ὙΠΟΘΕΣΙΣ ἘΙΡΗΝΗΣ. ἤδη τῷ πελοποννησιακῷ πολέμῳ κεκμηκότας τοὺς Ἀθηναίους καὶ τοὺς σύμπαντας Ἕλληνας Ἀριστοφάνης ἰδών—ἱκανὸς γὰρ διιππεύκει πολεμούντων αὐτῶν χρόνος— τὸ δρᾶμα συνέγραψε τοῦτο προτρέπων τὰς πόλεις καταθέσθαι μὲν τὴν πρὸς αὑτὰς φιλονεικίαν, ὁμόνοιαν δὲ καὶ εἰρήνην ἀντὶ τῆς πρότερον ἔχθρας ἑλέσθαι. παρεισάγει τοίνυν γεωργόν τινα Τρυγαῖον τοὔνομα μάλιστα τῆς εἰρήνης ἀντιποιούμενον. ὃς ἀσχάλλων ἐπὶ τῷ πολέμῳ εἰς οὐρανὸν ἀνελθεῖν ἐβουλεύσατο πρὸς τὸν Δία πευσόμενος παρʼ αὐτοῦ, διʼ ἣν αἰτίαν οὕτως ἐκτρύχει τὰ τῶν Ἑλλήνων πράγματα τοσοῦτον ποιήσας πόλεμον αὐτοῖς. ὃν δὴ διαποροῦντα, τίνα τρόπον τὴν εἰς τὸν οὐρανὸν πορείαν ποιήσει, παρεισάγει τρέφοντα κάνθαρον ὡς ἀναπτησόμενον εἰς οὐρανὸν διʼ αὐτοῦ Βελλεροφόντου δίκην. προλογίζουσι δὲ οἱ δύο θεράποντες αὐτοῦ, οἷς καὶ ἐκτρέφειν προσετέτακτο τὸν κάνθαρον, δυσφοροῦντες ἐπὶ τοῖς αὐτοῦ σιτίοις. ἡ δὲ σκηνὴ τοῦ δράματος ἐκ μέρους μὲν ἐπὶ τῆς γῆς, ἐκ μέρους δὲ ἐπὶ τοῦ οὐρανοῦ. ὁ δὲ χόρος συνέστηκεν ἔκ τινων ἀνδρῶν ἀττικῶν γεωργῶν.
φέρεται ἐν ταῖς διδασκαλίαις δεδιδαχὼς Εἰρήνην ὁμοίως ὁ Ἀριστοφάνης. ἄδηλον οὖν, φησὶν Ἐρατοσθένης, πότερον τὴν αὐτὴν ἀνεδίδαξεν ἢ ἑτέραν καθῆκεν, ἥτις οὐ σῴζεται. Κράτης μέντοι δύο οἶδε δράματα γράφων οὕτως· «ἀλλʼ οὖν γε ἐν τοῖς Ἀχαρνεῦσιν ἢ Βαβυλωνίοις, ἢ ἐν τῇ ἑτέρᾳ Εἰρήνῃ» καὶ σποράδην διά τινα ποιήματα παρατίθεται, ἅπερ ἐν τῇ νῦν φερομένῃ οὐκ ἔστιν.
ἄλλως. ὙΠΟΘΕΣΙΣ ἘΙΡΗΝΗΣ.Τρυγαῖος ἄγροικος πρεσβύτης Ἀθήνησιν ὀχούμενος ἐπὶ κανθάρου ὑπὲρ τῆς Ἑλλάδος εἰς τὸν οὐρανὸν ἀναφέρεται. γενόμενος δὲ κατὰ τὴν τοῦ Διὸς οἰκίαν ἐντυγχάνει τῷ Ἑρμῇ. καὶ ἀκούσας ὅτι μετοικισαμένων τῶν θεῶν εἰς τὰ τοῦ οὐρανοῦ ἀνωτάτω διὰ τὴν τῶν Ἑλλήνων ἀλληλοκτονίαν ἐνοικισάμενος ὁ Πόλεμος εἰς ἄντρον τι τὴν Εἰρήνην εἵρξας λίθους ἐπεφόρησε, καὶ νῦν μέλλει τὰς πόλεις ἐμβαλὼν ἐν θυείᾳ τρίβειν, μέχρι μέν τινος ἐναγώνιος γίνεται· ἐπεὶ δὲ μεταπεμπομένου τοῦ Πολέμου παρὰ Ἀθηναίων δοίδυκα Κλέωνα καὶ παρὰ Λακεδαιμονίων Βρασίδαν ἑκάτεροι χρήσαντες ἀπολωλεκέναι εἰς Θρᾴκην ἔφασαν, ἀναθαρρεῖ· καὶ ἐν ᾧ περὶ κατασκευὴν δοίδυκος ὁ Πόλεμος γίνεται, κηρύττει τοὺς δημιουργοὺς καὶ γεωργούς, ἔτι δὲ καὶ ἐμπόρους ἄμας καὶ μοχλοὺς καὶ σχοινία λαβόντας παραγενέσθαι. συνδραμόντων δὲ πολλῶν ἐν χοροῦ σχήματι προθύμως ἀφέλκει τε τοὺς λίθους ἀπὸ τοῦ ἄντρου καὶ καθικετεύσας τὸν Ἑρμῆν συλλαβέσθαι ἐξάγει πρὸς τὸ φῶς τὴν Εἰρήνην. ἀσμένως δὲ τῆς θεοῦ πᾶσιν ὀφθείσης καὶ παρʼ αὐτὴν εὐθέως Ὀπώρας τε καὶ Θεωρίας ἀναφανεισῶν συμπαρὼν ὁ Ἑρμῆς ἀνιστορούσης τι τῆς Εἰρήνης καὶ πυνθανομένης τε τὰ περὶ τὸν Τρυγαῖον διασαφεῖ, τὰ δέω πάλιν ἀποφαινομένης πρὸς τοῦτο μηνύει προδιελθόντος αὐτοῦ καὶ περὶ τῆς ἀρχῆς τοῦ πολέμου, καὶ διʼ ἃς αἰτίας συνέστη, Φειδίου τε καὶ Περικλέους μνησθέντος. τὰ λοιπὰ τοῦ δράματος ἐπὶ τῆς γῆς ἤδη περαίνεται. καὶ ὁ μὲν χορὸς περὶ τῆς τοῦ ποιητοῦ τέχνης χἀτέρων τινῶν πρὸς τοὺς θεατὰς διαλέγεται, ὁ δὲ Τρυγαῖος, καθὰ συνέταξεν ὁ Ἑρμῆς, τὴν μὲν Θεωρίαν τῇ βουλῇ συνέστησεν, αὐτὸς δὲ τὴν Ὀπώραν γαμεῖν διαγνοὺς τὴν Εἰρήνην ἱδρύεται, καὶ θύσας ἐν τῷ προφανεῖ πρὸς εὐωχίαν τρέπεται. τοὐντεῦθεν οἵ τε τῶν εἰρηνικῶν ὅπλων δημιουργοὶ χαίροντες καὶ οἱ τῶν πολεμικῶν τοὔμπαλιν κλάοντες. εἰσάγεται δὲ καὶ ἐπὶ τέλει τοῦ λόγου παιδία τινὰ τῶν κεκλημένων ἐπὶ τὸ δεῖπνον λέγοντα ῥήσεις γελωτοποιούς. τὸ δὲ δρᾶμα τῶν ἄγαν ἐπιτετευγμένων. τὸ δὲ κεφάλαιον τῆς κωμῳδίας ἐστὶ τοῦτο· συμβουλεύει Ἀθηναίοις σπείσασθαι πρὸς Λακεδαιμονίους καὶ τοὺς ἄλλους Ἕλληνας. οὐ τοῦτο δὲ μόνον ὑπὲρ εἰρήνης Ἀριστοφάνης τὸ δρᾶμα καθῆκεν, ἀλλὰ καὶ τοὺς Ἀχαρνεῖς καὶ τοὺς Ἱππέας καὶ Ὁλκάδας· καὶ πανταχοῦ τοῦτο ἐσπούδακε τόν τε Κλέωνα κωμῳδῶν τὸν ἀντιλέγοντα καὶ Λάμαχον τὸν φιλοπόλεμον ἀεὶ διαβάλλων. διὸ καὶ νῦν διὰ τούτου τοῦ δράματος εἰρήνης αὐτοὺς ἐπιθυμεῖν ποιεῖ δεικνὺς ὁπόσα μὲν ὁ πόλεμος κακὰ ἐργάζεται, ὅσα δὲ ἀγαθὰ ἡ εἰρήνη ποιεῖ. οὐ μόνος δὲ περὶ τῆς εἰρήνης συνεβούλευσεν, ἀλλὰ καὶ ἄλλοι πολλοὶ ποιηταί. οὐδὲν γὰρ συμβούλων διέφερον· ὅθεν αὐτοὺς καὶ διδασκάλους ὠνόμαζον, ὅτι πάντα τὰ πρόσφορα διὰ δραμάτων αὐτοὺς ἐδίδασκον. ἐνίκησε δὲ τῷ δράματι ὁ ποιητὴς ἐπὶ ἄρχοντος Ἀλκαίου ἐν ἄστει. πρῶτος Εὔπολις Κόλαξι, δεύτερος Ἀριστοφάνης Εἰρήνῃ, τρίτος Λεύκων Φράτορσιν. τὸ δὲ δρᾶμα ὑπεκρίνατο Ἀπολλόδωρος ἡνίκα ἑρμῆν λοιοκρότης.
ἈΡΙΣΤΟΦΑΝΟΥΣ ΓΡΑΜΜΑΤΙΚΟΥ ὙΠΟΘΕΣΙΣτῷ Διὶ φράσαι σπεύδων τὰ κατʼ ἀνθρώπους Τρυγαῖος θέλων ὡς τοὺς θεοὺς ἐξέτρεφεν ὄρνιθʼ· ὡς δʼ ἀνέπτη, κατέλαβεν Ἑρμῆν μόνον ἄνω. κᾆτʼ ἐπιδείκνυσιν φράσας τὸν Πόλεμον βρύθηται ἀπηρτημένον ἀέριος ἕτοιμόν τʼ ὄντα πρὸς κακουχίαν. τὴν πρότερον Εἰρήνην δὲ κατορωρυγμένην ἱκέτευσαν οἱ κατʼ ἀγροὺς ἀνάπαλιν ποεῖν. τὸ μέλ βαδʼ ἐπένευσε, καὶ τότε ἀπάγουσιν αὐτὴν ἐκ βερέθρου καὶ τἀγαθά.
ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ οἰκέτης· ἕτερος οἰκέτης· Τρυγαῖος· παῖδες Τρυγαίου· Ἑρμῆς· Πόλεμος· χορὸς γεωργῶν ἀθμονέων· θεράπων Τρυγαίου ἕτερος· Ἱεροκλῆς μάντις χρησμολόγος· δρεπανουργός· λοφοποιός· θωρακοπώλης· σαλπιγγοποιός· κρανοπώλης· δορυξόος· παῖς Λαμάχου· παῖς Κλεωνύνου τοῦ ῥιψάσπιδος.
τοῦ δράματος πρῶτοι τρίμετροι ἴαμβοι ἀκατάληκτοι πʹ, ὧν τελευταῖος ἱππηδὸν ἐς τὸν ἀέρʼ ἐπὶ τοῦ κανθάρου. μετὰ δὲ πεντήκοντα ὀκτώ ἐστι προαναφώνημα τὸ «ἔα ἔα», καὶ τὰ ἑξῆς ἰαμβικά.
Αἶρʼ αἶρε: ἡ εἴσθεσις τοῦ δράματος ἐξ ἰαμβείων πʹ συνήθων. τὸ μέντοι ξʹ μονόμετρον ἀκατάληκτον. ἐπὶ ταῖς ἀποθέσεσι καὶ τῷ τέλει παράγραφος.
δύο εἰσὶν οἰκέται, ὧν ὁ μὲν τρέφει τὸν κάνθαρον, ὁ δὲ ἕτερος μάττει. ὁ τρέφων οὖν λέγει πρὸς τὸν μάττοντα «αἶρε αἶρε».
αἶρʼ αἶρε μᾶζαν: «αἶρε» ἀντὶ τοῦ «φέρε». καὶ παρʼ Ὁμήρῳ ἀξιοῦσι τὸ «αἶρε» ἀντὶ τοῦ «διδόναι» καὶ «προσφέρειν» λέγεσθαι ἐν τῷ μή μοι οἶνον ἄειρε.
ἐπαναδίπλωσις τὸ σχῆμα τοῦ λόγου· δὶς γὰρ τῇ αὐτῇ λέξει κέχρηται.
μᾶζαν μᾶζα κυρίως ἡ τροφὴ ἡ ἀπὸ γάλακτος καὶ σίτου· παρὰ τὸ μάττεσθαι.
τὸ «μᾶζαν» προπερισπαστέον· τουτέστι τροφήν, καταχρηστικῶς δὲ τῇ λέξει κέχρηται. οὐ γὰρ τὴν ἐξ ἀλφίτων φυραθεῖσαν νῦν δηλοῦν θέλει—οὐ γὰρ αὕτη κανθάρων τροφή— ἀλλὰ τὸ ἀποπάτημα, λέγω δὴ τὴν κόπρον· τοιαύτη γὰρ ἡ τῶν κανθάρων τροφή.
πίτυρά τινα ῥυπαρὰ μάττουσιν οἱ οἰκέται. κόπρον γὰρ φυρᾶν ἀπίθανον.
ὡς τάχιστα ἢ τάχος ἢ διὰ ταχέων. διὰ δὲ τοῦ σπουδαίου τοῦ παρὰ τῶν οἰκετῶν πρὸς τὸν κάνθαρον ἐμφαίνει τὴν περὶ αὐτὸν τοῦ δεσπότου μεγίστην φροντίδα.
κάνθαρος εἶδος ζῴου παρὰ τὰς σίλφας τὸ μέγεθος.
ἀναβιβαστέον τὸν τόνον· οὕτω γὰρ Ἀττικοί.
παρεπιγραφή· ὁ γὰρ ἕτερος τῶν οἰκετῶν τὸ προσταχθὲν ποιῶν αὐτῷ παραφέρι καὶ ἐπιδίδωσι τὴν τροφήν.
αὐτῷ κτλ. ἀπεχθάνεται πρὸς τὸν κάνθαρον διὰ τὸ ἅπτεσθαι τῆς κόπρου.
δὸς κτλ. διὰ γὰρ τὸ ἀνάγκην ἔχειν ἅπτεσθαι καὶ ψηλαφᾶν τῆς κόπρου ἀπεχθάνεται πρὸς τὸν κάνθαρον.
μᾶζαν ἡδίω οὐχ ὡς ὄντως τρώγοντος, ἀλλὰ πρὸς τὸ μυθευόμενον ἔπαιξεν.
πρὸς τὸ μυθευόμενον ἔπαιξε· οὐ γὰρ ὄντως ἤσθιεν.
δὸς μᾶζαν ἑτέρα καταχρηστικῶς κέχρηται τῇ λέξει.
ἐξ ὀνίδων ὡς ἐπίτηδες γὰρ πεπλασμένα ἐστὶ τὰ τῶν ὄνων ἀποπατήματα.
ἐξ ὀνίδων ἐπίτηδες εἰσάγεται τὰ τῶν ὄνων ἀποπατήματα.
ἣν νῦν δὴ ʼφερες «νῦν δή» οὕτως Ἀττικοὶ ἀντὶ τοῦ «ἀρτίως».
ἐν ἐρωτήσει τὸν λόγον νῦν προσάγει. ἐκείνου γὰρ αἰτήσαντος μᾶζαν ἑτέραν φησὶν αὐτός· ἣν γὰρ νῦν αὐτῷ προσέφερες οὐ κατέφαγεν; ὡς τεθηπώς. διόπερ ἐκείνου ἀρνουμένου μὴ βεβρωκέναι τὸν πρότερον πέλεθον τὸν κάνθαρον προστίθησι καὶ τὴν αἰτίαν, ὡς περικυλίσας ἐνέκαψεν.
οὐ κατέφαγεν ἄλλο φαγεῖν καὶ ἄλλο καταφαγεῖν καὶ ἄλλο καταπιεῖν. φαγεῖν μὲν γὰρ τὸ τάξει, καταφαγεῖν δὲ τὸ ἀθρόως, καταπιεῖν δὲ τὸ μήτε μασώμενον ἐσθίειν. τὸ οὖν ἀδηφάγον τοῦ ζῴου δεικνὺς λέγει· ὅτι οὐ κατέφαγεν, ἀλλὰ κατέπιεν μήτε μασησάμενος.
λέγεται ὁ κάνθαρος εἰς ὄνθον ἀποσπερματίζειν καὶ οὕτω περιστρέφειν τοῖς ποσίν, ἕως ὅταν ἐκγυμνασθὲν τὸ σπέρμα ἀποδοθῇ καὶ ἐγγεννήσῃ. θῆλυς γὰρ κάνθαρος οὐ γίνεται, ἀλλὰ πάντες ἄρρενες γεννῶνται.
περικυλίσας: περιελκύσας καὶ περισύρας. ἔθος δὲ τοῖς κανθάροις τὰς ὀνίδας περικυλίειν.
περικυλίσας περιαλίσας.
τοῖν ποδοῖν πρὸς τὴν τάξιν τῶν ποδῶν ἀκολούθως τὸ δυϊκόν. καὶ ἐν Νεφέλαις ἐπὶ τῆς ψύλλης ἐνέβαψεν εἰς τὸν κηρὸν αὐτῆς τὼ πόδε. καὶ παρὰ τῷ ποιητῇ τεσσάρων ἵππων ὄντων τῷ Ἕκτορι, δύο μὲν δεξιῶν, δύο δὲ ἀριστερῶν, πρὸς τὴν τάξιν ἀκολούθως ἐπήνεγκε νῦν μοι τὴν κομιδὴν ἀποτίνετον.
κοπρολόγοι τοῦτο ἤτοι πρὸς τοὺς ἄλλους ῥήτορας καίτοι χαριεντιζόμενος ἀποτείνεται διαβάλλων αὐτοὺς ὡς μυσαροὺς καὶ λοιδόρους, ἢ, διότι τὰς κόπρους τοῖς οἰκέταις προσετέτακτο βαστάζειν εἰς τροφὴν τοῦ κανθάρου, τοὺς συνεργοὺς οὖν τῶν ὁμοδούλων εἰς ἐπικουρίαν καλεῖ.
προσλάβεσθε βοηθήσατε. συνέχει γὰρ τῇ μιᾷ χειρὶ τὴν ῥῖνα, τῇ δὲ ἑτέρᾳ μάττει. ζητεῖ οὖν τοὺς διαδεξομένους.
ἀποπνιγέντα συνέχει γὰρ τὰς ῥῖνας διὰ τὸ φυρᾶν τὴν κόπρον ὑπὲρ τοῦ μὴ ὀδωδέναι αὐτῷ. μήτε οὖν διεξιόντος ἔτι τοῦ πνεύματος μήτε τοῦ ἔξωθεν ἀέρος σπωμένου, ἀλλʼ ἀποκεκλειμένων τῶν ῥινῶν τῇ θλίψει τῶν δακτύλων, ἀνάγκη στενοχωρουμένου τοῦ πνεύματος πνίγεσθαι αὐτόν.
ἑτέραν ἑτέραν οἱ Ἀττικοὶ καὶ ἐπὶ πολλῶν λέγουσι τὸ «ἑτέραν», ἡμεῖς δὲ ἐπὶ δευτέρας μόνης.
ἑτέραν ἑτέραν ἐπὶ τῆς τρίτης ἑτέραν εἶπεν. ὅλως δὲ ἡ παρατετηρημένη ἐπί τε τοῦ ἑτέρου καὶ ἄλλου διαφορὰ παρʼ Ἀττικοῖς οὐκ ἔστιν.
ἡταιρηκότος ἐπειδὴ ἐκείνων δοκεῖ ἡ κόπρος τετρίφθαι ὡς ἡταιρηκότων.
ἡταιρηκότος: ἴσως ἵνα τοῦ τρίβειν ἀπαλλαγῇ διὰ τὸ τὴν τῶν παίδων τετριμμένην εἶναι καὶ ἑτοίμην ἐκ τῶν χρωμένων.
ἡταιρηκότος ἁπαλοῦ, ἀσελγοῦς, νεωτέρου.
ἡταιρηκότος ἀσελγηκότος.
ἐκ τοῦ ἑτοίμως καὶ προχείρως προσενεγκεῖν διαβάλλει τοὺς Ἀθηναίους ὡς πολλῶν καὶ ποιούντων ὄντων παρʼ αὐτοῖς τὰ τοιαῦτα καὶ πασχόντων.
τοῦ τρίβειν καὶ φυρᾶν τὴν κόπρον. ἐκέρδανα, φησί, διὰ τὸ μὴ ἴσως χρῄζειν ἔτι τοιούτου κόπου τὴν τοῦ ἡταιρηκότος τούτου παιδὸς κόπρον, ἀλλʼ ὥσπερ ἑτοίμην καθεστηκέναι διὰ τὸ ἀνατετρίφθαι ὑπὸ τῶν χρωμένων.
οὐδεὶς φαίη οὐ γὰρ ἄν τις ὑποπτεύσειε διὰ τὸ φυρᾶν ἐμὲ ἤδη καὶ τὴν κόπρον ἐσθίειν.
δυοῖν ὄντων τῶν περὶ ἐμὲ δυσχερῶν, τῆς τε δυσωδίας, ἣν ἀπὸ τοῦ μαλάσσειν καὶ φυρᾶν τὴν κόπρον συνέβαινε πάσχειν, καὶ τῆς περὶ τῆς τροφῆς ὑποψίας, ἤδη φανερῶς τοῦ ἑνὸς ἀπαλλαγείς, τοῦ μηκέτι καταναγκάζεσθαι φυρᾶν τὴν κόπρον, ἡγοῦμαι ἀπηλλάχθαι, φησί, καὶ τῆς ὑπονοίας τῆς ἐπὶ τῇ τροφῇ· οὐδένα γὰρ ὑμῶν πιστεύειν οἴομαι ὅτι ἐπιμάττων καὶ φυρῶν ἤδη καὶ ἐσθίω.
εἰώθασι γὰρ ἅμα τῷ μάττειν ἐσθίειν. ἀφʼ οὗ καὶ τὴν παυσικάπην ἐπενόησαν, τροχοειδές τι, διʼ οὗ τὸν τράχηλον εἶρον πρὸς τὸ μὴ δύνασθαι τὴν χεῖρα προσάγειν. μέμνηται δὲ ἐν Ἥρωσιν Ἀριστοφάνης παύσειν ἔοιχʼ ἡ παυσικάπη κάπτοντά σε.
δῆλον ὅτι πίτυρα ἦν· ἀπίθανον γὰρ κόπρον μάττειν.
αἰβοῖ σχετλιασμοῦ δηλωτικόν.
εἰκότως ἐσχετλίασε διὰ τὴν ὀσμήν.
ὑπερέχειν τῆς ἀντλίας ἀντὶ τοῦ ἀντέχειν καὶ περιγίνεσθαι τῆς ὀσμῆς.
ἀπὸ μεταφορᾶς τῶν πλοίων, ἅπερ κινδυνεύει τῆς ἀντλίας πληρωθείσης. βούλεται δὲ εἰπεῖν· ὅτι νικῶμαι μάττων.
μεταφορικῶς ἀπὸ τοῦ τόπου τῆς νεὼς ἐξ οὗ τὸ ὕδωρ ἀρύουσιν. φησὶν οὖν· ὅτι οὐ δύναμαι ὑποφέρειν ὡς καὶ αὐτοῦ τοῦ ὕδατος ὑπεράνω μου γεγενημένου—διὰ δὲ τούτου τὴν ἀδηφαγίαν τοῦ κανθάρου δηλοῖ—ὡς ὑπερκεράσαντος ὕδατος τῆς ἀντλίας.
συλλαβὼν τὴν ἀντλίαν ἀντὶ τοῦ «τὴν σκάφην». ταῦτα δὲ εἰπὼν προσφέρει τὸ ἀγγεῖον, ἐν ᾧ ἐφύρα. «σεμνύνεται» καὶ «ἐπαίρεται».
τὸ ἀγγεῖον, ἐν ᾧ ἐφύρα, οὗτος λέγει.
ἐς κόρακάς γε ἀπόφερε τὴν ἀντλίαν καὶ σεαυτόν.
ὑμῶν δέ γʼ εἴ τις: πρὸς τοὺς ἀκροατὰς τὸν λόγον ὁ ποιητὴς ἄγαν εὐφυῶς ποιεῖται.
ὑμῶν τῶν θεατῶν.
κατειπάτω εἰπάτω μοι.
μὴ τετρημένην διὰ τὸ μὴ ὀσφραίνεσθαι τῆς κόπρου.
τῶν μυκτήρων ἀποκεκλειμένων.
τετρημένην τετρυπημένην.
ὗς καὶ κύων: κοπροφάγα τὰ ζῷα.
ἀντὶ τοῦ «ἀτρίπτως».
ὥσπερ ἂν χέσῃ τις ἄνθρωπος δηλονότι. ὥσπερ ἂν χέσῃ τις, φησίν, οὕτως ἐσθίει τὰ ἀποπατήματα καὶ ὗς καὶ κύων μὴ δεόμενοι τοῦ μάττεσθαι αὐτά.
φαύλως ἐρείδει ἁπλῶς καὶ ἀπεριέργως ἐσθίει.
συντόνως ἐσθίει.
ἡ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων καὶ ἐπερειδομένων ταῖς κώπαις.
οὕτω γάρ φασιν οἱ Ἀττικοὶ πᾶν ὁτιοῦν συντόνως γινόμενον.
βρενθύεται ἀντὶ τοῦ «σεμνύνεται» καὶ «ἐπαίρεται».
βρενθύεται μέγα φρονεῖ.
βρένθος εἶδος μύρου, ᾧ χρώμεναι αἱ γυναῖκες μέγα φρονοῦσιν.
οἱ μὲν ἀπὸ βρένθους τοῦ φυτοῦ, οἱ δὲ μύρου εἶδος, ᾧ χρίονται αἱ γυναῖκες καὶ ἐπʼ αὐτῷ μέγα φρονοῦσιν.
ἄρτον δηλονότι.
ὥσπερ γυναικὶ αἱ γὰρ γυναῖκες, ἵνα μὴ δοκοῖεν πολυφάγοι εἶναι, ἐκ τῆς πυκνότητος τῆς μάζης μικρᾶς εἶναι δοκούσης ὀλιγοφαγίας δόξαν ἐμφαίνουσι στρογγύλας αὐτὰς ποιοῦσαι τὰς μάζας.
ὥσπερ γυναικὶ γογγύλην: αἱ γὰρ γυναῖκες, ἵνα μὴ δοκοῖεν πολυφάγοι εἶναι, στρογγύλας ποιοῦσι τὰς μάζας ὡς γογγύλας ὀλιγοφαγίας δόξαν θηρώμεναι. εἶδος δὲ λαχάνου ἡ γογγύλη.
γογγύλῃ παρείκασεν αὐτάς, ἐπειδὴ καὶ αἱ γογγύλαι στρογγύλαι παρʼ αὐτοῖς.
λαχάνου εἶδος, ὃ παρά τισι ῥάφανον καλεῖται.
ὡς τῶν γυναικῶν ἑαυταῖς ἐπιμελέστερον τριβουσῶν, ὥστε μὴ διακεχύσθαι τὴν μᾶζαν διὰ τὸ ἄτριπτον εἶναι, ἀλλὰ συνεστράφθαι. παρατετήρηκε δὲ ταῦτα καὶ Σώφρων.
καὶ Καλλίμαχος· γογγύλος ἐστὶ λίθος.
ὑπʼ αὐτῆς.
εἰ τῆς τροφῆς ἐπαύσατο κορεσθείς.
ἐδωδῇ παρὰ τὸ ὀδωδέναι ἐχρήσατο.
νῦν τῇ ἐδωδῇ ἐχρήσατο παρὰ τὸ ὀδωδέναι τὴν κόπρον.
παροίξας ὀλίγον διανοίξας τὴν θύραν, ὥστε ἰδεῖν μὲν τὰ ὑπʼ αὐτοῦ πραττόμενα, μὴ ὁραθῆναι δὲ ὑπʼ αὐτοῦ.
δῆλον δέ, ὅτι καὶ τοῦτο παρεπιγραφή ἐστι· δεῖ γὰρ αὐτὸν ἠρέμα ἀνοῖξαι καὶ κατανοῆσαι,
ἀνοίγει δὲ ἠρέμα καὶ βλέπει,
εἴτε ἐσθίει ὁ κάνθαρος εἴτε πέπαυται.
πρὸς τὸν κάνθαρον λέγει.
ἡ μεταφορὰ ἀπὸ τῶν ἐρεττόντων
καὶ ἐπερειδομένων ταῖς κώπαις.
ὅταν προσερείδωσι σφοδρῶς τῇ θαλάττῃ τὰς κώπας.
ὅτι ἐκ παραλλήλου κεῖται τὸ «ἕως» καὶ «τέως», καὶ ὅτι εἰς ὑπόδειγμα χρήσιμον.
παρατηρητέον ὅτι ἐνταῦθα ἀδιαφόρως ἐχρήσατο «τέως» καὶ «ἕως». ἔστι δὲ χρήσιμα εἰς ὑπόδειγμα.
πιθανῶς διὰ τὸ θαυμάζειν μὴ ὁρῶσι τοῖς θεαταῖς παρίστησιν.
οἷον ἐγκύψας.
διὰ τοῦ σχήματος τὴν ἀδηφαγίαν αὐτοῦ δηλοῖ. καὶ γὰρ τῶν ἀνθρώπων καὶ τῶν θρεμμάτων οἱ μάλιστα τοῖς ἐδέσμασιν ἐγκεκυφότες καὶ προσκείμενοι δοκοῦσι μάλιστα ἀπλήστως καὶ περισπουδάστως ἐσθίειν.
