On Accents and BreathingsἈποσπάσματα
Tryphon the Grammarian On Accents and Breathings PDF
On Accents and Breathings, also known by the title Apospasmata or "Excerpts," is a grammatical treatise by the Alexandrian scholar Tryphon, who was active in the 1st century BCE. The work is a technical handbook on Greek prosody, providing a systematic exposition of the rules governing the use of the three accents—acute, grave, and circumflex—and the two breathings, rough and smooth, in written texts. Structured as a collection of 133 discrete notes, it functions as a scholarly compilation for reference rather than a continuous narrative. Composed within the Alexandrian philological tradition, which was dedicated to the preservation and accurate interpretation of classical literature, the treatise was intended for an audience of advanced students, teachers, and textual editors who required precise guidelines for pronunciation and the critical emendation of texts. The work does not survive in a complete manuscript; its contents are known principally through quotations and excerpts preserved in later Byzantine grammatical commentaries and lexica. Tryphon is regarded by modern scholarship as a respected specialist in prosody, whose systematic observations served as a source for subsequent, more influential grammarians and thereby contributed to the enduring traditions of Greek grammatical instruction.
| 1 t | ΠΕΡΙ ΠΝΕΥΜΑΤΩΝ. Et. |
| 1 1 | M. p. 148, 40 sive Draco Sir. p. 25, 22: Τρύφων ἐν τῷ περὶ πνευμάτων φησί, τὸ α προτασσόμενον τοῦ ρπ συστέλλεται καὶ δασύνεται. Moschopuli Opusc. |
| 1 2 | p. 33 Titze: Τρύφων τὸ α πρὸ τοῦ ζ καὶ ψιλοῦσθαι καὶ βραχύνεσθαι ἀξιοῖ. Epim. |
| 1 3 [5] | Hom. p. 193, 28: Ἦδος. ὁ Τρύφων ὁ γραμματικὸς [συναινεῖ] τοῖς δασύνουσι τὴν λέξιν ταύτην, διότι ἀπὸ τοῦ ἥδεσθαι, ὃ σημαίνει τὸ τέρπεσθαι, γέγονε· καὶ ὥσπερ ἀπὸ τοῦ ἕλκεσθαι ἐγένετο ἕλκος καὶ ἐφυλάχθη τὸ αὐτὸ πνεῦμα, οὕτως καὶ ἀπὸ τοῦ ἥδεσθαι [ἧδος] φυλάξει τὸ αὐτὸ πνεῦμα. Et. |
| 1 4 | Gud. p. 278, 28: Λέγει ὁ Τρύφων, ὅτι ἡμάρτηται τὸ ἵμερος καὶ ἵλαος καὶ ἱμονία, ὅτι μακρὸν ἔχοντα τὸ ι δασύνεται· καὶ γὰρ πᾶν ὄνομα ἀπὸ μακρᾶς ἀρχόμενον ψιλοῦσθαι θέλει· Ἰνώ, Ἰαπετός, ἰχώρ. πλὴν τούτων· ταῦτα γὰρ δασύνεται. Athen. |
| 1 5 [2n] | IX p. 397e: Ταὧς λέγουσιν Ἀθηναῖοι, ὥς φησι Τρύφων, τὴν τελευταίαν συλλαβὴν περισπῶντες καὶ δασύνοντες. καὶ ἀναγινώσκουσι μὲν οὕτως παρ’ Εὐπόλιδι ἐν Ἀστρατεύτοις, πρόκειται δὲ τὸ μαρτύριον καὶ ἐν Ὄρνισιν Ἀριστοφάνους (v. 102). Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ἢ ταὧς; καὶ πάλιν (v. 269). Ὄρνις δῆτα. τίς ποτ’ ἐστίν; οὐ δή που ταὧς; λέγουσι δὲ καὶ τὴν δοτικὴν ταὧνι, ὡς ἐν τῷ αὐτῷ Ἀριστοφάνης (v. 885). ἀμήχανον δὲ παρ’ Ἀττικοῖς καὶ Ἴωσιν ἐν τοῖς ὑπὲρ μίαν συλλαβὴν ὀνόμασι τὴν τελευτῶσαν ἀπὸ φωνήεντος ἀρχομένην δασύνεσθαι. πάντως γὰρ εἶναι ψιλὴν αὐτὴν παρηκολούθηκεν, οἷον νεὤς, λεὤς, Τυνδάρεὠς, Μενέλεὠς, λειπόνεὠς, εὔνεὠς, Νείλεὠς, πρᾶὀς, υἱὄς, Κεῖὀς, Χῖὀς, δῖὀς, χρεῖὀς, πλεῖὀς, λεῖὀς, λαιὄς, βαιὄς, πηὄς, γόὀς, θοὄς, ῥόὀς, ζωὄς. φίλαρχος γὰρ οὖσα καὶ ἡγεμονικὴ τὴν φύσιν ἡ δασύτης τοῖς τελευταίοις μέρεσι τῶν ὀνομάτων οὐδαμῶς ἐγκαθείργνυται. ὠνόμασται δὲ ταὧς ἀπὸ τῆς τάσεως τῶν πτερῶν. Superest in bibliothecae Caesareae Vindobonensis codice MS. |
| 1 6 (1n) [15] | CCLXXXVII fol. 33b et 34a Tryphonis tractatus quidam περὶ τοῦ ρ, ποῦ δασύνεται καὶ ποῦ ψιλοῦται inscriptus, cuius apographum Bonitzii benignitati debeo. Τὸ ρ ἀρχόμενον τῆς λέξεως δασύνεται· ῥώμη, ῥήτωρ, ῥόδος καὶ τὰ λοιπά· πλὴν τοῦ ᾿Ρ άρος κυρίως καὶ ᾿Ρ αριάς καὶ ᾿Ρ άριον ψιλούμενον. ὅτε δέ εἰσι δύο, τὸ πρῶτον ψιλοῦται καὶ τὸ δεύτερον δασύνεται· οἷον ἐπίῤῥημα, ἔῤῥαπται. διὰ τί; διότι οὐδέποτε συλλαβὴ οὔτε λέξις εἰς δασὺ καταλήγει· ὅθεν καὶ Ἀτθίς καὶ Σαπφώ καὶ Βάκχος τὰ πρότερα ψιλὰ ἔχουσι καὶ οὐ δασέα. εἰ οὖν τὸ πρῶτον ρ ἐδασύνετο, ἔληγεν ἡ συλλαβὴ εἰς δασυνόμενον ρ· ὅπερ ἐστὶν ἄτοπον. Τούτου χάριν τὸ πρῶτον ψιλοῦται καὶ τὸ δεύτερον δασύνεται, ἵνα συμφωνῇ τὰ ψιλὰ τοῖς δασέσιν. καὶ τὸ μὲν δεύτερον ρ ἔχει τὴν δασεῖαν τοῦ πρωτοτύπου· ῥῆμα, ἐπίῤῥημα· τὸ δὲ προστεθὲν πρῶτον ἔχει τὴν ψιλήν, ἵνα ὁμοφωνῇ. οὗτός ἐστιν ὁ τῶν παλαιῶν κανών, ὃς παρὰ τοῖς νέοις ἠθέτηται. Quae vero sequuntur: χρὴ δὲ εἰδέναι ὅτι τὸ ρ ἀμετάβολόν ἐστι καὶ πάντως ἐπὶ τῶν θηλυκῶν ἐμπροσέχει τὸ α, οἷον χήρα, θύρα, μοῖρα, σαπρά, μικρά, πονηρά, μυσαρά, καὶ ὅσα τοιαῦτα ab hoc loco aliena sunt. ΠΕΡΙ ΑΤΤΙΚΗΣ ΠΡΟΣΩΙΔΙΑΣ. |
| 2 1 [5] | Herodianus π. μον. λέξ. p. 42, 14: Στρουθός. Χαῖρίς φησιν Ἀττικοὺς βαρύνειν τὸ ὄνομα, ὡς καὶ Τρύφων μέμνηται ἐν δευτέρῳ περὶ Ἀττικῆς προσῳδία ς . Schol. Arist. Av. v. 877: Ἡρωδιανὸς ἐν τῷ Βάσκ’ ἴθι Ἶρι ταχεῖα τὸν Ἕκτορι μῦθον ἔνισπε ἐπιμερισμῷ φησὶ τὸν Χαίριδα λέγειν βαρύνειν Ἀττικοὺς τὸ στροῦθος, ὁμοίως καὶ ἐν τῷ ἑκκαιδεκάτῳ τῆς καθόλου λέγων καὶ Τρύφωνα μεμνῆσθαι ἐν δευτέρῳ περὶ Ἀττικῆς προσῳδία ς . Ammonius de diff. |
| 2 2 [5] | voc. p. 54: Ἐξανέψιοι καὶ ἀνεψιοί διαφέρει. καὶ βαρυτόνως προφέρονται τοὔνομα· φησὶ γὰρ Τρύφων ἐν δευτέρῳ περὶ Ἀττικῆς προσῳδία ς , ἐξανέψιοι, ὡς ἀμέριμνοι, ἀναστελλομένης τῆς ὀξείας ἐκ τοῦ ἀνεψιοί, ὀνόματος ὀξυνομένου. εἰσὶ δὲ οἱ μὲν ἀνεψιοί τῶν ἀδελφῶν παῖδες, καθὰ καὶ ἡμεῖς ἐκδεχόμεθα· ἐξανέψιοι δὲ οἱ τῶν ἀνεψιῶν παῖδες. Ammonius de diff. |
| 2 3 [5] | voc. p. 68. Θαλαμάς, ὡς ἀγαθάς, καὶ θαλάμας, ὡς μεγάλας, διαφέρειν φησὶ Τρύφων παρὰ τοῖς Ἀττικοῖς, ἐν δευτέρῳ περὶ Ἀττικῆς προσῳδία ς . ἐὰν μὲν γὰρ ὀξυτονήσωμεν, δηλώσει τὸ τῶν Διοσκούρων ἱερόν, ἐὰν δὲ βαρυτονήσωμεν, τὰς καταδύσεις μηνύει. Ammonius de diff. |
| 2 4 [5] | voc. p. 94: Μισητή καὶ μισήτη διαφέρει παρὰ τοῖς Ἀττικοῖς, ὥς φησι Τρύφων ἐν δευτέρῳ περὶ Ἀττικῆς προσῳδία ς . ἐὰν μὲν γὰρ ὀξυτονήσωμεν, σημαίνει τὴν ἀξίαν μίσους (καθὰ καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ προφερόμεθα)· ἐὰν δὲ βαρυτονήσωμεν, τὴν καταφερῆ πρὸς συνουσίαν. τὴν δὲ διαφορὰν τῶν σημαινομένων καὶ παρὰ Δωριεῦσί φησι φυλάττεσθαι καὶ παρ’ Ἴωσιν. Ammonius de diff. |
| 2 5 [15] | voc. p. 137: Τροχοί ὀξυτόνως καὶ τρόχοι βαρυτόνως διαφέρουσι παρὰ τοῖς Ἀττικοῖς, φησὶ Τρύφων ἐν δευτέρᾳ περὶ Ἀττικῆς προσῳδία ς . τοὺς μὲν γὰρ περιφερεῖς τροχούς ὁμοίως ἡμῖν προφέρονται ὀξυτονοῦντες· τρόχους δὲ βαρυτόνως λέγουσι τοὺς δρόμους. ἀναγινώσκομεν γάρ, ὥς φησιν, μὲν ἐν Ἀλόπῃ Εὐριπίδου ὁρῶ μὲν ἀνδρῶν τόνδε γυμνάδα στόλον στείχοντα θεωρὸν ἐκ τρόχων πεπαυμένον. ἐν δὲ Μηδείᾳ ἀλλ’ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι. ἀναλογώτερον δὲ τὸ βαρύνειν, τὰ γὰρ εἰς χος δισύλλαβα παρατελεύτου ὄντος τοῦ ο βαρυτονεῖται, οἷον λόχος, ὄχος, βρόχος, κόγχος, κόλχος, μόσχος· οὕτω καὶ τρόχος. καὶ ἔτι τὰ παρὰ ῥήματος εἰς ω βαρύτονα καὶ αὐτὰ βαρυτονεῖται ἰσοσυλλαβοῦντα, οἷον πλέκω πλόκος, σπείρω σπόρος, λέγω λόγος, φέρω φόρος· οὕτω καὶ τρέχω τρόχος. Ammonius de diff. |
| 2 6 [10] | voc. p. 22: Ἁρπαγή καὶ ἁρπάγη διαφέρει παρὰ τοῖς παλαιοῖς Ἀττικοῖς, ὥς φησι Τρύφων ἐν τῷ τρίτῳ περὶ Ἀττικῆς προσῳδία ς . ἐὰν μὲν ὀξυτόνως προενεγκώμεθα, καθάπερ ἐν τῇ συνηθείᾳ, τὴν αἰφνίδιον καὶ μετὰ βίας ἀφαίρεσιν δηλώσει· ἐὰν δὲ βαρυτόνως ἁρπάγην, ὡς Ἀνάφην, ἐν ᾗ ἐκ τῶν φρεάτων τοὺς κάδους ἐξαίρουσι. καὶ παρὰ Μενάνδρῳ ἀναγινώσκομεν, ποτήριον, τράπεζαν, ἁρπάγην, * δεύτερον κάδον. καὶ ἐν Ἡνιόχῳ, τὸν δὲ παῖδ’ οὐδ’ εἴδομεν, ἀλλ’ ἁρπαγὴν αὐτῷ κατασκευάζομεν. Athenaeus II p. |
