ὑβρίσαι τὰ μυστήρια· ἢ οὖν πάλιν πλέκει αὐτῷ συκοφαντίαν, λέγων “ἵνʼ εἰδῇ μὴ πατεῖν τὰ ψηφίσματα”· ἢ δείκνυσιν, ὅτι ὡς οὐ χρὴ τὰ μυστήρια εὐτελίζειν, οὕτως οὐδὲ ταῦτα … ποιεῖν.

πατεῖν ὑβρίζειν … ἀθετεῖν.

ἀντὶ τοῦ ὄργια.

τὰ ταῖν θεαῖν ψηφίσματα: ἀντὶ τοῦ ταῖν θεαῖν “μυστήρια” εἰπεῖν “ψηφίσματα” εἶπεν, ὡς δέον οὐχ ἧττον περὶ ταῦτα ἢ περὶ ἐκεῖνα ἐσπουδακέναι.

ἀντὶ τοῦ εἰπεῖν “τὰ μυστήρια” “ψηφίσματα” εἶπεν ὡς φιλόδικος, ὡς δέον καὶ περὶ ταῦτα ἐσπουδακέναι, ὥσπερ καὶ περὶ ἐκεῖνα.

ψηφίσματα ἀντὶ τοῦ εἰπεῖν τὰ μυστήρια.

καθίμα χάλα.

τοῦ Διοπείθους ἔχων τὸ μανιῶδες· ἦν δὲ εἷς τῶν ῥητόρων.

καὶ τὴν ψυχὴν ἐμπλησάμενος: ὡς παράστημά τι τοῦ Διοπείθους ἔχοντος μανιῶδες. ἦν δὲ ὁ Διοπείθης ῥήτωρ· μήποτε δὲ οὗτός ἐστιν ὁ καὶ παρὰ Φρυνίχῳ.

ἐμπλησάμενος Διοπείθους οὗτος ῥήτωρ ἦν παράστημα ἔχων μανιῶδες.

σύστημα κατὰ περικοπήν.

νυν δή.

ἀπὸ μεταφορᾶς τῶν ἰχθύων ἑλκομένων καλάμοις.

καλαμᾶσθαι: ἀνασπάσαι. ἀπὸ μεταφορᾶς τῶν τὴν καλάμην τῶν σπερμάτων ἀνασπώντων … ἕνεκα στέγης τῶν οἰκημάτων … τὸ “ἐκκαλαμᾶσθαι” εἴρηται.

ἀντὶ τοῦ ἀνιμᾶν, ὡς οἱ τοῖς καλάμοις τοὺς ἰχθύας ἀνέλκοντες.

ἀπὸ τῶν ἀνελκόντων ἐκ βυθοῦ τοὺς ἰχθύας διὰ καλάμων· ἐντιθέασι γὰρ οἱ ἁλιεῖς καὶ ἐν καλάμοις τὸ ἄγκιστρον.

παροιμία· πρίνου καὶ σχοίνου καὶ ἐλαίας θερμότατον πῦρ.

τὸν ... θυμὸν τὸν σκληρόν· ἀπὸ τοῦ ξύλου τοῦ πρίνου.

δράσω τοίνυν βούλεται εἰπεῖν τι αὐτοῖς.

πίσυνος θαρρῶν.

καὶ μανθάνετε ἀντὶ τοῦ οἴδατε, τί ποιήσετε.

μανθάνετʼ σκοπεῖτε.

ἤν ... ʼγώ ἀντὶ τοῦ ἐὰν συμβῇ με πεσόντα ἀποθανεῖν.

ἀνελόντες ἀναλαβόντες.

ἀνελόντες καὶ κλαύσαντες: ἐὰν συμβῇ με πεσόντα ἀποθανεῖν, ἤγουν ἐν τῷ δικαστηρίῳ με θάψατε.

δρύφακτα ἐλέγετο τὰ ταυλώματα τοῦ δικαστηρίου … καὶ τὰ περιφράγματα διὰ τὸ ἐκ ξύλων καὶ σανίδων τῶν ἐκ δρυὸς εἶναι κατεσκευασμένα. λέγει δὲ κἀνταῦθα ἀπὸ μέρους τὸ δικαστήριον.

δρύφακτοι γὰρ ξύλινοι ... ταυλωτὰ ... ξύλα.

πείσει πάθῃς.

δείσῃς φοβηθῇς.

καθίει κάτω πέμψον.

πρὸς τοῖς δικαστηρίοις Λύκος ἥρως ἵδρυτο· ἔθυον δὲ αὐτῷ καὶ ἀπένεμον δικαστικὸν μισθόν.

ὦ Λύκε δέσποτα: παρὰ τοῖς δικαστηρίοις τὸ τοῦ Λύκου ἱερὸν ἦν καὶ ἡρῷον ἦν ἱδρύμενον· ὅθεν φασὶν εἰρῆσθαι Λύκου δεκάς.

Λύκου ἡρῶον παρὰ τῷ δικαστηρίῳ ἦν ᾧ ἐμέριζον, ὅτε δικαστήρια ἦν, ὅσον παρὰ τοῖς λαχοῦσι τῶν Ἀθηναίων δικάζειν δικαστικὸν μισθόν, τριώβολον.

οἷσπερ ἐγὼ χαίρω.

κεχάρησαι χαίρεις … οἷς καὶ ἐγώ.

φευγόντων τῶν κατηγορουμένων.

παρὰ τὸν κλάοντα καθῆσθαι: ὡς τῶν καταδικασθέντων εὐθὺ πρὸς τὸ ἡρῷον ἀποκλαιόντων

εὐφημότερον λέγουσιν ἀντὶ τοῦ “κλάων καθῆστο”.

κάννας: τὰς ψιάθους.

λέγεται δὲ καὶ κάνης καὶ κλίνεται τοῦ κάνητος.

ὡς ψιάθοις περιπεφραγμένου τοῦ ἡρῴου καὶ ἐστεγασμένου … φησὶν οὖν “οὐδέποτέ σου ἐνυβρίσω τὸ ἡρῷον, ἀλλὰ τιμήσω”.

φησὶν “οὐ παρὰ τὰς κάννας οὐρήσω”, ἤγουν οὐκ ἐνυβρίσω σου τὸ ἡρῷον, ἀλλὰ τιμήσω.

ὅταν θυσιάσωσιν, περιφράσσουσι ψιάθοις κανναβίναις. κάννας δὲ ἔφη τὰς ψιάθους.

ἐγκεκύκλωται ἐνήχησεν.

καθιμᾷ ὑποχαλᾷ, κάτω φέρεται.

ἀνάβαινʼ ἀνύσας: τῷ οἰκέτῃ φησὶν “διὰ τοῦ ἑτέρου μέρους ἀνάβαινε”.

“ἀνάβαινε διὰ τοῦ ἑτέρου μέρους”.

καὶ ταῖσι φυλλάσι: ἐπεὶ κλάδοις τισὶ παρακελεύεται παίειν αὐτὸνόν … τοῖς πρὸ τῆς οἰκίας, διὰ τοῦτο “ταῖς εἰρεσιώναις” εἶπεν.

τὸ πρύμναν κρούσασθαί φασί τινες λέγεσθαι, ὅταν μετακαθίσαντες οἱ ἐρέται ἐλαύνωσιν ὀπίσω ἐπὶ τὴν πρύμναν … ὅταν εἰς λιμένα εἰσέρχωνται, ἵνα τὴν πρύμναν εἰς γῆν ἔχωσι νεύουσαν καὶ τὴν πρῷραν ἔξω, ὅπως ἄνευ τροπῆς εὐτρεπὴς εἴη εἰς ἔξοδον ἡ ναῦς.

ὅταν κατᾶραι πρὸς τὸν λιμένα βουλόμενοι μετακαθίσαντες οἱ ἐρέται ἐλαύνοιεν, ὅπως ἡ πρύμνα τῇ γῇ πλησιάσειεν, ἡ δέ γε πρώρα πρὸς θάλασσαν βλέπῃ, ἵνʼ εὐκόλως ἡ ναῦς ἔχῃ ἀνάγεσθαι, τότε φασὶ τὸ πρύμναν κρούσασθαι ἤγουν εἰς τοῦπίσω τὴν πρύμναν τρέψαι.

τοῦτο οὖν φησιν· “παῖε αὐτὸν τοῖς κλάδοις”, ὅπως ἂν ἀνακρούσηται τὴν πρύμναν, τουτέστιν εἰς τοὐπίσω ἀναδράμῃ· ἀνακρούειν γάρ ἐστι τὰς κώπας τὸ ἐπέχειν τοῦ δρόμου τοῦ εἰς τὸ ἔμπροσθεν τὴν ναῦν.

ἤν πως κτλ. ἤγουν τοῦπίσω ἐκδράμῃ.

ταῖς εἰρεσιώναις ἁπλῶς τοῖς ξηροῖς κλάδοις.

ὦ Σμικυθίων: τοὺς τοῦ χοροῦ ἐξ ὀνόματος καλεῖ.

στροφὴ κώλων ιαʹ.

τὸ τῶν σφηκῶν σύστημα.

κολαζόμεσθα ἀντὶ τοῦ κολάζομεν.

ἀποδυσάμενοι διδόασι τοῖς παιδίοις τὰ ἱμάτια, ἵνα ὀρχήσωνται εὐκόλως.

ταῦταά φησιν ἵνα ἀποδὺς ὀρχήσηται ὁ χορὸς καὶ ἀπέλθωσιν οἱ παῖδες.

ἄνδρα μισόπολιν τὸν Βδελυκλέωνα.

κἀπολούμενον ὀφείλοντα ἀπολεῖσθαι.

ὦ ʼγαθοὶ τὸ πρᾶγμα: εἴσθεσις διπλῆς ἀμοιβαίας ἐκ στίχων μηʹ, ὧν οἱ πρῶτοι τρεῖς τροχαϊκοὶ τετράμετροι καταληκτικοί· οἱ ἑξῆς βʹ ἀντισπαστικοὶ τρίμετροι ἀκατάληκτοι ἐπιμεμιγμένοι ἐπιτρίτοις καὶ διιάμβοις· οἱ ἑξῆς τούτων ηʹ τροχαϊκοὶ τετράμετροι ὅμοιοι τοῖς πρώτοις· οἱ τούτων ἑξῆς βʹ ἀντισπαστικοὶ τρίμετροι ὅμοιοι τοῖς ῥηθεῖσιν· ὁ βʹ δὲ τὸν βʹ ἔχει πόδα πεντασύλλαβον. οἱ ἑξῆς δὲ πάντες τροχαϊκοὶ τετράμετροι καταληκτικοί, ὧν τελευταῖος εἴπερ ἔτυχον τῶν μελέων Φιλοκλέους βεβρωκότες. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος· ἐπὶ δὲ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.

ἐς τὸν οὐρανόν λείπει κεκράξομαι.

ἐγὼ κοινή.

θεοσεχθρία: θεομισητία. μέμνηται δὲ τῆς λέξεως καὶ Ἄρχιππος ἐν Πλούτῳ· οἴμοι. τί ἐστιν; μῶν ἔδωκε; τί σʼ ἔδακεν; κατὰ μὲν οὖν ἔφαγε κἀπέβρυξε τίς ἡ πανουργία τε καὶ θεοσεχθρία;

ταῦτά φησιν ὡς τοῦ Θεώρου καὶ τοῦ Κλέωνος προστατῶν αὐτῶν ὄντων.

ὡς τοῦ Θεώρου καὶ τοῦ Κλέωνος προστατῶν καὶ ἀρχόντων ὄντων τῆς πόλεως.

ἐν δίκῃ τὸν Γοργίου: ἐν τῇ δίκῃ. ἀντὶ τοῦ δικάζοντες. οὗτος δὲ ὁ Γοργίας κωμῳδεῖται ὡς προδότης καὶ βάρβαρος.

περὶ Θεώρου καὶ Γοργίου ἐν τοῖς πρὸ τούτου εἴρηται.

ἴεσο πορεύου.

σμῆνος κτλ. ἀντὶ τοῦ σύστημα· κυρίως δὲ τὸ τῶν μελισσῶν· καὶ ἐπιτηδείως νῦν· σφηκώδεις γάρ.

σμῆνος οἷον: σμῆνος κυρίως τὸ πλῆθος τῶν μελισσῶν· ἐπιτηδείως δὲ καὶ ἐνταῦθα τοῦτο εἶπεν, ὅτι σφηκῶδες τὸ σύστημα τῶν γερόντων.

σμῆνος τὸ σύστημα.

τὰς ἐγκεντρίδας ἀντὶ τοῦ κέντρα.

τὰς χελώνας: “ὅτι μᾶλλον μακαρίσεις τὰς χελώνας τοῦ σοῦ δέρματος”. αἱρῇ χελώνης δέρμα ἔχειν, ἵνα μὴ τρωθῇ· ὀστῶδες γὰρ ἔχουσι δέρμα αἱ χελῶναι ὥστε ἀντέχειν πρὸς τὰς πληγάς.

“μακαρίσεις”, φησίν, “τὰς χελώνας, ὅτι τοιοῦτον ἔχουσι δέρμα ὀστῶδες ὥστε ἀντέχειν πρὸς τὰς πληγάς, καὶ προκρίνοις ἔχειν καὶ αὐτὸς τοιοῦτον δέρμα ὥστε δέχεσθαι τὰς πληγὰς καὶ μὴ αἰσθάνεσθαι τούτων”.

τὰς ... δέρματος: διὰ τὸ κέντρον τῶν σφηκῶν.

μακαριεῖν ἐπαινέσαι.

νυν δή.

ὀξυκάρδιοι ὀξύθυμοι.

ὠργισμένοι μετʼ ὀργῆς.

ὦ Μίδα καὶ Φρὺξ: ὀνόματα οἰκετῶν.

εἰ δὲ μὴ ʼν πέδαις παχείαις: εἰ δὲ μὴ βοηθήσετε. δέον εἰπεῖν “ἐν πέδαις κάμπτετε” φησὶν “οὐδὲν ἀριστήσετε”

δέον εἰπεῖν “ἐν πέδαις δεθήσεσθε”, “οὐδὲν ἀριστήσετε” εἶπεν,

ἀντὶ τοῦ “δεσμευθέντες οὐδὲν μέλλετε φαγεῖν”.

δέσμαις κτλ. ἀντὶ τοῦ “δεσμευθέντες οὐδὲν μέλλετε φαγεῖν.”

παρὰ τὴν παροιμίαν πολλῶν ἐγὼ θριῶν ψόφους ἀκήκοα. τοῦτο δέ φησιν, ὅτι “οἶδα τὰ τοιαῦτα, ὅτι μέχρι ψόφου κενοῦ χωρεῖ καὶ ἀπειλῆς”.

οἶδα θρίων τὸν ψόφον: ὅτι παρὰ τὴν παροιμίαν εἴρηται ἐνταῦθα τὸ “οἶδα θρίων τὸν ψόφον” τὴν λέγουσαν πολλῶν ἐγὼ θρίων ψόφους ἀκήκοα … τὰ γὰρ θρῖα καιόμενα ψοφεῖ. εἴρηται δὲ ἡ παροιμία

, ἥτις εἴρηται

ἐπὶ τῶν διʼ ἀπειλῆς θόρυβον καὶ κόμπον ἐμποιούντων διακενῆς.

θρίων τὸν ψόφον φύλλων· τὰ γὰρ φύλλα καιόμενα ψοφεῖ.

ἕν τι σοὶ ἓν κέντρον.

ὦ Κέκροψ: ἑλκόμενος ὑπὸ τῶν οἰκετῶν τὸν οἰκιστὴν τῆς πόλεως ἐπικαλεῖται.

ὦ Κέκροψ: πρὸς τὸ ὄνομα κεχαριέντισται ὅτι καὶ ὁ Κέκροψ τὰ κάτω δράκοντος εἶχεν … οὗτος δὲ Δρακοντίδης καλεῖται. εἰσὶ δέ, οἵ φασι τὸν Κέκροπα διφυᾶ γεγονέναι καὶ τὰ κάτω ὄφεως ἐσχηκέναι … καὶ διὰ τοῦτο πρὸς τοὔνομα κεχαριέντισται.

διφυᾶ γὰρ τὸν Κέκροπα γεγονέναι φασὶ καὶ τὰ μὲν ἄνω ἄνθρωπον ὄντα, τὰ κάτω δὲ ἔχοντα ὄφεως.

βαρβάρων τῶν οἰκετῶν. Γ

οὓς ἐγὼ ʼδίδαξα: μήποτε καὶ τοῦτο παροιμιακόνὸν εἴη ἀντὶ δὲ τοῦ εἰπεῖν “πέττειν καὶ διαρτίζειν” “κλάειν” εἶπεν.

ἀντὶ τοῦ πέττειν καὶ διαρτίζειν.

ἐς τὴν χοίνικα: ὅτι εἰς τὴν χοίνικα τέσσαρες μεγάλοι ἄρτοι γίνονται, μικροὶ δὲ ὀκτώ. διʼ ὧν δὲ αὐτοὺς ὑπομιμνῄσκει παλαιᾶς εὐεργεσίας διὰ τούτων αὐτοὺς ὡς μαστιγίας καὶ ἀνδραποδώδεις ἐλέγχει. οὐ γὰρ μόνον τὸ μέτρον, ἀλλὰ καὶ τὰς πέδας σημαίνει τὸ ὄνομα.

τούτω κτλ. δυϊκῶς τὸ “τούτω”, ἵνʼ ᾖ ἐπὶ τῶν οἰκετῶν.

νῦν γε τούτω δυϊκῶς ἀντὶ τοῦ “οὗτοι οἱ οἰκέται”.

χειροῦσιν ἀντὶ τοῦ χειροῦνται.

κἀξωμίδων: ἱμάτια δουλικὰ καὶ ἑτερομάσχαλα. Γ

κυνᾶς: τὰς σκυτίνας περικεφαλαίας, αἷς πρὸς τὸν ὄμβρον ἐχρῶντο· καὶ ἐν ταῖς Νεφέλαις ὁ πρεσβύτης· τὸ δὲ μὴ κυνῆν ἔχοντα.

καὶ κυνᾶς: ὅτι ταῖς κυνείαις περικεφαλαίαις πρὸς τὸν ὄμβρον ἐχρῶντο. μέμνηται δὲ τούτου καὶ ἐν Νεφέλαις ὁ πρεσβύτης τὸν ὄμβρον φοβούμενος· τὸ δὲ μὴ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμονα ἔχοντα τοῦτο δὲ λέγει ὁ πρεσβύτης ἐκεῖ τὸν ὄμβρον φοβούμενος.

κυνᾶς περικεφαλαίας.

πόδας κτλ. ἀντὶ τοῦ ὑποδήματα γὰρ αὐτοῖς ἠγόραζεν.

ὥστε μὴ ῥιγῶν: ἀντὶ τοῦ ῥιγοῦν· δώριον δὲ τοῦτο κατακρατῆσαν παρὰ Ἀττικοῖς.

τοὺς βότρυς κλέπτοντα: ὡς παλαιῶν ἀναμιμνῄσκων αὐτὸν εὐεργεσιῶν παρὰ τὴν ὑπόνοιαν αἰκίαν εἰς αὐτὸν γενομένην λέγει δεικνὺς καὶ ἐν τούτῳ τὸ σκληρὸν αὐτοῦ.

ἀλλὰ τούτων μὲν: ἀντὶ τοῦ ὑπὲρ τούτων· ἢ δυϊκῶς χωρὶς τοῦ ν ἀντὶ τοῦ οὗτοι.

δύναται τὸ “τούτων” καὶ χωρὶς τοῦ ν εἶναι, ἤτοι “τούτω” δυϊκῶς ἀντὶ τοῦ οὗτοι.

δικαίων τὸ δίκαιον ὁρώντων

κάρδαμα: ἀντὶ τοῦ δριμύτατα τοιαῦτα γὰρ τὰ κάρδαμα.

παῖε παῖʼ παίων ἀπάγαγε.

τῦφε κτλ. ἐπειδὴ οἱ σφῆκες φοβοῦνται τὸν καπνόν.

καὶ σὺ κτλ. καίων δίωκε. ὁ γὰρ καπνὸς διώκει τὰς μελίσσας καὶ τοὺς σφῆκας.

τοὺς σφῆκας ἀπελαύνουσι “σοῦσθε” λέγοντες.

σοῦσθε: ὁρμᾶσθε, πορεύεσθε.

καὶ σὺ προσθεὶς Αἰσχίνην: ἀντὶ τοῦ “καπνὸν” ἢ “πῦρ” εἰπεῖν, “Αἰσχίνην” εἶπεν, ἐπεὶ καπνὸς ἐκαλεῖτο διʼ ἀλαζονείαν

παίζει παρὰ τὸν Σέλλου Αἰσχίνην καπνώδη διὰ τὴν ἀλαζονείαν λεγόμενον ἀντὶ δὲ τοῦ εἰπεῖν “Σέλλου” ἔπαιξεν ἐπεκτείνας “Σελαρτίου” εἰπών ἵνα πάλιν ὡς καπνὸν κωμῳδήσῃ καὶ ψευδόπλουτον παρὰ τὸ “σέλας”. ὁ γὰρ καπνὸς τοῦ σέλαος γέννημα.

τὸ σέλας γὰρ ποιεῖ τὸν καπνόν.

ὡς αὐστηροῦ κατὰ τὴν μελοποιΐαν ὄντος.

τῶν μελέων Φιλοκλέους βεβρωκότες: ὡς τοῦ Φιλοκλέους ἀγρίου ὄντος ἐν τῇ μελοποιΐᾳ. ὁ γὰρ Σοφοκλῆς ἡδύς· διὸ καὶ μέλιττα ἐκαλεῖτο. ἔπαιξεν οὖν ὡσεὶ εἶπεν· “εἴπερ τὴν πικρίαν αὐτοῦ καὶ τὴν σκληρότητα εἶχον, οὐκ ἂν αὐτοὺς ῥᾳδίως διέφυγες”, ὡς τοῦ Φιλοκλέους ὄντος σκληροῦ σφόδρα καὶ τραχυτάτου

· σκληρὸς γὰρ ὁ Φιλοκλῆς καὶ δριμύτατος.

μελέων συνίζησις.

οὐκ αὐτὰ δῆλα: οὐκ αὐτή, φησίν, ἡ τυραννὶς ἐπιδήλως κατὰ τοῦ δήμου ἐστὶ καὶ καθʼ ἡμῶν;

ὑπιοῦσά με ὑπεισερχομένη ἡ τυραννίς.

πρὸς τὸν Βδελυκλέωνα.

ὡς πονηρὸν ὄντα τὸν Ἀμυνίαν καὶ κομῶντα.

κομηταμυνία: ὦ ἀσκήσει καὶ μελέτῃ πεπονημένε τῆς τυραννίδος. τὸ δὲ “κομηταμυνία” συνέθηκε παρὰ τὸ κομᾶν, ὅπερ ἐστὶτι φρονεῖν μέγα—ἐκ δὲ τούτου δηλοῖ τὸ λακωνίζειν, παρόσον μεγάλα ἐφρόνουν οἱ Λάκωνες εἰς ἀνδρείαν —καὶ παρὰ τὸν Ἀμυνίαν, ὃς διεβάλλετο ὡς μισόδημος. ἀμφότερα οὖν τὰ τῆς συνθέσεως εἰς οὐδὲν τείνει· ἢ ὡς ἐναντίον τῆς πόλεως ὄντα καὶ τύραννον.

κομηταμυνία μέγα φρονῶν, μισόδημε· διεβάλλετο γὰρ ὁ Ἀμυνίας ὡς μισόδημος.

τῶν νόμων ἀντὶ τοῦ δικάζειν.

λόγον εὐτράπελον: οὔτε ἀπολογίαν πιθανὴν καὶ εὖ τετραμμένην.

εὐτράπελον: εὔστροφον.

αὐτὸς ἄρχων: προκατάρχων τῆς τυραννίδος μόνος.

τῆς κατοξείας τῆς σφοδρᾶς καὶ τῆς ὀξείας.

καὶ ξυνὼν Βρασίδᾳ: ἀντὶ τοῦ λακωνίζων.

ὅτι οἱ λακωνίζοντες τοιαῦτα ἐπετήδευον, ὥστε μακρὰ τὰ κράσπεδα φορεῖν, ὅ ἐστι τοὺς κροσούς φαίνεται οὖν κατὰ τὸ λεγόμενον εἶναι ὡς λακωνίζων. καὶ Βρασίδας γὰρ στρατηγὸς Λακεδαιμονίων.

οὗτος στρατηγὸς ἦν Λακεδαιμονίων.

ἐκ στεμμάτων δὲ ἀντὶ τοῦ ἐξ ἐρίων

ὅτι τῶν ἀρχαίων οἱ στέφανοι κατὰ τὸ ὄπισθεν μέρος κράσπεδα εἶχον.

οὐχ ἱμάτια, ἀλλὰ κράσπεδα στεμμάτων· τοιαῦτα γὰρ φοροῦσιν οἱ Λάκωνες.

ἐκστῆναι ἀντὶ τοῦ μὴ ἔχειν τὸν πατέρα.

ναυμαχεῖν: δέον εἰπεῖν μάχεσθαι.

ὁσημέραι πάντοτε.

οὐδὲ μήν Γ γʼ οὐδʼ ἐν σελίνῳ: παροιμία ἐστὶ τὸ “οὐδʼ ἐν σελίνῳ” ἐπὶ τῶν μηδὲ κατὰ τοὐλάχιστον τι διηνυκότων, οἷς ἐπέθεντο. μετενήνεκται δὲ ἀπὸ τῶν κήπων· ἐν γὰρ τοῖς λεγομένοις παρακήποις τὰ σέλινα καὶ πήγανα κατεφύτευον ἔμπροσθεν, ἑξῆς δὲ καὶ τἄλλα τῶν λαχάνων βούλεται οὖν λέγειν, ὅτι “οὔπω οὐδὲ ἀρχὴν ἔχεις τοῦ πράγματος”, καθάπερ οἱ ἐν τοῖς κήποις εἰσιόντες πρῶτον ἐν τοῖς σελίνοις εἰσίν.

μέν γʼ κτλ. ἤγουν οὔπω οὐδὲ ἀρχὴν ἔχεις τοῦ πράγματος.

ἀντὶ τοῦ ἐν γυμνικῷ ἀγῶνι· ἢ οὐκ ἐν παιδιᾷ, παρόσον τὰ βρέφη γεννηθέντα εὐθὺς ἐν σελίνοις ἐτίθεσαν. τὸ δὲ πήγανον εἶπεν, ἐπειδὴ καὶ σέλινον προέταξεν· ὅθεν καὶ ἡ παροιμία “οὐδʼ ἐν σελίνοις ἐστίν”. φησὶν οὖν, ὅτι “οὔπω σοι οὐδὲ ἀρχὴ γέγονε τῶν παρʼ ἡμῶν ἐσομένων”.

τῶν τριχοινίκων ἐπῶν: ἀντὶ τοῦ τῶν εὐτελῶν. τὰ τοιαῦτα παρὰ τὰς φωνὰς παίζει, φορτικοῦ ὄντος ἀγοραίοις ἐφʼ οἷς μάλιστα τῶν ποιητῶν σκώπτουσιν Ἄρχιππον.

ἀντὶ τοῦ τῶν εὐτελῶν στίχων. τοῦτο δέ φησιν, ἐπεὶ ἐξ εὐτελοῦς παροιμίας ἤρξατο, τῆς τῶν κήπων. τριχοινίκων οὖν ἀντὶ τοῦ τριῶν χοινίκων ἀξίων. χοῖνιξ γὰρ εἶδος μέτρου.

συνήγορος ῥήτωρ.

καταντλῇ καταχέῃ … κατηγορῇ.

ξυνωμότας πληθυντικὸν ἀντὶ ἑνικοῦ.

δέρεσθαι καὶ δέρειν: δέρεσθαι καὶ δέρειν ἐπὶ τοῦ τύπτεσθαι λαμβάνεται

ἕως ἄν τί μου: ἀντὶ τοῦ ἕως ἂν λείψανόν μου ὑπολείπεται

ἐστάλης ὅστις ἐστάλης ἐπὶ τῷ τυραννῆσαι ἡμῶν.

καὶ ξυνωμόται: ὡς αὐτῶν συνεχῶς λεγόντων, ὅτι ταῦτα τυραννίς ἐστι καὶ ξυνωμοσία.

ταῦτα καὶ οὗτος εἴρηκεν.

οὐδὲν γὰ ἄλλο, φησίν, μεμελέτηται ὑμῖν εἰ μὴ ταῦτα … λέγειν, τὸ “τυραννὶς καὶ ξυνωμόται”.

πεντήκοντʼ ἐτῶν: ἀντὶ τοῦ εἰς πεντηκοστὸν ἔτος καὶ ἐκ πολλοῦ χρόνου οὐκ ᾔδειν τοῦτο τὸ ὄνομα τῆς τυραννίδος.

ἐγὼ δὲ οὐκ ἤκουσα τὸ ὄνομα τοῦτο τῆς τυραννίδος ἐκ πολλοῦ χρόνου, οὐδὲ εἰς πεντηκοστὸν ἔτος.

πεντήκοντʼ ἐπί.

ἀξιωτέρα: εὐωνοτέρα καὶ ἐν ἀγορᾷ εἰθισμένη λέγεσθαι.

κυλίνδεται περιφέρεται.

εἶδος ἰχθύος.

ὀρφῶς ἰχθῦς οὕτω καλούμενος.

τὸ ὀρφῶς καὶ λαγῶς περισπῶσιν Ἀττικοί.

ὀρφῶς: ἐν τοῖς πλείστοις τῶν ἀντιγράφων “ὀρφῶς” εὕρηται ἔν τισι δὲ καὶ ὀρφούς». μήποτε δὲ καὶ τὸ ἑνικὸν τοῦ ἰχθύος οὕτως ἔλεγον, «ὀρφώς» ὡς ταώς καὶ λαγώς.

μεμβρὰς δὲ εἶδος ἀφύας.

εἴρηχʼ εἴρηκεν.

ἥδυσμά τι: πρὸς τὸ γήτειον· ὅτι ἥδυσμά τί ἐστιν, οὐχ, ὡς ἔν τισιν ἀναγραφαῖς τῶν λέξεων, ἀνθερίκῳ τι ὅμοιον· ἐν Ἱππεῦσι δὲ εἴρηται περὶ αὐτοῦ.

ἔστι γὰρ εἶδος ... πράσῳ.

παραβλέψασά φησι: τῷ ἑτέρῳ ὀφθαλμῷ αὐτόν, φησίν, χαλεπῶς ὑποβλεψαμένη φησίν· «σοῦ ἐστι τὸ τοῦτο φαγεῖν;»

ὑποβλεψαμένη ἀγρίως καὶ χαλεπῶς,

ὡς οὐκ ἄξιον ἡγουμένη τὸν τυχόντα φαγεῖν τὸ γήτειον.

ἢ νομίζεις τὰς Ἀθήνας: φησίν, ὅτι «διὰ σὲ φύουσιν αἱ Ἀθῆναι ἡδύσματα.»

σοὶ ... ἡδύσματα ἤγουν διὰ σὲ τὰ ἡδύσματα ταῦτα φύειν.

τῆς ἐπί.

κελητίζειν δὲ κυρίως τὸ κέλητα ... εἰδώς.

εἰ τὴν Ἱππίου καθίσταμαι: ἀντὶ τοῦ εἰ καταστῆσαι βούλομαι ἐμαυτῷ τυραννίδα.

οὗτος ὁ Ἱππίας τύραννος δεινός–ὸς ἐγένετο τοῦ πατρὸς Πεισιστράτου τυραννικώτερος.

ὁ Ἱππίας ἐτυράννησεν, οὐχ ὁ Ἵππαρχος· κοινῶς δὲ πάντες οἱ Πεισιστρατίδαι τύραννοι ἐλέγοντο. παίζων δὲ καὶ ἅμα πρὸς τὸ τῆς συνουσίας σχῆμα τὸν Ἱππίαν παρέλαβεν.

τούτου δὲ μόνου τυραννήσαντος πάντες οἱ Πεισιστρατίδαι τέσσαρες κατʼ ἐνίους ὄντες τύραννοι ἐλέγοντο. ἅμα δὲ καὶ πρὸς συνουσίας σχῆμα τοῦτο λέγει παίζων.

χαλεπὴ γὰρ ἡ Ἱππίου τυραννὶς ἐδόκει γεγονέναι πολὺ τῆς τοῦ πατρὸς Πεισιστράτου χείρων. μνημονεύει δὲ αὐτοῦ καὶ ἐν Λυσιστράτῃ. εἰκότως δὲ τεσσάρων ὄντων κατʼ ἐνίους τῶν Πεισιστρατιδῶν τὸν Ἱππίαν παρέλαβεν· πρεσβύτατος γὰρ ἦν αὐτὸς καὶ τὴν τυραννίδα εἶχεν, καθὰ καὶ Θουκυδίδης φησίν. ἐδόκει δὲ ἡ τυραννὶς καταστῆναι ὥς φησιν Ἐρατοσθένης, ἐπὶ ἔτη νʹ τἀκριβοῦς διαμαρτάνων … Ἀριστοτέλους μὲν τεσσαράκοντα καὶ ἓν φήσαντος, Ἡροδότου δὲ ἓξ καὶ τριάκοντα.

Ἀριστοτέλης γὰρ τεσσαράκοντα καὶ ἕν φησιν, Ἡρόδοτος δὲ ἓξ καὶ τριάκοντα.

ὑφὲν ὅλον.

ὀρθροφοιτοσυκοφα–: παρὰ τὸ ὀρθεύειν καὶ φοιτᾶν καὶ συκοφαντεῖν καὶ ἐν δίκαις ταλαιπωρεῖν.

Μόρυχος εἰς ὀψοφαγίαν καὶ ἡδυπάθειαν ἐκωμῳδεῖτο, ὡς καὶ ἐν Εἰρήνῃ φησίν.

εὐγενῆ καὶ τρυφηλόν φασι τὸν Μόρυχον.

ζῆν βίον γενναῖον: πρὸς τοὺς τοὺς Ἀψευδεῖς ποιήσαντας, ὅτι τὸν Μόρυχον τῶν πολιτικῶν πεποίηκε πραγμάτων ἀγνοήσαντες, ὅτι ὡς τρυφερὸς καὶ ἡδύβιος κωμῳδεῖται· ἢ καὶ νῦν ἐν εἰρωνείᾳ.

αἰτίαν μέμψιν … καὶ ἔγκλημα.

ἔχω ἔχων.

ταῦτα δρᾶν: τὸ ἑξῆς· ἀπαλλαχθέντα τούτων ταῦτα … δρᾶν. Γ

ὀρνίθων γάλα οὕτως ἐπὶ τῶν σπανίων ἔλεγον.

ὀρνίθων γάλα: παροιμία ἐστὶ τὸ «ὀρνίθων γάλα» ἐπὶ τῶν λίαν εὐδαιμονούντων καὶ πάντα κεκτημένων, ὡς καὶ ἐκ τῶν ἀδυνάτων πόρους κομίζεσθαι· ἀδύνατον γὰρ ἐξ ὀρνίθων γάλα ποτὲ λαβεῖν. οἱ δὲ εὐδαιμονοῦντες καὶ τοῦτο, εἰ βουληθεῖεν, πορίσαιντο.

βατίσιν εἶδος ἰχθύων.

βατίσιν ἰχθύες ἀμφότεροι.

βατὶς δὲ εἶδος ... βατιοσκόποι οἱ ὀψοφάγοι.

ὀπτημένον.

πεπνιγμένον ἡψημένον.

πεπνιγμένον: δέον εἰπεῖν «ἡψημένον» φησὶ «πεπνιγμένον» ἀπὸ τοῦ συμβαίνοντος ὑπὸ τῶν δικαστῶν τοῖς δικαζομένοις.

περὶ τῶν δημαγωγῶν λέγει, ὅτι ὀλίγον τι τῷ λεπτῷ ὄχλῳ μισθοδοτοῦντες τὰ μέγιστα αὐτοὶ ἐκέρδαινον.

καταγελώμενος μὲν οὖν: οὐκ Γ αἰσθάνει Γ καταγελώμενος Γ ὑπὸ τῶν δικαστῶν, ὑπʼ ἀνδρῶν, οὓς οὐχὶ μόνον τιμᾷς καὶ σέβεις ὡς βελτίους, ἀλλὰ καὶ ὡς δεσπόταις ὑποτάττῃ. λέγει δὲ τοὺς δημαγωγούς, ὧν προστάξει δικάζουσιν, ὑφʼ ὧν καὶ τὸν μισθὸν λαμβάνουσιν.

οὐκ ἐπαΐεις οὐκ αἰσθάνῃ.

ὑπʼ ἀνδρῶν τῶν δικαστῶν.

ἀλλὰ δουλεύων λέληθας: ὅτι πρὸς τὰς ὑποσχέσεις τῶν δημαγωγῶν ἐδίκαζον καὶ ὑπηρέται ἦσαν αὐτῶν πρὸς τὸ ἐκείνων βούλημα δικάζοντες … ὑφʼ ὧν καὶ τὸν μισθὸν ἐλάμβανον.

δουλεύων λέληθας ὑπείκων αὐτοῖς καὶ ὑπηρετῶν.

καρπουμένῳ τὴν Ἑλλάδα: τοὺς φόρους γὰρ ἐλάμβανον οἱ Ἀθηναῖοι. ὁ δὲ λόγος· «τί σοι ἐκ τούτου Ἀθηναίῳ ὄντι πλέον γίνεται τὸ δικαστικὸν μόνον λαμβάνοντι; οἱ γὰρ δημαγωγοὶ πάντα λαμβάνουσιν».

ὅτι φόρους ἐλάμβανον Ἀθηναῖοι ἐκ τῆς Ἑλλάδος, ἐξ ὧν οἱ δικασταὶ τὸ τριώβολον ἐλάμβανον. φησὶ γοῦν, ὅτι «πάντα οἱ δημαγωγοὶ λαμβάνουσιν, σοὶ δὲ οὐδὲν ἄλλο περιγίνεται εἰ μὴ ὁ δικαστικὸς μόνος μισθός· καὶ ἐκ τούτου οἴει καρποῦσθαι τὴν Ἑλλάδα».

τούτοισί γʼ τοῖς θεαταῖς.

ἐπιτρέψαι δικάσαι.

καὶ μὴν ἐγώ καὶ ἐγὼ βούλομαι.

ἄφετε νῦν ἅπαντες: πρὸς τοὺς σφῆκάς φησιν, ὅτι «ἄφετε αὐτόν»· ἢ πρὸς τοὺς οἰκέτας τοὺς κατέχοντας τὸν Φιλοκλέωνα.

τῇ διαιτῇ τῇ κρίσει.

μηδέποτε πίοιμʼ: δέον εἰπεῖν «ἄκρατον ἀγαθοῦ δαίμονος» τὸν μισθὸν εἶπεν ὑπεμφαίνων τὸ φιλόδικον.

ἀγαθοῦ δαίμονος: καὶ ἐν Εἰρήνῃ· νῦν γὰρ ἡμῖν πάρεστιν ἁρπάσαι ἀγαθοῦ δαίμονος. ἔθος δὲ ἦν, ὁπότε μέλλοι ἡ τράπεζα αἴρεσθαι, ἀγαθοῦ δαίμονος ἐπιρροφεῖν, ὡς Θεόπομπός φησιν, ὡς δὲ Ἀπολλόδωρος καὶ ὅτι τὸ ποτήριον μεστὸν πάλιν ἀπεπλήρουν, δεδήλωκεν ἐν τῇ δʹ τῶν περὶ Σώφρονος.