τῇ μεταφορᾷ ἐχρήσατο καὶ διὰ τὸ τὸν κάνθαρον μιμεῖσθαι τοὺς παλαιστὰς διαιωρούμενον ἐν τῷ κυλίειν τὴν κόπρον.
ὁμοῦ μὲν ὡς τῶν παλαιστῶν ἀδηφαγούντων, ὁμοῦ δὲ τῷ ἐπιφερομένῳ οἰκείως τῶν παλαιστῶν ἐμνημόνευσε καὶ τῇ εἰκόνι ἐχρήσατο. δοκοῦσι γὰρ οἱ κάνθαροι, ἐπειδὴ ἐφέλκονται τὰς κόπρους, τῶν παλαιστῶν μιμεῖσθαι τὸ σχῆμα, ᾧ ἐν ἀρχῇ χρῶνται τῆς πάλης.
παραβαλὼν ἀντὶ τοῦ «χαλάσας τοὺς ἐμπροσθίους ὀδόντας»,
ὥσπερ καὶ χαλάσαι κώπην λέγουσι παραβαλεῖν.
ὡς οἱ τὰ σχοινία τῶν ὁλκάδων.
τὸν αὐτὸν τρόπον. ἢ οὕτως· ὁμοίως ἑλίσσων τὰς χεῖρας. διὰ δὲ τὸ ἐφέλκεσθαι αὐτοὺς τὰς κόπρους ἀνάγκη τὸ σχῆμα τοῦτο ποιεῖν καὶ ἑνὶ παρʼ ἑνὶ ἐφέλκεσθαι τῶν ποδῶν. χεῖρας δὲ ἐκάλεσε τοὺς ἐμπροσθίους πόδας.
ὡδὶ: κάνθαρος.
περιάγων παρακατεάσων, παρέλκων.
καὶ γὰρ ἐκεῖνοι δεῦρο κἀκεῖ ἐν τῇ πλοκῇ περιφέρουσι τὴν κεφαλήν.
ὥσπερ οἱ τὰ σχοινία κινῶν γὰρ καὶ μεταβάλλων ἐσθίει ὁ κάνθαρος, ὥσπερ οἱ τὰ ὄργανα στρέφοντες τῶν σχοινίων.
οὕτως ἐσθίει, φησί, κινούμενος, ὥσπερ οἱ ἐργαζόμενοι τὰ σχοινία τὰ μεγάλα τῶν πλοίων, ὅλῳ τῷ σώματι καὶ ὅλῃ τῇ ψυχῇ καὶ τῇ δυνάμει ἐργάζονται ἐν τῷ πλέκειν· οὕτως ὅλῃ τῇ δυνάμει ὁ κάνθαρος, φησίν, ἐσθίει κινούμενος.
ὡδὶ περιάγων: οὕτω, φησί, κινούμενος, ὥσπερ οἱ τὰ μεγάλα σχοινία ἐργαζόμενοι τῶν πλοίων ὅλῳ τῷ σώματι καὶ δυνάμει ἐργάζονται.
ἐπεὶ οἱ σχοινοπλόκοι συμπεριάγονται τῇ τῶν σχοινίων συμπλοκῇ διὰ τῆς τροχιλίας.
τούτους ἐκάλουν καὶ σχοινιοσυμβόλους.
συμβάλλοντες συμπλέκοντες, συνδέοντες.
κάκοσμον δικαίως τοιαῦτα ἑστιώμενα κάκοσμά εἰσιν.
καὶ βορόν οὕτως ὀξυτόνως ἀντὶ τοῦ «ἀδηφάγον».
χὤτου ποτʼ ἐστὶ ἐπεὶ ἓν ἕκαστον τῶν ὀρνέων ἀνάκειται θεῷ τινι, ὡς ὁ ἀετὸς τῷ Διὶ καὶ ἡ γλαῦξ τῇ Ἀθηνᾷ.
ἡ προσβολὴ: ἡ ζημία, ἡ τοῦ δαίμονος ὀργή.
ἀντὶ τοῦ «ζῷον» εἰπεῖν «ζημίαν» εἶπε καταρώμενος αὐτῷ.
οὐκ ἔστι, φησί, τῆς Ἀφροδίτης, ἐπεὶ αὕτη μὲν μύροις χαίρει, ὁ δὲ δυσώδης ἐστίν.
Ἀφροδίτης μὲν γὰρ μύροις γὰρ ἡ θεὸς ἥδεται. διὸ καὶ τοὺς ὕας ἀλλοτρίους εἶναί φαμεν τῆς θεοῦ—βορβορώδεις γάρ—προσφιλεῖς δὲ τὰς πελειάδας διὰ τὸ τιθασὸν καὶ καθαρὸν αὐτῶν.
Ἀφροδίτης ἀναφρόδιτον γὰρ τὸ ζῷον.
οὐδὲ τῶν Χαρίτων.
οὐ μὴν Χαρίτων: Ἀφροδίτης μὲν γὰρ καὶ Χαρίτων πολλὴ κοινωνία.
ἑξῆς μετὰ τὴν Ἀφροδίτην τῶν Χαρίτων ἐμνημόνευσεν. δοκεῖ γάρ πως κοινωνία εἶναι τούτων τῶν θεῶν· οὐδὲν γὰρ ἐπαφρόδιτον, ὃ μή ἐστι Χαρίτων.
τοῦ γάρ τίνος ἆρα;
τίνος οὗτός ἐστιν;
ἀντὶ τοῦ «Διὸς ἂν εἴη».
Διὸς καταιβάτου καταιβάτης τιμᾶται ὁ Ζεὺς παρὰ τοῖς Ἀθηναίοις παρὰ τὸ καταβιβάζειν τοὺς κεραυνούς.
ἢ ἀπὸ τῶν κεραυνῶν τῶν ἄνωθεν πιπτόντων ἢ ἀπὸ τοῦ καταβαίνειν διʼ ἔρωτα τῶν χθονίων γυναικῶν.
παίζει καταιβάτην αὐτὸν καλῶν, ἐπεὶ σκάτοις τρέφεται ὁ κάνθαρος.
οὐκοῦν ἂν ἤδη τῶν θεατῶν ἐνταῦθα θέλων τὴν ὑπόθεσιν δηλῶσαι σκώπτει τοὺς Ἀθηναίους ὡς φιλοκερδεῖς καὶ φιλολοιδόρους. φησὶ γάρ· πάντως τις τῶν θεατῶν βλέπων τὸν κάνθαρον ἀνίσταται λέγων· πρὸς τί τὸν κάνθαρον πεποίηκεν Ἀριστοφάνης; εἶτα ἄλλος ἐλλόγιμος εἶναι δοκῶν λέγει· πάντως τὸν Κλέωνα θέλει σκῶψαι
ὁμοίως ὄζοντα αὐτῷ.
διὰ τὸ κανθάρῳ ὁμοίως ὄζειν αὐτόν.
ταῦτα δὲ λέγει τοὺς θεατὰς διαλέγεσθαι πρὸς ἀλλήλους πρὶν μαθεῖν τὴν ὑπόθεσιν. ὥσπερ οὐκ ἔδει φήσειν.
σκώπτει τὸν Κλέωνα.
ἐξ ἀφορμῆς θέλει εἰπεῖν τὴν ὑπόθεσιν.
δοκησίσοφος: ἀντὶ τοῦ «φρόνιμος».
κᾆτʼ αὐτῷ γʼ ἀνὴρ καὶ πρὸς αὐτόν τις.
ἰωνικός τις ἑλληνικός, ἀθηναῖος. Ἴων γὰρ ἀρχαῖος Ἀθηναῖος.
τοῦτʼ αἰνίττεται διὰ τὸ δύσοσμον. καὶ γὰρ αἱ βύρσαι δύσοσμοι, βυρσοπώλης δὲ ὁ Κλέων.
ἰστέον ὡς βυρσοδέψης ἦν ὁ Κλέων, αἱ βύρσαι δὲ δύσοσμοί εἰσιν.
ἐπειδὴ οἱ βυρσοδέψαι κάκιστον ὀδώδασιν.
αἰνίττεται: ἀντὶ τοῦ «δηλοῖ». ἰδίως δὲ τὸ αἰνίττεσθαι δηλοῖ τὸ λεληθότως περί τινος λέγειν.
σπατίλη λέγεται ἡ τῶν ἀνδρῶν κόπρος. διαβάλλει οὖν τὸν Κλέωνα ὡς σκατοφάγον.
σπάτος τὸ δέρμα, σπατίλη δὲ ὁ ῥύπος τοῦ δέρματος.
τὰ μικρὰ ξύσματα τὰ ἐκβαλλόμενα ὑπὸ σκυτέων.
τὸ ἀπόξεσμα τῶν βυρσῶν, ὁ ἐκβάλλεται ὑπὸ τῶν σκυτέων.
ἢ καὶ ὡς βυρσοπώλης πνεῖ.
πῶς ἤσθιεν ὁ Κλέων ἤδη τεθνηκώς; Ἐρατοσθένης γὰρ ἐπὶ Θρᾴκης τὸν θάνατον Βρασίδου καὶ Κλέωνος ὀκτὼ μησὶ προγεγονέναι φησί· καὶ αὐτὸς δὲ ἐν τούτοις φησίν ἀπόλωλεν Ἀθηναίοις ἀλετρίβανος. ῥητέον οὖν ὅτι τὸ «ἐσθίει» ἀντὶ τοῦ «ἤσθιεν».
τὴν σπατίλην ἐσθίει ἀντὶ τοῦ «ἤσθιεν»· ἀποθανὼν γὰρ ἦν ὁ Κλέων.
τῷ κανθάρῳ: οὐχ ὡς πίνοντος τοῦ κανθάρου, ἀλλʼ ὡς ἐπὶ ἱπποτροφίας.
τοῖς ... μάλα τοῖς ὑπερβαίνουσι τὴν τῶν ἀνδρῶν ἡλικίαν. ἢ τοῖς ὑπερηφάνοις. ἢ τοῖς τούτων ἰσχυροτέροις καὶ μᾶλλον ἀκμάζουσιν. καὶ Ὅμηρος· ἠνορέῃ.
διαβάλλει αὐτοὺς ὡς μαινομένους μανίαν δικανικήν.
τὸ κόρημα τὸ σάρον, τὸ κόσμητρον, ᾧ εἰώθαμεν ἀποκαθαίρειν
τὸ πλῆθος τῶν ἐν τοῖς οἴκοις ῥύπων.
τοὺς ῥύπους τῶν οἴκων.
ἦν καὶ ἀρά τις αὕτη τοῖς ἀρχαίοις, ὥς που καὶ ὁ Μένανδρός φησι πολλάκις ἐκκορηθείης σύ γε βουλόμενος τὸ ἄρδην ἀπολέσθαι σημᾶναι.
εἰσιὼν ταῦτά φησιν.
Τρύγαιος ὄνομα κύριον ἀπὸ ῥήματος τῆς δευτέρας συζυγίας τῶν περισπωμένων· καὶ προαναπέμπει τὸν τόνον. ὡς ἀπὸ τοῦ τιμῶ Τίμαιος, οὕτως ἀπὸ τοῦ τρυγῶ Τρύγαιος. ὁ δὲ Ἡρωδιανὸς προπερισπᾷ τὸ Τρυγαῖος.
εἰσιὼν ταῦτά φησιν ὁ Τρυγαῖος. τοῦτο ὄνομα κύριόν ἐστιν, ὃ ὁ μὲν Ἡρωδιανὸς προπερισπᾷ, οἱ δὲ λοιποὶ προπαροξύνουσιν, ὡς ὁ Τίμαιος.
ὦ Ζεῦ τί δρασείεις: ἀντὶ τοῦ «δρᾶν διανοῇ».
τί δρασείεις: ἆρα τί διανοῇ;
δρᾶσαί ποτε νοῇ, ὦ Ζεῦ.
λήσεις σεαυτὸν ἀντὶ τοῦ «ἀγνοεῖς τέλεον ἀπολέσας τὰς πόλεις».
τὰς πόλεις ἐκκοκκίσας: ἀντὶ τοῦ «ἐρημώσας» καὶ «ἀφανίσας». ἀπὸ μεταφορᾶς τῶν ῥοιῶν τῶν τοὺς κόκκους ἐκβαλλουσῶν. ὥσπερ γὰρ αἱ πόλεις σκέπαι τῶν ἀνθρώπων εἰσίν, οὕτω καὶ αἱ ῥοιαὶ τῶν κόκκων. καλῶς οὖν ἐχρήσατο τῇ μεταφορᾷ, καὶ μάλιστα ἄγροικος ὢν ὡς πρέπον ἑαυτῷ τοῦτο εἴρηκεν.
ἀντὶ τοῦ «ἔρημον οἰκητόρων ποιῶν διὰ τῶν πολέμων».
ὁ Τρυγαῖός ἐστιν ὁ ταῦτα λέγων ἄνθρωπος γεωργός.
αὔθʼ αὐτό.
οὑ ʼγὼ λέγον ἔλεγον.
τῶν μανιῶν ἀντὶ τοῦ «τῆς μανίας». καὶ ἐν Νεφέλαις σὺ δʼ εἰς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας. λέγεται δὲ καὶ ἑνικῶς «ἡ μανία μʼ ἐπέρχεται», ὡς ἐπὶ τὸ πλεῖστον δὲ πληθυντικῶς.
ἡνίκʼ ἤρχεθʼ ἡ χολή ἡνίκα ἤρχετο ἡ μανία.
εὐθὺ τοῦ Διὸς ἀντὶ τοῦ «πρὸς τὸν Δία».
εὐθὺ τοῦ Διὸς καὶ διὰ τούτου τὴν ὑπερηφανίαν αὐτοῦ δηλοῖ.
οὐκ ἀρκεῖ γάρ, ὅτι ἐπὶ κανθάρου ἐπιβῆναι τοῦ οὐρανοῦ προσδοκᾷ, ἀλλὰ καὶ εὐθὺ τοῦ Διὸς ἐλθεῖν ἐβούλετο.
ὅτι κανθάρῳ θέλει εἰς τὰς τοῦ Διὸς ἐλθεῖν αὐλάς.
ὅ ἐστι «πρὸς τὸν Δία». ὥσπερ εἰς ὡρισμένον τινὰ διατρίβοντος αὐτοῦ τόπον, καὶ μὴ πάντα πληροῦντος τὸν οὐρανόν.
πρὸς τὸ ὕψος ἀνέβαινε. πρὸς δένδρα καὶ τοίχους ἢ σχοινίον ταῖς χερσὶ καὶ τοῖς ποσὶν ἀναβαίνειν ἀναρριχᾶσθαι λέγεται. φησὶ δὲ Ἐρατοσθένης Κυρηναίους οὕτω λέγειν.
ἀναρριχᾶτʼ ἐς τὸν οὐρανόν τὸ ταῖς χερσὶ καὶ τοῖς ποσὶ βιαζόμενον εἰς ὕψος ἀναβαίνειν ἀναρριχᾶσθαι ἔλεγον. Ἑλλάνικος «ἀναρριχῶνται δὲ ὥσπερ οἱ πίθηκοι ἐπʼ ἄκρα τὰ δένδρα».
εἴρηται ἀπὸ τῶν ἀρρίχων, ὅ ἐστι κοφίνων, οὓς εἰώθασι διὰ σχοινίων ἀνιμᾶν. ἢ ἀπὸ τῶν ἀραχνῶν, καὶ ἔστιν οἷον ἀραχνᾶσθαι. αἱ δὲ ἀράχναι πολλάκις νήθουσι κατακτὰς ἐναερίους ὁδούς.
καὶ τὸ ἀναρριχᾶσθαι δὲ τοῖς Ἀττικοῖς παρὰ τὸ ἀράχνιόν ἐστι γενόμενον, ἀραχνιῶ, καὶ ἐν ὑπερθέσει τῶν στοιχείων ἀναρριχῶ τοῦ μὲν ν εἰς τὴν χώραν τοῦ ρ τεθέντος, τοῦ δὲ ι ἀμοιβαίως εἰς τὴν χώραν τοῦ ν, τοῦ δὲ χ πλησίον τοῦ ω. ταῦτα Ἡρωδιανὸς ἐν τῷ ιϛʹ τῆς καθόλου.
ἀνιέναι ἐπειρᾶτο εἰς τὸν οὐρανόν. ἐναργεῖ δὲ λέξει ἐχρήσατο τῷ ἀναρριχᾶται, ἐπεὶ διὰ τῶν χειρῶν δοκοῦσι μάλιστα ἀνέρχεσθαι ἐρειδόμενοι αὐταῖς καὶ ἑλισσόμενοι οἱ διὰ κλιμάκων τὴν ἄνοδον ποιούμενοι.
ἀνερριχᾶτο: τὸ πρὸς τοίχους ἀναβαίνειν χερσὶ καὶ ποσὶν ἀναρριχᾶσθαί φασιν. γίνεται δὲ ἐκ τοῦ ἀράχνη ἀραχνιῶ, καὶ ἐν ὑπερβιβασμῷ ἀναρριχῶ.
ἀνερριχᾶτʼ ἀναβαίνειν ἤρξατο.
παρατετήρηται τοῦτο πολλάκις τὸ σχῆμα· οὕτω γὰρ ἐπὶ γενικῆς τάττουσιν.
ἐκφθαρεὶς ἐξελθών. οὕτω δὲ ἔλεγον τὸ ἐπὶ κακῷ ἐξελθεῖν που.
ὑπερμεγέθη· μέγιστον γὰρ ὄρος ἡ Αἴτνη. ἢ ὅτι διάφοροι κάνθαροι ἐκεῖ εὑρίσκονται.
αἰτναῖον κάνθαρον μεγάλοι λέγονται εἶναι κατὰ τὴν Αἴτνην κάνθαροι. μαρτυροῦσι δὲ οἱ ἐπιχώριοι. Ἐπίχαρμος ἐν Ἡρακλεῖ τῷ ἐπὶ τὸν ζωστῆρα Πυγμαρίωνι λοχαγὸς ἐκ τῶν κανθάρων τῶν μειζόνων, οὕς φασι τὴν Αἴτναν ἔχειν. τρόπον δέ τινα καὶ Αἰσχύλος ἐπιχώριος· λέγει δὲ ἐν Σισύφῳ πετροκυλιστῇ αἰτναῖός ἐστι κάνθαρος βίᾳ πόνων. Σοφοκλῆς Δαιδάλῳ ἀλλʼ οὐδὲ μὲν δὴ κάνθαρος τῶν αἰτναίων πάντων. λέγει δὲ πάντα εἰκάζων εἰς μέγαν Πλάτων ἐν Ἑορταῖς ὡς μέγα μέντοι πάλαι τὴν Αἴτνην ὄρος εἶναί φασι τεκμαίρου, ὅθεν τρέφεσθαι τὰς κανθαρίδας τῶν ἀνθρώπων λόγος ἐστὶν οὐδὲν ἐλάττους.
ἢ ἀντὶ τοῦ «μέγαν ὡς τὴν Αἴτνην» ἢ ὅτι οἱ αἰτναῖοι ἵπποι διαβόητοι καὶ τὸν δρόμον ἀξιόλογοι καὶ τὰ ζεύγη ἐπαινετοί. καὶ Πίνδαρός φησιν ἀλλʼ ἀπὸ τῆς ἀγλαοκάρπου Σικελίας ὄχημα.
αἰτναῖον: ἢ ὅτι διάφοροι κάνθαροι εὑρίσκονται καὶ οὗτος ὑπερφέρει πάντων, ὡς ἡ Αἴτνη μέγιστος ὤν· ἢ ὅτι οἱ αἰτναῖοι ἵπποι ταχεῖς καὶ διαβόητοι πρὸς δρόμον· ἢ ὅτι μεγάλοι οἱ αἰτναῖοι κάνθαροι.
ἀντὶ τοῦ «κολακεύων, πραΰνων».
ὑποκοριστικῶς.
πωλίον: πῶλος καὶ ἵππος. πῶλοι δὲ κυρίως τὰ γεννήματα τῶν ἵππων καὶ τῶν ἄλλων κτηνῶν, ἅπερ ἔθος ἔχομεν καταψᾶν καὶ κολακεύειν οἱ ἄνθρωποι.
ὥσπερ πωλίον ἤγουν πωλάριον ἵππου, ὅπερ ἔθος ἐστὶ κολακεύειν.
καταψῶν: καταπραΰνων.
ὥσπερ πῶλον καταψῶν, ταῖς χερσὶν ὁμαλίζων.
διὰ τούτων τὴν περὶ τὸν δεσπότην πλέον ἄνοιαν καὶ μανίαν δείκνυσι τιμίῳ ἵππῳ παραβάλλοντα αὐτὸν ἀποφαινόμενος τὸν κάνθαρον. καὶ χάριν περιποιεῖ πολλὴν τῷ ποιήματι.
παρὰ τὰ ἐκ Βελλεροφόντου Εὐριπίδου.
ὦ Πηγάσιον: τὸν Βελλεροφόντην μιμεῖται.
ἐκεῖνος γὰρ διὰ τοῦ Πηγάσου τοῦ πτερωτοῦ ἐπεθύμει εἰς τὸν οὐρανὸν ἀνελθεῖν. ἄγʼ ὦ φίλον μοι Πηγάσου πτερόν.
ἐκ μεταφορᾶς τοῦ Πηγάσου.
δῆλον ὅτι ἐκ τοῦ παρακῦψαι καὶ ἰδεῖν τὸ λοιπὸν μετέωρον αἰρόμενον πρὸς τὸν δεσπότην αὐτοῦ ταῦτά φησιν ὡς φοβούμενος.
βούλεται παραγενέσθαι καὶ θεάσασθαι.
μετέωρος αἴρεται: ἐπὶ μηχανῆς. τοῦτο δὲ καλεῖται αἰώρημα. ἐν αὐτῇ δὲ κατῆγον τοὺς θεοὺς καὶ τοὺς ἐν ἀέρι πολοῦντας.
ἐπὶ τοῦ κανθάρου: ἔδειξε τὸ γελοῖον καὶ ἀπίθανον· οὐ γὰρ οἷόν τε ἱππεύειν ἐπὶ τοῦ κανθάρου.
τῇ ἐπαγωγῇ τοῦ κανθάρου τὸ γελοῖον μᾶλλον ἔδειξε καὶ τὸ ἀπίθανον ἤλεγξεν· οὐ γὰρ οἷόν τε ἱππεύειν ἐπὶ κανθάρου.
διπλῆ καὶ εἴσθεσις εἰς περίοδον ἀναπαιστικὴν τῶν ὑποκριτῶν Τρυγαίου καὶ τοῦ οἰκέτου ἐννεακαιτριακοντάμετρον εἴκοσι κώλων, ὅτι ἔχει μονόμετρον τὸ δέκατον.
ἥσυχος: τὰ ἑξῆς ιθʹ κῶλα ἀναπαιστικά, πλὴν τοῦ ιʹ δίμετρα ἀκατάληκτα. ἐπὶ τῷ τέλει παράγραφος.
σύστημα κατὰ περικοπὴν ἀνομοιομερές.
ἥσυχος, ἥσυχος ἀναγκαίως αὐτῷ παραινεῖ μὴ διώκειν εὐθὺς ἀπʼ ἀρχῆς τὰ μετέωρα τῶν ἀερίων, ἀλλʼ ἱδρώσαντα πρῶτον, ἵνα τὸ πυρῶδες κατάστημα τοῦ αἰθέρος ὑπομεῖναι δυνηθῇ τῇ νοτίδι παραμυθούμενος.
ἀτρέμα μοι πέτου, ὦ κάνθων.
ἐπιβεβηκὼς τῷ κανθάρῳ τοῦτο λέγει.
τοῦτο λέγει ἐπιβεβηκὼς ἤδη ὁ Τρυγαῖος τῷ κανθάρῳ καὶ μετέωρος ἀρθείς.
ὡς δεδιώς.
ἥσυχος, ἥσυχος: ὁ Τρυγαῖος ἐπιβεβηκὼς τῷ κανθάρῳ ταῦτά φησι δεδιὼς ἤδη μετέωρος ἀρθείς· ἀτρέμα μοι πέτου, ὦ κάνθαρε.
ὁ Τρυγαῖός ἐστιν ἔνδοθεν ταῦτα λέγων καὶ παρακελευόμενος ἐπιβεβηκὼς ἤδη τῷ κανθάρῳ καὶ μετέωρος ἀρθείς, ὥσπερ εὐλαβούμενος, μὴ ἐξαρπάσῃ αὐτόν. καὶ τοῦτο δὲ γελοίου χάριν παρείληπται τῷ ποιητῇ.
ἠρέμα κάνθων κάνθαρος λέγεται παρὰ τὸν κάνθωνα, τουτέστι τὸν ὄνον, καὶ παρὰ τὸν ὀρόν, τουτέστι τὸ σπέρμα. φασὶ γάρ, ὅτι ὁ κάνθαρος οὕτω τίκτεται· ἐπὰν εὕρῃ ὄνου κόπρον στρογγύλην, μένει κυλίων τοῖς ποσὶν αὐτήν καὶ ἐν τῷ κυλίειν ἀποσπερμαίνει, καὶ ἐκ τούτου ὁ κάνθαρος τὸ ζῷον γίνεται. ὅθεν καὶ τὴν ὀνομασίαν ἔχει· παρὰ τὸν κάνθωνα, τὸν ὄνον, καὶ παρὰ τὸν ὀρόν, τὸ σπέρμα, κάνθορός τις ὤν. ἢ παρὰ τὸν θορόν, ὃ δηλοῖ τὸ σπέρμα. ἢ ὁ θορὼν περὶ τὸν κάνθωνα ἀντὶ τοῦ «περὶ τὴν κόπρον τοῦ ὄνου». ἢ ἐκ τοῦ κάνθωνος ὀρούων.
κάνθωνας ἔλεγον τοὺς ὄνους· νῦν δὲ ἔπαιξε τὸ «κάνθων» παρὰ τὸν κάνθαρον.
κάνθων κυρίως ὁ ὄνος, νῦν δὲ ὑποκοριστικῶς «ὦ κάνθαρε».
σοβαρῶς: μὴ ἄγαν σπουδαίως πέτου.
μή μοι σοβαρῶς μὴ ἐκθύμως ἄγαν μηδὲ σπουδαίως.
τὰ τῶν ἵππων πλεονεκτήματα περιτίθησι τῷ κανθάρῳ
ἁβρύνεσθαι γὰρ καὶ γαυριᾶν ἀπαγορεύει αὐτόν,
γαυριᾶν αὐτὸν καὶ σοβαρῶς χωρεῖν λέγων,
ὃ μάλιστα τοῖς καλλιστεύουσι τῶν ἵππων ἔθος ποιεῖν.
Ὅμηρος· ὡς δʼ ὅτε … ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ καὶ κυδιόων, ὑψοῦ δὲ κάρη ἔχει. οὕτως οἱ σοβαροὶ θέουσιν ἵπποι.
τοῦτο ὡς ἱππικῆς ἔμπειρος ποιεῖ· οὐ βούλεται γὰρ αὐτὸν ἀθρόως διαδραμεῖν.
σεσοβημένος βαρέως. καὶ ἐν Νεφέλαις ἐπὶ τοῦ κεραυνοῦ σοβαρῶς χωρεῖ διὰ τὴν πυκνότητα.
τὸ «εὐθὺς ἀπʼ ἀρχῆς» λέγει.
πρὶν ἂν ἰδίῃς ἀντὶ τοῦ «πρὶν ἂν ἱδρώσῃς». Ὅμηρος· ἴδιον ὡς ἐνόησα, καὶ τὸ «καῦμα ἰδάλιμον», ἱδρῶτος παρασκευαστικόν.
οἱ γὰρ ἵπποι ἐν μὲν τῇ ἀρχῇ οὔκ εἰσιν ὀξεῖς ἐν τῷ δρόμῳ, καμόντες δὲ καὶ ἱδρώσαντες διαλυθέντων τῶν μελῶν ὀξύτεροι γίνονται.
οἱ γὰρ ἵπποι, οἳ οὔκ εἰσιν ὀξεῖς εἰς τὸν δρόμον ἐν τῇ ἀρχῇ, καμόντες καὶ ἱδρώσαντες ὀξύτεροι γίνονται.
ἶνας τὰς φλέβας.
καὶ μὴ πνεῖ μοι κακόν: μὴ βδέσῃς.
ἐκ γὰρ τῆς ἀναπνοῆς καὶ τοῦ ἱδρῶτος ἡ δυσωδία μᾶλλον ηὔξετο τοῦ κανθάρου.
δῆλον ὅτι καὶ αὐτὸ πρὸς τὰς τροφὰς αἰνίττεται.
ὦ δέσποτʼ ἄναξ διὰ τὸ μετάρσιον αὐτὸν ἦρθαι καὶ προσδοκᾶν ἐπιβήσεσθαι τοῦ οὐρανοῦ θειοτέρᾳ αὐτὸν ἐτίμησε φωνῇ ἄνακτα εἰπών.
τοῦτο ἔστι τὸ δέκατον μονόμετρον.
ποῖ δῆτʼ ἄλλως μετεωροκοπεῖς ποῦ δὴ περὶ τὰ μετέωρα πέτῃ, καὶ μάτην καὶ ὡς ἔτυχε κάμνεις; μετεωροκοπεῖν δέ ἐστι κυρίως τὸ τῷ πλάτει τῆς κώπης ματαίως τὴν θάλατταν τύπτειν. ἔφη δὲ καὶ ἐν ταῖς Νεφέλαις μετεωρολέσχας τοὺς φιλοσόφους, ὅτι τὰ οὐράνια περινοοῦσιν.
