eul_wid: vmw-af
Narratives-Lyrica Ancient ScholiaΔιηγήσεις εἰς Λυρικὰ Ἀρχαῖα Σχόλια
Callimachus Scholia Narratives Lyrica Ancient Scholia PDF
| 226.col10 | Ἡ Λῆμνος τὸ παλαιόν, εἴ τις ἄλλη Πρὸς τοὺς ὡραίους φησίν· ἡ Λῆμνος πάλαι ποτὲ εὐδαίμων γενομένη ἐκακοδαιμόνησε, ἐπιθεμένων τῶν θηλειῶν τοῖς ἄρρεσιν· διόπερ καὶ ὑμεῖς εἰς τὸ μέλλον ἀποβλέπετε. |
| 227.col10.(6) | Ἔνεστ’ Ἀπόλλων τῷ χορῷ Παροίνιον εἰς τοὺς Διοσκούρους· καὶ Ἑλένην ὑμνεῖ, καὶ παρακλεῖ τὴν θυσίαν δέξασθαι· καὶ προτροπὴ τοῖς συμπόταις εἰς τὸ ἀγρυπνεῖν. |
| 228.col10.(10) | Ἀγέτω θεός, οὐ γὰρ ἐγὼ δίχα τῶνδ’ ἀείδειν Ἐκθέωσις Ἀρσινόης· φησὶν δὲ αὐτὴν ἀνηρπάσθαι ὑπὸ τῶν Διοσκούρων καὶ βωμὸν καὶ τέ μενος αὐτῆς καθιδρῦσθαι πρὸς τῷ Ἐμπορίῳ. |
| 229.col10.(14) | Δαίμονες εὐυμνότατοι, Φοῖβέ τε καὶ Ζεῦ, Διδύ μω[ν] γενάρχα Ἀπ[ό]λλων ἐκ Δήλου ἀφικνεῖται εἰς τὸ Μιλήτου χωρίον ὃ καλεῖται ἱερὰ ὕλη, ἵνα Βράγχος. |