ἔθος ἦν αἰρομένης τῆς τραπέζης ἐπιπίνειν πάντων ὕστερον καὶ τοῦτο καλεῖν «ἀγαθοῦ δαίμονος». μέμνηται τούτου καὶ ἐν Ἱππεῦσιν· μὰ Δίʼ ἀλλʼ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος.

ἐκ θημετέρου: ἐξ ἡμετέρου.

ἡμετέρου τοῦτο πρὸς τὸν Φιλοκλέωνα. τὸν ἐκ τῆς αὐτῆς ἡμῖν παλαίστρας.

ὅπως: τὸ πλῆρες τοῦ λόγου· «φανήσῃ καινόν τι λέγων».

φανήσει λείπει γενναῖος καὶ ἐγκρατής.

ἐνεγκάτω μοι: ὁ παῖς τοῦτό φησιν, ὡς ἐν τῇ κίστῃ γραμματείου τινὸς ὄντος, ὅπου τὰ κεφάλαια τῶν ὑπὸ τοῦ πατρὸς λεγομένων ἀνεγέγραπτο ἵνα, φησίν, λαβὼν χάρτην ἀναγράψαιμι τῶν λεγομένων τὰ κεφάλαια.

«ἐνεγκάτω τὴν κίστην τις», φησίν, «ἵνα ἀναγράψωμαι καὶ τὰ νῦν λεγόμενα».

τὴν κίστην τὸ κιβώτιον.

ἀτὰρ φανῇ: ὀφθήσῃ … μὴ κατὰ τὸν νεανίαν τοῦτον λέγων, ἐὰν ταῦτα παρακελεύῃ, ἀλλὰ δηλονότι πραγματικώτερον αὐτοῦ καὶ βέλτιον Γ.

τὰ περὶ τοῦ δεῖν ἐκ παντὸς δικάζειν.

μὴ οὕτω λέγειν ὡς ὁ νεανίσκος.

μὴ κατὰ τὸν νεανίαν: τινὲς τοῦτο πρὸς τὰ ἄνω· «ὅπως φανήσῃ μὴ κατὰ τὸν νεανίαν τόνδε λέγειν» … ἀλλὰ βέλτιον.

τὰ κεφάλαια τῶν ὑπὸ τοῦ πατρὸς λεγομένων.

μνημόσυνα: εἰς τὸ μνημονεῦσαι ἀπογράψομαι.

φάθʼ τὸ τέλειον φατέ.

ἢν κτλ. ἤγουν ἐὰν ἡττηθῶ … ὑπὸ τοῦδε.

στροφὴ κώλων ηʹ.

ὄχλος τὸ σύστημα.

οὐδʼ ἀκαρῆ: οὐδὲ βραχὺ οὐδὲ κατὰ τὸ τυχόν.

σκωπτόμενοι δʼ ἂν: ὅτι τῷ σκώπτειν ὁμοίως ἡμῖν κέχρηται. οὐδὲν δὲ ἀναγκαῖον· δύναται γὰρ καὶ Γ τὸ σκωπτόμενοι ἀντὶ τοῦ γέλωτα παρέχοντες.

ἐργάται.

θαλλοφόροι: ἐν τοῖς ὑπομνήμασιν οὕτω γέγραπται· «θαλλοφόροι ἀντὶ τοῦ ἐργάται· “θαλλόν τʼ ἐρίφοισι φορῆναι”· οἱ γέροντες γὰρ τὰ τοιαῦτα ἐν ἀγρῷ οἰκονομοῦσιν». εὐχερεῖς δέ εἰσιν, περὶ ὧν μηδὲν ἔσχον εἰπεῖν σαφές, ἀποσχεδιάζοντες. θαλλοφόρους γὰρ ἔφη βουλόμενος τοὺς γέροντας δηλῶσαι, ἐπειδὴ ἐν τοῖς Παναθηναίοις οἱ γέροντες θαλλοὺς ἔχοντες ἐπόμπευον. ὡς οὖν εἰς οὐδὲν ἕτερον ὄντων χρησίμων αὐτῶν ἔξω τοῦ θαλλοφορεῖν, οὕτως αὐτοὺς ἐπέσκωψεν. ὁ μέντοι Δικαίαρχος ἐν τῷ Παναθηναϊκῷ φησιν —οὐκ οἶδα ἐξ ὅτου—»ποτὲ καὶ τὰς γραῦς ἐν τοῖς Παναθηναίοις ὑπειλῆφθαι θαλλοφορεῖν» πολλῶν ἀλλήλοις ὁμολογούντων ὑπὲρ τοῦ μόνους τοὺς πρεσβύτας θαλλοφορεῖν … Ξενοφῶντος μὲν ἐν τῷ Συμποσίῳ, Φιλοχόρου δὲ ἐν τῇ δευτέρᾳ, ὅς γε καὶ τὸν καταδόντα τὸ ἔθος Ἐριχθόνιον συνίστησιν. μνημονεύει τοῦ ἔθους Κρατῖνος μὲν ἐν Δηλιάσιν, Φερεκράτης δὲ ἐν Ἐπιλήσμονι.

ἀντὶ τοῦ ἐργάται, ὡς ἐν τοῖς ὑπομνήμασιν ἀναγέγραπται.

τὸ ἔγκλημα ἔλεγον ἀντωμοσίαν διὰ τὸ ἀντομνύναι τοὺς ἀδικοῦντας.

ἀντωμοσιῶν: τῶν δικῶν. ἀντωμοσίαι δὲ ἐκαλοῦντο, ὅταν ὁ ἐγκαλούμενος περὶ κλοπῆς ἐν τῷ δικαστηρίῳ ὠμωμόκει πρὸ δίκης καὶ ὁ ἐνάγων δὲ αὐτὸν Γ ἀντωμωμόκει αὐτὸν εἶναι τὸν λῃστήν καὶ οὗτοι λοιπὸν μάρτυρες ἐκαλοῦντο.

τῶν τραγημάτων λεπύριον ἢ ὄστρακον.

κελύφη: ἀντὶ τοῦ καλύμματα … δικῶν· ἢ τῶν ἐγκλημάτων. κελύφη δὲ τὰ τῶν ᾠῶν καλύμματα. ὡσεὶ ἔλεγεν ἀποβλήματα δικῶν.

ἀλλʼ ὦ: παραθαρσύνων τὸν Φιλοκλέωνα ὁ χορὸς ταῦτά φησιν.

βασιλείας ἀντὶ τοῦ ἀρχῆς.

βασάνιζε κίνει, δοκίμαζε.

ἀπὸ βαλβίδων: ἀπʼ ἀρχῆς, εὐθέως. ἀπὸ μεταφορᾶς τῶν σταδιοδρομούντων· βαλβὶς γάρ ἐστιν ἡ ἀφετηρία. ἦν δὲ αὕτη γραμμήὴ δέ Γ ἐφʼ ἧς εἱστήκεσαν, ἕως ἂν ἀποσημάνθῃ ὁ δρόμος αὐτοῖς

τρυφερώτερον: τρυφῆς δεόμενον. καλῶς δὲ ἡ προσθήκη τοῦ γέροντος· ἀσθενεῖς γὰρ περὶ τὰς ἡδονὰς οἱ γέροντες.

τοῖς δικαστικοῖς.

τοῖς δρυφάκτοις τοῖς περιφράγμασι τοῦ δικαστηρίου.

ἐμβάλλει μοι τὴν χεῖρʼ: ὃ ποιοῦσιν οἱ τοῖς δικασταῖς θωπευτικοὶ προσιόντες ἠρέμα ἐφαπτόμενοι τῆς χειρὸς ἐν τῷ ἀσπάζεσθαι …

οἱ θωπευτικῶς προσιόντες ἠρέμα ἐφαπτόμενοι τῆς χειρὸς τῶν δικαστῶν ἠσπάζοντο

διὰ τὸ μέλλειν κρίνεσθαι αὐτοὺς ἐπὶ δημοσίων κλοπῇ … προκαταλαμβάνοντες

ἐμβάλλει μοι ἐμβάλλουσίν μοι.

οἰκτροχοοῦντες: οἰκτρῶς χέοντες. καὶ Ὅμηρος· ἥ τε πολυτρωχῶσα χέει πολυηχέα φωνήν.

ξυνσίτοις ἀγοράζων νῦν τὸ «ἀγοράζων» ὡς ἡμεῖς λέγομεν.

ὃς ἔμʼ οὐδʼ ἂν ζῶντʼ ᾔδειν: ὅστις οὐδʼ ἂν λόγου με ἠξίωσεν, εἰ μὴ εὐεργετήθη ὑπʼ ἐμοῦ.

τουτὶ περὶ: ἐν τῷ γραμματείῳ ὁ Βδελυκλέων ἀπογράφεται, ὡς ὅτι ἀντιβολοῦνται οἱ δικασταί … ὡς καὶ ἄνω εἴρηκεν, ἵνʼ ἔχῃ τοῦτο εἰς κατηγορίαν αὐτῶν.

ἀπομορχθεὶς ἀποβαλών.

ἔνδον τούτων ὧν ἂν φάσκω: ἀντὶ τοῦ «ἃ ἔξωθεν ἐπαγγέλλομαι ποιεῖν, ἔνδον οὐ ποιῶ». τοιοῦτοι γὰρ οἱ δικασταί· παραχρῆμα μὲν ἐπαγγέλλονται, ὕστερον δὲ ἀρνοῦνται.

εἰς ἀπόφευξιν εἰς τὸ ἀποφυγεῖν.

ἀπόφευξιν ἀποφυγήν.

κακὰ πρὸς τοῖς οὖσιν: ἐν σχήματι εἴρηκε μεταβὰς ἀπὸ τοῦ πληθυντικοῦ εἰς τὸ ἑνικόν. ὁ δὲ νοῦς· ἕως ἂν οὗτοι τὰ κακὰ τὰ ἡμέτερα ἀποφήνωσι τοῖς ἑαυτῶν ἴσα.

ἀντὶ τοῦ τοσαῦτα λέγουσιν, ἕως ἂν ἀποδείξωσιν ἑαυτοὺς πένητας ὡς ἐγώ.

αὐτοὺς πένητας ἀποδείξωσιν ὡς ἐγώ.

ἕως ἄν, φησίν, τὰ ἑαυτῶν κακὰ ἀποφήνωσι τοῖς ἐμοῖς ἴσα, ἤγουν ἕως ἂν ἀποδείξωσιν ἐγώ· ἀπὸ πληθυντικοῦ δὲ εἰς ἑνικὸν μετέβη.

Αἰσώπου τι γελοῖον: οὗτος ὁ Αἴσωπος τραγῳδίας ποιητὴς Γ ἐγένετο ὑποκριτὴς … γελοιώδης. Αἰσχύλου δὲ ἦν ὑποκριτής.

γελοιον προπερισπωμένως τὸ «γελοιον» ἐν ἑτέροις.

εὐθὺς ἀνέλκει: διὰ γὰρ τὸν οἶκτον οἱ δικαζόμενοι τοῦτο ἐποίουν.

ἀνέλκει εἰς τὸ βῆμα.

ἀκροῶμαι ἵνα κἀνταῦθα ἐλεηθῇ

ἅμα βληχᾶται: ποιὰν φωνὴν ἀφίησιν ἐλεεινήν. ἐκ δὲ τῆς ἀσήμου ταύτης φωνῆς τοῦ «βληχᾶται» δηλοῖ τὴν βραχεῖαν τῶν παίδων ἡλικίαν.

τῆς εὐθύνης ἀπολῦσαι τῆς δίκης παρεκβάλλων.

εἰ μὲν χαίρεις ἀρνὸς φωνῇ: παίζει ταῦτα, ἐπεὶ ἐκεῖνοι οὕτως λέγουσιν· τοιαῦτα οἱ ἱκετεύοντες ἔλεγον· εἰ μὲν ἄρσενά τις ἔχει, εἰς τοὺς ἄρσενας ἀπίτω· εἰ δὲ θήλεια τὰς θηλείας κατοικτειράτω.

ἐλεήσαις λέγει τὸ Γ ἐλέησον … ἢ ἀπόλυσον.

χοιριδίοις: ἴσως, ὅτι χοῖρος προσαγορεύεται τὸ τῆς γυναικὸς αἰδοῖον

κόλλοπα: τὴν νευράν. τὸ τοῦ ταύρου τραχηλιαῖον· σκληρότατον τοῦτο. θέλει οὖν εἰπεῖν «τὸ στερεώτατον τῆς ὀργῆς.»

τὸν κόλλοπʼ ἀνεῖμεν: ἀντὶ τοῦ τὸ στερεώτατον τῆς ὁρμῆς, ἀπὸ τοῦ κατὰ τὸν τένοντα κόλλοπος· ἔστι δὲ δέρμα στερεώτατον. ἢ καὶ παρὰ τὸν τένοντα τῆς χορδῆς κάλλοπα τὸν κόλλοπα.

κόλλοπες γὰρ λέγονται οἱ πασσαλίσκοι τῆς κιθάρας, εἰς οὓς ἀποδεσμοῦνται αἱ νευραὶ καὶ τείνονται στρεφομένων ἐκείνων «ὀργῆς» οὖν «κόλλοπα» ἀντὶ τοῦ τὴν τάσιν τῆς ὀργῆς … «ὀλίγον χαλῶμεν».

παρὰ τὸν τὴν χορδὴν τείνοντα κόλλοπα «τῆς ὀργῆς» νῦν «τὸν κόλλοπα» εἶπεν «ὀλίγον χαλῶμεν».

τὸν κόλλοπʼ ἀνεῖμεν ἀντὶ τοῦ τὴν τάσιν τῆς ὀργῆς.

καταχήνη: χλευή, κατάγελως, καταφρόνησις.

γρ. καὶ «πλούτου».

καὶ τἀγαθά μοι μέμνησο: καὶ μέμνησο, φησίν, εἰπεῖν, ἃ ἔχεις … φάσκων ἄρχειν τῆς Ἑλλάδος.

ἐπειδὴ ἔλεγεν ὁ Φιλοκλέων, ὅτι οἱ δικασταὶ ἄρχουσι τῆς Ἑλλάδος.

τὴν ... ἀρχήν τῆς ... ἄρχειν.

καὶ γὰρ οἱ ὀρφανοὶ ἐδοκιμάζοντο.

παίδων τοίνυν δοκιμαζομένων: πρὸς τὸ ἔθος τοῦτο λέγει Ἀριστοτέλης δέ φησιν, ὅτι ψήφῳ οἱ ἐγγραφόμενοι δοκιμάζονται οἱ νεώτεροι εἰ μὴ ἐτῶν ιηʹ εἶεν. ἴσως δʼ ἂν περὶ τῶν κρινομένων παίδων εἰς τοὺς γυμνικοὺς ἀγῶνας λέγει οὐχ ὡς ἐν δικαστηρίῳ κρινομένων, ἀλλʼ ὑπὸ τῶν πρεσβυτέρων.

τῶν γὰρ παίδων τὴν ἡλικίαν δοκιμάζοντες τὰ αἰδοῖα ἐσκόπουν διὰ τὸ δεῖσθαι αὐτῶν εἰς τὸ χρησιμεύειν ἐν ταῖς λειτουργίαις.

Οἴαγρος τραγικὸς ὑποκριτής.

κἂν Οἴαγρος: ὅτι τραγικὸς ὑποκριτὴς … ὁ Οἴαγρος, εἴρηται πρότερον. ὡς θαυμάζων δὲ αὐτόν φησιν, ὅτι κἂν ἐκεῖνος ὁ μέγας καταδικασθῇ. ἐκ τῆς Νιόβης δὲ. καὶ γὰρ ὑπεκρίθη τὴν Νιόβην ἢ Σοφοκλέους ἢ Αἰσχύλου.

ἐπίχειρα μισθόν.

ἐπίχειρα δὲ μισθούς, τὰ ἀπὸ τῶν χειρῶν κέρδη.

τὸ στόμιον τῶν αὐλητῶν· ἐν γὰρ ταῖς ἐξόδοις τῶν τραγικῶν ηὔλουν.

ἐν φορβειᾷ: φορβειά ἐστι τὰ δέρματα τὰ περὶ τὰ στόματα τῶν αὐλητῶν προσδεσμευόμενα ὅπως ἂν σύμμετρον τὸ πνεῦμα πεμπόμενον ἡδεῖαν τὴν φωνὴν τοῦ αὐλοῦ ποιήσῃ. ὃ δὲ λέγει, τοῦτό ἐστιν … ὅτι ἐπὰν νικήσῃ αὐλητής, ἀντίδοσιν τούτου ποιῶν προπέμπει ἡμᾶς μετὰ τοῦ αὐλοῦ. ἔθος δὲ ἦν ἐν ταῖς ἐξόδοις τῶν τῆς τραγῳδίας χορικῶν προσώπων προηγεῖσθαι αὐλητήν, ὥστε αὐλοῦντα προπέμπειν, ὅπερ ἔλαβεν εἰς ἰδιότητα τῶν δικαστῶν ὁ Φιλοκλέων.

· ἔλαβε δὲ τοῦτο ὁ Φιλοκλέων ὡς ἴδιον τῶν δικαστῶν.

ὅτι οὕτω περὶ τὸ στόμα εἶχον οἱ δικασταί.

ἐν φορβειᾷ κτλ. τῷ δέρματι τῷ περὶ τὸ στόμα τῶν αὐλητῶν προδεδεμένῳ.

ἔξοδον κτλ. ἐν ταῖς ἐξόδοις ηὔλουν

ἐπίκληρον: ἐπίκληρος λέγεται ὁ νῦν καλούμενος μονοκληρονόμος.

τὸν καλούμενον νῦν μονοκληρονόμον.

τῷ κτλ. ὁ πατήρ τινι ἐκδοθῆναι κελεύει καταλιπὼν τὴν θυγατέρα.

ὅταν δὲ παῖς ... πατροῦχον. νόμος δὲ ἦν Ἀθήνῃσιν γνησίας ... πατρῷα.

κλαίειν ἡμεῖς οὕτως Ἀττικοί.

καὶ τῇ κόγχῃ: τοῖς σημείοις. ὡς κόγχας ἐπιτιθέντων ταῖς σφραγῖσιν φυλακῆς ἕνεκεν «κόγχῃ» δὲ τῷ κογχυλίῳ τῷ ἐπικειμένῳ ταῖς σφραγῖσι διὰ τὸ μὴ ἀφανίζεσθαι τοὺς τύπους αὐτῆς.

ὅτι ἐν ταῖς σφραγῖσι ταῖς ἐν τοῖς γραμματείοις κόγχην ἤτοι κογχύλιον ἐπιτιθέασιν, ὅπως μὴ ἀφανίζοιντο οἱ τύποι αὐτῶν· οἶμαι δέ, ὅτι ἔριον ἐπετίθουν ἐκ κογχύλης βεβαμμένον.

τῇ κόγχῃ τῷ κογχυλίῳ.

πάνυ Γ σεμνῶς Γ μετὰ πολλῆς ἐπιμελείας. Γ

τοῖς σημείοισιν ἐπούσῃ ταῖς σφραγίσιν … ἐπικειμένῃ.

ἔδομεν ταύτην: ἐκδίδομεν αὐτήν, φησίν, τῷ δωροδοκοῦντι ἡμᾶς.

μακαρίζω: λείπει ἡ κατά. τοῦτό σε, φησίν, μακαρίζω, τὸ ἀνγεκλήτως πράττειν.

πέπαικται πρὸς τὴν κόγχην.

ἀνακογχυλιάζων: πρὸς τὴν κογχύλην πέπαιχεν. λέγουσι δὲ βραχέως τὴν τετάρτην συλλαβὴν τοῦ ἀνακογχυλιάσαι. λέγεται δὲ ἀντὶ τοῦ κωλύων.

ἔτι δʼ ἡ βουλὴ χʼὡ δῆμος: ἡ βουλὴ καὶ ὁ δῆμος, ἤγουν ὅταν ἀπορήσῃ τοῦ πράγματος, τοῖς δικασταῖς ἐπιτρέπει

Εὔαθλος οὗτος ῥήτωρ … συκοφάντης.

Εὔαθλος: Εὔαθλος ῥήτωρ συκοφάντης, οὗ μνημονεύει καὶ ἐν Ἀχαρνεῦσι καὶ ἐν Ὁλκάσιν οὕτως· ἔστι τις πονηρὸς ὑμῖν τοξότης συνήγορος, ὥσπερ Εὔαθλος. μνημονεύει δὲ αὐτοῦ καὶ Πλάτων ἐν Πεισάνδρῳ καὶ Κρατῖνος ἐν Θρᾴτταις. Κολακώνυμον δὲ εἶπε τὸν Κλεώνυμον· εἴρηται δέ, ὅτι κόλαξ καὶ ῥίψασπις

τὸ δὲ «οὐχὶ προδώσειν ἡμᾶς», ἐπεὶ ἐπιλέγουσι γὰρ τὰ τοιαῦτα οἱ ῥήτορες, ὡς «ὑπὲρ «ὑμῶν ἀγωνίζομαι καὶ οὐχὶ προδώσω τὴν πόλιν».

Κολακώνυμος: ἀντὶ τοῦ Κλεώνυμος.

ἀσπιδαποβλής εἴρηται γάρ, ὅτι ῥίψασπις ὁ Κλεώνυμος …

οὐχὶ προδώσειν κτλ. ὅπερ ἐστὶ κόλακος ῥῆμα.

κἀν τῷ δήμῳ γνώμην: ὅτι ὁ δημηγορῶν ἐν τῷ δήμῳ, φησίν, οὐκ ἰσχύει τῆς νικῆς τὴν ψῆφον ἄνευ τῆς κρίσεως τῶν δικαστῶν, εἰ μὴ πρότερον πρὸς μίαν δίκην δικάσαντες οἱ δικασταὶ παρεῖεν καὶ ἐπιτρέψωσιν, ὅπως τὸ ἅπαξ κυρωθὲν κύριον εἴη.

ἐὰν μὴ εἴπῃ τὰ δικαστήρια: οἷον μηκέτι ἔχειν τινὰ ἐξουσίαν ἄδικον ποιῆσαι, ἀλλʼ ἅπαξ κριθῆναι ὑπὲρ τούτων καὶ μὴ γενέσθαι ὑπερβόλιμόν τινι ποιήσασθαι ἐπὶ τῶν γνωμῶν καὶ τῶν ψηφισμάτων, ἀλλὰ τὸ ἅπαξ κριθὲν κύριον εἶναι.

αὐτὸς: κατʼ ἐξοχὴν τὸ «αὐτός».

ὁ κεκραξιδάμας ὁ τῇ βοῇ δαμάζων … καὶ θορυβῶν.

οὐ περιτρώγει οὐ δωροδοκεῖ.

φυλάττει κτλ. ὅτι ὑπηρετεῖ καὶ διὰ χειρὸς ἔχων θεραπεύει.

ἀπαμύνει ἤγουν ἀποσοβεῖ.

καίτοὐστὶν «καίτοι ἐστὶν» τὸ ἐντελές.

Εὐφημίου: ὅτι Εὐφήμιος τῶν ἄγαν ἐπὶ κολακείᾳ διαβαλλομένων ἐστίν, ᾧ παρείκασε τὸν Θέωρον … διὰ κολακείαν τὰ ὑποδήματα τῶν δικαστῶν ἀποψῶντα καὶ ἀλείφοντα. μετῆκται δὲ ἀπὸ τῶν ἀγγείων· κυρίως γὰρ περικωνῆσαί ἐστι τὸ πισσῶσαι τὰ κεράμια.

περικωνεῖ κύκλῳ περιψᾷ.

ἔμπλησο κορέσθητι.

πρωκτὸς λουτροῦ: ἐπὶ τῶν βιαζομένων εἰς κακὸν αὐτοῖς· καὶ παροιμία ἐπὶ τῶν μὴ δυναμένων νίψασθαι τῆς κοιλίας φερομένης συνεχῶς.

πρωκτὸς λουτροῦ: παροιμιακὸν τοῦτο τὸ «πρωκτὸς λούτρου περιγίνεται» ἐπὶ τῶν ἐπὶ κακῷ τῷ ἑαυτῶν νικώντων· ἢ ἐπὶ τῶν ἀεὶ μολυνομένων καὶ βιαζομένων καθαίρεσθαι. ὁ γὰρ πρωκτὸς πλυνόμενος περιγίνεται τῆς καθάρσεως καὶ ἔτι μολύνεται καὶ μᾶλλον ἐν τῇ ῥύσει τῆς γαστρός. εἴρηται δὲ ἀπὸ τῶν τὴν γαστέρα φερομένην ἐχόντων καὶ ἐν τῷ ἀπολούεσθαι νικωμένων τῇ φθορᾷ

Εὐφρόνιος μὲν ὡς τῆς εἰκόνος αὐτοῦ ματαίας οὔσης, ὅτι «“ματαίων ἐπιθυμεῖς”· καὶ γὰρ τὸ μέρος ἐκεῖνο πλυνόμενον ἔτι μολύνεται». Καλλίστρατος δὲ «παροιμία» φησὶ «“πρωκτὸς λουτροῦ περιγίνῃ” ἐπὶ τῶν βιαζομένων εἰς κακὸν ἑαυτοῖς ὡς εἴ τις βιάζοιτο μὴ ἀποπλύνεσθαι».

πρωκτὸς λουτροῦ ἤγουν ματαίων ἐπιθυμῶν.

τῆς περισέμνου κατʼ εἰρωνείαν «τῆς περισσῶς σεμνῆς».

ὅταν οἴκαδʼ ἴω: ὅτι παλαιὰ ἡ διὰ τῶν γυναικῶν τημελία· καὶ οὕτως ἐτημέλουν τοὺς πατέρας καὶ γέροντας,

ἐπιμέλεια· οὕτω γὰρ ἐπεμέλοντο τῶν πατέρων γεγηρακότων,

ὥστε μετὰ τὸ νίψαι ἀλείφειν τοὺς πόδας αὐτῶν Εὐφρόνιος δὲ καὶ τοὺς παρʼ Ὁμήρῳ «λιπαροὺς πόδας» οὕτως ἀποδιδόναι τινάς φησιν.

εἰσήκονθʼ προσιόντα.

ἀπονίζῃ ἀποκαθαίρῃ ἀπονίπτρῳ.

παππάζουσʼ παππίαν καλοῦσα.

ἐκκαλαμᾶται: ἀποσπᾶται· ἀπὸ τῶν διὰ καλάμου τοὺς ἰχθῦς ἀγρευόντων.

φυστὴν μάζαν: φυστὴ μάζα ποιὰ Γ ἐξ ἀλφίτου καὶ οἴνου κατεσκευασμένην ὀξυτόνως δέ, ὥς φησιν καὶ Γ Ἡρωδιανός.

ἔντραγε ἐντρύφησον.

ὁπότʼ ἄριστον παραθήσει τὸ ἐπαχθὲς τῶν οἰκετῶν σημαίνει.

τονθορύσας κτλ. γογγύσας καὶ καθʼ ἑαυτὸν φθεγγόμενος ἔστι δὲ ποιὰ φωνή.

μάξῃ ἀριστοποιήσῃ.

τάδε κέκτημαι: τὰ ἐκ τοῦ δικαστηρίου χρήματα.

σκευὴν: ἀντὶ τοῦ ὅπλα

ἀλεωρὴν σκέπην.

τινὲς «τὸν ὄνον» ἀντὶ τοῦ «οἰνηρὸν ἀγγεῖον.»

τὸν ὄνον: ὄνος εἶδος ἀγγείου· ἴσως δὲ διὰ τὸ διάπλασμα ἔχων ὄνου μορφήν.

κατεσκευασμένον εἰς ὄνου μορφήν.

κλίνας ἀνακλιθείς.

οὗτος: ὁ ὄνος κεχηνώς.

οὗτος δὲ: ὁ ὄνος· ἔπαιξε δὲ ὡς πρὸς τὸ ζῷον.

βρωμησάμενος βρωμᾶσθαί ἐστι τὸ πεινῶντα τὸν ὄνον ὀγκᾶσθαι.

βρωμησάμενος ὀγκησάμενος.

δῖνος ἀγγεῖον.

δίνου ἀγγείου.

δίνου: δῖνος ἀγγεῖόν τι κεράμειον οἴνου, οἷον πρόχυμα, βάσιν οὐκ ἔχον, ἀλλὰ κάτωθεν ὑπότροχον «στράτιον» δὲ τὸ εἰς πολλοὺς τῶν στρατευομένων διῆκον· ἐχρῶντο γὰρ καὶ κήρυξιν ἐν τοῖς στρατεύμασιν.

στράτιον: τὸ εἰς πολλοὺς τῶν στρατευομένων διῆκον.

ἅπερ ὁ Ζεύς: ἃ τῷ Διὶ εἰώθασι λέγειν.

παρὰ τὰ εἰωθότα λέγεσθαι ὑπὸ τῶν ἀνθρώπων ἐπὶ τοῦ ὑπερβάλλοντος φόβου … παίζει δέ.

λέγει … τὸ «βροντᾷ» καὶ τὰ ἑξῆς.

ὦ Ζεῦ βασιλεῦ παίζει ἐνταῦθα.

κἂν ἀστράψω: οἷον φόβον κατʼ ἀρχὴν δείξω.

ποππύζουσιν: ἔθος γὰρ ταῖς ἀστραπαῖς ποππύζειν.

κἀγκεχόδασί με κτλ. καὶ τὸ «κεχόδασι» παρὰ τὸ εἰωθὸς γίνεσθαι ὑπὸ τῶν φοβουμένων παίζει.

λέγει ὅτε βρονταὶ καὶ ἀστραπαὶ γίνονται, παίζων.

στροφή.

καθαρῶς ἀντὶ τοῦ καλῶς.

σύστημα.

ῥᾳδίως τρυγήσειν παροιμία «οὐκ ἐρήμας τρυγήσεις».

ἀλλʼ ἐρήμας ᾤεθʼ οὕτω: παροιμία ἐστὶ τὸ «ἐρήμας τρυγήσεις» ἐπὶ τῶν ἀδεῶς τι πραττόντων ὡς μηδενὸς αὐτοῖς ἀντιπράττοντος … «ἐρήμας τρυγήσεις» ἔστι δὲ ἀπὸ τῶν τὰς ἀμπέλους τηρούντων ἀφροντίστως.

ἔστι δὲ ἀπὸ τῶν τὰς ἀμπέλους τρυγώντων τὰς μὴ φυλασσομένας.

ᾤεθʼ κτλ. ἤγουν ὥστε οὔ τινα τὸν ἀντικείμενον εὑρεῖν.

καλῶς γὰρ ᾔδειν: ἐν εἰρωνείᾳ· τοὐναντίον γὰρ παραδηλοῖ πειθόμενος. «οὕτως πιθανώτατα ἔμελλον ἐρεῖν».

γὰρ ᾔδειν κτλ. ἠπιστάμην οὕτω πιθανώτατα ἐρεῖν, ἢ ὅτι ἐν τῷ δικάζειν ἰσχύω.

ἤτοι ταύτῃ τῇ γνώμῃ, ὅτι τὸ δικάζειν βέλτιόν ἐστι τοῦ ἔνδον καθέζεσθαι, ἢ ἀπὸ μεταφορᾶς τῶν πυκτῶν τῶν κατὰ τὴν ἑτέραν χεῖρα τὴν δύναμιν ἐχόντων … καὶ λεγόντων οὕτω· «ταύτῃ κράτιστός εἰμι», ἤγουν τῇ χειρί, καὶ ἐνταῦθα τὸ «ταύτῃ κράτιστός εἰμι» εἴρηκεν, ἤγουν ἐν τῷ δικάζειν ἰσχύω.

ταύτῃ κράτιστός: τῷ αὐτῷ τρόπῳ ἐν τῷ δημηγορεῖν.

στροφή.

ὡς δὲ πάντʼ ἐπελήλυθεν: θαυμάζει ὁ χορὸς τοῦ Φιλοκλέωνος τὴν κατάστασιν.

δικάζειν: δέον εἰπεῖν «οἰκεῖν» «δικάζειν» ἔφασαν ὡς φιλόδικοι.

εἶπεν ὡς φιλόδικος.

σύστημα.

σκορδινᾶται: σκορδινᾶσθαί ἐστιν, ὃ ποιοῦσιν οἱ ἐξ ὕπνου ἀνιστάμενοι … καὶ μετὰ χάσμης τὰ μέλη ἐκτείνοντες. φησὶν οὖν, ὅτι

ὡς προείρηται, τὸ ἐξ ὕπνου ἀνισταμένους τοὺς κύνας ἐκτείνειν τοὺς πόδας. ἤγουν

χασμᾶται καὶ διατείνεται ὑπὸ τῆς ἀθυμίας.

σκορδινᾶται χασμᾶται.

οὐκ ἐν αὐτοῦ οὐκ ἔχει ἑαυτόν.

σκύτη βλέπειν: ὅ ἐστι «πληγάς σοι ἐμβαλῶ». καὶ τοῦτο, φασίν, παροιμία, ἐπὶ τῶν ἐγγιζόντων κακῷ τινι.

παροιμία δὲ ἐλέγετο, ἐπὶ τῶν δειλιώντων.

μέμνηται τῆς παροιμίας Εὔπολις ἐπὶ τῶν ὑποψιαστικῶς διακειμένων ... κακά.

στροφή.

πλέκειν ἤγουν κατασκευάζειν.

παλάμας μηχανάς.

παλάμας ἔργα.

πεπᾶναι πραῧναι· ἀπὸ μεταφορᾶς τῶν καρπῶν.

πεπᾶναι μαλάξαι, ὑποχαλάσαι.

μὴ πρὸς ἐμοῦ λέγοντι: ἀντὶ τοῦ μὴ ὑπὲρ ἐμοῦ, μὴ ἀρέσκοντά μοι … λέγοντι. πάντως γὰρ κατὰ τοῦ δικάζειν ἔμελλε λέγειν.

μύλην ἀγαθὴν: νεοκατασκεύαστον μύλην· καὶ Ὅμηρος δὲ θηλυκῶς ἔφη ἥ ῥα μύλην στήσασα.

κατερεῖξαι: καταθραῦσαι … ἀφʼ οὗ καὶ τὸν ἐρεγμὸν ἀξιοῦσί τινες. τὸ «κατερεῖξαι» ἀπὸ μεταφορᾶς εἴρηται τῶν ἐρεικομένων ὀσπρίων, ὅθεν καὶ τὸ «ἐρεικόμενος περὶ δουρί». εἴρηται δʼ ἐν τοῖς Βατράχοις.

δεινῆς γνώμης: ἀντὶ τοῦ μείζονος, φησίν, γνώμης ἐστὶν ἢ κατὰ κωμῳδίαν ἐστὶ τὸ ἰᾶσθαι νόσον πεπαλαιωμένην ἐν τῇ πόλει· λέγει δὲ τὸ φιλόδικον. διὰ τοῦτο καὶ ἐπικαλεῖται τὸν Δία.

ʼπὶ τρυγῳδοῖς ἤγουν ἐν κωμῳδίᾳ.

νόσον ἀρχαίαν τουτέστι τὸ φιλόδικον.

ἀρχαίαν πεπαλαιωμένην.

ἐντετοκυῖαν ἐμφωλεύσασαν

ἐντετοκυῖαν γεννηθεῖσαν.

μὴ πατέριζε: πατέρα κάλει. ἔμελλε δὲ εἰπεῖν· «σοὶ πάντα δυνατά ἐστιν, ὦ Ζεῦ»,

«σοὶ πάντα δυνατά ἐστιν», ὤφειλεν εἰπεῖν, «ὦ Ζεῦ»,

καὶ διέκοψεν αὐτὸν ὁ Φιλοκλέων.

κἂν χρὴ: κἂν ὡς ἀνδροφόνος λογισθῶ καὶ τῶν θυσιῶν μὴ μεταλαβών πρὸς τὸ ἔθος δέ ὅτι οἱ ἀνδροφόνοι οὐ μεταλαμβάνουσι τῶν θυσιῶν. φησὶν οὖν, ὅτι οὐκ ἔστιν, ὡς οὐ τεθνήξῃ, κἂν ὡς ἀνδροφόνος λογισθῶ.

τεθνήσει «τεθνήξῃ» ἀττικῶς.

σπλάγχνων μʼ ἀπέχεσθαι θυσιῶν μὴ μεταλαβεῖν.

παππίδιον: ὑποκοριστικῶς πάππε.

χαλάσας: ἤγουν παυσάμενος τῆς ὀργῆς. ἔθος γὰρ τοῖς ὀργιζομένοις αἴρειν τὰς ὀφρῦς.

ὡς πρὸς τὸ φιλόδικον εἶπεν. φαύλως δὲ ἀντὶ τοῦ ἁπλῶς.

μὴ ψήφοις, ἀλλʼ ἀπὸ χειρός: πολλαχοῦ δῆλον, ὅτι ψήφοις ἐλογίζοντο οἱ παλαιοί, ἀφʼ οὗ τὸ ψηφίζειν. νῦν δὲ καὶ ταῖς δικαστικαῖς ψήφοις, πρὸς ὃ παίζει.

νῦν δὲ καὶ τὰς δικαστικὰς λέγει ψήφους, παίζων διὰ τὸ φιλόδικον αὐτῶν.

τὸ δὲ φαύλως ἀντὶ τοῦ ἁπλῶς, ἀφελῶς. ὡς φιλόδικος δὲ εἶπε «ψήφοις».

λόγισαι λογαρίασον, ἀρίθμησον.

ψήφοις λεπτοῖς λίθοις.

ἀπὸ χειρός ἤγουν μετὰ τῶν δακτύλων τῶν σῶν ἀρίθμησον.

κἄξω τούτου: καὶ ἡ ἔξω διδομένη τοῖς δικασταῖς δραχμή ἑκατοστὰς δὲ τὰς ὑπὲρ τοῦ τέλους χορηγουμένας … ἀπὸ τῶν πόλεων.

πρυτανεῖα: πρυτανεῖα λέγει τὰς δεκάτας, ἃς κατέβαλλον δεκάτας τῶν χρεῶν οἱ δανεισταὶ ὑπὲρ παραστάσεως τῶν χρεωφειλετῶν, ὅπως ἂν ἀπαιτηθῶσιν, ἅπερ ἦσαν τέλη· καὶ τὰ ὑπὲρ τῶν μετάλλων τοῦ ἀργυρίου εἰσοδιαζόμενά φησι καὶ τὰ ἀπὸ τῆς ἀγορᾶς καὶ τῶν λιμένων τέλη ὑπομιμνῄσκει.

μισθούς τοὺς φόρους. Γ

δημιόπρατα: ἐδήμευον γάρ τινας καὶ τὰς οὐσίας αὐτῶν κοινὰς ἐποίουν … πᾶσιν.

τάλαντʼ ἐγγὺς: τὸ ἐγγὺς ἀντὶ τοῦ πᾶσιν ὁμοῦ. τοῖς ἑξακισχιλίοις γάρ φησίν, ἑκατὸν πεντήκοντα γίνεται τάλαντα τοῦ ἐνιαυτοῦ.

«δικασταί» λείπει.

πλείους κτλ. οὐ γὰρ πλείους κατενάσθησαν τῶν ἕξ.

ἑκατὸν δήπου καὶ νʹ: εἰς δέκα μῆνας λογίζεται τὸν ἐνιαυτὸν ὡς τῶν δύο μηνῶν εἰς ἑορτὰς προχωρούντων. ἑκάστῳ γὰρ τριώβολον τῆς ἡμέρας διδόμενον δεκαπέντε τοῦ μηνὸς τάλαντα ἐποίει … ὡς ἐκ τῶν ἑξῆς δῆλον γίνεται.