μετενήνεκται ἡ λέξις παρὰ τὸ «τί θαλασσοκοπεῖς καὶ πτερυγίζεις καὶ ἐντεῦθεν;»
μηχανησάμενος καὶ ἐγχειρήσας. ἀπὸ τῆς παλάμης, ᾗ τὰ πολλὰ κατασκευάζομεν.
τί πέτῃ παρὰ προσδοκίαν, ὡσανεὶ ἔλεγε «τί κάμνεις;» ἀπὸ κοινοῦ δὲ τὸ «μάτην», ἵνα ᾖ «τί μάτην πέτῃ;»
φλαῦρον: ἀντὶ τοῦ «φλύαρον, ἀηδές, δύσφημον».
ἀλλʼ ὀλολύζειν τὸ μετὰ κραυγῆς εὔχεσθαι. Ὅμηρος· αἱ δʼ ὀλόλυξαν.
ἀλλʼ εὔχεσθαι. καὶ Εὐριπίδης Ἐρεχθεῖ· ὀλολύζετʼ, ὦ γυναῖκες, ὡς ἐλέχθη θεᾷ ἡ χρυσὸν ἔχουσα γοργόνα ἐπίκουρος πόλει.
καὶ τὰς λαύρας λαύρας ἐκάλουν τὰς στενὰς ῥύμας, ἔνθα πᾶσα ἀκαθαρσία ἐστίν.
ἢ τοὺς ῥυπαροὺς τόπους. ἀποφράξαι οὖν παρακελεύεται καὶ πάντας τοὺς κοπρῶνας, ἵνα μὴ προσπνέοντα ἐρεθίσωσι τὸν κάνθαρον. μετέωρος δὲ ὢν ἐπὶ τοῦ κανθάρου ταῦτά φησιν.
τοὺς ῥυπαροὺς οὖν τόπους ἀποφράξαι παρακελεύεται καὶ τοὺς κοπρῶνας, ἵνα μὴ ἐρεθίσωσι τὸν κάνθαρον καὶ κατασπάσωσι κάτω δυσωδίαν πνέοντα. μετέωρος δὲ ὢν ἐπὶ τοῦ κανθάρου λέγει ταῦτα.
οὐκ ἔσθʼ ὅπως: ἡ εἴσθεσις τοῦ παρόντος συστήματος στίχων ἐστὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιβʹ. ἐπὶ τῷ τέλει παράγραφος.
οὐκ ἔσθʼ ὅπως: τὰ ἑξῆς ιβʹ ἰαμβεῖα, ὧν ἐπὶ τῷ τέλει παράγραφος.
σύστημα ἕτερον.
γράψομαι ἀντὶ τοῦ «κατηγορήσω». παίζει δὲ διὰ τὸ φιλόδικον τῶν Ἀθηναίων λέγων· καὶ τοῦ Διὸς κατηγορήσω ὡς προδιδόντος τὴν Ἑλλάδα τοῖς Πέρσαις. τοῦτο δὲ λέγει, ὅτι Λακεδαιμονίοις ἐβοήθουν οἱ Πέρσαι ἐν τῷ πολέμῳ τῷ πελοποννησιακῷ.
ταῦτα ἂν εἴη λέγων διὰ τοὺς αὐτομολοῦντας τῷ Μήδῳ καὶ ἀπαγγέλλοντας τὰ τῶν Ἀθηναίων πράγματα· οὓς καὶ λαμβάνοντες ἐκόλαζον.
Μήδοισιν αὐτὸν λεληθότως καὶ τῶν Ἑλλήνων καθάπτεται ὡς συνορώντων μὲν τὴν βλάβην καὶ ὅτι ὑπὲρ τῶν πολεμίων ὁ πόλεμος ἐστίν, διαφθείρεσθαι δὲ αὑτοὺς ἐώντων. ἄλλως τε καὶ φοβεῖν αὐτοὺς βούλεται δεικνύς, ὅτι ἐφεδρεύοντας ἔχουσι πολεμίους τοὺς βαρβάρους. καὶ ὅτιπερ μετὰ πολλῶν χρημάτων καὶ πόνων ποιεῖν ἐκείνους ἔδει, ὥστε ἐμβαλεῖν εἰς φιλονεικίαν καὶ διάστασιν τὸ ἑλληνικόν, ταῦτα ἐπʼ οὐδενὶ κέρδει ποιοῦσιν ἑαυτοῖς. ἃ γὰρ ὑπὲρ τῶν πολεμίων πράττεται, ταῦτα οὐκ ἄδηλον ὅτι κατὰ τῶν πραττόντων γίνεται.
οὐδέποτε ζῶντος ἐμοῦ οὔτε πορεύσῃ οὔτε γράψῃ.
οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα οὐκ ἔστιν ἄλλως γενέσθαι ἢ ἀνελθεῖν εἰς τὸν οὐρανόν.
ἀπέρχεται: δηλονότι ἀπέπτη.
ὁ οἰκέτης πρὸς τοὺς παῖδας ἐκείνου λέγει, πῶς καὶ αὐτοὶ δυνηθεῖεν πεῖσαι τὸν πατέρα μὴ ἀναπτῆναι.
διπλῆ καὶ εἴσθεσις εἰς περίοδον. ἔστι δὲ τετράκωλον, καὶ ἕκαστον δακτυλικόν, τὸ μὲν πρῶτον καὶ δεύτερον καταληκτικόν, τὸ δὲ τρίτον καὶ τέταρτον ἀκατάληκτον. ἀναπαιστικὸν δὲ αὐτὸ οὔ φαμεν, ἐπεὶ ἀπό τινος τύχης οὐδὲ ἀνάπαιστον ἔσχεν, ἀλλὰ πάντας δακτύλους πλὴν τριῶν συλλαβῶν.
ὦ πάτερ ὦ πάτερ σύστημα ἕτερον εἰς δύο διῃρημένον περιόδους. καὶ εἰσὶ τῆς μὲν πρώτης περιόδου δακτυλικὰ τετράμετρα δʹ, καὶ ἐν ἐκθέσει
στίχος ὅμοιος ἑξάμετρος· τῆς δὲ βʹ στίχοι ὅμοιοι δακτυλικοὶ ἑξάμετροι, οἳ καλοῦνται ἔπη, εʹ.
ἐπικὸν ἕν, μεθʼ ὃ τὰ τῆς δευτέρας περιόδου ὅμοια πέντε.
ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος.
σύστημα ἕτερον ἀνομοιομερές.
ὦ πάτερ ὦ πάτερ τὰ τοιαῦτα παραχορηγήματα καλοῦσιν, οἷα νῦν τὰ παιδία ποιεῖ καλοῦντα τὸν πατέρα, εἶτα πρὸς οὐδὲν ἔτι τούτοις χρήσεται.
ἦ ῥʼ ἔτυμός γε: εἴρηται παρὰ τὰ ἐξ Αἰόλου Εὐριπίδου ἆρʼ ἔτυμόν γε φάτιν εὗρον Αἴολος εὐνάζειν τέκνα φίλτατα.
ἐς κόρακας ἀντὶ τοῦ «μετὰ τῶν ὀρνέων». ἅμα δὲ καὶ ἐφʼ ὕβρει· ἐδόκει γὰρ ἀνωφελῶς ἀπιέναι, ὥσπερ οἱ εἰς τὸ σκότος ἀπιόντες.
ἐς κόρακας: δέον εἰπεῖν «εἰς οὐρανόν» ὁ δὲ ἀντὶ τοῦ «μετὰ ὀρνέων» εἶπεν. ἅμα δὲ καὶ ἐφʼ ὕβρει· ἐδόκει γὰρ ἀνωφελῶς ἀπιέναι, ὥσπερ οἱ εἰς τὸ σκότος ἀπιόντες.
δέον εἰπεῖν «εἰς οὐρανόν».
πολλάκις εἴπομεν, ἐπὶ τίνος «εἰς κόρακας» ἔλεγον οἱ παλαιοί, καὶ τὴν ἐπὶ τούτῳ ἱστορίαν διηγησάμενοι.
ἀστείως, ἐπειδὴ δοκεῖ νῦν ἀναπτήσεσθαι αὐτός.
γελοίως, ἐπειδὴ ἤμελλεν εἰς τοὺς ὄρνιθας πορεύεσθαι.
μεταμώνιος: ματαίως, πρὸς οὐδὲν χρήσιμον.
τὸ «μεταμώνιος» οἱ μὲν ἐξεδέξαντο «ματαίως καὶ πρὸς οὐδὲν χρήσιμον», οἱ δέ φασιν ἰδίως μεταμώνιον τὸ αἰωρηθὲν μετέωρον σημαίνειν πιστούμενοι τοῦτο παρὰ Σιμωνίδου οὕτως εἰπόντος κονία δὲ παρὰ τροχὸν μεταμώνιος ἠέρθη.
δοξάσαι ἔστι καὶ τοῦτο πρὸς τὸ ἐξ Αἰόλου Εὐριπίδου ἔπος δοξάσαι ἔστι, κόραι· τὸ δʼ ἐτήτυμον οὐκ ἔχω εἰπεῖν.
δοξάσαι: ἀντὶ τοῦ «ὑπονοῆσαι, εἰκάσαι».
πρὸς τὴν ὑπόνοιαν ἐπήγαγεν.
ἔνδον δʼ ἀργυρίου μηδὲ ὀβολοῦ ὄντος ἡμῖν διὰ τὸν πόλεμον. γεωργὸς γάρ ἐστι· διὸ καὶ τῇ ψακάδι ἁρμοδίως ἐχρήσατο.
μηδὲ ψακὰς ᾖ ψακὰς τὸ σμικρότατον, ὃ καὶ νιφὰς καλεῖται.
κολλύραν κολλύρα τὸ ἔλαττον τοῦ ἄρτου. τινὲς δὲ τὴν κολλύραν εἶδος ἄρτου φασίν, ὃ τοῖς παιδίοις διδόασιν.
καὶ πρὸς τῇ κολλύρᾳ ἀντὶ τοῦ ὄψου κόνδυλον. ἔπαιξε δὲ παρὰ τὸ λεγόμενον.
κολλύραν μεγάλην φαίνεται αἰνίττεσθαι τὸ ἐπὶ τῶν παιδίων λεγόμενον ἀρχαῖον ὄν ἢν δʼ οἶνον αἰτῇ, κονδύλους αὐτῷ δίδου ὑπὲρ τοῦ ἐθίζειν τοὺς παῖδας μηδέν τι περιττὸν αἰτεῖν.
ἔπαιξε παρὰ τὸ λεγόμενον εἰ δὲ οἶνον αἰτεῖ, κόνδυλον αὐτῷ δός ὑπὲρ τοῦ ἐθίζειν τοὺς παῖδας μηδέν τι περιττὸν ζητεῖν.
καὶ κόνδυλον Δημήτριος ὁ ζηνοδότειος μεταγράφει «κάνδυλον»· εἶδος δέ ἐστι πλακοῦντος. ἀλλὰ διὰ τὸ «ὄψον» περιττὴ ἡ μεταγραφή.
καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται: διπλῆ καὶ εἴσθεσις εἰς στίχους ἰαμβικοὺς τριμέτρους ἀκαταλήκτους κεʹ.
καὶ τίς πόρος σοι: εἴσθεσις διπλῆς ἀμοιβαίας …
οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι λʹ, ὧν τελευταῖος κατωκάρα ῥίψας με βου-κολήσεται. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.
ἰαμβείων λʹ διπλῇ ἔξω νενευκυίᾳ περατουμένων.
πόρος: ἀντὶ τοῦ «διάβασις».
ναῦς μὲν γὰρ: ἀμηχανοῦμεν, φησίν, ἐνθυμούμεναι, πῶς εἰς οὐρανὸν παραγενήσῃ. οὐ γὰρ νεὼς ἐπιβὰς εἰς οὐρανὸν ἀνέλθῃς.
ὁ λόγος ἐκ Σθενεβοίας Εὐριπίδου. τινὲς δὲ οἴονται ἐκ Βελλεροφόντου παρῳδῆσθαι. ἔστι δὲ ἐν τῇ Σθενεβοίᾳ παρὰ τῷ τραγικῷ οὕτως· πέλας δὲ ταύτης δεινὸς ἵδρυται κράτος ἔνθηρος ἢ ληστὴς φρουρεῖται κλυδῶνι δεινῷ καὶ βροτὸς τόνῳ βρέμει πτηνὸς πορεύγει.
πτηνὸς λέγεται καὶ πετεινὸν καὶ πτηνόν.
πῶλος ἤγουν ὁ κάνθαρος.
διχῶς ἡ ἀνάγνωσις, ἢ ἀρνητικῶς «οὐ πλεύσομαι», ἢ οὕτω· «ποῦ δὲ περαιωθήσομαι;»
οὐ ναυσθλώσομαι οὐ νεὼς ἐπιβήσομαι. κυρίως δὲ τὸ ναῦν μισθώσασθαι.
ὡς εἰς ναῦν.
τοῦ μυθοποιοῦ. φέρεται γὰρ αὐτοῦ μῦθος ἐχθρεῦσαι ἀετὸν καὶ κάνθαρον ἐκ τοῦ ἑκάτερον αὐτῶν θατέρου τὰ ᾠὰ διασπᾶν.
μόνος πετεινῶν: ὁ λόγος τοιοῦτός ἐστιν. ἁρπάζοντος τοῦ ἀετοῦ τοὺς νεοττοὺς τοὺς τοῦ κανθάρου ὁ κάνθαρος τὰ ᾠὰ τοῦ ἀετοῦ ἐκκλέψας ἐξεκύλισεν ἕως τοσούτου, ἕως ἦλθε πρὸς τὸν Δία. κατηγοροῦντος δὲ τοῦ ἀετοῦ προσέταξεν ὁ Ζεὺς τῷ ἀετῷ ἐν τῷ αὐτοῦ τοῦ Διὸς κόλπῳ νεοττεύειν. ἐπειδὴ δὲ τὰ ᾠὰ εἶχεν ὁ Ζεύς, περιίπτατο τὸν Δία ὁ κάνθαρος. ὁ δὲ ἐκλαθόμενος ἀνέστη ὡς σοβήσων ἐκ τῆς κεφαλῆς αὐτὸν καὶ κατέαξε τὰ ᾠά. ὁ δὲ λόγος πρὸς ἀδίκους ἐστίν, ὅτι οὐδεμία ἐστὶν αὐτοῖς ἀσφάλεια, οὐδʼ, ἂν εἰς τὸν κόλπον τοῦ Διὸς καταφύγωσι, διαφεύξονται τὴν τιμωρίαν.
μῦθος. ἐν τοῖς λόγοις Αἰσώπου φέρεται ἐχθρεῦσαι ἀετὸν καὶ κάνθαρον. ὁ μὲν γὰρ ἁρπάζων ἦν τοὺς νεοττοὺς τοῦ κανθάρου, ὁ δὲ τὰ ᾠὰ τοῦ ἀετοῦ ἐκκυλίων συνέτριβεν. ὁρῶν οὖν εἰς φθορὰν αὐτοῦ τὸ γένος ἐρχόμενον ἄνεισι πρὸς τὸν Δία καὶ λέγει τὴν συμφοράν. ὁ δὲ τὸν αὐτοῦ οἰκτείρας ὄρνιν ἐπὶ τὸν αὐτοῦ κόλπον νεοττεύειν ἐκέλευσε· καὶ ἦν ἔχων ἐν τοῖς κόλποις ὁ Ζεὺς τὰ ᾠά. τοῦτο μαθὼν ὁ κάνθαρος εἰς οὐρανοὺς ἄνεισι καὶ πρὸς τῇ τοῦ Διὸς ἀνέρχεται κεφαλῇ. ὁ δὲ εὐθὺς ἀναπηδήσας τοῦ θρόνου τὸν κάνθαρον ἀποτινάξασθαι θέλων ἔλαθε τὰ ᾠὰ συντρίψας τοῦ ἀετοῦ.
ὤʼ: τὸ πλῆρες ὠά.
κἀντιτιμωρούμενος ὁ κάνθαρος δηλονότι· πρῶτος γὰρ ὁ ἀετὸς ἠδίκησεν αὐτὸν φαγὼν τὰ νοσσία.
τραγικώτερος πρακτικώτερος ἢ ἀξιοπιστότερος, ἢ ἀτυχέστερος. αἰνίττεται εἰς τὸν Πήγασον καὶ τὸν Βελλεροφόντην Εὐριπίδου.
δυϊκῶς λέγει πρὸς ἄμφω τὰ παιδία. τοῦτο δὲ λέγει· ὅτι εἰ εἶχον τὸν Πήγασον, δύο τροφῶν εἶχον φροντίζειν, τῆς τε ἐκείνου καὶ τῆς ἐμῆς. τὰ γὰρ ἐμὰ ἀφοδεύματα ἐσθίων τρέφεται ὁ κάνθαρος.
ἐξολισθεῖν: πῶς διανήξασθαι δυνήσεται; ἐπεὶ τὰ πλεῖστα τῶν ὀρνέων ἐμπεσόντα εἰς ὕδωρ ἐκνήχεσθαι οὐ δύναται. διὰ τοῦτο καὶ τὰ πλεῖστα οὐ κολυμβᾷ.
τοὺς τραγικοὺς παίζει διὰ τὰ περὶ Ἰκάρου λεγόμενα.
διαβάλλει τὰ περὶ Ἰκάρου παρὰ τῶν τραγικῶν λεγόμενα.
ἢ ἐπεὶ δοκεῖ ὁ Βελλεροφόντης τὴν τοῦ Προίτου γυναῖκα μετὰ τὴν τῆς Χιμαίρας ἀναίρεσιν ἐπανελθὼν εἰς Κόρινθον ἀπατῆσαι ὡς ἕξων γυναῖκα, καὶ ἐπιβιβάσας τοῦ Πηγάσου εἰς μέσην ῥῖψαι τὴν θάλασσαν.
τὸ αἰδοῖον δείκνυσι παίζων. πηδάλιον δέ ἐστι κυρίως τὸ νῦν καλούμενον αὐχένιον.
ναξιουργὴς κάνθαρος στοχάσασθαι ἔστιν οὐδὲν πλέον ἢ ὅτι πλοῖα ἦν οὕτω λεγόμενα, κάνθαροι, ἐν Νάξῳ νήσῳ γινόμενα, —ὡς νῦν σίλφας τινὰ λέγουσιν ἀκατίων εἴδη, ἀλλὰ καὶ συνμικὸν τρόπος τρόπῶν φησὶν ὁ Κρατῖνος—καὶ ὅτι θαλασσοκρατοῦντές ποτε Νάξιοι ἐχρῶντο αὐτοῖς τοῖς κανθάροις ἐπὶ πλέον. μᾶλλον δὲ οὕτω δεκτέον· κάνθαρον μὲν πρὸς τὰ προκείμενα εἴρηκεν. τὸ δὲ «ναξιουργής» οὕτως· τῶν γὰρ πλοίων τὰς εὐρίπας τὰς ἀρχιτεκτονικὰς ἐκάλουν οἱ πρότεροι ἐπωνύμους, οἷον τοὺς νῦν λέμβους ναξιουργεῖς ὠνόμαζον,
—ἐκ τοῦ αὐτοῦ δὲ εἴδους καὶ τὸ κνιδιουργεῖς—
λέγει δὲ καὶ κνιδουργεῖς ἄλλας ναῦς ἀπὸ Κνίδου
καὶ τὸν κέρκυρον ἀπὸ Κερκύρας καὶ τὸν πάρωνα ἀπὸ Πάρου. ἄντικρυς δὲ Μένανδρος ἐν Ναυκλήρῳ κάνθαρον εἶπε πλοῖον εἶναι. ἔστι δὲ καὶ εἶδος ποτηρίου.
εἶδος πλοίου ὁ κάνθαρος, ὡς αἱ τριήρεις. διὰ τούτων δὲ βούλεται δεῖξαι, ὡς πανταχοῦ χρειώδης αὐτῷ ὁ κάνθαρος.
μέρος τοῦ Πειραιῶς, ὡς Καλλικράτης φησὶν ἢ Μενεκλῆς ἐν τῷ περὶ Ἀθηνῶν γράφων οὕτως· «ἔχει δὲ ὁ Πειραιεὺς λιμένας τρεῖς, πάντας κλειστούς. εἷς μέν ἐστιν ὁ Κανθάρου λιμὴν οὕτω καλούμενος ἀπό τινος ἥρωος Κανθάρου, ἐν ᾧ τὰ νεώρια ἑξήκοντα, εἶτα τὸ Ἀφροδίσιον, εἶτα κύκλῳ τοῦ λιμένος στοαὶ πέντε».
Κανθάρου λιμήν: ἀπὸ Κανθάρου ἐπιχωρίου ἥρωος οὕτω λιμὴν ἐκαλεῖτο ἐν τῷ Πειραιεῖ.
μήποτε ὅπου ἡ τῶν τοιούτων πλοίων στάσις ἦν, οὕτως ἐκράτησε καλεῖσθαι. τῷ ὄντι γάρ ἐστιν ἐν τῇ Ἀττικῇ κώμη λεγομένη οὕτως, Κανθάρου λιμήν, οὐχὶ Κάνθαρος, ὡς Φιλόχορος ἱστορεῖ, ἀπὸ ἥρωος ἐπιχωρίου τινός. οἰκείως δὲ τούτου ἐμνημόνευσε—καίτοι πλέονας λιμένας ἔχοντος τοῦ Πειραιῶς—διὰ τὸ ζῷον, ᾧ ἐπωχεῖτο.
χωλὸς ὢν: διό τι δρᾶμά ἐστιν Εὐριπίδου Βελλεροφόντης,
τοῦτο πρὸς Εὐριπίδην ἀποτείνεται, ἐπειδὴ ἐκεῖνος δρᾶμα ἐποίησε τὸν Βελλεροφόντην,
ἐν ᾧ χωλὸν εἰσήγαγεν αὐτὸν διὰ τὸ πεπτωκέναι ἀπὸ τοῦ Πηγάσου βουλόμενον εἰς οὐρανὸν ἀνελθεῖν. δεῖ σε οὖν, φησί, προσέχειν μὴ πεσὼν διαθραυσθῇς καὶ γένῃ τραγῳδία.
εἶτα χωλὸς ὢν: δεῖ σε, φησί, μὴ πεσεῖν προσέχειν, ὅπως μὴ διαθραυσθῇς καὶ γένῃ τραγῳδία. ἀποτείνει δὲ πρὸς Εὐριπίδην, ὃς ἐν δράματι χωλὸν εἰσάγει τὸν Βελλεροφόντην διὰ τὸ πεπτωκέναι ἀπὸ τοῦ Πηγάσου.
λόγος ἡ ὑπόθεσις. λέγει δὲ περὶ Φιλοκτήτου καὶ Βελλεροφόντου. κωμῳδεῖ δὲ τὸν Εὐριπίδην ὡς χωλοποιόν.
πρὸς τοὺς θεατάς.
μὴ βδεῖτε διασύρων τὴν ὅλην τοῦ κανθάρου πραγματείαν τοῦτό φησιν. ποῖαι γὰρ ῥῖνές εἰσι κανθάρῳ, ἵνα καὶ ὀσφρανθῶσιν;
κατωκάρα ὅτι τὸ ἐπὶ τῆς κεφαλῆς πεσεῖν οὕτω λέγουσιν Ἀττικοί, οὐ διῃρημένως, ἀλλʼ ὑφʼ ἓν γράφοντες. Πίνδαρος οἱ μὲν κατωκάρα δεσμοῖσι δέδενται.
ἐπίρρημά ἐστι σύνθετον, καὶ σὺν τῷ ι γράφει Ἡρωδιανός.
οἷον τὴν κεφαλὴν κάτω ποιήσας ῥίψει με βουκοληθεὶς καὶ δελεασθεὶς τῇ ὀδωδῇ τῶν ἀποπατημάτων.
τοῦτο ἀπὸ τῶν ἵππων εἴληπται· πολλοὶ γὰρ αὐτῶν τὸν τρόπον τοῦτον εἰώθασι ποιεῖν, ἀποσείεσθαι τοὺς ἐπιβάτας.
κατωκάρα κατωφερῶς.
ἀντὶ τοῦ «νεμηθήσεται, τραφήσεται».
διπλῆ καὶ εἴσθεσις εἰς περίοδον ἀναπαιστικὴν τοῦ πρεσβύτου ὀκτωκαιτριακοντάμετρος ιθʹ κώλων.
ἀλλʼ ἄγε Πήγασε: ἡ ἔκθεσις τῆς διπλῆς κώλων ἐστὶν ἀναπαιστικῶν ιθʹ· εἴρηται γάρ, ὅτι καὶ ἑτέρῳ μέτρῳ τὰς ἐκθέσεις ποιοῦσιν. εἰσὶν οὖν τὰ μὲν ιηʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ ιθʹ δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς παροιμιακόν. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος. ἐν εἰσθέσει δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ζʹ. ἐπὶ τῷ τέλει παράγραφος.
ἔκθεσις τῆς διπλῆς ἐκ στίχων ἀναπαιστικῶν διμέτρων ἀκαταλήκτων πλὴν τοῦ τελευταίου· τοῦτο γὰρ ἑφθημιμερές. ὑφʼ ὃ αἱ συνήθεις δύο διπλαῖ. ἐν εἰσθέσει δὲ ἰαμβεῖα ζʹ. ἐπὶ τῷ τέλει κορωνίς.
ἀλλʼ ἄγε Πήγασε μετὰ τὸ παρακελεύσασθαι τῷ ὄχλῳ καὶ τοῖς ἑαυτοῦ παιδίοις κατὰ μηδὲν ἐρεθίσαι τὸν κάνθαρον, τότε παρακελεύεται καὶ αὐτῷ.
καὶ τάδε ἐκ τοῦ Βελλεροφόντου ἴθι χρυσεοχάλινε αἶρων πτέρυγας τὸν κάνθαρον τῷ Πηγάσῳ ἀπεικάζων.
ψαλίων στομίων, χαλινῶν.
φαιδροῖς ὠσὶ: πραέσι, μὴ ὀρθοῖς. τοῦτο γὰρ πάσχουσιν οἱ ἵπποι ὥσπερ παροξυνόμενοι εἰς ἄκρατον δρόμον.
λαύρας ῥύμας, ῥυπαροὺς τόπους.
ἀπὸ μὲν κάκκης ἀντὶ τοῦ «κακίας». ἔχει καὶ τὸ κακέμφατον. παρατηρητέον δέ, ὅτι καὶ οἱ ἀρχαῖοι τὴν ἀκαθαρσίαν κάκκην καλοῦσι, καὶ μάλιστα τὸ δύσοσμον ἀποπάτημα.
ἀπό θʼ ἡμεριῶν ἀντὶ τοῦ «θνητῶν καὶ ἐπιγείων πάντων».
ἐν Πειραιεῖ παρὰ ταῖς πόρναις πόρνειον γὰρ ἦν ἐκεῖσε· ἐμπόριον γάρ ἐστι, καὶ διὰ τὸ κατωφερὲς τῶν ναυτῶν ἐκεῖσε ἔτρεχον αἱ πόρναι.
οὐ κατορύξεις: ἀντὶ τοῦ «οὐ συγχώσεις καὶ ἀποκρύψεις τὴν σαυτοῦ κόπρον;».
ἐπιφορήσεις: ἐπάξεις καὶ ἐπιβαλεῖς.
ἀττικῷ ἐν σχήματι εἶπεν. ἢ λείπει κόνιν.
ἕρπυλον ἄνω εἶδος ἄνθους σαμψύχῳ ὅμοιον. μάλιστα δὲ παρὰ τοῖς ὕδασι θάλλει. μέμνηται καὶ Θεόφραστος.
βοτάνη εὔοσμος, ἣν εἰώθασι παρὰ τοὺς τάφους φυτεύειν.
εἶδός τι πολυρρίζου φυταρίου. τοῦτό φασι καὶ λέγεσθαι ἕρπυλον παρὰ τὸ ἕρπειν ταῖς ῥίζαις. τοῦτο δὲ συμβουλεύει ἐπιφυτεῦσαι τῷ ἀποπατήματι ὡς δυνάμενον διὰ τῶν ῥιζῶν περικαλύψαι αὐτὸ καὶ ἀφανίσαι τὴν δυσωδίαν ὑπὸ τῆς εὐωδίας· ἔστι γὰρ εὐωδές.
καὶ μύρον ἐπιχεῖς καὶ ἐπιβαλεῖς μύρον εἰς αὔξησιν, διὰ τὸ τέλεον ἀφανισθῆναι τὴν ὀσμήν. παρείληφε τοῦτο, διόπερ οὐδʼ ἀτελῶς ἠρκέσθη ὀλίγον τῆς γῆς ἐπιβαλεῖν, ἀλλʼ ἐπήγαγεν ἐκ πολλῶν.
ἡ πόλις ἡ Χίων ἅμα μὲν ὡς Χίων διὰ μαλακίαν εὐρυπρώκτων ὄντων καὶ ἑτοίμων πρὸς τὸ ἀποπατεῖν, ἅμα δὲ ὡς ἐκ πάσης προφάσεως τῶν Ἀθηναίων συκοφαντούντων καὶ ζημιούντων τὰς πόλεις καὶ λεγόντων· ὅτι Χῖος ἦν ὁ ἀποπατῶν, καὶ διὰ τοῦτο ὁ κάνθαρος ἔπεσεν ἐπὶ τὴν ὀσμήν. ἢ μᾶλλον αὐτοὺς κωμῳδεῖ διὰ τὸ ὑπονοεῖν αὐτοὺς ἀποστήσεσθαι τῶν Ἀθηναίων.