| 2 7 | 53a: Τρύφων ἐν Ἀττικῇ προσῳδίᾳ ἀμυγδάλην μὲν τὸν καρπὸν βαρέως, ὃν ἡμεῖς οὐδετέρως ἀμύγδαλον λέγομεν, ἀμυγδαλῆ δὲ τὰ δένδρα κτητικοῦ παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος καὶ διὰ τοῦτο περισπωμένου. Eustathius in Od. |
| 2 8 (1n) [5] | p. 1698, 28: Τρύφων, φασί, προκρίνει ὁμοτονεῖν ἄμφω, ἐπεὶ πολλάκις ὁμότονα τοῖς περιέχουσι τὰ περιεχόμενα. σκόροδον γοῦν καὶ ὁ τόπος, ἐν ᾧ τὸ φυτὸν πωλεῖται καὶ αὐτὸ τὸ φυτόν. ὁμοίως καὶ κρόκος ὁ τόπος τε καὶ τὸ ἐν αὐτῷ πεφυκός. Ἀττικοὶ δὲ οὕτω ποιοῦσιν ἐπὶ πολλῶν. Ammonius de diff. |
| 2 9 [20] | voc. p. 116: Πόνηρον βαρυτονούμενον, ὡς σόλοικον, καὶ πονηρόν ὀξυτονούμενον, ὡς κυδοιμόν, φασὶ διαφέρειν παρὰ τοῖς Ἀττικοῖς· ὁμοίως μόχθηρον καὶ μοχθηρόν. πονηρός γάρ ἐστιν ὀξυτόνως ὁ κακοήθης, πόνηρος δὲ ὁ ἐπίπονος. Ἀτόπως, φησὶ Τρύφων· καὶ τὰ φαῦλα μόχθηρα λέγομεν. κατὰ δ’ ὀξύτητα, φησί, καὶ ἐπ’ ἀψύχων. μοχθηρᾶς γέ τοι τέχνης δημιούργημά φαμεν εἶναι. εἰ δὴ ταὐτοῦ πρωτοτύπου κεκοινώνηκεν, ἄμφω ὀφείλει καὶ τῶν αὐτῶν τόνων μετέχειν· * ὅτι ὀξυτονεῖν ἀπαιτεῖ ὁ λόγος βίᾳ ἀνάγκης. πᾶν γὰρ παρώνυμον εἰς ρος λῆγον παρασχηματιζόμενον τοῖς γένεσιν ὀξυτονεῖται· οἷον κάματος καματηρός, ὄλισθος ὀλισθηρός, μέλι μελιτηρός, τόλμα τολμηρός, νόσος νοσηρός· εἰ δὴ πόνος καὶ μόχθος τὰ πρωτότυπα, πονηρός καὶ μοχθηρός ῥητέον ὀξυτόνως. εἰ δ’ οἱ Ἀττικοὶ βαρυτονοῦσιν, οὐ θαυμαστόν ἐστι· χαίρουσι γὰρ τῇ βαρύτητι. ἄδελφε γοῦν λέγουσι τὴν πρώτην ὀξυτονοῦντες, ὡς ἄπελθε, φησὶν ὁ Τρύφων, παρατιθέμενος Φιλήμονα τὸν Αἰξωνέα, ὡς Θεττάλην, ὡς Μυρτάλην καὶ χάριεν, τὴν πρώτην συλλαβὴν ὀξυτονοῦντες· ὥστε οὐκ εἰς διαστολήν, φησί, τοῦ σημαινομένου εὗρον τὴν βαρύτητα, ἀλλ’ ὡς ἔθος ἐκπληροῦντες οὕτω προηνέγκαντο. Epim. |
| 2 10 | Hom. p. 55, 16: Ἀγαθόν. Τρύφων οὕτως· τὰ εἰς ος τριγενῆ παραλήγοντα τῷ α καὶ ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους συλλαβῇ α ὀξύνεται· μαδαρός, πλαδαρός, ἀγανός· οὕτως οὖν καὶ ἀγαθός. Eustathius in Od. |
| 2 11 [5] | p. 1447, 46; Ἰστέον ὅτι ἀπορίαν ἔχει, πῶς δήποτε ὁ μὲν ἔμπορος καὶ ὁ μεγαλέμπορος προπαροξύνονται τῆς ὀξείας τοῦ πόρος ἀναστελλομένης ἐν αὐτοῖς, ὥς που φράζει ὁ Τρύφων, ὁ δὲ λογεμπόρος παρὰ τοῖς ὕστερον κατεβίβασε τὸν τόνον εἰς τὴν παραλήγουσαν. Eustathius in Il. |
| 2 12 (1n) [5] | p. 1291, 46: Ἐν μέντοι, φησί (sc. Aelius Dionysius), τοῖς ἀκριβεστέροις ἀντιγράφοις ὀξεῖα ἐπίκειται τῇ πρώτῃ συλλαβῇ κατὰ τὸ λόχμη, λόγχη, ὄχθη, ὄγχνη. ἕτερος δέ τις λέγει καὶ αὐτός, ὅτι δόχμη, ὡς ὄχθη καὶ στάθμη κατὰ Τρύφωνα, εἰ καὶ Ἀρίσταρχος ὀξύνειν ἀξιοῖ. Athenaeus IX p. |
| 2 13 [20] | 400a: Τρύφων φησί, τὸν λαγών ἐπ’ αἰτιατικῆς ἐν Δαναΐσιν Ἀριστοφάνης ὀξυτόνως καὶ μετὰ τοῦ ν λέγει ‚λύσας ἴσως ἂν τὸν λαγὼν ξυναρπάσειεν ὑμῶν‛ καὶ ἐν Δαιταλεῦσιν ‚ἀπόλωλα· τίλλων τὸν λαγὼν ὀφθήσομαι.‛ Ξενοφῶν δ’ ἐν Κυνηγετικῷ χωρὶς τοῦ ν λαγῶ καὶ περισπωμένως. ἐπεὶ τὸ καθ’ ἡμᾶς ἐστὶ λαγός. ὥσπερ δὲ ναόν λεγόντων ἡμῶν ἐκεῖνοί φασι νεών καὶ λαόν λεών, οὕτω λαγόν ὀνομαζόντων ἐκεῖνοι λαγών ἐροῦσι. τῇ δὲ τὸν λαγόν ἑνικῇ αἰτιατικῇ ἀκόλουθός ἐστιν ἡ παρὰ Σοφοκλεῖ ἐν Ἀμύκῳ σατυρικῷ πληθυντικὴ ὀνομαστική ‚γέρανοι, χελῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί.‛ τῇ δὲ λαγών ἡ διὰ τοῦ ω παραπλησίως προσαγορευομένη λαγῴ παρ’ Εὐπόλιδι ἐν Κόλαξιν ‚ἵνα πάρα μὲν βατίδες καὶ λαγῲ καὶ γυναῖκες εἱλίποδες.‛ εἰσὶ δ’ οἳ καὶ ταῦτ’ ἀλόγως κατὰ τὴν τελευτῶσαν συλλαβὴν περισπωμένως προφέρονται. δεῖ δὲ ὀξυτονεῖν τὴν λέξιν, ἐπειδὴ τὰ εἰς ος λήγοντα τῶν ὀνομάτων ὁμότονά ἐστι, κἂν μεταληφθῇ εἰς τὸ ω παρ’ Ἀττικοῖς· ναός νεώς, κάλος κάλως. οὕτως δ’ ἐχρήσατο τῷ ὀνόματι καὶ Ἐπίχαρμος καὶ Ἡρόδοτος καὶ ὁ τοὺς Εἵλωτας ποιήσας. εἶτά ἐστι τὸ μὲν Ἰακὸν λαγός ‚λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον,‛ τὸ δὲ λαγώς Ἀττικόν. λέγουσι δὲ καὶ Ἀττικοὶ λαγός, ὡς ὁ Σοφοκλῆς ‚γέρανοι, κορῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί.‛ τὸ μέντοι ‚ἢ πτῶκα λαγωόν‛ εἰ μέν ἐστιν Ἰωνικόν, πλεονάζει τὸ ω, εἰ δ’ Ἀττικόν, τὸ ο. λαγῷα δὲ λέγεται κρέα. ΠΕΡΙ ΤΗΣ ΕΝ ΜΟΝΟΣΥΛΛΑΒΟΙΣ ΑΝΑΛΟΓΙΑΣ. |
| 3 1 [5] | Αἱ παρὰ Τρύφωνι εὐθεῖαι δόρ καὶ δοῦρ, ἀφ’ οὗ δορός καὶ δουρός, κακίζονται. Quibus simillima sunt verba Herodiani π. μον. λέξ. p. 35, 1: οὐ γάρ, ὥσπερ οἴεται ὁ Τρύφων, εὐθεῖά τίς ἐστι δοῦρ, κωλυούσης καὶ τῆς ἀναλογίας καὶ τῆς χρήσεως τῶν Ἑλλήνων. ΠΕΡΙ ΤΗΣ ΕΝ ΚΛΙΣΕΣΙΝ ΑΝΑΛΟΓΙΑΣ. |
| 4 1 | Athenaeus VII p. 299a: Ἔγχελυς. οἱ Ἀττικοί, καθὼς Τρύφων φησί, τὰς ἑνικὰς χρήσεις ἐπιστάμενοι διὰ τοῦ υ, τὰς πληθυντικὰς οὐκέτι ἀκολούθως ἐπιφέρουσιν. ΠΕΡΙ ΑΡΘΡΩΝ. |
| 5 1 (1n) [1] | Apollonius de constr. or. I p. 71: Ἐξ ὧν καὶ ὁ Τρύφων ἤρξατο τὴν ἐν τοῖς ἄρθροις σύνταξιν παραδιδόναι, τῶν προκατειλεγμένων τρόπων οὐδὲ ἔννοιαν παραθέμενος. Apollonius de constr. |
| 5 2 [5] | or. I p. 35: Οὐ συγκαταθείμην ἂν Τρύφωνι ἀποφαινομένῳ ἐν τῷ περὶ ἄρθρω ν , ὡς τὰ ἀπαρέμφατα ῥήματα πῇ μὲν ὀνόματά ἐστι τῶν ῥημάτων, ὅτε καὶ ὡς ὀνόματα ἄρθρα προσλαμβάνει ‚τῷ περιπατεῖν ἥδομαι, τοῦ περιπατεῖν πρόνοιαν ἔχω‛, καὶ ἔτι ἐπ’ εὐθείας ‚τὸ περιπατεῖν ἀνιαρόν ἐστι‛· χωρὶς μέντοι ἄρθρου λεγόμενα ῥήματα ἂν εἴη ‚περιπατεῖν θέλω ἤ περ ἑστάναι.‛ Apollonius de constr. |
| 5 3 | or. IV p. 301: Οὐ παραδεκτέος ἐκεῖνος ὁ λόγος, ὁ εἰρημένος ἐν τῷ περὶ ἄρθρων Τρύφωνος, ὡς τὰ ὑποτακτικά ποτε ἄρθρα προτακτικὰ γίνεται ἐν τῷ ‚ὃς ἂν ἔλθῃ μεινάτω με.‛ Apollonius de constr. |
| 5 4 | or. I p. 88: Τρύφων φησὶ προτάττεσθαι καὶ τῶν ἄλλων πλαγίων τὸ ἄρθρον τὸ ὁ, μετοχῆς ἐπιφερομένης καὶ τῆς οὗτος ἀντωνυμίας μετὰ ῥήματος τοῦ ἔστιν ‚ὁ τὸν ἄνθρωπον ὑβρίσας οὗτός ἐστιν.‛ Apollonius de constr. |
| 5 5 (1n) [15] | or. I p. 51: Ὁ Τρύφων ἐκ τῶν παρεπομένων τῇ φωνῇ, ὡς ἔστι κατὰ πολὺ ἀφεστῶσα τῆς ἀκολουθίας τῶν ἄρθρων, περιγράφει τὸ μόριον τῆς τούτων ἰδέας, ἀλλὰ καὶ ἔτι διὰ τῆς ἐννοίας, ἐν οἷς τὰ μὲν ἄλλα ἄρθρα τὴν ἐν τρίτοις προσώποις σύνταξιν ἀνεδέχετο, τὸ δὲ ὦ τὴν ἐν δευτέροις. ἅ περ πάλιν ἀνασκευάζει εἰς τὸ κοινὸν τῆς δόξης προαγόμενος. καὶ πρὸς μὲν τὸν ἀπὸ τῆς φωνῆς λόγον φησὶ μὴ δεῖν τὰ ἄρθρα ἐν ἀκολουθίᾳ εἶναι, καθότι καὶ ἄλλα πολλὰ ἀνακόλουθα κατὰ πτώσεις καὶ τὰ συνόντα γένη· οὐκ εὔλογόν τε ἡγεῖται μιᾷ φωνῇ κεκλίνθαι τῶν ἄρθρων, ἵνα μὴ ἐν μιᾷ λέξει μέρος λόγου καταχωρίζηται. πρὸς δὲ τὸν ἀπὸ τῆς ἐννοίας λόγον, ὡς οὐκ ἐν τρίτῳ προσώπῳ καταγίνεται τὸ ὦ, ἐκεῖνό φησιν, ὡς οὐδὲ ἡ κλητικὴ ὄνομα εἴη, ἐπειδὴ πρὸς δεύτερον πρόσωπον, τῶν ἄλλων πτώσεων τὴν ἐν τρίτοις προσώποις σύνταξιν ποιουμένων, καὶ εἰ ἀπεμφαῖνον τὸ τὴν κλητικὴν ὄνομα μὴ παραδέχεσθαι, ἀπεμφαῖνον ἄρα καὶ τὸ τῆς κλητικῆς ἄρθρον μὴ φάναι ἄρθρον, ὅτι σύνταξιν τὴν πρὸς τὸ δεύτερον πρόσωπον ποιεῖται. Apollonius de constr. |
| 5 6 | or. I p. 57: Πρὸς τὴν συνέμπτωσιν τῶν γενῶν, φησὶ Τρύφων, μηδὲ τὸ τῶν ἄρθρον χρὴ παραδέχεσθαι, ὅτι τριγενές· εἰ δὲ τὸ τῶν ἄρθρον, καὶ τὸ ὦ ἄρθρον, τὴν αὐτὴν συνέμπτωσιν παραδεξάμενον. ΠΕΡΙ ΑΝΤΩΝΥΜΙΩΝ. |