εἰς τοὺς δημαγωγοὺς καὶ δικαστὰς καὶ λέγοντας τὸ «οὐχὶ προδώσω».

ἐς τούτους: εὖ τὸ μή, ὡς ἔτυχεν, εἰπεῖν τὸ πλῆθος, ἀλλὰ τὴν ἀταξίαν προσονειδίσαι.

περιπεμφθείς: ἀπατηθείς καὶ κολακευθείς … καὶ θεραπευθείς.

οὗτοι μὲν κτλ. οἱ ῥήτορες, φησίν, ἢ οἱ στρατηγοί, ὅτε δωροδοκοῦσιν, οὐκ ὀλίγα λαμβάνουσιν, ἀλλὰ πεντήκοντα τάλαντα, ἀντὶ τοῦ πολλά.

τοὺς ἀργελόφους: τὰ περιττὰ καὶ ἄχρηστα. ἀργέλοφοιοί γὰρ τῆς μηλωτῆς οἱ πόδες, οὓς ποδεῶνας καλοῦσιν, καὶ οὗτοι ἄχρηστοι.

τὰ κράσπεδα, οὓς ποδεῶνας καλοῦσιν· οὗτοι δὲ ἄχρηστοί εἰσιν.

σύρφακα: τὸ ἱκανὸν πλῆθος τῶν δικαστῶν τὸ συρφετῶδες.

ἐκ κηθαρίου: ἤγουν ἐξ εὐτελῶν τρεφόμενον. τὸ κηθάριον γὰρ πλέγμα τι ἐστὶ κανισκῶδες ἐπιτιθέμενον τῇ κληρωτρίδι τῶν ψήφων. «λαγαριζόμενον» δὲ ἀντὶ τοῦ τὰ λαγαρὰ ἐσθίοντα, ὅ ἐστιν εὔθραυστα καὶ εὐτελῆ τινα.

κήθια λέγει τὰ ὀξύβαφα, ἐξ ὧν τοὺς κύβους ἠφίεσαν· πλεκτὰ δὲ ἦν καὶ ταῦτα.

ἐκ κηθαρίου: τὰ ἐκπέταλα τρύβλια, ἃ Εὐφρόνιος κήθια· «μικρὸν οὖν ῥοφοῦντα ἐκ τρυβλίου καὶ τρωγαλίζοντα, οἷον κυάμους καὶ ὅσα τοιαῦτα». οὐκ ἔστι δέ, ἀλλʼ ἀγγεῖον πλεκτόν, εἰς ὃ τὰς ψήφους καθιᾶσιν, τὸ κήθιον, οἷον ὡς ἀπὸ τοῦ ψηφηφορεῖν οὖν μόνον τρεφόμενον. καὶ Χαῖρις δὲ τὸ κήθιον τρυβλίου τι εἶδος καὶ τὸ λαγαρίζειν τὸ ἀποτρώγοντα θηλάζειν. μήποτε μέντοι καὶ πρὸς τὴν τῶν κύβων παιδιὰν ὁμοίως ἐχρῶντό τινι βάλλοντες ἐξ αὐτοῦ· καὶ γὰρ Ἕρμιππος ἐν Θεοῖς· καὶ πρὸς κύβους ἕστηκʼ ἔχων τὸ κήθιον. τὸ δὲ λαγαρίζεσθαι ἕτερόν τι ἔοικεν ἐμφαίνειν· Φερεκράτης Μυρμηκανθρώποις ἀντὶ τοῦ σκαλεύειν· ἆρά ποθʼ ὑμεῖς καὶ τῆς ὀροφῆς τὸν χοῦν κατὰ τῆς κεφαλῆς κατακοιμήσονται λαγαριζόμενοι.

ἴσως ἂν οὖν λέγοι ἤτοι ἐκ τῶν ἀγγείων τῆς ψήφου ἀποξύοντας τὸν μισθὸν ἢ ἐξ ἄγγους τινὸς πλεκτοῦ, οἷον ὁ κάρταλος, τραγαλιζομένους ὡς ἂν πένητας.

ἴσως οὖν λέγει, ὅτι ἐκ τοῦ ἀγγείου τῶν ψήφων ἀποξύοντα τὸν μισθὸν καὶ τραγαλίζοντα ὡς ἂν πένητα. τραγαλίζειν δὲ τὸ ἐσθίειν.

λαγαριζόμενον: ἀντὶ τοῦ ἀποξύοντα ὡς ἀπὸ τῶν δικαστικῶν ἀγγείων· ταῦτα δὲ ὡς περὶ πενήτων.

τραγαλίζοντα: ἐσθίοντα.

Κόννος κιθαρῳδὸς ἦν πϛ.

Κόννου ψῆφον: Καλλίστρατος παροιμίαν φησὶ «Κόννου θρῖον», παρʼ ἣν παίζει· Εὐφρόνιος δέ, ὅτι ἐλέχθη διὰ τὸ ἡδύν τινα τὸν Κόννον εἶναι· οἱ δὲ Κόννον λέγεσθαι τὸν κιθαριστήν. μήποτε δὲ οὐδὲ ὅλως ἐστὶ Κόννος, ἀλλὰ Κόννας, ὃν οὐδὲ Κοννᾶς προενεκτέον, ἀλλὰ ἐπὶ βαρύ, ὡς Μίδας. «Κόννου ψῆφος», οἷον τὸ μηδέν.

Κόννος εὐτελής. Κόννος γὰρ τὰ πατρῷα κατέφαγε καὶ πένης ἦν. «ψῆφον» δὲ εἶπε διὰ τὸ περὶ δικαστοῦ λέγειν.

κιθαρῳδὸς ἦν νέος. ἔστι δὲ παροιμία ἐπὶ τῶν μηδὲν ἀξίων.

Κόννου ψῆφον: ἐπὶ τῶν οὐδενὸς ἀξίων. ὁ δὲ Κόννος λυρῳδὸς ἦν, ὥς τινές φασιν, τῶν ἀφώνων· ὡς δέ τινες, κιθαρῳδός.

ὕρχας: κεράμεα ἀγγεῖα … ὑποδεκτικὰ ταρίχων δύο ὦτα ἔχοντα.

δάπιδας: τὰς ψιλὰς τοῖς τάπησιν. ἐν δέ τισι τῶν ἀντιγράφων «δάπισιν» εὕρηται ἐν τῷ Πλούτῳ· «οὐδʼ καταδαρθεῖν», ἀντὶ τοῦ «τάπησιν».

σήσαμα τὸν καρπόν φησιν.

ἐφʼ ὑγρᾷ ἤγουν τῇ θαλάσσῃ.

πιτυλεύσας: πίτυλος καλεῖται ἡ καταβολὴ τῆς κώπης.

πιτυλεύσας ἤγουν καταβαλών.

καὶ κτυπητής, φαντασιοσκόπος. καὶ πυτιλίζω ῥῆμα, ὡς τὸ «οἷόν ἐστιν ... πιτυλίζουσαν».

τοῖς κτλ. τοῖς μικροῖς ἰχθύσιν

Εὐχαρίδης Γ ὄνομα σκοροδοπώλου.

ἀγλῖθας: αἱ κεφαλαὶ τῶν σκορόδων.

ὅτι ἐξηγεῖται τὰς ἀγλῖθας· προεῖπε γὰρ οὐδεὶς οὐδὲ σκορόδου κεφαλὴν τοῖς ἑψητοῖσι δίδωσιν. ἄηθες δὲ καὶ τὸ «μετέπεμψα» ἀντὶ τοῦ «μετεπεμψάμην».

οὐκ ἀποφαίνων οὐ φανεροποιῶν.

φανερὰν ποιῶν.

ἀποκναίεις: λυπεῖς, ὀδυνᾷς, ἀπολλύεις, ἀποκόπτεις, παρεκτείνεις. «τί οὐ ... Μισουμένῳ.

τοὺς τρεῖς ὀβολούς: τὸν δικαστικὸν μισθόν, τὸ τριώβολον … νῦν τρεῖς ὀβολοὺς διαλελυμένως λέγει, ἤτοι τὸν δικαστικὸν μισθόν. τοῦτο δὲ ἄλλοτε ἄλλως ἐδίδοτο τῶν δημαγωγῶν τὰ πλήθη κολακευόντων, ὥς φησιν Ἀριστοτέλης ἐν Πολιτείαις.

τὸν φόρον λέγει, ἀφʼ ὧν ἐδίδοτο τὸ τριώβολον.

μειράκιόν οὐ λέγει τὸ ὄνομα αὐτοῦ.

κατάπυγον πεπορνευμένον.

Χαιρέου υἱός: οἷον οὐδὲ γνήσιος πολίτης. τὸν γὰρ Χαιρέαν Εὔπολις ἐν Βάπταις ὡς ξένον κωμῳδεῖ.

τρυφερωθείς Γ: ἀντὶ τοῦ μαλακῶς σταθείς.

ἥκειν εἴπῃ ἐν ἤθει ταῦτα.

τοῦ σημείου τοῦ ὡρισμένου καιροῦ.

τὸ τριώβολον οὐ κομιεῖται: ὡς ἔθους ὄντος πρὸς σημεῖόν τι ἐκκείμενον ἀθροίζεσθαι τοὺς δικαστάς. ἐν ἤθει δὲ ταῦτα.

αὐτὸς δὲ φέρει τὸ συνηγορικόν: ὑπὲρ τοῦ συνηγορῆσαι. ὅτι ἐλάμβανον γὰρ οἱ ῥήτορες δραχμήν, ὅτε ἐδημηγόρουν ὑπὲρ τῆς πόλεως ἢ ὑπὲρ ἄλλου τινός.

ὕστερος ἔλθῃ ἐκ τοῦ ποιήματος φαίνεται, ὅτι μισθοφόρος ἦν ἡ ἀρχή.

κληρωτοὺς γινομένους δέκα συνηγόρους Ἀριστοτέλης φησίν.

ξυνθέντε κακουργήσαντες.

ἐσπουδακότες.

κᾆθʼ ὡς πρίονες Γ: ὡς οἱ πρίζοντες διαφιλονεικοῦσιν, τίς πρὸς ἑαυτὸν ἑλκύσει.

σὺ δὲ χασκάζεις: ἀντὶ τοῦ ἐπιτηρεῖς, πότε ἔλθῃ ὁ κωλακρέτης καὶ ἐνέγκῃ σοι τὸ τριώβολον. κωλακρέτης δὲ καλεῖται ὁ κατέχων τὰ χρήματα τῆς πόλεως.

ἐπιτηρεῖς οὖν φησίν, Γ τὸν ταμίαν, ὁπότε τὸν μισθὸν λήψῃ.

μέλλει ἐλθεῖν καὶ δοῦναί σοι τὸν μισθόν.

ὁ ταμίας τοῦ δικαστικοῦ ἀναλωμάτων. νόμος δὲ ἦν ... κωλαί.

θῖνα: τὴν καρδίαν, ὡς ἄνεμος τὸν ἄμμον.

τὸν θῖνα ταράττεις: ἀντὶ τοῦ ἐκ βυθοῦ με κινεῖς, ἀντὶ τοῦ τὴν καρδίαν … μου. Εὐφρόνιος δὲ καὶ σεσημειῶσθαί φησιν, ὅτι τὸν θῖνα ἀρσενικῶς, ὡς καὶ Γ Ὅμηρος, εἴρηκεν παρόσον καὶ ὁ θὶς ἐν βάθει τοῦ πελάγους κεῖται καὶ τὸ θυμικὸν ἐν τῇ καρδίᾳ … “τὸν θῖνα ταράττεις” εἶπεν.

κοὐκ οἶδʼ ὅ τι χρῆμα: ἤγουν εἰς τί με διαθήσεις. τοῦτο δέ φησινὶν ὡς ἤδη ἡττώμενος καὶ δεδοικώς, ὅτι ἐπὶ ξίφους τὰ τῆς δημηγορίας ἦν αὐτῷ.

ἅπασιν λείπει “δικασταῖς” δηλονότι

δημιζόντων: τῶν τὸν δῆμον ἀπατώντων.

ἐγκεκύκλησαι μεταβέβλησαι.

ἐγκεκύκλησαι: ἀνέστρεψαι.

πλὴν τοῦθʼ ὃ φέρεις: τοῦτο, ὃ φορεῖς, ἱμάτιον. τὸ δὲ “ἀκαρῆ” ἐπίρρημα· ἀντὶ τοῦ βραχὺ καὶ οἰκτρόν.

ἀντὶ τοῦ βραχὺ καὶ οἰκτρόν· ἔστι δὲ ἐπίρρημα.

καὶ τοῦτʼ ἐρίῳ σοι: ἀπὸ μεταφορᾶς τῶν τὰ ὦτα ἀλγούντων καὶ διʼ ἐρίου ἐπισταζομένων ἔλαιον κατὰ βραχύὺ … τοῦτο λέγει. ἐκ γὰρ τοῦ τριωβόλου τρεφόμενοι καὶ εἰς κατασκευὴν ἱματίου ἀποθησαυρίζοντες ὀλίγον διὰ πολλοῦ χρόνου μόγις συνάγουσι τὴν πλήρη τιμὴν τοῦ ἱματίου.

ἐκκόπτουσιν ἐκ τούτου καὶ μέρος τι καὶ ἀποτιθέασιν, ὡς ἂν καὶ ἱμάτιον ἐκ τούτου ποιήσωσιν, καὶ μόλις συνάγουσι καὶ διὰ πολλοῦ χρόνου τὴν ἱκανὴν τιμὴν τοῦ ἱματίου. καὶ ἐπὶ τοῦ ἀλεύρου δὲ τοῦτο ποιεῖν εἰώθασιν· κατὰ βραχὺ γὰρ ὕδωρ ἐνστάζοντες οὕτω συνάγουσι καὶ ζύμην τὸν ἄλευρον καθιστῶσιν.

ὥσπερ ἄλευρον: ἡ εἰκὼν ἀπὸ τῶν σφόδρα ἀρρωστούντων οἱ γὰρ κατὰ μικρὸν βουλόμενοι ἐμβάλλειν ἔλαιον ἐρίῳ ἐνστάζουσιν.

ἕνεχʼ ἕνεκα.

τούτων ... σοι διὰ τί σε εἶναι βούλονται πένητα.

τιθασευτήν: ἓν σ διὰ τὸ μέτρον. τὸν θεραπεύοντά σε καὶ ἐκτρέφοντα καὶ κολακεύοντα.

ἐπισίξῃ Γ: Λυκόφρων καὶ οἱ περὶ Ἐρατοσθένης τὸ ἐπαφιέναι τὰς κύνας ἐπισίζειν ἔλεγον ἀπὸ τῆς ἐπιφθέγξεως … οὖν ἐπισίζειν λέγουσιν, καὶ τὸ ἐπιρρύξαι ἐφορμῆσαι ὁμοίως παρὰ τῆς φωνῆς.

ἐπιρρύξας ἐφορμήσας.

πόλεις χίλιαι: ἀντὶ τοῦ πολλαί. τῷ ἀπηρτισμένῳ δὲ ἀριθμῷ ἐχρήσατο ἀντὶ ἀορίστου ἢ καὶ ἀπὸ ἱστορίας τὸ τοιοῦτον ἔλαβεν.

δύο μυριάδες: ἐκ πολλοῦ φαίνεται περὶ τοσοῦτον ἀριθμὸν ἤγουν μυριάδας δύο τὸ Ἀθηναίων πλῆθος περιίστασθαι. καὶ Δημοσθένης γάρ φησίνιν “εἰσὶν ὁμοῦ δισμύριοι πάντες Ἀθηναῖοι”

ἐν πᾶσι λαγῴοις: ἐν κρέασι λαγῴοις ἐν ἀγαθοῖς πᾶσιν. τοῦτο γὰρ δηλοῖ τὸ “ἐν πᾶσι λαγῴοις”, ἀντὶ τοῦ ἐν τρυφῇ.

λαγῴοις: τοῖς τοῦ λαγωοῦ κρέασιν.

ἔζων κτλ. ἤγουν ἐν τρυφῇ· οἱ γὰρ τρυφῶντες τοὺς λαγοὺς ἐσθίουσιν.

καὶ πύῳ καὶ πυριάτῃ: πυριάτης τὸ πυρίεφθον ὑπό τινων προσαγορευόμενον, ὃ κατασκευάζουσιν ἐκ τοῦ πρώτου γάλακτος μετὰ τὸν τόκον. πῦον δαινύμενοι καὶ ἐμπιπλάμενοι πυριάτην ὅθεν τισὶν ἔδοξε πῦον μὲν εἶναι τὸ πρῶτον γάλα οὑτωσὶ λαμβανόμενον πυριάτην δὲ τὸ ἑφθὸν γάλα. ὁ δὲ Παλαμήδης τὸ αὐτὸ λέγων εἶναι γράφει· “ἔθος δὲ τοῖς ποιηταῖς παραλλήλοις λέξεσιν ἰσοδυναμούσαις χρῆσθαι”.

πύῳ κτλ. ὅτι τὸ πύον ἀρσενικῶς καὶ οὐδετέρως.

πυαρίτῃ ἑφθῷ γάλακτι.

καὶ τοῦ ʼν Μαραθῶνι: ἐκεῖ γὰρ οἱ Ἀθηναῖοι ἐνίκησαν τοὺς Μήδους.

ἐλαιολόγοι: εὐτελεῖς γὰρ οἱ τὰς ἐλαίας μισθοῦ συλλέγοντες

καὶ τὸ ξίφος οὐ δύναμαι: ὥσπερ ὁ Μενέλαος· τοῦτον γάρ φασιν ὁρμήσαντα ἐπὶ τὴν Ἑλένην ἀποβαλεῖν τὸ ξίφος· ἡ δὲ ἱστορία παρʼ Ἰβύκῳ … καὶ Εὐριπίδῃ. παίζει δέ, ἐπειδὴ ξίφος ᾔτησε καὶ ὁρᾷ ἑαυτὸν κατακρατηθέντα.

ἐπειδὴ κατακρατηθέντα καὶ μαλακισθέντα, “οὐ δύναμαι”, φησίν, “κατέχειν τὸ ξίφος”. φασὶ γὰρ καὶ τὸν Μενέλαον ὁρμήσαντα Εὐριπίδῃ.

αὐτοὶ τὴν Εὔβοιαν: οἱ ῥήτορες τῷ λόγῳ γὰρ τὴν Εὔβοιαν διδόασιν.

τὴν Εὔβοιαν, φησίν, αὐτοὶ κατανενεμηκέναι φασὶν ὑμῖν καὶ κλῆρον ἑκάστῳ μεδίμνων νʹ· ἐν τοιούτῳ σχήματι εἴρηκεν.

ὁπόταν κτλ. ὅταν οἱ ῥήτορες δείσωσιν, φησίν, τότε ποιοῦσιν ἡμῖν τὴν Εὔβοιαν ἐπίκληρον λόγῳ μόνῳ.

ὑφίστανται ὑπίσχονται.

ποριεῖν δοῦναι.

ξενίας φεύγων: τοιοῦτόν ἐστιν παρόσον ἐν ταῖς διανομαῖς τῶν πυρῶν ἐξητάζοντο πικρῶς οἱ τότε πολῖται καὶ μή ὥστε δοκεῖν ξενίας φεύγειν εἰς κρίσιν καθισταμένους. φησὶν οὖν ὁ Φιλόχορος αὖθίς ποτε ͵δψξʹ ὀφθῆναι παρεγγράφους, καθάπερ ἐν τῇ προκειμένῃ λέξει δεδήλωται. τὰ περὶ τὴν Εὔβοιαν δύναται καὶ αὐτὰ συνᾴδειν ταῖς Διδασκαλίαις· πέρυσι γὰρ ἐπὶ ἄρχοντος Ἰσάρχου ἐστράτευσαν ἐπʼ αὐτήν, ὡς Φιλόχορος. μήποτε δὲ περὶ τῆς ἐξ Αἰγύπτου δωρεᾶς λέγει, ἣν Φιλόχορός φησι Ψαμμίτιχον πέμψαι τῷ δήμῳ ἐπὶ Λυσιμαχίδου μυριάδας τρεῖς—πλὴν τὰ τοῦ ἀριθμοῦ οὐδαμῶς συμφωνεῖ—, ἑκάστῳ δὲ Ἀθηναίων πέντε μεδίμνους· τοὺς γὰρ λαβόντας γενέσθαι μυρίους ͵δ διακοσίους μʹ.

σιτοδείας γάρ ποτὲε γενομένης ἐν τῇ Ἀττικῇ Ψαμμίτιχος ὁ τῆς Λιβύης βασιλεύς, ἀπέστειλε σῖτον τοῖς Ἀθηναίοις αἰτήσασιν αὐτόν. τῆς δὲ διανομῆς γενομένης τοῦ σίτου ξενηλασίαν ἐποίησαν Ἀθηναῖοι, καὶ ἐν τῷ διακρίνειν τοὺς αὐθιγενεῖς εὗρον καὶ ἑτέρους ͵δψξʹ ξένους παρεγγεγραμμένους. τοῦτο οὖν φησιν, ὅτι καὶ ἐν τῷ ἐρευνᾶσθαι αὐτὸς μόγις ἔλαβε πέντε μεδίμνους ἐγκαλούμενος ὡς ξένος, καὶ τούτους οὐδὲ ὑφʼ ἓν ἐν συντομίᾳ, φησίν. ἔλαβες ἀλλὰ κατὰ μέρος, κατὰ χοίνικα ἕνα. κριθῶν δὲ εἶπεν ὡς οὐδὲν διαφέροντος τοῦ σίτου κριθῶν ὡς κακοῦ σίτου διανεμηθέντος.

διὰ τὸ εὐτελῆ εἶναι αὐτόν.

ὡς λιμοῦ γενομένου καὶ τῶν ξένων διακριθέντων, τουτέστι δοκιμαζομένων, εἰ πολίτης εἴη ἢ μή.

ἀλαζονευομένους· εἰς τὸ στόμα

στομφάζοντας: ἀλαζονευομένους ἢ ἐπεγγελῶντας

καὶ στομφάσαι σύνθετος δὲ ἡ ... τῆς ὄμφακος.

ἀτεχνῶς ἐκ παντὸς τρόπου.

τοῦτο παρατέλευτον λέγεται.

πάντα σοι φησίν, δίδωμι πλὴν ἀπὸ δημοσίων τροφῆς.

κωλακρέτου: περιφραστικῶς τὸν δικαστικὸν μισθόν.

παρʼ ὑπόνοιαν δέον εἰπεῖν ζῴου τινός.

στροφὴ στίχων ιαʹ.

πρὶν ἂν ἀμφοῖν: κατὰ τὸ μηδὲ δίκην δικάσῃς … πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσῃς. ὑγιῶς δὲ νῦν τὸ “ἀμφοῖν” κεῖται.

τοὺς σκίμπωνας τὰς βακτηρίας … ἃς εἶχον.

συνθιασῶτα συγχορευτά, ὅ ἐστι συνεργέ.

ἄφρων ἀνόητος.

ἀτενὴς μανικός.

διὰ τὸ ἀεὶ ἀτενὲς βλέπειν τοὺς μανίᾳ κατεχομένους ἀτενῆ τὸν μανικὸν νῦν εἴρηκεν· ἠγριωμένοι γάρ εἰσιν ἀεὶ καὶ ὕφαιμοι τῶν τοιούτων οἱ ὀφθαλμοί.

ἀτεράμων ἀνήρ: οἱονεὶ μὴ τεράμων, ἀλλὰ σκληρός· ἔνθεν δὲ καὶ ἀτέραμνα ὄσπριά φαμεν τὰ μὴ ἑψόμενα διὰ σκληρότητα· παρὰ τὸ “τέρεν κατὰ δάκρυ χέουσα”.

τέρεν τὸ μαλακόν,

καὶ Πλάτων κέχρηται τῇ λέξει κερασβόλους καὶ ἀτεράμνους λέγων τοὺς σκληροὺς διὰ τούτων· “μή τις γένηται τῶν πολιτῶν κερασβόλος ἢ ἀτέραμνος”. φασὶ γὰρ τὰ κατὰ τῶν κεράτων βληθέντα σπέρματα ἀτέραμνα γίνεσθαι.

ἀτεράμων σκληρός.

τις ὅστις λείπει τὸ “τοιοῦτος”.

νῦν σοί.

ἐμφανὴς: ἴσον τῷ “ἐναργής”, οὐχὶ τῷ “φαινόμενος”.

χόνδρον ὃν ἄλικα Ῥωμαῖοι καλοῦσιν.

ὅπως κατασκευάζεται ὁ χόνδρος, εἴρηται ἐν τῷ τῶν Ἱππέων δράματι.

σισύραν: ἡ σισύρα καλεῖται παρὰ μέν τισιν ἡ βαίτη. ἔστι δὲ περιβόλαιον ἐκ δερμάτων συνερραμμένον προβατείων ἐχόντων τὰ ἔρια. οἱ δὲ ἀκριβέστεροί φασι χλαῖναν παλαιὰν εἶναι ἁπλοΐδα. τὴν αὐτὴν δὲ καὶ σισύραν καλοῦσι καὶ σίσυρναν

προσέσθαι: ἐφελκύσασθαι.

νενουθέτηκεν αὑτὸν: ὁ χορὸς ἀναδέχεται τὸ πρόσωπον τοῦ Φιλοκλέωνος … καί φησιν· μετέγνω, φησίν, ἐπὶ τοῖς πεπραγμένοις αὐτῷ πάλαι.

ἁμαρτίας καὶ διὰ τοῦτο σιωπᾷ.

μή μοι τούτων: ἐξ Ἱππολύτου Εὐριπίδου.

κεῖθι: ἐν τοῖς δικαστηρίοις.

τίς ἀψήφιστος: ἔνθα ἐν ταῖς δημοσίαις δίκαις εἰς ταὐτὸ συναγόμενοι οἱ δικασταὶ τοῦ κήρυκος τὴν κληρωτρίδα ἤτοι τὸν κάδον προσφέροντος ἐνέβαλον τὰς ψήφους. ἔνιοι δὲ ἔσθʼ ὅτε ὑπὸ φιληδίας κατεῖχον αὐτάς.

ἐνίοτε μὲνέν, φησίν, ἐφέρετο στάμνος καὶ ἐνέβαλλον καθήμενοι οἱ δικασταὶ τὰς ψήφους, ἐνίοτε δὲ καὶ αὐτοὶ ἐγειρόμενοι … ἐνέβαλλον τοῦτο οὖν λέγει· “ὁ μὴ ἐψηφοφορηκὼς ἐγερθεὶς βαλλέτω”.

ἐν ταῖς δημοσίαις κληρωτίδα προφέροντος ἤτοι τὸν κάδον ἐνίοτε μὲν καθήμενοι ἔβαλλον τὰς ψήφους, ἐνίοτε δὲ καὶ αὐτοὶ ἐγειρόμενοι ἐνέβαλλον. τινὲς δὲ ὑπὸ φιληδίας κατεῖχον αὐτάς. φησὶν οὖν, ὅτι ὁ μὴ ... βαλλέτω.

τελευταῖος θέλει ἐπιστῆναι τῷ κημῷ, ἵνʼ ἐπὶ πλεῖστον χρόνον τὴν ψῆφον κατέχῃ ἐν τῇ χειρί.

τοῖς κημοῖς τοῖς κάδοις.

ψηφιζομένων τῶν ψηφοφορούντων.

σκιερά: ἀντὶ τοῦ “ὦ ἀσθενής”.

πάρες ὦ σκιερά: παρὰ τὰ ἐκ Βελλεροφόντου παίζει ταῦτα· πάρες, ὦ σκιερὰ φυλλάς … ὑπερβῶ κρηναῖα νάπη· τὸν ὑπὲρ κεφάλης αἰθέρʼ ἰδέσθαι σπεύδω, τίνʼ ἔχει στάσιν Εἰνοδία.

κλέπτοντα: ἀπειλεῖ καταδικάσειν τὸν Κλέωνα, εἰ λάβοι αὐτὸν ἐγκαλούμενον περὶ κλοπῆς. τὸ δὲ ὅλον βούλεται διαβάλλειν τὸν δικαστικὸν τρόπον ὡς σκληρὸν καὶ ἄπιστον, ὁπότε οὐδὲ τῷ Κλέωνι, ἀφʼ οὗ τὸ ὄνομα ἔχει ὁ Φιλοκλέων, πιστόν τι φυλάττει.

Ἅιδης διακρινεῖ: ἐν Κρήσσαις Εὐριπίδου ὁ Ἀτρεὺς πρὸς τὴν Ἀερόπην κρίνει ταῦτα.

ἢ ʼγὼ πείσομαι: ἀποθάνοιμι ἢ πεισθήσομαι.

κεχάρηκας ποῶν: ἀπὸ ῥήματος περισπωμένου τοῦ χαιρῶ οὗ ὁ μέλλων χαιρήσω … ὁ παρακείμενος κεχάρηκα.

σηκὶς ἡ κατʼ οἶκον διάκονος, ἡ θεράπαινα. οἱ δὲ ὄνομα.

ἡ σηκὶς: σηκίδα τὴν κατʼ οἶκον διάκονον, ἣν θεράπαιναν λέγουσι καὶ σεσημειῶσθαι ὡς ἀπεκδεχομένων τινῶν τὴν Σηκίδα ὄνομα.

ταύτης ἐπιβολὴν: ταύτης τῆς δίκης … μίαν μόνην δραχμὴν ἐπίβολον ψηφιεῖ. ἐπίβολον δὲ ἐπιτίμιον, ζημίαν, παρὰ τὸ ἐπιβάλλειν.

ἐπιτίμιον, ἀπὸ τοῦ ἐπιβάλλειν, ἤγουν ζημίαν.

ἣν οἱ ... ὁρίζουσι τοῖς ἁλοῦσιν ... καθιστᾶσιν, ἐπιβολὴ καλεῖται ... ἐπιβάλλειν.

ψηφιεῖ καταδικάσεις.

μίαν μόνην λείπει δραχμήν.

νυν δή.

ἐξέχῃ ἀνίσχῃ, ἀνατέλλῃ

ἕλη ἡ τοῦ ἡλίου αὐγὴ καὶ ἡλιαία τὸ δικαστήριον. παίζων ἔφη.

εἵλη κατʼ ὄρθρον: εἵλη ἡ τοῦ ἡλίου αὐγὴ δασέως, ληφθέντος δὲ διὰ τοῦ ι ψιλῶς … καὶ εἰρκτὸν καὶ ἐπὶ τοῦ ὀδὸν καὶ “οὐδόν”. γράφεται δὲ καὶ “κατʼ ὀρθόν” ἐν πολλοῖς· καὶ ἐξηγούμενος Καλλίστρατός φησι “κατὰ τὸ ὀρθῶς ἔχον, οὐχὶ ἐν τῷ δικαστηρίῳ”. τὸ δʼ “ἡλιάσει” —μήποτε δὲ ψιλῶς προενεκτέον—παρὰ τὴν ἡλιαίαν “πρὸς ἥλιον δικάσειν”. ἅμα δὲ παίζει παρὰ τὴν τοῦ ἡλίου ὀνομασίαν. “ψυχρῶς δὲ πέπαιχε” φησὶν ὁ Δίδυμος, “πρὸς τοὔνομα. ἐπειδὴ γὰρ εἵλη λέγεται ἡ τοῦ ἡλίου αὐγή, ἡλιαία δὲ τὸ δικαστήριον, παίζων ἔφη πρὸς τὸ φιλόδικον, ὅτι, ἐπειδὰν ἀνάσχῃ ὁ ἥλιος, ἡλιάζειν ἐνέσται σοι. οὕτως δὲ οἱ Ἀττικοὶ διὰ τοῦ ι «εἵλην» λέγουσιν.” οὕτως Δίδυμος.

εἱλὴ ἡ αὐγὴ τοῦ ἡλίου.

παρὰ τὴν τοῦ ἡλίου ὀνομασίαν πέπαιχεν. ἐπειδὴ γὰρ εἵλη ... ἡλιαία δὲ καὶ τὸ δικαστήριον διὰ τὸ ὕπαιθρον εἶναι καὶ ἡλίῳ βάλλεσθαι, παίζων ἔφη τοῦτο πρὸς τὸ φιλόδικον αὐτοῦ, ὅτι, ἐπειδὰν ἀνίσχῃ ὁ ἥλιος, ἡλιάζειν ἔσται σοι. Ἀττικοὶ δὲ “ἴλην” λέγουσιν, οὐχ “εἵλην”, καὶ ψιλοῦσιν. ἐν πολλοῖς δὲ καὶ “κατʼ ὄρθιον” γράφεται· καὶ ἐξηγούμενος Καλλίστρατός ἔχον.»

«δικάσεις», φησίν, «πρὸς τὸν ἥλιον καθήμενος.» ἔπαιξε δὲ παρὰ τὴν ἡλιαίαν, τὸ μέγιστον δικαστήριον, ὃ ταύτης τῆς ὀνομασίας ἔτυχε διὰ τὸ ἐν ὑπαίθρῳ αὐτὸ ἀναπεπταμένον βάλλεσθαι τῷ ἡλίῳ.

ἡλιάσει κτλ. δικάσεις ἐν τῇ ἡλιαίᾳ, τῷ μεγίστῳ δικαστηρίῳ, καθήμενος.

νίφῃ χειμὼν γενήσεται.

ὕοντος: οἷον ὕοντος τοῦ θεοῦ καὶ νίφοντος εἴσῃ Γ πρὸς τὸ πῦρ καθήμενος … τὴν δίκην.

οὐκ εἰς εἰργμόν, ἀλλὰ καθήμενος πρὸς τὸ πῦρ.

κἂν ἔγρῃ μεσημβρινός: γνώσεις τὴν δίκην, κἂν βραδέως ἀπὸ τῆς κοίτης ἀναστῇς … οὐδεὶς ἀποκλείσει σε τοῦ δικαστηρίου ὡς βραδέως ἥκοντα.

θεσμοθέτης: ὅτι καὶ θεσμοθέτης παρετύγχανε καὶ ἔβλεπε τὰ δικαστήρια.

θεσμοθέτης ὁ ἐπιτηρῶν τὰ δικαστήρια.

θεσμοθέτης: ἐπειδὴ θεσμοθέται καὶ δέκατος ὁ γραμματεὺς κληροῦσι τοὺς δικαστὰς τοὺς τῆς αὐτῆς φυλῆς ἕκαστος.

ἀρχῆς ὄνομα ἐστὶν οἱ θεσμοθέται ὧν τοῖς ψηφίσμασιν ἐχειροτονοῦντο οἱ δικασταί· καὶ ἦρχον αὐτῶν οὕτως, ὡς καὶ δύνασθαι ἐκβαλεῖν, εἰ βούλοιντο, καὶ μὴ ἐᾶν εἰσιέναι εἰς τὸ δικαστήριον. εἶχε δὲ καὶ ἑκάστη φυλὴ ἕνα θεσμοθέτην καὶ γραμματέα εἰς τὸ τοὺς νόμους εἰσηγεῖσθαι.

δάκνων σεαυτὸν: ἐπειδὴ ἐνίοτε ἀπὸ πείνης ὁ δικαστὴς καταδικάζει τὸν λέγοντα.

πῶς οὖν διαγινώσκειν: ἐπειδὴ εἶπεν αὐτῷ ὁ Βδελυκλέων δύνασθαι δικάζων ἐπὶ τῆς οἰκίας ἐσθίειν, φησίν· «πῶς δυνήσομαι ἐσθίων δοκιμάσαι τὰ λεγόμενα;»

λέγεται κτλ. ἐν παροιμίᾳ ἐστὶ τοῦτο τὸ λεγόμενον.

ἀναμασώμενοι: τὸ ἀναμασώμενοι ἐπὶ τοῦ διαλογιζόμενοι νοούμενον πρὸς τὸ χρειῶδες ἐνταῦθα παρέλαβεν ἐπὶ τοῦ ἐσθίοντος.

ἀναμασώμενοι: ἀντὶ τοῦ ἀνερευνῶντες.

ἐκ μεταφορᾶς τῶν ἀναπεμπαζόντων τὴν τροφὴν ζῴων καὶ αὖθις ἀναμασωμένων τὸ «ἀναμασώμενοι» εἴρηκεν.

ἀνά τοι με πείθεις ἀναπείθεις με.

τὸν μισθὸν τὸν δικαστικόν.

Λυσίστρατος: σκωπτικός. καὶ ἐν Ἀχαρνεῦσι Λυσίστρατός τʼ ἐν ἀγορᾷ, Χολαργέων ὄνειδος. ἔστι δὲ καὶ ἕτερος Λυσίστρατος, παῖς Μακαρέως, σκωπτόμενος εἰς κιναιδίαν.

δυοῖν γὰρ Γ δικασταῖς ἐδίδοτο δραχμὴ μία, καὶ οὕτως ἐμερίζοντο πρὸς τρεῖς ὀβολούς· ὡς τοῦ Λυσιστράτου οὖν ἅμα αὐτῷ εἰληφότος δραχμὴν ὑπὲρ τοῦ δικαστικοῦ μισθοῦ καὶ ἐμπεπιστευμένου κερματίσαι αὐτὴν ὥστε μερίσασθαι καὶ παρασχόντος αὐτῷ ἀντὶ ἀργυρίου λεπίδας, ἀγαπητῶς ἔχει τὸ μόνος λαμβάνειν τοὺς μισθούς.

ὅτι δυσὶ δικασταῖς ἐδίδοτο μία δραχμή, καὶ οὕτως ἐμερίζοντο ταύτην ἀνὰ τρεῖς ὀβολούς. «ὁ Λυσίστρατος δέ», φησίν, «εἰργάσατό με δεινὰ βουλόμενος τὴν δραχμὴν πᾶσαν ἔχειν· πιστευθεὶς γὰρ τὴν δραχμὴν κερματίσαι καὶ δοῦναί μοι τὸ τριώβολον ἀντʼ ἀργυρίου λοπίδας μοι παρέσχηκε κεστρέως».

ὁ σκωπτόλης ὁ σκωπτικός.

δραχμὴν μετʼ ἐμοῦ λαβὼν: καθὸ εἰς δύο ἡ δραχμὴ ἐδίδοτο καὶ αὐτοὶ διῃροῦντο κερματίζοντες, ἵνα μὴ οἱ κωλακρέται κέρμα εἰσφέρωσιν.

δραχμὴν.

ἐν τοῖς ἰχθύσιν: ἤγουν ἐν τοῖς ἰχθυοπωλίοις ἀπὸ τῶν πωλουμένων τοὺς πωλοῦντας εἰπών.

κεστρέων: κεστρεὺς εἶδός ἐστιν ἰχθύος, ὁ λεγόμενος κέφαλος, μεγάλην λεπίδα ἔχον καὶ παχεῖαν, ὡς ὑπόνοιαν αὐτὴν ἔχειν ἀργυρίου.

αἱ γὰρ τοῦ κεστρέως λοπίδες λευκαὶ καὶ παχεῖαι οὖσαι φαντασίαν παρέχουσιν ἀργυρίου. ἔστι δὲ κεστρεὺς ὁ ἰχθὺς ὁ λεγόμενος κέφαλος.

λοπίδας: ἃς ἡμεῖς λεπίδας καλοῦμεν.

κἀγὼ ʼνέκαψα: ἐνέκαψα, τῷ στόματι ἐνέθηκα νομίζων εἶναι ἀργύριον. πολλοῖς γάρ ἐστιν ἔθος ἐν τῷ στόματι φυλάττειν τὸ ἀργύριον.