ἡ πόλις ἡ Χίων: τοῦτο ὡς ἐκ παροιμίας τῶν Ἀθηναίων ἐκ πάσης προφάσεως συκοφαντούντων καὶ ζημιούντων τὰς πόλεις καὶ λεγόντων· ὅτι Χῖος ἦν ὁ ἀποπατῶν, καὶ διὰ τοῦτο ὁ κάνθαρος ἔπεσεν ἐπὶ τὴν ὀσμήν. κωμῳδεῖ δὲ Χίους ὡς εὐρυπρώκτους ὄντας καὶ ἑτοίμους εἰς τὸ ἀποπατεῖν.
τούτους ὡς ἀκρασίαν μαλακίας ἔχοντας σκώπτει. καὶ οἱ πάντες δὲ Ἴωνες τοιοῦτοί εἰσιν, οἱ δὲ Χῖοι ἐξαιρέτως.
διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους τριμέτρους ρκϛʹ, ὧν τὸ τελευταῖον καὶ νησιώτας· δεῦρʼ ἴτʼ ὦ πάντες λεώ. ἐπʼ ἐνίοις δὲ ἀντιγράφοις μετὰ στίχους ναʹ ἐστὶ κωλάριον τόδε τί φησι; καὶ μετʼ ἄλλους ληʹ τόδε ἰὴ ἰή.
ὦ μηχανοποιέ πρὸς τὸν ἐν τῷ θεάτρῳ μηχανοποιόν φησιν.
προσέχετε τὸν νοῦν τουτέστιν ἀλήθειαν λέξω, ἐπεὶ τὰ πρῶτα διασύρων δοκεῖ τὸν Βελλεροφόντην.
γρ. καὶ πνεῦμα.
πνεῦμα γρ. καὶ πρᾶγμα.
λέγει τὴν γαστέρα.
χορτάσω ἀποπατήσας δηλονότι.
πόθεν βροτοῦ με κορωνὶς καὶ εἴσθεσις ἀμοιβαία.
οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι νϛʹ, ὧν τελευταῖος καὐτὸς θυείας φθέγμα πο-λεμιστηρίας.
ἐξ ἰαμβείων νϛʹ.
ἐπὶ τῷ τέλει κορωνίς.
πόθεν βροτοῦ με: ἀντὶ τοῦ «αἴσθησις ἀνθρώπου εἰσελήλυθεν».
λείπει ὀσμὴ ἢ φωνή.
ἢ ὀσμὴ ἢ φωνή. ἐλλειπτικῶς κατὰ τοὺς Ἀττικούς.
ὁ Ἑρμῆς ἐστιν ὁ ταῦτα λέγων ἤδη Τρυγαίου προσπεπελακότος τῷ οὐρανῷ.
ὦναξ Ἡράκλεις θεασάμενος τὸν κάνθαρον ὁ Ἑρμῆς καὶ ἐκπλαγείς φησι τὸ «ἄναξ Ἡράκλεις».
ἔπαιξε παρὰ τὸ ἱπποκένταυρος.
τοῦτο μάλιστα μὲν πρὸς τὸ ὑπὸ τοῦ Ἑρμοῦ εἰρημένον «ὦ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε» δοκεῖ ἐξ ἐκείνων λελέχθαι, τὸ δὲ ἀληθὲς τὴν ἀφορμὴν ἐκ τοῦ Σκείρωνος παρʼ Ἐπιχάρμου ἔχει, ἐπεὶ κἀκεῖνος πεποίηκε τὸν φορμὸν ἐρωτηθέντα «τίς ἐστι μήτηρ;» ἀποκρινόμενον· ὅτι «σηκίς», καὶ «τίς ἐστι πατήρ;» εἰπόντα· «σηκίς», καὶ «τίς ἀδελφός;» ὁμοίως «σηκίς». ἀλλʼ ἐκεῖνος μὲν ἔδοξε πρὸς τὸ ἐρωτώμενον τὸ ἑξῆς ἀποκρίνεσθαι· ἔστι γάρ τις τοῖς φορμοῖς συγγένεια πρὸς τὰς σηκίδας. ἐνταῦθα δὲ οὐκέτι κατὰ τὸ συγγενὲς οὗτος ἀπεκρίθη.
μιαρώτατος πρὸς ἃ εἶπεν αὐτῷ καὶ αὐτὸς ἀποκρίνεται.
ὅπως οὐκ ἀποθανεῖ διασύρει αὐτόν.
Τρυγαῖος ἀθμονεὺς τὸ μὲν ὄνομα Τρυγαῖος παρὰ τὸ τρυγᾶν πεποίηται ἁρμόζον γεωργῷ, τὸ δὲ «ἀθμονεὺς» ἀπὸ δήμου ἀττικοῦ. οἱ δὲ τῆς Ἀτταλίδος φυλῆς, οἱ δὲ τῆς Κεκροπίδος.
οὐδʼ ἐραστὴς πραγμάτων ἐδόκουν γὰρ οἱ γεωργοί, καὶ μάλιστα οἱ δεξιοί, ἀπραγμοσύνην ἀσπάζεσθαι.
τὰ κρέα ταυτί σοι φέρων ὅτι καὶ κατὰ συστολὴν ἔλεγον, οὐ μόνον, ὥς φασί τινες, ἐν ἐκτάσει τὰ κρέα. ὡς πρὸς λίχνον δὲ τὸν Ἑρμῆν ταῦτα λέγει.
ὦ δειλακρίων ἀπὸ τῶν κρεῶν.
συνέπλεξε τοῖς κρέασι τὸ δειλόν.
συνῆψε τὸ ὄνομα οἷον «ὦ ἄκρως δειλέ» ἤγουν ὦ ἐπίπονε.
ἰδὼν γὰρ τὰ κρέα καὶ λαβὼν αὐτὰ εὐθὺς κατέκλασται, καὶ τὴν ὀργὴν μεταβαλλόμενος ἐλεεῖ αὐτόν.
δειλακρίων: ὁ Ἑρμῆς ἐλέγετο ὡς λίχνος· κρεαδίων γὰρ ἐπιδεικνυμένων αὐτῷ κατήρχετο αὐτίκα.
ὦ γλίσχρων «γλίσχρων» ἀντὶ τοῦ «ἐπιθυμητά» ἀπὸ τοῦ γλίχεσθαι.
γλίσχρωνας τοὺς ἀτυχεῖς εἰώθασι λέγειν, καὶ γλισχρίαν τὴν ἀτυχίαν. νῦν δὲ ἀντὶ τοῦ «ὦ ἐπίπονε».
ὅτι φιλοτίμως εἰς τὸν οὐρανὸν ἀνέβην.
νυν δή.
ἰὴ ἰὴ ἰή: τὸ μῆκος σημαίνων τοῦτό φησιν. πρόσφθεγμα δέ ἐστι καταφρονοῦντος.
ὅτʼ οὐδὲ μέλλεις οὐ μόνον, φησίν, οὐκ εἶ πλησίον τῶν θεῶν, ἀλλʼ οὐδὲ μέλλεις. μετῴκησαν γάρ, φησίν. ὅθεν; διʼ ὑμᾶς, ὅτι οὐ βλέπετε εἰρήνην.
ἰδοὺ γῆς χλευάζων φησίν. ὅτι εἶπε «ποῖ γῆς;» ὡς ἐν οὐρανῷ αὐτῶν οἰκούντων.
τινές φασι κύτταρον τὸ ὑψηλότατον τοῦ οὐρανοῦ. λέγουσι γὰρ κοῖλον εἶναι τὸν οὐρανὸν ὥσπερ τοῦ ᾠοῦ τὴν λεπίδα.
τὸν κύτταρον Λυκόφρονά φησιν Ἐρατοσθένης τὸ κύτταρον λέγειν ἐν ᾧ αἱ φηγοὶ ἐγκάθηνται, οὐκ ὀρθῶς. κυττάρους γὰρ καλοῦσι τὰς τῶν κηρίων καὶ σφηκίων κατατρήσεις, ὡς καὶ ἐν τοῖς Σφηξὶν εἴρηκεν ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι. Θεόφραστος δὲ κυρίως λέγει προάνθησίν τινα τῆς πεύκης καὶ τῆς πίτυος, ἥτις ἐστὶν ὥσπερ στάχυς μικρὸς ἐκ μεγάλων πυρῶν, ξηραινόμενος δὲ θυλακοῦται καὶ ἀποπίπτει. οἷον οὖν ἀγγειῶδες.
«κύτταρον» δὲ «οὐρανοῦ» λέγοι ἂν νυνὶ μεταφορικῶς τὸ κοιλότατον καὶ μυχαίτατον·
μεταφορικῶς δὲ τὸ κοιλότατον καὶ μυχαίτατον εἶπε τοῦ οὐρανοῦ.
προεῖπε γάρ, ὅτι πόρρω πάνυ ἀπῳκισμένοι εἰσὶν οἱ θεοί. ὁ δὲ λόγος· εἰς τὰ ἔσχατα καὶ ἀπόκρυφα μέρη ἀπεληλύθασι τοῦ οὐρανοῦ.
τὰ λοιπὰ τηρῶ καὶ ταῦτα γελοίου χάριν, καὶ ἐπιδιασύρων ταῦτά φησιν. μέγας γὰρ δὴ πλοῦτος, εἰ ἐν σκευαρίοις ἐστὶ τοῖς θεοῖς ἡ περιουσία.
ἀμφορεῖς ἐκάλουν τὰ μέτρα.
ὅπου ᾤκουν πρότερον καὶ διέτριβον οἱ θεοί, κατῴκισαν τὸν Πόλεμον.
ὑμᾶς παραδόντες: τῷ Πολέμῳ δηλονότι.
ἀνῳκίσανθʼ: ἀντὶ τοῦ «ἀπῳκίσαντο καὶ ἀνεχώρησαν», ὡς ἂν μὴ παρεῖεν αὐτοῖς τὰ δυσχερῆ.
ὅπως ἀνωτάτω ἀντὶ τοῦ «ἁπάντων ἀνωτάτω».
ἀντὶ τοῦ «ὅσον δυνατὸν ἦν».
τοῦ δʼ εἵνεχʼ ἡμᾶς τίνος χάριν καθʼ ἡμῶν τοσαύτην ἔσχον ὀργήν.
ἐκ πολλῶν μὲν καὶ ἄλλων δῆλον, ὅτι παρὰ τὸν πελοποννησιακὸν πόλεμον συνετάχθη τοῦτο τῷ ποιητῇ τὸ δρᾶμα· δῆλον δὲ μάλιστα τοῦτο πεποίηκε νῦν φανερῶς τοῦ πολέμου τούτου μνημονεύσας.
ἐκείνων πολλάκις: τῶν θεῶν ἢ τῶν Λακεδαιμονίων. ὅτι πολλάκις Λακεδαιμόνιοι βουλόμενοι εἰρηνεῦσαι ἦλθον, καὶ οὐκ ἐδέξασθε αὐτούς.
τῶν θεῶν πρυτανευόντων ὑμῖν τὴν εἰρήνην ἀεί.
σφόδρα ὁμηρικῶς τῶν μὲν ἀγαθῶν καὶ τῆς εἰρήνης δοτῆράς φησι τοὺς θεούς, τοῦ δὲ πολέμου οὐκέτι· οἷον δὴ νῦν βροτοὶ θεοὺς αἰτιῶνται. ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι· οἱ δὲ καὶ αὐτοὶ σφῇσιν αὐτα.
ἐπειδὴ ἐν ταῖς σπονδαῖς ἐπιμαρτύρονται τοὺς θεούς.
οἱ Λακωνικοί: ὡς φιλοπολέμων ὄντων τῶν Λακώνων καὶ τὴν εἰρήνην οὐ προσιεμένων πρῶτον ἐμνήσθη.
χρησίμως τῶν Λακώνων πρῶτον εἰς ἀδικίαν ἐμνημόνευσεν ὡς φιλοπολέμων ὄντων ἐκείνων ἀεὶ καὶ τὴν εἰρήνην οὐ προσιεμένων.
εἰ γὰρ ἔτυχε τοὺς Ἀθηναίους προτάξας, πρῶτον μὲν εὐθὺς ἀπήχθετο τοῖς ἀκούουσιν, ἔπειτα διαβολὴν ἂν ἀπειργάσατο κατὰ τῆς πόλεως οὐ τὴν τυχοῦσαν. καὶ γὰρ εἰ μετὰ ταῦτα μνημονεύει καὶ τῶν Ἀθηναίων ὡς καὶ αὐτῶν ἀποπεμπομένων τὴν εἰρήνην, ὁπότε κρατήσειαν, ἀλλʼ οὖν ἥττων ἡ διαβολὴ μάλιστα τῷ τὸν πρῶτον λόγον λεχθέντα τῶν ἀκουόντων πλήττειν τὰς ἀκοάς. ἔπειτα τὸ ἀμύνεσθαι τοῖς ἴσοις τοὺς προηδικηκότας συγγνωστὸν παρὰ πᾶσι κἀν τούτῳ τὴν αἰτίαν δικαίως ἀποφερομένων τῶν προηδικηκότων. τὸ αὐτὸ δὲ δηλοῖ καὶ τὸ «Θουκυδίδης συνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων», ἵνα αὐτῶν μᾶλλον τὸ ἔργον ᾖ.
ἀντὶ τοῦ «τοιοῦτό τι ἔλεγον».
ναὶ τὼ σιὼ οὕτω τοὺς Διοσκούρους οἱ Λακεδαιμόνιοι σιοὺς ἔλεγον, ὡς Ἀθηναῖοι θεὼ Δήμητραν καὶ Περσεφόνην. ἔθος δὲ τοῖς Λακεδαιμονίοις ἐπὶ τοῦ «νὴ τὼ θεώ» τρέπειν τὸ θ εἰς τὸ σ καὶ τὸ ε εἰς τὸ ι.
νῦν ἀττικίων εἰ οἱ Λακεδαιμόνιοι μικρὸν ἐν τῇ μάχῃ κρατήσωσιν, εὐθέως λέγουσι· μὰ τοὺς θεούς, νῦν δώσουσιν οἱ Ἀθηναῖοι δίκας.
καὶ πάλιν ἐὰν οἱ Ἀθηναῖοι νικήσωσιν, εἶτα Λακεδαιμόνιοι ἔλθωσιν εἰρήνην ποιῆσαι βουλόμενοι, εὐθέως ἀντιλέγουσιν
εἰ δʼ Ἀθηναῖοι νικήσουσιν, εὐθέως ἀντιφθέγξονται Λάκωνες· καὶ εἰ ἔλθωσι μετὰ τὴν ἧτταν εἰρήνην ζητοῦντες οἱ Λακεδαιμόνιοι, λέγουσιν
Ἀθηναῖοι· ἐξαπατῆσαι ἡμᾶς βούλονται, ἵνα ποιήσωμεν εἰρήνην, ἐπεὶ νικῶμεν· διὸ οὐ δεῖ πεισθῆναι ἡμᾶς.
οὕτως ἔλεγον ἐνυβρίζοντες καὶ εὐτελίζοντες καὶ εἰς ἧττον φέροντες ὑποκοριστικῶς τοὺς Ἀθηναίους ἐν τῷ ὀνόματι, ἐν ᾧ καὶ Ἴωνες ἔγκεινται.
παίζει· ἐπειδὴ εἶπεν ἄνω «Λακωνικοί» ὑποκοριστικῶς, διὰ τοῦτο καὶ «Ἁττωνικοί».
ἐχρῆν μᾶλλον αὐτοὺς τὴν πάτριον ὀμόσαι, λέγω δὲ τὴν Ἀθηνᾶν· καὶ γὰρ τοὺς Πελοποννησίους τοὺς πατρίους αὐτῶν ἐποίησεν ὀμόσαντας θεούς. πλήν, εἰδέναι δεῖ, διὰ τοῦτο πεποίηκεν ὀμνύντας αὐτοὺς τὸν Δία, διὰ τὸ αὔξειν καὶ ἀποσεμνύνειν τὰ τῶν Ἀθηναίων πράγματα καὶ ἐν τούτῳ ἐπαίρων τοὺς Ἀθηναίους, ὡς οὐκ Ἀθηνᾷ μόνῃ χρήσαιντο συμμάχῳ, ἀλλὰ καὶ Διί.
σκώπτει τὸ ὑπερήφανον τῶν Ἀθηναίων.
ἥξουσι καὖθις: ἐὰν «πόλιν» γράφηται, λέγει· ὅτι πάλιν ἥξουσι δεόμενοι τῆς εἰρήνης τυχεῖν οἱ Λακεδαιμόνιοι, ἐὰν ἔχωμεν ἀσφαλῶς τὴν πόλιν. ἄδηλον δέ, ποίαν πόλιν λέγει, τὴν Λακεδαιμονίων ἢ τὰς Ἀθήνας. ἐὰν δὲ γράφηται «Πύλον», ἀληθείας μᾶλλον ἔχεται
οἱ μὲν πολλοὶ ταύτην ἐξέλαβον τὴν ἀνάγνωσιν, ἵνʼ ᾖ δηλούμενον «καὶ πάλιν ἥξουσι τῆς εἰρήνης δεόμενοι τυχεῖν οἱ Λακεδαιμόνιοι, ἐὰν ἀσφαλῶς κατέχωμεν τὴν πόλιν». ἔστι δὲ ἀμφίβολος ἡ ἐξήγησις αὕτη, ποίαν πόλιν βούλεται, πότερον τῶν Λακεδαιμονίων ἢ τὰς Ἀθήνας. ἐν ἀντιγράφῳ δὲ εὗρόν ποτε «ἢν ἔχωμεν τὴν Πύλον», καὶ οὐκ ἄκαιρος αὕτη ἡ γραφή, ἐπεὶ καὶ ἀληθείας ἔχεται κατὰ πάντα, καὶ
διὰ τοὺς ληφθέντας τριακοσίους ἐν Σφακτηρίᾳ καὶ διὰ τὸ ἐπιτείχισμα, ὅπερ Ἀθηναῖοι κατέστησαν ἐν Πύλῳ, καὶ ὅτι ληφθείσης αὐτῆς περὶ εἰρήνης πρῶτοι Λακεδαιμόνιοι πρὸς Ἀθηναίους ἐπρέσβευσαν.
οὐχ ὡς ὡρισμένην τινὰ πόλιν, ἀλλʼ ὡς, ἐπειδὰν πόλιν τινὰ τῶν Πελοποννησίων προσκείμενοι πιέζωσι, ταῦτα λεγόντων αὐτῶν.
ἡμεδαπὸς: ἀντὶ τοῦ «ἡμέτερος».
ἔστι τι καὶ ἄντρον ἐπὶ τῆς σκηνῆς.
ἐπέβαλεν, ἐπεσώρευσεν. ὅπλον γὰρ πολέμου καὶ ὁ λίθος.
καὶ λίθους.
θυείαν: ἀγγεῖον εἰς ὃ ἐμβάλλοντές τινα τρίβομεν καὶ λειοῦμεν.
τρίβειν ἀντὶ τοῦ «ἐν πολέμῳ βούλεται τὰς πόλεις ἐπὶ πολὺ διατρίβειν».
ἅμα μὲν παρὰ τὸ τρίβειν ἐν θυείᾳ μυττωτόν, ἅμα δὲ παρὰ τὸ ἐπιτρίβειν καὶ ὥσπερ αὐτοὺς δαπανᾶν.
καὶ γὰρ ἐξορμᾶν κατʼ ἐμὴν γνώμην, καὶ ὡς οἴομαι, ἑτοίμως ἔχει. εἰώθασι γὰρ καὶ πληθυντικῶς τῇ συντάξει κεχρῆσθαι ταύτῃ· καὶ γὰρ ἐξιέναι μέλλει κατὰ γνώμας τὰς ἐμάς.
φέρʼ αὐτὸν ἀποδρῶ νοεῖν δεῖ τὸν Τρυγαῖον ἀπὸ τοῦ κανθάρου ἀποβεβηκότα ἐπὶ τῆς σκηνῆς.
θυείας: ἀντὶ τοῦ «σάλπιγγος».
θυείας φθέγμα: ἀντὶ τοῦ εἰπεῖν «σάλπιγγος» «θυείας» εἶπεν.
ἰὼ βροτοὶ βροτοὶ κορωνὶς ἑτέρα ἑτέρων ὑποκριτῶν εἰσιόντων. οἱ δὲ στίχοι
εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ξγʹ. καὶ ἐν ἐκθέσει ἕτεροι δύο τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ ὅμοιοι τοῖς ἑξῆς, ὧν τελευταῖος νῦν γὰρ ἡμῖν ἁρπάσαι πάρεστιν ἀγαθοῦ δαίμονος.
ὅμοιοι τοῖς προφθάσασι ξγʹ. καὶ ἐν ἐκθέσει τροχαϊκοὶ τοῖς ἑξῆς ὅμοιοι δύο.
ἐπὶ τῷ τέλει κορωνὶς ἐξιόντων τῶν ὑποκριτῶν.
ἰὼ βροτοὶ: ὁ Πόλεμος ἐξέρχεται θέλων τρῖψαι μυττωτόν. σκευὴ δὲ αὕτη ἐκ τυροῦ καὶ σκορόδου καὶ μέλιτος καὶ πράσου.
τινές φασι τὸν Δία ταῦτα λέγειν.
τὰς γνάθους ἢ τριβόμενοι ἐν τῇ θυείᾳ ἢ τὸν μυττωτὸν ἐσθίοντες, ὃν τρίβειν παρασκευάζεται ὁ Πόλεμος.
ἐπειδὴ ἀπὸ τοῦ δικαστηρίου ἐσθίουσιν, πολέμου δὲ ὄντος ἀργεῖ τὰ δικαστήρια. λέγει οὖν ἀντὶ τοῦ εἰπεῖν.
λιμώττοντες.
διὰ τὸν πόλεμον τοῦτό φησιν· ἐν γὰρ τῷ πολέμῳ λιμώττουσι καὶ διὰ χρόνου ἐσθίουσι, καὶ συμβαίνει ἐκ τῆς ἀργίας τοῦ μὴ ἐσθίειν πάσχειν αὐτοὺς τὰς γνάθους ὕστερον ἐσθίοντας.
ταῦτά φησι θεασάμενος τὸν Πόλεμον μείζονα τὴν ὑπόνοιαν ἔχοντα τῆς πείρας τῆς διὰ τῆς ὄψεως.
ταλαύρινος: ὑπομονητικός, καρτερικὸς ἐν τῇ μάχῃ.
ὁ κατὰ τοῖν σκελοῖν συμβολικὸν ἀπὸ τῶν διὰ δειλίαν ἀποτιλώντων.
ἰὼ Πρασιαὶ πόλις λακωνική. ἅμα δὲ πράσον ἐμβάλλων ταῦτά φησιν. ἔστι δὲ καὶ τῆς Ἀττικῆς ἐπίνειον, ὥς φησι Θουκυδίδης καὶ Φιλόχορος, μήποτε δὲ οὐχ οὕτως ἔχον· οὐκ ἂν γὰρ ἔλεγεν ἑξῆς· οὐδὲν πρὸς ἡμᾶς αἱ Πρασιαί.
πεντάκις ἀντὶ τοῦ «πολλάκις».
τουτὶ μὲν ἄνδρες οὐδὲν ἡμῖν πρᾶγμα πρὸς τὴν ὁμωνυμίαν φησὶ τῶν ἐν τῇ Λακωνικῇ Πρασιῶν, ὅτι ἡμεῖς τοῦ κακοῦ τούτου ἀλλότριοί ἐσμεν.
ὦ Μέγαρα ἅμα ταῦτα λέγων ὁ Πόλεμος καὶ σκόροδα βάλλει εἰς τὴν θυείαν, ὅθεν καὶ τὸ ἑξῆς οἰκείως ἐπάγεται τὸ ἁπαξάπαντα κατα-μεμυττωτευμένα.
ὦ Μέγαρα: σκόροδα ἐμβάλλων ταῦτα λέγει.
ὡς ἐπιτετρίψεσθʼ ἡ μεγαρικὴ γῆ σκοροδοφόρος· σύμμαχοι δὲ Λακεδαιμονίων Μεγαρεῖς. καὶ ὅτι πᾶσα ἡ τοῦ πολέμου πρόφασις διʼ αὐτοὺς δοκεῖ γεγονέναι χάριν τοῦ τὸ πινάκιον συνθέντος τὸ κατʼ αὐτῶν εἰς τὴν Περικλέους χάριν, ὥστε μήτε γῆς μήτε λιμένων ἀττικῶν ἐπιβαίνειν τοὺς Μεγαρεῖς. εἰκότως οὖν εἰς τὸ κεχαρισμένον τοῖς Ἀθηναίοις τοὺς τούτων ἐχθροὺς παρεισάγει ἐκ τοῦ πολέμου συντριβομένους εἰς τέλεον.
βαβαὶ βαβαιὰξ σχετλιαστικὰ ἀντὶ τοῦ «φεῦ φεῦ».
δέον εἰπεῖν «τὰ σκόροδα» παρʼ ὑπόνοιαν εἶπε «τὰ κλαύματα».
κλαύματα ἤγουν σκόροδα· παρʼ ὑπόνοιαν.
τὰ κλαύματα ἀντὶ τοῦ «τὰ σκόροδα». τοῖς γὰρ ἐσθίουσι τὰ σκόροδα δάκρυα ἔπεισι διὰ τὴν δριμύτητα. διό φησιν «ὡς δριμέα τοῖσι Μεγαρεῦσιν».
οὕτω εἶπε προσκαταρώμενος.
Σικελία ταῦτα πάντα παρεπιγραφή ἐστιν.
ἰὼ Σικελία τυρὸν ἐμβαλὼν Σικελίας μέμνηται· πολὺς γὰρ ἐκεῖ τυρός. οὐκ ἄδηλον δέ, ὅτι καὶ ταύτης τὸ πλέον μέρος πολέμιον ἦν τοῖς Ἀθηναίοις. ἔνθα καὶ τὴν μεγάλην ἐδυστύχησαν ἧτταν.
ὅτι πόλιν εἶπε τὴν Σικελίαν νῆσον οὖσαν. καὶ Ὅμηρος πολλάκις τὰς νήσους πόλεις καλεῖ, ὡς τὸ Λῆμνον δʼ εἰσαφίκανε πόλιν θείοιο Θόαντος.καὶ Πίνδαρος δὲ περὶ τῆς Αἰγίνης ἁ μὲν πολλάκις Αἰακιδᾶν.καὶ Εὐριπίδης Εὔβοιʼ Ἀθήναις ἐστὶ γείτων πόλις.
ἀντὶ τοῦ «διαφθαρήσεται». διακναίειν δέ ἐστι κυρίως τὸ ξύειν τὸν τυρὸν τῇ κνήστει.
διακναισθήσεται ὡς ἐπὶ τυροῦ
τοῦτο.
ὁ Ἀριστοφάνης τῇ λέξει ἐχρήσατο.
καὶ Ὅμηρος ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν κνήστι χαλκείῃ.
δεῖ νοεῖν, ὅτι πάλιν ἐνταῦθα τυρὸν ἐπιξύων καὶ εἰς τὴν θυείαν ἐμβάλλων ταῦτα λέγει.
φέρʼ ἐπιχέω καὶ τὸ μέλι: χαριζόμενος Ἀθηναίοις τὸ μέλι τούτοις προσένειμεν. ὅσῳ γὰρ καὶ τῶν σκορόδων καὶ τῶν πράσων καὶ τοῦ τυροῦ τὸ μέλι τιμιώτερον,
φέρʼ ἐπιχέω εὐφυέστατα χαρίζεται τοῖς Ἀθηναίοις, σεμνολογῶν τὰ κατʼ αὐτούς. ὅσῳ γὰρ τὸ μέλι τιμιώτερον τῶν σκορόδων καὶ τῶν πράσων,
τοσούτῳ ἀμείνων καὶ ἡ τοῦτο γεωργοῦσα γῆ.
εἰπὼν τοῦτο ὁ Πόλεμος τὸ μέλι εἰς τὴν θυείαν βάλλει.
θέασαι, ὅτι καὶ ἡμεῖς εὐφυῶς, εἴγε μὴ σφαλῶμεν, παρετηρήσαμεν ἐν τοῖς προλαβοῦσι τὴν ἐξήγησιν, εἴγε μειοῦν μὲν ἐν πάντι σπουδάζει τὰ λακωνικά, αὔξειν δὲ τὰ ἀττικά. ἀμέλει κἀνταῦθα ποιῶν τοῦτο φαίνεται. διὸ τοῖς τε Λακεδαιμονίοις καὶ τοῖς ἐκείνων συμμάχοις ἐπαρώμενός τι φαῦλον, οἷον ἐπὶ μὲν τῶν Πρασιῶν ἰὼ Πρασιαὶ τρισάθλιαι καὶ πεντάκις καὶ πολλάκις, ὡς ἀπολεῖσθε τήμερον καὶ ἐπὶ τῶν Μεγάρων ὡς ἐπιτρίψεσθαι αὐτίκα καὶ ἰὼ Σικελία καὶ σὺ δὲ ὡς ἀπόλλυσαι καὶ οἵα πόλις τάλαινα διακναισθήσεται, ὁπότε περὶ Ἀθηνῶν δὲ λέγει, μηδὲν δυσχερὲς μηδὲ βλάσφημον ἐπήγαγέν τι, ὁποῖον περὶ ἐκείνων φαμὲν εἰρηκέναι.
ἐν πολλοῖς κεῖται τὸ «σοί». τάχα δὲ οὐκ ὤφελε διὰ τὸ μέτρον θεῖναι· εἰ μὴ ἄρα τὴν αι κοινὴν λάβωμεν.
ἀντὶ τοῦ «πολυτίμητον». οὕτω δὲ λέγουσι τὸ τετρωβολιαῖον, τουτέστι τὸ τετρωβόλου πωλούμενον.
ἅμα «φείδου», φησί, «τῶν ἀττικῶν κατὰ πόλεμον».