| 6 1 [5] | Apollonius de pron. p. 19b: Χρὴ καλεῖν, καθάπερ καὶ ὁ Τρύφων, πρωτοτύπους τήν τε ἐγώ καὶ τὰς ὑπολοίπους, ὅτι οὐκ ἀπ’ ἄλλων· παραγώγους δὲ καὶ κτητικὰς τὴν ἡμέτερος καὶ νωίτερος, ὅτι ἀπὸ τῶν πρωτοτύπων τὴν γένεσιν ἔχουσι κτῆσίν τε δηλοῦσιν, ἀπὸ γενικῶν παραγόμεναι καὶ εἰς γενικὴν μεταλαμβανόμεναι, καθάπερ καὶ τὰ κτητικὰ τῶν ὀνομάτων. Apollonius de pron. |
| 6 2 | p. 64b: Βοιωτοί ἱών, ὡς Τρύφων φησίν, ὑφέσει εὐλόγῳ τοῦ γ, ἵνα καὶ τὰ τῆς μεταθέσεως τοῦ ε εἰς ι γένηται, ἐπεὶ φωνήεντος ἐπιφερομένου τὸ τοιοῦτον παρακολουθεῖ. Apollonius de pron. |
| 6 3 [10] | p. 82c: Ὁλοκληροτέραν ἄν τις αὐτὴν (sc. ἐμέο) ὑπολάβοι τῆς ἐμεῖο καὶ σεῖο, καθὸ οἱ πεζολόγοι τῇ μὲν διὰ τοῦ ι οὐκ ἐχρήσαντο, τῇ δὲ διὰ τοῦ ε· καίτοι τῶν περὶ Τρύφωνα οὐκ ἀπιθάνοις λόγοις προσκεχρημένων ὑπὲρ τοῦ τὴν ἐμεῖο ἐντελεστέραν εἶναι· εἰ γὰρ ἀπὸ τῶν εἰς φωνῆεν ληγουσῶν γενικῶν μείζονες γινόμεναι ἢ κατὰ τὸ τέλος μεγεθύνονται ἢ κατὰ τὴν παραλήγουσαν, οὐδέποτε δὲ ἐν ἀμφοτέροις βραχύνονται, Ἀτρείδαο Ἀτρείδεω, Πριάμοιο καὶ καὶ ἔτι ἐπ’ ἀντωνυμιῶν, ἐμοῖο, σοῖο, πῶς οὐχὶ κατὰ τόνδε τὸν λόγον ἡ ἐμέο καὶ σέο ἐλλείπουσι τῷ ι, ἀπὸ τῆς ἐμοῦ καὶ σοῦ αὐξηθεῖσαι; Apollonius de pron. |
| 6 4 | p. 114b: Τρύφων συγκατατιθέμενος τῷ Ἰξίωνί φησι τὴν σφέ ἀντωνυμίαν κατ’ ἐπένθεσιν τοῦ ω δυικὴν γενέσθαι τῆς αὐτῆς πτώσεως, καὶ ἔτι τὴν σφίν, ὡς τοῦ ω πτωτικοῦ ὄντος δυικῶν. Apollonius de pron. |
| 6 5 (1n) [5] | p. 77c: Τρύφων παρῄνει καὶ ταύτην ὀρθοτονεῖν, καθὸ αἱ τριγενεῖς τῶν ἀντωνυμιῶν μόνως ὀρθοτονοῦνται, αἱ δὲ ἐγκλινόμεναι οὔποτε γένους ἐμφατικαὶ διὰ τῆς φωνῆς, καὶ καθὸ αἱ κατὰ γενικὴν καὶ δοτικὴν μὴ ἐγκλιθεῖσαι οὐδὲ κατ’ αἰτιατικήν· οὔτε δὲ ἡ αὐτοῦ οὔτε ἡ αὐτῷ ἐγκλίνονται, οὐκ ἄρα οὐδὲ ἡ αἰτιατική. ἔτι αἱ ἐγκλινόμεναι καὶ ὀρθοτονούμεναι κατὰ τὸ τρίτον, ἡνίκα ὀρθοτονοῦνται, πάντως καὶ ἀντανακλῶνται, ἡ δὲ αὐτόν οὐκέτι. Apollonius de constr. |
| 6 6 [10] | or. II p. 170: Ἀκολούθως ῥητέον καὶ περὶ τῆς ἐμαυτοῦ, ἣ καὶ συντεθεῖσα, καθώς φησι Τρύφων, τὴν αὐτὴν ἔχει ἀκολουθίαν, ἐκ κτητικῆς συντεθεῖσα καὶ πρωτοτύπου. τὴν γὰρ ἀπαράδεκτον τοῦ ἄρθρου οἴεται ἐκ πρωτοτύπου συντεθεῖσθαι ‚ἐμαυτοῦ ἀκούω, σαυτοῦ φείδῃ‛, τὴν δὲ ἐν προσλήψει τοῦ ἄρθρου ἐκ συνάρθρου τῆς ἐμοῦ ‚τοῦ ἐμαυτοῦ φίλου ἤκουσα, τοῦ ἐμαυτοῦ οἴκου δεσπόζω.‛ Similiter Apollonius de pron. p. 86c: Οὐδὲ συγκαταθετέον Τρύφωνι φάσκοντι, ἐν οἷς ἄρθρον προσλαμβάνει ἡ γενικὴ καὶ ἐν οἷς κτῆμα σημαίνει, ἐν τούτοις ὁμόλογος ἡ σύνθεσίς ἐστιν ὡς ἐκ τῆς ἐμοῦ κτητικῆς τὴν σύνθεσιν ἐποιήσατο· ἐν οἷς δ’ οὐκέτι, ἀπὸ τῆς ἐμοῦ, ἥ τις πρωτότυπός ἐστιν. Apollonius de constr. |
| 6 7 [5] | or. II p. 180: Ἔστι γε μὴν οὐχ ὅμοιον (sc. ἀλλήλων) τῇ ἀντωνυμικῇ συνθέσει. ἡ μὲν γὰρ τὴν αὐτοπάθειαν σημαίνει ‚ἑαυτοὺς ἔτυψαν‛, ἡ δὲ τὴν ἐκ προσώπων πρὸς ἕτερα πρόσωπα μετάβασιν· τὸ γάρ ‚ἀλλήλους τρώσητε‛ οὐ ταὐτόν ἐστι τῷ ‚ἑαυτοὺς τρώσητε‛, ὥσπερ καὶ τὸ Πινδαρικὸν οἱ περὶ Τρύφωνα ἐσημειοῦντο ἐπί τε τοῦ Ὤτου καὶ τοῦ Ἐφιάλτου, συγκατατιθέμενοι μὲν τῷ ‚ἀλλαλοφόνους ἐπάξαντο λόγχας,‛ οὐ μὴν τῷ ‚ἐνὶ σφίσιν αὐτοῖσ‛· οὐ γὰρ ἑαυτοῖς τὰ δόρατα ἐνῆκαν, ἀλλ’ ἀλλήλοις. Apollonius de pron. |
| 6 8 [5] | p. 102a: Τό ‚αὐτόν μιν πληγῇσιν‛ δασυνόμενον τρεῖς ἀντωνυμίας παραλήψεται· διὸ καὶ ὁ Πινδαρίων διὰ τοῦ ε ἔγραφεν, ὅ τε Ἰξίων ἀξιοῖ, ὥστε ἀντὶ τῆς ἕ τὴν μίν παρειλῆφθαι. * ὅπερ βέλτιον ἐπὶ τῶν τοιούτων παρέλκεσθαι τὴν μίν ὁμοίως τῷ ‚ἠέ μιν αὐτόν‛· ‚κὰδ δέ μιν αὐτὸν εἰλύσω ψαμάθοισιν‛ ἤ, ὡς Τρύφων φησίν, ὅμοιον εἶναι τῷ ‚σφέας αὐτούς, αὐτοὶ αὑτούς καὶ αὐτὸς αὑτόν‛. Apollonius de pron. |
| 6 9 [10] | p. 70c: Καλοῦνται οἱ αὐθιγενεῖς παρὰ Ῥοδίοις ἵγνητες, τῆς δασείας Ἀττικῶς προσελθούσης. Τρύφων φησὶ τὸν ἴον ἐγκεῖσθαι, ἀφ’ οὗ θηλυκὸν τὸ ἴα, ἀφ’ οὗ τὸ οἶος κατὰ πλεονασμὸν τοῦ ο. καὶ εἰ τὸ αὐτός εἰς τὸ μόνος μεταλαμβάνεται, Τυδείδης αὐτός περ ἐὼν προμάχοισιν, εὔλογον καὶ τὸ μόνος εἰς τὸ αὐτός. κα[ὶ το]ῦτο δέ φησι, καθὸ οὐδεμία ἀντωνυμία συντίθεται μετ’ ἄλλου μέρους λόγου ἢ ἡ αὐτός. ἀλλ’ εἰ ἡ αὐτὸς συντίθεται, οὐκ ἀπεμφαῖνον καὶ τὴν ἰσοδυναμοῦσαν τῇ αὐτός συντίθεσθαι. δῆλον γὰρ ὡς ἡ μετὰ δασέος βραχεῖα ἐκφορὰ τοῦ ι ἐλλιπῆ αὐτὴν κατέστησε κατὰ τὴν χρῆσιν. Apollonius de pron. |
| 6 10 | p. 76c: Οὐ πιθανὸν καὶ τουδεῖνος, ὡς σωλῆνος, προφέρεσθαι, ὥς φησι Τρύφων, ἵνα μὴ διτονήσῃ ἡ λέξις, δύο κλίσεων γινομένων. ΠΕΡΙ ΠΡΟΣΩΠΩΝ. |
| 7 1 (1n) [25] | apud Apollonium de constr. or. III p. 214: Δῆλον ὅτι διὰ τὴν τοιαύτην συνέμπτωσιν Τρύφων ἐν τῷ περὶ προσώπων αἴτιος ἀφορμῆς ἐγένετο τοῖς ἐθέλουσι πρὸς αὐτὸν ἀντιλέγειν, οὐ παραδεξάμενος τὴν συνέμπτωσιν τῆς εὐθείας καὶ τῆς κλητικῆς ἐπὶ τῆς σύ ἀντωνυμίας. φησὶ γὰρ μόνης εἶναι κλητικῆς διὰ σύνταξιν τὴν πρὸς τὸ δεύτερον πρόσωπον τῶν ῥημάτων· ὡς γάρ φαμεν ‚Ἀρίσταρχε γράφε‛ καὶ ἔτι ἐπὶ ὁριστικῆς προφορᾶς ‚Ἀρίσταρχε ἀναγινώκεισ‛ ἢ καὶ κατ’ ἐπερώτησιν, τὸν αὐτὸν δὴ τρόπον καὶ τό ‚σὺ γράφε ἢ σὺ γράφεισ‛ τὴν κλητικὴν ὁμολογεῖ. κἀκεῖνο δὲ παρατίθεται, ὡς ἡ μὲν εὐθεῖα ἐν τρίτῳ προσώπῳ νοεῖται, ἥ γε μὴν κλητικὴ ἐν δευτέρῳ, οὗ ἐστὶ καὶ ἡ σύ· καὶ δῆλον ὅτι κατὰ τὸν λόγον τῆς κλητικῆς. πιστοῦταί τε πρὸς τοὺς ζητήσαντας, πῶς ἂν συσταίη κλητικὴ εὐθείας μὴ οὔσης, τὸ καὶ εὐθείας γε μὴν οὔσης μὴ ὑπάρχειν κλητικὴν ἐπὶ τῆς ἐκεῖνος καὶ ἐπὶ τῆς αὐτός καὶ ἐπὶ τῶν οὐ δυναμένων κλητικὴν ἐπιδέξασθαι. Eadem apud Apollonium de pron. p. 65a: Τρύφων φησὶ μηδ’ ὅλως εὐθείας εἶναι τὴν σύ, κλητικῆς δὲ μόνον, ἐν οἷς αἱ μὲν εὐθεῖαι τὸν περί τινος λόγον ἀναδέχονται, αἱ δὲ κλητικαὶ τὸν πρός τινα, ὅνπερ ἡ σύ ἀναδέχεται. ἔτι ὃν τρόπον ἡ ἐκεῖνος οὐκ ἔχει κλητικήν, διότι ἐν ἀποστήματί ἐστι, τῆς κλητικῆς κλῆσιν ἐπαγγελλομένης τοῦ πέλας, οὕτως οὐδὲ ἡ σύ εὐθείας, ἐπεὶ τὰ ἐναντία ἀνεδέξατο. αἱ κλητικαὶ δευτέροις προσώποις συντάσσονται ‚Ἕκτορ ἦλθες, Σώκρατες διελέξω.‛ τοιοῦτον οὖν καὶ τό ‚σὺ λέγε‛ καί ‚σὺ σκάπτε‛. οὐκ ἐπειδὴ εὐθείᾳ συντάσσεται ἐν τῷ ‚σὺ ὁ λέγων‛, πάντως καὶ εὐθείας· ἰδοὺ γὰρ καὶ ἐπὶ ὀνομάτων ‚Ἀρίσταρχε αὐτὸς γέγραφασ‛. οὐ πάσης πτώσεως εὐθεῖα, τοῦ ἀλλήλους, τοῦ ἐμαυτοῦ, ὥστε καὶ τῆς σύ οὔσης κλητικῆς οὐ πάντως εὐθεῖα ἐπιζητηθήσεται. ΠΕΡΙ ΜΕΤΟΧΗΣ. |
| 9 t [2n] | ΠΕΡΙ ΠΡΟΘΕΣΕΩΝ. apud Apollonium de constr. |
| 9 1 (1n) [5] | or. IV p. 317: Οὐκ ἐκεῖνο πιθανόν, καθό φησιν ὁ Τρύφων ἐν τῷ περὶ προθέσεω ν , ὡς ἡνωμέναι μέν εἰσιν αἱ προθέσεις μετὰ τῶν ῥημάτων, οὐ μὴν τὴν προσγινομένην κλίσιν ἔξωθεν ἐπιδέχονται, καθὸ προθέσεις οὖσαι οὐκ ὀφείλουσι πρὸ ἑαυτῶν τι ἔχειν. ΠΕΡΙ ΣΥΝΔΕΣΜΩΝ. |
| 10 1 (1n) [4n] | apud Apollonium de coni. p. 515, 5: Ὁ Τρύφων ἐν τῷ ὅρῳ βουλόμενος καὶ αὐτοὺς (sc. τοὺς παραπληρωματικοὺς) ἐμπεριλαβεῖν φησί ‚καὶ τὸ κεχηνὸς τῆς ἑρμηνείας ἔστιν ὅπου παραπληρῶν‛, ἀπείκασε δὲ καὶ αὐτὸν ταῖς καλουμέναις στοιβαῖς. ὃν γάρ, φησί, τρόπον εἰς τὰς συνθέσεις τῶν ἀμφορέων εὐχρηστεῖ ἡ τῶν στοιβῶν παρένθεσις ὑπὲρ τοῦ μὴ καταθραύεσθαι τοὺς ἀμφορεῖς, τὸν αὐτὸν δὴ τρόπον ὑπὲρ τοῦ τὰ τῆς φράσεως μὴ τραχύνεσθαι ἥδε ἡ σύνταξις τῶν μορίων παραλαμβάνεται. Apollonius de coni. |
| 10 2 (1n) [5] | p. 486, 6: Φησὶ Τρύφων, ὡς οὐ πάντως [τὰ μεταλαμβ]ανόμενα εἰς τὸ αὐτὸ εἶδος ἐπάγεται· τὸ [ἀκολου]θεῖ ῥῆμα μετάληψιν ἔχει τὴν εἰς τὸν εἴ σύνδεσμον· [ἀκολουθ]εῖ τῷ ἡμέραν εἶναι τὸ φῶς εἶναι· ἴσον γὰρ [τῷ εἰ ἡμέρα ἐστ]ί, φῶς ἐστίν. ἄλλως τε τὸ μὲν συμπλε[κτικὸν ἐξ] ἀνάγκης πάντα τίθησι ‚καὶ νέος καὶ παλαιόσ‛· [τὸ δὲ] διαζευκτικὸν οὐκέτι, ἀλλὰ ἢ καὶ τὸ ἓν ..... ........ετερα ἢ καὶ τὰ ἐπιφερόμενα. Apollonius de coni. |