ʼνέκαψʼ ʼνέκαμψʼ.

ʼνέκαμψʼ ἀνεχώρησα.

ἀπὸ τοῦ «ἐξέπτυσα» δῆλόν ἐστιν, ὅτι ἐν τῷ στόματι τοὺς ὀβολοὺς ἐνέβαλε νομίζων ἀργύριον εἶναι. πολλοῖς ἀργύριον· διὸ κἀκεῖνος ἔφη αὐτῷ ἀλεκτρυόνος ἔχειν κοιλίαν καὶ καθεψῆσαι αὐτό. οἱ δὲ διὰ τὴν συναλοιφὴν «ἐνέκαψα» γράφοντες χωρὶς τοῦ μ ἀντὶ τοῦ «ἐνέθηκα τῷ στόματι» λέγουσιν· ἐγὼ δὲ «ἀνέκαμψα» μετὰ τοῦ μ γράφων ἀντὶ τοῦ «ἀνεχώρησα» φημί· ἀνακάμπτειν γάρ ἐστι τὸ εἰς τοὐπίσω καμπήν τινα ποιῆσαι καὶ ἀναστρέψαι, ἐκ μεταφορᾶς τῶν ὄφεων· κάμπτοντες γὰρ ἀναστρέφουσιν.

ᾠόμην λαβεῖν: ὅτι δηλοῖ τὸν λεπτόν, ὁποῖός τις ἦν. ἦν δὲ ἀργυρᾶ νομίσματα.

ὀσφρόμενος τῆς δυσωδίας αἰσθόμενος.

αὐτόν τὸν Λυσίστρατον.

ἀλεκτρυόνος μʼ ἔφασκε: ἐπεὶ πάντα πέττουσιν οἱ ἀλεκτρυόνες θερμοτάτην κοιλίαν ἔχοντες.

ταχὺ γοῦν καθέψεις: τοὺς ὀβολοὺς ἀργυροῦς εἴρηκεν, ὡς καὶ ἡμεῖς λέγομεν «χαλκοῦς μοι ὀφείλειν» ἀργυροῦ ὄντος, εἰ μὴ καθότι τρεῖς ὀβολοὶ ὄντες ἀργυροῦν τριώβολον ἐγίνοντο.

καθέψεις κατακαίεις.

τἀργύριον ὅτι καὶ οἱ ὀβολοὶ ἀργυροῖ ἦσαν.

ἦ δʼ ὃς λέγων: ἀντὶ τοῦ ἔφη … καὶ ἔστιν ἀπὸ τοῦ ἠμί. κέχρηται δὲ αὐτῷ συνεχῶς ὁ Πλάτων ἐπὶ μέλλοντος μόνου, οἱ δὲ κωμικοὶ καὶ ἐπὶ τῶν ἄλλων χρόνων.

ὃς οὗτος.

ταῦθʼ ἥξω: τὰ πρὸς τὸ σχῆμα τοῦ δικαστηρίου ἐπιτήδεια

ὅρα τὸ χρῆμα: ταῦτα πρὸς ἑαυτὸν τοῦ υἱοῦ εἰσελθόντος.

τὰ λόγιʼ κτλ. οἱ χρησμοὶ τοῦ Ἀπόλλωνος.

ἐπὶ ταῖς κτλ. οὐκ ἐπʼ ἀληθείᾳ ταῦτά φησιν, ὅτι χρησμὸς ἐδόθη, ἀλλὰ πρὸς τὴν φιλοδικίαν παίζει.

ὥσπερ Ἑκάταιον: τὸ Ἑκατήσιον λεγόμενον· τῇ προσῳδίᾳ Καλλίστρατος, ὡς «ἐπινίκιον». ἔν τισι γὰρ εὕρηται Ἑκατεῖον.

Ἑκάταιον κτλ. ἱερὸν Ἑκάτης, ὡς τῶν Ἀθηναίων πανταχοῦ ἱδρυομένων αὐτὴν ὡς ἔφορον πάντων καὶ κουροτρόφον. Ἑκάταιον οὖν Ἑκάτης ἄγαλμα,

ἀμὶς μὲν οὐροδόχον ἀγγεῖον.

ἀμὶς μὲν: οὐρητρίς, οὐρηρὸν ἀγγεῖον

ἢν οὐρητιάσῃς οὐρήσειν βούλῃ ἢ εἰ στραγγουρίας περιπέσῃς νοσήματι.

σοφόν γε τουτὶ φυσικῶς τοῦτʼ εἶπες.

ἀτεχνῶς φανερῶς, ὑπερβαλλόντως. Γ

φάρμακον στραγγουρίας: φυσικῶς τοῦτο εἶπεν. ὅτι συμβαίνει γὰρ τοὺς ἐπέχοντας τὰ οὖρα στραγγουριᾶν

προσέστηκε φακῆ: ὥσπερ τὸ «συκῆ» ἀπὸ τοῦ «συκέα» περισπῶσι καὶ τὸ «ἀμυγδαλῆ» ἀπὸ τοῦ «ἀμυγδαλέα», οὕτω καὶ «φακῆ» ἀπὸ τοῦ «φακέα».

τὴν φακῆν ῥοφήσομαι: ὡς καὶ φακῆς ῥοφήματος διδομένου τοῖς ἀσθενοῦσιν … ἔπαιξεν, ἐπεὶ καὶ οἱ νοσοῦντες χυλὸν πτισάνης ῥοφοῦσιν.

ἀτὰρ τί τὸν ὄρνιν: ὡς καὶ ἀλεκτρυόνα ἐξαγαγόντος τοῦ Βδελυκλέωνος.

ᾄδων ἄνωθεν: κυρίως τὸ ᾄδειν ἐπὶ τοῦ ἀλεκτρυόνος· κοκκύζειν γὰρ ἐπὶ τοῦ κόκκυγος.

θἠρῷον: τὸ ἱερὸν τοῦ ἥρωος Λύκου· πάλιν δὲ καὶ τοῦτο ὡς φιλόδικος.

πάρεστι τουτί: εἰκόνα, πινάκιον κομίζει, ἐν ᾧ γεγραμμένος ἔσται ὁ Λύκος.

χαλεπὸν ἄρʼ ἦσθʼ ἰδεῖν: ὡς δυσμόρφου τοῦ ἥρωος γεγραμμένου.

οἷόσπερ ἡμῖν φαίνεται: ἄρυθμος καὶ μακρός. προείρηται γάρ ὅτι φαῦλος ἦν τὴν ὄψιν καὶ κακοσύνθετος τὸ σῶμα ὁ Κλεώνυμος … καὶ χαλεπὸς δημαγωγός.

τοῦτο δὲ εἶπεν, καθὸ καὶ χαλεπὸς ἦν δημαγωγὸς ὤν καὶ ῥίψασπις δὲ ἦν

οὐκοῦν ἔχει γʼ οὐδʼ αὐτὸς: «οὐκ ἔχει δὲ ὅπλα» φησίν, ἐπειδὴ ῥίψασπις ἦν ὁ Κλεώνυμος. εἶχον δὲ καὶ οἱ ἥρωες πανοπλίαν· καὶ δῆλον ἐκ τῶν Δαιταλέων.

νυν δή.

νυν δή.

τῇ οἰκίᾳ συνίζησις.

ἄνευ δρυφάκτου: δρύφακτος τὸ παραγενόμενον, ὡς εἴρηται, ξύλον τοῖς δικασταῖς.

, τοῦ περιτεινομένου ξύλου τοῖς δικασταῖς.

ὃ πρῶτον ἡμῖν: ἀπὸ τῶν θυτῶν τοῦτο εἴρηκεν ἐκεῖνοι γὰρ πρῶτον τὸ ἧπαρ ἐπισκοποῦνται, εἶτα τὸν σπλῆνα καὶ τὰ λοιπά.

ἡμῖν: τοῖς δικασταῖς.

τό γε παραυτίκʼ ἔνδον: τὸ παραυτὰ εὑρισκόμενον

εὑρεθὲν αὐτίκα προχείρως

ἀντὶ τοῦ δρυφάκτου.

τί ποτε τὸ χρῆμα: τοῦτο ὁ νεανίσκος, ὡσεὶ ἔλεγε τὸ ἐπιχωριάζειν. δεινόν, φησίν, τὰ ἐπιχώρια φιλεῖν, ὅπου καὶ οὗτος τὰ ἐν τῷ δικαστηρίῳ πάντα φιλεῖ.

ἤγουν τὰ ἐπιχώρια φιλεῖν, ὡς οὗτος τὰ τοῦ δικαστηρίου.

βάλλʼ ἐς κόρακας: ἔξεισιν ὁ οἰκέτης κυνὶ ἐγκαλῶν. λείπει δὲ «οὐδεὶς ὤφειλεν».

τρέφειν κύνα λείπει «χαλεπόν» ἢ «δεινόν».

ὄνομα κυνός.

οὐ γὰρ ὁ Λάβης ἀρτίως: ἔσωθέν τις τούτων. τῷ δὲ κυνὶ ὄνομα Λάβης ἀπὸ τοῦ λαμβάνειν θηρία. τυρὸν δὲ ἥρπασεν οὗτος.

ἀξιοῦσί τινες ὡς παράγραμμα κωμῳδεῖσθαι Λάχητα τὸν στρατηγήσαντα περὶ Σικελίαν … ἐπὶ δωροδοκίᾳ καὶ τὰ ἑξῆς ἐπὶ ταὐτὸν λέγεσθαι τὴν ὑπόνοιαν. ὅτι δὲ νοσφιστὴς καὶ ὑπʼ ἄλλων κωμῳδεῖται, προείρηται. τοῦτο δέ ἐστι κομψόν, οὐ πάνυ δὲ οἰκεῖον δοκεῖ, ἐπεὶ κἂν παρεδήλωσεν αὐτό.

ὅτι γὰρ ἐνοσφίσατο πολλὰ τοῦ δημοσίου πράγματα, καὶ ὑπʼ ἄλλων κωμῳδεῖται. τοῦτο δὲ κομψὸν καὶ οὐ πάνυ οἰκεῖον δοκεῖ, ἐπεὶ παρεδήλωσεν ἂν αὐτό.

ἀλλʼ ἔοικεν ὁ Λάβης ὠνοματοπεποιῆσθαι ἁπλῶς, καθάπερ ὁ Δάκης ὁ παρὰ Τηλεκλείδῃ ἐν Πρυτάνεσιν· Δάκης τις ἔστιν, ὅντινʼ ἀνθρώπων ὁρᾷς.

ἰπνὸς δὲ ὁ φοῦρνος, κυρίως μὲν ἡ κάμινος ἡ ἐσχάρα. καὶ ἴπνια τὰ ἀποκαθάρματα τοῦ ἰπνοῦ, ἢ τὰ πρὸς ... καύσιμα. Καλλίμαχος δὲ τὴν κόπρον τῶν ζῴων· σὺν δʼ ... ἄειρεν.

τροφαλὶς κυρίως ὁ κύκλος τοῦ τροχοῦ· πολὺς δὲ τυρὸς ἐν Σικελίᾳ.

τροφαλίδα: οἱ μὲν τὸν ἐπιμήκη τυρόν, οἱ δὲ τροχὸν τυροῦ σικελικοῦ Γ πολυθρέμμων δὲ ἡ Σικελία· διὸ τυρὸν πολὺν καὶ κάλλιστον ἔχει.

ἀλλʼ ἅτερός φησιν κύων: νῦν τὰ μὲν πρόσωπα τῶν κυνῶν ἐστιν, τὰ δὲ πράγματα πολιτικά. ἐπάγει γάρὰρ τινα κλέπτην κατηγορούμενον ὑφʼ ἑτέρου πολιτοῦ φανεροὶ δὲ ἦσαν τοῖς τότε ἀφʼ ὧν λέγει δήμων. ἅμα δὲ καὶ ὡς κυνώδεις αὐτοὺς διαβάλλει.

νυν δή.

αὐτῶ δεῦρο αὐτῷ, τῷ πατρί· ἢ αὐτούς, τοὺς κύνας.

αὐτὼ τοὺς κύνας.

χοιροκομεῖον Ἑστίας: ἀγγεῖόν τι κανονωτόν ὅπου οἱ χοῖροι τρέφονται οἱ ἐν οἰκίᾳ Ἑστίας δέ, ὅτι ἐπὶ τῆς ἑστίας τρέφουσι χοίρους· εἰσφέρει δὲ τοῦτο ἀντὶ τοῦ δρυφάκτου ἢ κιγκλίδος. ἐν τῇ Λυσιστράτῃ κλοιὸν μᾶλλον ἢ πάσσαλον ἐμφαίνει, ὡς καὶ τούτου ὁμοίως λεγομένου, ὅπου ὁ χοῖρος δέδεται.

ἔξεισιν ὁ ἕτερος τῶν οἰκετῶν ἀντὶ δρυφάκτου χοιροκομεῖον ἔχων. ἔστι δὲ τὸ καλούμενον ζωγρεῖον κανονωτόν, ὅπου οἱ χοῖροι τρέφονται.

ἀφʼ Ἑστίας ἀρχόμενος: ἐν γὰρ ταῖς σπονδαῖς ἀφʼ Ἑστίας ἄρχονται, καὶ οὕτως ἐκ τῶν ἄλλων θεῶν. ὡς ἐν κωμῳδίᾳ δὲ ὁ θεράπων παίζει φήσας «ἐπιτρίψω τινά». ἐπὶ γὰρ τοῦ χοιροκομείου μέλλει δικάζειν ὁ Φιλοκλέων καὶ καταδικάζειν ὡς φιλόδικος. ἔστι δὲ παροιμία «ἀφʼ Ἑστίας ἄρχου». μετενήνεκται δὲ ἀπὸ τῶν περὶ τὰ ἱερὰ καθημένων· τῇ γὰρ Ἑστίᾳ πρώτῃ τὰς ἀπαρχὰς ἔθος ἦν καὶ τὰς θυσίας ποιεῖσθαι. καὶ Σοφοκλῆς ἐν Χρύσῃ ὦ πρῷρα λοιβῆς Ἑστία, κλύεις τάδε; μῦθον δὲ συνέθηκεν Ἀριστόκριτος οὕτως ἔχοντα· μετὰ γὰρ τὸ καταλυθῆναι τὴν τῶν Τιτάνων ἀρχὴν τὸν Δία δεξάμενον τὴν βασιλείαν φασὶν ἐπιτρέπειν Ἑστίᾳ λαβεῖν, ὅ τι βούλοιτο· τὴν δὲ πρῶτον μὲν παρθενίαν αἰτῆσαι, μετὰ δὲ τὴν παρθενίαν ἀπαρχὰς τῶν θυομένων αὐτῇ νέμεσθαι πρώτῃ παρὰ τῶν ἀνθρώπων. κέχρηται δὲ τῇ παροιμίᾳ ταύτῃ καὶ Πλάτων ἐν Εὐθύφρονι· «βουλοίμην ἄν, ὦ Σώκρατες, ἀλλὰ ὀρρωδῶ, μὴ τοὐναντίον γένηται: ἀτεχνῶς γὰρ ἀφʼ Ἑστίας δοκεῖ μοι ἄρχεσθαι κακουργεῖν τὴν πόλιν σὲ ἐπιχειρῶν ἀδικεῖν».

τὸν καταδικασθέντα δηλονότι.

ἐπειδὴ συνετίμων οἱ δικασταί.

τιμᾶν προτιμᾶν.

νυν δή.

τὰς σανίδας καὶ τὰς γραφάς: σανίδας φησίν, ἐν αἷς ἔγραφον τὴν μακρὰν ἢ τὴν βραχεῖαν … τῆς δίκης. «γραφάς» δὲ νῦν ἀντὶ τοῦ τὸ γραφεῖον, ἐν ᾧ ἔγραφον.

οἴμοι διατρίβεις Γ: ἐπειγόμενος εἰς τὸ δικάζειν φησίν· «δύνασαι καὶ χωρὶς γραφείου δικάσαι τοῖς ὄνυξι τὴν τοῦ γραφείου τάξιν ἀποπληρῶν».

ἀλοκίζειν: ἀροτριᾶν. ἀλοκίζειν τὸ τῷ ὄνυχι γράφειν εἰς τὸ τιμητικὸν πινάκιον οὕτως εἴρηκεν οἷον αὔλακας σχίζειν.

τὸ χωρίον τὸν πίνακα.

νυν δή.

ὁ πρῶτός ἐστιν: ὁ κατηγορῶν. ὡς φιλόδικος δὲ φαντάζεται εἰσαγωγήν τινος πρώτου.

εἶναί τινα κατηγοροῦντα.

ὁτιὴ ʼπελαθόμην: πάλιν ὑπερθέσεως καιρὸν πορίζων φησὶνιν ἐπιλελῆσθαι τοὺς καδίσκους

ἀρυστίχους: ἀρύστιχος καὶ ἄρυστις καὶ ἀρυστήρ. ἀγγεῖόν ἐστιν, ᾧ ἔστιν ἀρύσασθαι … ἐπιτήδεια, οἷον κοτύλη ἢ κύαθος.

ἐγὼ γὰρ εἶχον ... ἀρυστίχους: πρὸς τὴν διαψήφισιν. «ἀρυστίχους» δέ, οὓς ἐνίοτε κοτυλίσκους.

ἀρυστίχους τὰς οἰνοχόας εἴρηκεν ἀπὸ τοῦ ἀρύειν· ἔνθεν καὶ ἀρύταινα, ἀγγεῖόν τι τοιοῦτο ἔλεγον δὲ καὶ ἔφηβον τὸ τοιοῦτον σκεῦος· ἥβην γὰρ οἱ παλαιοὶ τὸ τέρπεσθαι κατὰ τὰς εὐωχίας προσηγόρευον· καὶ ὁ ποιητὴς τοίνυν ἀπὸ ταύτης τῆς αἰτίας τὴν Ἥβην συνεστήσατο καὶ διὰ τοῦτο τοῖς θεοῖς οἰνοχοοῦσαν παρεισήγαγεν οἰκείαν τῇ ὑποτεταγμένῃ ὑποθέσει τὴν λειτουργίαν αὐτῇ προσμερίζων.

ἀρυστίχους κοτύλας ἢ κυάθους.

νῶϊν συνίζησις.

κλεψύδρας: ἀγγείου. κλεψύδρα Γ κρήνη ἐν τῇ Ἀττικῇ, ἥτις Ἐμπεδὼ προσηγοδεύετο σημαίνει δὲ τὸ σκεῦος νῦν.

ἡδὶ δὲ τίς ἐστιν: μήποτε τὸ αἰδοῖον αὐτῷ δείκνυσιν … ὁ πρεσβύτης, ὅτι οὐρεῖ ὡς ἡ κλεψύδρα. ἀμὶς γὰρ αὐτῷ παράκειται

κἀπιχωρίως: οἷον σκωπτικῶς καὶ φλυάρως. ἐπιχώριον γὰρ ἦν αὐτοῖς τὸ σκώπτειν καὶ παίζειν … ἐκ πολλῆς εἰδήσεως τοῦ ἑλληνισμοῦ.

μυρρίνας: μυρρίναις γὰρ ἐστεφανοῦντο οἱ ἄρχοντες. καὶ μυρρινῶν ... ἐπιθυμῶν.

ὅπως ἂν εὐξώμεσθα: ὡς ἐπὶ μεγίστου πράγματος τερατεύεται. οἱ γὰρ ἐπιχειροῦντες εἴς τι πρᾶγμα εἰώθασι τοῖς θεοῖς εὐχὰς ποιεῖν καὶ θυσίας.

καὶ μὴν ἡμεῖς ἐπὶ ταῖς σπονδαῖς: ἡ ἀμοιβαία αὕτη περίοδος ἔοικεν ἐκθέσει διπλῆς· διὸ καὶ τὸ παρατέλευτον ἔχει κῶλον. ἔστι γοῦν περιόδων τριῶν· καί εἰσι τῆς πρώτης περιόδου κῶλα δʹ, ὧν ὁ αʹ ἀναπαιστικὸς τρίμετρος ἀκατάληκτος· τὸ βʹ καὶ γʹ

τὸ πρῶτον ἀναπαιστικὸν τρίμετρον ἀκατάληκτον· τὰ ἑξῆς δύο

δίμετρα ἀκατάληκτα, τὸ δὲ δʹ δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται παροιμιακόν· ἐν εἰσθέσει δὲ στίχος ἰαμβικὸς τρίμετρος ἀκατάληκτος μετὰ τὰ δʹ κῶλα.

μεθʼ ὃ ἐν εἰσθέσει ἰαμβικὸς τρίμετρος ἀκατάληκτος.

τῆς βʹ περιόδου κῶλα ϛʹ, ὧν ὁ αʹ στίχος ἰαμβικὸς τρίμετρος ἀκατάληκτος·

τὸ πρῶτον ὅμοιον· τὸ βʹ ἰαμβικὸν δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται, ὡς εἴρηται, ἀνακρεόντειον· τὸ γʹ καὶ δʹ καὶ εʹ ἰαμβικὰ τὰ ἑξῆς τρία

δίμετρα ἀκατάληκτα· καλεῖται δὲ καὶ ταῦτα ἀνακρεόντεια, ὡς εἴρηται· τὸ δὲ ϛʹ ἰαμβικὸν πενθημιμερές. τῆς γʹ περιόδου στίχοι καὶ κῶλα ἀναπαιστικὰ ιʹ, ὧν οἱ πρῶτοι δʹ τετράμετροι καταληκτικοί· ὁ εʹ καὶ ὁ ϛʹ τρίμετροι ἀκατάληκτοι·

τὰ πρῶτα τέσσαρα τετράμετρα καταληκτικά· τὸ εʹ καὶ ϛʹ τρίμετρα ἀκατάληκτα·

τὸ ζʹ καὶ τὸ ηʹ δίμετρα ἀκατάληκτα· τὸ θʹ ἀναπαιστικὴ βάσις, ὃ καὶ παρατέλευτον ὀνομάζεται, τὸ δὲ ιʹ τὸ «τὴν ἀκαλήφην ἀφελέσθαι» δίμετρον καταληκτικὸνόν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται παροιμιακόν ἐφʼ ἑκάστῃ περιόδῳ παράγραφος· ἐπὶ τῷ τέλει αἱ συνήθεις δύο διπλαῖ ἔξω νενευκυῖαι.

φήμην ἀγαθὴν: ἀντὶ τοῦ ἡμεῖς Γ συνευχόμεθά Γ σοι ὥστε ταῦτα γενέσθαι.

καὶ τοῦ νείκους: ἐκ τῆς φιλονεικίας.

ξυνέβητον εἰς φιλίαν ἐτράπητε.

νῦν ὑπαρχέτω ἐν τῷ δικαστηρίῳ ἔθος τοῦτο λέγειν.

μεσύμνιον.

τύχῃ ἔστω.

τὸ πρᾶγμʼ τὸ τοῦ δικαστηρίου.

μηχανᾶται κατασκευάζεται.

ἰήϊε Παιάν: ὡς ἐπὶ κακῶν λήξει τὸν παιᾶνα ὕμνον ᾄδουσιν.

ὦ δέσποτʼ ἄναξ: περὶ τοῦ ἀγυιέως τοῦ Ἀπόλλωνος Διευχίδας οὕτως γράφει· «ἐν δὲ τῷ ἰατρῷ τούτῳ διαμένει ἔτι καὶ νῦν ἐστι ὡς ἀγυιεὺς τῶν Δωριέων τῶν οἰκησάντων ἐν τῷ τόπῳ ἀνάθημα, καὶ οὕτως καταμηνύει, ὅτι Δωριέων ἐστὶ τὰ τῶν Ἑλλήνων. τούτοις γὰρ ἐπὶ στρατιᾶς φάσματος οἱ Δωριεῖς ἀπομιμούμενοι τοὺς ἀγυιᾶς ἱστᾶσιν ἔτι καὶ νῦν τοὺς Ἀπόλλωνος.

πρὸ τῶν θυρῶν ἔθος εἶχον κίονας εἰς ὀξὺ λήγοντας, ὡς ὀβελίσκους, ἱδρύειν εἰς τιμὴν Ἀπόλλωνος ἀγυιέως ἱεροὺς αὐτοῦ ὄντας.

ἔθος ἦν πρὸ τῶν θυρῶν κίονας εἰς ὀξὺ λήγοντας ἱδρύειν καὶ ἐπάνω τούτων ἄγαλμα Ἀπόλλωνος ἀγυιέως ὀνομαζόμενον. Δωριεῖς δέ ποτε τὸν τόπον πρῶτοι οἰκήσαντες εἰς τιμὴν τοῦ Ἀπόλλωνος τοῦτο πεποιήκασιν, οἶμαι διὰ τὸ πρῶτον ἐπελθεῖν τὸν ἥλιον ὑπαιθρίας οὔσης.

ἀγυιεῦ ἐν ταῖς ὁδοῖς ἱστάμενος.

ἀγυιεὺς κίων εἰς ἀμφοῖν. ἔστι δὲ ἴδιον ... παρʼ Ἀττικοῖς ... ἀλμίζων πυρὶ ... εὐοσμίας. ἄλλως. ἀγυιεὺς ὁ ... κινοειδὴς ... Κραπατάλλοις· «ὦ δέσποτʼ ἀγυιεῦ ... μου».

ἀντὶ σιραίου: μὴ σίραιον, ἀλλὰ μέλι παραμίξας. σίραιον δὲ τὸ ἐψημένον γλεῦκος, βραχὺ δὲ ἔχον παράπικρον, ὅταν καθεψηθῇ.

ἑψημένου γλεύκους, βραχὺ δὲ ἔχοντος παράπικρον, ὅταν καθεψηθῇ.

φεύγοντας: τοὺς εἰς δίκην ἀγομένους.

τῶν γραψαμένων τῶν κατηγορούντων.

ἀπὸ τῆς παρατέλευτον τοῦτο.

ὀργῆς νῦν τοῦ τρόπου.

τὴν ἀκαλήφην: τὴν λεγομένην κνίδην, ἣν προσφέροντες τῷ σώματι κνηστιᾶν αὐτὸ ποιοῦμεν.

κνισμὸν αὐτῷ ἐμποιοῦσιν.

μεταφορικῶς τὸ τραχὺ καὶ δηκτικόν, ἣν καὶ ἀκαλήφην λέγεσθαί φησι Κράτης Φοινίσσαις. ἔστι δὲ, ὥς φασιν, καὶ θαλάττιος ἰχθῦς οὕτως λεγόμενος ἀκαλήφη.

στροφὴ κώλων ϛʹ.

τῶν προλελεγμένων: τῶν παρʼ ἡμῶν σοι εἰρημένων, ἢ τῶν παρὰ σοῦ … ἡμῖν λεχθέντων.

εὖνοι γάρ ἐσμεν: εὖνοι προπερισπωμένως, εἴτε ἀπὸ τοῦ «εὔνους» ἐστίν.

τῶν γενναιοτέρων: εἰ μὲν «γενναιοτέρων», τῶν σπουδαίων· εἰ δὲ «νεωτέρων», τῶν ὁμηλίκων.

εἴ τις θύραισιν ὁ Βδελυκλέων μιμεῖται τὸν κήρυκα.

ὡς ἡνίκʼ ἂν λέγωσιν: ἔθος γὰρ ἦν πρὸ μὲν τῆς καταστάσεως τῶν ῥητόρων κηρύττειν τοὺς δικαστάς· ὁπότε δὲ ἤρχοντο τῶν δικῶν, οὐκέτι εἴων εἰσιέναι τοὺς ὑστεροῦντας δικαστάς.

οὐκ ἐσφρήσομεν οὐ συγχωρήσομεν εἰσελθεῖν.

οὐκ εἰσφρήσομεν εἰσέλθωμεν, ἢ οὐ συγχωρήσω εἰσελθεῖν ὑμᾶς.

ὅσον ἁλώσεται ὡς μέλλων καταδικασθῆναι.

οὕτω κατεγράφοντο καὶ ἔλεγον τὴν τιμωρίαν. οὗτος δὲ ὡς ἐπὶ κυνὸς εἶπε τὸ «κλοιός», ὅπερ ἐστὶ τὸ ξύλον τὸ ἐμβαλλόμενον εἰς τὸν τένοντα τοῦ κυνός.

γραφῆς κατηγορίας.

ἐγράψατο κατηγόρησεν.

κύων Κυδαθηναιεὺς: ἔπαιξε παρὰ τὸν κύνα Κυδαθηναιέα φάσκων αὐτόν.

τὸ «κύων» «Κυδαθηναιεὺς» εἰπών.

ὡς ἐπὶ ἀνθρώπων δὲ ποιεῖται τὴν κατηγορίαν.

Αἰξωνέα: ἀπὸ δήμου τῆς Πανδιονίδος φυλῆς, Αἰξωνεὺς δὲ ἀπὸ δήμου τῆς Κεκροπίδος.

κλῳὸς σύκινος: οὕτως οἱ Ἀττικοὶ τὸν κλοιὸν «κλῳόν» ἔλεγον «σύκινος» δὲ διὰ τὸ βραχὺ τοῦ ξύλου.

τὸ κολλάριον παρʼ ἡμῖν λεγόμενον, ᾧ εἰώθασι τοὺς κύνας προσδεσμεύειν ἐν τοῖς ἀγροῖς· ἔστι δὲ ξύλινον.

θάνατος μὲν οὖν κύνειος: παίζει ὡς ἐν κωμῳδίᾳ καταδικάζων τὸν Λάβητα κυνείῳ θανάτῳ· ἅμα δέ, ὅτι καὶ χαλεπός ἐστιν ὁ τοῦ κυνὸς θάνατος· δυσχερῶς γὰρ ἀφίησι τὸ πνεῦμα.

καὶ ὅτι χαλεπῶς καὶ δυσχερῶς ἀφίησι τὸ πνεῦμα ὁ κύων.

ὁ φεύγων ὁ κατηγορούμενος.

ὡς δὲ καὶ κλέπτον βλέπει: ἀντὶ τοῦ κλεπτικόν.

«κλέπτον» βαρέως Ἀττικοί, καθὸ καὶ Εἰρηναῖός φησιν.

οἷον σεσηρὼς: οἱ γὰρ κύνες μετὰ τὸ φαγεῖν σεσήρασιν. οἱ δὲ σεσηρότες κύνες.

γρ. «ποῦ δʼ ὡ διώκων».

ποῦ δʼ οὑ διώκων: τὸ πλῆρες «ποῦ δὲ ὁ διώκων». ἐκτείνουσι μέντοι καὶ τὸ ὁ ἄρθρον· Εὔπολις Αἰξίν· τὴν πανδοκευτρίαν γὰρ ὁ τλήμων ἀνὴρ ἔχει.

αὖ αὖ: μιμεῖται τὴν φωνὴν τοῦ κυνὸς διὰ τοῦ «αὖ αὖ». ὁ κύων λέγει ὑπακούων, οἷον ὅτι «ὧδέ εἰμι».

φαίνεται γὰρ ὁ κύων ὑπακούων τῶν λεγομένων καὶ τρόπον δή τινα λέγων, ὅτι «ὧδέ εἰμι».

αὖ αὖν: μίμημα ὑλακῆς κυνῶν.

πάρεστιν ἕτερος: ἀντὶ τοῦ ὁ κατήγορος. ὁ Φιλοκλέων δέ φησι πρὸς τὸν Λάβητα, ὅτι «πάρεστιν ὁ κατήγορός σου», ἐν ἤθει.

ὑλακτεῖν συνηγορεῖν τῷ κυνί

σὺ δʼ κτλ. τῷ Κυδαθηναιεῖ φησιν

νυν δή.

τήνδε τὴν φακῆν.

τῇ μὲν κτλ. ὁ συνηγορῶν τῷ Κυδαθηναιεῖ … λέγει. Γ

καὶ τὸ ῥυππαπαῖ: καὶ τὸ ναυτικόν … ἀπὸ μέρους. τὸ γὰρ «ῥυππαπαι» ἐπιφώνημά ἐστι ναυτικόν.

διὰ δὲ Χάρητα πάλιν δοκεῖ τοῦτο λέγει ἴσως γὰρ καὶ τὸ ναυτικὸν στράτευμα ἠδίκησεν. ἔστι δὲ ἐπίρρημα τὸ «ῥυππαπαί» ἐπιφώνημα ναυτικόν, ὃ ἐν τῇ κωπηλασίᾳ φασὶν ὡς ἐγκέλευσμα

συμβολικῶς τὸ ναυτικόν· τοῦτο γὰρ ἐπιφώνημά ἐστι ναυτικόν. ὡς τῶν ἐρετῶν δὲ καὶ ναυτῶν περὶ πλείστου ποιουμένων τὸν τυρόν.

κατεσικέλιζε: τὸν σικελικὸν κατήσθιεν

ἐπειδὴ σικελικὸν ἔφη τὸν τυρόν. παίζει δέ· ἀντὶ τοῦ «ἤσθιε καὶ ἐκορέσθη». «ἐν τῷ σκότῳ» δέ, ἐπειδὴ ἐν μέρει τῆς δύσεως ἡ Σικελία.

κἀνέπλητʼ ἐνεπλήσθη.

γέ γάρ.

ἐνήρυγεν ἠρεύξατο.

ὁ βδελυρὸς οὗτος: τὸ ἑξῆς «κατεσικέλιζεν ὁ βδελυρός». ἔνιοι δὲ τὸ «ὁ βδελυρὸς» τῷ Φιλοκλέωνι διδόασιν.

εὐποιεῖν κοινή.

τις κτλ. καθὸ δικαστὴς καὶ κυνώδης· πτωχὸς γάρ.

οὐδὲ τῷ κοινῷ γʼ ἐμοί: τῷ κοινῷ ἀντὶ τοῦ τῷ κοινωνῷ. «οὐδὲ τὸ κοινὸν» ἐπὶ τῶν μὴ καλουμένων οὐδὲ μέχρι κοινοῦ λόγου. ἔστι δὲ τὰ μὲν πρὸ τούτων τοῦ θεράποντος, τὰ δὲ τοῦ γέροντος.

κοινῷ γέ μοι ἀντὶ τοῦ «οὐδὲ τῷ λόγῳ».

ἧττον τῆς φακῆς: ἔπαιξεν ὡς ῥοφῶν φακῆν.

προκαταγίνωσκʼ κατάκρινε.

ἄνδρα τὸ «ἄνδρα» παίζων φησίν.

ὅστις περιπλεύσας: «θύειαν» ἔφη ἀντὶ τοῦ «Σικελίαν» διὰ τὰς νήσους. παρʼ ὑπόνοιαν δὲ εἶπε διὰ τὸν Χάρητα, ὅτι ἐν Σικελίᾳ ὢν τοὺς Σικελιώτας πάντας ἐπραίδευεν.

πάλιν διὰ τὸν Χάρητα λέγει, ὅτι ἐν Σικελίᾳ περιπλέων τοὺς Σικελιώτας ἐποίει κακῶς τὰ αὐτῶν λυμαινόμενος πράγματα.

ἀντὶ τοῦ ὅστις περιπλεύσας τὸν τυρὸν ἀφείλετο. δέον δὲ εἰπεῖν «τὴν θάλασσαν» ἔπαιξε παρὰ τὴν ὑπόνοιαν … ἢ «τὴν Σικελίαν».

θυεία δὲ ἡ ἴγδις, ἀγγεῖον ... λειοῦμεν, ὡς ἑτέρωθι Ἀριστοφάνης· «καὶ θυείαν ... βουλεύεται».

τὸ σκῖρον ἐξεδήδοκεν: σκῖρον τὸ ῥυπῶδες τὸ ἐπὶ τῶν τυρῶν Εὔπολις Χρυσῷ γένει· λοιπὸς γὰρ οὐδείς· τροφαλὶς ἐκείνη ἐφʼ ὕδωρ βαδίζει σκῖρον ἠμφιεσμένη. ἀπὸ τούτου καὶ τὰ λίαν προσεχόμενα ἐνεσκιρῶσθαι λέγεται.

ἐμοὶ δέ γʼ οὐκ ἔστʼ: ὅτι λέγεται καὶ γῆ σκίρα λευκή τις καὶ Ἀθηνᾶ Σκιράς, ὅτι τῇ λευκῇ χρίεται. πρὸς τὴν ὁμωνυμίαν οὖν.

ἐμοὶ δέ γʼ οὐκ ἔστʼ: οἷον οὐκέτι ἔχω οὐδὲ ἐκπλάσαι

φησὶ γοῦν, ὅτι οὐκ ἔχω πλάσαι

τὴν ὑδρίαν ἐκ τῆς λατύπης, ἀλλὰ πᾶσα ἀνάλωται. εἰώθασι δὲ τὰ ῥήγματα τῶν ὑδριῶν τῇ λατύπῃ διαπλάττειν.

ὑδρία δὲ τὸ ἀγγεῖον ἰωτογραφούμενον, ὑδρεία δὲ τὸ ὑδρεύεσθαι διὰ διφθόγγου.

οὐ γὰρ ἄν ποτε τρέφειν δύναιτʼ ἂν: ἀντὶ τοῦ εἷς οἶκος … οὐ δύναται τρέφειν τοὺς δύο κύνας. εἴρηται δὲ παρὰ τὴν παροιμίαν τοῦτο εἴρηκεν «μία λόχμη δύο ἐριθάκους οὐ τρέφει».

παροιμία «οὐ τρέφει μία λόχμη δύο ἐριθάκους». ἔστι δὲ ὄρνεον ὑπὸ μέν τινων καλούμενον ἐριθεύς, ὑπὸ δὲ ἑτέρων ἐρίθυλος ὑπὸ Γ δὲ τῶν πλείστων ἐρίθακος

ἐὰν δὲ μὴ τὸ λοιπὸν: ἐάν, φησίν, μὴ καταδικάσῃς αὐτόν, οὐκέτι κραυγάσω. διὰ γὰρ τῆς βοῆς οἱ κύνες φρουροῦσιν.

κεκλάγξομαι: ἀντὶ τοῦ ὑλακτήσω· ἐπὶ τῶν κυνῶν.

κλέπτον τὸ χρῆμα: ἀντὶ τοῦ κλεπτικόν. Γ ἔπαιξε δέὲ· ὡς ἐν κωμῳδίᾳ εἴρηται «τἀνδρός» καὶ οὐ «κυνός».

ὦʼλεκτρυόν ὦʼλεκτρυών. Γ

ὦʼλεκτρυών: ὅτι ὑπέρκειται γὰρ τοῦ δικαστηρίου αὐτοῦ ἀλεκτρυών, ὡς ἐν τοῖς ἄνω ἐδήλωσεν

οὐρῆσαι δὲ θέλων ἀμίδα βούλεται

ἐπιμύει κατανεύει.

γέ γάρ.

τοὺς μάρτυρας γὰρ: ὅσα ἐν τῷ μαγειρείῳ τυγχάνει ἐργαλεῖα, τοῦ γελοίου χάριν ἄξαι φησὶ ταῦτα εἰς μαρτυρίαν αὐτοῦ, καὶ ὅτι ἐν τῷ μαγειρείῳ ἡρπάγη ὁ τυρός.

ἔπαιξε δέ. ἐπεὶ ἐν τῷ μαγειρείῳ ἦν, ὃν ἥρπασε τυρόν.

τρύβλιον τὸ κοινῶς σαλτζάριον.

σίδηρόν τί ἐστιν ἡ τυρόκνηστις, ἐν ᾧ εἰς λεπτὰ κόπτουσι τὸν τυρόν· ἔστι δὲ κάτω τετρυπημένον διόλου καὶ σχῆμα ἔχον πτύου.