οἷον φειδώ τινα καὶ πρόνοιαν ποιοῦ τοῦ ἀττικοῦ.
τουτέστι συντήρει καὶ διαφύλαττε τὸ ἀττικόν. οὐκ ὀκνεῖ γάρ, εἰ δεῖ, καὶ δεῖσθαι ὑπὲρ αὐτοῦ τοῦ θεοῦ.
παρεπιγραφή· ἅμα γὰρ τῷ εἰπεῖν δίδωσιν αὐτῷ τὸν κόνδυλον.
ἠστειεύσατο διὰ τὸ δριμὺ τῆς πληγῆς καὶ τῶν σκορόδων.
ἀλετρίβανον οἱ μὲν δασέως παρὰ τὸ τοὺς ἅλας τρίβειν, οἱ δὲ ψιλῶς παρὰ τὸ ἀλεῖν.
συμβαίνει γὰρ τοῖς νεωστὶ εἰσῳκισμένοις μὴ εὐπορεῖν πάντων τῶν ἀναγκαίων.
οὐκοῦν παρʼ Ἀθηναίων πάλιν λεληθότως σεμνολογεῖ τοὺς Ἀθηναίους ὡς αὐτόχθονας καὶ γηγενεῖς ἐκ τοῦ εὑρίσκεσθαι παρʼ αὐτοῖς τὰ τῶν πάλαι εἰσῳκισμένων, ὧν ἠπόρουν οἱ νεωστὶ εἰσῳκισμένοι.
πόνηρʼ ἀνθρώπια ὑποκοριστικῶς τοῦτο πρὸς τὴν παροῦσαν συμφορὰν μειῶν αὐτούς.
ὡς οἰκείῳ θεῷ τῆς Ἀττικῆς εὔχεται τῷ Διονύσῳ.
ἀλλʼ ὦ Διόνυσʼ ὡς οἰκείῳ θεῷ εὔχεται τῆς Ἀττικῆς καὶ κυρίῳ τῶν ἐν τῷ θεάτρῳ καὶ τῶν ἐν τῇ εἰρήνῃ ἀγομένων.
τὸ δεῖνα διὰ τούτου τὸ ῥηθησόμενον ἀηδὲς ἐκφεύγει εὐθέως λέγειν.
τὸ δεῖνα γὰρ ἀπόλωλʼ ὅτε τι δυσχερὲς μέλλομεν λέγειν, εἰώθαμεν τοῦτο προτάσσειν ὡς μὴ εὐθυρρημονοῦντες.
Κράτης παρατηρεῖν ἀξιοῖ πρὸς τοὺς λέγοντας, ὅτι ὁ μὲν δοῖδυξ ἀττικός, ὁ δὲ ἀλετρίβανος ἀσιανός, καὶ σκυτοδέψης μὲν ἀττικός, βυρσοδέψης δὲ ἀσιανός.
ὁ βυρσοπώλης ὅτι μετὰ τὴν Κλέωνος τελευτὴν εἰσῆκται τὸ δρᾶμα· ἤδη γὰρ τεθνήκει.
τοῦτο αἰνίττεται πρὸς τὸν Κλέωνα.
τοῦτο διὰ τὸν Κλέωνα.
ἐκύκα ἐτάραττε, ἐπολεμοποίει.
εὖ γʼ ὦ δέσποινα τὸ ἑξῆς· εὖ γε ποιῶν ἀπώλετο ἐκεῖνος, εἴπερ πρὸ τοῦ ἀπολέσαι τὰ πράγματα ἡμῶν ἀπώλετο.
οὕτως τὴν θεόν, τὰς δὲ γυναῖκας Ἀττικάς· ἵνα μὴ ὁμωνύμως.
ταύτῃ εὔχεται, ὅτι τῶν Ἀθηναίων ἱερὰ ἡ θεός.
κἀν δέοντι τῇ πόλει: τῷ χρησίμῳ τῇ πόλει.
ἢ πρίν γε τὸν μυττωτὸν ἀντὶ τοῦ «πρὶν ἡμῖν τὸν πόλεμον ἐγεῖραι».
τουτέστι πρὶν ταράξαι ἡμᾶς.
ὡς αἴτιον αὐτὸν τοῦ πολέμου διαβάλλει, ὡς καὶ Θουκυδίδης ἱστορεῖ.
ὡς δὴ αἴτιον τοῦ πολέμου καὶ ὡς αὐτὸν συνέχοντα τὸν πόλεμον, ὡς καὶ Θουκυδίδης ἱστορεῖ.
μυττωτὸν: ἀντὶ τοῦ «πράγματα ἡμῶν».
ἀπελθὼν τοίνυν ὁ Κυδοιμὸς ἐπανῆλθε, καὶ οὕτως τὴν ἐρώτησιν αὐτῷ προσφέρει ὁ Πόλεμος.
ἀνύσας τι: ἀντὶ τοῦ «ἤνυσάς τι καὶ διεπράξω καὶ φέρων ἥκεις;»
τί ἄρα παθεῖν μέλλομεν; ἢ ἐν ποίῳ κινδύνῳ καθεστήκαμεν;
ἀλλʼ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ: ἐν Σαμοθρᾴκῃ ἦσαν τελεταί τινες, ἃς ἐδόκουν τελεῖσθαι πρὸς ἀλεξιφάρμακά τινων κινδύνων.
ἐν τῇ Σαμοθρᾴκῃ τὰ τῶν Κορυβάντων ἦν μυστήρια καὶ τῆς Ἑκάτης. καὶ διαβόητον ἦν τὸ Ζήρινθον ἄντρον, ἔνθα τὴν Ἑκάτην ὀργιάζειν ἐλέγετο, καὶ τελετὰς ἦγον αὐτῇ τινας καὶ κύνας ἔθυον. καὶ ὁ τὴν Ἀλεξάνδραν πεποιηκὼς μέμνηται Ζήρινθον ἄντρον καὶ κυνοσφαγοῦς θεᾶς λιπὼν ἐρυμνὸν κτίσμα Κυρβάντων Σάον. ἐν κινδύνοις δὲ γενόμενοι ἐπεκαλοῦντο τοὺς δαίμονας, οἷς ἐδόκουν μεμυῆσθαι, ἐπιφανῆναι καὶ ἀλεξῆσαι.
ἐν Σαμοθρᾴκῃ: οἱ ἐν κινδύνοις γενόμενοι ἐπεκαλοῦντο τούτους τοὺς δαίμονας τοὺς ἐν Σαμοθρᾴκῃ, τούς τε Κορύβαντας καὶ τὴν Ἑκάτην. ἕξ ἥς καὶ διαβόητον ἦν τὸ Ζάρινθον ἄντρον, ἔνθα ταύτῃ ὀργιάζοντες ἠλευθεροῦντο.
μεμυημένος τὰ μυστήρια τῶν Καβείρων. δοκοῦσι γὰρ οἱ μεμυημένοι ταῦτα δίκαιοί τε εἶναι καὶ ἐκ τῶν δεινῶν σώζεσθαι καὶ ἐκ χειμώνων.
ἀποστραφῆναι τὼ πόδε. ὃ ἡμεῖς διαστραφῆναι λέγομεν.
ἀντὶ τοῦ «κλασθῆναι».
τοῦ μετιόντος τὸν δοίδυκα.
ὥστε μὴ ὑποστρέψαι αὐτόν.
ἐναντίαν αὐτῷ τὴν εἰς τὸ δεύτερον γενέσθαι ὁδόν, ὥστε μηκέτι αὐτὸν ὑποστρέψαι.
εὐξώμεθα οὖν, φησί, διαστραφῆναι τοῦ Κυδοιμοῦ τοὺς πόδας, ὥστε μὴ δυνηθῆναι ἐπανελθεῖν αὐτὸν μηδὲ χωλεύοντα, μηδὲ κομίσαι τὸν ἀλετρίβανον.
καὶ πάλιν. ἦλθε γὰρ μηδὲν ἀγόμενος, διʼ ὃ ἀσχάλλει.
γρ. κατοιμάλα.
καὶ τοῖς Λακεδαιμονίοισιν ὁ Βρασίδας ὁ Τέλλιδος παῖς, ὃς ἦν Λακεδαιμονίων στρατηγός. καὶ οὗτος δὲ ἀνθίστατο τῇ εἰρήνῃ. ἐτελεύτησε δὲ ἐν Θρᾴκῃ.
καὶ γὰρ εἰς συμμαχίαν πεμφθεὶς ὁ Βρασίδας ἐπὶ Θρᾴκην κατὰ τὸν αὐτὸν χρόνον τῷ Κλέωνι τελευτᾷ.
ἐν Ἀμφιπόλει γὰρ τῆς Θρᾴκης μονομαχήσαντες ὅ τε Κλέων καὶ ὁ Βρασίδας ἀλλήλους ἀνεῖλον.
χρήσαντες ἑτέροις εἰς συμμαχίαν πέμψαντες τῶν Θρᾳκῶν.
οὗτοι παρὰ τοῖς Λακεδαιμονίοις ἐτιμῶντο. διὸ νῦν αὐτῶν μέμνηται.
ὅτι Βρασίδου τοῦ Λακεδαιμονίου ἐμνήσθη, ἐπὶ δὲ Κλέωνος τῆς Ἀθηνᾶς.
ἐγὼ δὲ ἀλετρίβανον εἰσιὼν ποιήσομαι καὶ μηχανήσομαι.
τὸ Δάτιδος μέλος Δᾶτις σατράπης Περσῶν βασιλέως εὐδοκιμήσας κατά τινα χρόνον πολεμῶν ἑλληνίζειν βουλόμενος εἶπεν «ἥδομαι καὶ χαίρομαι» καὶ ἐβαρβάρισεν· ἔδει γὰρ εἰπεῖν «χαίρω». ἅμα δὲ οὕτως εἶπε πρὸς τὸ ὁμοιοκατάληκτον.
τινὲς Δᾶτιν λέγουσι τὸν τραγικὸν κακῶς ὑπονοοῦντες· ἐκεῖνος γὰρ υἱὸς ἦν Καρκίνου, οὗτος δὲ ὕπαρχος Περσῶν.
στοχάζεται, ὅτι εἴη ἂν διαμνημονευόμενος περὶ Δάτιδος τοῦ Πέρσου, ὅτι εἶπέ ποτε παρά τινα συνουσίαν «ἥδομαι καὶ χαίρομαι» ἑλληνίσαι τι θέλων—καὶ γὰρ καὶ περὶ παλαιοτέρου τινὸς ἐμφαίνεται—εἴη δὲ ὕπαρχος τοῦ βασιλέως τῶν ἐλθόντων ἐπὶ Μαραθῶνα, ὃν καὶ φυγεῖν φασι πολὺν χρυσὸν καταλιπόντα.
Δᾶτις τῶν ἐν Μαραθῶνι παραταξαμένων Ἀθηναίοις στρατηγὸς Δαρείου, ὅν φασιν ἀντιποιήσασθαι τῆς Ἀττικῆς ὡς ἰδίας· ἀπὸ Μήδου γὰρ τοῦ Μηδείας καὶ Αἰγέως ἐδόκει εἶναι.
Δᾶτις σατράπης Περσῶν βασιλέως, ὅστις συνεχέστερον πρεσβευόμενος εἰς Ἀθήνας ἠράσθη τῆς αὐτῶν πολιτείας· καὶ μείνας ἐκεῖ ἐβούλετο ἑλληνίζειν τῇ ὁμιλίᾳ, καὶ ἐβαρβάριζε καὶ τοὺς τρόπους καὶ τοὺς λόγους.
οὐχ εὕρηται τὸ χαίρομαι· αὐτὸ γὰρ τὸ χαίρω αὐτοπαθὲς ὂν προϋφήρπασεν αὐτοῦ τὸ σημαινόμενον.
Δᾶτις Πέρσης, ὃς ἐπετήδευσεν ἑλληνίζειν. ὃν λέγουσι φάναι «χαίρομαι» ἀντὶ τοῦ εἰπεῖν «χαίρω». καὶ ἔστι δατισμός.
δοίδυκα ἀντὶ τοῦ «στρατηγόν».
καλῶς τοὺς χρῄζοντας τῆς εἰρήνης καλεῖ εἰς συμμαχίαν.
ἀλλʼ ὦ γεωργοὶ πάντες γὰρ οὗτοι τῶν ἔργων ἐκωλύοντο πολέμου ὄντος καὶ ἠδικοῦντο, οἱ μὲν γεωργοὶ κωλυόμενοι γεωργεῖν, οἱ δὲ ἔμποροι ὑφʼ ὧν ἂν περιέτυχον τριηρῶν, οἱ δὲ τέκτονες ἀναγκαζόμενοι ναυπηγεῖν τριήρεις, οἱ δὲ δημιουργοὶ στρατεύεσθαι καὶ φρουρεῖν ἀναγκαζόμενοι, οἱ δὲ μέτοικοι εἰσπραττόμενοι μετοίκιον, καὶ οἱ ξένοι ἀπελαυνόμενοι, καὶ οἱ νησιῶται τοὺς φόρους εἰσπραττόμενοι καὶ ναῦς παρέχοντες. ἢ οὖν τούτων χάριν ἐμνημόνευσεν αὐτῶν ἢ βουλόμενος δεῖξαι ὅτι ἐπιβλαβὴς καθόλου ὁ πόλεμος.
δημιουργοὶ λέγονται κοινῶς οἱ δημόσιά τινα ἐργαζόμενοι· νῦν δὲ τοὺς ἀρχιτέκτονας λέγει, ἵνα ἐντέχνως ἑλκυσθῇ ἡ Εἰρήνη.
διπλῆ καὶ ἔκθεσις εἰς στίχους τροχαϊκοὺς τετραμέτρους καταληκτικοὺς βʹ, οὓς ἔτι ὁ πρεσβύτης λέγει. ὑφʼ οὓς κορωνὶς τοῦ χοροῦ εἰσελθόντος, καὶ στίχοι ὁμοίως τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ λϛʹ, ὧν τελευταῖος μᾶλλον ἢ τὸ γῆρας ἐκδύς.
ἄμας λαβόντες ἐργαλείων ἐμνημόνευσεν ἐπίτηδες εἰς τὸ ἀνελκύσαι τοὺς λίθους τοὺς ἐπὶ τῷ ὀρύγματι, ἐν ᾧ ἦν Εἰρήνη, ὡς ἔφη ὁ Ἑρμῆς, ἵνα ἐλευθερώσῃ αὐτήν.
ἄμας κτλ. ἐργαλεῖά τινα ἐπιτήδεια πρὸς τὸ ἀνορύττειν.
ἄμας: τὰς πυράμας.
καὶ παροιμία ἄμας ἀπῄτουν, οἱ δʼ ἀπηρνοῦντο σκάφας.
ἀγαθοῦ δαίμονος φασὶ γάρ, ὅτι δειπνήσαντες μὲν ἐπερρόφουν ἀγαθοῦ δαίμονος, ἀπαλλάττεσθαι δὲ μέλλοντες ἔπινον Διὸς σωτῆρος. ὡς εἰ ἔλεγε· νῦν γὰρ σπεῖσαι ἢ πιεῖν πάρεστιν ἡμῖν ἀγαθοῦ δαίμονος πόμα.
ἀντὶ τοῦ «νῦν γὰρ ἔστιν ἡμῖν ὑπὲρ ἀγαθῆς τύχης καμεῖν καὶ ἁρπάσαι τὴν Εἰρήνην».
δεῦρο πᾶς χώρει: εἴσθεσις διπλῆς ἀμοιβαίας. οἱ δὲ στίχοι εἰσὶ τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ ληʹ. καὶ ἡ ἔκθεσις ταύτης κώλων ὁμοίων τροχαϊκῶν ζʹ· ὧν τὰ εʹ δίμετρα ἀκατάληκτα,
τὸ ϛʹ μονόμετρον, ὃ καὶ παρατέλευτον ὀνομάζεται, τὸ δὲ ζʹ δίμετρον καταληκτικὸν ἰαμβικὸν ἤτοι ἑφθημιμερές. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος.
τὸ ϛʹ παρατέλευτον, τὸ ζʹ ἑφθημιμερὲς ἰαμβικόν. ὑφʼ ὃ αἱ συνήθεις δύο διπλαῖ.
εἰς ὁμόνοιαν ἄγει— τοὺς Ἕλληνας λεληθότως διὰ τοῦδε τοῦ ἔπους.
ὦ Πανέλληνες λεληθότως εἰς ὁμόνοιαν αὐτοὺς περιάγει ὁμοφρονῆσαι πάντας τοὺς Ἕλληνας ἀξιῶν καὶ ὁμοθυμαδὸν τῆς εἰρήνης ἀντιλαβέσθαι. διὰ τοῦτο καὶ μιᾷ προσηγορίᾳ αὐτοὺς περιέλαβε δηλῶν τὸ συγγενὲς καὶ δυσωπῶν αὐτούς, ὡς οὐδὲ τῇ ὀνομασίᾳ διακεκριμένοι πολεμοῦσι πρὸς ἑαυτούς.
κακῶν φοινικικῶν οἷον αἱματωδῶν, ἀπὸ τῆς τοῦ αἵματος χροιᾶς. καὶ Ὅμηρος φοινίσσετο δʼ αἵματι γαῖα.
τῶν πολεμικῶν.
φοινικὶς χλαμὺς πολεμική.
ἀντὶ τοῦ «τῶν ναυμαχικῶν». Φοίνικες γὰρ λέγονται κρατεῖν ἐν ταῖς ναυμαχίαις.
λείπει τὸ «ἡσυχάσομεν».
λέγει ἀντὶ τοῦ «ἡσυχάσωμεν».
μισολάμαχος μισοπόλεμος. φιλοπόλεμος γὰρ ἦν ὁ Λάμαχος στρατηγὸς ὤν.
ἀκολαμάχου· ἀλλοτρία τῶν Λαμάχου τρόπων. φιλοπόλεμος γὰρ οὗτος, ὡς καὶ ἐν Ἀχαρνεῦσί φησιν.
φιλαμπελωτάτην συντόμως ἐκ τῆς ἀμπέλου τὴν περὶ τὰς γεωργίας ἐπιμέλειαν ἐδήλωσεν εἰρήνης οὔσης· πολέμου γὰρ ὄντος τὸ ἐναντίον ἠμελοῦντο.
ἐκζωπυρήσετʼ ἀντὶ τοῦ «ἀνάψετε τὸν πόλεμον ἤδη κατεσβεσμένον». ἐκζωπυρῆσαι
δέ ἐστι κυρίως τὸ ἐκ μικροῦ πυρὸς φυσῶντα μεγάλην φλόγα κινῆσαι.
δὲ κυρίως ἐστὶ τὸ ἐκ μικροῦ σπινθῆρος φυσσῶντας μεγάλην φλόγα ἀνάψαι.
ἡ μεταφορὰ ἀπὸ τῶν ἀνθράκων· καὶ ὁ πόλεμος γὰρ καυστικός.
ἀνεγείρητε.
οὐ γὰρ ἦν ἔχοντας οὐ γάρ, φησί, πολεμικὸν ἦν τὸ κήρυγμα, ἀλλʼ εἰρηνικόν. ἐκ τοῦ παρακολουθοῦντος δὲ τὸν πόλεμον δηλοῖ.
σιτίʼ ἡμερῶν τριῶν ἀντὶ τοῦ «πολεμεῖν». οἱ γὰρ πολεμοῦντες πρὸς τρεῖς ἡμέρας λαμβάνουσι σιτία.
εἰς τὸν πόλεμον. ἔθος γὰρ ἦν τοῖς στρατηγοῖς ἀναλογιζομένοις, πόσας ἔμελλον πολέμῳ σχολάζειν καὶ ἔξω κατέχειν τὸν στρατόν, κηρύσσειν τοσούτων ἡμερῶν σιτία ἐπάγεσθαι τριῶν μόνων ἡμερῶν ἐκ δημοσίων αὐτοῖς χορηγούμενα.
ἔχοντας σιτίʼ ἡμερῶν τριῶν: ἀντὶ τοῦ «πολεμεῖν μέλλοντας». οἱ γὰρ πολεμοῦντες πρὸς γʹ ἡμέρας ὡρίζοντο παρὰ τῶν στρατηγῶν ἔχειν σιτία εἰς τὸν πόλεμον. ἐχορηγοῦντο δὲ αὐτὰ ἐκ τῶν δημοσίων.
εὐλαβεῖσθε νῦν ἐκεῖνον: πρὸ ὀφθαλμῶν ἔχετε, φησί, καὶ δεδίττεσθε τὸν Κλέωνα, μὴ ἐμποδὼν τῇ εἰρήνῃ γένηται. καὶ Πλάτων δὲ ὁ κωμικὸς Κέρβερον αὐτὸν ὠνόμασεν.
τὸν κάτωθεν Κέρβερον τὸν Κλέωνα λέγει· ἦν γὰρ ἀποθανών.
φασὶ χωρὶς τοῦ ν τὸ κάτωθεν ἐπίρρημα λέγεσθαι, ἵνα ᾖ Δωριέων μᾶλλον οἰκεῖον. χρῆται δὲ τῷ ὁμοίῳ καὶ Πίνδαρος ἄντροθε γὰρ νέομαι παρὰ Χαρικλοῦς καὶ Φιλίνας.
παφλάζων παφλάζειν ἐστὶ τὸ λαλοῦντά τινα κρατεῖσθαι καὶ ἀνακόπτεσθαι. ὡς οὖν τοῦ Κλέωνος οὕτω διαλεγομένου τοῦτό φησιν.
διὰ τὸ ταραχῶδες τοῦ Κλέωνος ἐχρήσατο τῷ παφλάζειν, κυρίως σημαίνοντι τὴν κεκινημένην θάλατταν.
ἡνίκʼ ἐνθάδʼ ἦν τουτέστιν ὅτε ἔζη καὶ σὺν ἡμῖν ἦν.
ʼξελκύσαι: ὅτι περιττὸν τὸ «μή». ἤρκει γὰρ εἰπεῖν. ὅτι ἐμποδὼν γένηται ὥστε ἐξελκύσαι. ὅμοια καὶ τὰ τοιαῦτα· «ἀπαγορεύω σοι μὴ ἐξιέναι».
βέλτιον ἂν εἴη καὶ ἀναγινώσκεσθαι καὶ τῷ ἑξῆς συνάπτεσθαι, ἵνα τοῦτο μὲν εἴη ὁ χορὸς λέγων. κατὰ στίχον τε γάρ ἐστι τὸ ἀμοιβαῖον καὶ τῶν ἡδομένων ἀκούειν τὸ «ἰοὺ ἰού» ἀναφωνῆσαι.
τὸ «ἰοὺ ἰού» τινὲς τοῦ χοροῦ φασιν εἶναι κατὰ στίχον εἶναι φάσκοντες ἀμοιβαῖον, καὶ ὅτι καὶ τῶν ἡδομένων ἐστὶ τὸ λέγειν αὐτό. ἐὰν οὖν εἴη τοῦ χοροῦ, περισπᾶται.
ἰοῦ ἰοῦ: ἡδομένων ἐστὶ τοῦτο· διὸ καὶ περισπᾶται. ὡς τοῦ χοροῦ τοῦτο λέγοντος.
οὐ σχηματίζειν βούλομʼ οὐ κατὰ τὴν ἐμὴν προαίρεσιν, φησίν, ἡ ὄρχησις γίνεται, ἀλλʼ ἤδη διὰ τὴν ἄσχετον ἡδονὴν αὐτόματα χορεύει μου τὰ σκέλη. χρησίμως δὲ πρὸς τὸ πεῖσαι αὐτοὺς τὴν εἰρήνην ἑλέσθαι οὕτως ὑπεράγαν αὐτῇ χαίροντα πεποίηκε τὸν χορόν.
ἓν μὲν οὖν τουτί μʼ ἔασον ἓν σκέλος.
δεικτικῶς.
ὑφʼ ἡδονῆς ὁ χορὸς εἰς ὄρχησιν ἐτράπη.
ἓν μόνον ἔασόν με σχῆμα ποιῆσαι.
συγχωρῶ, φησί, τοῦτο ὑμῖν, ὥστε μετὰ τοῦτο μηκέτι ἐνοχλεῖν με.
ὥστε μὴ λυπεῖν ἐμὲ δηλονότι.
ἡ μεταφορὰ ἀπὸ τῶν ὄνων· χαίροντες γὰρ πέρδονται.
ἥδομαι, φησίν, ἐκφυγὼν τὴν ἀσπίδα ἢ ἐκδὺς τὸ γῆρας.
τὸ γῆρας ἐκδὺς ἀντὶ τοῦ «ἐάσας» ἡ μεταφορὰ ἀπὸ τῶν ὄφεων τῶν ἐκδυομένων τὸ γῆρας.
ἴστε πω σαφῶς διπλῆ· ἕπεται γὰρ μέλος ἀποπρο … ρους, οὗ ἡ μὲν προῳδός ἐστιν ἐκ διστιχίας ὁμοίως ἐκκειμένης καὶ ἐν εἰσθέσει κώλων ζʹ τροχαϊκῶν μετὰ διμέτρων ἀκαταλήκτων εʹ, καταληκτικὸν δὲ τὸ τελευταῖον, μονόμετρον δὲ τὸ παρατέλευτον. ἔστι δὲ τὸ τέλος ἰοὺ ἰοὺ κεκραγέναι.
δʼ γάρ.
κινεῖν συνουσιάζειν.
ἐς πανηγύρεις θεωρεῖν πέμπεσθαι θεωροὺς εἰς τὰς πανηγύρεις, κατὰ θεωρίαν παραγίνεσθαι.
θεωροὺς ἐκάλουν τοὺς ἀπὸ τῶν πόλεων δημοσίᾳ ἐκπεμπομένους εἰς θεωρίαν τῶν πανηγύρεων καὶ τοὺς εἰς μαντεῖον ἀφικνουμένους.
συνθύσοντας καὶ συμπανηγυρίσοντας.
κοτταβίζειν: παίγνιον ἦν παρὰ Ἀθηναίοις τοιοῦτον. ῥάβδος ἦν μακρὰ πεπηγμένη ἐν τῇ γῇ, καὶ ἑτέρα ἐπάνω αὐτῆς κινουμένη ὡς ἐπὶ ζυγίου. εἶχε δὲ πλάστιγγας δύο ἐξηρτημένας καὶ κρατῆρας δύο ὕδατος ὑποκάτω τῶν πλαστίγγων, καὶ ὑπὸ τὸ ὕδωρ ἀνδριὰς ἦν χαλκοῦς κεχρυσωμένος. τοῦτο δὲ ἦν ἐν τοῖς συμποσίοις. καὶ πᾶς τῶν παιζόντων ἀνίστατο ἔχων φιάλην γέμουσαν ἀκράτου, καὶ μηκόθεν ἱστάμενος ἔπεμπεν ὅλον τὸν οἶνον ὑπὸ μίαν σταγόνα εἰς τὴν πλάστιγγα, ἵνα γεμισθεῖσα βαρηθῇ καὶ κατέλθῃ καὶ κατελθοῦσα κρούσῃ εἰς τὴν κεφαλὴν τοῦ ἀνδριάντος τοῦ ὑπὸ τὸ ὕδωρ κεκρυμμένου, καὶ ποιήσῃ ἦχον. καὶ εἰ μὲν δυθῇ ἐκ τοῦ οἴνου, ἐνίκα καὶ ᾔδει, ὅτι φιλεῖται αὐτὸς ὑπὸ τῆς ἐρωμένης· εἰ δὲ μή, ἡττᾶτο. ἐλέγετο δὲ ὁ ἀνδριὰς ὁ ὑπὸ τὸ ὕδωρ κεκρυμμένος μάνης.
κοτταβίζειν: παίζειν.
εἰς χαλκᾶς φιάλας, αἳ καλοῦνται λάταγες, ἀνέρριπτον ἐμβάλλοντες τὸ πόμα. καὶ εἰ ἐγένετο μείζων ψόφος, ἐδόκουν ὑπὸ τῶν ἐραστῶν ἐρᾶσθαι.
κότταβος λέγεται τὸ λεῖμμα τοῦ ποτηρίου, ὃ ἐμβάλλουσιν εἰς τὰς λάταγας.
συβαρίζειν: Καλλίστρατος τρυφᾶν, ἀπὸ τῆς συβαριτικῆς τρυφῆς· Ἀρτεμίδωρος ἁπλῶς θορυβεῖν. καὶ Φρύνιχος· πολὺς δὲ συβαρισμὸς αὐλητῶν ἦν. φασὶ δὲ τοὺς Συβαρίτας εἰς τοσοῦτον τραπέζῃ πολυτελεῖ χρᾶσθαι, ὥστε καὶ εἰς παροιμίαν φέρεσθαι ἐκνενίκηκεν ἡ συβαριτικὴ τράπεζα, ἡ πολυτελὴς καὶ δαψιλής.
πεποίηται ἢ παρὰ τὰ συβάρεια ἐπιφθέγματα, ἅπερ ἐστὶ παρʼ Ἐπιχάρμῳ, ἢ παρὰ τὴν τῶν Συβαριτῶν τρυφήν· λέγουσι γὰρ τοὺς Συβαρίτας πολυτελέσι τραπέζαις χρᾶσθαι.
διπλῆ καὶ δυὰς τῶν ὁμοίων ἑκκαιδεκακώλων, ὧν ὁ μὲν πρῶτός ἐστι στίχος τροχαϊκὸς ἐκκείμενος. καὶ δύο ἐν εἰσθέσει κῶλα παιωνικὰ τρίρρυθμα ἀκατάληκτα. κἀν ἐπεκθέσει τροχαϊκοὶ βʹ τετράμετροι καταληκτικοί. εἶτα ἐν ἐπεισθέσει κῶλα ϛʹ, ὧν τὰ βʹ παιωνικὰ δίρρυθμα, τὸ δὲ τρίτον τροχαϊκὸν ἑφθημιμερές, τὰ δὲ λοιπὰ τοῖς τρισὶν ὅμοια ἕκαστον ἑκάστῳ. εἶτα ἐν ἐκθέσει στίχος τροχαϊκὸς ὁ ἐς Λύκειον κἀκ Λυκείου σὺν δορὶ σὺν ἀσπίδι, κἀν εἰσθέσει κῶλα δʹ παιωνικά, τρία μὲν δίρρυθμα, τὸ δὲ δʹ τρίρρυθμον τὸ εἵλετʼ ἀγαθή τις ἡμῖν τύχη.