| 10 3 (1n) [1] | p. 490: Τρύφων φησὶν ἀποκοπὴν παρηκολουθηκέναι. Τρύφων φησίν, ὡς ὁ διαζευκτικὸς ἤ παραλαμβάνεται εἰς τοὺς διαπορητικοὺς κατ’ ἀρχὰς [λόγους]· ὡς ἐπὶ τοῦ ἢ ἤδη σάφα οἶδεν· ἢ δολιχὴ νοῦσος ἢ Ἄρτεμις ἰοχέαιρα. |
| 10 5 | Ἀντέλεγε Τρύφων παρατιθέμενος * ὡσεὶ καὶ τὸ βραχὺ α εἰς η μετατίθεται, ὡς τό ‚ἀναιδείην ἐπιειμένε, διπλάσιον διπλήσιον, τὴν ἀμαιμάκετον Σκύλλην, πείνη δ’ οὔποτε δῆμον ἐπέρχεται, ὕψι δ’ ἀέλλη‛. Apollonius de coni. |
| 10 6 [10] | p. 494, 26: Μῶν. πρός τινων [εἴρηται], ὡς εἴη σύνθετος ἐκ τοῦ μή καὶ οὖν. πρὸ[ς οὓς ἀντι]τίθησι Τρύφων κἀκ τοῦ δηλουμένου κἀ[κ τῆς φωνῆς.] ἐκ μὲν οὖν τοῦ δηλουμένου, ὡς ἀσυστατεῖ [ἡ μή ἀπαγό]ρευσις μετὰ συλλογιστικοῦ τοῦ οὖν διαπορητικ[ὸν] ἀποτελέσαι, εἴγε διαφέρει τὸ συλλογίζεσθαι το[ῦ διαπορεῖν.] καὶ ἔτι ὡς ὁ οὖν ἐν ὑποτάξει ἐστίν, ὁ δὲ μῶν [προτακτικός.] ἐκ δὲ τῆς φωνῆς, καθὸ ὁ μῶν σύνδεσμος τὸ υ [ἐκθλίβει·] οὐ γὰρ οἷόν τε εὑρέσθαι τὸ υ ἐκθλιβόμενον, πρ[οσλαμ]βανόμενον δὲ κατὰ τὰς γινομένας συναλοιφάς, [οἷον τὸ] δὴ αὖτε δηὖτε, ὁ αὐτός ωὑτός, ἐμέο αὐτοῦ [ἐμωυτοῦ.] ἦν ἂν οὖν καὶ μωῦν. Apollonius de coni. |
| 10 7 (1n) [5n] | p. 496, 18: Τρύφων ἐν τῷ περὶ ἐπιρρημάτων ὡς περὶ ἐπιρρήματος χρονικοῦ τὸν λόγον ποιεῖται, ἐν ᾧ καὶ ἐζήτησεν, εἰ ἔγκειται τὸ εἶτα. ἐν δὲ τῷ περὶ συνδέσμων ὁμοίως τοῖς περὶ Ἀπολλώνιον καὶ Κόμανον καὶ σχεδὸν ἅπασι σύνδεσμον ἐκδεχόμενος πάλιν λόγους τινὰς προὐφέρετο ἐξεταστικοὺς τοῦ ἐγκεῖσθαι τὸν καί καὶ τὸ εἶτα, καθό τινες ᾠήθησαν, καὶ ἦσαν τοιοῦτοι οἱ κανόνες. ὁ καί σύνδεσμος ἔκθλιψιν τοῦ ι καὶ κρᾶσιν τοῦ α ποιεῖται εἰς μακρὸν α, τοῦ ε μόνου ἐπιφερομένου. φαίνεται ὅτι καὶ τοῦ η. καὶ ἐμέ κἀμέ, καὶ ἐκεῖνος κἀκεῖνος. ὅτε μέντοι δίφθογγος ἐπιφέρεται, ἐκθλίβεται τὸ α καὶ τὸ ι, καὶ εἶχον κεἶχον. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ο. ἐπιφερομένου γὰρ μόνου τοῦ ο κρᾶσιν ποιεῖται, καὶ ὁ σός χὡ σός, καὶ ὁ οἶνος χοἷνος, καὶ ὁ φίλος χὡ φίλος. εἴπερ οὖν ἔγκειται τὸ εἶτα, ἦν ἂν κεἶτα. καὶ ἔτι ἐν τῷ περὶ ἐπιρρημάτων καὶ τὸ δηλούμενόν φησι μάχεσθαι. ὁ μὲν γὰρ καί σύνδεσμος ἐπὶ τῶν κατὰ τὸν αὐτὸν καιρὸν παραλαμβανομένων ἐστίν· ὑφ’ ἕνα γὰρ καιρὸν γραφόντων τινῶν φαμέν ‚καὶ Διονύσιος ἔγραφε καὶ Ἀπολλώνιοσ‛· καὶ δῆλον ὅτι διὰ τοῦτο καὶ ἀθροιστικ[ός· ὁ δὲ εἶτα χρό]νου τομὴν ἐπαγγέλλεται. ὁ γὰρ λέγων ‚Ἀριστ[οφάνης ἔγραψεν,] εἶτα Ἀπολλώνιοσ‛ τάξεώς ἐστι παραστ[ατικός.] Tum p. 497, 14: Διὰ τούτων οὖν θεματικὸν τὸν σύνδεσμον [ἐξε]δέχετο. εἶτά φησι, χωρὶς εἰ μὴ ἐπεκτέταται ὁ καί, ὡς ὁ δή, ἀποβολῆς γενομένης τοῦ ι καὶ εὐλόγου ἐκτάσεως τοῦ α, καθότι καὶ τὸ κλαίειν κλάειν. Apollonius de coni. |
| 10 8 (4n) [10] | p. 497, 30: Φησὶν ὁ Τρύφων, ὡς ἀδύνατον ἂν εἴη σύνδεσμον αὐτὸ ἐκδέξασθαι, καθὸ οὔποτε οἱ σύνδεσμοι τὴν α στέρησιν ἀναδέχονται, ἔστι δὲ τὸ ἀέκητι ἐν στερήσει τοῦ ἕκητι. —P. 498, 26: Ἀλλ’ οὐδὲ ἐπίρρημα, φησὶν ὁ Τρύφων, πάνυ ἀκριβῶς καὶ τῷ σχηματισμῷ προσελθὼν καὶ τῇ τάσει. εἰ γὰρ παρὰ τὸ ἑκών τὸ ἐπίρρημα ἐγένετο, κἂν ὠξύνετο, εἴγε τὰ ἐν παραγωγῇ, κἂν μακρῷ τῷ ι χρῆται κἂν βραχεῖ, ὀξύνεται, Ἑλληνιστί, ἀμογητί, πανοικί. πῶς οὖν βαρύνεται τὸ ἕκητι; —P. 499, 7: Φησὶν ὅτι, καθὸ ἠλογήθη ἡ φωνή, δύναται ἐπίρρημα καθίστασθαι, ἠλογημένον ἐν τῇ τάσει, καθότι καὶ ἐν αὐτῇ τῇ φωνῇ. —De adv. p. 544, 24: Τρύφων φησὶ καὶ διὰ τὸ ἀκατάστατον τοῦ τόνου μὴ ἔχεσθαι αὐτὸ τοῦ κατὰ τὰ ἐπιρρήματα μερισμοῦ. τὰ γὰρ τοιαῦτά φησιν ὀξύνεσθαι, ἀναιμωτί, ἀκονιτί, ἀδακρυτί, κἂν ᾖ σὺν τῷ ς, ἑλληνιστί, δωριστί, αἰολιστί. Apollonius de coni. |
| 10 9 [5] | p. 501, 14. Ὅτι. τὸ προκείμενον μόριον διαφορὰς ἔχει τέσσαρας, δύο συνδεσμικὰς καὶ δύο πτωτικάς, καθὼς καὶ Τρύφων παρέθετο. —V. 22: Φησὶ Τρύφων τὸν ὅτι σύνδεσμον καὶ πτωτικοῖς καὶ ἀπτώτοις συντάσσεσθαι· ‚ὅτι ὁ ἥλιος ὑπὲρ γῆν ἐστίν, ἡμέρα ἐστίν· ὅτι περιπατῶ, κινοῦμαι‛. Apollonius de coni. |
| 10 12 (1n) [15] | p. 506: Τρύφων μέντοι φησὶν ἐπὶ τοῦ τοιούτου συνδέσμους ἀντιπαρειλῆφθαι, τὸν γάρ ἀντὶ τοῦ δέ καὶ τὸν δέ ἀντὶ τοῦ γάρ· τίς δὲ ταύτην τὴν ὁδὸν ἡγεμονεύσει; εἰς Ἄιδος γὰρ οὔ πώ τις ἀφίκετο. καὶ οὐκ ἔστιν ἀσύνηθες τὸν δέ εἰς τόν γάρ μεταλαμβάνεσθαι. βέλος δ’ εἰς ἐγκέφαλον δῦ· αἰτία γάρ ἐστι τοῦ ἀναπαλῆναι τὸν ἵππον. θάμβησεν δ’ Ἀχιλεύς, μετὰ δ’ ἐτράπετ’, αὐτίκα δ’ ἔγνω Παλλάδ’ Ἀθηναίην, δεινὼ δέ οἱ ὄσσε φάανθεν· ἵν’ οὕτως τὸ καταπληκτικὸν τῆς θεοῦ μηνύσῃ. ἀλλὰ δύναται ὁ γάρ πλεονάζειν ἐπὶ τῆς ἀνταποδόσεως, [φησὶ] Τρύφων, ὁμοίως τῷ τίς γὰρ ὅδ’ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠύς τε μέγας τε καὶ ἐπὶ τοῦ αἲ γὰρ Τηλέμαχον βάλοι αἲ γὰρ δὴ οὕτως εἴη. καὶ γὰρ ἐπὶ τῶν τοιούτων οὐ δόξει μάχεσθαι ἡ σύνταξις τοῦ γάρ κατ’ ἀρχὴν τιθεμένου. Apollonius de coni. |
| 10 13 (1n) [1] | p. 507: Ὁ Τρύφων φησίν, ὡς ἐκ τῶν δύο συνδέσμων ἓν καθίσταται τὸ αἰτιολογούμενον ‚ἕνεκα γὰρ τούτου ἦλθεσ‛ ὡς εἵνεκα τούτου ἤλυθας· ‚ὅτι γὰρ παρεγένου‛· καὶ ἐπὶ τῶν παραπλησίων τὸ αὐτό. Apollonius de coni. |
| 10 14 [2n] | p. 507, 25: Φησὶ (sc. ὁ Τρύφων) τὸν μὲν γάρ ἕνα εἶναι σύνδεσμον ἰσοδυναμοῦντα τῷ δέ ἐν ὑποδείγματι τοιούτῳ ‚ἐγὼ μὲν καὶ Διονύσιος ἐδειπνοῦμεν, σὺ μὲν γὰρ παρεγένου‛. οὔτε γάρ, φησίν, ὁ μέν δεόντως [ἐν προτάσει] οὔτε ὁ γάρ ἐπ’ αἰτίας τινὸς παραλαμβάνεται. εἷς οὖν ἐστὶν ἀντὶ τοῦ δέ. Apollonius in quaestione de διότι p. |
| 10 15 (1n) [1] | 509, 14: Φησὶν ὁ Τρύφων, ὡς τοῖς τοιούτοις μορίοις πτωτικοῖς οὖσιν ἀνταποδίδοται τὰ τοιαῦτα, ὡς ἐν τοῖς τοιούτοις ‚ὅς τις περιπατεῖ, οὗτος κινεῖται· ὅ τι περιπατεῖ, τοῦτο κινεῖται.‛ Apollonius de coni. |
| 10 16 (1n) [10] | p. 514: Φησὶν ὁ Τρύφων, ὡς ἕνεκα τούτου τὸ μὲν ὄνομα καὶ χάριτα λέγεται καὶ χάριν, τὸ δὲ εἰς τοιαύτην σύνταξιν παραληφθὲν ὡς ἀντὶ συνδέσμου καθ’ ἕνα σχηματισμὸν παραλαμβάνεται, ὅπερ παρείπετο συνδέσμοις. ἔτι μέντοι φησὶν ὁ Τρύφων, ὡς παρὰ [Εὐριπίδῃ] καὶ καὶ ἔτι ἄλλοις ποιηταῖς ὀνοματικῆς συντάξεως ἔτυχεν. ἐν μὲν γὰρ Κρήσσαις ἐγὼ χάριν σὴν παῖδας οὐ κατακτενῶ, καὶ ἐν Αὔγῃ καὶ βουθυτεῖν γὰρ ἠξίους ἐμὴν χάριν. τὰ γὰρ κτητικαῖς ἀντωνυμίαις συντασσόμενα ὀνόματά ἐστι τῆς αὐτῆς πτώσεως τυχόντα καὶ τοῦ αὐτοῦ ἀριθμοῦ ‚ἐμὸν αὐλόν, ἐμὴν οἰκίαν, ἐμὴν χάριν.‛ apud Apollonium de coni. |
| 10 17 (2n) [30] | p. 515, 31: Ἤτοι συλλαβαί εἰσιν ἢ λέξεις. καὶ αἱ μὲν συλλαβαί τινων λέξεών εἰσι μέρη καὶ ἤτοι τελικαὶ ἢ ἀρκτικαί. καὶ τελικαὶ μέν ‚λέγει δή, βούλομαι δή‛, ἀρκτικαὶ δέ ‚ἐγὼ δὴ βούλομαι, ἐγὼ δὴ λέγω‛. ἦν δὲ ἐν ἀμφοτέροις ἀσύστατον. οὐ γὰρ ἔστι τις συλλαβὴ παντὸς μέρους λόγου ληκτική, γενήσεται δὲ ἐν τῷ ‚Ἀπολλώνιος δή, ἐγὼ δή, βούλομαι δή‛. καὶ ἐπὶ τῶν ὑπολοίπων τὸ αὐτό. ἀλλ’ εἰ καὶ προστιθεμένη ἔξωθέν ἐστιν ἐν παραγωγῇ συλλαβή, πάλιν τὸ αὐτὸ ἐπιχείρημα ἀρκέσει· ἑκάστη γὰρ τῶν παραγομένων λέξεων δεκτική ἐστιν ἰδίας συλλαβῆς, ὡς τῶν τρίτων τὸ σι, λέγῃσιν, ἔχῃσι, παμφαίνῃσιν· ἡ τῶν δευτέρων εἰς θα, λέγῃσθα, φέρῃσθα, καὶ ἐπὶ τῶν πρώτων τὸ μι ‚τάων ἥν κ’ ἐθέλωμι, οὐδ’ ἂν ἐῷμι‛ καὶ οὐχ οἷόν τ’ ἐστὶν εἰπεῖν ‚λέγωσι‛ οὐδέ ‚λέγωθα‛. καὶ ἐπὶ τῶν ὁμοίων τὸ αὐτό, λέγω δὲ πάλιν ἐπὶ τοῦ τοιόσδε, μὴ κατὰ παντὸς ὀνόματος ἐφικνεῖσθαι τὸ δε· ἢ ὅτε οὕτως φαμέν, τοῖος τοιοῦτος. πῶς οὖν πάλιν τὸ δή ἐστιν ἐν τῷ ‚λέγω δή, λέγεις δή, λέγει δή‛; σαφὲς οὖν ὅτι τὸ τοιοῦτον μᾶλλον λέξεως ἤπερ συλλαβῆς, εἴγε καὶ ἐν ἐπιρρήμασι καὶ συνδέσμοις τὸ τοιοῦτον ἔστιν εὑρέσθαι. ἀλλ’ οὐδὲ ἀρκτικόν ἐστι συλλαβῆς. πάλιν γὰρ πῶς πάσης λέξεως ἡ αὐτὴ συλλαβὴ ἀρκτική; πῶς τε [ἐπὶ τοῦ] ‚ἐγὼ δὴ λέγω‛ ἡ τῶν παρῳχημένων κλίσις οὐκ ἐγένετο κατὰ τὴν δή συλλαβήν; τὸ τοιοῦτον γὰρ παρέπεται ῥήμασιν. οὐ γὰρ δή γε οἱ παραπληρωματικοὶ σύνδεσμοι προθέσεις εἰσίν, ἵνα συντεθέντες προτακτικοὶ γίνωνται, καθότι τὸ καταβαίνω καὶ τὰ ὅμοια. Tum p. 516, 33: Σαφὲς μὲν οὖν ὅτι, ἐν οἷς οὐ συλλαβαί, ἐν τούτῳ λέξεις. ἴδιόν τε λέξεων τὸ μεταλαμβάνεσθαι εἰς ὁμοιοσήμους. βροτός—ἄνθρωπος, αὐτάρ—δέ· τοιοῦτοι δὲ καὶ οἱ προκείμενοι σύνδεσμοι νύ—δή—ῥά. πᾶν μόριον ἐγκλιτικὸν λέξις ἐστίν ‚ἦλθέ τις, ἄνθρωπός εἰμι‛. πάμπολλοι δέ εἰσιν οἱ παραπληρωματικοὶ ἐν ἐγκλίσει, ὡς ὁ γέ, ὁ ῥά, ὁ θήν, ὁ νύ. δύο λέξεων ἢ τριῶν οὐσῶν ἀκώλυτον τὸ ἐπάλληλον τῆς ὀξείας· καὶ κατὰ τοῦτο οὖν λέξεις τὰ προκείμενα μόρια· ἰδοὺ γὰρ ἐν τῷ ‚ἦ νύ σέ που δέος ἴσχει‛ καθ’ ἓν ἕκαστον μέρος λόγου ἡ ὀξεῖα ἀνέστη. Apollonius de coni. |