ἐσχάραν τὸν χυτρόποδα.

τὰ προσκεκαυμένα τὰ εἰς τὸ καίεσθαι ἐπιτήδεια.

οἶμʼ ἐγὼ χεσεῖσθαι: πρὸς τὸ «οὐρεῖς» ἐπήνεγκε τὸ «χεσεῖσθαι ποιήσω τὸν Λάβητα». ὡς φιλόδικος δὲ ἀπειλεῖ καταδικάσαι αὐτόν.

ἀλλʼ ὀδὰξ ἔχει: οἷον οὐδὲν φθέγγεται, ἀλλὰ τοὺς ὀδόντας δηκτικῶς κατέχει ὁ κύων.

ἀλλʼ ... ἔχει οἷον διασπαράξαι βούλει τοῖς ὀδοῦσι τὸν κύνα … ἵνʼ ᾖ τὸ «ἔχει» δευτέρου προσώπου ἀττικοῦ.

ὅπερ ποτὲ φεύγων ἔπαθε: Θουκυδίδην λέγει τὸν Μελησίου Ἀλωπεκῆθεν Γ τοῦτον δὲ ἐξωστράκισαν οἱ Ἀθηναῖοι τὰ ιʹ ἔτη κατὰ τὸν νόμον οὐ ξενιστέον δέ, ὅτι ἑτέρωθι μὲν ἐξωστρακίσθαι φησὶν αὐτόν, νῦν δὲ φεύγειν. εἶδος γάρ τι φυγῆς ἐστιν ὁ ὀστρακισμός, ἐν δὲ τοῖς εἴδεσι περιέχεται τὰ γένη· καὶ τὸ μὲν ἐξωστρακίσθαι τὸ φεύγειν ἄν τις εἰκότως εἴποι, τὸν δὲ φεύγοντα οὐκέτι ἐξωστρακίσθαι.

πλὴν εἰ μή τις εἴπῃ, ὡς εἶδος τῆς φυγῆς ὁ ἐξοστρακισμός, καὶ τὸν ἐξοστρακισθέντα εἰκότως εἴποις ἂν φεύγειν, οὐ μὴν δὲ καὶ τὸν φεύγοντα ἐξωστρακίσθαι. ἐν Ἱππεῦσι δὲ ὁ τρόπος εἴρηται τοῦ ὀστρακισμοῦ.

διαφέρει γὰρ φυγὴ ὀστρακισμοῦ ὅτι τῶν μὲν φευγόντων αἱ οὐσίαι δημεύονται τῶν δὲ ὀστρακισμῷ μεταστάντων οὐκέτι … κύριος ἦν ὁ δῆμος τῆς οὐσίας καὶ τοῖς μὲν καὶ τόπος ἀπεδίδοτο καὶ χρόνος, τοῖς δὲ οὐθέτερον τούτων ὅτι δὲ ὁ Ἀθηναίων δῆμος ἀειφυγίαν αὐτοῦ καταγνοὺς ἐδήμευσε τὴν οὐσίαν καὶ ὅτι πρὸς Ἀρταξέρξην ἧκε φεύγων, σαφὲς ποιεῖ Ἰδομενεὺς διὰ τοῦ βʹ τὸν τρόπον τοῦτον·

Ἰδομενεὺς δὲ ἀειφυγίαν λέγει καταδικασθῆναι αὐτὸν ὑπὸ τοῦ δήμου τῶν Ἀθηναίων λέγων οὕτως·

«οἱ μέντοι Ἀθηναῖοι αὐτοῦ καὶ γένους ἀειφυγίαν κατέγνωσαν προδιδόντος τὴν Ἑλλάδα καὶ αὐτοῦ ἡ οὐσία ἐδημεύθη.»

Θουκυδίδης Μελησίου υἱός, Περικλεῖ ἀντιπολιτευσάμενος. τέσσαρες δέ εἰσι Θουκυδίδαι Ἀθηναῖοι· ἱστοριογράφος καὶ ὁ Γαργήττιος καὶ ὁ Θετταλὸς καὶ οὗτος, ῥήτωρ ἄριστος τυγχάνων,

τέσσαρές εἰσι Θουκυδίδαι Ἀθηναῖοι· ὁ ἱστοριογράφος, ὁ Γαργήττιος, ὁ Θετταλός, καὶ οὗτος ὁ Μελησίου υἱός, ὁ ἀντιπολιτευσάμενος Περικλεῖ, ῥήτωρ ὢν ἄριστος,

ὃς κατηγορηθεὶς ἐν τῷ δικάζειν οὐκ ἠδυνήθη ἀπολογήσασθαι ὑπὲρ ἑαυτοῦ, ἀλλʼ ὥσπερ ἐγκατεχομένην ἔσχε τὴν γλῶτταν, καὶ οὕτως κατεδικάσθη, εἶτα ἐξωστρακίσθη … ὑπὸ Ἀθηναίων δέκα ἔτη κατὰ τὸν νόμον.

πρὸς τὴν ἱστορίαν. μήποτε ὁ Περικλεῖ ἀντιπολιτευσάμενος· τοῦτο δὲ Φιλόχορος μὲν ἱστορεῖ, ὃς οὐδὲ πάντῃ γνώριμος ἐγένετο, ἀλλʼ οὐδὲ παρὰ τοῖς κωμικοῖς, διὰ τὸ ἐπʼ ὀλίγον στρατηγίας ἀξιωθέντα μετὰ Κλέωνος ἐπὶ Θρᾴκης φυγῇ καταψηφισθῆναι. ἔνιοι δέ, ὧν καὶ Ἀμμώνιος, τοῦ Στεφάνου· καὶ τοῦτο δὲ ὑπίδοιτό τις, ὥσπερ προείρηται, ὁ γενόμενος ὀστρακισμὸς ἐμφαίνει τὸν Μελησίου. Θεόπομπος μέντοι ὁ ἱστορικὸς τὸν Πανταίνου φησὶν ἀντὶ τούτου ἀντιπολιτεύσασθαι Περικλεῖ· ἀλλʼ οὐκ Ἀνδροτίων, ἀλλὰ καὶ αὐτὸς τὸν Μελησίου καὶ τὸν ὀστρακισθέντα.

δέον εἰπεῖν τὴν γλῶσσαν.

πάρεχʼ ἐκποδών: ὁ Βδελυκλέων λακτίσας τὸν κύνα φησίν· «ἀναχώρει».

διώκει κτλ. τοὺς συκοφάντας … λύκους καλεῖ

ξυνωμότης: προδότης. τοῦτο δὲ ὡς ἐπὶ ἀνθρώπου δὲ εἶπεν.

οἷός τε: δυνατός ἐστι, φησίν, προβάτων προΐστασθαι.

κατεσθίει ἄλλῳ τρόπῳ, φησίν, βλάπτει.

κιθαρίζειν γὰρ οὐκ ἐπίσταται: ὡσεὶ εἶπεν «οὐδὲν ἄλλο ἐπίσταται πλὴν τὸ κλέπτειν».

παρὰ τὴν παροιμίαν πεζῇ βαδίζω· νεῖν γὰρ οὐκ ἐπίσταμαι. οὐδὲν δὲ πρὸς ἔπος· δέον γὰρ εἰπεῖν «ὑπὸ πείνης τοῦτο ποιεῖ», ὁ δὲ παρʼ ὑπόνοιαν τοῦτο ἐπήγαγεν.

δέον εἰπεῖν «σύγγνωθι· ὑπὸ πείνης γὰρ τοῦτο ποιεῖ», παρʼ ὑπόνοιαν εἴρηκε τὸ «κιθαρίζειν γὰρ οὐκ ἐπίσταται».

ἐβουλόμην κτλ. ἀπὸ κοινοῦ τὸ «ἐπίστασθαι». πρὸς τὸ «κιθαρίζειν» δὲ ἐπήνεγκε τοῦτο.

κακουργεῖν κτλ. ὡς γραπτὸν δεδωκότος λόγον τοῦ ἀπολογουμένου κυνός.

μου κτλ. τὴν ἀπολογίαν. τοῦτο δὲ ὡς πρὸς τὸν Χάρητα πάλιν.

τῶν μαρτύρων: ἀπολογουμένων … δηλονότι.

καὶ λέξον μέγα καὶ τοῦτο ὡς ἐν κωμῳδίᾳ.

ταμιεύουσα: ἐν τῷ ταμιείῳ τυγχάνουσα Γ

ἀπόκριναι σαφῶς ἐν τούτοις καὶ ὅλῳ τῷ τρόπῳ τῆς δίκης ἐχαρακτήρισε τὰς ἐν ταῖς εὐθύναις τῶν ἀρχόντων ἀπολογίας.

κατέκνησας: ἀντὶ τοῦ «ἔτεμες, ἐμέρισας τοῖς στρατιώταις, ἃ ἔλαβες τυρία». ὡς ἐπὶ δημοσίου δὲ πράγματος ἀξιοπιστίαν περιποιεῖται τῇ μαρτυρίᾳ διὰ τοῦ στρατιώταις εἰπεῖν τετμηκέναι

κατέκνησας κατέτεμες, ἐμέρισας.

ἅʼλαβες ἤγουν τὰ τυρία.

καὶ τραχήλιʼ ἐσθίει: τὰ ἄκρα καὶ τὰ εὐτελῆ κρέα.

ἐν τοῖς ὑπομνήμασι γέγραπται περὶ τῶν τραχηλίων οὕτως· «τὰ ἀποβαλλόμενα τῶν ὄψων, ὡς μικρὰ κλέπτοντος αὐτοῦ»· πεπλάνηται δέ. ἔστι γὰρ τραχήλιον ὀστράκιόν τι βραχὺ τελέως, παραπλήσιον τοῖς κυρηβίοις· λέγονται δὲ καὶ ἀρσενικῶς οἱ τράχηλοι. ἔστι δὲ εὐτελὲς προσόψημα ἐν λοπαδίσκοις σκευαζόμενον.

τὸ τραχήλιον εὐτελές τι ἐστι προσέψημα ἐν λοπαδίοις κατασκευαζόμενον, παραπλήσιον τοῖς κυρηβίοις· λέγονται δὲ καὶ ἀρσενικῶς οἱ τράχηλοι.

τουτέστι πιτύροις, τοῖς ἀπὸ τῶν κριθῶν ἀποβρέγμασι, τοῖς ἀχύροις.

ἕτεροι δὲ τὰ κεφάλαιαά φασι τῶν ἰχθύων, ὡς ἀκανθώδη. καὶ Φερεκράτης ἐν Ἐπιλήσμονι· «ὅστις παρέθηκε κράνην». χαρακτηρίζει δὲ τοὺς μικροκλέπτας ἐν τοῖς ἑξῆς, τοὺς οἴκοι μένοντας τῶν πολιτῶν καὶ ἁρπάζοντας.

καὶ τὰς ἀκάνθας: ἅμα μὲν ἐπὶ τοῦ κυνὸς εὐτελέσι τε χρωμένου καὶ πανταχῇ φοιτῶντος, ἅμα δὲ καὶ ὡς ἐπὶ στρατηγοῦ προϊόντος. καὶ Λάχης γὰρ εἷς τῶν ἐξιόντων στρατηγῶν ἐγένετο ἐν ταῖς ἐξόδοις.

ὡς πανταχῇ φοιτῶντος τοῦ κυνός· ὁμοίως καὶ τοῦ Χάρητος ὡς στρατηγοῦ.

ὁ δʼ ἕτερος οἷός ἐστιν: ὁ κατήγορος. εἴη δʼ ἂν ὁ Κλέων, ὅν φησιν ἐνδομυχοῦντα τὰ τῆς πόλεως κατεσθίειν. τοὺς οἴκοι οὖν μένοντας τῶν πολιτῶν καὶ ἁρπάζοντας χαρακτηρίζει.

αἰβοῖ: ὡς μαλαχθεὶς ὁ γέρων δυσαρεστεῖται κακόν τι νομίζων αὐτὸ εἶναι διὰ τὸ ἄηθες εἶναι αὐτῷ.

αὐτὸν ὦ πάτερ ὡς πρὸς τὸ δικαστήριον ὁ λόγος … καὶ τὸν γέροντα.

καὶ μὴ διαφθείρητε: ὅτι καὶ τὰ παιδία κλάει ἐν τοῖς δικαστηρίοις τῶν κατηγορουμένων· καὶ ἄνω δὲ εἶπεν.

, ὡς ἀνωτέρω εἴρηται.

κνυζούμενα: παρακλαίοντα. ὡς ἐπὶ κυνῶν δὲ εἶπεν τὸ «κνυζόμενα»· κνυζηθμὸς γὰρ λέγεται ποιά τις φωνὴ ἐπὶ κυνῶν.

ὅτι συνήθως οὕτως ἔλεγον ἐν τοῖς δικαστηρίοις· «κατάβηθι».

κατάβα κατάβα: τὸ «κατάβα» τοῦτο εἰώθασι γὰρ λέγειν οἱ δικασταί, ὅταν ἀπολύωσι καὶ πείθωσι τοῖς λόγοις, «μηκέτι λέγε»

καίτοι τὸ κατάβα τοῦτο: πολλάκις γὰρ εἰπόντες τὸ «κατάβα» ἐξηπάτησαν.

ἐστί γε τὸ ῥοφεῖν ἀντὶ τοῦ λόγων ἀκοῦσαι καὶ ἐλεῆσαι εἶπε ῥοφῆσαι

διὰ τὴν θερμασίαν.

ἀπεδάκρυσα: ἐδάκρυσα, φησίν, ὅτι παρὰ τὸ ἔθος ἐποίησα … ἢ ὑπεχάλασα τῆς ὀργῆς καὶ γνώμην ἐμὴν εἶπον

ἐγὼ γὰρ ἀπεδάκρυσα: κοινόν τι παθὼν ὁ πρεσβύτης καὶ ἐπιδακρύσας τῷ τῶν παίδων ὀδυρμῷ αἰτιᾶται ὡς ἐκ τῆς φακῆς τοῦτο πεπονθὼς καὶ οὐκ ἐξ ἰδίας προαιρέσεως. φησίν ὅτι τὸ ῥοφεῖν κακοῦ μοι αἴτιον ἐγένετο ἠμβλύθην γὰρ τῆς ὁρμῆς οὐδέποτε γὰρ τὴν γνώμην μου οὐδενὶ εἶπον, εἰ μὴ νῦν, ὅτι ἐρρόφησα τὴν φακῆν. ἅμα δὲ καί, ὅτι οἱ ἐσθίοντες τὴν φακῆν θερμὴν ἀβουλήτως δακρύουσιν … καὶ Γ θερμῆς οὔσης αὐτῆς.

γνώμην ἐμὴν ἀντὶ τοῦ κατὰ γνώμην ἐμήν.

ὅτι οἱ ἐσθίοντες τὴν φακῆν θερμὴν ἀβουλήτως δακρύουσιν.

χαλεπὸν εἰδέναι: ἀντὶ τοῦ οὐκ οἶδα ἀκριβῶς.

ἐπὶ τὰ βελτίω: εἰς τὸ ἐλεῆσαι μᾶλλον ἢ καταδικάσαι.

τηνδὶ λαβὼν τὴν ψῆφον: τὴν τετρυπημένην αὐτῷ δείκνυσι ψῆφον. δύο γὰρ ἀμφορεῖς εἰσιν ὧν ὁ μὲν κύριος λεγόμενος χαλκοῦς ἦν εἰς ὃν τὴν κυρίαν ψῆφον καθίεσαν οἱ δικασταὶ ἢ καταδικάζοντες ἢ ἀπολύοντες, ὁ δὲ ἕτερος ξύλινος, εἰς ὃν τὰς ἀκύρους καθίεσαν. ὁπότε δὲ πάντες διεψηφίσαντο, εἰς τὸν χαλκοῦν κάδον διηριθμοῦντο αἱ ψῆφοι, καὶ κατεδίκαζον μὲν αἱ τετρυπημέναι, ἀπέλυον δὲ αἱ πλήρεις. δεῖται οὖν αὐτοῦ, ἵνα τὴν τετρυπημένην εἰς τὸν ὕστερον τὸν ἄκυρον καταθῇ καὶ ἀπολύσῃ τὸν ἀπολογούμενον. φαίνονται δὲ συνήθως καλοῦντες τὸν μὲν κύριον ἀμφορέα πρότερον, τὸν δʼ ἕτερον ὕστερον.

εἰς τὸν ὕστερον καδίσκον τὴν ἀποδοκιμάζουσαν ἀπέβαλλον ψῆφον. συνήθως γὰρ καλοῦσι τὸν μὲν κύριον ἀμφορέα πρότερον, τὸν δὲ ἄκυρον ὕστερον.

μύσας παρᾷξον: ἐπειδὴ παρὰ τὴν προαίρεσιν αὐτοῦ ἀναπείθει αὐτὸν ῥῖψαι τὴν ψῆφον εἰς τὸν ἄκυρον κάδον φησὶν αὐτῷ· «μύσας τοῦτο ποίησον», ὡς ἀτόπου αὐτῷ τούτου φαινομένου.

νυν δή.

τὴν ταχίστην πρὸς τὸ ἄνω εἰρημένον.

περιάγω «σὲ περιάγω» πρὸς τὴν ψῆφον λέγει.

ὅδʼ ἔσθʼ ὁ πρότερος: ὁ καδίσκος … ὅπου αἱ τῶν καταδικαζομένων ψῆφοι βάλλονται

ἐναλλάσσει τὰς χεῖρας περιφέρων τὰς ὑδρίας, ἵνα ἀγνοήσας ἀποδοκιμάσῃ εἰς τὸν ὕστερον καδίσκον τὴν ἀποδοκιμάζουσαν ἐμβαλὼν ψῆφον.

μιμεῖται τοὺς ἐν τῷ δικαστηρίῳ πολλάκις ἀπατῶντας. ἑστῶτος γὰρ τοῦ τε κατηγοροῦντος καὶ τοῦ ἀπολογουμένου ῥάβδον κατέχει παρεστὼς ὁ κῆρυξ ἢ ὁ θεσμοθέτης καὶ τοῦτο ἐπιτίθησιν ἐπὶ τοὺς καταψηφισθέντας,

ἐπιτίθησι ταύτην ἐπὶ τοῦ καταψηφισθέντος,

ἵνα μὴ ἕτερος ἀνθʼ ἑτέρου ἀπαχθῇ.

βάλλων τὴν ψῆφον ὁ Φιλοκλέων φησίν· «καθῆκα δὲ εἰς τὸν πρότερον».

αὕτη ʼντευθενί: δύο καδίσκοι τῶν ψήφων ἦσαν, εἷς μὲν ἐλέου, ὁ ὀπίσω, ἕτερος δέ, ὁ ἔμπροσθεν, θανάτου. παρασκευάζεται οὖν εἰς τὸν τοῦ ἐλέου βαλεῖν τὴν Γ ψῆφον· ἀλλάσσει γὰρ τοὺς τόπους αὐτῶν ὁ Βδελυκλέων, ἵνα ἀπατηθεὶς ὁ πατὴρ βάλῃ εἰς τὸν τοῦ ἐλέου.

ἐκαλοῦντο δὲ οἱ τοιοῦτοι καδίσκοι εἷς μὲν ἐλέου, ὁ ὀπίσω, ὁ ἔμπροσθεν δὲ θανάτου. παρασκευάζει οὖν αὐτὸν διὰ τῶν ἑξῆς εἰς τὸν τοῦ ἐλέου βαλεῖν τὴν ψῆφον ἀλλάσσων τοὺς τόπους αὐτῶν.

αὐτὴ ʼντευθενί ῥίψον.

ἐξηπάτηται κτλ. ἀπατηθεὶς ὁ πατὴρ ἔβαλεν εἰς τὸν τοῦ ἐλέου ἄκων.

φέρʼ ἐξεράσω: ἀντὶ τοῦ εἰς τὴν γῆν μεταβάλλω τὰς ψήφους· ἔρα γὰρ ἡ γῆ. βούλεται δὲ ἀριθμῆσαι τὰς ψήφους

ἐκπέφευγας ὦ Λάβης: ὡς ἀριθμηθεισῶν τῶν ψήφων καὶ τῶν ἀπολυουσῶν πλειόνων οὐσῶν.

ποῦ ʼσθʼ ὕδωρ: ὡς παρειμένου αὐτοῦ ψυχρὸν ὕδωρ αἰτήσει ἀκούσας γὰρ τὸ «ἐκπέφευγας» ὁ Φιλοκλέων ἐλειποψύχησεν· ὅσον γὰρ ἐπʼ αὐτῷ, ἦν καταδικασθείς.

ἀκούσας ὁ Φιλοκλέων τὸ «ἐκπέφευγας, ὦ Λάβης» ἐλειποψύχησε καὶ ὡς παρειμένος ψυχρὸν ὕδωρ αἰτεῖ. εἰώθασι γὰρ τοῖς λειποψυχήσασι ψυχρὸν ἐπιρραίνειν ὕδωρ· διὸ καὶ ὁ υἱὸς αὐτοῦ τοῦτον ἀνακτώμενός φησιν· «τί πέπονθας, ὦ πάτερ;»

ἔπαιρʼ ἔπαιρε ἤγουν ἀνάνηψον.

ὄντως ἀπέφυγεν: ἐξελύθη γενόμενος ἐκτὸς τιμωρίας τοῦ φεύγοντος.

ξυνείσομαι συγγνῶ.

φεύγοντʼ κατηγορούμενον.

σύγγνωτέ μοι: ὡς μέγα τι ἀτόπημα πράξας ἀπολογεῖται τοῖς θεοῖς.

αὔτʼ αὐτό.

ἐπὶ δεῖπνον εἰς ξυμπόσιον: ἕν ἐστιν «ἐπὶ δεῖπνον εἰς συμπόσιον». οὕτω γὰρ ἐκάλουν, ὥστε μόνον εἶναι τὸν οἶνον κοινόν, τὰ δὲ λοιπὰ ἑαυτοῦ … κομίζειν οὕτω κληθέντα. πανθοινίαν δὲ ἔλεγον, ὥς φησιν Εὐφρόνιος, ὁπότε εἰς κοινὸν κατατιθέντες τὰ κομισθέντα δεῖπνα πάντες ἀπέλαυον

πανθοινίαν ἔλεγον, ὥς φησιν Εὐφρόνιος, τὴν ἐν τοῖς συμποσίοις ἐπὶ δεῖπνον τῶν πολλῶν συνέλευσιν. ὁ μὲν γὰρ οἶνος μόνος ἦν κοινός, τὰ δὲ λοιπὰ βρώματα ἕκαστος ἐξ ἑαυτοῦ ἐκόμιζεν. ἔθος δὲ ἦν οὕτω λέγειν· ἕν ἐστιν «ἐπὶ δεῖπνον εἰς ξυμπόσιον».

κοὐκ ἐγχανεῖταί: οὐκ ἐγγελάσει σοι, φησίν, ὁ Ὑπέρβολος ὁρῶν σε Γ ταπεινόν τε καὶ οἰκτρὸν ἐκ τοῦ δικάζειν καὶ τρεῖς ὀβολοὺς λαμβάνειν καὶ ἀεὶ πένεσθαι.

ταπεινὸν καὶ πτωχὸν ἐκ τοῦ δικάζειν ὄντα.

ὑπὲρ τῆς πονηρίας Ὑπερβόλου εἴρηται καὶ νῦν δὲ ὀλίγα παραγράψομεν. φησὶ δὲ καὶ Ἀνδοκίδης φησὶ τοίνυν· «περὶ Ὑπερβόλου τοίνυν λέγειν αἰσχύνομαι, οὗ ὁ μὲν πατὴρ ἐστιγμένος ἔτι καὶ νῦν ἐν τῷ ἀργυροκοπείῳ δουλεύει τῷ δημοσίῳ, ὡς δὲ ξένος ὢν καὶ βάρβαρος λυχνοποιεῖ». Θεόπομπος δέ φησι καὶ τὸν νεκρὸν αὐτοῦ καταποντωθῆναι γράφων, ὅτι «ἐξωστράκισαν τὸν Ὑπέρβολον ἓξ ἔτη· ὁ δὲ καταπλεύσας εἰς Σάμον καὶ τὴν οἴκησιν ἐκεῖ ποιησάμενος ἀπέθανεν· καὶ τούτου τὸν νεκρὸν εἰς ἀσκίον ἀγαγόντες εἰς τὸ πέλαγος κατεπόντωσαν»

ταῦτά ἔστω.

νυν δή.

ἀλλʼ ἴτε χαίροντες: τοῦτο κομμάτιον καλεῖται, ὅπερ ἐστὶ προκήρυγμα τῆς παραβάσεως.

ἀλλʼ ἴτε χαίροντες: τοῦτο κομμάτιον, ὡς εἴρηται, ὀνομάζεται. ἔστι δὲ κώλων χοριαμβικῶν ἐπιμεμιγμένων ἐπιτρίτοις καὶ βακχείοις καὶ παλιμβάκχοις ζʹ, ὧν τὸ αʹ τρίμετρον καταληκτικόν· τὸ βʹ δίμετρον ἀκατάληκτον τὸν αʹ ἔχον πόδα πεντασύλλαβον· τὸ γʹ δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς τὸν αʹ ἔχον πόδα πεντασύλλαβον· τὸ δʹ δίμετρον ἀκατάληκτον ὅμοιον τῷ βʹ· τὸ εʹ ὅμοιον τῷ αʹ· τὸ ϛʹ καὶ τὸ ζʹ ὅμοια τῷ δευτέρῳ.

τὰ δὲ λοιπὰ ὡς τὸ δεύτερον.

ἐπὶ τῷ τέλει παράγραφος.

κομμάτιον χοροῦ … κώλων ζʹ.

μὴ πέσῃ φαύλως: φυλάττεσθε, φησίν, μὴ εὐτελῶς ὀφθείη ἢ ματαίως ῥηθῇ. ὑπὲρ τοῦ ποιητοῦ δὲ ὁ χορός φησι μὴ ἐκφαυλισθῆναι τὴν διδασκαλίαν τοῦ παρόντος δράματος τούτου καὶ πρὸ ἑνὸς γὰρ ἐνιαυτοῦ τὰς πρώτας Νεφέλας διδάξας ἀπεκρίθη

σκαιῶν ἀπαιδεύτων, ἀμαθῶν.

παράβασις Γ χοροῦ … στίχων λϛʹ καὶ κώλων θʹ.

εἴπερ καθαρόν: παρρησιαστικόν, εἰλικρινές, γνήσιον.

πόλλʼ αὐτοὺς εὖ πεποιηκώς: διὰ τὸ ἐν τοῖς δράμασιν αὐτοῦ ἐλέγχειν τὰς κλοπὰς ἑκάστου.

πεποιηκώς κοινή.

τὰ μὲν οὐ φανερῶς: τὰ μὲν οὐκ ἐκ τοῦ φανεροῦ φησίν, ἐπικουρεῖ ὁ ποιητὴς τοῖς θεαταῖς ὑμῖν, ἀλλὰ διʼ ἑτέρων ποιητῶν λάθρᾳ, ἐπειδὴ διὰ Φιλωνίδου καὶ Καλλιστράτου καθίει τινὰ τῶν δραμάτων· πρῶτον γὰρ δρᾶμα διʼ ἑαυτοῦ καθῆκε τοὺς Ἱππέας.

ἐπικουρῶν βοηθῶν.

κρύβδην κεκρυμμένως.

Εὐρυκλῆς μάντις διʼ ἑτέρων ἑαυτὸν ποιῶν κατάδηλον. φησὶν οὖν, ὅτι ὥσπερ Εὐρυκλῆς, οὕτως κἀγὼ ἐδίδουν ἑτέροις.

τὴν Εὐρυκλέους μαντείαν: οὗτος ὡς ἐγγαστρίμυθος λέγεται Ἀθήνησι τἀληθῆ μαντευόμενος

οὗτος ὁ Εὐρυκλῆς ἐγγαστρίμυθος ἐλέγετο, ὡς Ἀθήνησι μαντευόμενος

διὰ τοῦ ἐνυπάρχοντος αὐτῷ δαίμονος. τοιοῦτον οὖν, φησίν, καὶ ὁ ποιητὴς τρόπον ἐποίησεν εἰς τὰ δράματα ἑτέροις διακόνοις χρώμενος. ὡσεὶ εἶπεν «ἔργον ποιήσας τῶν ἐχόντων ἀγαθὸν δαίμονα». ἐγγαστρῖται δὲ καὶ Εὐρυκλεῖδαι ἐκαλοῦντο ἐντεῦθεν πάντες οἱ μαντευόμενοι,

ἐντεῦθεν καὶ πάντες οἱ μαντευόμενοι ἐγγαστρῖται καὶ Εὐρυκλεῖδαι ἐκαλοῦντο,

ἀπὸ Εὐρυκλέους πρῶτον τοῦτο ποιήσαντος.

πολλὰ μάχεσθαι: ἀντὶ τοῦ εἰπεῖν, ὅτι πρότερον ἄλλοις ἐδίδου τὰς κωμῳδίας.

κινδυνεύων καθʼ ἑαυτόν: διὰ γὰρ τὸν κίνδυνον οὐδεὶς ὑπεκρίθη τοὺς Ἱππέας.

οὐκ ἐκτελέσαι φησὶν: οἷον οὐ τέλεον ἐπαρθῆναι … φησίν, Γ ἠθέλησεν, καὶ οὐκ ἐπὶ τέλος ἔδοξεν αὐτῷ ἐλθεῖν οὔτε τῆς ποιήσεως οὔτε τῶν ἐπαίνων.

οὐδὲ παλαίστρας: οὐδὲ εἰ προσῆλθεν αὐτῷ τις ἐξώλης ἀναστραφεὶς καὶ δεόμενος μὴ κωμῳδεῖσθαι, ἐμαλάττετο οὐδὲ ἐπείθετο.

διʼ Εὔπολιν· ἐν Αὐτολύκῳ δὲ τοιαῦτά φησιν —τοῦτο δὲ καὶ ἐν Εἰρήνῃ οὕτως—Γ ὅτι οὔτε «περιῄει τὰς παλαίστρας σεμνυνόμενος καὶ τοῖς παισὶν ἑαυτὸν δῆλον ποιῶν τῆς νίκης ἕνεκα».

διʼ Εὔπολιν ταῦτά φησιν· ἐκεῖνος γὰρ ἐν ταῖς παλαίστραις περιιὼν τοιαῦτα ἐσεμνύνετο.

παιδίχʼ τὰ παιδικά.

παιδικά: ἐπὶ θηλειῶν τάττεσθαι ἄλλα τε οὐκ ὀλίγα καὶ τὸ ἐνταῦθα· καὶ ἐν τοῖς ... παιδικά, ὡς ... τρέπεις νῦν ... πρὸς τοῖς σοῖσι παιδικοῖς ... δὲ ὁρᾷς ... καλοῦνται διὰ τούτων τῶν ὀνομάτων, ἀλλὰ ... ἐρωμένων.

παιδικὰ ὀξυτόνως τινὲς ἐπʼ αἰσχροῦ ... παιδικὰ ἐρώμενον.

ἵνα τὰς Μούσας: τουτέστι τὰ δράματα. εἰ γὰρ μὴ καταδήλους, φησίν, ποιήσει τοὺς τοιούτους αἱ Μοῦσαι ἀλλʼ ἐπικρύψει οἱονεὶ μαστροποὶ τῶν τοιούτων εὑρεθήσονται.

ἀνθρώποις: ἀλλὰ τέρασιν, φησίν, καὶ δαίμοσιν.

Ἡρακλέους ὀργήν ἀντὶ τοῦ γενναῖον φρόνημα.

τοῖς μεγίστοις ἐπιχειρῶν: δηλοῖ, ὅτι αἱ Διδασκαλίαι ἴσως φέρουσι τοὺς Ἱππεῖς πρώτους ὑπʼ αὐτοῦ καθιεμένους· περὶ Κλέωνος γὰρ αἰνίσσεται.

τὰ περὶ Κλέωνος νῦν αἰνίττεται· μέγας γὰρ ἦν. δηλοῖ δέ, ὅτι τοὺς Ἱππέας πρώτους κατʼ αὐτοῦ ἐδίδαξεν.

ξυστὰς: ὡς ἐπὶ τῶν παλαιόντων.

καρχαρόδοντι τῷ Κλέωνι … λέγει.

Κύννης: Κύννα πόρνη «μετὰ Κύνναν καὶ Σαλαβακχώ». Ἐρατοσθένης δὲ ἠγνόησε τὴν Κύνναν, ὅτι πόρνη … οἱ μέν τινες προφέρεσθαί φασι «κυνὸς», ὡς ἐπʼ ἀναιδοῦς, οἱ δὲ «πυρὸς»: οὐκ εὖ. τῇ δὲ Κύννῃ παρέβαλε τὸν Κλέωνα διὰ τὸ ἀναιδές.

πόρνη ἦν ἡ Κύννα καὶ ἡ Σαλαβακχώ. θέλων οὖν παραβαλεῖν τὸν Κλέωνα κυνὶ διὰ τὸ ἀναιδὲς ἑτέρως ἐσχημάτισεν.

ἐλιχμῶντο: ἔλειχον.

φωνὴν δʼ εἶχεν χαράδρας: ἐπειδὴ πλέον τι τοῦ χειμάρρου εἰς τραχύτητα καὶ ἀνωμαλίαν ἔχει. Φερεκράτης ἐν Ἐπιλήσμονι κἂν μὲν σιωπῶ, φέρεται πνίγεται καί φησι· «τί σιωπᾶς;» ἀν δʼ ἀποκριθῶ, «οἴμοι τάλας», φησίν, «χαράδρα κατελήλυθεν.»

«χαράδρας», φησίν, «φωνὴν εἶχεν», ὡς καὶ ἐν Ἱππεῦσί φησιν· «Κυκλοβόρου φωνὴν ἔχων».

χαράδρας χειμάρρου.

φώκης δʼ ὀσμήν: εἰς κακοσμίαν αὐτὸν διαβάλλει διὰ τὸ βυρσοδέψην αὐτὸν Γ εἶναι

Ὅμηρος· φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή· καὶ πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.

Λαμίας ὄρχεις: Λαμία θηρίον λαίμιά τις καὶ λάμια. δραστικοὶ δὲ οἱ ... θῆλυ γάρ.

Δοῦρις δʼ ἐν βʹ γενέσθαι τὴν Λαμίαν, μιχθέντος ... διαφθείρειν.

πρωκτὸν δὲ καμήλου: ὅτι θερμόπρωκτος … γὰρ ἡ κάμηλος καὶ λάγνος.

κάμιλος σχοινίον διὰ τοῦ ι.

καταδωροδοκῆσαι δωροδοκηθῆναι ὑπὸ τοῦ Κλέωνος.

ἀντὶ τοῦ Κλέωνος· οὐχ ἅμα δὲ ἐκωμῴδησεν ἐκεῖ αὐτόν, λέγω ἐν ταῖς Νεφέλαις. ἠπιάλους δὲ τοὺς φιλοσόφους φησίν· ἠπίαλοι δέ εἰσιν οἱ ῥιγοπύρετοι.

τοῖς ἠπιάλοις: προείρηται γάρ, ὅτι ἠπίαλος λέγεται τὸ πρὸ τοῦ πυρετοῦ κρύος. Ἀριστοφάνης Νεφέλαις· καὶ Θεσμοφοριαζούσαις· ἅμα δʼ ἠπίαλος πυρετοῦ πρόδρομος. Δίδυμος δέ φησιν· «δαίμων, ὃν Ἠπιάλην καὶ Τῖφυν καὶ Εὔοπαν καλοῦσιν.» τὸ δὲ «πυρετοῖσιν» ἐπήνεγκεν ἀπὸ τοῦ πάθους.

τοὺς βλάπτοντας τὴν πόλιν λέγει ἠπιάλους καὶ πυρετούς· ταῦτα γὰρ εἴδη πυρετῶν. ὥσπερ οὖν οὗτοι βλάπτουσι τὰ σώματα, οὕτω καὶ οὗτοι τὴν πόλιν.

πέρυσιν: πέρυσι γὰρ τὰς Νεφέλας ἐδίδαξεν, ἐν αἷς τοὺς περὶ Σωκράτην ἐκωμῴδησεν. ἠπιάλους δὲ αὐτοὺς ὠνόμασεν εἰς ὠχρότητα παρασκώπτων. ἐν δὲ τοῖς Ἱππεῦσι τὸν Κλέωνα, οὓς πρὸ τῶν Νεφελῶν καθῆκεν.

οἳ τοὺς πατέρας: τοῦτο πρὸς τὸν ὑπʼ αὐτῶν ἥττονα λόγον, ᾧ πατραλοίας χρώμενος εἰσάγεται ἐν Νεφέλαις.

τὸ δὲ «τοὺς πατέρας ἦγχον» λέγει διὰ τὸν ὑπʼ αὐτοῦ, ὥς φησιν, πέρυσιν εἰσαχθέντα ἐν Νεφέλαις τύπτοντα τὸν πατέρα αὐτοῦ.

νύκτωρ ὅτι νύκτωρ ἐσκέπτοντο.

ἀντωμοσίας: γράμματα ἀπολογήσεσθαι.

ἀντωμοσία: γραφὴ ἔπραξεν ἀποφάσκειν. ἐξωμοσία ... λειτουργεῖν.

ἐπὶ τῷ προσκαλεῖσθαι εἰς δίκας.

προκλήσεις: παρὰ τὸ προκαλεῖσθαι, ὅπερ ἐστὶν εἰς συμβάσεις καὶ συνθήκας καὶ διαλλαγὰς παρακαλεῖν.

ὡς τὸν πολέμαρχον: ὄνομα ἀρχῆς.

οὐ τοῖς πολίταις τοῦτο προσῆψεν, ἀλλὰ τοῖς ξένοις· αἱ γὰρ ξενικαὶ δίκαι ἐπὶ τοῦ πολεμάρχου εἰσήγοντο. οἱ δὲ καὶ βοηθείας δεόμενοι ἐπὶ τὴν ἀρχὴν κατέφευγον τοῦ πολεμάρχου.

ὅτι αἱ ξενικαὶ δίκαι πρὸς τὸν πολέμαρχον εἰσήγοντο αἱ βοηθείας δεόμεναι.

οἱ κατηγοροῦντες γονέων κακώσεως πρὸς τὸν πολέμαρχον ἐδικάζοντο κἀκεῖνος ἔκρινεν.

οἱ κατηγοροῦντες γονέων κακώσεως ἐπὶ τὴν ἀρχὴν τοῦ πολεμάρχου κατέφευγον καὶ ἐδικάζοντο.

πολέμαρχος: ἄρχων ξένους.

ἀρχή τις ἀποστασίου καὶ κλήρων τοῖς μετοίκοις ὁ πολέμαρχος καὶ ἐπικλήρων. παρὰ δʼ Αἰτώλοις τὸν πολέμαρχον συνέβαινε κλείειν τὰς πύλας καὶ ποιεῖσθαι ... πυλώνων. ἔστι δὲ ἀδελφός.

πέρυσιν καταπροὔδοτε: ὅτι πέρυσι διδάξας τὰς πρώτας Νεφέλας ἡττήθη. περιττὴ δὲ ἡ κατά.

ἃς ὑπὸ τοῦ μὴ γνῶναι: τὰς καινὰς διανοίας ἀγνοήσαντες ὑπὸ τοῦ μὴ νοεῖν παρεκρίνατε καὶ ἐποιήσατε ἀσθενεῖς.