εἰ γάρ μοι γένοιτʼ ἰδεῖν: κορωνὶς καὶ εἴσθεσις χοροῦ μονοστροφικὴ στίχων καὶ κώλων ιεʹ, ὧν ὁ αʹ τροχαϊκὸς τετράμετρος καταληκτικός· τὸ βʹ
τροχαϊκὸν δίμετρον καταληκτικὸν εὐριπίδειον·
ἑφθημιμερές·
ὁ γʹ παιωνικὸς τετράμετρος ἀκατάληκτος ἐκ παιώνων καὶ κρητικῶν·
ὁ δʹ καὶ εʹ τροχαϊκοὶ ὅμοιοι τῷ αʹ· τὸ ϛʹ ὅμοιον τῷ βʹ· τὸ ζʹ παιωνικὸν δίμετρον ἀκατάληκτον καθαρόν, ὃ καλεῖται δίρρυθμον· τὸ ηʹ ὅμοιον τῷ βʹ· τὸ θʹ ὅμοιον τῷ ζʹ· ὁ ιʹ παιωνικὸς ὅμοιος τῷ γʹ· τὸ ιαʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον· τὸ ιβʹ ὅμοιον τῷ ζʹ· ὁ ιγʹ ὅμοιος τῷ γʹ· τὸ ιδʹ ὅμοιον τῷ ζʹ· τὸ ιεʹ παιωνικὸν τρίμετρον ἀκατάληκτον ἐκ παίωνος καὶ κρητικῶν. ἐπὶ τῷ τέλει κορωνίς.
καὶ ὁ ιʹ καὶ ιγʹ· οἱ ἑξῆς δύο δὲ καὶ ηʹ δίρρυθμον καὶ τὸ θʹ καὶ ιβʹ καὶ ιδʹ· τὸ δὲ ιαʹ δίμετρον τροχαϊκόν· τὸ τελευταῖον παιωνικὸν τρίρρυθμον. ὑφʼ ὃ κορωνίς.
στροφὴ κώλων ιεʹ.
ἰδίως στιβάδας τὰς χαμευνίδας ἐκάλουν οἱ παλαιοί. ὅπερ ἦν πάσχειν ἐπάναγκες τοῖς πολεμοῦσιν, ὑπαιθρίως ταλαιπωρεῖν καὶ χαμαικοιτεῖν.
τὰς χαμευνίδας, ἃς ὑφίσταντο οἱ πολεμοῦντες.
στιβάδας: ἐπεὶ οἱ στρατιῶται χαμαικοιτοῦσιν.
στιβάδας χαμεύνας.
ἀναγράφεται ὁ Φορμίων δυσὶ ναυμαχίαις νικῆσαι Λακεδαιμονίους στρατηγήσας. λιτὸς δὲ οὗτος καὶ στρατιωτικός. διὸ καὶ «στιβάδας» εἶπε Φορμίωνος. οἱ γὰρ τὰ πολεμικὰ ἐξασκησάμενοι ὑπὸ γυμνασίων καὶ πόνων εἰώθασι χαμαικοιτεῖν. καὶ Διονύσιος ἐν Ταξιάρχοις παρʼ Εὐπόλιδι μανθάνων παρὰ τῷ Φορμίωνι τοὺς τῶν στρατηγῶν καὶ πολέμων νόμους φησίν ὡς οὐκέτʼ ἂν φύγοιμι στιβάδας ἐξ ὅσου φάγον. ὁ Φορμίων δὲ οὗτος Ἀθηναῖος τῷ γένει, υἱὸς Ἀσωπίου· ὃς καθαρῶς στρατηγήσας πένης ἐγένετο. ἀτιμωθεὶς δὲ τῷ μὴ δύνασθαι τὰς ρʹ μνᾶς τῆς εὐθύνης ἀποδοῦναι ἐν ἀγρῷ διέτριβεν, ἕως Ἀκαρνᾶνες στρατηγὸν αὐτὸν ᾔτουν. ὁ δὲ οὐχ ὑπήκουσε φάσκων μὴ ἐξεῖναι τοῖς ἀτίμοις. ὁ δὲ δῆμος βουλόμενος λῦσαι τὴν ἀτιμίαν ἀπεμίσθωσεν αὐτὸν τῶν ρʹ μνῶν τοῦ Διονυσίου, ὡς Ἀνδροτίων ἐν γʹ Ἀττικῶν. αὐτοῦ μέμνηται ὁ κωμικὸς ἐν Ἱππεῦσι καὶ Νεφέλαις καὶ Βαβυλωνίοις, Εὔπολις Ἀστρατεύτοις. ὁ δὲ δεύτερος ἦν κωφός· μέμνηται καὶ Στράττις. τρίτος μοιχός· Κρατῖνος Ἀταλάντῃ. τέταρτος Κροτωνιάτης ἀρχαῖος· Κρατῖνος Τροφωνίῳ. πέμπτος ἀρχαῖος Ἀθηναῖος μετὰ Σόλωνα ἄρξας· Εὔπολις ἐν Δήμοις.
περὶ τοῦ Φορμίωνος πολλαχοῦ εἴρηται, ὅτι ἀγαθὸς ἐγένετο στρατηγός. καὶ ἐν τοῖς Ταξιάρχοις δὲ φέρεται ὡς ἐπίπονος.
ἃς ὑπέμεινε Φορμίων. πολλάκις δὲ εἴρηται περὶ τούτου, ὅτι ἀγαθὸς ἐγένετο στρατηγός. ἐν δὲ τοῖς Ταξιάρχοις φέρεται ὡς ἐπίπονος.
Φορμίων στρατηγὸς ἦν οὗτος.
φιλοπόλεμος γὰρ καὶ αὐστηρὸς ὁ Φορμίων.
καὶ πολὺ νεώτερον ἐπειδὴ γέρων ἦν ὁ χορός, οἱ δὲ γέροντες πραγμάτων καταδεέστεροι, λέγει· ὅτι πολὺ νεώτερον ἔχοντα τρόπον θεάσῃ με, ὅ ἐστι παίζοντα.
καὶ πολὺ νεώτερον ἤγουν παίζοντα ὥσπερ νέον.
εἰκότως εἰπὼν ὅσα αὐτοῖς ἀγαθὰ ἐκ τῆς εἰρήνης ὑπάρχει, πάλιν ἐπανέδραμεν εἰς τὰ τοῦ πολέμου δυσχερῆ προτρεπόμενος αὐτοὺς εἶξαι τῷ Τρυγαίῳ.
καὶ γὰρ ἱκανὸν χρόνον δέκα τρία γὰρ ἔτη εἶχον πολεμοῦντες.
πολλήν, φησί, θλίψιν ὑπεμείναμεν εἰς τὸ Λύκειον εἰσιόντες καὶ συναγόμενοι, καὶ πάλιν ἐξιόντες ἐκ τοῦ Λυκείου καὶ ἀπιόντες εἰς τὸν πόλεμον.
εἰς Λύκειον Λύκειον γυμνάσιον Ἀθήνησιν, ὅπου πρὸ τοῦ πολέμου ἐδόκουν γυμνάζεσθαι.
πρὸ γὰρ τῶν ἐξόδων ἐξοπλίσεις τινὲς ἐγίνοντο ἐν τῷ Λυκείῳ διὰ τὸ παρακεῖσθαι τῇ πόλει καὶ ἀποδείξεις τῶν μᾶλλον πολεμικῶν ἀνδρῶν.
δορὶ σὺν ἀσπίδι: Ἀχαιοῦ ἐστιν ἐκ Μώμου. οὐδὲν δὲ χεῖρον ὁλόκληρον θεῖναι τὸ ἰαμβεῖον, ὅπερ οὕτως ἔχει Ἄρης ὁ λῃστὴς σὺν δορὶ σὺν ἀσπίδι.
φέρε δὴ κατίδω σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς
στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων κβʹ, ὧν τελευταῖος μὴ νῦν λακήσῃς λίσομαί σʼ ὦʽρμίδιον. ἐπὶ τῷ τέλει παράγραφος.
ἰαμβείων κβʹ.
ὦ μιαρὲ ὁ Ἑρμῆς ἐλθὼν καὶ καταλαβὼν τὴν Εἰρήνην ὡς δῆθεν ἀνασπωμένην καὶ ἐπὶ τούτῳ χαλεπαίνων λέγει· τί τοῦτο τολμᾶς;
οὐδὲν πονηρὸν ὅτι πονηρός. ἄδηλον δέ, πότερον κύριον ὄνομα ἢ ἐπώνυμον. Ἀμμώνιος δὲ ὄνομα ἀναγράφει, καί φησιν, ὅτι Λάκων καὶ Κιλλικῶν ἐκαλεῖτο. ὃς προδέδωκε Σάμον· οἱ δὲ Μίλητον. εἰπὼν δὲ «οὐδὲν πονηρόν» παρὰ προσδοκίαν ἐπήγαγε τὸ «ἀλλʼ ὅπερ καὶ Κιλλικῶν», ὡσεὶ εἶπεν «οὐδὲν κακὸν ποιῶ, ἀλλʼ ἱεροσυλῶ». ὕστερον μὲν οὖν παρὰ Θεαγένους εἰσῆλθεν ὠνησόμενος κρέα, κἀκεῖνος ὑποδεῖξαι ἐκέλευσε, πόθεν κόψαι θέλει. προτείνας δὲ τῇ χειρὶ ἀπέκοψεν ἐ τὴν ἑαυτοῦ χεῖρα καὶ εἶπε· ταύτῃ σου τῇ χειρὶ οὐ μὴ προδώσῃς πόλιν ἑτέραν. μέμνηται δὲ καὶ Καλλίμαχος· μὴ σύ γε, Θειόγενες, κόψῃς χέρα Κιλλικόωντος.
παρὰ τὴν πονηρίαν· ἐπὶ γὰρ πονηρίᾳ διαβάλλεται. Ἀπολλώνιος δὲ ὄνομα μὲν αὐτῷ φησιν εἶναι Ἀχαιὸν παρωνύμως Κιλλικῶντα, τὸ γένος Μιλήσιον. οὗτός ἐστιν ὁ προδοὺς Μίλητον Πριηνεῦσιν.
οὗτος Ἀχαιὸς ἐκαλεῖτο, Μέροπος, υἱός, Μιλήσιος γένος, προδοὺς τὴν πατρίδα τοῖς Πριηνεῦσιν. Κιλλικῶν δὲ ἐκλήθη ἀπὸ Κιλίσσης τροφοῦ.
οὐδὲν πονηρὸν: οὐκ οἶδʼ ὅπως φησὶν οὐδὲν πονηρὸν ποιεῖν ταῦτα πράττειν εἶναι, ἅπερ καὶ Κιλλικῶν. ὁ γάρ τοι Κιλλικῶν ἐπὶ πονηρίᾳ διαβόητός ἐστιν. φασὶ γὰρ αὐτὸν οἱ μὲν Σάμον ἢ Μίλητον προδοῦναι Πριηνεῦσιν. Θεόφραστος δὲ ἐν τῷ ιγʹ τῶν ἱστοριῶν τῶν ἑαυτοῦ Σύρον φησὶν αὐτὸν τὴν νῆσον προδεδωκέναι Σαμίοις. πυνθανομένων δὲ πολλάκις αὐτοῦ τινων, τί μέλλοι ποιεῖν, ἔλεγε πάντα ἀγαθά. πάντα οὖν ἀγαθά, φησί, ποιῶ, ὡς ἔφη καὶ Κιλλικῶν. τῆς δὲ προδοσίας τοιαύτην ὑποσχεῖν τιμωρίαν. Θεαγένην τινὰ ἄνδρα σύριον, τῆς νήσου τῆς ὑπὸ τοῦ Κιλλικῶντος προδοθείσης πολίτην, πρὸ πολλοῦ μετοικήσαντα εἰς τὴν Σάμον κρεοπωλεῖν καὶ οὕτως ἀπάγειν τὸν ἑαυτοῦ βίον. ἀγανακτήσαντα δὴ ἐπὶ τῇ προδοσίᾳ τῆς πατρίδος ἐπιστάντος τοῦ Κιλλικῶντος ὠνήσασθαι παρʼ αὐτοῦ κρέας δοῦναι κρατεῖν αὐτῷ, ἵνα ἀποκόψῃ τὸ περιττόν. τοῦ δὲ πεισθέντος καὶ κρατοῦντος, τοῦ Κιλλικῶντος, προφάσει τοῦ πλεονάζον ἀποκόψαι τὸ κρέας ἐπανατεινάμενον τὴν κοπίδα κόψαι τὴν χεῖρα τοῦ Κιλλικῶντος καὶ εἰπεῖν· ὡς ταύτῃ τῇ χειρὶ ἑτέραν οὐ προδώσεις πόλιν. μέμνηται δὲ καὶ Καλλίμαχος· μὴ σύ γε, Θειόγενες, κόψῃς χέρα Κιλλικόωντος. ἱστορεῖ δὲ καὶ Λέανδρος ἐν δευτέρῳ Μιλησιακῶν προδοῦναι Μίλητον καί, ὅτε ἀνέῳξε τὰς πύλας, τῶν πολεμίων πυνθανομένου τινός, ὅ τι τοῦτο ἐποίησεν, ἀποκρίνασθαι· ἀγαθὰ Κιλλικῶν.
ἀλλʼ ὅπως καὶ Κιλλικῶν: τοῦτόν φασι τὴν νῆσον προδεδωκέναι Μίλητον τοῖς Πριηνεῦσιν. πυνθανομένων ... ἀγαθά. Θεαγένην δέ τινα ... προδοθείσης μετοικήσαντα ... κρεοπωλεῖν. ἐπιστάντος δὲ τοῦ ... περιττόν. καὶ ἀποτεινάμενον τὴν ... πόλιν.
Κιλλικών οὗτος προδότης γέγονε Μιλήτου.
οὐκοῦν ἢν λάχω: παίζει πρὸς τὸν Ἑρμῆν.
ἐπειδή, ὅταν πολλοὺς κατεδίκαζον οἱ Ἀθηναῖοι ἀποθανεῖν, οὐκ εἰς μίαν ἡμέραν πάντας ἐφόνευον, ἀλλʼ ἕκαστος ἐκληροῦτο καθʼ ἡμέραν καὶ τῷ κληροῦντι θάνατος ἐπῄει· καθʼ ἡμέραν οὖν εἷς μόνος ἐτελεύτα. ἔστι γὰρ ὅτε μετεμελοῦντο καὶ τοὺς λοιποὺς ἔσωζον. ἐπεὶ οὖν οἱ κλῆροι Ἑρμοῦ, παίζων τοῦτο λέγει.
ἀποθνήσκω, ἐὰν λάχῃ μοι. ὡς ἐπὶ τῶν καταδικαζομένων.
ἢν λάχω ὅτε ὁ κλῆρος ὁ ἐμὸς ἔλθῃ.
εἰ ὥρισται, φησί, πάντως ἀποθανεῖν, κληρωθῆναι πρότερόν με δεῖ.
οἶδα γάρ, ὅτι ὡς Ἑρμῆς ὑπάρχων ποιήσεις με κληρῶσαι.
Ἑρμῆς γὰρ ὢν κλήρῳ: οἱ γὰρ κλῆροι τοῦ Ἑρμοῦ ἱεροὶ δοκοῦσιν εἶναι· ὅθεν καὶ τὸν πρῶτον κληρούμενον Ἑρμῆν φασι δεῖν καλεῖν.
ἠμπόληκά πω: ἐνεπορευσάμην.
ὅρα, ὅτι οὕτως ὑπήκουσεν ὡς εἰρηκότος αὐτοῦ· ὅτι στρατεύει ἢ ἀποδημεῖς. οὐδὲν οὖν, φησίν, ὠνησάμην ὡς ἀποδημήσων.
οὔτʼ ἄλφιτʼ ὡσεὶ ἔφη «ἀποδημῶν» ἢ «στρατευόμενος». χαριέντως δὲ καὶ παρʼ ὑπόνοιαν εἶπε τὸ «ὡς ἀπολούμενος». οἱ γὰρ στρατευόμενοι τυρὸν καὶ ἄλφιτα ἑαυτοῖς ὠνοῦντο.
καὶ μὴν ἐπιτέτριψαί γε τοῦτο τὸ «ἐπιτέτριψαι» ποτὲ μὲν ἐπὶ ὑπερηφανίᾳ τάττεται, ποτὲ δὲ ἐπὶ κατάρᾳ· ἐφʼ ᾗ καὶ νῦν.
πάλιν ἀστειεύεται τοῦ θεοῦ τὴν ὀργὴν καταπραῧναι διὰ τοῦτο βουλόμενος.
ἀγαθὸν: πάλιν ἐνταῦθα τῇ ἀστειότητι ἐχρήσατο, καὶ ὥσπερ χαριεντίζεται τὸν θεὸν τῷ γελοίῳ αὐτοῦ τὴν ὀργὴν καταπραΰνειν πειρώμενος. παίζων οὖν εἶπε τὸ «ἀγαθὸν τοσουτονὶ λαβών».
προεῖφʼ ὁ Ζεὺς ἀντὶ τοῦ «ὥρισε». κατʼ ἐρώτησιν.
ἢ ὅτι Δημήτηρ χοιροκτόνος, ἢ ἐπεὶ οἱ μυούμενοι χοῖρον ἔθυον.
ἐς χοιρίδιον: ὅτι ἡ Δημήτηρ χοιροκτόνος ἦν, ἢ ὅτι τοῖς μυουμένοις ἐστὶν ἔθος χοιρίδιον θύειν ἐξ ἀνάγκης.
δοκοῦσιν οἱ μυούμενοι εἰς τοὺς εὐσεβεῖς τάττεσθαι· ὡς καὶ ἐν Βατράχοις λέγει.
ἐπεὶ δοκοῦσιν οἱ μεμυημένοι ἐν ᾍδου πλέον ἔχειν τῶν ἀμυήτων· ὥσπερ οὖν κἀν τοῖς Βατράχοις αὐτὸς λέγει καὶ πολλοὶ καὶ ἄλλοι τοῦτο ἱστοροῦσιν.
πρὶν μὲν οὖν ἀποθνήσκειν μυηθῆναι βούλομαι.
ὦ Ζεῦ κεραυνόβροντα: τοῦτο ὁ Ἑρμῆς φησιν ἐπιβοώμενος τὸν Δία διὰ τὸ ἐπʼ αὐτοφώρῳ καταλαβεῖν τοὺς ἀνασπῶντας τὴν Εἰρήνην.
ναὶ πρὸς τῶν κρεῶν γέλωτος χάριν τοῦτο· ἀντὶ γὰρ τοῦ εἰπεῖν «πρὸς τῶν θεῶν» «κρεῶν» ἔφη, ἵνα δείξῃ καὶ τοὺς θεοὺς ἡττωμένους ὑπὸ λήμματος.
ἀμαλδυνθήσομαι: ἀντὶ τοῦ «ἀφανισθήσομαι».
παρατηρητέον οὖν πρὸς τοὺς παρʼ Ὁμήρῳ ἐξηγουμένους τεῖχος ἀμαλδύνας
ὃ καὶ παρατηρητέον· Ὅμηρος γάρ φησι
ἀντὶ τοῦ «ὁμαλίσας».
εἰ μὴ τετορήσω ἐπίτηδες τραγικαῖς λέξεσιν ἐχρήσατο, τῷ «τετορήσω» καὶ «λακήσομαι».
ἀντὶ τοῦ «σαφηνιῶ», ὅ ἐστι δηλώσω. τορῶς γὰρ σαφῶς καὶ ἀκριβῶς.
εἰ μὴ κατείπω ταῦτα τὰ πραττόμενα οὕτως ὑμῖν καὶ διαβάλω.
λακήσῃς λαλήσεις.
ὦʽρμίδιον ἀντὶ τοῦ «ὦ Ἑρμῆ» ὑποκοριστικῶς.
ἐκπεπληγμένοι Γ: διπλῆ καὶ ἐν ἐκθέσει στίχοι τροχαϊκοὶ τρίμετροι ἀκατάληκτοι βʹ. ὑφʼ οὓς διπλαῖ βʹ· ἕπεται γὰρ ἡ ἀντιστρέφουσα τῇ ἑκκαιδεκακώλῳ, ἧς πρῶτος μηδαμῶς ὦ δέσποθʼ Ἑρμῆ, τέλος δὲ δέσποτʼ ἀγαλοῦμεν ἡμεῖς ἀεί.
εἰπέ μοι τί πάσχετʼ: τὰ τοιαῦτα εἴδη καλεῖται ἑτερόστροφα καί εἰσι στίχων καὶ κώλων ιζʹ. ὧν οἱ πρῶτοι δύο
τροχαϊκοὶ τετράμετροι καταληκτικοί. ὁ αʹ ὁ τῆς στροφῆς ὅμοιος τετράμετρος.
καὶ ὁ τῆς στροφῆς αʹ τροχαϊκοὶ τετράμετροι καταλητικοί.
τὸ βʹ παιωνικὸν δίμετρον καταληκτικόν. ὁ γʹ παιωνικὸς τετράμετρος ἀκατάληκτος.
ὁ δʹ ὅμοιος τῷ αʹ. ὁ ἑξῆς τοῦ ὑποκριτοῦ ὅμοιος. ὁ πρῶτος τῆς βʹ στροφῆς ὅμοιος. τὸ βʹ καὶ γʹ καὶ δʹ καὶ εʹ παιωνικὰ δίμετρα ἀκατάληκτα δίρρυθμα. ὁ ϛʹ ὅμοιος τῷ αʹ. τὸ ζʹ, τὸ ηʹ, τὸ θʹ καὶ τὸ ιʹ παιωνικὰ πάλιν δίμετρα.
ὁ δʹ καὶ ὁ ἑξῆς καὶ οἱ αʹ, ϛʹ τῆς δευτέρας στροφῆς ὅμοιοι τῷ πρώτῳ. τὰ δʼ ἄλλα παιωνικὰ δίρρυθμα.
ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος. ἐπὶ δὲ τῷ τελευταίῳ κώλῳ, τῷ δέσποτʼ ἀγαλοῦμεν ἀεί δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος.
σύστημα.
ὦ πόνηροι: ὦ ἐπίμοχθοι.
ἐπιτιμᾷ αὐτοῖς ὡς νῦν σιωπῶσι δέον αὐτοὺς ἐν καιρῷ λαλεῖν.
στροφὴ κώλων δʹ.
εἴ τι κεχαρισμένον: παρὰ τὸ ὁμηρικὸν εἴ ποτέ τοι χαρίεντʼ ἐπὶ νηὸν ἔρεψα. Γ
τοῦτο μὴ φαῦλον Γ: μὴ εὐτελὲς νομίζων τοῦ χοιριδίου τυχεῖν.
ἐν τῷ λαβεῖν ἡμᾶς Γ τὴν εἰρήνην.
σύστημα.
στροφὴ ἑτέρα κώλων ιʹ.
μὴ γένῃ παλίγκοτος τις ἀντὶ τοῦ «ἐναντίος».
μὴ ἐξ ὑποστροφῆς ὀργισθῇς πάλιν καὶ μετανοήσῃς.
εἴ τι Πεισάνδρου: ἴσως Γ εἰρωνεύεται· ἐπὶ δειλίᾳ γὰρ ἐσκώπτετο παρὰ πολλοῖς.
Πεισάνδρου οὗτος φιλοπόλεμος ἦν καὶ πολεμοποιὸς κερδῶν ἰδίων ἕνεκεν. ἦν δὲ δειλὸς καὶ μέγας, καὶ ἐκαλεῖτο ὀνοκίνδιος. ἐχρῆτο δὲ τριλοφίᾳ καὶ ὅπλοις ἐπισήμοις ὑπὲρ τοῦ δοκεῖν ἀνδρεῖος εἶναι μὴ ὤν. καὶ ἐν ἄλλοις δὲ ἐπαχθῶς αὐτοῦ λαμβάνεται.
ἐφʼ οἷς ἡμᾶς εὐεργετῆσαι προθυμῇ τε καὶ διανοῇ.
ἀγαλοῦμεν ἀντὶ τοῦ «κοσμήσομεν».
ἀγαλοῦμεν ἡμεῖς ἀεί: ὅτι περισσὸν τὸ «ἀεί»· ἤρκει γὰρ εἰπεῖν τὸ «διὰ παντὸς».
ἴσως ταυτολογίᾳ ἐχρήσατο τὴν ἀείμνηστον εὐεργεσίαν δεῖξαι θέλων.
ἴθʼ ἀντιβολῶ σε σύστημα ἕτερον κατὰ περικοπὴν ἀνομοιομερές …
οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι κϛʹ, ὧν τελευταῖος οἴμʼ ὡς ἐλεήμων εἴμʼ ἀεὶ τῶν χρυσίδων. ἐπὶ τῷ τέλει παράγραφος.
ἐκ στίχων ἰαμβικῶν κϛʹ.
ἐλέησον αὐτῶν ὄπα: ἀντὶ τοῦ «ἐποίκτειρον αὐτῶν τὰς εὐχὰς καὶ τὰς λιτάς, καὶ ἐπάκουσον ἡμῶν, ὦ φιλανθρωπότατε».
αἰνίττεται εἰς τοὺς Ἀθηναίους ὡς πολλὰ κλέπτοντας.
κλέπται γὰρ νῦν εἰσιν Γ: παρʼ ὑπόνοιαν.
ἔπαιξεν ὡς τοῦ Ἑρμοῦ χαίροντος ταῖς κλοπαῖς. οὕτω γοῦν σε τιμῆσαι προαιρούμεθα, φησίν, ὅτι ζηλωταὶ τῶν ἐπιτηδευμάτων ἐσόμεθα τῶν σῶν, καὶ μᾶλλον ἢ πρότερον ἐν ταῖς κλοπαῖς προσέξομεν.
ἐν τῷ προσθεῖναι «μᾶλλον ἢ πρὸ τοῦ» ἐπʼ ἀμφοτέροις διέβαλεν, ὅτι καὶ πρότερον ἔχαιρον καὶ νῦν ἐπιδώσουσι μᾶλλον.
τοῖς θεοῖς ἅπασιν ἐπιβουλεύεται Γ ἀντὶ τοῦ «ἐπὶ τοῖς θεοῖς βουλεύεται».
ἡ γὰρ Σελήνη χὠ πανοῦργος: τοῦτο λέγει διὰ τὰ ἐκλείψεις καὶ τὰς ἄλλας διοσημίας τὰς κατὰ τὸν πόλεμον τὸν πελοποννησιακὸν γενομένας.
βαρβάροισι εὐφυῶς πάλιν εἰς ὁμόνοιαν αὐτοὺς προτρεπόμενος δείκνυσιν, ὅτι ὑπὲρ τῶν βαρβάρων ἐστὶ τὸ τοὺς Ἕλληνας διὰ τὰς στάσεις ἀλλήλους διαφθείρειν.
σοφῶς ὑποβολῇ προσώπων εἰς ὁμόνοιαν προσάγει τοὺς ἀκούοντας. καὶ λεληθότως δείκνυσι πάλιν, ὅτι ὑπὲρ τῶν βαρβάρων ἐστὶ τὸ τοὺς Ἕλληνας τῇ οἰκείᾳ διαφθείρεσθαι στάσει.
ἵνα τί δὲ διὰ ποίαν αἰτίαν.
δοκοῦσι γὰρ οἱ βάρβαροι τούτους μάλιστα θεραπεύειν τῶν θεῶν.
ἐπιεικῶς οἱ βάρβαροι τόν τε ἥλιον καὶ τὴν σελήνην θεῶν μᾶλλον πάντων σέβουσιν. διὰ τοῦτο δὲ Γ καὶ τὴν Δῆλον καὶ τὴν Ἔφεσον οὐ διελυμήναντο· ὁ μὲν γὰρ ἥλιος Ἀπόλλων νενόμιστο, ἡ δὲ Ἄρτεμις σελήνη.
τούτοισι δὲ οἱ βάρβαροι Γ: ὅτι οἱ βάρβαροι τὸν ἥλιον καὶ τὴν σελήνην τιμῶσιν, ὡς Ἡρόδοτος ἱστορεῖ.
ἵνα τὰς τελετὰς αὐτοὶ λάβοιεν Γ ἡμῶν ἀπολομένων καὶ τῶν βαρβάρων αὐτοῖς θυόντων.
παρατηρητέον, ὅτι Γ ἐνταῦθα ἀντὶ τοῦ «τὰς θυσίας» κεῖται τὸ «τελετάς».
ταῦτʼ ἄρα πάλαι: συντίθεται ὁ Ἑρμῆς, καί φησιν, ὅτι διὰ ταῦτα ὁ μὲν ἥλιος παρέκλεπτε τῶν ἡμερῶν, ἡ δὲ σελήνη τοῦ κύκλου.
τοῦ κύκλου ὅτι ἐπειδὰν ἴσαι αἱ ἡμέραι καὶ οἱ μῆνες γένωνται, ἔκλειψις γίνεται. τὸ φύσει οὖν γινόμενον κλέπτετον εἶπε παίζων.
ὑφʼ ἁρματωλίας: οὕτως ἡ γραφή. μέμνηται Γ Ἡρωδιανὸς ἐν τῇ ιαʹ καὶ Φρύνιχος ἐν τῇ σοφιστικῇ παρασκευῇ· οὕτω τιθέασι τὴν λέξιν.