| 10 18 (1n) [5] | p. 523: Φησὶν ὁ Τρύφων τὸν λόγον ψευδῆ εἶναι, ἐπεὶ οὐκ ἔστιν ἐπ’ ἄλλων μερῶν λόγου τὸ τοιοῦτον ἐπιδεῖξαι. τὰ γὰρ οὕτω καὶ .......... ἐγκλιτικά ἐστι μόρια, καὶ οὐ πάντως τῷ δηλουμένῳ παρήλλακται, ὡς ἔχει τὰ ἀντωνυμικά ‚ἐμοῦ ἥρπασεν, ἥρπασέν μου· σοῦ ἥρπασεν, ἥρπασέ σου‛. Tum p. 524, 2: Ἦν οὖν φησὶ πλεονασμὸς τοῦ η ἐν τῷ τιή, ᾧ λόγῳ καὶ τὸ λεγοίη, φεροίη πλεονάζουσι τῷ η, καὶ ὡς ἀπὸ τοῦ ἐγών τὸ ἐγώνη παρὰ Ταραντίνοις, καὶ ἐν μέσῃ λέξει τὸ πολεμήια, πολιήτης, μυθιήτης, καὶ ἐν ἀρχῇ τὸ ἠβαιόν. Φησὶ καὶ ὁ Τρύφων, ὡς τὰ ἐν πάθει γινόμενα οὐδέποτε παράλληλα τίθεται τοῖς ὁλοκλήροις, γαῖα αἶα, μία ἴα, σῦς ὗς. |
| 10 20 [5] | Τῷ αὐτῷ λόγῳ πλέον ἐπεμέμφετο τοὺς ἐγκλίνοντας μὲν κατ’ ἀρχὴν τὸ ὡς, ἐν δὲ μέσῃ φράσει περισπῶντας, ἀλλ’ οὐδ’ ὧς ἑτάρους ἐρρύσατο. πάλιν τῷ αὐτῷ λόγῳ, ὅτι μὴ τῶν ἐγκλιτικῶν τὸ ὡς, καὶ ὡς τὸ ἐναντίον ἀνεδέξατο, ὅπου γε τὰ μὲν μεσαζόμενα ἀποβάλλει τὴν περισπωμένην, τὰ δὲ ἐν ἀρχῇ παραλαμβανόμενα, εἰ ἐπιδέχοιτο τὴν περισπωμένην, πάντως τὴν αὐτὴν παραλαμβάνει, ὡς ἔχει ‚ποῦ ἀπῆλθεν; ἀπῆλθέ που‛ καὶ τὰ ἄνω προκείμενα. Grammaticus apud Hermannum de emend. |
| 10 21 (1n) [30] | gramm. p. 463: Ἰστέον ὅτι τὸ ὡς τριάκοντα σημαίνει παρὰ Τρύφωνι. παραβολήν ‚ὥς τε λέων ἐχάρη‛· ἀνταπόδοσιν, ὡς τό ‚ὣς αὖτις καθ’ ὅμιλον ἔδυ Τρώων‛· ὑπερβολήν, ὡς τό ‚ὡς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικόσ‛· ὁμοίωσιν, ὡς τό ‚ὡς [ὅ δ’] Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικεν‛· ὅμως, ὡς τό ‚ἀλλ’ οὐδ’ ὧς ἑτάρους ἐρρύσατο ἱέμενός περ‛· ἀναφορικόν, ὡς τό ‚ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον‛· θαυμασμόν, ὡς τό ‚ὡς ἀγαθαὶ φρένες ἦσαν ἐχέφρονι Πηνελοπείῃ‛· οὕτως, ὡς τό ‚ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ‛· ἵνα σύνδεσμον, ὡς τό, ‚ὥς μοι καὶ τόνδ’ ἄνδρα πελώριον ἐξονομήνῃσ‛· ὅπως, ὡς τό ‚ὡς σπείσῃς Διὶ πατρί‛· ὅτι, ὡς τό ‚ἔγνων, ὡς θεόσ‛· ἐπεί, ὡς τό ‚ὡς ἴδε χῶρον ἐρῆμον‛· καὶ ὡς τό ‚ὡς ἑστήκασι νόμοι καὶ παρ’ ἡμῖν δικαστήρια‛· αἴθε, ὡς τό ‚ὡς ὤφελες αὐτόθ’ ὀλέσθαι‛· διό, ὡς τό ‚ὡς ἂν ἔπειτ’ ἀπὸ σεῖο, φίλον τέκοσ‛· εἴ συναπτικόν, ὡς τό ‚ὡς ὑμεῖς παρ’ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε‛· ὁμοίως, ὡς τό ‚μνήσομαι, ὥς μ’ ἀσύφηλον‛· ὅπως, ὡς τό ‚ἤρξατο δ’, ὡς πρῶτον Κίκονας δάμας’· αὐτάρ‛· ἐπὶ πρόθεσιν, ὡς τό ‚ὣς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον‛· τοσοῦτον, ὡς τό ‚ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν νῆα θοὴν ἐπὶ πόντον ἐλαυνέμεν, ὣς δὲ γυναῖκεσ‛· ὅσον ‚καὶ κρέας ὥς οἱ χεῖρες ἐχάνδανον‛· γάρ, ὡς τό ‚ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμον ἦεν‛· εὐθέως, ὡς τό ‚ὡς ἴδεν, ὥς μιν ἔδυ χόλοσ‛· ὡσαύτως ..... καὶ τό ‚ὡς δ’ αὖ νῦν μοι ἄγασθε θεοί‛· βεβαίωσιν, ὡς τό ‚ὣς χαρίεν τἀνθρώπινον ἀνθρώποισιν‛. ἀλλά, ὡς τό ‚ὡς τοῦτ’ ἀλήθεια‛· ἕως, ὡς τό ‚ὡς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρασ‛· οὕτως δεικτικόν, ὡς τό ‚ὥς ποτ’ ἔην· νῦν αὖτε νεώτεροι ἀντιοώντων‛· οὐδαμῶς, ὡς τό ‚ὡς οὐκ ἔστι χάρις μετόπισθεν εὐεργεσιῶν‛· διηγηματικόν, δηλοῦν κεφαλαίωσιν, ὡς τὸ ‚ὥς τ’ ἦλθ’ ὥς τ’ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον‛· λίαν, παρὰ Θεοκρίτῳ, ὡς τό ‚ὡς ἄλλος ἐστί‛. πάντα δὲ ταῦτα ὀξύνονται χωρὶς δύο, τοῦ σημαίνοντος τὸ ὅπως (scr. οὕτως) καὶ τοῦ σημαίνοντος τὸ ὅμως. ταῦτα γὰρ περισπῶνται, ΠΕΡΙ ΕΠΙΡΡΗΜΑΤΩΝ. |
| 11 3 [5] | Apollonius de adv. p. 548, 1: Ῥητέον περὶ τοῦ ὑπόδρα, περὶ [οὗ Τρύφων] ἐν τῷ περὶ ἐπιρρημάτων φησίν, ὡς οὐ δεόντως [τὸν τόνον] ἀνεδέδεκτο. τὴν γὰρ ἀποβολήν φησι φυλακτ[ικὴν εἶναι] τοῦ τόνου. τὸ ἄναξ ἀποβαλὸν τὸ ξ, φυλάσσεται κ[ατὰ τὴν] αὐτὴν τάσιν ‚Ζεῦ ἄνα Δωδωναῖε‛· καὶ κατὰ κλητικὴν τὸ γύναιξ, ἐν τῷ ‚ὦ γύναι‛· ἔτι τὸ γάλαξ, ἀφ’ οὗ γενικὴ ἡ γάλακτος, ὅτε γίνεται πάλιν γάλα. ὅθεν εἰ καὶ τὸ ὑποδράξ ἐν ὀξείᾳ τάσει ἐστί, σαφὲς ὅτι καὶ τὸ ἐν ἀποβολῇ τοῦ ξ πάλιν τὸν ἐπόντα τόνον φυλάξει. Apollonius de adv. |
| 11 4 [10] | p. 556, 30: Τρύφων φησὶν ἐν τῷ περὶ ἐπιρρημάτων τὸ ἐχθές, ἐντελέστερον εἶναι τοῦ χθές Ἀττικοῦ, παρατιθέμενος τὴν ἐν τοῖς μονοσυλλάβοις ἐπιρρήμασιν ἀναλογίαν, ὡς εἴη ἐν μακραῖς συλλαβαῖς ἑκάστοτε, ναί, μή, ποῦ, πῶς, οὔ καὶ τὰ τοιαῦτα, μηκυνόμενα διὰ τοῦ διπλοῦ, γνύξ, πύξ. πιστοῦται δὲ καὶ ἐντεῦθεν μὴ ἐντελῆ εἶναι τό τε δίς καὶ τρίς, ἐκ δὲ τοῦ δυάκις καὶ τριάκις συγκεκόφθαι, ἐπειδὴ τὰ εἰς ς λήγοντα μετὰ βραχείας ἐκφορᾶς ἐστὶν ὑπὲρ μίαν συλλαβήν, εἰκός, ἐγγύς, ἐντός, ἅλις, ἄχρις, πάρος. ἐξ οὗ πάλιν συνῆγε τὸ ἐχθές ἀναλογώτερον· ἀφῃρῆσθαι δὲ πρὸς τῆς Ἀττικῆς χρήσεως τὸ ε. Apollonius de adv. |
| 11 5 | p. 560, 22: Τρύφων φησίν, ὡς τὰ εἰς α λήγοντα ἐπιρρήματα βραχυκατάληκτά ἐστιν· οὐ γεγράψεται ἄρα τὸ ἰδία καὶ δημοσία σὺν τῷ ι. Apollonius de adv. |
| 11 6 (1n) [1] | p. 563, 11: Τρύφων φησίν, ὡς τὸ ἅμα ἐπλεόνασε τῷ θ, τῇ αὐτῇ ἐτυμολογίᾳ ἀρκούμενος. Apollonius de adv. |
| 11 7 [5] | p. 569, 14. Ὦταν. γεγενῆσθαι οἱ μὲν παρ’ ἑκταιρικὴν ἐκφώνησιν, ὡς Δίδυμος ἔφη, καὶ παραλαμβάνει αὐτὸ παρὰ τὸ ἔτης μετὰ μορίου τοῦ ὦ κλητικοῦ. πρὸς ὅν φησι Τρύφων, ὡς τὰ τῆς κλητικῆς οὐ κατασταίη· βραχὺ γὰρ καὶ βαρὺ τὸ α ἀπαιτεῖ, ὥσπερ καὶ τῷ δώτης τὸ δῶτα παράκειται, θύτης θῦτα. αὐτός γε μήν φησιν, ὡς τὸ ὦ μόριον ἐπεκταθὲν διὰ τοῦ τα ἐποιεῖτο καὶ κλητικὸν ἐπίφθεγμα, καθότι καὶ τῷ δή τὸ δῆτα παρέκειτο· καὶ διὰ τὴν ἀντέμφασιν τὴν πρὸς τὰ ὦτα τὸ ν προσεληλύθει. Apollonius de adv. |
| 11 8 (1n) [5] | p. 572, 13: Τούτοις δὴ ἐπιστήσας ὁ Τρύφων ἐζήτει περὶ τοῦ μεγαλωστί, ἱρωστί παρὰ Ἀνακρέοντι καὶ ἔτι τοῦ παρὰ Ἀθηναίοις νεωστί, ὅπερ οὐκ ἀπιθάνως τῇ παρὰ Ἀθηναίοις συνήθει ἐπεκτάσει ἐξέτεινε τὸ ι. ἔδει γάρ, φησί, παρὰ τὸ μεγαλίζω μεγαλιστί, νεανίζω νεανιστί· καὶ δῆλον ὅτι καὶ τὸ ἱρωστί παρά τι τῶν εἰς ζω ληγόντων ῥημάτων. Apollonius de adv. |
| 11 9 (1n) [10] | p. 574: V. 14. Τὰ προκείμενα παρὰ πᾶσιν ὑπείληπται, ὡς ἐπιρρήματα εἴη, ὧν ἐστὶ καὶ Τρύφων. —V. 19. Φησὶν ὁ Τρύφων τὸ τηνικαῦτα αὐτὰ παράγεσθαι εἰς τὴν ταυτότητα, ἐπὰν ἡ φωνὴ ἡ τοῦ πρωτοτύπου ὁλόκληρος καθεστήκῃ, ὡς ἐν τῷ ἧφι βίηφι· εἰ δὲ μὴ τῇδε ἔχει, τὸ τηνικαῦτα ἐπιρρηματικῆς ἔχεσθαι συντάξεως τὰ μόρια, ὡς ἐπὶ τοῦ χαλκόφι χαλκός. ἰδοὺ γάρ, φησίν, αἱ παραχθεῖσαι γενικαὶ ἔχουσι τὸν ἀριθμὸν εὐδιάκριτον, ἡ καλοῖο, ἡ Ἀτρείδαο· τὸ δέ, φησί, κατ’ ὄρεσφι τί μᾶλλον κατ’ ὄρους ἢ κατ’ ὀρῶν; ἴδιον δὲ τὸ μὴ διακρίνειν ἀριθμὸν ἐν συντάξει ἐπιρρήματος. κατὰ δὴ ταύτην τὴν ἔννοιαν ἀπεφαίνετο τὰ τοιαῦτα ἐπιρρήματα εἶναι. Et. |