ἀφανεῖς, ξηράς.

ἀναλδεῖς ταπεινάς … ἀσθενεῖς.

εἴπερ ἐλαύνων τοὺς ἀντιπάλους: ἀντὶ τοῦ ἐπιχειρῶν καὶ ἐπιτρέχων. τὸ δὲ «συνέτριψεν» ἀπὸ τῶν ἐρετῶν ἐπήγαγε τῶν ὑπὸ ῥύμης συντριβόντων τὴν κώπην ὃ δὲ βούλεται εἰπεῖν, ὅτι οὐ χεῖρον ἐπαινεθήσεται παρὰ τοῖς σοφοῖς τοὺς ἀνταγωνιζομένους αὐτῷ νικῶν. ἔνιοι δέ φασιν ὡς ἐπὶ τῶν ἀτυχῶς ἡνιοχούντων καὶ συντριβόντων τὰ ἅρματα τὴν μεταφορὰν ἐδέξαντο, ἐπειδὴ πρὸς τὸ «παρελαύνων», φασίν, καὶ ἐπήνεγκε τὸ «ξυνέτριψεν»

τὸν νοῦν συνέχεεν, ἀσαφῆ εἰργάσατο. ἢ «ἐπίνοιαν» τὴν ἐλπίδα, τουτέστι νικήσας, φησίν, τοὺς ἀντιπάλους τὴν ἐλπίδα τῆς νίκης ἀπώλεσε —τοῦτο γὰρ «ἐπίνοιαν» λέγει— παρακριθεὶς ὑπὸ τῶν κριτῶν· οὐδὲν δὲ ἧττον σοφὸς νομισθήσεται παρὰ τοῖς σοφοῖς.

κακῶς κρινάντων.

πνῖγος, τὸ καὶ μακρόν.

καινόν κτλ. καινὰς ἐπινοίας καὶ ὑποθέσεις.

καὶ τὰ νοήματα: τὰ νοήματα τοῦ δράματος· ἢ αὐτὰ τὰ δράματα.

ἐπινοήματα τῶν δραμάτων.

μετὰ τῶν μήλων: εἰώθασι γὰρ μῆλα εἰς τὰς κιβωτοὺς βάλλειν ὑπὲρ εὐοσμίας.

εἰς τὰ κιβώτια μῆλα βάλλειν διʼ εὐοσμίαν.

τῶν ἱματίων: ἀττικὸν τὸ σχῆμα· ἀντὶ τοῦ «ἱμάτια».

δεξιότητος: δεξιοὶ δόξετε εἶναι. ἀντὶ τοῦ εἰπεῖν δὲ «ὀσμῆς ὀζήσει» «δεξιότητος» εἶπεν ὡς πρὸς τὸ πρᾶγμα.

ᾠδὴ Γ ἤτοι στροφή.

ᾠδὴδή … καὶ στροφὴ κώλων ιαʹ.

ὦ πάλαι ποτʼ: ὁ χορὸς πρὸς ἑαυτὸνόν … ταῦτα λέγει.

παρὰ τὸ πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι.

ἄνδρες μαχιμώτατοι ἐν τούτῳ, τῷ πολεμεῖν.

πρὶν ταῦτα: τὰ πρὶν κατορθώματα ἀπώλετο.

πολιώτερα δὴ: Δίδυμος «παρῳδήσας ἐκ τῶν Τιμοκρέοντος τοῦ Ῥοδίου».

φησὶν ὡς παρῴδησε τοῦτο τὸ «πρίν ποτʼ ἦν» ἐκ τῶν Τιμοκρέοντος τοῦ Ῥοδίου.

πολιώτεραι λευκότεραι.

οἵδʼ ἐπανθοῦσι τρίχας: ἢ τότε αὐτοὺς δεικνύουσι οὗτοι τοὺς κροτάφους … οἱ δὲ διαιροῦσιν ἀπʼ ἄλλης ἀρχῆς τοῦτο· «ἐπανθοῦσι τρίχες», ἵνʼ ᾖ περὶ τῶν νεωτέρων ὁ λόγος· καὶ γὰρ τὰ ἑξῆς περὶ αὐτῶν φησιν.

τρίχες οἱ κρόταφοι.

κἀκ τῶν λειψάνων ἐκ τοῦ ὑπολοίπου τοῦ γήρως.

ῥώμην γρ. γνώμην.

νεανικὴν συνίζησις.

γῆρας εἶναι κρεῖττον ἢ πολλῶν: διαβάλλει τοὺς νέους ὁ ποιητὴς μὴ δυναμένους κατὰ τοὺς ἀρχαίους κωμῳδεῖν. κικίννους δὲ ἔλεγον τὰς περιεστεμμένας καὶ τετημελημένας τρίχας.

κοκκίνους νεανιῶν τῶν περιεστεμμένων καὶ τετημελημένων τὰς τρίχας.

καὶ σχῆμα: σχῆμα λέγει Γ τὴν σκευὴν καὶ τὸν κόσμον.

εἴ τις ὑμῶν ὦ θεαταί: τοῦτο ἔστιν ἐπίρρημα. τὸ δὲ ἐπίρρημα ὡς ἐπίπαν ὀκτωκαίδεκα στίχων ἢ ιβʹ ἢ ιϛʹ· ἐνθάδε δὲ κʹ.

εἴ τις ὑμῶν ὦ θεαταί: τὸ ἐπίρρημα ἐκ στίχων ἐστὶ τροχαϊκῶν τετραμέτρων καταληκτικῶν κʹ, ὧν τελευταῖος· μηδὲν ἀττικοῦ καλεῖσθαι σφηκὸς ἀνδρικώτερον. ἐπὶ τῷ τέλει διπλῆ ἔσω νενευκυῖα.

ἐπίρρημα … στίχων κʹ.

μιμούμενος τὸ σχῆμα τῶν σφηκῶν λέγει. ἀπολογούμενος οὖν φησιν.

διεσφηκωμένον: εἰς σφῆκας διεσκευασμένον. ταῦτα δὲ πρὸς τὴν σκευήν, ἣν περιέθετο ὁ χορὸς τὴν τῶν σφηκῶν ποικιλίαν μιμούμενος,

ὁ χορὸς πρὸς τὴν σκευήν, ἣν περιέθετο τὴν τῶν σφηκῶν ποικιλίαν μιμούμενος, ταῦτά φησι

περὶ τοῦ σχήματος ἀπολογούμενός … φησιν.

διεσφηκωμένον: διαδεδεμένον. κρεῖττον δὲ «μέσον σφήκωμα φαινόμενον». ἔχουσι γὰρ περὶ τὰ μέσα κεντρίδας ὡς εἰς σφῆκας σχηματιζόμενοι

τῆς ἐγκεντρίδος τοῦ κέντρου.

ῥᾳδίως ἐγὼ διδάξω: ὁ στίχος Εὐριπίδου ἐκ Σθενεβοίας.

ἦ τὸ «ἦ» ἀττικόν ἐστιν ἀντὶ τοῦ «ἦν» … ὡς τὸ «ἦ παρεσκευασμένος» ἐν Πλούτῳ.

τὸ ἐγγεγραμμένον.

τοὐρροπύγιον τὸ ἐγκεκεντρωμένον.

ὁ βάρβαρος: τὴν ἐν Μαραθῶνι κατὰ τοῦ Δαρείου νίκην λέγει.

συνεχῶς εἰσάγονται τῶν Μηδικῶν μεμνημένοι, ὥστε τὰ γενόμενα παίδων ὄντων ἑαυτοῖς ἀνατιθέναι ἐπὶ τῷ τοὺς νέους καταπλήττεσθαι.

τἀνθρήνια: νῦν τὰ τῶν σφηκῶν κηρία. κυρίως δὲ τὰ τῶν ἀνθρηνῶν σμήνη. ἀνθρήνας δὲ οἱ μὲν τὰς μελίσσας φασίν οἱ δὲ ἕτερον ζῷον κηροποιὸν παραπλήσιον σφηκί.

οἱ τόποι, ὅπου κατοικοῦσιν οἱ σφῆκες. δέον δὲ ἦν εἰπεῖν τὰς οἰκίας.

τοῦτο Ἀχαιοῦ, ἀπὸ τοῦ Μώμου δράματος.

θυμὸν ὀξίνην: ἀντὶ τοῦ «ὀργὴν δριμεῖαν ἔχοντες.»

τὴν χελύνην ἐσθίων: ἀντὶ τοῦ τὰ χείλη· οἱ γὰρ ὀργιζόμενοι ἐνδάκνουσι τὰ χείλη.

ὑπὸ δὲ τῶν τοξευμάτων: τῶν πεμπομένων ὑπὸ τῶν βαρβάρων.

φασίν, ὅτι Λεωνίδας, ὁ τῶν Λακεδαιμονίων στρατηγός,

τῷ γοῦν ἀπαγγείλαντι ὡς ὑπὸ τῶν τοξευμάτων τῶν βαρβάρων οὐκ ἦν ἰδεῖν τὸν οὐρανόν, Λεωνίδας, ὁ τῶν Λακεδαιμονίων στρατηγός, εἶπεν· «ἀγαθὰ ἀγγέλλεις, ὦ ξένε, εἰ ὑπὸ σκιὰν μαχούμεθα».

τῶν τοξευμάτων τῶν τοξοτῶν.

ἀπεωσάμεσθα γρ. ἐσωζόμεσθα.

γλαῦξ: τὸ γλαῦκα ὄνομα φησὶν Εὐφρόνιος, ὅτι Ἀττικοὶ μὲν περισπῶσιν, οἱ δὲ Δωριεῖς ὀξύνουσιν. γλαῦκα δὲ τὴν Ἀθηνᾶν … καλεῖ.

φασὶ κατὰ τὸ ἀληθὲς γλαῦκα διαπτᾶσθαι τὴν νίκην τῶν Ἀθηναίων ἀπαγγέλλουσαν.

φασὶ δέ, ὅτι πρὸ τῆς ἐν Μαραθῶνι μάχης γλαῦξ περιίπτατο τοὺς Ἀθηναίους τὴν νίκην αὐτοῖς προμηνύουσα· τῇ Ἀθηνᾷ γὰρ τὸ ὄρνεον ἀντίκειται.

ἑπόμεσθα ἐδιώκομεν.

θυννάζοντες: κεντοῦντες … ὡς τοὺς θύννους τοῖς τριόδουσι μεταφορικῶς.

θυλάκους: θυλάκους φασὶν εἶναι εἴδη βρακίων παρὰ Πέρσαις.

«θυννάζοντες εἰς τοὺς θυλάκους» ἀντὶ τοῦ εἰσπηδῶντες εἰς τὰς ἀναξυρίδας. «θυλάκους» γὰρ τὰ περὶ τοῖς σκέλεσι καὶ τοῖς μηροῖς περσικά.

κεντούμενοι: τοῦτο πρὸς τὴν τῶν σφηκῶν ὁμοιότητα.

ἆρα δεινὸς ἦ τόθʼ: ἡ ἀντῳδὴ καὶ ἀντιστροφὴ ὁμοία ἐστὶ τῇ ᾠδῇ· καὶ αὕτη γὰρ κώλων καὶ στίχων ἐστὶ ιαʹ, καὶ τὰ μὲν τροχαϊκά, τὰ δὲ ἔχει ἰαμβικά, πλὴν ἐν τῷ ζʹ κώλῳ τὸν γʹ ἔχει πόδα χορεῖον ἤτοι τρίβραχυν. ἐπὶ τῷ τέλει αἱ συνήθεις δύο διπλαῖ … ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος.

ἀντῳδὴή … ἡ καὶ ἀντιστροφή.

ἀντῳδὴή … καὶ ἀντιστροφὴ κώλων ιαʹ.

ἄρα δεινὸς ἦ τόθʼ: τὸ «ἦ» κατὰ κρᾶσιν τοῦ ἔα ἀντὶ τοῦ ὑπῆρχον.

ἀπὸ τοῦ ἔα κατὰ κρᾶσιν ἦ ἀντὶ τοῦ ὑπῆρχον … ἐγώ.

ὅπως τὸ ἑξῆς «οὐ γὰρ ἦν ἡμῖν φροντίς».

οὐ γὰρ ἦν ἡμῖν: «φροντίς»· ἐνταῦθα γὰρ συνάπτεται.

ῥῆσιν εὖ λέξειν: ὡς οἱ νῦν ἀσκοῦσι μόνον τὸ εὖ λέγειν, οὐ τὰ πολεμικά.

ἐνταῦθα καθάπτεται τῶν ἀσκούντων μόνον τὸ εὖ λέγειν καὶ πᾶσαν τὴν σπουδὴν περὶ τοῦτο τιθεμένων, τὰ πολεμικὰ δὲ ἀθετούντων.

Μήδων ἑλόντες: ἴσως ὑπὸ Μήδους γενομένας, Ἀθηναίων δὲ Γ τὸ πρίν.

πολλαχοῦ σκοποῦντες: τὸ ἀντεπίρρημα ὅμοιόν ἐστι τῷ ἐπιρρήματι· καὶ τοῦτο γὰρ ἐκ τῶν εἰωθότων στίχων ἐστὶ τροχαϊκῶν τετραμέτρων καταληκτικῶν κʹ, ὧν τελευταῖος ὅστις ἂν μὴ ῎χῃ τὸ κέντρον, μὴ φέρειν τριώβολον. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.

ἀντεπίρρημα χοροῦ … στίχων κʹ.

τ`ἀνθρήνια τὰ κηρία.

οἱ δὲ παρὰ τοὺς ἕνδεκα: ἐτήρουν οἵδε τοὺς δεδεμένους. οὗτοι δὲ νῦν θεσμοφύλακες καλοῦνται.

ἐκαλοῦντο δὲ οὗτοι οἱ ἕνδεκα καὶ θεσμοφύλακες.

ἡ τῶν ἕνδεκα ἀρχὴ τοὺς μὲν ὁμολογοῦντας καὶ ἀνδραποδιστὰς καὶ λωποδύτας θανάτῳ ἐκόλαζον, τοὺς δὲ ἀρνουμένους εἰς δικαστήριον εἰσῆγον. εἰσῆγον δὲ καὶ τὰς ἐνδείξεις. ἔνδειξις δέ ἐστι δίκη, ὥς φησιν ὁ Παλαμήδης,

ἣν ἔθετο, ὥς φασιν, Παλαμήδης, κατὰ τῶν τὰ δημόσια πωλούντων.

οἱ δʼ ἐν Ὠιδείῳ: τόπος ἐστὶ θεατροειδής, ἐν ᾧ εἰώθεσαν τὰ ποιήματα ἀπαγγέλλειν, πρὶν τῆς εἰς τὸ θέατρον ἀπαγγελίας. τοῦτο δὲ φησιὶ δεικνύς, ὅτι εἰς πάντα τόπον εὑρήσει τις δικαστὰς ἐν τῇ Ἀττικῇ.

τοῦτο οὐ πρὸς ἀλήθειαν, ἀλλὰ πρὸς τὸ πλῆθος τῶν δικῶν· τάχα δὲ καὶ τὰς διαίτας δηλοῖ.

ξυμβεβυσμένοι: πυκνώσαντες ἑαυτοὺς καὶ κάμψαντες διὰ τὸ γῆρας.

τὸ «πυκνόν» πρὸς τὸ «ξυμβεβυσμένοι». παίοντες δὲ μόλις τῇ βακτηρίᾳ, ὡς ἂν γέροντες· ἢ ὑπὸ τοῦ συμπεπυκνῶσθαι. ἐδίδοντο δὲ καὶ βακτηρίαι τοῖς δικασταῖς ὁμόχροοι τοῖς δικαστηρίοις, ὅπου ἑκάστους εἰσελθόντας δικάζειν ἔδει, ἵνα τὸν διαμαρτάνοντα ἀπελέγξῃ τὸ χρῶμα.

ὥσπερ οἱ σκώληκες ἐν κυττάροις: τουτέστιν ἠρέμα, ὡς οἱ σκώληκες, διὰ τὸ γῆρας.

κύτταροι αἱ τῶν κηρίων κοιλότητες· ἔστι δὲ καὶ ὁ ποικίλος ὁ περικείμενος τοῖς βαλάνοις.

ταῖς τῶν κηρίων κοιλότησιν· οἱ δὲ τοῖς κλάδοις, ἐν οἷς ἐργάζονται τὴν μέταξαν.

σφηκιαὶ καὶ τὰ τῆς πεύκης καὶ τῆς πίτυος προανθοῦντα στροβίλια καὶ ὁ πυθμὴν καὶ ἡ κατάτρησις. οἱ δὲ καὶ τὰ ἐν τοῖς κηροῖς τρήματα ἢ κοῖλα ἄγγη καὶ τῶν αἰδοίων τὰς βαλάνους.

κύτταρος τὸ πῶμα πυελὶς καὶ κατάτρησις ... μυχαίτατον. Θεόφραστος ... ὥσπερ κύτταρον.

ἀλλὰ γὰρ κηφῆνες: τοὺς ἐπὶ τοῦ βήματος λέγει ῥήτορας.

κηφῆνές εἰσιν οἱ ἄρσενες τῶν μελισσῶν, οἵτινες οὔτε κέντρα ἔχουσιν οὔτε κηρία ἐργάζονται, ἀλλὰ τὰ τῶν μελισσῶν ἔργα ἐσθίουσιν.

Ἡσίοδος κηφήνεσσι κοθούροις ἵκελος ὁρμήν, οἵτε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ ἔσθοντες.

ὡσανεὶ ἔφη τὸν γόνον τῶν μελισσῶν.

τὸν γόνον κατεσθίουσιν ὡς οἱ κηφῆνες τῶν μελισσῶν.

φλύκταιναν: φύσκαν ἐν τῇ χειρὶ ἐκ τοῦ κωπηλατεῖν.

ἔμβραχυ: καθάπαξ· ἢ παντάπασι τὸ «ἔμβραχυ» ἀττικῇ συνηθείᾳ … οὐδὲν πλέον δηλοῦσα ἢ τὸ «βραχύ», ὡς τὸ «ἐμφαγεῖν» τὸ «φαγεῖν» καὶ παρʼ Εὐριπίδῃ τὸ «ἐνδυστυχῆσαι» τὸ «δυστυχῆσαι».

ἔμβραχυ ἤγουν βραχύ.

οὔτοι ποτὲ ζῶν: καυνάκην ἀμφιάσαι βούλεται τὸν πατέρα ὁ υἱὸς ἀφελόμενος τὸ τριβώνιον.

φησὶν οὖν Γ ὅτι τὸν τρίβωνα οὐκ ἀφαιρῶ … ἐμαυτοῦ· τὸν γὰρ τρίβωνα περισπάσας θέλει αὐτὸν καυνάκην ἐνδῦσαι. καυνάκης δὲ χλαῖνα περσικὴ ἀλεεινή, παρὰ τὸ ἀλεαίνεσθαι. ὁ δὲ Παλαμήδης φησίν· Γ, ὕφασμα μαλλοὺς ἔχον ἐκ τοῦ ἑτέρου μέρους.

«καυνάκης ἐστὶ περσικὸν ἱμάτιον ἔχον ἐκ τοῦ ἑτέρου μέρους μαλλούς» … Γ, ὡς Παλαμήδης φησίν.

καυνάκης εἶδος ὅπλου, ὡς ἐν τοῖς ἑξῆς.

τοῦτον τὸν χίτωνα.

ὅθʼ ὁ βορέας: μήποτε ὁ διαφθείρας τὸν ἐπʼ Ἀρτεμισίῳ στόλον τῶν βαρβάρων.

τὸν πνεύσαντά φησι βορέαν ἐπὶ τῷ Ἀρτεμισίῳ καὶ διαφθείραντα τὸν τῶν βαρβάρων στόλον.

καλῶς δὲ τὸ «ἐπεστρατεύσατο»· πολὺς γὰρ ἐλθὼν κατέδυσεν αὐτῶν τὰ σκάφη … βοηθῶν Ἀθηναίοις. διὸ καλῶς τὸ «ἐπεστρατεύσατο».

ἐπεστρατεύσατο σφοδρῶς ἐπῆλθε τοῖς ἡμετέροις μαχεσόμενος σώμασιν.

οὐ γὰρ οὐδαμῶς μοι ξύμφορον: οὐ λυσιτελεῖ μοι, φησίν, πολυτελῆ ἀμφιέννυσθαι. καὶ γὰρ πρῴην ἰχθύδια ἐσθίων ὀπτὰ καταστάξαντος ζωμοῦ ἐπὶ τὸ ἱμάτιον … τριώβολον ἔδωκα τῷ γναφεῖ μισθόν.

τῷ κναφεῖ τῷ πλύνοντι τὰ ἱμάτια.

εὖ ποιεῖν ὥστε ἐμέ … Γ σε εὖ ποιεῖν.

ποιεῖν κοινή.

τὸν τρίβωνʼ τὸν δικαστικόν.

χλαῖναν τὴν καυνάκην.

τριβωνικῶς: ἐὰν μὲν «τριβωνικῶς», ὥσπερ τριβώνιον· ἐὰν δὲ «γεροντικῶς», ὡς πρέπει γέροντι … τετριμμένῳ καὶ ἀσθενήσαντι.

φυτεύειν: γεννᾶν.

ὑπὸ κρύους δηλονότι.

ἀποπνῖξαι: διὰ τὸ καῦμα τὸ ἀπὸ τῆς καυνάκης.

τουτὶ τὸ κακὸν: τὸ καινόν, παρὰ τὴν ὑπόνοιαν.

παρʼ ὑπόνοιαν, ἐπεὶ καινὸν δὲ λαμβάνει ἱμάτιον.

οἱ δὲ καυνάκην: ἔοικε τὸ βαρβαρικὸν εἶναι φόρημα

ἀπὸ δήμου. φαίνεται δὲ ἡ σισύρα βαιτή.

ἐγὼ δὲ σισύραν: σισύραν εἶπεν οὐ τὸ μαλλωτὸν στρῶμα, ἀλλὰ τὴν λεγομένην νῦν βαίτην. ἔστι δὲ ἡ ἀπὸ δερμάτων συρραπτομένη χλανίς. «θυμαιτίδα» δὲ εἶπεν ἀπὸ δήμου τῆς Ἱπποθοωντίδος φυλῆς ὡς ἐκεῖ τῶν βαιτῶν γινομένων.

σισύραν ᾠόμην ἀπὸ δερμάτων συνερραμμένην χλανίδα.

ἀπὸ Θυμοίτου ἥρωος. μήποτε δὲ γραπτέον «θυμοιτίδα».

εἰς Σάρδεις: ὅτι εἰς τὰς Σάρδεις γὰρ ἐπωλεῖτο τὰ περσικὰ ταῦτα ἱμάτια. Σάρδεις δὲ πόλις Λυδίας ὑπὸ Πέρσας τελοῦσα ἀναγκαίως οὖν περσικὰ ἐφόρουν.

οὐ τοίνυν γʼ ἀτὰρ: ἀντὶ τοῦ οὐκ ἦλθον εἰς Σάρδεις.

Μορύχου σάγματι: Μόρυχος οὗτος ὠχρός. «σάγματι» δὲ τῷ μαλλωτῷ σάγῳ, ᾧ ἐχρᾶτο ὡς τρυφερὸς πλείονι θάλπει χρώμενος.

ὅτι οὗτος ὁ Μόρυχος τῶν περὶ τρυφὴν ἐσπουδακότων ὁ Μόρυχος· «σάγματι» δέ, ἐπεὶ παχέα· ἴσως ὡς ἐκείνου παχεῖ σάγματι χρωμένου.

διὸ καὶ τὸ σάγος, ᾧ ἐχρῆτο, μαλακὸν ἦν καὶ παχύ. σάγος δέ φασι τὴν κοινῶς σέλλαν λεγομένην, ἣν ἐπιτιθέασι τοῖς ἵπποις.

Ἐκβατάνοισι πόλις Περσῶν.

κρόκης τοὺς μαλλοὺς λέγει.

κρόκη δὲ ῥοδάνη κρόκης ὑφαίνεται.

χολάς.

χόλιξ: χόλιξ λέγεται τὸ τοῦ βοὸς ἔντερον, ὅ ἐστι μαλλωτόν, ὡς ἔστιν ὁ ἐκ κρόκης μαλλός.

τὰς ἐξοχὰς τῶν κρόκων εἰκάζει χόλικι· τοῦτο δὲ Ἀρτεμίδωρος λέγει τὰς ἐπὶ ταῖς κοιλίαις λεγομένας χολάδας. Εὐφρόνιος δὲ οὐ τὰ ἔντερα καθʼ ἑαυτό, ἀλλὰ πᾶν σὺν τῷ λίπει καὶ τοῖς ὑμέσιν.

πόθεν ὦγάθʼ ἀντὶ τοῦ «οὐδαμῶς».

ἐριώλην: ἐρίων ἀπώλειαν … παρὰ τὸ τὰ ἔρια ἀναλῶσαι καὶ ἀλῶσαι

κατήρυγε: ἀντὶ τοῦ οἷον κατέπνευσεν. Γ

τί κτλ. ὡς ἐπὶ τῶν μετὰ τροφὴν ἐρευγομένων.

διερρυηκέναι: πρὶν συμπεσεῖν ἀπὸ τῆς ὀπτήσεως τὰ κρέα μου.

ἐμβάδας τὰ δικαστικὰ ὑποδήματα.

τὰς λακωνικάς ἀστειότεραι γὰρ αὗται.

ὅτι ὁ Βδελυκλέων λακωνικὰ εἶπεν τὰ ὑποδήματα—ἐχθροὶ δὲ Ἀθηναίοις οἱ Λάκωνες—, διὰ τοῦτο ἀποσείεται αὐτά.

καττύματα τὰ ὑποδήματα.

τὰς λακωνικάς: ἀνδρεῖα ὑποδήματα. ἢ ἀστειότεραι· ὡς αὐτὸς Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις· ποῦ ... λακωνικαί; ὁ δὲ Φιλοκλέων ἀποσείεται αὐτὰς ὡς ἐχθρῶν Ἀθηναίοις τῶν Λακεδαιμονίων. καττύματα δὲ δέρματά καὶ ἄλλοις ὑποδύμασιν ὑποβάλλεται

ἔνθες: ἔνθες τὸν πόδα σου εἰς τὴν λακωνικὴν ἀνύσας καὶ περιπάτει ἐρρωμένως.

θὲς ἐν τοῖς ποσὶ τὰς ἐμβάδας καὶ βάδιζε ἐρρωμένως.

«ἔνθες» Γ ἀντὶ τοῦ ὑπόδησαι Γ ἅμα μὲν πρὸς τὸ ὑπόδημα, ἅμα δὲ πρὸς τὴν χώραν.

εἰς τὴν πολεμίαν: ὁ μὲν εἶπε τὴν λακωνικὴν ἐμβάδα, ὁ δὲ ὑπενόησε λέγειν αὐτὸν τὴν λακωνικὴν χώραν. Γ

χίμετλον: ὅτι κυρίως νῦν τὸ ἀπὸ τοῦ ψύχους ἐπὶ τῶν δακτύλων τραῦμα· λέγεται δὲ καὶ μέρος τι τοῦ ποδός, περὶ ὃ τὸ πάθος. καὶ ὅτι «χίμετλον» οὐ λέγουσιν ἑνικῶς, πληθυντικῶς δὲ «χίμετλα».

χίμετλα δέ ἐστι τὰ ἀπὸ τοῦ ψύχους ἐν τοῖς ποσὶ γινόμενα τραύματα· πληθυντικῶς δὲ εἰώθασι μᾶλλον λέγειν «τὰ χίμετλα».

παρʼ ὑπόνοιαν ἀντὶ τοῦ εἰπεῖν «ἀγαθὸν οὐδὲν λήψομαι, ὅστις τὰ τῶν γερόντων οὐ λήψομαι».

ἀντὶ τοῦ εἰπεῖν «οὐδὲν ἀγαθὸν λήψομαι ἐν γήρᾳ» «χίμετλον» εἶπεν.

διασαλακώνισον: ἁβρύνθητι καὶ Γ διαθρύφθητι· οἱ δὲ «διαλυκώνισον», ἀπὸ Λύκωνος μαλακοῦ, τοῦ Αὐτολύκου πατρός. ὡς οἷον σαλεύειν τὸν πρωκτόν.

ἔοικεν ἐμφαίνεσθαι τῷ ὀνόματι· τὸ σαλακωνεύεσθαι γὰρ. ἔν τισι μὲν «διαλυκώνισον»· ἐν δὲ τῇ Ἀρτεμιδώρου Συναγωγῇ «διαλακώνισον». αἰτία δὲ τοῦ λεξειδίου ἀσυνήθεια· μήποτε γὰρ καὶ πεποίηται ὑπʼ αὐτοῦ. εἰ δὲ μὴ ἀπεσχεδίασται τὸ «διαλυκώνισον», τάχα ἂν λέγοιτο ἀπὸ Λύκωνος τοῦ Αὐτολύκου τοῦ πεντάθλου πατρός· φαίνεται γάρ τις καὶ μαλακώτερος γενέσθαι. Ἀμειψίας· εἰ μὴ θανοῦσίν ἐστί τις τιμὴ, καταβῶμεν. οἱ μὲν τὸν πένταθλον αὐτὸν τὸν Αὐτόλυκον. ὁμοίως δέ ἐστι καὶ παρʼ Ἑρμίππῳ ἐν τοῖς Τετραμέτροις· ὕστερον δʼ αὐτὴν στρατηγόν, οὓς ἂν εἱλωτημένην, καὶ κασαλβάζουσαν εἶδον καὶ σεσαλακωνισμένην.

ἁβρῶς καὶ μαλθακῶς σαυτὸν διακίνησον. ἀπό τινος Σαλάκωνος τρυφηλοῦ· τινὲς δὲ σαλακωνίσαι φασὶ τὸν πρωκτὸν αἰσχρῶς κινῆσαι. σαῦλον δὲ καλεῖται καὶ τὸ χαῦνον καὶ τὸ διερρυηκός.

τὸ «διασαλακώνισον» ἀπό τινος Σαλάκωνος εἴρηται, ὃς ἀναιδὴς ὢν καὶ τρυφηλὸς τὸν πρωκτὸν αἰσχρῶς ἐκίνει.

θεῶ βλέπε.

ὅτῳ δοθιῆνι: ἀπροσλόγως παίζει … καὶ τοῦτο τῷ «διασαλακωνίσαι» ὅμοιον. ἢ πρὸς τὸν πατέρα ἀμόρφως ἠμφιεσμένον τὴν καυνάκην καὶ ἀναρμόστως, ὡς καὶ τὸ σκόροδον τῷ δοθιῆνι ἀνάρμοστον εἰς θεραπείαν.

εἶδος φύματος ὁ δοθιήν, ᾧ ἀνάρμοστον εἰς θεραπείαν τὸ σκόροδον. παίζων οὖν παρεικάζει αὐτῷ τὸν πατέρα.

δοθιὴν δὲ φῦμα ... ἐοικός.

σαυλοπρωκτιᾶν: σαλεύειν τὸν πρωκτόν· σαῦλον δὲ τὸ κοῦφον.

πρῶτον μὲν ὡς ἡ Λάμια Γ: ὅτι οὐκ οὖσαν τὴν Λάμιαν Γ ὑποτίθεται· διὸ ἐπισημειοῦται τὸ χ. τοῦτο δὲ ἐν μύθῳ λέγεται.

Λαμίʼ χ.

Καρδοπίων: καὶ τοῦτο ἀρχὴ μύθου. Δίδυμος· «ὁ Καρδοπίων ζητητέος. οὐδαμοῦ κωμῳδεῖται, ἀλλʼ Ἀγκυλίων ἐπὶ τῷ τὴν μητέρα διατιθέναι».

τὴν μητέρα λείπει τὸ ἐτύπτησεν Γ

μῦς καὶ γαλῆ: πρὸς τὴν συνήθειαν, ὅτι τῶν μύθων προέταττον «οὕτως», οἷον «ἦν οὕτω γέρων καὶ γραῦς».

πρὸς τὴν κοινὴν συνήθειαν τοῦ μύθου ποιεῖται τὴν ἀρχήν· «ἦν γέρων καὶ γραῦς». οὕτω

καὶ Πλάτων ἐν Φαίδρῳ φησίν· «ἦν οὕτω δὴ παῖς, μᾶλλον δὲ μειρακίσκος· τούτῳ δʼ ἦσαν ἐρασταὶ πάνυ πολλοί».

μῦς καὶ γαλῆ: ἀρχὴ μύθου. τοῦτο δὲ πρὸς τὸ κατʼ οἰκίαν εἰρημένον τῷ Βδελυκλέωνι οἰόμενος περὶ μυθαρίων αὐτὸν λέγειν.

Θεογένης: ὁ Θεογένης οὗτός ἐστιν ὁ Ἀχαρνεύς, ὃν καὶ ἐπὶ τῷ μεγάλα ἀποπατεῖν κωμῳδοῦσιν. δῆλον δὲ ἐν ταῖς Ὥραις.

τῷ κοπρολόγῳ: μεγαλοφυὴς γὰρ ὢν καὶ ἀλαζὼν παρῃτεῖτο ὡς μικρὰ ταῦτα ἀκοῦσαι.

ὡς ξυνεθεώρεις: ἐμφαίνει μὲν ὡς περὶ γενναίων τινῶν καὶ λαμπρῶν· Ἀνδροκλέα δὲ Κρατῖνος Σεριφίοις φησὶ δοῦλον καὶ πτωχόν, ἐν δὲ Ὥραις ἡταιρηκότα, εἰ ἄρα τὸν αὐτόν· Τηλεκλείδης δὲ ἐν Ἡσιόδοις καὶ Ἐκφαντίδης βαλλαντιοτόμον. ὁ δὲ Κλεισθένης ἐπὶ μαλακίᾳ γνωριμώτατος, ἕτερος δὲ γενναῖος ἢ λαμπρὸς Κλεισθένης οὐ πάνυ.

δέον εἰπεῖν αὐτὸν ἐπίσημα ὀνόματα τούτους εἶπεν, ἵνα αὐτοὺς διαβάλλῃ.

δέον εἰπεῖν ἑτέρους ἐπισήμους καὶ ἀγαθούς, ὁ δὲ φαύλους εἶπεν, ἵνα αὐτοὺς διαβάλλοι.

ἔπαιξεν. ἀντὶ τοῦ «ὅτε εἰς Πάρον ἐστρατευσάμην».

πλὴν ἐς Πάρον: ἀντὶ τοῦ «μισθωτὸς ὢν στρατιώτης»· τὸ δὲ Πάριον τοῦ Πόντου πόλις. ἔστι δὲ καὶ παροιμία ἐκ τούτου ἐν Παρίῳ ψυχρὸν μὲν ὕδωρ, καλαὶ δὲ γυναῖκες.

δύʼ ὀβολὼ φέρων: ἀντὶ τοῦ μισθοφορῶν τοσούτου. Πάρον δὲ οἱ μὲν οὖν Γ τόπον οἱ δὲ κατὰ παιδιὰν εἰρῆσθαι κωμικὴνήν … τὴν Πάρον.

τὴν Πάρον φασίν, οἱ δὲ κατὰ παιδιὰν εἰρηκέναι κωμικήν.

ἀπʼ ἰκρίων θεωροῦντες τοὺς δύο ὀβολοὺς παρεῖχον … τοῖς ἀρχιτέκτοσιν.

Ἀσκώνδᾳ καλῶς: ἐπισημειοῦται πάλιν τὸ χ τὸ «Ἀσκώνδᾳ» ὅτι περὶ τοῦ Ἐφουδίωνος ὡς ἀληθῶς ἱστορεῖ.

ὅτι κατεψευσμένοι φαίνονται οὗτοι παγκρατιασταὶ ἐπὶ παιδιᾷ— ὁ δὲ Ἀσκώνδας καὶ ἐξ αὐτοῦ τοῦ ὀνόματος—, εἰ μὴ ἄρα ὁ Ἐφουδίων ἐστὶν ὁ ἐν ταῖς Ὀλυμπιάσι φερόμενος «Ἐφουδίων Μαινάλιος παγκράτιον οθʹ.»

θώρακʼ ἔχων: τὸν πολεμικὸν ὑπενόησεν … χιτῶνα τοῦ Βδελυκλέωνος τὸ στῆθος εἰπόντος.

θώραξ γὰρ καὶ τὸ στῆθος δηλοῖ, παρὰ τὸ τὸ θεῖον ὡρεῖν θεῖον. ὅθεν καὶ τὸ θωρήξασθαι, ὡς ἐν Ἀχαρνεῦσιν εἴρηται, οὐ μόνον τὸ καθοπλισθῆναι, ἀλλὰ καὶ τὸ μεθυσθῆναι σημαίνει διὰ τὸ θερμαίνειν τὸ στῆθος· καὶ ἀκροθώρηκας τοὺς ἀκρομεθύσους ἐκάλουν. φησὶν οὖν· «πῶς ἂν μαχέσαιτο παγκράτιον καθωπλισμένος;» ἐπειδὴ νόμος ἦν τοὺς γυμναστὰς γυμνοὺς εἰς τὸν ἀγῶνα εἰσέρχεσθαι.

παρʼ ἀνδράσι ξένοις: ἔθος γὰρ ἐπὶ τοῖς ξένοις καυχᾶσθαι.

σεαυτοῦ: ὅ τι αὐτὸς σεαυτῷ περιεποίησας

Ἐργασίωνος: γεωργοῦ. θηλυκῶς δὲ τὰς χάρακας ἐπὶ τῶν ἀμπέλων … ἡ χάραξ Γ ἀρσενικῶς δὲ ἐπὶ τῶν πρὸς πολιορκίαν.

χάραξ δέ ἐστι τὸ λεπτὸν ξύλον, ᾧ προσδεσμοῦσι τὴν ἄμπελον, ἵνα μὴ ὑπὸ τῶν ἀνέμων συντριβῇ.

ἐδιώκαθές ἐδίωκες.

ἐδιώκαθές ποτʼ: εἰ οἶδας σεαυτὸν λαμπαδιοδρομήσαντα. ὅτι γὰρ καὶ ἠγωνίζοντο ἐν δρόμον λαμπάδας ἔχοντες ἐν τῷ Κεραμεικῷ δῆλον … ἐκ τῶν εἰς Βατράχους.

φησὶν Ἀριστοφάνης ἐν Βατράχοις.

Φάϋλλον: εἴρηται περὶ Φαΰλλου ἐν τοῖς Ἀχαρνεῦσιν. ὁ βούπαις δὲ ἡλικίας ὄνομα.

βούπαις μέγας παῖς.

ὁ νέος ἐφῆλιξ

εἷλον διώκων: ἀντὶ τοῦ εἰπεῖν, ὅτι «ἐνίκησα δρόμῳ», πάλιν περὶ δίκης φησίνὶν ὡς φιλόδικος δρομεὺς δὲ ἄριστος ὁ Φάϋλλος … περὶ οὗ εἴρηται ἐν Ἀχαρνεῦσιν.

συνουσιαστικός ξυνουσιαστικός. Γ

ξυνουσιαστικός κοινωνικός.

τὰ γόνατʼ ἔκτεινε: νεανικῶς. διαχέων σεαυτὸν ὑγρῶς. φαίνεται δέ ὅτι πρὸς τῷ στόματι τὰ γόνατα ἔχων κατεκλίθη.

χύτλασον διάχυσον μεταφορικῶς. Γ

ἄλειψαι. χυτλάζειν δὲ τὸ χύτλα δὲ κυρίως ... ἀλείψασθαι, καὶ χύτλον τὸ ὑδρέλεον.