δέον εἰπεῖν «ὑπὸ ἁμαρτίας» ἀντὶ τοῦ «ἁμαρτάνοντες» εἶπεν «ὑφʼ ἁρματωλίας» ἀντὶ τοῦ «φειδόμενοι τῶν ἁρμάτων αὐτῶν».
ἁρματωλίας τῆς τῶν ἁρμάτων ἡνιοχείας.
τήνδε τὴν Εἰρήνην.
καί σοι τὰ μεγάλʼ ἡμεῖς οὐχ ὡς καὶ μικρῶν ὄντων τοῦτό φησιν, ἀλλʼ αὔξων τὴν χάριν. τῇ δὲ Ἀθηνᾷ ἤγοντο διὰ πέντε ἐτῶν τὰ Παναθήναια, ὅτε καὶ ἡ ναῦς ἐπὶ γῆς πλέει παρʼ αὐτοῖς.
Παναθήναιʼ σοὶ οὖν, φησίν, ἄξομεν τὰ Παναθήναια, καὶ οὐ τῇ Ἀθηνᾷ, ἐὰν τῆς εἰρήνης τύχωμεν διὰ σοῦ.
πάσας τε Γ τὰς ἄλλας τελετὰς: καὶ τοῦτο πρὸς τὰς ἄλλας τελετάς. Γ σαφέστερον δὲ ἐν τούτοις μᾶλλον ποιεῖ, ὅτι οὐ περιγεγραμμένως ἐπὶ τῶν θυσιῶν τὰς τελετὰς εἴρηκεν.
μυστήριʼ Ἑρμῇ τὰ τῇ Δήμητρι καὶ Κόρῃ ἀγόμενα
οὐκέτι ταύταις, φησίν, ἄξομεν,
λέγει. οὐκέτι οὖν, φησίν, ἄξομεν ταύταις τὰ μυστήρια,
ἀλλὰ σοί, ὥσπερ καὶ τὰ Παναθήναια.
Διιπόλειʼ: ἑορτὴ Ἀθήνησιν, ἐν ᾗ Πολιεῖ Διὶ θύουσι Σκιροφοριῶνος τετάρτῃ ἐπὶ δέκα, ὅς ἐστιν Αὔγουστος. ἔστι δὲ ἀπομίμημα τῶν περὶ τῶν πελάνων καὶ τὰς βοῦς συμβάντων.
Διιπόλειʼ Ἀδώνια: τὰ Διιπόλεια τῷ Διί, Γ τὰ Ἀδώνια τῷ Ἀδώνιδι καὶ τῇ Ἀφροδίτῃ ἤγετο.
ἄλλαι τέ σοι πόλεις Γ: τοῦτό φησιν, ἵνα μὴ δόξῃ καταισχύνειν τὸ ἀξίωμα τῶν Ἀθηναίων ὡς διὰ τὸ ἀποκαμεῖν μόνων ἐρώντων τῆς εἰρήνης. οὐ μόνοι γὰρ αὐτοί, φησί, τὸν Ἑρμῆν τιμήσουσιν, ἀλλὰ καὶ πᾶσαι αἱ πόλεις τῆς εἰρήνης τυγχάνουσαι διὰ τὸ χρησιμεύειν τῷ βίῳ τῶν ἀνθρώπων.
ἀλεξικάκῳ: καὶ τὸ ἐπὶ τῷ Ἡρακλεῖ μόνῳ σοὶ ἐπιθήσομεν. ἀλεξίκακος γὰρ Ἡρακλῆς παρὰ τοῖς ἀνθρώποις ἐτιμᾶτο.
καὶ Ἀπόλλωνα καὶ Ἡρακλέα ἀλεξίκακον τιμῶσιν. φησὶν οὖν· οὔτε Ἀπόλλωνι οὔτε Ἡρακλεῖ θύσομεν ὡς ἀλεξικάκοις, ἀλλὰ σοί.
θύσουσιν ἀφέντες Ἡρακλέα ἀλεξίκακον καὶ Ἀπόλλωνα, οὓς πρώην ἐτίμων, σοὶ θύσουσιν.
δῶρον δίδωμι: τοῦτο Γ παρεπιγραφή. τοῦτο γὰρ εἰπὼν δίδωσιν αὐτῷ φιάλην χρυσῆν.
οἴμʼ ὡς ἐλεήμων: δέον εἰπεῖν «ἥττων» φησὶν «ἐλεήμων».
ὡς ... ἀεὶ ἀντὶ τοῦ εἰπεῖν «ἥττων» «ἐλεήμων» φησίν.
χρυσίδα τὴν φιάλην.
τῶν χρυσίδων τῆς φιάλης.
παρʼ ὑπόνοιαν. ἀντὶ τοῦ εἰπεῖν· τῆς πόλεώς εἰμι ἀεὶ ἐλεήμων ἢ τῆς Ἑλλάδος ἢ τῶν ἀνθρώπων, εἶπε· τῶν χρυσίδων, διὰ τὴν χρυσῆν φιάλην.
ὑμέτερον ἐντεῦθεν: διπλῆ καὶ ἐν ἐκθέσει στίχοι τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ εʹ. εἶτα ἐν εἰσθέσει παρὰ τοὺς τετραμέτρους στίχοι ἰαμβικοὶ βʹ· κἀν ἐπεισθέσει κῶλα βʹ, ὧν τὸ μὲν ἐκ διπλοῦ σπονδείου, τὸ δὲ ἐκ τοῦ δευτέρου τροχαίου καὶ αὐτοῦ διπλοῦ.
ὑμέτερον ἐντεῦθεν: κορωνὶς εἰσιόντων ἑτέρως τῶν ὑποκριτῶν στίχων λβʹ, ὧν οἱ πρῶτοι εʹ τροχαϊκοὶ τετράμετροι καταληκτικοί· οἱ ἑξῆς βʹ ἰαμβικοὶ τρίμετροι· τὰ ἑξῆς δύο κῶλα τὸ μὲν σπονδιακὸν δίμετρον ἐπίτηδες ἐκ σπονδείων συγκείμενον, τὸ δὲ τροχαϊκὸν δίμετρον ἀκατάληκτον·
οἱ δὲ ἑξῆς πάντες ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι, ὧν τελευταῖος
τὰ δὲ ἑξῆς ἰαμβεῖα μέχρι τοῦ
ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖσιν κάλως. ἐπὶ τῷ τέλει κορωνίς.
ὁ Ἑρμῆς ταῦτα παρακελεύεται. ταχέως δὲ πεποίηκεν αὐτὸν μεταβαλλόμενον τὴν προαίρεσιν, ἵνα μᾶλλον αὐτὸν δείξῃ ἥττονα τοῦ λήμματος.
ταῖς ἄμαις: ἄμη γεωργικὸν ὄργανον.
φράζε δημιουργικῶς: ἀντὶ τοῦ «τεκτονικῶς»· τοὺς γὰρ τέκτονας δημιουργοὺς ἔλεγον.
ἄγε δὴ σὺ ταχέως: ἄγε, φησί, πρότερον σπεῖσον τοῖς θεοῖς, ἵνα οὕτω τοῦ ἔργου ἑξόμεθα.
ἔργῳ φιαλοῦμεν: οἷον ἐπιθῶμεν τὴν φιάλην ἐπὶ τῶν ἔργων.
φιαλοῦμεν ἔργῳ ἐπιβαλοῦμεν, ἐπὶ τοῦτο ὁρμήσομεν.
προείρηται ἐν τοῖς Σφηξίν.
εἴρηται δὲ καὶ ἐν τοῖς Σφηξίν.
παίζει παρὰ τὴν φιάλην τὴν δῶρον αὐτῷ δοθεῖσαν. ἢ ὅτι φιάλλειν κυρίως ἐστὶ τὸ ἄρχεσθαί τινος πράγματος.
τοῦ ἔργου ἐπιλαβώμεθα καὶ προθυμηθῶμεν. ἢ ἐπὶ τοῦτο ὁρμήσωμεν καὶ σπείσωμεν καὶ εὐφρανθῶμεν.
σπονδὴ σπονδή: τοῦτο ἀξίουσι τὸν Ἑρμῆν λέγειν σπένδοντα.
διπλῆ καὶ ἐν ἐκθέσει στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι κδʹ, ὧν τελευταῖος ὑπότεινε δὴ πᾶς.
σπένδοντες εὐχώμεσθα: δοκεῖ διὰ τούτων αἰνίττεσθαι τὴν ὑπὸ Μελησίππου λεχθεῖσαν ἀπειλήν. ἐν ἀρχῇ γὰρ τοῦ πελοποννησιακοῦ πολέμου πεμφθεὶς πρεσβευτὴς ὁ Μελήσιππος ὑπὸ Λακεδαιμονίων εἰς τὰς Ἀθήνας, ὡς οὐχ ὑπήκουσαν οἱ Ἀθηναῖοι, ἠξίου ἀπαλλάττεσθαι λοιπόν, καὶ γενόμενος ἐπὶ τοῖς ὁρίοις λόγος εἰπεῖν· ὡς ἥδε ἡ ἡμέρα πολλῶν καὶ μεγάλων κακῶν τοῖς Ἕλλησιν ἄρξει. ἐπεὶ οὖν τῶν τοῦ πολέμου κακῶν ἀπαλλαχθήσεσθαι λοιπὸν ἔμελλον, εἰς τοὐναντίον πάλιν ὁ ποιητὴς μετέστρεψε τὸν λόγον τὸν ὑπʼ ἐκείνου ῥηθέντα.
ἄργαι ἀρχηγὸν γενέσθαι.
ξυλλάβοι τῶν σχοινίων Γ: ἀντιλάβοιτο. σχοινίοις γὰρ αὐτὴν καταχωσθεῖσαν ἀνεῖλκον.
μὴ λαβεῖν ποτʼ ἀσπίδα: μηκέτι πανοπλίαν βαστάσαι.
μὴ λαβεῖν ποτʼ ἀσπίδα ἀντὶ τοῦ «ἀπεῖναι τῶν κακῶν τοῦ πολέμου».
χρησίμως νῦν ἀντιπαρατίθησι τοῖς τοῦ πολέμου δυσχερέσι τὰ τῆς εἰρήνης ἡδέα προτρεπόμενος καὶ εἰς ἔρωτα αὐτοὺς φέρων αὐτῆς.
καὶ Γ σκαλεύοντʼ ἄνθρακας: ἀντὶ τοῦ «ζωπυροῦντα τοὺς ἄνθρακας».
οἷον ἐν ἀγρῷ διατρίβοντα. ἐπεὶ οὗτοι ὀπτῶσι βαλάνους καὶ σκαλεύουσι τοὺς ἄνθρακας ἐν τῷ ὀπτᾶν.
τὸ γυναικεῖον αἰδοῖον ἄνθρακας λέγει κατʼ εὐφημισμόν.
ὅστις δὲ πόλεμον: δύο πρόσωπα ταῦτά φησιν, ὧν ὁ μὲν εὔχεται, ὁ δὲ ἕτερος ἀκόλουθα τῇ εὐχῇ καταρώμενος λέγει.
ὀλέκρανα λέγονται Γ τὰ τῶν ὀλένων κρανία, τουτέστι τῶν χειρῶν.
δῆλον, ὅτι τὸ ὀξὺ καὶ ἐπικαμπὲς τῶν χειρῶν λέγει, ὃν ἀγκῶνα φαμέν.
ἐκ τῶν ὀλεκράνων ὀλέκρανόν τινες τὸν ἀγκῶνα, οὐκέτι δὲ τὸ ἐν τῇ καμπῇ τῆς χειρὸς ὀξύ. ἐπώδυνος δὲ ὁ τόπος οὗτος τοῖς τρωθεῖσιν εἰς αὐτόν.
«ἀκίδας» τὰ βέλη λέγει. ἐπιστῆσαι δὲ ἄξιον, τί ποτε αὐτῷ ταῦτα βούλεται· οὐ γὰρ τοξόται οἱ Λακεδαιμόνιοι, ἀλλὰ τῇ συστάδην μάχῃ μᾶλλον χαίροντες.
κεἴ τις Γ ἐπιθυμῶν ταξιαρχεῖν Γ οἱ πρότεροι στίχοι πρὸς τὴν ἄνω κατάραν λέγονται· εἶθʼ ἕτερος συνάπτει πάσχοι γε τοιαῦθʼ, ὥστε καὶ παραγραφὴν εἶναι. ὥστε ἐκείνου προειπόντος κατάραν ὁ ἕτερος τὸν λόγον ἐκδεξάμενος ἐπιφέρει. ὅπερ καὶ ἐν ταῖς ἑξῆς κατάραις σαφέστερον
φησίν.
ποιεῖ.
οἷάπερ Γ Κλεώνυμος Γ: τουτέστιν ἀσχημονοίη ῥίπτων τὴν ἀσπίδα. ῥίψασπις γὰρ ὁ Κλεώνυμος, ὡς καὶ ἐν τοῖς Σφηξὶ λέγει φανερώτατα.
εἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων Γ: οὐκ αὐτὸς ἀσπίδας ποιῶν, ἀλλὰ παρʼ ἄλλου λαμβάνων καὶ πωλῶν. καπήλους γάρ φασι Γ πάντας τοὺς μεταβόλους.
ἵνʼ ἐμπολᾷ βέλτιον Γ: ἵνα πιπράσκῃ πλείονος. ἢ ἵνα πορίζῃ πλεῖον.
συνήθως νῦν τὸ «ἐμπολᾷ» ἀντὶ τοῦ «πωλεῖ». πολλάκις δὲ καὶ ἐπὶ τοῦ ἀγοράζειν, ὡς ἑξῆς ἐμπολήσαντές τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.
κριθὰς μόνας: ἀντὶ τοῦ «μὴ ἄλφιτα, ἀλλὰ μόνας κριθάς».
κεἴ τις στρατηγεῖν βουλόμενος δοκεῖ ταῦτα εἰς Ἀλκιβιάδην αἰνίττεσθαι, ὥς που φησὶ καὶ Θουκυδίδης ἐν τῇ Νικίου δημηγορίᾳ καὶ ἐν τῇ αὐτοῦ Ἀλκιβιάδου, τὸν μὲν Νικίαν παραινοῦντα τοῖς Ἀθηναίοις ποιῶν μὴ πειθομένους αὐτῷ πόλεμον ἄρασθαι τοσοῦτον, οὕτω λέγων· «εἴτε τις ἄρχειν ἄσμενος αἱρεθεὶς παραινεῖ ἐκπλεῖν ὑμῖν ταὐτοῦ μόλις σκοπῶν, ἄλλως τε καὶ νεώτερος ἔτι Γ ὢν εἰς τὸ ἄρχειν, ὅπως θαυμασθῇ μὲν ἀπὸ τῆς ἱπποτροφίας, διὰ Γ δὲ πολυτέλειαν καὶ ὠφεληθῇ τι, ἐκ τῆς ἀρχῆς δὲ τούτῳ παράσχητε τῷ τῆς πόλεως κινδύνῳ ἰδίᾳ ἀπολαμπρύνασθαι», αὐτὸν δὲ τὸν Ἀλκιβιάδην ὅτι βούλεται στρατηγεῖν μὴ ἀρνούμενον διὰ τούτων· «καὶ προσήκει μοι μᾶλλον, ὦ Ἀθηναῖοι, ἑτέρων ἄρχειν—ἀνάγκη γὰρ ἐντεῦθεν ἄρξασθαι, ἐπειδή μου Νικίας καθήψατο—καὶ ἄξιος ἅμα νομίζων Γ εἶναι».
ἢ δοῦλος αὐτομολεῖν Γ: πάλιν πρὸς Ἀλκιβιάδην, ἐπεὶ πρὸς Λακεδαιμονίους φυγὼν αἴτιος ἐγένετο τοῦ Δεκέλειαν αὐτοὺς ἐπιτειχίσαι· διὸ καὶ δοῦλον αὐτὸν καλεῖ, διὰ τὴν Κοισύραν, ἥτις δούλη ἦν, ὥς φησιν ἐν Νεφέλαις.
ἐπὶ τοῦ τροχοῦ γʼ ἕλκοιτο Γ: οἱ γὰρ δοῦλοι σφαλλόμενοι ἐπὶ τροχοῦ δεσμούμενοι καὶ συρόμενοι ἐτύπτοντο ἀνακλώμενοι ἐν αὐτῷ.
ἰὴ παιὼν: ἐφύμνιον εἰς Ἀπόλλωνα. τὴν δὲ αἰτίαν Καλλίμαχος ᾖσε διὰ τούτων· Πυθῶ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ, αἰνὸς ὄφις. τὸν μὲν σὺ κατήναρες, ἄλλον ἐπʼ ἄλλῳ βάλλων ὠκὺν ὀϊστόν, ἐπηΰτησε δὲ λαός· ἰὴ ἰὴ Παιῆον, ἵει βέλος.
ἐπεὶ ἐν τῷ «παιών» ἔγκειται τὸ παίειν.
Ἑρμῇ Χάρισιν Ὥραις Γ: δικαίως προέταξε τὸν Ἑρμῆν ὡς αἴτιον τῆς ἀναγωγῆς τῆς Εἰρήνης. καὶ τῶν ἑξῆς δὲ εἰκότως ἐμνήσθη ὡς ἁρμοδίων αὐτῇ· ἐν γὰρ τῇ εἰρήνῃ τούτων ἀπολαύουσι πάντες.
Ὥραις Γ: ταῖς τοῦ ἔτους.
ὧν οὐδεὶς ἐν πολέμῳ ἀπολαύει καὶ τῶν αὐτῶν ἔργων.
Ἄρει δὲ μή: πρὸς τοὺς οἰομένους τῶν νεωτέρων τὸν αὐτὸν εἶναι Ἄρεα καὶ Ἐνυάλιον.
κατʼ ἐπίθετον. τινὲς δὲ Ἄρεως καὶ Ἐνυοῦς λέγουσι τὸν Ἐνυάλιον, οἱ δὲ Κρόνου καὶ Ῥέας.
Ἀλκμᾶνα λέγουσιν ὁτὲ μὲν τὸν αὐτὸν λέγειν, ὁτὲ δὲ διαιρεῖν.
εἰκότως τούτοις φησὶ μὴ δεῖν θύειν μετὰ τὴν εἰρήνην· ὑπεναντίοι γὰρ καὶ ἀλλότριοι τῆς εἰρήνης.
ὦ εἴα Γ: διπλῆ καὶ εἴσθεσις εἰς περικοπὴν ἀμοιβαίαν τοῦ χοροῦ καὶ τοῦ ὑποκριτοῦ ἐν ἐπεισθέσει καὶ παρεκθέσει. ἧς τὰ πρῶτα εʹ κατὰ κῶλον· ἔχει γὰρ ἀλλαγὴν τῶν προσώπων. καὶ ἔστι τὸ μὲν πρῶτον καὶ τρίτον τρισύλλαβα κατὰ παλιμβάκχειον, τὸ δὲ βʹ παίων πρῶτος. τὸ δὲ δʹ ἤτοι δακτυλικὸν διπλοῦν ἢ τροχαϊκὸν πενθημιμερὲς εἴη ἄν. τὸ εʹ διπλοῦς παλιμβάκχειος.
ὦ εἶα: ἡ ἀμοιβαία αὕτη στροφὴ κώλων ἐστὶ ιδʹ, ἔχει δὲ ἑξῆς καὶ ἀντιστροφὴν ἐξ ὁμοίων ἀρχομένην κώλων.
ἔστι τοίνυν τὸ αʹ παιωνικὸν μονόμετρον ἐκ παλιμβακχείου· τὸ βʹ ὅμοιον ἐκ παίωνος αʹ· τὸ γʹ ὅμοιον τῷ αʹ· τὸ δʹ ὅμοιον ἡμιόλιον ἐκ παίωνος· τὸ εʹ δίμετρον ἐκ παλιμβακχείων· τὸ ϛʹ καὶ ζʹ ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα· τὸ ηʹ ὅμοιον δίμετρον καταληκτικόν· τὸ θʹ καὶ ιʹ παιωνικὰ μονόμετρα ἐκ κρητικῶν· τὸ ιαʹ καὶ ιβʹ καὶ ιγʹ ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα ἐπιμεμιγμένα ἰάμβοις, τὰ δὲ τῆς ἀντιστροφῆς καὶ δακτύλοις· τὸ ιδʹ πῶς οὖν οὐ χωρεῖ τοὔργον; ὅμοιον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς παροιμιακόν. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλῆ ἔσω νενευκυῖα διὰ τὴν ἀνταπόδοσιν.
καὶ ἔστι τὸ μὲν πρῶτον τρισύλλαβον κατὰ παλιμβάκχειον· τὸ δὲ βʹ παίων πρῶτος· τὸ δὲ γʹ ὅμοιον τῷ πρώτῳ· τὸ δὲ δʹ ἤτοι δακτυλικὸν διπλοῦν ἢ τροχαϊκὸν πενθημιμερὲς εἴη ἄν, ἢ ἡμιόλιον ἐκ παίωνος· τὸ μέντοι τῆς ἀντιστροφῆς κρητικὸν ἔχει· τὸ εʹ διπλοῦς παλιμβάκχειος· τὰ ϛʹ ζʹ ἀναπαιστικὰ δίμετρα· τὸ ηʹ ἑφθημιμερὲς ὅμοιον· τὰ θʹ ιʹ παιωνικὰ μονόμετρα ἐκ κρητικῶν· τὰ ιαʹ ιβʹ ιγʹ ἀναπαιστικὰ δίμετρα ἐπιμεμιγμένα ἰάμβοις, τὰ δὲ τῆς ἀντιστροφῆς καὶ δακτύλοις· τὸ ιδʹ ὅμοιον ἑφθημιμερές. ὑφʼ ὃ ἡ ἔσω διπλῆ διὰ τὴν ἀνταπόδοσιν.
ὦ εἶα τὸν Ἑρμῆν καὶ ταῦτα ἐξάρχειν θέλουσιν. μιμεῖται δὲ τοὺς βάρος τι ἐξέλκοντας. δεῖ οὖν νοεῖν, ὅτι ταῦτα ἀνὰ μέρος λέγεται, τὸ μὲν τοῦ Ἑρμοῦ κελεύοντος καὶ ἕλκοντος, τὸ δὲ τῶν ἑλκόντων ὑπακουόντων.
ὁ Ἑρμῆς ἐπιτάττει τοῖς ἕλκουσι, καὶ ἅμα τοῖς μὴ ἕλκουσιν ἐπιτιμᾷ· οἱ δὲ χαίροντες τῇ εἰρήνῃ ἀποκρίνονται.
ἔτι μάλα: ἔτι σφοδρότερον ἢ προθυμότερον.
τὰ ἑξῆς τρία ἐν παρεκθέσει, ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον ἓν καὶ καταληκτικὰ βʹ.
οὐχ ὁμοθυμαδὸν ἕλκουσιν.
οἷʼ ὀγκύλλεσθʼ: οἷα, φησίν, Γ ἐπερείδεσθε μὲν τῷ σχοινίῳ προσποιούμενοι ἕλκειν, οὐχ ἕλκετε δέ. ἢ τὸν ὄγκον περιβάλλεσθε καὶ ἀλαζονεύεσθε καὶ ὑπερηφανεύεσθε. ἢ ὡς φιλοπόλεμοι δὲ οὐχ εἷλκον ἢ ὡς ἔκσπονδοι.
οἰμώξεσθʼ Γ οἱ Βοιωτοί ὅτι μηδὲν αὐτοῖς μέλει τῆς εἰρήνης. ἐπὶ γὰρ Γ τοῦ Ἀλκαίου σπονδάς αὐτοῖς Γ φησι γεγονέναι Φιλόχορος πεντηκονταετεῖς Ἀθηναίοις καὶ Λακεδαιμονίοις καὶ τοῖς συμμάχοις πλὴν Βοιωτῶν καὶ Κορινθίων καὶ Ἠλείων.
εἶτα ἐν ἐκθέσει τρισύλλαβοι βʹ κατὰ πόδα κρητικόν.
ξυνανέλκετον καὶ σφώ εἶτα ἐν ἐκθέσει ἀναπαιστικὸν πενθημιμερές.
ἄγετον, ξυνέλκετον Γ: ὁ χορὸς πρὸς τὸν Ἑρμῆν καὶ τὸν Τρυγαῖον.
τὰ ἑξῆς δύο ἀναπαιστικὰ ἐν εἰσθέσει δίμετρα ἀκατάληκτα.
ἕλκω Γ κἀξαρτῶμαι: ἔμφασιν πολλὴν ἔχουσιν οἱ λόγοι αὐτοῦ ἐμφαίνοντες τὴν σπουδὴν τὴν περὶ τὸ ἕλκειν, ὅπου γε καὶ συναρτᾶσθαί φησι τῷ ἔργῳ, ἀντὶ τοῦ «συμπεπάρθαι».
ἐν ἐπεκθέσει δίμετρον καταληκτικόν.
πῶς οὖν οὐ χωρεῖ τʼοὖργον Γ: ὁ Ἑρμῆς τοῦτό φησιν ἀπελέγχων αὐτούς, ὅτι λέγουσιν ἕλκειν καὶ οὐχ ἕλκουσιν.
οὐ χωρεῖ οὐ προκόπτει.
ὦ Λάμαχʼ ἀδικεῖς Γ: διπλῆ καὶ στίχοι τρίμετροι ἰαμβικοὶ ιγʹ.
ὦ Λάμαχʼ σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιγʹ. ἐπὶ τῷ τέλει παράγραφος.
περὶ Λαμάχου εἴρηται πολλάκις ὅτι φιλοπόλεμος ἦν.
τῆς σῆς μορμόνος Γ: παρὰ τὴν Μορμὼ καὶ τὴν Γοργόνα, ἣν εἶχεν ὁ Λάμαχος Γ ἐπίσημον.
οὕτως ἔλεγον τὸ ἐκφόβητρον· καὶ τὰ προσωπεῖα τὰ αἰσχρὰ μορμολύκεια, καὶ τὰ τραγικὰ καὶ τὰ κωμικά. καὶ ἐν Ἀμφιαράῳ ἀφʼ οὗ κωμῳδικὸν μορμολύκειον ἔγνων.
ἀλλʼ ἢ κατεγέλων Γ ἐπεὶ Ἀργεῖοι κατεγέλων Λακεδαιμονίων καὶ Ἀθηναίων ἀλλήλοις μαχομένων, ἐπείπερ παρʼ ἀμφοτέρων λαμβάνοντες χρήματα ἐπολέμουν.
ἀλλʼ ἢ κατεγέλων: ἀλλʼ ἐνετρύφων τοῖς ἐκ τοῦ πολέμου διαφθειρομένοις. αἰνίττεται δὲ εἰς τοὺς Ἀργείους ἐν τούτῳ τῷ πολέμῳ ἐπαμφοτερίζοντας· διὸ καὶ πολλὰ ἐκωμῳδοῦντο.
ταῦτα διχόθεν: ὡς τῶν Ἀργείων ἐπαμφοτεριζόντων καὶ ἀποκλινόντων, Γ καὶ πρὸς Λακεδαιμονίους. διὸ καὶ Φιλόχορός φησι πολεμοποιοῦντας πάλιν τοὺς Κορινθίους προσλαμβάνεσθαι καὶ τοὺς Ἀργείους.
περὶ Ἀργείων καὶ Φερεκράτης ἐν Αὐτομόλοις καὶ Γ οὗτοι γὰρ ἡμῖν οἱ κακῶς ἀπολούμενοι ἐπαμφοτερίζουσʼ ἐμποδὼν καθήμενοι.
ἀπεμφαίνει «καὶ ταῦτα διχόθεν μισθοφοροῦντες» ἥρμοττε γὰρ μᾶλλον οὕτως εἰπεῖν· ὅτι οὐ προθυμοῦνται πρὸς τὴν εἰρήνην, καὶ ταῦτα μάλιστα πάντων τρυχόμενοι ἐν τῷ πολέμῳ. μή τι οὖν ἐν ἴσῳ τούτων εἴρηκε «διὰ τὸ διχόθεν μισθοφορεῖν».
ἆρʼ οἶσθʼ ὅσοι γʼ αὐτῶν Γ: καὶ Γ ὁ Θουκυδίδης ἱστορεῖ Γ λέγων μάλιστα τῆς εἰρήνης ἀντιποιεῖσθαι Γ τοὺς Λακεδαιμονίους διὰ τοὺς ληφθέντας αὐτῶν ἐν Σφακτηρίᾳ. λέγει γὰρ οὕτως· «τοὺς γὰρ δὴ ἄνδρας περὶ πλείονος ἐποιοῦντο κομίσασθαι, ἕως ὅτε Γ ὁ Βρασίδας εὐτύχει». καὶ ἐν ἄλλοις· «ταῦτα οὖν ἀμφοτέροις αὐτοῖς λογιζομένοις ἐδόκει ποιητέα εἶναι ἡ ξύμβασις, καὶ οὐχ ἧττον τοῖς Λακεδαιμονίοις ἐπιθυμίᾳ τῶν ἀνδρῶν τῶν Γ ἐκ τῆς νήσου κομίσασθαι. ἦσαν γὰρ οἱ Σπαρτιᾶται αὐτῶν πρῶτοί τε καὶ ὁμοίως σφίσι συγγενεῖς. ἤρξαντο μὲν οὖν καὶ εὐθὺς μετὰ τὴν ἅλωσιν αὐτῶν πράσσειν. ἀλλʼ οἱ Ἀθηναῖοι μὲν οὔπω θέλοντες ἐξυφερουμένοις ἐπὶ τῇ ἴσῃ καταλύεσθαι». μάλιστα δὲ οἱ τῶν δεδεμένων συγγενεῖς ἐνῆγον καὶ ἐσπούδαζον, ὡς ἂν εἰρήνη γένηται.