| 11 10 [10] | M. p. 645, 1: Ὄχεσφιν. δεῖ γινώσκειν, ὅτι τὸ ὄχεσφιν καὶ ὄρεσφιν ὁ μὲν Δίδυμος λέγει γεγονέναι ἀπὸ τῆς ὄχεσι καὶ ὄρεσι δοτικῆς τῶν πληθυντικῶν κατ’ ἐπένθεσιν τοῦ φ· ὁ δὲ Τρύφων ἐναντιοῦται αὐτῷ λέγων, ὅτι οὐ δύναται ἀπὸ δοτικῆς γενέσθαι, ἐπειδὴ γενικῆς σημασίαν ἐπέχουσι· τὸ γὰρ κατ’ ὄρεσφιν ἀντὶ τοῦ ἐκ τοῦ ὄρους καὶ τὸ [κατ’] ὄχεσφιν ἀντὶ τοῦ ἐκ τοῦ ἅρματος. σχηματίζεται οὕτως· ὥσπερ ἀπὸ τοῦ θεόσφατον γίνεται θέσφατον, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τῆς ὄρεος καὶ ὄχεος γενικῆς γίνεται ὀρέοσφι [καὶ ὀχέοσφι]· καὶ κατὰ συγκοπὴν τοῦ ο καὶ πλεονασμῷ τῆς φι συλλαβῆς [ὄρεσφι καὶ ὄχεσφι]. οὕτως Ἡρωδιανός. Apollonius de adv. |
| 11 11 (1n) [1] | p. 28: Ἐχρῆν καὶ τὸν Τρύφωνα, ἀποφαινόμενον τὸν προκείμενον κανόνα, περὶ τῶν δοκούντων ὡς ἀντικειμένων ἀπολογήσασθαι. Apollonius de adv. |
| 11 12 (1n) [1] | p. 585: Τρύφων περὶ τοῦ σημαίνοντος τὸ οὕτως ἐκδέχεται μετάπτωσιν τοῦ ο εἰς τὸ α γεγενῆσθαι. ἀλλὰ ἐλείπετο καὶ περὶ τοῦ σημαίνοντος τὸ μάτην διαλαβεῖν. Apollonius de adv. |
| 11 13 | p. 601: Φησὶν ὁ Τρύφων ἰδιαίτερον, ὡς τὰ διὰ τοῦ τερος πρωτότυπα διὰ τοῦ ω παράγεται κατὰ τὰ ἐπιρρήματα. Apollonius de adv. |
| 11 14 [5] | p. 601, 28: Ἔτι ἐπηπόρει (sc. ὁ Τρύφων), πῶς γεγόνοι τὸ γειόθεν, παραδεχόμενος ὡς ἀνάλογον τὸ γῆθεν· παρὰ γὰρ τὴν γῆς γενικήν, ὡς ἀρχῆς ἀρχῆθεν. καὶ ἔτι περὶ τοῦ Δεκελειόθεν· ἐν οἷς ἔλεγε μὴ παρὰ τὸ Δεκέλεια παρῆχθαι, παρὰ δὲ τὸν μετειληφότα τοῦ δήμου Δεκελέα, ὥστε παρὰ γενικὴν τὴν Δεκελέος Δεκελεόθεν εἶναι καὶ μετὰ περισσοῦ τοῦ ι Δεκελειόθεν. Apollonius de adv. |
| 11 15 (1n) [1] | p. 611: Ἐσημειοῦτο πρὸς Τρύφωνος τὸ βοτρυδόν, ὅπερ διὰ τὴν φυλάσσουσαν γενικὴν τὸ υ δύναιτο ἂν ἔχειν ἀναλογίαν. Et. |
| 11 16 | M. p. 481, 10: Ἰώ τὸ ἐπίρρημα ἐκ τοῦ ἰωή κατὰ συγκοπήν· Τρύφων δὲ λέγει, ὅτι τὸ ὦ τὸ κλητικὸν προσέλαβε τὸ ι καὶ ἐγένετο ἰώ. ΠΕΡΙ ΡΗΜΑΤΩΝ ΕΓΚΛΙΤΙΚΩΝ ΚΑΙ ΑΠΑΡΕΜΦΑΤΩΝ ΚΑΙ ΠΡΟΣΤΑΚΤΙΚΩΝ ΚΑΙ ΕΥΚΤΙΚΩΝ ΚΑΙ ΑΠΛΩΣ ΠΑΝΤΩΝ. |
| 12 1 | Σημείωσαι, ὅτι τὸ ἐσσί σχηματίζεται ὁ Τρύφων καὶ ὁ τούτου μαθητὴς Ἀπολλώνιος καὶ ὁ τοῦ Ἀπολλωνίου υἱὸς ὁ Ἡρωδιανὸς ἀπὸ τοῦ ἐσμί. Cram. |
| 12 2 | An. Ox. III p. 270: Διὰ τί δὲ οὐκ ἔστι τὸ ν ἐφελκυστικόν; διότι κατὰ μὲν Τρύφωνα πλεονασμὸν ἔχει τοῦ ι, κατὰ δὲ Φιλόπονον, ὅτι καθ’ ὑπέρθεσιν ἐγένετο. Choeroboscus ed. |
| 12 3 [5] | Gaisf. II p. 518, 19: Δεῖ γινώσκειν ὅτι τινές, ὧν εἷς ἐστὶ καὶ ὁ Τρύφων, ἠθέλησαν φυσικῷ λόγῳ ἐξετάσαι καὶ εἰπεῖν, ὅτι τὸ η καὶ τὸ ω ἐν τοῖς παρῳχημένοις μείζονά εἰσι τοῦ η καὶ τοῦ ω τῶν ἐν ἐνεστῶτι, ἐπειδὴ ἀεὶ ὁ παρῳχημένος χρόνος πλέον τί ποτε ἐπιδέχεται τοῦ ἐνεστῶτος ἢ χρόνον ἢ συλλαβήν. συλλαβὴν μέν, οἷον τύπτω ἔτυπτον, γράφω ἔγραφον, λέγω ἔλεγον· χρόνον δέ, οἷον ἄγω ἦγον, ἐλέγχω ἤλεγχον, ὀμνύω ὤμνυον. οὐκοῦν καὶ τὸ η τὸ ἐν τῷ παρατατικῷ μεῖζόν ἐστι τοῦ η τοῦ ἐν τῷ ἐνεστῶτι. ΠΕΡΙ ΡΗΜΑΤΩΝ ΑΝΑΛΟΓΙΑΣ ΒΑΡΥΤΟΝΩΝ. |
| 13 1 [5] | Γνώτην. ῥήματος δεύτερος ἀόριστος. τὸ θέμα ἄδηλον· οὐ γὰρ εὑρέθη ἐπὶ τρίτης συζυγίας, εἰ μὴ τὸ δίδωμι. τὰ δ’ ἄλλα καθ’ ὑπόστασιν λαμβάνομεν· ἅλωμι, βίωμι, τίτρωμί τε καὶ γίγνωμι, * ὡς ἀπὸ τοῦ γνῶμι, γνῶ, γίγνωμι, ὡς τίτρωμι καὶ τίτρημι· καὶ γὰρ καὶ πρώτης καὶ τρίτης λέγεται. οὕτω Φιλόξενος καὶ Τρύφων. ΠΕΡΙ ΟΡΘΟΓΡΑΦΙΑΣ ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗΙ ΖΗΤΟΥΜΕΝΩΝ. |
| 14 1 (1n) [1] | Cram. An. Ox. II p. 72, 10: Κνωσός δι’ ἑνὸς ς, Τρύφων δὲ διὰ δύο. ΠΕΡΙ ΠΑΡΩΝΥΜΩΝ. |
| 15 1 [1] | Steph. Byz. p. 23, 5: Ἔστιν τὸ μὲν ἀγυιεύς ἀπὸ τοῦ ἀγυιά, ὡς Τρύφων φησὶν ἐν παρωνύμοις ‚πᾶν εἰς α θηλυκὸν ἰσοσύλλαβον ἔχει τῇ εὐθείᾳ καὶ τῇ γενικῇ τὸ παρώνυμον, Μοψοπία Μοψοπιεύς, Ἐρετριεύς, Φωκαιεύς, Θεσπιεύς.‛ apud Stephanum Byz. |
| 15 2 (1n) [5] | p. 596, 6: Τρύφων ἐν τῷ περὶ παρωνύμων ὧδέ φησι ‚τὰ εἰς εύς λήγοντα παρώνυμα οὐδέποτε τῆς γενικῆς τοῦ πρωτοτύπου μιᾷ πλεονάζει. ὁ γοῦν Φωκαεύς οὐ παρὰ τὸν Φῶκον γέγονε, παρὰ μέντοι τὴν Φώκαιαν, καὶ ὁ παρὰ Καλλιμάχῳ Ἐλλοπιεύς παρὰ τὴν Ἐλλοπίαν, οὐ παρὰ τὸν Ἔλλοπα. ὁ δὲ παραρρέων τὸν Σχοῖνον ποταμὸς Σχοινεύς καλεῖται ἤτοι παρὰ τοὺς σχοίνους ἢ παρὰ τὸν Σχοινέα τὸν τῆς Ἀταλάντης πατέρα.‛ Stephanus Byz. |
| 15 3 | p. 106, 16: Ἀπολλωνία. Τρύφων ἐν τῷ περὶ παρωνύμων τὸ ἐθνικὸν εἶπεν Ἀπολλωνιεύς· ἀλλ’ οὐκ ἔστιν ἐκ τῆς πόλεως, ἀλλ’ ἐκ τοῦ Ἀπολλώνιον, ὡς Δουλίχιον Δουλιχιεύς. Stephanus Byz. |
| 15 4 | p. 459, 13: Μυκάλη. τὸ ἐθνικὸν Μυκαλήσιος, ὡς Ἰθακήσιος. Τρύφων δὲ Μυκαλεύς φησιν ἐν παρωνύμοι ς . Stephanus Byz. |
| 15 5 [5] | p. 245, 18: Δυσπόντιον. μέμνηται αὐτῆς καὶ Τρύφων ἐν παρωνύμοις γράφων οὕτως τὸ ἐθνικόν ‚οἱ δὲ Δυσποντεῖς οὐ παρὰ τὴν πόλιν Δυσπόντιον καλοῦνται (ἐλέγοντο γὰρ Δυσποντιεῖς), παρὰ δὲ τὸν Πέλοπος υἱὸν Δύσποντον.‛ Stephanus Byz. |
| 15 6 [5] | p. 67, 13: Ἁλαὶ Ἀραφηνίδες καὶ Ἁλαὶ Αἰξωνίδες. Τρύφων ἐν παρωνύμοις ‚Ἁλαῖος τρισυλλάβως καὶ Ἁλαιαῖος τετρασυλλάβως. [ἀπὸ δὲ τοῦ Ἁλαῖος λέγεται Ἁλαιεύς], ὡς Ληναῖος Ληναιεύς, Κρηταῖος Κρηταιεύσ‛. ἀλλ’ ἐν τοῖς ἑξῆς κατ’ ἔθος Ἀττικὸν * ἔνδειάν φησι τοῦ ‚ι‛. Stephan. |
| 15 7 | Byz. p. 414, 6: Λητωεύς, δῆμος ἐν Ἀλεξανδρείᾳ, ὡς Τρύφων ἐν τῷ περὶ παρωνύμω ν , ὅτι παρὰ τὸ Λητῷος κτητικὸν σχηματίζεται. Stephanus Byz. |
| 15 8 | p. 301, 6: Ἦλις. Τρύφων φησίν, ὅτι Ἠλίεος καὶ Ἠλέιος καὶ Ἠλεῖος. Stephanus Byz. |
| 15 9 | p. 147, 1: Αὐλίς, πόλις Βοιωτίας κατὰ Χαλκίδα, εἰς ἣν ἠθροίσθησαν οἱ Ἕλληνες. Τρύφων παρὰ τὸ ἀλισθῆναι ἀλίς καὶ Αὐλίς. Schol. |
| 15 10 | Hesiodi Theog. v. 389: Ὠκεανίνη. τὰ τοιαῦτα ὀνόματα ὁ μὲν Ἅβρων φησὶ πατρωνυμικά, Ὠκεανίνη, Ἀδρηστίνη, Αἰητίνη· Τρύφων δὲ παρώνυμα, ἐπεὶ οὐκ ἔχει ἄρρενα παρακείμενα πατρωνυμικῶς τοῦ αὐτοῦ [πρωτοτύπου]. Schol. |
| 15 11 [5] | Dionysii Thr. p. 849, 3: Προέταξε (sc. ὁ Διονύσιος) δὲ τὸ πατρωνυμικόν, ὅτι πάντως ἀπὸ κυρίου γίνεται. διὰ τοῦτο ἁμαρτάνει ὁ Τρύφων τὸ Τελαμωνιάδης ἀπὸ τοῦ Τελαμώνιος λέγων. ἐπλάνησε δ’ αὐτὸν ἴσως τὸ Λαερτιάδης παρὰ τὸ Λαέρτιος γεγονός. ΠΕΡΙ ΑΡΧΑΙΑΣ ΑΝΑΓΝΩΣΕΩΣ. |
| 16 1 [5] | Schol. Ven. Il. III 122: Βαρύνειν δεῖ τὸ γαλόῳ· τὰ γὰρ εἰς ως θηλυκὰ ὑπὲρ μίαν συλλαβήν, βραχείᾳ παραληγόμενα, βαρύνεται, ἅλως, Κέως, ἕως· οὕτω [καὶ] γάλως. τοῦτο δὲ ἀξιοῖ Τρύφων ἐν τῷ ά περὶ ἀρχαίας ἀναγνώσεω ς . Quibus ex Eustathio in Il. p. 391, 43 haec addenda esse videntur: τοῦ δὲ γάλως ἡ δοτικὴ γάλῳ καὶ πλεονασμῷ τοῦ ο γαλόῳ, οἷον ‚εἰδομένη γαλόῳ, Ἀντηνορίδαο δάμαρτι‛. τοιοῦτόν τι ἔπαθε καὶ ἡ τοῦ Ἄθω γενικὴ ἐν τῷ ‚ἐξ Ἀθόω δ’ ἐπὶ πόντον ἐδύσετο‛. Schol. |
| 16 2 | ABD Il. IV 43: Δοκεῖ πως ἐναντίον εἶναι τὸ ἑκὼν ἀέκοντί γε θυμῷ· διὸ καλῶς ὁ Τρύφων, συναλείψας ἐν τῷ δῶκα συνάπτει τὸ ἑκών. Schol. |
| 16 3 [11] | ALV Il. V 289: Ταλαύρινον. Ἀρίσταρχος ψιλοῖ τὸ ρ· οὐ γάρ, φησί, σύνθετον δεῖ νοεῖν τὸν σχηματισμόν, ἀλλὰ κατὰ ἁπλῆν ἔννοιαν τὸν εὔτολμον καὶ ἰσχυρόν. ὁμοίως δὲ καὶ Ἀριστοφάνης. Τρύφων δὲ σύνθετον αὐτὸ ἐκδέχεται παρὰ τὸ ταλαόν καὶ τὴν ῥινόν, ὁμοίως τῷ ταναόποδα ταναύποδα. εἴτε δὲ λεκτὸν ἔχει τὸ ἐπὶ τέλους εἴτε παρέλκει, ὀφείλει φυλάττεσθαι τὸ πνεῦμα· οὕτως γὰρ διελάβομεν καὶ περὶ τοῦ μελιἡδέος οἴνου, ᾧ καὶ αὐτὸς συγκατατίθεται. Similia Philemon p. 150: Τρύφωνι δὲ ἀρέσκει σύνθετον εἶναι τὴν λέξιν παρὰ τὸ ταλαόν καὶ τὸ ῥινός· διὸ καὶ ἐδάσυνε τὸ ρ. Schol. |