κρεκάδιʼ αὐλῆς: ὡς οἱ ἐν συμποσίοις ἀνακείμενοι πρὸ τοῦ προσφάγια εἰσενεχθῆναι ἐπαινοῦσι τὰ ἐν τῇ οἰκίᾳ … σκεύη καὶ τὴν οἰκίαν καὶ τὰ ἐν τῇ αὐλῇ.

κρὲξ ὄρνεον παραπλήσιον γεράνῳ.

ὕδωρ κατὰ χειρός: λείπει τὸ αἴτησον οὕτως δὲ ἔθος λέγειν «ὕδωρ κατὰ χειρός» … πρὸ τοῦ εἰσαχθῆναι τὴν τράπεζαν, μετὰ δὲ τὸ δειπνῆσαι «ἀπονίψασθαι δός, ὦ παῖ».

ἐνύπνιον ἑστιώμεθα: ὅτι εἴρηται μὲν τὰ ἐν συμποσίῳ, οὐ μὴν γεγένηται, ὡς ὄνειρόν φησιν ἑωρακέναι.

ἐπειδὴ λόγῳ μὲν εἴρηται τὰ ἐν συμποσίῳ γινόμενα, ἔργῳ δὲ οὔ, φησὶν «ἐν ὕπνῳ ἑστιώμεθα».

Φανός ἐπεὶ οὐδενὸς γνωρίζεται ὁ Φανὸς ὡς κόλαξ.

Ἀκέστερος: ἐπεὶ καὶ αὐτὸν τὸν Ἀκέστορα ὡς ξένον κωμῳδοῦσι τὸν τραγικόν … ὃς ἐκαλεῖτο Σάκας. Θεόπομπος Τεισαμενῷ οὐ κοινῶς ξένον, ἀλλὰ Μυσόν·

οὗτος ὁ Ἀκέστερος τραγικὸς ὢν ποιητὴς ὡς ξένος κωμῳδεῖται· καὶ Θεόπομπος οὐ κοινῶς ξένον, ἀλλὰ Μυσὸν ἔφη.

τὸν δὲ Μύσιον Ἀκέστορʼ ἀναπέπεικεν ἀκολου-θεῖν ἅμα. καὶ Μεταγένης Φιλοθύτῃ ὁμοίως· ὦ πολῖται, δεινὰ πάσχω. τίς πολίτης δʼ ἐστὶ πλὴν αρι Σάκας ὁ Μυσὸς καὶ τὸ Καλλίου νόθον;

τὰ σκόλιʼ ὅπως δέξῃ καλῶς: ἀρχαῖον ἦν ἔθος ἑστιωμένους ᾄδειν … ἀκολούθως τῷ πρώτῳ, εἰ παύσαιτο τῆς ᾠδῆς, τὰ ἑξῆς. καὶ γὰρ ὁ ἐξ ἀρχῆς δάφνην γὰρ ἢ μυρρίνην ὁ πρῶτος κατέχων ᾖδε Σιμωνίδου μέλος ἢ Στησιχόρου μέλη ἄχρις οὗ ἤθελεν, καὶ μετὰ ταῦτα, ᾧ ἠβούλετο ἐδίδου … οὐχ ὡς ἡ τάξις ἀπῄτει. καὶ ἔλεγεν ὁ δεξάμενος παρὰ τοῦ πρώτου τὰ ἑξῆς τοῦ μέλους κἀκεῖνος ἐπεδίδου πάλιν, ᾧ ἠβούλετο διὰ τὸ πάντας οὖν ἀπροσδοκήτως ᾄδειν καὶ λέγειν τὰ μέλη σκολιὰ εἴρηται διὰ τὴν δυσκολίαν.

«ὅπως παραδέξῃ.» ἐν κύκλῳ γὰρ ᾖδον τὰ σκόλια, ἅ εἰσιὶ δὲ παροίνιαι ᾠδαί.

ὡς οὐδείς γε Διακρίων: ὡς εἰς ταύτην ἑαυτὸν ἀναπέμπων τὴν τάξιν τοῦ πολιτεύματος.

τάξις ἦν τῶν Διακρίων ὠνομασμένη τοῦ πολιτεύματος.

κατὰ γὰρ τοὺς Σόλωνος νόμους τρεῖς ἦσαν αἱ τάξεις, μία μὲν τῶν Παραλίων, ὧν προειστήκει Μεγακλῆς, ἑτέρα δὲ τῶν Πεδιέων, ὧν προειστήκει Λυκοῦργος, τρίτη δὲ τῶν Διακριέων ὧν προειστήκει Πεισίστρατος. τὴν δὲ χώραν τὴν Διακρίαν Πανδίονά φασι τοῖς υἱοῖς διανείμαντα τὴν ἀρχὴν Λύκῳ δοῦναι, Αἰγεῖ δὲ τὴν περὶ τὸ ἄστυ, Πάλλαντι δὲ τὴν Παραλίαν, Νίσῳ δὲ τὴν Μεγαρίδα.

οὐχ οὕτω γε πανοῦργος: τοῦτο εἶπεν, ὡς διαδεχόμενος αὐτὸν κατὰ τὴν τάξιν τῶν τὰ σκόλια λεγόντων. οὐδὲν δὲ τοῦτο πρὸς τὸ ἑξῆς τοῦ σκολίου, ἀλλʼ εἰς τὸν δῆθεν λέγοντα Κλέωνα αἰνίττεται.

πανοῦργος ὡς Κλέων δηλονότι.

«ἀπολεῖ ἄρα καταβοώμενος»· εἰς κεκράκτην τὸν Κλέωνα.

ἑτέραν ᾄσομαι ᾠδήν· ἢ ἐξ ὑπαρχῆς ᾄσομαι.

στροφὴ κώλων ιδʹ.

ἄνθρωφʼ οὗτος ὁ μαιόμενος: τὸ «ὦ ῎νθρωφʼ οὗτος» εἴρηκε παρὰ τὰ Ἀλκαίου· ὤνησαι οὗτος ὁ μαιόμενος τὸ μέγα κράτος. τρέψεις τάχα τὴν πόλιν· ἁ δὲ ἔχεται ῥοπᾶς. ἀντὶ τοῦ «ζητῶν μέγα κράτος»· οὕτω δὲ Αἰολεῖς.

ἀνατρέψεις: ἤγουν ἀνατρέψεις ταχέως τὴν πόλιν, ἥτις πρὸς τοῦτο ῥέπει. ἐκ τῶν Ἀλκαίου δὲ παρῳδεῖ εἰς Κλέωνα ὡς μαινόμενον.

Ἀδμήτου λόγον: καὶ τοῦτο ἀρχὴή ἐστι τοῦ σκολίου. ἑξῆς δέ ἐστιν τῶν δειλῶν ἀπέχου γνούς, ὅτι δειλῶν ὀλίγα χάρις. καὶ ἐν Πελαργοῖς· ὁ μὲν ᾖδεν «Ἀδμήτου λόγον» πρὸς μυρρίνην, ὁ δʼ αὐτὸν ἠνάγκαζεν Ἁρμοδίου μέλος. Ἁρμόδιος δὲ ἐν τοῖς Κωμῳδουμένοις καὶ τὸν Ἄδμητον ἀνάγει γραφὴν παραθεὶς τοῦ Κρατίνου ἐκ Χειρώνων· Κλειταγόρας ᾄδειν, ὅταν Ἀδμήτου μέλος αὐλῇ.

Ἀπολλώνιος δὲ ὁ Χαίριδος, ὡς Ἀρτεμίδωρός φησιν, περὶ μὲν τῆς Κλειταγόρας τῆς ποιητρίας, ὅτι ὡς ἀνδρωνύμενον ἀναγέγραφε Κλειταγόραν Ἀμμώνιος, ἀπελέγχει αὐτόν, περὶ δὲ τοῦ Ἀδμήτου παρεῖκεν. … αὐτὸς δέ φησι Φανόδημον λέγειν,

Φανόδημος δὲ λέγει,

ὅτι φυγὰς ἐκ Φερῶν Ἄδμητος ἦλθε πρὸς Θησέα μετʼ Ἀλκήστιδος καὶ Ἱππάσου τοῦ νεωτάτου τῶν παίδων κατοικισθέντων ὑπὸ Θησέως—ἢ Εὐριπίδου—·

, τὸν Ἀλκήστιδος καὶ Ἱππάσου νεώτατον παῖδα, καὶ κατῳκίσθη παρʼ αὐτοῦ ἐν τῇ αὐτοῦ χώρᾳ·

εἰς ὃν τὸ σκόλιον.

σκόλια δὲ λέγεται τὰ παροίνια μέλη τὰ ἐπὶ συμποσίοις ᾀδόμενα. καὶ ὡς μὲν ἔνιοί φασιν, ὡς ἐκ τοῦ ἐναντίου προσηγορεύθησαν σκολιὰ τὰ παροίνια μέλη· ἁπλᾶ γὰρ αὐτὰ ἐχρῆν εἶναι καὶ εὔκολα, ὡς παρὰ πότον ᾀδόμενα. οὐκ εὖ δὲ τοῦτο· τὰ γὰρ δύσφημα ἐπὶ τὸ εὐφημότερον μεταλαμβάνεται, οὐ μὴν τὸ ἔμπαλιν. τί οὖν; ἀνάγκη τις ἦν τοῖς ἐν συμποσίοις ἅπασιν ᾄδειν μετὰ λύρας· ὅσοι δὲ οὐκ ἠπίσταντο λύρᾳ χρῆσθαι, δάφνης ἢ μυρρίνης κλῶνας λαμβάνοντες ᾖδον. τοῖς οὖν οὐκ ἐπισταμένοις μέλος πρὸς λύραν ᾄδειν σκολιὰ ἐδόκει· ὅθεν καὶ σκόλια ὠνομάσθησαν. τινὲς δὲ οὕτως· ἀλλʼ ὅτι οὐκ ἀπὸ τοῦ ἑξῆς φασι δίδοσθαι τὴν λύραν, ἀλλʼ ἐναλλάξ·

ἡ λύρα τοῖς συμπόταις ἐδίδοτο, ἀλλʼ ἐναλλάξ,

διὰ τὴν σκολιὰν οὖν τῆς λύρας περιφορὰν σκόλια ἐλέγετο.

τινὲς δέ φασιν, ὡς Ἀλκήστιδος ὑπεραποθανούσης Ἀδμήτου τοῦ ἀνδρὸς αὐτῆς σκολιὰ πρὸς αὐτὸν ᾔδοντο ... ὡς δʼ Εὐριπίδης, Ἅιδῃ μαχεσάμενος Ἡρακλῆς.

Δικαίαρχος δὲ ἐν τῷ σκολιὰ ἐγένετο ... τῶν κλινεῖν.

οἱ δέ φασιν, ὡς ἔθος ἦν ᾄδειν.

κολακικὸν τὸ σκόλιον … ὡς παρὰ Θεώρου. τοῦτο οἱ μὲν Ἀλκαίου, οἱ δὲ Σαπφοῦς· οὐκ ἔστι δέ, ἀλλʼ ἐν τοῖς Πραξίλλης δὲ φέρεται παροινίοις.

ἀλωπεκίζειν: πανουργεῖν, κολακεύειν. οὐδὲν δὲ τοῦτο πρὸς τὸ σκόλιον τὸ εἰρημένον ὑπὸ Θεώρου, ἀλλʼ ὡς κόλακα δὲ διαβάλλει αὐτόν

κᾆτʼ ᾄσεται: ὡς μήτε Γ σοφὸς μήτε Γ μουσικός. Γ

τοῦτο, φησίν, ἐπάξω πρὸς τὸ σκόλιον Αἰσχίνου, ἐπειδὴ κομπαστὴς ἦν.

χρήματα: πλουσίου ὧ δήματο τουτ Αἰσχίνης συνέθηκε πενίτιον τῷ ἀλαζόνι Κλειταγόρᾳ. συνέπλεξε δὲ ἐκ τοῦ σκολίου.

Κλειταγόρᾳ τε: Κλειταγόρας μέλος λέγουσι τὸ εἰς αὐτὴν Κλειταγόραν, ἥτις ἐγένετο ποιήτρια … θετταλή τις γυνή.

αὕτη γυνὴ ποιήτρια θετταλή.

Ἁρμοδίου μέλος τὸ εἰς Ἁρμόδιον καὶ Ἀδμήτου τὸ εἰς Ἄδμητον. ἐκ σκολίου τινός ἐστιν. Ἀθηναίοις δὲ Θετταλοὶ συνεμάχησαν ἐν τῷ πρὸς τοὺς τυράννους πολέμῳ.

εἰς Φιλοκτήμονος: οὗτος ὁ Φιλοκτήμων ἄσωτος οὗτος καὶ συνεχῶς δεῖπνα ἐποίει

παῖ παῖ δοῦλος.

τὸ δεῖπνον Χρυσὲ: μεταβαλεῖν θέλει τοὺς τρόπους τοῦ πρεσβύτου

εἰ γάρ πού τις ἐκαλεῖτο εἰς ἄριστον ἢ εἰς δεῖπνον, τὸ ἄριστον ἢ τὸ δεῖπνον ἑαυτοῦ ἔφερεν.

ὅτι ὄνομα τοῦ θεράποντος … Χρυσός.

συσκεύαζε εὐτρέπιζε.

νῶϊν συνίζησις.

καὶ κατάξαι γρ. καὶ «πατάξαι».

πατάξαι: γράφεται καὶ «καταράξαι».

βαλεῖν ἀντὶ τοῦ καταβαλεῖν τὴν θύραν.

ἢν ξυνῇς οὐδὲν πείσει ἂν συνῇς ἀστείοις.

παρῃτήσαντο: οἷον παρεμυθήσαντο … τὸν ἀδικηθέντα.

ἢ ἐρρύσαντο τῆς δίκης καὶ ἐπέλυσαν τῆς αἰτίας. καὶ παρῃτεῖτο ἀντὶ τοῦ ἐλιπάρει, παρεκάλει, παρʼ Ἡροδότῳ· «ὁ δὲ ἐλθὼν ... ἔλυσεν».

λόγον ὧν ἔμαθες.

ἔλεξας κτλ. ἐνταῦθα σύναπτε τὸ «ἐν τῷ συμποσίῳ».

αἰσωπικὸν γέλοιον: μῦθοι οὗτοι ἐγένοντο. καὶ οἱ μὲν συβαριτικοὶ μῦθοι περὶ τῶν τετραπόδων ἦσαν, οἱ δὲ αἰσωπικοὶ περὶ τῶν ἀνθρωπίνων οὗτοι δὲ οἱ μῦθοι πολιτικοὶ ἦσαν. τὸ δὲ «γελοῖον» προείρηται, ὅτι προπερισπωμένως ἐν τοῖς πλείστοις εὕρηται.

Αἴσωπος δὲ ὁ ἀναγκαζόμενος. φασὶ δέ τινες τὸν Αἴσωπον ἀναβιῶναι. καὶ Πλάτων ὁ κωμικὸς «καὶ ... ποτέ».

μῦθος δʼ αἴνου διαφέρει τῷ πεποιηκώς.

τὸ δὲ ἑξῆς· «ἔλεξας ἐν τῷ συμποσίῳ λόγον, ὧν ἔμαθες, αἰσωπικὸν ἢ συβαριτικόν»

ἀφείς σʼ ἀποίχεται ὁ παθὼν … παρὰ σοῦ.

ἄγε νυν ἀπαλλάττονται.

νυν δή.

ἰσχέτω κωλυέτω.

παραβατικά· εἶτα τὸ ἀντεπίρρημα.

πολλάκις δὴ ʼδοξα: ὁ ποιητὴς ταῦτα λέγει ἀπὸ προσώπου τοῦ χοροῦ … ὑπὲρ ἑαυτοῦ. παραβατικὰ δὲ τὰ μελύδρια.

λόγον δὲ παραβάσεως ἔχουσι ταῦτα τὰ μελύδρια.

προῳδὴ κώλων θʹ.

ἀλλʼ Ἀμυνίας: κομήτης ὁ Ἀμυνίας … ὁ Προνάπου υἱός. ὁ γὰρ Σέλλος οὐκ ἦν αὐτοῦ πατήρ, ἀλλʼ Αἰσχίνου. ἵνα οὖν καὶ τὸν Ἀμυνίαν καὶ τὸν Αἰσχίνην κωμῳδήσῃ ὡς πένητας, τοῦτο εἶπεν. ὁ δὲ κρωβύλος ἐστὶν εἶδος πλοκῆς … ἐπʼ ἀνδρῶν εἰς ὀξὺ ληγούσης.

οὑκ τῶν Κρωβύλου: ἐκ τοῦ προειρημένου προσληπτέον τὸ «σκαιός μοι ἔδοξεν». Σέλλου δέ, εὗρον, εἶπεν, ἐπειδὴ πένης Αἰσχίνης ὁ Σέλλου. «ἐκ τῶν Κρωβύλου» δέ, ὅτι κομήτης, ὡς ἔμπροσθεν εἶπεν.

«ἔδοξεν ἐμοὶ σκαιός»· πένης δὲ ἦν καὶ κομήτης.

ἀπὸ κοινοῦ τὸ «σκαιός».

οὗτος ἐστίν.

ἀντὶ μήλου καὶ ῥοιᾶς: τὸν ἐπὶ τῶν δαψιλῶν ὄψων. οἷον ὅτι «οὐκ εἶχον ταῦτα καὶ ἀντὶ τούτων αὐτὸν εἶδον».

Λεωγόρου καὶ οὗτος πένης ἦν.

ἤπερ Ἀντιφῶν: καὶ οὗτος πένης ἦν ὁ Ἀντιφῶν.

Ἀντιφῶν Γ τοῦ Ἀνδοκίδου, περὶ οὗ προείρηται.

ἀλλὰ πρεσβεύων: καὶ Εὔπολις ἐμφαίνει τὴν πρεσβείαν ἐν ταῖς Πόλεσιν· χὠμυνίας ἐκεῖνος ἀμέλει κλαύσεται, ὅτι ἄγροικος ἵσταται πρὸς τῷ μορίῳ· ὅτι θεῶν ἕνεκεν ἔπλευσε κακὸς ὤν, εἴσεται. Πενέστας δὲ λέγεσθαί φασι τὸ ἀπὸ Ἡρακλέους θητικὸν παρὰ τοῖς Θετταλοῖς.

Πενέστας Θετταλοὶ τοὺς μισθωτοὺς ὀνομάζουσι δούλους.

παλαιὸν δὲ ἔθνος ἐστὶν ἀπὸ Πενέστου τινὸς τὴν ἐπωνυμίαν ἔχον, ὃς ἀνέφερε τὸ γένος εἰς Θεσσαλὸν τὸν Ἡρακλέους. δέον οὖν εἰπεῖν «μετὰ τῶν πολιτευομένων συνῆν» εἶπε «μετὰ τῶν Πενέστων», ἀντὶ τοῦ «μετὰ τῶν πενήτων». καταλελυμένον γὰρ ἦν ἐκεῖνο τὸ σύστημα τῶν Πενέστων καὶ λοιπὸν οἱ πένητες καὶ οἱ θῆτες πενέσται ἐκαλοῦντο.

εἶπε «τοῖς Πενέσταις» ἤγουν τοῖς πένησιν. καταλυθέντος γὰρ τοῦ συστήματος τῶν Πενεστῶν ἐκείνων τοὺς πένητας καὶ θῆτας πενέστας ἐκάλουν.

ἐς Φάρσαλον: Φάρσαλος τῆς Θεσσαλίας. ἡ πάλαι λεγομένη Φθία· ἦν δὲ Ἀχιλλέως.

τοῖς πενέσταισι τοῖς θησὶν ἤτοι τοῖς μισθωτοῖς δούλοις.

πενέστης ἀντὶ τοῦ πένης.

παράβασις. Γ

στροφὴ στίχων θʹ.

ὦ μακάριʼ παιωνικὸν μέτρον.

ὦ μακάριʼ Αὐτόμενες: ὁ Αὐτομένης ἔσχε τρεῖς υἱούς, τὸν μὲν κιθαρῳδόν, τὸν δὲ ὑποκριτήν, τὸν δὲ τῷ στόματι αἰσχρουργοῦντα.

ὅτι χειροτεχνικωτάτους μάλιστα.

ὅτι λίαν.

κιθαραοιδότατον: τῇ λέξει καὶ Εὔπολις κέχρηται ἐν Χρυσῷ γένει … ὦ καλαβρὲ κιθαραοιδοτάν.

κιθαραοιδότατον κτλ. τὸν Ἀρίγνωτον λέγει Γ τούτου γὰρ ἀδελφὸς ὁ Ἀριφράδης.

Ἀρίγνωτον τὸν κιθαρῳδόν. δῆλον δὲ ἐκ τούτου Ἀριφράδην λέγεσθαι ὡς υἱὸν Αὐτομένους … καὶ ἀδελφὸν Ἀριγνώτου.

ἐφέσπετο ἠκολούθει.

τὸν δʼ ὑποκριτὴν: οὐκ ἔστι σαφές, τίς τῶν ὑποκριτῶν Αὐτομένους ἐστὶν υἱός.

ἀργαλέον ὡς σοφόν: ἀντὶ τοῦ δυσχερὲς εἰπεῖν, ὅπως ἦν σοφός.

ὡς σοφόν: Ἀρίγνωτος τούτου ἀδελφὸς λέγεται· ὅτι δὲ φίλως ἐῴκει ἔχειν πρὸς τὸν Ἀρίγνωτον, ἐν τοῖς Ἱππεῦσι δῆλον.

θυμοσοφικώτατον: ὅτι θυμόσοφοι λέγονται, ὅσοι ἀφʼ ἑαυτῶν εὐφυεῖς εἰσιν … καὶ λέγουσί τινας μύθους σοφούς, οἷος ἦν καὶ Αἴσωπος.

ὅν ποτʼ ὤμοσε: τίς ὤμοσεν, εἰ μὴ ἄρα ὁ πατὴρήρ αὐτοῦ Αὐτομένης; ἔστρεφε τὸν λόγον.

φύσεος διὰ τὸ μέτρον.

γλωττοποιεῖν τροχαϊκὸν τοῦτο.

τροχαϊκός.

γλωττοποιεῖν αἰσχρὰ γὰρ ἦν διὰ γλώττης λέγων.

πορνεῖα: τόπος, ἔνθα αἱ πόρναι διάγουσιν.

μετὰ τοῦτο διάλειμμα στίχων ἀναπαιστικῶν ἐστιν, τῶν πλείστων δέ, εὗρον, ἕνδεκα.

Ἡλιόδωρος· μετὰ τὸν στίχον τὸν «γλωττοποιεῖν εἰς τὰ πορνεῖʼ εἰσιόνθʼ ἑκάστοτε» εἰσὶ τόποι ἑπτὰ ἔχοντες στιγμὰς καὶ ἀλόγους, ὧν ἐκ προχείρου μὲν εὑρεῖν τὸν λόγον οὐκ ἔστιν· τὰ δὲ τοιαῦτα πολλάκις εἶπον· «ὑπολαμβάνω, ὅτι ἐν τοῖς πρώτοις ἀντιγράφοις φθαρέντα, ὅτι μὲν τοσαῦτα ἦν τὸν ἀριθμόν, γνωσθῆναι, οὐ μήν, τίνα».

μετὰ τὸ διάλειμμα ἐν πολλοῖς φέρεται στίχου ἑνὸς καὶ τρίτου ὁμοσου προσπίπτει.

ἐπίρρημα. Γ

ἀντιστροφὴ στίχων θʹ.

καταδιηλλάγην ὁμοίως παιωνικόν.

εἰσί τινες: ἄδηλον, πότερον τῆς Καλλιστράτου εἰς τὴν βουλὴν εἰσαγωγῆς καὶ νῦν μιμνῄσκεται ὅτι αὐτὸν Κλέων εἰσήγαγεν, ἢ ἑτέρας κατʼ αὐτοῦ γενομένης Ἀριστοφάνους, εἰ μὴ οὐκ εἰσαγωγῆς, ἀλλὰ ἀπειλῆς τινος, ὅπερ καὶ μᾶλλον ἐμφαίνεται. ἐκεῖνά τε γὰρ ἀναπολεῖν ἀρχαιότερα ἔσται νῦν τε ὡς περὶ αὑτοῦ λέγει.

ἡνίκα Κλέων: ἐπέκειτο γὰρ αὐτῷ Γ ὁ Κλέων, ὅτι ἐκωμῳδεῖτο ὑπʼ αὐτοῦ· ἄδηλον δέ, εἰ μετὰ τὸ διδάξαι τοὺς Ἱππέας λέγει.

κακίσταις αις.

ἔκνισεν: τουτέστιν ἐκάκισεν … ἐπίεσεν.

ἔκνισεν ἐλύπησεν.

ἀπεδειρόμην ἠδικούμην, εἰσηγόμην ὑπʼ αὐτοῦ.

κεκραγότα τυπτόμενον καὶ γελῶντα.

μέλον: διὰ φροντίδος ὄν.

ὅσον δὲ μόνον εἰδέναι: ἀντὶ τοῦ τοσοῦτον δὲ μόνον προεῖδον, εἴποτε θλιβόμενος ὑπὸ Κλέωνος σκώψω αὐτόν.

λείπει στίχος.

ἰδών, ὅτι βοηθεῖν οὐδείς, γελάσαι δὲ μόνον σπεύδουσιν, ἐπιθήκισα καὶ ὑπῆλθον αὐτόν.

ὑπό τι μικρὸν ἐπιθήκισα: ταῦτα ἐννοῶν, φησίν, ὅτι τύπτομαι ὑπʼ αὐτοῦ καὶ οὐδενὶ μέλει, μικρὸν αὐτὸν ἐκολάκευσα.

ἐξηπάτησεν ἡ χάραξ: παροιμία ἐστὶν «ἡ χάραξ τὴν ἄμπελον ἐξηπάτησεν» ὅταν ὑπὸ τοῦ σῴζοντος τὸ σῳζόμενον ἀπατηθῇ

παροιμία χωρὶς τοῦ «εἶτα νῦν», ὅταν ἐξαπατηθῇ τις πιστεύσας. ἔστιν οὖν παροιμία ἀπὸ τῶν καλάμων τῶν προσδεσμουμένων ταῖς ἀμπέλοις, οἳ ἐνίοτε ῥιζοβολήσαντες ὑπεραύξονται τῶν ἀμπέλων. «νυνὶ δὲ ἠπάτησα “ὑπὲρ τοῦ ποιῆσαι λέγεσθαι τὰς κωμῳδίας”. ἐψηφίσατο γὰρ ὁ Κλέων μηκέτι δεῖν κωμῳδίας ἐπὶ θεάτρων εἰσάγεσθαι, ὅτι δὴ ξένων παρόντων πολίτας ἔσκωπτον.

ὅτι πολλάκις τὰ μεγάλα ἀπεσφάλη τῆς ἰδίας δόξης πιστεύσαντα τοῖς μικροῖς.

ἰὼ χελῶναι: ὁ οἰκέτης ἐξέρχεται τυπτηθεὶς ὑπὸ Φιλοκλέωνος.

ἀποδέχεται τὰς χελώνας ὡς παχυδέρμους καὶ μὴ αἰσθανομένας πληγῶν, ἑαυτὸν δὲ θρηνεῖ ὡς λεπτόδερμον.

ὅτι κοινῶς καὶ τὸ ὄστρακον δέρμα ἔλεγεν, καθὸ καὶ ὀστρακόδερμα καλοῦσιν αὐτὰ οἱ περὶ Ἀριστοφάνη.

τοῦ δέρματος.

νουβυστικῶς: ἀντὶ τοῦ συνετῶς … νοῦ πεπληρωμένως. παρὰ τὸ “νοῦς” καὶ τὸ “βῦσαι”, ὅ ἐστι πληρῶσαι. “νήματος ἀσκητοῖο βεβυσμένον”· κεῖται καὶ ἐν Ἐκκλησιαζούσαις.

τουτέστι νουνεχῶς ἐσκεπάσθητε.

κεράμῳ τὸ νῶτον: ὡς περὶ ὀρόφου στέγης διαλέγεται.

πλευρὰς πληγὰς.

“στέγειν” ἀντὶ τοῦ “συνέχειν”· ὅθεν καὶ ἡ στέγη ἡ περιέχουσα.

τὸ “στιζόμενος” ἀντὶ τοῦ “κεντούμενος”.

ἐνίοι “στιζόμενος” γράφουσιν, οἷον “κεντούμενος”. ἐὰν δὲ “σταζόμενος” γράφηται, καὶ οὕτως ἔσται, παρὰ τῶν ψακάδων “οὕτως πυκνὰ τυπτόμενος”.

στιζόμενος τυπτόμενος.

βακτηρίᾳ ῥάβδῳ.

γέρων ὡς γέροντος ὄντος τοῦ οἰκέτου.

Θούφραστος Θεόφραστος.

οἱ περὶ Φρύνιχον: τῶν κολάκων ἂν εἴη Φρύνιχος ὁ ποιητής. ὁ δὲ Σύμμαχός φησιν· “εὐλογώτατον ἂν εἴη τὸν τραγικὸν ὑποκριτὴν Φρύνιχον”ον … λέγεσθαι».

ὥσπερ καχρύων: ὥσπερ ὄνος κριθῶν κορεσθείς. ὅτε γὰρ κορέννυνται, μᾶλλον σκιρτῶσιν … οἱ ὄνοι.

νεανικῶς: ἰσχυρῶς, γενναίως.

Λυσίστρατος πένης καὶ σκωπτόλης.

ἔοικας ὦ πρεσβύτα: Δίδυμός φησιν, ὅτι ἀδιανόητα σκώπτει, ὡς ἐνταῦθα. τὸ δὲ «τρυγὶ» εἰς γεγηρακότα λέγει.

τρυγὶ ὅτι γέρων.

κλητῆρί τʼ: «κλητῆρι» μὲν εἰς φιλοδικαστὴν

εἶπε διὰ τὸ φιλοδικαστὴν εἶναι

καὶ ὅτι ὡς ἐπίπαν γέροντας παρελάμβανον κλητῆρας. τὸ δὲ λοιπὸν παιδιᾶς ἕνεκεν ἢ οὐδὲν πρὸς ἔπος, παρὰ τὴν παροιμίαν «ὄνος εἰς ἀχυρῶνα ἀπέδρα». ὁ δὲ ἄχυρος παρʼ Εὐπόλιδι ἐν Χρυσῷ γένει, ὅπου καὶ τὸ Πλάτωνος παράκειται ἐξ Ἀδώνιδος.

κλητῆρί γέροντι δικαστῇ.

ἀποδεδρακότι ὄνῳ φυγόντι.

ὁ δʼ ἀνακραγὼν: καὶ ταῦτα ἀπρόσλογα, ἐπεὶ καὶ τὸ «ἀποδεδρακότι» ἀπρόσλογον ἐκεῖνος εἶπεν.

τὰ θρῖα τοῦ τρίβωνος: φύλλα. ἐπεὶ ἐνίοτε ὥσπερ φύλλα ἐμποικίλλουσιν. ὁ Σθένελος δὲ τραγικός ὑποκριτής

τραγικὸς ὑποκριτὴς ἦν ὁ Σθένελος,

ὃς διὰ πενίαν τὴν τραγικὴν ἀπέδοτο σκευὴν κακῶς πράττων ἐν τῇ τέχνῃ περὶ τούτου γέγραπται ἐν Γ … Γηρυτάδῃ καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμʼ ἂν ῥήματα; εἰς ὄξος ἐμβαπτόμενος ἢ ξηροὺς ἅλας. Πλάτων Σκευαῖς· ἅψαι μόνον οὐ κἂν ἄκρῳ τῇ Μορσίμῳ, ἵνα σου πατήσω τὸν Σθένελον μάλʼ αὐτίκα. Γ … οὗτος δὲ ἐλαύνων ἐπὶ τοῖς τείχεσιν ἐνδεικνύμενος διεχλεύαζεν.

διακεκαρμένῳ περιῃρημένῳ πωλήσαντι.

Θουφράστου Θεοφράστου.

διεμύλλαινεν κτλ. τὸ χεῖλος διέστρεφεν … ὡς χλευάζων καὶ μὴ ἡσθεὶς τῷ λελεγμένῳ

δεξιός ἀντὶ τοῦ ὑπερήφανος.

ἐπί τῳ κομᾷς: ἐπεὶ κομήτης ὁ Θούφραστος ἔστι δὲ καὶ τῶν κολάκων.

κομᾷς μέγα φρονεῖ

προσποιεῖ κοινή.

ἐν μέρει ἀντὶ τοῦ καθʼ ἕκαστον.

οὐδὲν εἰκότας: οὐδὲν ἁρμόζοντας πρὸς τὸ πρᾶγμα

ὁδὶ δὲ δὴ σφαλλόμενος: κινούμενος ὑπὸ μέθης … σφάλλεται.

ἄνεχε, πάρεχε ἐκ Τρῳάδων Εὐριπίδου. Κασάνδρα φησίν· «ἄνεχε, πάρεχε, φῶς φέρω, φλέγω, σέβω».

ἄνεχε, πάρεχε: μετὰ λαμπάδων ἔρχεται καὶ μετὰ αὐλητρίδος ἀποσπάσας αὐτὴν ἐκ τοῦ συμποσίου. ὁ δὲ νοῦς παρὰ τὴν ἐν Τρῳάσι Κασάνδραν· «ἄνεχε, πάρεχε, φῶς φέρω, σέβω, φλέγω». τοῦτο πάντες ὁμοίως· ὑστερεῖ δὲ ἡ τῶν Τρῳάδων κάθεσις ἔτεσιν ζʹ.

ἐπακολουθούντων ἐμοί: ἠκολούθουν γὰρ αὐτῷ τινες τῶν τυφθέντων ὑπʼ αὐτοῦ.

εἰ μὴ ʼρρήσεσθε: εἰ μὴ ἀναχωρήσετε.

τὸ «ὑμᾶς» πρὸς τὸ «φρυκτοὺς» συνάπτεται τὸ δὲ «οἷον» ἀντὶ τοῦ «οἵως» λαμβάνεται. τὸ δὲ ἑξῆς «οἵως «ὑμᾶς ὡς ἰχθύδια πεφρυγμένα τῇ δαΐδι ταύτῃ φρυκτοὺς σκευάσω» … ἤγουν θαυμαστοὺς ἰχθύας ὑμᾶς σκευάσω ὀπτήσας.

φρυκτοὺς σκευάσω ἀντὶ τοῦ καύσω. ἐνταῦθα τὸ «οἷον».

φρυκτοὺς: τὰ πεφρυγμένα ἰχθύδια.

«φρυκτοὺς» γὰρ καὶ τὰ πεφρυγμένα ἰχθύδιά φασιν.

προσκαλούμενοι: λείπει εἰς τὸ δικαστήριον … δηλονότι.

ἰῆ ἰεῦ: χλευαστικὸν ἐπίρρημα τοῦτο. καταφρονεῖ λοιπὸν καὶ τῶν δικαστικῶν ῥημάτων· τὸ γοῦν «καλούμενοι» ἀπορρίπτει.

βάλλε κημούς: βάλλε ἐς κόρακας τὰ δικαστικὰ σκεύη.

ἀνάβαινε δεῦρο: ἑταῖρά τις, ᾗ καὶ προσβάλλει· ταύτην δὲ ἔλαβεν ἐκ τοῦ συμποσίου. Γ

ἠκολούθει αὐτῷ, ἣν ἔλαχεν ἐκ τοῦ συμποσίου, ᾗ καὶ προσβάλλει καὶ πειρᾶν ἄρχεται.

χρυσομηλολόνθιον: ἐπί τινος μετεώρου ὁ γέρων ἐφεστὼς προσκαλεῖται προσκοριζόμενος τὴν ἑταῖραν. χρυσομηλολόνθιον δὲ ζωΰφιόν τί ἐστι κατὰ κάνθαρον ξανθόν,

μηλολόνθιόν ἐστι ζωΰφιόν τι κανθαρῶδες χρυσίζοντα ἔχον τὰ πτερά,

ὃ καὶ κατέχοντες οἱ παῖδες δεσμεύουσιν ἐκ τοῦ ποδὸς καὶ ἀφιᾶσι ν … πρὸς τὸν ἀέρα. μέμνηται τούτου καὶ ἐν Νεφέλαις λέγων· λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός. ἐνταῦθα δὲ καὶ τὸ «χρυσὸν» προσέπλεξε κολακεύων τὴν ἑταῖραν. ἀπὸ τοῦ κατασκευάζειν δὲ τὴν ὄνθον εἰς εἶδος μήλου ὀνομάζεται ἡ μηλολόνθη.

πρὸς τὴν ἑταῖραν ὁ γέρων· παρὰ τὴν μηλολόνθην χρυσίζοντα ἔχουσαν τὰ πτερά. οὐ γὰρ οἶμαι τὸ χρυσόμηλον γνωρίζεσθαι· εἰ δὲ μή, σύνθετον ἂν εἴη ἐκ τούτων.

τοῦ αἰδοίου.

σχοινίου: ἴσως τοῦ πέους. παίζει δέ.

σαπρὸν παλαιόν· γέρων γὰρ ἦν.

ὑφειλόμην ἔκλεψα ἀπὸ τῶν συμποτῶν.

μέλλουσαν ἤδη λεσβιεῖν τοὺς ξυμπότας: παρὰ τὸ ἱστορούμενον, ὅτι παρὰ Λεσβίοις τοῦτο πρῶτον ἡ γυνὴ ἔπαθεν. καὶ παρὰ Θεοπόμπῳ ἐν Ὀδυσσεῖ· ἵνα μὴ τὸ παλαιὸν τοῦτο καὶ θρυλούμενον διʼ ἡμετέρων στομάτων εἴπω σόφισμʼ, ὅ φασι παῖδας Λεσβίων εὑρεῖν Στράττις ἐν Τρωΐλῳ· ᾗ μήποτʼ, ὦ παῖ Ζηνός, ἐς ταὐτὸν μόλῃς, ἀλλὰ παραδοὺς τοῖς Λεσβίοις χαίρειν ἔα· καὶ ἐν Πυτίσῳ· ἐγᾦδα τοῦπίνικος, ὀργισθεὶς ἔφη· τῷ στόματι δράσω τοῦθʼ, ὅπερ

«λεσβιεῖν» οὖν ἐπὶί του αἰσχροῦ τάττεται … ἐπειδὴ οἱ Λέσβιοι αἰσχρουργοῦσι τῷ στόματι μολυνόμενοι

λεσβιεῖν τοῦτο ἐπὶ αἰσχροῦ τάττεται.

λεσβίσαι: μολῦναι τὸ στόμα· Λέσβιοι γὰρ διεβάλλοντο· ἐπὶ αἰσχρότητι.

φιαλεῖς: οὐδʼ ἐπιβάλῃ ἀποδοῦναι. Γ Ὅμηρος· αὐτὸς γὰρ ἐπίηλεν τάδε ἔργα, ἀντὶ τοῦ «ἐπεβάλλετο». Φρύνιχος Ἐφιάλτῃ· ὄνομα δέ τῳ τοῦτʼ ἦν ἔσωθεν γῆν τε μὴ ἔστω φιάλτης ἀνδραγαθίας οὕνεκα, ἔτι ἐπιάλας χρηστὰ λέγων ἀπωλόμην. ἐν δὲ Τριφάλητι Ἀριστοφάνης· κοὐδὲν ἄνδρα εἰς ἄτοπον οὐδʼ ἂν ἐπιῆλαι μὲν. δύναται καὶ τὸ «προθυμεῖσθαι»· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα, ἀντὶ τοῦ «προεθυμήθη».