| 16 4 [5] | AL Il. V 299: Ἀλκί. Τρύφων ἐν τῷ ά περὶ τῆς ἀρχαίας ἀναγνώσεώς φησιν, ὅτι Ἀρίσταρχος λέγει, ὅτι ἔθος τοῖς Αἰολεῦσίν ἐστι λέγειν τὴν ἰωκήν ἰῶκα καὶ τὴν κρόκην κρόκα καὶ τὴν ἀλκήν ἄλκα, ὡς σάρκα. εἰ δὲ ἄλκα, ὡς σάρκα, καὶ ἀλκί, ὡς σαρκί. Schol. |
| 16 5 [5] | Ven. Il. IX 147: Ἐπιμείλια. Ἀρίσταρχος ἓν μέρος λόγου παρέλαβεν, ὡς ἐπιφέρνια, Ἀπολλόδωρος δὲ διαλύει ἐπί εἶτα μείλια. οὕτως δὲ καὶ Ἀλεξίων· καὶ ἔστι τὸ ἑξῆς ἐπιδώσω μείλια. Τρύφων δὲ ζητεῖ περὶ τοῦ τόνου, πότερον ὡς ποίμνια ἢ ὡς παιδία. Schol. |
| 16 6 [5] | Ven. Il. X 252: Παροίχωκεν. οὕτως καὶ Δωρόθεος ἐν τριακοστῷ πρώτῳ τῆς Ἀττικῆς λέξεως ἀξιοῖ γράφειν, τὴν μὲν πρώτην διὰ τῆς οι διφθόγγου, τὴν δὲ δευτέραν διὰ τοῦ ω, παροίχωκεν, ἀποτεινόμενος πολλὰ πρὸς Ἀριστόνικον καὶ Τρύφωνα ἄλλως γράφοντας, ἐπιδείξας τὸ οἴχωκεν Ἰακόν. οὕτως δὲ καὶ Ἀπολλώνιος ὁ τεχνικὸς οἶδε τὴν γραφήν. Schol. |
| 16 7 [5] | Ven. Il. XIII 450: Κρήτῃ ἐπίουρον. τοῦτο τριχῶς ἀνεγνώσθη. Ζηνόδοτος γάρ, ὡς ἐπίκουρον, ἐκδεχόμενος βασιλέα καὶ φύλακα. καὶ Ἀρίσταρχος δὲ οὕτως, ἐκδεχόμενος τὸν φύλακα, μέμνηται δὲ καὶ ὁ Δίδυμος τῆς ἀποδόσεως καὶ Τρύφων. ἐκεῖνο δὲ προστίθησιν ὁ Τρύφων, ὅτι ὁ ἐπίουρος, ὡς ἐπίσκοπος, οὐ πάντως ἔχει ἐγκείμενον τὸν οὖρον τὸν φύλακα κατὰ ταύτην τὴν ἀπόδοσιν· τί γὰρ κεκώλυκε παρὰ τὸ ὁρῶ εἶναι ἐπίορον καὶ ἐπίουρον τὸν ἐπιορῶντα, ἐψιλῶσθαι δὲ διὰ τὴν ἐπένθεσιν τοῦ υ; Schol. |
| 16 8 [5] | Ven. Il. XIII 543: Ἑάφθη. Ἀρίσταρχος δασύνει ἀπὸ τοῦ ἕπεσθαι· φησὶ γάρ, ὅτι ἐπηκολούθησεν αὐτῷ, καὶ δῆλον ὅτι παρὰ [τὸ] ἕπω ἥφθη ἢ εἵφθη ὤφειλεν εἶναι ὁ ἀόριστος καὶ κατὰ διαίρεσιν ἐγίνετο ἑάφθη, ὡς τὸ ἤγη ἐάγη, ἤλη ἐάλη, ἥλω ἑάλω, τῆς δασείας ἐπὶ τὴν ἀρχὴν χωρούσης, ὡς ἔθος. ταῦτα ὁ Τρύφων ἀπεφαίνετο ὑπὲρ τοῦ Ἀριστάρχου πιθανῶς πάνυ. Eustathius in Il. |
| 16 9 [5] | p. 556, 35: Σημειοῦνται, ὅτι ἐν μὲν τῷ ‚αἰδεῖσθαί θ’ ἱερῆα‛ καὶ ἐν τῷ ‚προσέφη ἱερὴ ἲς Τηλεμάχοιο‛ συστέλλεται τὸ ι τοῦ ἱερόν· ἐν δὲ τῷ ‚ἱερὸν ἰχθύν‛ (Il. XVI 407) ἐκτείνεται, ὡς μέν τινές φασι, καθὰ λέγει καὶ Τρύφων ἐν τοῖς περὶ ἀρχαίας ἀναγνώσεω ς , διὰ τὸ τὸν ποιητὴν ἐκτείνειν πολλὰ ἕνεκεν τοῦ μέτρου, ὡς δὲ οἱ ἀκριβέστεροι λέγουσι διὰ τὸ φευκτέον εἶναι ἐν δακτυλικῷ μέτρῳ τὸ παράλληλον τῶν τριῶν βραχειῶν. Schol. |
| 16 10 | Ven. Il. XXIV 318: Ἀρίσταρχος ἐυκλήις, ὡς εὐκνήμις, σύνθετον ποιῶν τὴν λέξιν· οὕτως καὶ ὁ Ἀσκαλωνίτης. εἰσὶ δὲ οἳ διεῖλον ‚ἐὺ κληῖς’ ἀραρυῖα‛, οἷς συγκατατίθεται καὶ Τρύφων. Schol. |
| 16 11 [10] | Ven. Il. XXIV 557: Δύναται καὶ τὸ ψιλούμενον (sc. ἔασας), ὥς φησι Τρύφων, καὶ συμφωνεῖ, εἰ μὴ πλῆρές ἐστι κατὰ τὴν φράσιν, ἔχειν ἀφορμήν, ὡς ἔτι φθεγγομένου καὶ ἔτι λαλοῦντος τοῦ Πριάμου τὸν Ἀχιλλέα ἀνθυπαντῆσαι ὑπὸ ὀργῆς κεκινημένον καὶ μεσολαβῆσαι τὴν διάλεξιν ἀλλὰ τάχιστα λῦσον, ἵν’ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα πολλά, τά τοι φέρομαι· σὺ δὲ τῶνδ’ ἀπόναιο, καὶ ἔλθοις σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας— τὸν δ’ ἄρ’ ὑπόδρα ἰδών— μηκέτι νῦν μ’ ἐρέθιζε, γέρον— τὸ δὲ ἐντελὲς τοῦ λόγου τοιοῦτόν τι ἔσται, εἴασας εἰς λόγους σοι ἥκειν. ΠΕΡΙ ΕΛΛΗΝΙΣΜΟΥ. |
| 17 1 [5] | Ammonius de diff. voc. p. 40: Δίσκος καὶ σόλος διαφέρει. δίσκος μὲν γάρ ἐστι λίθος τετρημένος, ὥς φησι Τρύφων ἐν πέμπτῳ περὶ ἑλληνισμο ῦ · σόλος δὲ τὸ χαλκοῦν ὁλοσφύριον. Ὅμηρος ‚σόλον αὐτοχόωνον‛ καὶ ἐν ἄλλοις ‚λάβε δίσκον‛, εἶτ’ ἐπιφέρει ‚βόμβησεν δὲ λίθοσ‛. καὶ Πίνδαρος ‚λιθίνοις ποτ’ ἀνὰ δίσκοισι‛. Ammonius de diff. |
| 17 2 [5] | voc. p. 146: Χλαῖναν καὶ χλανίδα διαφέρειν φησὶ Τρύφων ἐν τῷ πέμπτῳ περὶ ἑλληνισμο ῦ , καὶ παρατίθεται Ξενοφῶντα. Χλαίνας μὲν γάρ φησι λέγεσθαι ἐπὶ τῶν ἐγκοιμήτρων καὶ παχέων· διὸ καὶ Ὅμηρον φάναι ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος, ἐμβάλετ’ εὐνήν, δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα. χλανίδας δὲ τὰς φορουμένας καὶ μαλακωτέρας. Ammonius de diff. |
| 17 3 | voc. p. 40: Δήμητερ καὶ Δάματερ διαφέρει παρὰ τοῖς Ἀττικοῖς, φησὶ Τρύφων. Δήμητερ γάρ, φησίν, ἐστὶν ἐπὶ τῆς θεοῦ, Δάματερ δὲ ἐπὶ θαυμασμοῦ. Ammonius de diff. |
| 17 4 [5] | voc. p. 149: Ψάλλιον καὶ ψέλλιον διαφέρει. ψάλλιον μὲν τὸ τοῦ ἵππου, ψέλλιον δὲ τὸ ἄκροις βραχίοσι περιτιθέμενον κόσμιον. οἱ Δωριεῖς ψιλίον καλοῦσι τὸ ἄκρον. ὅθεν καὶ ἡμεῖς τὴν ἐπ’ ἄκρων χειλέων λεγομένην προσῳδίαν ψιλήν ἐκαλέσαμεν, ὥς φησι Τρύφων. ΠΕΡΙ ΟΜΟΜΑΣΙΩΝ. |
| 18 1 [5] | Athenaeus XIV p. 618c: Αὐλήσεων δ’ εἰσὶν ὀνομασίαι, ὥς φησι Τρύφων ἐν δευτέρῳ ὀνομασιῶ ν , αἵδε· κῶμος, βουκολιασμός, γίγγρας, τετράκωμος, ἐπίφαλλος, χορεῖος, καλλίνικος, πολεμικόν, ἡδύκωμος, σικυννοτύρβη, θυροκοπικόν, τὸ δ’ αὐτὸ καὶ κρουσίθυρον, κνισμός, μόθων. ταῦτα δὲ πάντα μετ’ ὀρχήσεως ηὐλεῖτο. Athenaeus XIV p. |
| 18 2 [5] | 634d: Τρύφων ἐν δευτέρῳ περὶ ὀνομασιῶν λέγει οὕτως· ‚ὁ δὲ μάγαδις καλούμενος αὐλόσ‛ καὶ πάλιν ‚μάγαδις ἐν ταὐτῷ ὀξὺν καὶ βαρὺν φθόγγον ἐπιδείκνυται, ὡς Ἀναξανδρίδης ἐν Ὁπλομάχῳ φησί μάγαδιν λαλήσω μικρὸν ἅμα σοι καὶ μέγαν.‛ Athenaeus IV p. |
| 18 3 | 174e: Τρύφων ἐν τρίτῳ περὶ ὀνομασιῶ ν , ἔστι δὲ τὸ σύγγραμμα περὶ αὐλῶν καὶ ὀργάνων, συγγράψαι φησὶ περὶ τῆς ὑδραύλεως Κτησίβιον τὸν μηχανικόν. Athenaeus IV p. |
| 18 4 | 182e: Ὁ Τρύφων φησὶ καὶ τοὺς καλουμένους ἐλεφαντίνους αὐλοὺς παρὰ Φοίνιξιν ἀνατρηθῆναι. Athenaeus XIV p. |
| 18 5 [5] | 618c: Καὶ ᾠδῆς δὲ ὀνομασίας καταλέγει ὁ Τρύφων τάσδε· ἱμαῖος, ἡ ἐπιμύλιος καλουμένη, ἣν παρὰ τοὺς ἀλέτους ᾖδον· ἴσως ἀπὸ τῆς ἱμαλίδος. ίμαλίς δ’ ἐστὶ παρὰ Δωριεῦσιν ὁ Νόστος καὶ τὰ ἐπίμετρα τῶν ἀλέτων. ἡ δὲ τῶν ἱστουργούντων ᾠδὴ ἔλινος, ὡς Ἐπίχαρμος ἐν Ἀταλάνταις ἱστορεῖ. ἡ δὲ ταλασιουργῶν ἴουλος. Ammonius de diff. |
| 18 6 | voc. p. 54: Ἐπικήδειον καὶ θρῆνος διαφέρει. ἐπικήδειον μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ κήδει· θρῆνος δὲ τὸ ἐν ᾠδῇ. οὕτω Τρύφων. Athenaeus XI p. |
| 18 7 [5] | 503d: Ὠιδός. οὕτως ἐκαλεῖτο τὸ ποτήριον, φησὶ Τρύφων ἐν τοῖς Ὀνοματικοῖ ς , τὸ ἐπὶ τῷ σκολίῳ διδόμενον, ὡς Ἀντιφάνης παρίστησιν ἐν Διπλασίοις· Α. Τί οὖν ἐνέσται τοῖς θεοῖσιν; Β. οὐδὲ ἕν, μὴ κεράσῃ τις. Α. ἴσχε, τὸν ᾠδὸν λάμβανε. ἔπειτα μηδὲν τῶν ἀπηρχαιωμένων τούτων περάνῃς, τὸν Τελαμῶνα, μηδὲ τὸν Παιῶνα, μηδ’ Ἁρμόδιον. ΦΥΤΩΝ ΙΣΤΟΡΙΑ. |
| 19 1 [10] | Athenaeus III p. 114a, b: Πόθεν ὑμῖν εἰδέναι ὅτι καὶ κύβοι, οὐχ οὓς ἀεὶ μεταχειρίζεσθε, ἄρτοι εἰσί, τετράγωνοι, ἡδυσμένοι ἀνήθῳ, τυρῷ καὶ ἐλαίῳ, ὥς φησιν Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ. παρεῖδε δὲ τοῦτον ὁ Βλεψίας, ὥσπερ καὶ τὸν θάργηλον, ὅν τινες καλοῦσι θαλύσιον—Κράτης δ’ ἐν δευτέρᾳ Ἀττικῆς διαλέκτου θάργηλον καλεῖσθαι τὸν ἐκ τῆς συγκομιδῆς πρῶτον γινόμενον ἄρτον—καὶ τὸν σησαμίτην. οὐχ ἑώρακε δὲ οὐδὲ τὸν ἀνάστατον καλούμενον, ὃς ταῖς ἀρρηφόροις γίνεται. ἔστι δὲ ὁ πυραμοῦς ἄρτος διὰ σησάμων πεττόμενος καὶ τάχα ὁ αὐτὸς τῷ σησαμίτῃ ὤν. μνημονεύει δὲ πάντων τούτων Τρύφων ἐν πρώτῳ Φυτικῶ ν , καθάπερ καὶ τῶν θιαγόνων ὀνομαζομένων· οὗτοι δ’ εἰσὶν ἄρτοι θεοῖς πεττόμενοι ἐν Αἰτωλίᾳ. Athenaeus III p. |
| 19 2 [15] | 109b: Τρύφων ὁ Ἀλεξανδρεὺς ἐν τοῖς Φυτικοῖς ἐπιγραφομένοις ἄρτων ἐκτίθεται γένη, εἴ τι κἀγὼ μέμνημαι, ζυμίτην, ἄζυμον, σεμιδαλίτην, χονδρίτην, συγκομιστόν—τοῦτον δ’ εἶναί φησι καὶ διαχωρητικώτερον τοῦ καθαροῦ—τὸν ἐξ ὀλυρῶν, τὸν ἐκ τιφῶν, τὸν ἐκ μελινῶν. γίνεται δέ, φησίν, ὁ χονδρίτης ἐκ τῶν ζειῶν· ἐκ γὰρ κριθῆς χόνδρον μὴ γίνεσθαι. παρὰ δὲ τὰς ὀπτήσεις ὀνομάζεσθαι ἰπνίτην, οὗ μνημονεύειν Τιμοκλέα ἐν Ψευδολῃσταῖς οὕτως καταμαθὼν δὲ κειμένην θερμὴν σκάφην ἰπνιτῶν ἤσθιον. ἐσχαρίτην. τούτου μνημονεύει Ἀντίδοτος ἐν Πρωτοχόρῳ λαβόντα θερμοὺς ἐσχαρίτας, πῶς γὰρ οὔ; τούτους ἀνειλίττοντα βάπτειν εἰς γλυκύν. καὶ Κρώβυλος ἐν Ἀπαγχομένῳ καὶ σκάφην λαβών τινα τῶν ἐσχαριτῶν τῶν καθαρῶν Athenaeus III p. |
| 19 3 [10] | 114e: Καὶ μάζας δ’ ἔστιν εὑρεῖν ἀναγεγραμμένας παρά τε τῷ Τρύφωνι καὶ παρ’ ἄλλοις πλείοσιν. παρ’ Ἀθηναίοις μὲν φυστὴν τὴν μὴ ἄγαν τετριμμένην, ἔτι δὲ καρδαμάλην καὶ βήρηκα καὶ τολύπας καὶ ἀχίλλειον· καὶ ἴσως αὕτη ἐστὶν ἡ ἐξ ἀχιλλείων κριθῶν γινομένη· θριδακίνας τε καὶ οἰνοῦτταν καὶ μελιτοῦτταν καὶ κρίνον, καλούμενον καὶ σχῆμά τι χορικῆς ὀρχήσεως παρ’ Ἀπολλοφάνει ἐν Δαλίδι. αἱ δὲ παρ’ Ἀλκμᾶνι θριδακίσκαι λεγόμεναι αἱ αὐταί εἰσι ταῖς Ἀττικαῖς θριδακίναις. λέγει δ’ οὕτως ὁ Ἀλκμάν ‚θριδακίσκας τε καὶ κριβανωτώς.‛ Athenaeus III p. |
| 19 4 [5] | 78a: Περὶ τῆς προσηγορίας τῶν σύκων λέγων Τρύφων ἐν δευτέρῳ φυτῶν ἱστορίας Δωρίωνά φησιν ἐν Γεωργικῷ ἱστορεῖν Συκέα, ἕνα τινὰ τῶν Τιτάνων, διωκόμενον ὑπὸ Διὸς τὴν μητέρα Γῆν ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν εἰς διατριβὴν τῷ παιδί, ἀφ’ οὗ καὶ Συκέαν πόλιν εἶναι ἐν Κιλικίᾳ. Hesychius v. |
| 19 5 | ῥαφανίς. Ῥαφανίς καὶ ῥάφανος διαφέρει παρὰ τοῖς Ἀττικοῖς. ῥάφανος μὲν γὰρ ἡ κράμβη, ῥαφανίς δὲ ἡ παρ’ ἡμῖν ῥάφανος. Τρύφων δέ φησι παρὰ Δωριεῦσι τὰς μικρὰς ῥαφανῖδας λέγεσθαι, τὰς δὲ μεγάλας ῥάφας. ΠΕΡΙ ΖΩΙΩΝ. |
| 20 1 [5] | Athenaeus VII p. 324f: Τρύφων φησὶν ἐν τοῖς περὶ ζῴων τὸν τριγόλαν τινὰς οἴεσθαι κόκκυγα εἶναι διά τε τὸ ἐμφερὲς καὶ τὴν τῶν ὀπισθίων ξηρότητα, ἣν σεσημείωται ὁ Σώφρων λέγων Τρίγλας μέν γε πίονας, τριγόλα δ’ ὀπίσθια. ΠΕΡΙ ΣΧΗΜΑΤΩΝ. |
| 21 1 [5] | Ἀργιόδους, ὁ μεγαλόδους. πολλὴ δὲ ἡ χρῆσις τῆς λέξεως. παρὰ τὸ ἀρι ἐπιτατικὸν καὶ τὸ ὀδούς γίνεται ἀριόδους, ὡς ἀρίζηλος, καὶ πλεονασμῷ τοῦ γ ἀργιόδους, ὡς ἄνοια ἄγνοια καὶ ῥαῖα γραῖα. εἰ γὰρ παρὰ τὸ ἀργός, ἀργόδους ἦν ἄν. οὕτω Τρύφων ἐν τῷ περὶ σχημάτω ν . Cram. |
| 21 2 [10] | An. Par. IV p. 60, 31: Ἀργειφόντης. παρὰ γὰρ [τὸ] ἐναργεῖς τὰς φαντασίας ποιεῖν. Τρύφων δὲ διὰ τοῦ ι· ἤτοι γὰρ ἀριφόντης ὁ μεγάλως φανταζόμενος διὰ τοὺς ὀνείρους. —Pag. 61, 1: Ἀργηφόντης. ὥς φασιν Ἀλεξίων καὶ Ἀρχίας καὶ Ἀρίσταρχος ..... ὡς Δίδυμος καὶ Τρύφων. — Pag. 179, 29: Ἀργειφόντης. παρὰ τὸ ἐναργεῖς [τὰς] φαντασίας [ποιεῖν], ὥς φασιν Ἀλεξίων, Ἀρχίας καὶ Ἀρίσταρχος. ἢ ἀριφόντης ὁ μεγάλα φανταζόμενος, ὡς Δίδυμος καὶ Τρύφων. —Et. Gud. p. 73, 27: Ἀργειφόντης, ὁ μεγάλως φανταζόμενος τοῖς ὀνείροις, ὡς Δίδυμος καὶ Τρύφων. Cram. |
| 21 3 | An. Par. IV p. 188, 32: Ποσειδῶν. οὕτω Δίδυμος καὶ Τρύφων ἀπὸ τῆς πόσεως, Ἀλεξίων δὲ καὶ Ἀπολλώνιος διὰ τοῦ ι παρὰ τὴν ποσίν δοτικήν. Epim. |
| 21 4 | Hom. p. 207, 25: Ἰφθίμους Τρύφων ἀπεδήλωσε τοὺς ἰσχυρούς. Et. |
| 21 5 | Gud, p. 104, 4: Βάναυσος. Τρύφων ὁ τοῦ Ἄμμωνος ἀπὸ τοῦ βαῦνος βάναυσος λέγει κατὰ πάθος, ὤφειλε γὰρ ὡς παρὰ τὸ ἵππος Ἵππασος, κριός Κρίασος, οὕτω βαῦνος βαύνασος. γέγονε δὲ ἐν ὑπερθέσει. Epimerismi Hom. |
| 21 6 [5] | p. 54, 1: Ἀσπίς. ὄνομα προσηγορικόν. γίνεται δέ, ὁ Τρύφων φησί, παρὰ τὸ ἀσπαστὴν εἶναι τοῖς φοροῦσιν, εἴ γε ὁ ἀποβαλὼν ῥίψασπις. —καὶ ἐπὶ τοῦ [ἑρπετοῦ] Τρύφων μὲν διὰ τὸ ἄσπετον τοῦ ζῴου, ἑαυτὸ γὰρ συστρέψαν τὸ ζῷον μάχεται. Eustathius in Il. |
| 21 7 [5] | p. 1146, 56: Εἴληπται τὸ λιτί κατὰ τοὺς παλαιοὺς ἀντὶ τοῦ ἁπαλῷ ἢ ἀντὶ τοῦ λιτῷ ἢ τοὐναντίον ποικίλῳ ἐξ ἀντιφράσεως, ὅπερ οἱ Ἀττικοὶ ληίδιόν φασι τετρασυλλάβως, περὶ οὗ Τρύφων φησίν, ὡς ἔστι λεῖον λείου, ἐξ οὗ παραγωγὴ διὰ τοῦ διον λείδιον διὰ διφθόγγου, ὡς γραφείδιον ἀγγείδιον καὶ ἐκτάσει τοῦ ε εἰς η λῄδιον σὺν καὶ τῷ ι προσγεγραμμένῳ κατὰ τὸ εἴκαζον ᾔκαζον, εἴδειν ᾔδειν. Et. |
| 21 8 [5] | M. p. 387, 38: Φιλόξενος καὶ Τρύφων φασίν, ὥσπερ παρὰ τὸ πλησίον τὸ ἐγγύς γίνεται κατὰ ἀντίφρασιν τὸ πλήν ἐπίρρημα, σημαῖνον τὸ χωρίς, οὕτω καὶ ἐκ τοῦ ἐτός, ὃ σημαίνει τὸν ἀληθῆ, γίνεται κατὰ ἀντίφρασιν ἐτώσιος ὁ μάταιος. ΠΑΘΗ ΛΕΞΕΩΝ. |
| 22 1 [5] | Et. M. p. 566, 4: Λιμός, ἡ λεῖψις τῶν ἐπιτηδείων. γίνεται παρὰ τὸ λείπω λείψω λιμός· καὶ ὤφειλε διὰ διφθόγγου γράφεσθαι· ἀλλὰ συνέπαθεν ἡ φωνὴ τῷ σημαινομένῳ· ἐπειδὴ γὰρ ἔνδειαν δηλοῖ, τούτου χάριν καὶ ἔνδειαν φωνήεντος ἀνεδέξατο, ὡς Τρύφων. ὁ δὲ Ἀπολλώνιος ἐξ ἀφορμῆς τοῦ λιμπάνω. Cram. |
| 22 2 [10] | An. Ox. II p. 271, 30: Φιλήτης διὰ τοῦ ι γράφεται, σημαίνει δὲ τὸν κλέπτην. καὶ λέγει ὁ τεχνικός· πολλὰ πάθη δίδωσι γὰρ ἀποβολὴ τοῦ ι τῷ ε· τὸ γὰρ ὑφειλέτης κατὰ τὴν δευτέραν συλλαβὴν διὰ τῆς ει διφθόγγου γράφεται. δίδωσι δὲ καὶ ἔκτασις τοῦ ε εἰς η· τὸ γὰρ ὑφειλέτης τῷ ε παραλήγεται, τὸ δὲ φιλήτης τῷ η· ὃ λέγων καὶ ὁ Τρύφων, ὅτι εἰσί τινα ὀνόματα συμπάσχοντα τῷ δηλουμένῳ, οἷον ἡμισυκύκλιον [ἡμικύκλιον], λείπω λιμός· οὕτως καὶ ἐνταῦθα ἔπαθεν ἡ φωνὴ [ταὐτὰ καὶ] τὰ δηλούμενα. καὶ ἐκ τοῦ ὑφειλέτης γέγονε φιλήτης· ἐπειδὴ ἔνδειαν σημαίνει· ὁ γὰρ κλέπτης ἔνδειαν ποιεῖ. τούτου γὰρ χάριν καὶ φωνῆς ἔνδειαν ἐδέξατο καὶ ἀπέβαλε τὸ υ καὶ τὸ ε καὶ τροπὴν ἐποίησε τοῦ ε εἰς τὸ η. Et. |
| 22 3 [5] | M. p. 477, 56: Ἵστη μὲν ὄμμα. ποικίλον ἐστίν. οἱ μὲν λέγουσιν, ὅτι ὅταν ἀποκοπὴ γίνοιτο τῶν εἰς θι προστακτικῶν, ἐπαύξησις ἀκολουθεῖ, οἷον ἵσταθι, καὶ κατὰ ἀποκοπὴν ἵστα, καὶ ἐκτάσει ἵστη· * μέγεθος δ’ ὃς ἴστη. τὸ δέ, μείζονα δὴ κρητῆρα, Μενοιτίου υἱέ, καθίστα ἀντὶ τοῦ εὐτρέπιζε. ἐὰν μὲν βραχύ, ἀποκοπή ἐστιν, ἐὰν δὲ κατὰ ἔκτασιν, ἀπὸ τοῦ ἱστῶ ἵστα, ὡς βοῶ βόα. οὕτω Φίλων καὶ Τρύφων. schol. |
| 22 4 | Paris. Apoll. Argon. I 907: Δύη ἡ κακοπάθεια. ἐντεῦθεν καὶ τὸ ἐνδυκές κατ’ ἐπένθεσιν τοῦ κ, ὥς φησι Τρύφων, ἐνδυές γὰρ καὶ ἐνδυκές, τὸ μετὰ πόνου γινόμενον [προσηνὲς καὶ ἡδύ], καὶ ἐνδυκέως ἐπίρρημα. ΠΕΡΙ ΜΕΤΡΩΝ. |
| 23 1 [10] | Κακόμετροι πόδες εἰσίν, ὃς κατὰ πόδα ἢ διποδίαν ἢ κατὰ περίοδον ἀπαρτίζει τοῖς μέρεσι τοῦ λόγου· τὸ γὰρ καθ’ ἡρωικὸν * ἐπι κόπτειν θέλει τὴν λέξιν ἐν τοῖς μέρεσι τῶν χωρῶν ἄνευ τῶν τομῶν. εἰσὶ μὲν οὖν τὰ κατὰ πόδα κακόμετρα, ὡς τό ὕβριος εἵνεκα τῆσδε· σὺ δ’ ἴσχεο, πείθεο δ’ ἡμῖν. κατὰ διποδίαν δέ, ὡς τό ἔσπετε νῦν μοι, Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι. Moschopulus Opusc. p. 46 ὑπόρρυθμον, τὸ καθ’ ἕκαστον πόδα ἀπαρτίζον μέρος λόγου, οἷον· ὕβριος εἵνεκα τῆσδε· σὺ δ’ ἴσχεο, πείθεο δ’ ἡμῖν. ΠΕΡΙ ΤΡΟΠΩΝ. |
| 25 t | DUBIAE SEDIS FRAGMENTA. Athen. |
| 25 1 | XIV p. 640e: Τρύφων φησὶ τὸ παλαιόν, πρὶν εἰσελθεῖν τοὺς δαιτυμόνας, ἐπὶ τῶν τραπεζῶν κεῖσθαι τὴν ἑκάστου μοῖραν, ὕστερον δὲ πολλά τε καὶ ποικίλα ἐπεισφέρεσθαι· διὸ καὶ ἐπιφορήματα κληθῆναι. Eustathius in Od. |
| 25 2 | p. 1401, 42: Θετέον ἐνταῦθα καὶ Τρύφωνος τὸ κατὰ χειρῶν μὲν πρὸ τροφῆς παρὰ τοῖς ὕστερον, νίψασθαι δὲ μετὰ τροφήν. Tzetzes in Lycophr. |
| 25 3 | v. 700: Πολυδέγμων λόφος. ὄρος ἐστὶ τῆς Ἰταλίας λίαν ὑψηλότατον, ἐξ οὗ φασὶ πάντας τοὺς ἐν Ἰταλίᾳ ῥεῖν ποταμούς, ἐπειδή, ὥς φησι Τρύφων, ὀμφαλός ἐστι τοῦ Ἅιδου τὸ ὄρος τοῦτο. |