φιαλεῖς: φιαλεῖν μὲν κυρίως τὸ τῇ φιάλῃ πίνειν νῦν δʼ ἴσως καὶ κακεμφάτως εἴρηκεν

κακεμφάτως εἴρηται τοῦτο· φιαλεῖν γὰρ τὸ τῇ φιάλῃ πίνειν.

τῷ ἔργῳ ἐπιβαλεῖς.

καὶ φιαλοῦμεν, τουτέστι τῷ ... φιαλεῖν γὰρ τὸ ἄρχεσθαι τοῦ πράγματος. ὁ αὐτὸς Ἀριστοφάνης ... τοῖσιν θεοῖς.

κἀγχανεῖ κτλ. «ἐγχανεῖ» ἐπὶ τῶν καταγελώντων· ἅμα δὲ καὶ κακεμφάτως.

πολλοῖς γὰρ ἤδη χἀτέροις αὔτʼ εἰργάσω: «αὐτὸ ἤτοι τὸ αἰσχρὸν χἀτέροις εἰργάσω» … ἢ καὶ «ἐκφεύγεις με· καὶ γὰρ ἄλλοις αὐτὸ ἐποίησας»

ἐὰν δὲ γένῃ: μιμεῖται ἐνταῦθα τοὺς νεανίσκους· λέγοντας πρὸς τὰς ἑταίρας καὶ ὀμνύντας· «ἐάν μου ὁ πατὴρ ἀποθάνῃ, δώσω σοι πάντα … καὶ συνοικήσω μετὰ σοῦ».

λυσάμενος ἕξω: ἀντὶ τοῦ ἐλευθερώσας ἐκ τοῦ πορνοβοσκείου. «χοιρίδιον» δέ· τὰ γυναικεῖα αἰδοῖα χοίρους Γ ἔλεγον

καὶ φυλάττομαι σφόδρα: καθὸ δὶς παῖδες οἱ γέροντες. ἢ παρʼ ὑπόνοιαν· οἱ γὰρ παῖδες ταῦτα λέγουσιν.

ὑίδιον κτλ. ἀπὸ τοῦ υἱοῦ ὑίδιον ὡς ἀπὸ τοῦ πατρὸς πατρίδιον.

κυμινοπριστοκαρδαμόγλυφον: παίζει παρὰ τὸ κύμινον, ὅ ἐστι δριμύτατον, καὶ τὸ σμικρολόγον—κυμινοπρίστας γὰρ τοὺς σμικρολόγους ἐκάλουν—καὶ παρὰ τὸ κάρδαμον, ὅπερ ἐστὶ δριμύ, τὴν σύνθεσιν ποιήσας, εἰς σμικρολογίαν

παίζει ἐνταῦθα σμικρολόγον αὐτὸν καὶ ὀξύθυμον λέγων· κυμινοπρίστας γὰρ τοὺς φειδωλοὺς καὶ σμικρολόγους ἐκάλουν. συνέθηκε δὲ τὴν λέξιν μετὰ τοῦ καρδάμου

διαβάλλων αὐτὸν καὶ ὡς ὀξύθυμον.

περί μου δέδοικε: διʼ ἐμὲ φειδωλός ἐστιν, ἵνα μὴ ἐν ἐξουσίᾳ ἔχων τὰ χρήματα διαφθείρω

πατὴρ γὰρ οὐδείς: ἀστείως. εἰώθασι γὰρ οἱ παῖδες λέγειν «πλὴν ἐμοῦ». ἀντὶ δὲ τοῦ εἰπεῖν «υἱὸς» … εἶπε «πατὴρ» παίζων.

δετὰς: «δετὰς» λέγει τὰς λαμπάδας. ὡς ἀπὸ τοῦ δέω γὰρ τὸ δεσμῶ δετή ῥηματικόν. ἡ συνδεδεμένη ἐκ παπύρων. καὶ Ὅμηρος· καιόμεναί τε δεταί.

τὰς δετὰς τὰς λαμπάδας.

τωθάσω σκώψω … ἀπατήσω

οἵοις κτλ. τοῖς γὰρ μυστηρίοις ἐσκώπτετο

τοὺς γὰρ μέλλοντας μυεῖσθαι οἱ προλαβόντες δεδίττονται.

οὗτος κτλ. τὰ ἐναντία λοιδορεῖται ὁ γέρων τῷ υἱῷ

τυφεδανὲ: ἐπεὶ τυφογέροντας εἰώθασι λέγειν τοὺς παραληροῦντας καὶ ἀξίους τετύφθαι. «χοιρόθλιψ» δὲ ὁ τὸ γυναικεῖον αἰδοῖον ἀποθλίβων. ἢ παρὰ τὰς χοιρίνας εἰς φιλοδικάστην τὰς χοιρίνας πιέζων»

τὸ δὲ «χοιρόθλιψ» εἴρηκε κωμῳδῶν αὐτὸν καὶ ὡς πόρνον διὰ τὸ τὰ αἰδοῖα θλίβειν τῶν γυναικῶν —χοῖρος γάρ, ὡς εἴρηται, τὸ γυναικεῖον αἰδοῖον—, κωμῳδῶν αὐτὸν καὶ ὡς φιλοδικάστην διὰ τὸ τὰς χοιρίνας ἀποθλίβειν καὶ πιέζειν.

τυφεδανὲ τυφογέρον, ψυχρογέρον.

ὡραίας σοροῦ: παρὰ τὴν ὑπόνοιαν, οἷον «κόρης» καὶ τοῦτο δὲ ἀντεστραμμένως εἰς γέροντα … τὴν αὐλητρίδα … πειρῶντα.

καταπροΐξει συνίζησις.

ἐξ ὄξους δίκην: ἀντὶ τοῦ εἰπεῖν «κρέα» ἢ ἕτερόν τι «δίκην» εἶπεν. μισῶν οὖν τὰς δίκας λοιπὸν αὐτὸς ὁ Φιλοκλέων ὡς εἰς ὕβρεις ταῦτα λέγει τῷ υἱῷ.

ἔοικεν ὡς μισῶν οἷον τὰς δίκας ὁ Φιλοκλέων λέγειν ταύτας ὡς ὕβρεις τῷ υἱῷ.

τὴν αὐλητρίδα: τὸ γένος τοῦ γελοίου τοῦτο παρʼ Ἀριστοφάνει ἐντεῦθεν ἀρξάμενον.

ἀπὸ τύμβου πεσών: καὶ τοῦτο ὡς εἰς γέροντα· ἀντὶ τοῦ «ἀπʼ ὄνου καταπεσών».

ἐπεὶ ὡς νέος διαλέγεται. εἰώθασι δὲ οἱ νέοι γέρουσι τοῦτο λέγειν.

ἡ Δαρδανίς: ἐπεὶ ἀπὸ Δαρδανίας φέρονται αἱ αὐλητρίδες.

ταύτῃ δὲ παρὰ τοῦ γέροντος εἴληφε γὰρ τὰς δᾷδας.

ἐστιγμένην: ἐζωγραφημένην. ἐστιγμένην λέγει τὴν δᾷδα. ἔγραφον γὰρ καὶ ἐκόσμουν τὰς λαμπάδας. ἢ ὡς Θρᾷσσαν καὶ Δαρδανίδα τὴν αὐλητρίδα.

ἢ τὴν αὐλητρίδα φησὶν ἐστιγμένην διὰ τὸ κεκαλλωπισμένην εἶναι καὶ διὰ τὸ κατέχειν δᾷδας.

διεστιγμένην, διερρηγμένην.

τί δὲ τὸ μέλαν: περὶ τοῦ γυναικείου αἰδοίου … ἐρωτᾷ τετριχωμένου.

ἡ πίττα: ἐπεὶ καὶ αἱ δᾷδες καιόμεναι πίτταν ἀπολύουσιν

ὄζος: κλάδος. ἅμα καὶ παρὰ τὸ ὀδωδέναι.

ἀπὸ τοῦ εἶμι τὸ «εἶ».

ἄκουσον νῦν ἐμοῦ ἐπεὶ παρῄνεσεν αὐτῷ πρότερον ὁ υἱὸς διηγηματικῷ εἶναι.

Ὀλυμπιάσι κτλ. ἄρχεται κατὰ τὰ προστάγματα τοῦ υἱοῦ σοφίζεσθαι.

Ὀλυμπίασιν: τὸ «Ὀλυμπιάσι» νῦν προπαροξύνεται λέγει γὰρ περὶ τοῦ τόπου. ἐὰν δὲ περὶ πράγματος ἡ δηλοῦσα ᾖ λέξις, οἷον ὡς εἰ λέγοι τις «δέκα Ὀλυμπιᾶσιν ἐφεξῆς ἐνίκησεν ὁ δεῖνα», προπερισπαστέον γίνεται γὰρ τὸ μὲν ἀπὸ τοῦ «Ὀλυμπία» Ὀλυμπίασι, τὸ δὲ ἀπὸ τοῦ «Ὀλυμπιάς» Ὀλυμπιᾶσι. καὶ ὅτι τὰ εἰς σι λήγοντα τῶν ἐπιρρημάτων ζητεῖ τὸν πρῶτον τοῦ ὀνόματος τόνον, οἷον Ὀλυμπιάς, Ὀλυμπιᾶσι, πλὴν τῶν διὰ τοῦ όθεν· ἐκεῖνα γὰρ ἐνήλλαξεν, οἷον ἵππος, ἱππόθεν. σεσημείωται τὸ «οἴκοθεν».

ὑπώπια: τὸ εἰς τὴν ὄψιν πλῆγμα … ἐνταῦθα· εἴρηται δʼ ἐν ἄλλοις ἀκριβέστερον.

ἐξέμαθές γε κτλ. ἐμνημόνευσας. ἐπειδὴ εἶπε τὴν Ὀλυμπίαν.

ἴθι μοι παράστηθʼ ἀντιβολῶ: γυνὴ τις ὑβρισμένη ὑπὸ τοῦ γέροντος δεῖται τοῦ υἱοῦ … βοηθῆσαι αὐτῇ. Δίδυμος δὲ ἀρτόπωλιν

γυνή τις πρὸς μάρτυρά τινα.

παράστηθʼ εἰς μαρτυρίαν.

κἀπιθήκην: τοὺς ἔξωθεν τοῦ φορτίου προσθήκην ὄντας.

λόγοι διαλλάξουσιν: μιμεῖται τὰ εἰρημένα ὑπὸ τοῦ υἱοῦ.

καταπροΐξει συνίζησις.

καταπροΐξει: οὐ μὴ καταφρονήσεις, παρὰ ... τουτέστιν οὐ ... ἐγχανῇ. καὶ τοῦτο δὲ ἐν ἄλλοις.

ὄνομα.

θυγατέρος: ὅτι οὐκ ἀττικῶς εἴρηται τὸ «θυγατέρος», ἀλλʼ ἰωνικῶς.

τὰ φορτία ἀντὶ τοῦ τοὺς ἄρτους.

ἱστορία.

ὦ κύον κύον: τὴν ἀρτόπωλιν κύνα εἶπεν. «ὑλακτούσης σου», φησίν, «οὐ φροντίζω … ὦ κύον».

πυροὺς κτλ. σίτους ὥστε ἄρτους ποιῆσαι· ἐπεὶ ἀρτόπωλις

εἰς δικαστήριον.

τοὺς ἀγορανόμους τοὺς τῶν ὠνίων προστάτας.

πρὸς τοὺς ἀγορανόμους: τοὺς ἐπισκοποῦντας τὰ τῆς πόλεως ὤνια καὶ διοικοῦντας αὐτά, ὡς ἐν Ἀχαρνεῦσιν.

βλάβης ἕνεκα.

κλητῆρα: μάρτυρα· ἢ τὸν εἰς τὸ δικαστήριον καλοῦντα ὑπηρέτην.

Χαιρεφῶντα τὸν πύξινον, τὸν Σωκράτους ἑταῖρον … τὸν φιλόσοφον λέγει ἵνα καὶ πάλιν κωμῳδήσῃ αὐτὸν ὡς ὠχρόν, εἰσάγει αὐτὸν μαρτυροῦντα τῇ ἀρτοπώλιδι.

πάλιν δʼ αὐτὸν εἰς ὠχρότητα διαβάλλων εἰσάγει μαρτυροῦντα τῇ ἀρτοπώλιδι.

καὶ Σιμωνίδης Ἑρμιονεὺς μελοποιὸς ὁ Λᾶσος.

Λᾶσος: Χαρβίνου ἀντὶ τοῦ Περιάνδρου ... λόγους.

ὀλίγον μοι μέλει: ἀντὶ τοῦ οὐδέν μοι μέλει τοῦ Σιμωνίδου … δηλονότι.

λέγει δʼ ἴσως Σιμωνίδην τὸν Λεοπρεποῦς, τῆς ἐν λυρικόν, μετὰ ... ἕκτης καὶ πεντηκοστῆς Ὀλυμπιάδος, οἱ δὲ δευτέρας καὶ ἑξηκοστῆς ... μέχρις οηʹ ... θρῆνοι, παιᾶνες, ἐγκώμια, ἐπιγράμματα, τραγῳδία, καὶ ἄλλα. τὸν δὲ Λᾶσον καὶ Σιμωνίδην ὡς ἀντιτεχνοῦντας ἀλλήλοις ὁ ποιητὴς εἰσάγει.

κλητεύειν μαρτυρεῖν.

θαψίνῃ: ἵνʼ ᾖ «ὠχρᾷ», ὡς οἱ κεχρημένοι θαψίᾳ. εἰσήγαγε γὰρ Εὐριπίδης τὴν Ἰνὼ ὠχρὰν ὑπὸ τῆς κακοπαθείας· καὶ ὁ Χαιρεφῶν δὲ τοιοῦτος.

ὠχρᾷ· τοιαύτη γὰρ ἡ θάψος. ὑπὸ Εὐριπίδου ἡ Ἰνὼ γέγραπται ἐκ τῶν ποδῶν κρεμαμένη καὶ ὠχρὰ ὑπὸ τῆς κακοπαθείας.

ἔοικε θαψίᾳ. ὠχρὸς γὰρ καὶ ὁ Χαιρεφῶν καὶ ἡ θάψος τοιαύτη. ἀλλὰ καὶ παρὰ τὸ θάπτεσθαι καλῶς πέπαικται.

πέπαικται δὲ καλῶς παρὰ τὸ θάπτεσθαι.

ἡ θάψος, ὅπερ παρʼ ἡμῖν χρυσόξυλον λέγεται. Θεόκριτος· καί μευ χρὼς μὲν ὁμοῖος ἐγίνετο πολλάκι θάψῳ.

Ἰνὼ δὲ κατὰ χόλον Ἥρας αὑτὴν εἰς ... αὐτῆς Μελικέρτῃ ... διότι παρʼ ... Θηβαίων. Εὐριπίδης δʼ ἐν Μηδείᾳ φησὶν αὐτόχειρα ... εἰς θάλασσαν ῥίψαι. οἱ δέ φασιν ὡς Ἀθάμας κατετόξευσε Λέαρχον τὸ αὐτῷ παῖδα ... μανεῖσα τὸν ἕτερον ... παῖδα Μελικέρτην ἐπισφάξασα ἤλατο ... θάλασσαν· οὓς δὴ εἰς Κόρινθον ἐκβρασθέντας ἀναληφθῆναι προστάξει τοῦ Σισύφου ὡς καὶ ἐπὶ τῷ Μελικέρτῃ θεῖναι, καὶ τὴν μὲν Λευκοθέαν, τὸν δὲ Παλαίμονα μετονομασθῆναι.

ἀντὶ τοῦ ὑπὸ Εὐριπίδου ἐκ τῶν ποδῶν ἡ Ἰνὼ κρέμαται.

ὤμοι κακοδαίμων: παραγίνεται ἀνήρ τις Εὐριπίδης … ὠνομασμένος

ἄλλος

κατηγορῶν τοῦ Φιλοκλέωνος … ὕβρεως καὶ κατήγορον ἐπαγόμενος.

προσκαλοῦμαι εἰς δικαστήριον.

λείπει ἡ ὑπέρ, ἵνʼ ᾖ «ὑπὲρ τοῦ πράγματος».

ἅρματος ἤγουν ἡνιοχῶν.

ἀττικὸν τὸ σχῆμα.

οὐ τρίβων: ἀντὶ τοῦ οὐκ ἔμπειρος. καὶ ἐν Νεφέλαις· καὶ τῶν κρεμαθρῶν οὐ τρίβων τῶν ἐνθάδε.

παροιμιακόν.

παροιμία.

ἕρδοι τις: ἕκαστος, φησίν, ἣν οἶδε τέχνην ἐργαζέσθω.

καὶ ταῦτα ἐν ταῖς παροιμίαις φέρεται

εἰς τὰ Πιττάλου: εἰς ἰατροῦ, φησίν, ἀπότρεχε θεραπευθησόμενος τὰς πληγάς· ἰατρὸς γὰρ ὁ Πίτταλος.

ὅμοιά σου: ὁ Βδελυκλέων ταῦτά φησι πρὸς τὸν κλητῆρα

ἁ῍ν: τὸ ἐντελὲς «ἃ ἂν».

ἐχῖνον χύτρας εἶδος … ὁ ἐχῖνος.

κατέαξʼ ἐχῖνον: ἄγγος τι χαλκοῦν, ἢ καὶ ἐκ κεράμου, ἃ καθιᾶσιν ... ἐπεδίδουν. τοῦ δʼ ἄγγους τούτου καὶ Δημοσθένης μνημονεύουσι καὶ Ἀριστοτέλης. ἔστι θαλάττιον ὄστρεον. καὶ μὲν δὴ καὶ ... βοός.

οὑʼχῖνος τὸ ἐντελὲς «ὁ ἐχῖνος.»

ναὶ τὰν Κόραν: τὴν Περσεφόνην … Κόρην ὠνόμασεν· ὀνομάζουσι γὰρ αὐτὴν καὶ οὕτω. δωρίζει δὲ ἐπίτηδες.

τουτέστι τὸν κόρον, τὴν πρὸς ὕλην. τοῖς δὲ περὶ Σικελίαν τὸ κατὰ Κόρης ὀμνύειν ἐνεφιλοχώρει. ἐντεῦθεν γὰρ ὁ Ἅιδης αὐτὴν ἁρπάσαι μυθεύεται, ὡς οἱ τὰ τοιαῦτά γε ἀλληγορῆσαι δεινοί, διὰ τὸν ἀφανισμόν.

καὶ τὰ ἕλκη ἐπέδησας.

ἐπίδεσμον ὥστε δῆσαι τὰ ἕλκη.

ἐπίδεσμος: ὁ ἐπὶ τῇ πληγῇ δεσμός.

κλητῆρες ἐπιλείψουσι: ἐπιλείψουσι μάρτυρες τοὺς κατηγοροῦντας.

Αἴσωπον οἱ Δελφοί: ὁ μὲν Βδελυκλέων ἀράμενος τὸν πατέρα αὐτοῦ Φιλοκλέωνα εἴσω κομίζει. ὁ δὲ βασταζόμενος λόγον λέγει. φασὶ γὰρ τὸν Αἴσωπον εἰς θεοὺς ἐλθόντα ἀποσκῶψαι εἰς τοὺς Δελφούς ὅτι μὴ ἔχοιεν γῆν, ἀφʼ ἧς ἐργαζόμενοι διετρέφοντο ἀλλὰ περιμένοιεν ἀπὸ τῶν τοῦ θεοῦ θυμάτων διαζῶντες οἱ δὲ Δελφοὶ πρὸς τοῦτο σφόδρα λυπηθέντες πρὸς αὐτὴν τὴν ἔξοδον τοῦ Αἰσώπου ὑπέβαλον ποτήριον τῶν τοῦ θεοῦ ἐν τοῖς σκεύεσιν αὐτοῦ· κἀκεῖνος οὐκ εἰδὼς ἐξώρμησεν. οἱ δὲ προσδραμόντες καὶ τὸ ποτήριον εὑρόντες ἐφόνευσαν αὐτόν. ὁ δὲ μεταξὺ φονευόμενος τὸν περὶ τοῦ κανθάρου μῦθον αὐτοῖς διηγήσατο. μέμνηται τούτου τοῦ μύθου καὶ ἐν Εἰρήνῃ διὰ τούτων ὁ ποιητής· ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθη μόνος πετεινῶν εἰς θεοὺς ἀφιγμένος. ἐκεῖ δὲ τὰ εἰκότα λεχθήσεται.

φερόμενος πλάττει μῦθον. διηγεῖται γὰρ τὸν περὶ Αἰσώπου λόγον· ὅν φασιν ἐλθόντα ποτὲ εἰς τοὺς Δελφοὺς οἱ δὲ Δελφοὶ χαλεπήναντες φιάλην ἱερὰν τοῖς Αἰσώπου σκεύεσιν ὑπέβαλον. ὁ μὲν δὴ οὐκ εἰδὼς τὴν ἐς Φωκίδα φέρουσαν ὥρμησεν ὁδόν. οἱ δʼ ἐπιδραμόντες καὶ φωράσαντες ἱεροσυλίας αὐτοῦ κατηγόρουν. ὁ δʼ ἐπὶ τὴν πέτραν οὐ πάνυ πόρρω τοῦ ἱεροῦ καὶ τῆς πόλεως ἀγόμενος, ἀφʼ ἧς νόμιμον ἦν τοὺς ἱεροσύλους ῥιπτεῖσθαι,

ὡς ὁ κάνθαρός ποτε ὡς κάνθαρος ἀνῆλθενέ ποτε πρὸς Δία ὡς καὶ ἐν Εἰρήνῃ.

ζηλῶ σε τῆς εὐτυχίας: τὰ τοιαῦτα εἴδη καλεῖται κατὰ σχέσιν. ἔστι γοῦν ἡ παροῦσα στροφὴ κώλων χοριαμβικῶν ἐπιμεμιγμένων ἐπιτρίτοις, διτροχαίοις, διιάμβοις, δισπονδείοις, ἰωνικοῖς καὶ παίωσι ιβʹ—καὶ ἡ ἀντιστροφὴ τοσούτων—, ὧν τὸ μὲν βʹ δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές· τὰ δὲ λοιπὰ πάντα δίμετρα ἀκατάληκτα τὰ μὲν τετρασυλλάβους ἔχοντα πόδας, τὰ δὲ πεντασυλλάβους. διαλύονται γὰρ αἱ μακραὶ συλλαβαί, ὥσπερ ἐπὶ τῶν ἰάμβων καὶ τροχαίων, ὡς εἴρηται, εἰς δύο βραχείας, οὕτω καὶ ἐπὶ τῶν τετρασυλλάβων ποδῶν. εὕρηται γὰρ καὶ χορίαμβος πεντασύλλαβος καὶ ἑξασύλλαβος, καὶ ἀντίσπαστος καὶ ἐπίτριτος πεντασύλλαβος καὶ διίαμβος καὶ διτρόχαιος καὶ ἰωνικὸς καὶ παίων, ὥσπερ δὴ καὶ ἀνάπαιστος, τετρασύλλαβος ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνίς.

στροφὴ κώλων ιβʹ.

λείπει ἡ ἀπό. «ἀπὸ ξηρῶν τρόπων».

μεταπείσεται ἐπὶ τὸ τρυφᾶν καὶ μαλακόν: καὶ ἐπὶ τὸ μαλακόν.

ἐπὶ τὸ τρυφερὸν: οἷον ἐπὶ τὸ τρυφᾶν μαλακῶς.

φύσεος διὰ τὸ μέτρον.

γνώμαις ἑτέρων: οἷον παραπεισθέντες ἐκ παραινέσεως ἑτέρων.

ἀντιστροφὴ κώλων ιβʹ.

φιλοπατρίαν: διὰ τὸ ὑπὲρ τῆς πατρίδος ἠγωνίσθαι. ἢ τοῦ πατρός.

ἀγανῷ: ἱλαρῷ, καλῷ κἀγαθῷ· οἱ δὲ ἀθανάτῳ. ἔνθεν καὶ ἀγαναφροσύνη· προσήνεια, πρᾳότης. Ὅμηρος· σοῖς ἀγανοῖς ἐπέεσσιν.

γρ. «κατακηλῆσαι», ἵνα σημαίνῃ τὸ ἐξαπατῆσαι μεταπεισθέντας ἐπὶ τὸ βέλτιον.

εἰσκεκύκληκεν: εἰσήνεγκεν, εἰσήγαγεν.

περιχαρὴς ὑπάρχων.

οὐδὲν παύσεται: τὸ «οὐδὲν παύσεται» ἀντὶ τοῦ «οὐ παύεται», ὡς παρʼ Ὁμήρῳ

. καὶ Ὅμηρος·

ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν … ἀντὶ τοῦ «οὐκ ἔτισεν».

Θέσπις: ὁ κιθαρῳδός· οὐ γὰρ δὴ ὁ τραγικός.

Θέσπις: ὄνομα κιθαρῳδοῦ.

Κρόνους «τὸν νοῦν» πρὸς τὸ «Κρόνους ἀποδείξειν»· ἤτοι ἀρχαίους τινὰς τὴν ἐπίνοιαν.

Κρόνους: ἀρχαίους, μωρούς, λήρους, ἀναισθήτους.

τὸν νοῦν κατά.

διορχησάμενος: διορχήσασθαι τὸ ὀρχούμενον ἐρεῖσαι.

τίς ἐπαυλείοισιν: ὀρχούμενος ὁ γέρων.

παρατραγικεύεται.

σχήματος τοῦ τραγῳδικοῦ.

τινὲς ἀπὸ τοῦ «πλευρὰν λυγίσαντος» καὶ κάμψαντος Φιλοκλέωνα λέγειν ἕως τοῦ «σφόνδυλος ἀχεῖ».

λυγίσαντος: συστρέψαντος, περιαγαγόντος … καὶ ὑπὸ ῥώμης.

ἡ μεταφορὰ ἀπὸ τῶν παλαιόντων. Θεόκριτος· τὶ θὴν τὸν Ἔρωτα κατεύχεο Δάφνι λιγυξεῖν· ἆρʼ οὐκ αὐτὸς Ἔρωτος ὑπʼ ἀργαλέω ἐλυγίχθης;

σφόνδυλος: ἴσως αἰσχρόν τι πεποίηκεν.

πῖθʼ χ.

πῖθʼ ἐλλέβορον: ἐπισημειοῦται τὴν λέξιν κἀνταῦθα τὸ χ, ὅτι τὸ μὲν «πῖθι» ἐπὶ φαρμάκου λέγουσιν· καί· λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον. τὸ δὲ «πίε» ἐπὶ τοῦ ποτοῦ.

ἐκ δὲ τοῦ ἐλλεβόρου καὶ ἐλλεβοριᾶν, τὸ ἐλλεβόρου δεῖσθαι, ὡς Καλλίας φησίν, καὶ ἐλλεβορίζειν.

πτήσσει Φρύνιχος: τὸ «πτήσσει Φρύνιχος ὥς τις ἀλέκτωρ» παροιμία ἐστὶν ἐπὶ τῶν κακῶς τι πασχόντων, ἀπὸ Φρυνίχου τοῦ τραγικοῦ. ὑποκρινόμενον γὰρ αὐτὸν τὴν Μιλησίων ἅλωσιν οἱ Ἀθηναῖοι δακρύσαντες ἐξέβαλον δεδοικότα καὶ ὑποπτήσσοντα.

ὃν Ἀθηναῖοι τραγῳδήσαντα. ὁ δὲ Φρύνιχος οὗτος Ἀθηναῖος ἦν, υἱὸς Μελανθᾶ. ἔστι αὐτοῦ τάδε ... Πυρρίχας.

πτήσσειν δὲ κυρίως τὸ φοβεῖσθαι. λέγεται δʼ ἐπὶ τῶν ὀρνίθων.

ὁ γέρων ταῦτα ὀρχούμενος.

ἀντὶ τοῦ βληθήσῃ, νικηθήσῃ.

τάχα βαλλήσεις: ῥίψεις λίθους δηλονότι ὀρχούμενος.

σκέλος: ὑψηλὴν φοράν. καὶ παρʼ Εὐπόλιδι «ἐκλακτίζειν».

σκέλος οὐράνιον: ὡς αὐτοῦ ἐπάραντος τὸ σκέλος καὶ δείξαντος τὸν πρωκτόν.

ἐκλακτίζων εἰς ὕψος.

κοτυληδών: ἤγουν εὐκίνητος ἡ κοτύλη μου στρέφεται.

ἀλλὰ μανικὰ πράγματα: εἰπόντος αὐτοῦ, ὅτι «νῦν δὴ ἐκλέλυμαι χαλαρᾶς γενομένης τῆς κοτύλης», ἐπάγει ὁ παῖς, ὅτι οὐκ ἐκλύσεως,

οὐ καλῶς λέγεις, ὅτι ἐκλέλυσαι,

ἀλλὰ μανίας ἐστὶ πράγματα.

νυν δή.

διορχησόμενος ἀντὶ τοῦ εἰς ὄρχησιν ἀγωνισόμενος.

γρ. ὁ μέσσατος.

ὁ μέσατος: οὐ τὸν τραγικὸν λέγει μέσσατον

ἀντὶ τοῦ μέσος· καὶ Μένανδρος Καρχηδονίῳ. ἀκριβῶς δὲ ἔοικε λέγειν. τέσσαρες μέν εἰσιν· ἀλλʼ οἱ τρεῖς χορευταί, Ξενοκλῆς δὲ ποιητής. καταλέγει αὐτοὺς σαφῶς Φερεκράτης. τῶν τριῶν οὖν μέσος.

Μένανδρος ἐν Καρχηδονίῳ ἔοικε λέγειν περὶ τούτων, ὅτι τέσσαρες μέν εἰσιν· ἀλλʼ οἱ τρεῖς χορευταί. Φερεκράτης δὲ τῶν τριῶν ὁ μέσος, φησίν.

ἐμμελείᾳ κονδύλου: ἐμμέλεια τραγικὴ ὄρχησις ὡσεὶ ἔλεγεν «ἐμμελείᾳ ᾠδῆς». εἶπε δὲ «κονδύλου». δίδωμι αὐτῷ, φησίν, κόνδυλον, καὶ ἀπολῶ αὐτόν. μικρὸς γάρ ἐστι καὶ λεπτός.

ἐν τῷ ῥυθμῷ γὰρ: ἀντὶ τοῦ «οὐδὲν οἶδε τοῦ ῥυθμοῦ».

Καρκινίτης υἱὸς Καρκίνου.

ὀψώνηκʼ ἄρα ὡς ὀψοφάγος διαβάλλεται.

πλήν γε Καρκίνους: παρὰ τοὺς καρκίνους τοὺς λεγομένους παγούρους.

ἕτερος αὐτῶν Καρκίνου καὶ ὁ τρίτος αὐτῶν … τοῦ Καρκίνου.

ὀξὶς: εἶδος ἐστι χύτρας … ὅπερ λοπάδιον καλοῦσιν.

· ἢ ἀγγεῖον ὀξηρόν.

ἀγγεῖον ὀξηρὸν ἢ φαλάγγιον.

εἰς μικρὸν τὸν Ξενοκλέα· καὶ τὸ φαλάγγιον μικρὸν καὶ συνεστραμμένον. δῆλον δὲ ἐκ τῶν Φερεκράτους Ἀγρίων· «καὶ Καρκίνος μέν τις ἦν ὁ Θωρυκίου υἱός. ἦσαν δὲ αὐτῷ τρεῖς τινες μικροὶ κομῆται τότε καὶ νῦν εἰσὶν μικροὶ καὶ κομῆται. φίλαρχοι τότε παῖδες ἦσαν ὄντες νῦν φιλαρχικώτεροι. μὰ τὸν Δία οὐ τρεῖς τε ἐκεῖνοί εἰσιν οἱ τέσσαρες.»

ὁ πινοτήρης: «ὁ πινοτήρης» ἕως τοῦ «τραγῳδοῦ»· δῆλον, ὅτι περὶ Ξενοκλέους ὁ λόγος. διαβάλλει αὐτὸν ὡς ἀδηφάγον. πινοτήρης δὲ οὐκ ἄλλως, ἀλλʼ ἐπεὶ καρκίνιόν τί ἐστι σύννομον πίνῃ καὶ ἀεὶ ταύτῃ προσδεχόμενον. Σοφοκλῆς Ἀμφιαράῳ· ὁ πινοτήρης τοῦδε μάντεως χοροῦ.

πῖνα ὄστρεονόν … ἐστιν. τοῦτο ὑποδέχεται καρκίνος· καὶ ὅταν εἰσέλθῃ μικρὸν ἰχθύδιον, δάκνει τὴν πῖναν· ἡ δὲ συστέλλει τὸ ὄστρακον καὶ ἐναποκλείει τὸ ἰχθύδιον.

ὁ ἐπιτηρῶν τὸ ἐσθίειν.

πινοτήρην οἱ μὲν ζῷόν τι λέγουσι σύννομον τῷ καρκίνῳ τὸν πιννοτήρην οἱ δὲ αὐτὸν τὸν καρκίνον ὡς ἐπιτηροῦντα τὴν πίνναν. φασὶ γάρ, ὅτι ἡ μὲν πίννα πρὸς τὰς ἀκτῖνας πεσοῦσα τοῦ ἡλίου ἀνοίγνυσι τὸ ὄστρακον καὶ τὴν θέρμην εἰσδέχεται, ὁ δὲ ἐπιτηρῶν εἰσέρχεται καὶ δάκνει αὐτήν, ἡ δὲ συστέλλει τὸ ὄστρακον καὶ βιβρώσκεται ὑπʼ αὐτοῦ.

πινοτήρης ζῷον σύννομον τῷ καρκίνῳ.

ποιεῖ κοινή.

τῶν ὀρχίλων: ὀρχίλος εἶδοσός ἐστιν ὀρνέου μικροῦ· ἐκ τούτου δʼ αὐτῶν ὑπεμφαίνει τὸ βραχὺ καὶ κατωφερές … πρὸς λαγνείαν διὰ τοῦ ὀνόματος κατηγορεῖ· ἅμα δὲ καὶ πρὸς τὴν ὄρχησιν. ἐμφαίνει δὲ αὐτοὺς καὶ μεγάλα αἰδοῖα ἔχοντας.

ὀρχίλων εἶδος ὀρνέου μικροῦ.

ἅλμην κύκα: ὡς πρὸς ἰχθῦς τοὺς τοῦ Καρκίνου … ὅτι ἅλμη, ὅτι πάντως ζωμός. καὶ τοῦτο δὲ πρὸς τὸ πολυφάγον αὐτῶν. ἵνα γὰρ τὰ κρέα μὴ σήπηται μένοντα πάττεται τῇ ἅλμῃ.

ὡς πρὸς ἰχθῦς ὁ λόγος, ἐπειδὴ ἅλμην παρασκευάζουσιν ἐπὶ τῷ φαγεῖν ἰχθύδια ἢ καρκίνους. ὡς καρκίνοις οὖν αὐτῶν χρώμενός φησινὶν οὖν ὅτι παρασκεύασον ἅλμην, ἵνα, ἐὰν αὐτοὺς νικήσω, ὀπτήσω αὐτοὺς καὶ φάγω.

φέρε νῦν Γ κτλ. θέλει δὲ ὁ χορὸς μετὰ ἀφορμῆς ἀναχωρῆσαι.

ξυγχωρήσωμεν ἐπʼ ὀλίγον συσταλῶμεν.

βεμβικίζωσιν: διακινήσωσιν … περιάγωσιν

βέμβηξ δὲ ὁ ξύλινος στρόμβος. ἐν ἐπιγράμματι· οἱ δʼ ἂρ βέμβηκας ... τριόδῳ. καὶ ἀλλαχοῦ Ἀριστοφάνης· βέμβικος βέμβηξ ἐργαλεῖον, ὃν μάστιγι κόμενος ... περιστρέφεσθαι.

στροφὴ κώλων ιʹ.

τοῦ θαλασσίου: τοῦ Καρκίνου. τῇ ὁμωνυμίᾳ ἐχρήσατο τοῦ θαλασσίου καρκίνου.

ὡς καρκίνοις φησίν.

στροβεῖτε γρ. σοβεῖτε.

καὶ τὸ φρυνιχεῖον: δῆλον, ὡς σημειῶδές τι ἦν τὸ φρυνιχεῖον, τὸ εἰς ὕψος ἐν τῇ ὀρχήσει ἐκλακτίζειν … καὶ οὐκ ἄλλως ὁ αὐτὸς Εὔπολις εἶπεν. τὸ δὲ ὤζειν τῶν παρηγμένων ἐστίν· «ὢ λέγειν», ὡς τὸ οἰμώζειν καὶ κλώζειν.

τὸ δὲ «ὤζωσιν» ἀντὶ τοῦ «θαυμαστικόν τι λέγωσιν». σύνθετον δέ ἐστιν, ὡς τὸ οἰμώζειν καὶ κλώζειν· οὕτω καὶ ὤζειν ἀπὸ τοῦ ὤ τοῦ θαυμαστικοῦ.

ὤζωσιν κτλ. ὠνοματοποίησεν ἀντὶ τοῦ «ὢ λέγωσιν» θαυμάζοντες.

ὤζωσιν κτλ. ἐπίφθεγμα θαυμαστικὸν λέγωσιν οἱ θεαταί, ὡς παρὰ τὸ οἴμοι οἰμώζω.

ἀντὶ τοῦ θαυμαστικόν τι λέγωσιν.

στροφὴ ἑτέρα στίχων ζʹ.

γάστρισον σεαυτόν πλῆξον σεαυτὸν εἰς τὴν γαστέρα, ὃ ποιοῦσι πηδῶντες.

ῥῖπτε σκέλος οὐράνιον: Εὐφρόνιος οὕτω φησὶν ὀνομάζεσθαι σχῆμά τι τῆς Γ τραγικῆς ὀρχήσεως … βέμβικες.

βέμβικες περιφοραί, περιαγωγαί … τουτέστι στροφαί.

βέμβιξ· περιστροφή· Ἀριστοφάνης ἐν Σφηξίν· «ῥῖπτε σκέλος οὐράνιον· βέμβικες ἐγγενέσθων». ἔνιοι δὲ σχῆμά τι τραγικῆς ὀρχήσεως. Π

καὐτὸς γὰρ: ὁ Καρκίνος, φησίν, προσέρχεται· πρὸς τοῦτο γὰρ καὶ τὸ «ποντομέδων».

τοῖσι τριόρχαις: ἔπαιξεν … διὰ τὸ τρεῖς εἶναι. ἔστι δὲ ὁ τριόρχης ὄρνεονόν … τι Μήδων.

ἀλλʼ ἐξάγετʼ εἴ τι φιλεῖτε: ἐξάγετε, φησίν, ἑαυτοὺς ἔξω. εὐχερῶς δέ, ὡς ἐν τῷ τέλει, τὴν ἔξοδον τῶν προσώπων βούλεται ποιῆσαι … ὁ ποιητής.

τοῦτο γὰρ: εἰσέρχεται ὁ χορὸς γὰρ ὀρχούμενος, οὐδαμῶς δὲ ἐξέρχεται.

πάρος δέδρακεν πρότερον.

τέλος λείπουσιν κτλ. Ἀριστοφάνους Σφῆκες Ἀριστοφάνους Σφηκῶν τέλος τέλος τοῦ δράματος τῶν Σφηκῶν τοῦ Ἀριστοφάνου τοῦ ποιητοῦ τῷ συντελεστῇ τῶν καλῶν Θεῷ χάρις τέλος