οὐ μόνον διὰ τὸ κεκμηκέναι τῷ πολέμῳ, ἀλλὰ καὶ διὰ τοὺς ἐν Σφακτηρίᾳ τριακοσίους τοὺς δεδεμένους.
τῷ ξύλῳ.
τῆς ποδοκάκης, τοῦ νῦν καλουμένου κούσπου.
ὅτι ἐδέδεντο καὶ περιέκειντο αὐτοῖς πέδαι.
τοῦτο οἱ κακῶς ἐξηγούμενοι τοῦ Τρυγαίου φασίν. Γ
οὐδʼ οἱ Μεγαρῆς: ὡς καὶ τούτων βαρέως φερόντων ὅτι ἔκσπονδοι ἐγένοντο, βουλομένων δὲ τὴν εἰρήνην διὰ τὸ μάλιστα πεπιέσθαι τῷ λιμῷ καὶ τῷ πολέμῳ.
γλισχρότατα: ὅτι γλίσχρον ἐπὶ δυστυχίᾳ ἔλεγον.
σαρκάζοντες: ἤτοι ἐξισχνούμενοι καὶ ἠτονηκότες καὶ διὰ τὸν λιμὸν ἕλκοντες μόλις.
ἕλκοντες κατὰ τὸν τῶν κυνιδίων τρόπον, οἳ τὰ ὀστέα περιτρώγοντες καὶ οὐκ ἔχοντες ἐμφορηθῆναι ὑπʼ αὐτῶν τῷ δοκεῖν ἐσθίουσιν. φανερὸν δέ ἐστιν Γ ὅτι ἐπίτηδες χαριζόμενος πάλιν τοῖς Ἀθηναίοις διέσυρεν οὕτω τοὺς Μεγαρεῖς, πρῶτον μὲν αὐτοὺς κυσὶ παραβαλών, ἔπειτα τῷ ὑποκοριστικῷ καὶ τῇ σμικρότητι τῶν κυνιδίων εἰς πλείονα καταγαγὼν ταπεινότητα. πάνυ γὰρ καὶ διαπρυσίως ἐμισοῦντο ὑπὸ τῶν Ἀθηναίων.
διʼ ὃν εἰρήκαμεν τρόπον. καλῶς δʼ ἂν ἔχοι τοῦτο τηρῆσαι πρὸς τὸ ἱππωνάκτειον οὕτως ἔχον· σαρκοκύων λιμόν. οὐ γάρ ἐστι τῶν σαρκῶν, ὥσπερ ἀξιοῦσι τῶν ἐξηγησαμένων τινές· παντάπασι γὰρ ἂν εἴη αὐτὸ ὑπεναντίον ἑαυτῷ. ἔργον γὰρ τοῦ λιμοῦ οὐ σάρκας ἐμποιεῖν, ἀλλὰ τοὐναντίον ἀπισχνοῦν τὰ σώματα καὶ τῶν σαρκῶν παραιρεῖσθαι τὸν ὄγκον.
σαρκάζοντες: οἷον ὑποσεσηρότες καὶ διανοίγοντες, ὥσπερ τὰ κυνίδια, ὅταν προσλιπαρῇ τινα καὶ ἀφέλκῃ τοῖς ὀδοῦσιν.
σαρκάζειν ἐστὶ κυρίως τὸ τὸν κύνα πεινῶντα τὰ λεπτὰ τῶν σαρκῶν τοῦ ὀστέου ἀπογλύφειν.
ὑπὸ τοῦ γε λιμοῦ … ἐξολωλότες: ὅτι ὡς λιμώττοντες ἀεὶ Μεγαρεῖς παίζονται. διὰ γὰρ τοῦτο καὶ τοὺς παῖδας ἐπίπρασκον τοὺς ἑαυτῶν. καὶ ἐπεθύμουν μὲν τῆς εἰρήνης, διὰ δὲ τοὺς Ἀθηναίους ἀνεβάλλοντο αὐτήν, ὥς φησι Θουκυδίδης.
ὑπὸ τοῦ γε λιμοῦ Γ: λιμώττειν αὐτοὺς λέγει, ἐπειδὴ ὅτε μὲν εἰρήνη ἦν, εἰσήρχοντο εἰς τὴν Ἀττικὴν καὶ ἀπετρέφοντο διὰ τὸ πωλεῖν καὶ συναλλάσσειν· νῦν δὲ πολέμου ὄντος ἐφοβοῦντο εἰσελθεῖν εἰς τὴν Ἀττικὴν καὶ ἀγοράσαι ὧν ἔχρῃζον· ἐξ αὐτῶν γὰρ ἐγένετο ἡ αἰτία τοῦ πολέμου. ἐξ Ἀττικῆς δὲ ὠνοῦντο τὰς τροφὰς διὰ τὸ καὶ πλησιάζειν αὐτῇ καὶ διὰ τὸ ὀλίγην παντάπασιν ἔχειν χώραν τὴν γεωργουμένην. εἰκὸς οὖν ἦν τοὺς Ἀθηναίους ἐπεξιόντας αὐτοῖς κωλύειν τὴν παρʼ αὐτοῖς γῆν γεωργεῖν. ἢ ὅτι εἰς πολιορκίαν κατέστησαν αὐτοὺς οἱ Ἀθηναῖοι τὴν Νισαίαν τειχίσαντες, ὅπερ πρὸς τῇ θαλάττῃ τῶν Μεγαρέων ἐπίνειον ἦν ἀπέχον οὐ πολὺ διάστημα ἀπὸ τῆς τῶν Μεγαρέων πόλεως. ἐπάναγκες οὖν αὐτοὺς λιμώττειν.
ἀντιληπτέον ἅπαντας δεῖ ὁμονοεῖν.
δύο διπλαῖ· ἕπεται γὰρ ἡ ἀντίστροφος τῇ προτέρᾳ περικοπῇ ἀμοιβαία ιδʹ κώλων ἔχουσα καὶ τὴν εἰς τὰ πρόσωπα διαίρεσιν ὁμοίαν· οὗ ἡ ἀρχή ὦ εἴα, τέλος δέ ἀλλʼ εἴσʼ οἳ κωλύουσιν.
ὦ εἶα: ἡ ἀμοιβαία αὕτη ἀντιστροφὴ τῆς ῥηθείσης ἐστὶ στροφῆς, καί εἰσι τὰ κῶλα καὶ ταύτης ιδʹ ὅμοια ἐκείνοις· ἔν τισι δὲ καὶ ἑτέρους δέχεται πόδας τοῦ αὐτοῦ
ὄντος μέτρου. ὧν τελευταῖος ἀλλʼ εἴσʼ οἳ κωλύουσιν. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος.
μέτρου ὄντος. ἐπὶ τῷ τέλει αἱ ἀμφοτέρωθεν ἔξω διπλαῖ.
ἀντιστροφὴ κώλων ιδʹ.
οὐ δεινὸν καὶ ἄτοπον τοὺς μὲν ἐξ ἡμῶν τῆς εἰρήνης ὀρέγεσθαι σπουδαιότατα, τοὺς δὲ ἀντιπράττειν; καλῶς δὲ τοῖς ὀνόμασιν ἐχρήσατο, τῷ τείνειν καὶ τῷ ἀντισπᾶν.
ἀντὶ τοῦ «ἐναντιοῦσθαι».
ἐπειδὴ ἀπʼ ἀμφοτέρων τῶν μερῶν μισθὸν ἐλάμβανον καὶ κατεγέλων.
ὡς κακόνοι οἷον ἐχθροὶ καὶ κακὸν νοῦν ἔχοντες πρὸς τὴν εἰρήνην.
οἱ κιττῶντες: ἀντὶ τοῦ «οἱ ἐπιθυμοῦντες». μεταφορικῶς ἀπὸ τῶν κυουσῶν γυναικῶν.
ἐπειδὴ ἀδηφάγον τὸ ὄρνεον ἡ κίττα καὶ περίεργον εἰς ἐπιθυμίαν.
παμφάγον γὰρ τὸ ὄρνεον ἡ κίττα. ἐξ ἧς μετῆκται εἰς τὰς κυούσας τὸ κιττᾶν.
οἱ κιττῶντες: ἤγουν ἐπιθυμοῦντες. ἀπὸ μεταφορᾶς τῶν κυουσῶν γυναικῶν. ἢ ἐπειδὴ ἀδηφάγον ἡ ὄρνις ἡ κίττα, κιττᾶν λέγοιτο ἂν τὸ ἐπιθυμεῖν. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν γυναικῶν, ὅτι ἐκεῖναι ἐν ἐπιθυμίᾳ γίνονται ἐδεσμάτων τινῶν μετὰ τὸ συλλαβεῖν.
οἱ κιττῶντες: ἀπὸ μεταφορᾶς τῶν κυουσῶν γυναικῶν. ἤγουν ἐπιθυμοῦντες. καὶ ἐπειδὴ ἀδηφάγον καὶ παμφάγον ὄρνεον ἡ κίττα, περίεργον δὲ καὶ εἰς ἐπιθυμίαν. κιττᾶν οὖν τὸ ἐπιθυμεῖν. ἀπὸ τῶν γυναικῶν τῶν ἐν ἐπιθυμίᾳ γινομένων ἐδεσμάτων τινῶν μετὰ τὸ συλλαβεῖν.
ὦ ῎νδρες Μεγαρεῖς: ἕτερον σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς
στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων
ἰαμβείων
ηʹ. καὶ ἐν εἰσθέσει ἕτερον ἀμοιβαῖον στίχων ὁμοίων καταληκτικῶν τετραμέτρων δʹ. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος.
σύστημα κατὰ περικοπὴν στίχων ηʹ.
οὐκ ἐς κόρακας ἐρρήσετε: ἀντὶ τοῦ «μετὰ φθορᾶς βαδίσετε». πολλάκις δὲ εἰρήκαμεν, ὅτι ἐπὶ κατάρας τίθεται τὸ «ἐς κόρακας».
τοῖς σκορόδοις ἤγουν τῇ δριμύτητι· ὅτι πολλὰ παρʼ αὐτοῖς τὰ σκόροδα.
ἀντὶ τοῦ «δριμύτητι». ὅτι πολλὰ σκόροδα παρὰ Μεγαρεῦσιν.
αἰτίαν εἶχον οἱ Μεγαρεῖς ἀρχηγοὶ γενέσθαι τοῦ πολέμου διὰ τὴν ἁρπαγὴν τῶν πορνῶν Ἀσπασίας καὶ τὴν ἐπὶ τούτοις ὀργὴν Περικλέους καὶ τὸ ψήφισμα, ὡς ἐν Ἀχαρνεῦσί φησιν.
ἐντεῦθεν ἐκ τούτου τοῦ μέρους· λέγει δὲ τοῦ μὴ θέλειν ποιεῖν τὴν εἰρήνην.
παρὰ προσδοκίαν εἶπεν οὐ πρὸς τὴν εἰρήνην, ἀλλὰ πρὸς τὸ φιλόδικον αὐτῶν· ἀντὶ τοῦ εἰπεῖν· οὐδὲν γὰρ ἄλλο δρᾶτε πλὴν φωνεῖτε οὐδὲν ἕλκοντες.
πλὴν δικάζετε οὐδὲν πρὸς τὴν εἰρήνην τοῦτο, ἀλλʼ εἰς φιλοδικίαν αὐτοὺς διαβάλλει. φησὶν οὖν· ἐν οὐδενὶ ἱκανοί ἐστε πλὴν ἐν τῷ δικάζειν.
καλῶς καὶ τοὺς Ἀθηναίους ἀπέσκωψεν, ἵνα μὴ τὸ πᾶν διαβάλῃ ποίημα ὡς ἐν πᾶσιν αὐτοῖς χαρίζεσθαι προαιρούμενος καὶ ἀποκρύπτων αὐτῶν τὰς αἰτίας, ὅπερ ἂν ἔδοξε ποιεῖν μηδὲ χαριεντισάμενος καὶ πρὸς αὐτούς. ὅρα τοίνυν, πῶς ἀμφότερα διαπράττεται, καὶ τὸ ἀδιάφορον τῶν σκωμμάτων ἀποκρύπτων τὰ μείζονα· ἐπεί, εἴγε καὶ αὐτῶν καθάπτεσθαι ἐβούλετο, εἰ καὶ μηδὲν ἕτερον εἶχε κατὰ τῶν Ἀθηναίων εἰπεῖν, ἐγγύθεν γοῦν ἠδύνατο ἀπὸ τῶν Μεγαρέων λαβεῖν μνημονεύσας τοῦ κατʼ αὐτῶν ψηφίσματος. ὅπερ μετʼ ὀλίγον ποιήσει· ἀλλʼ ἐπειδὰν εἰς ἐκεῖνα γενώμεθα, τὴν ἀρετὴν τοῦ ποιητοῦ δείξομεν λέγοντες τὴν αἰτίαν, διʼ ἣν οὐ νῦν ἐμνημόνευσεν, ἀλλὰ τότε.
πλὴν δικάζετε δέον εἰπεῖν «ἐμποδίζετε» «δικάζετε» λέγει σκώπτων αὐτοὺς ὡς φιλοδίκους.
πρὸς τὴν θάλατταν ἴσως διὰ τούτου τῆς πρὸς τοὺς Πέρσας ναυμαχίας ὑπομιμνήσκει αὐτοὺς ἀναφέρων, ὡς ὅτι καὶ ἐπʼ ἐκείνων τῶν χρόνων ἐθαλασσοκράτουν Ἀθηναῖοι.
πρὸς τὴν θάλατταν καθʼ ὃ ἐπιβαίνοντες ἔτεμνον τὴν Λακωνικὴν καὶ τὴν ἄλλην Πελοπόννησον. ἀποχωρεῖτε οὖν, φησί, καὶ ἀποπλέετε εἰς τὰ ἴδια, καὶ ὀλίγον τῆς κατὰ θάλατταν βίας ἔνδοτε. ἐθαλασσοκράτουν γὰρ τότε.
ἐπειδὴ γὰρ Ἀθηναῖοι πρὸς τῇ θαλάσσῃ εἰσίν, ἐκώλυον τοῖς μεσογείοις ἔχειν τὰ ἀναγκαῖα. φησὶν οὖν· ὅτι, εἰ θέλετε εἰρηνεῦσαι, τὶ πρὸς τὴν ἑαυτῶν χώραν καὶ τὸν ἴδιον τόπον καὶ τὸ παρὰ θάλατταν ὑποχωρήσατε, καὶ μὴ τῶν ἀλλοτρίων ἀντιποιεῖσθε. τῶν μεσογείων δῆλον ὅτι ἤθελον καὶ τῆς γῆς κρατεῖν.
πρὸς τὴν κτλ. οἷον ἐκ τῆς θαλάττης μικρὸν ὑποχωρήσατε, τουτέστι τοῦ ναυμαχεῖν.
σύστημα ἕτερον.
χωρεῖ γέ τοι τὸ πρᾶγμα τοὺς μὲν ἄλλους πάντας τοῦ ἕλκειν ἀπέστησεν ὁ Ἑρμῆς τοῖς γεωργοῖς μόνοις ἐπιτρέψας ἕλκειν. διό φησι νῦν· προκόπτει τὸ ἔργον.
ἄγε νῦν ἄγε πᾶς διπλῆ καὶ εἴσθεσις εἰς περίοδον κώλων ηʹ ἀμοιβαίων τοῦ χοροῦ καὶ τοῦ ὑποκριτοῦ. τὸ πρῶτον ἀναπαιστικὸν διπλοῦν· τὸ βʹ ἰαμβικὸν ἑφθημιμερές· τὸ γʹ καὶ τὸ δʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· … ζʹ καὶ ηʹ ὁμοίως.
ἄγε νῦν ἄγε πᾶς κορωνὶς καὶ εἴσθεσις χοροῦ μονοστροφικὴ κώλων ηʹ. ὧν τὸ πρῶτον ἀναπαιστικὴ βάσις ἤτοι μονόμετρον ἀκατάληκτον· τὸ δεύτερον ὅμοιον δίμετρον ἀκατάληκτον·
τὸ γʹ καὶ δʹ ἰαμβικὰ δίμετρα ἀκατάληκτα· τὸ εʹ ἰαμβικὸν ἑφθημιμερές· τὸ ζʹ ὅμοιον τῷ γʹ·
τὰ γʹ δʹ ϛʹ ἰαμβικὰ δίμετρα· τὸ εʹ ὅμοιον ἑφθημιμερές·
τὸ ζʹ παιωνικὸν τρίμετρον ὑπερκατάληκτον ἐκ παλιμβακχείων καὶ κρητικοῦ· τὸ ηʹ δίμετρον ὑπερκατάληκτον ὅμοιον.
ἐπὶ τῷ τέλει κορωνίς.
ὑφʼ ὃ κορωνίς.
στροφὴ κώλων ηʹ.
καὶ μὴν ὁμοῦ ʼστιν ἤδη: ἀντὶ τοῦ «ἐγγύς».
ἀντὶ τοῦ «ἕλκωμεν».
ἰσχυρότερον ἑλκύσωμεν.
ἀνηνέχθη ἡ Εἰρήνη.
τὸ ἀνελθεῖν.
τὸ ἑλκυσθῆναι τὴν Εἰρήνην.
οὕτως εἰώθασιν οἱ ἐπιστατοῦντες ἐπέχειν τὴν ὁρμὴν τῶν ἑλκόντων.
ὦ πότνια: εἴσθεσις διπλῆς ἀμοιβαίας στίχων ναʹ, ὧν οἱ μὲν λγʹ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι, ὧν τελευταῖος τὰ γεωργικὰ σκεύη λαβόντας εἰς ἀγρόν, οἱ δὲ ἑξῆς ιηʹ τροχαϊκοὶ τετράμετροι καταληκτικοί, ὧν τελευταῖος καὶ τριαινοῦν τῇ δικέλλῃ διὰ χρόνου τὸ γήδιον.
ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα, καὶ ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος.
ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει ἡ ἔξω διπλῆ.
ἐπεὶ ἐν εἰρήνῃ φύονται οἱ ἄμπελοι.
ᾠκείωσε τοῖς γεωργοῖς καὶ τὰ παρʼ αὐτῶν ἐπίθετα, «βοτρυόδωρε» καὶ «μυριάμφορον».
οἷον βότρυς δωρουμένη.
ὦ εὐφραντοποιέ.
μυριάμφορον: τίμιον καὶ πολυπληθῆ.
μυρίων ἀμφορέων ἄξιον.
μυρία κεράμια χωρῆσαι δυνάμενον.
ἀπὸ τῶν ληνῶν καὶ πίθων τῇ μεταφορᾷ ἐχρήσατο.
οἴκοθεν ἄξιόν σου ἔπαινον οὐκ εἶχον οἴκοι. ἐπαύξησις δὲ τῶν παρελθόντων κακῶν, εἴ γε καὶ μέχρι τῶν τοιούτων ἐστέρηνται ῥημάτων.
ὡς καὶ τούτων σὺν τῇ Εἰρήνῃ ἀνελθουσῶν. ὑποτίθεται δὲ αὐτὰς ὡς πόρνας.
ὥσπερ ἀστρατείας ἀντὶ τοῦ «εἰρήνης»· ἐπεὶ ἐν εἰρήνῃ οὐ στρατεύονται. θέλων δὲ εἰπεῖν «εὐωδίας» ἢ ἄλλου τοιούτου τοῦτο παρʼ ὑπόνοιαν εἶπεν.
ἀστρατείας ἀντὶ τοῦ «εἰρήνης». παρʼ ὑπόνοιαν δὲ ἀντὶ τοῦ «εὐδίας».
καὶ γυλίου στρατιωτικοῦ πλέγματος στρατιωτικοῦ σκευοφόρου ἐπιμήκους εἰς ὀξὺ λήγοντος πρὸς τὸ μὴ κατάγνυσθαι.
πλέγμα τι σκευοφόρον στρατιωτικόν, ἐν ᾧ ἀποτίθενται τυρὸν καὶ ἐλαίας καὶ κρόμμυα. ἔστι δὲ καὶ ζῷον, οὗ μέμνηται Σώφρων Ἡράκλεις πνίγος γύλιον τί. ἔστι δὲ ὁ καλούμενος ὑπό τινων χοιρογρύλλιος.
γυλίου: πλέγμα σκευοφόρον στρατιωτικὸν ὁ γύλιος, εἰς ὃ τὰς τρόφας ἄγονται οἱ στρατιῶται. ἔστι δὲ καὶ ζῷον, ὃ καλεῖται ὑπό τινων χοιρογρύλιος.
φησίν· ὅτι οὐ ταὐτὸν ὄδωδεν ὁ γύλιος καὶ ἡ Θεωρία.
πλέκος: πλέγμα· τοιοῦτος γὰρ ὁ γρύλιος.
ἐσχημάτικεν, ὡς ἀπὸ τοῦ βλέπω βλεπτὸς καὶ ἀττικῶς βλέπος, καὶ ὡς ἀπὸ τοῦ ῥέω ῥέος.
ὡς ἀπὸ τοῦ βλέπω βλέπος οὐδετέρως καὶ ἀπὸ τοῦ ῥέω ῥέος— Αἰσχύλος· ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος—, οὕτω καὶ πλέκος.
ἔστιν Εὐριπίδου ἐκ Τηλέφου ἢ Τληπολέμου· ἀπέπτυσʼ ἐχθροῦ φωτὸς ἔχθιστον τέκος.
καὶ διὰ τούτων σύγκρισιν ποιεῖται τῶν τῆς εἰρήνης καλῶν καὶ τῆς ἐν τῷ πολέμῳ ταλαιπωρίας.
κρομμυοξυρεγμίας ἀπεψίας.
δριμεῖα γὰρ καὶ ἀηδὴς ἡ τοιαύτη ἐρυγή.
ἀπὸ τῶν κρομμύων καὶ τῆς ὀξύτητος καὶ τῆς ἐρυγῆς συνέθηκε τὴν λέξιν. ταῦτα γὰρ εἰώθασι κομίζειν εἰς τὸν πόλεμον. ἐξ ὧν δυσώδης καὶ ὁ γύλιος.
ὅτι ἐπὶ πολὺ ἐγκαλυπτόμενος ὁ γύλιος ἐκ τῶν διαφόρων ὄψων τε καὶ ζωμῶν ὀξίδος σύμμικτόν τινα ὀσμὴν ὄδωδεν, οὐχ ὡς ἡ Θεωρία.
ὑποδοχῆς Διονυσίων ἀντὶ τοῦ «πλήθους καὶ πολλῶν Διονυσίων». ἐν γὰρ εἰρήνῃ συνεχῶς ἦν ἡ θέα.
αὐλῶν, τραγῳδῶν ἐπεὶ καθόλου μὲν ὁ αὐλὸς ἐν εὐωχίαις ἀεὶ καὶ θαλίαις ἐξετάζεται. ἐν δὲ τοῖς ἱσταμένοις χοροῖς, οὓς συνίστασαν οἱ χορηγοὶ διὰ τῶν Διονυσίων, πάντως καὶ αὐλητὰς ἔδει προσιέναι, ὡς Δημοσθένης ἐν τῷ κατὰ Μειδίου μαρτυρεῖ οὕτω λέγων· «καὶ εἰ μὴ Τηλεφάνης ὁ αὐλητὴς ἀνδρῶν βέλτιστος περὶ ἐμὲ ἐγένετο».
ὅτι ἡδέα τὰ μέλη Σοφοκλέους. περιέργως δέ τινες εἰς τὰ ἐν τῷ Ἰνάχῳ περὶ τοῦ ἀρχαίου βίου καὶ τῆς εὐδαιμονίας· εὐδαίμονες οἱ τότε γενεᾶς ἀφθίτου λαχόντες θείας.
κιχλῶν: αἱ μὲν κίχλαι εἶδος στρουθῶν, δοκοῦσι δὲ πρὸς τρυφὴν ἐκ τῶν ἄλλων πτηνῶν περισπούδαστοι εἶναι μᾶλλον. ἀεὶ δὲ τὸν Σοφοκλέα σεμνολογεῖν βούλεται οὐ φιλῶν αὐτὸν ὅσον Εὐριπίδην μισῶν. τὸ κάλλιστον οὖν τῶν ἐδεσμάτων μετὰ τὴν ἐκείνου μνήμην εὐθὺς ἐπήγαγεν ἐνδεικνύμενος, ὡς πάντων τῶν ἄλλων ἀναγκαιότερα τὰ αὐτοῦ ποιήματα τῇ χρήσει τῶν κιχλῶν παραβαλλόμενα.
ὅρα, πῶς τὸν μὲν Σοφοκλέα καὶ τοῖς ὀνόμασιν ἐπαίρει, τὸν δὲ Εὐριπίδην σμικρύνει, ἐπʼ ἐκείνου μὲν λέγων «μελῶν», ἐπὶ Εὐριπίδου δὲ «ἐπυλλίων».
θέασαι, πῶς τὸν μὲν Σοφοκλέα καὶ τοῖς ὀνόμασιν ἐξαίρει, τὸν δὲ Εὐριπίδην σμικρύνει, ἐκεῖ μὲν λέγων «Σοφοκλέους μελῶν». ἐνταῦθα δὲ «ἐπυλλίων Εὐριπίδου».
δικανικῶν: τοιαῦτα γάρ—δικανικώτερα—τὰ Εὐριπίδου.
δικανικῶν ἐχόντων πεύσεις καὶ ἀποκρίσεις.
ἐπεὶ τὰ Εὐριπίδου ἀντιλογίας πολλὰς ἔχει καὶ δικαζομένους εἰσάγει.
πάλιν ἐπὶ τὰ τῆς θεωρίας ἐπανέδραμεν ἐγκώμια. δεῖ οὖν ἀπὸ κοινοῦ νοεῖν μετὰ τῶν ὀδωδῶν ὧν προεῖπεν. καὶ τοῦ ὄδωδεν.
διυλιστῆρος ἢ πλέγματος, ἔνθα ἐκ τῆς ληνοῦ εἰώθασιν ἐκπιέζειν. καὶ ἔστιν ἡ εὐθεῖα τρύγοιπος προπαροξυτόνως, οὐχ ὁ τρυγοίπης, ὡς οἴονταί τινες.
ἐπεὶ ὅταν πολὺ σταῖς κομίζωσιν, ὀλίγον τι κολπώσασαι τοῦ χιτῶνος ἐκ περιζώματος ἐκεῖ ἐντιθέασιν.
κόλπου γυναικῶν πολλάκις γὰρ ἐν εἰρήνῃ ὑπὸ κόλπους αἱ γυναῖκες φέρουσί τι.
καὶ πάλιν εἰρήνης οὔσης αἱ γυναῖκες ἀδεῶς εἰς τοὺς ἀγροὺς ἐξέρχονται καὶ ἀνθολογοῦσιν.
γράφεται εἰς ἰπνόν. ἰπνός ἐστιν ὃ ἡμεῖς καμίνιον καλοῦμεν.
ἀγρόν ἀντὶ τοῦ εἰπεῖν «εἰς ἰπνόν» εἶπεν «εἰς ἀγρόν». ἰπνὸς δὲ ἡ παρʼ ἡμῖν κάμινος.
ὑπερβολὴ εὐωχίας ὅτι καὶ οἱ δοῦλοι μεθύουσιν, ὡς ἐν εἰρήνῃ.
ἀνατετραμμένου χοῶς ἀνακαλυφθέντος ἢ κενωθέντος εἰς γῆν, ὡς οἱ ἐν τοῖς πότοις σφαλλόμενοι ὑπὸ μέθης ἐν τῷ ὑπηρετεῖν ἢ παίζειν τὰ τοιαῦτα εἰώθασι ποιεῖν.
ἄλλων τε πολλῶν μετὰ τὸ κατὰ μέρος πάντα εἰπεῖν ἐπήγαγε καὶ τὸ γενικόν, ἵνα καὶ ἄλλων πολλῶν δόξαν παράσχηται.
νυν δή.
σφόδρα πληγεῖσαι παρὰ τοῦ πολέμου καὶ ἰσχνανθεῖσαι. παρὰ τὰ ὑπώπια. ὑπώπια δέ ἐστιν ὑπὸ τῶν ὄψεων τὰ ὀγκώματα καὶ κρούσματα, ἅπερ κορδύλας φασίν.
διὰ τοῦ «ἁπαξάπασαι» πάλιν τοὺς Ἀθηναίους θεραπεύει, ἵνα μὴ οὗτοι μόνον, ἀλλὰ καὶ πάντες ἐπταικέναι δόξωσιν. ἄλλως τε καὶ αὔξησις τοῦ κακοῦ, εἰ μὴ μέρος ἔβλαψε τῶν Ἑλλήνων ὁ πόλεμος, ἀλλʼ ἁπλῶς εἰπεῖν ἁπάσας τὰς πόλεις.
καὶ κυάθοις τοῖς κυάθοις προσθλῶσι τὰ ὑπώπια.
ἐπεὶ ἐν ὀξυβάφοις χαλκοῖς τὰ ὑπώπια ἀνατρίβοντες ἢ τοιούτοις οὖν τισιν ἀφανῆ ποιοῦσιν. καὶ Ἀπολλοφάνης ἐν Ἰφιγέροντι κύαθον λάβοιμι τοῖς ὑπωπίοις.
ὀξύβαφα χαλκᾶ πυρώσαντες καὶ ἐπιθέντες ἐθεράπευον τοὺς ἐκ τῶν πληγῶν μώλωπας.
καὶ κυάθοις κτλ. ὀξυβάφοις. τούτοις γὰρ ἀνατρίβοντες τοὺς ἐκ τῶν πληγῶν ἐθεράπευον μώλωπας.
ἁπλουστέρως ἐκδεκτέον τοῦτο· ἔστι γὰρ ἐν οὐρανῷ τὰ πράγματα.
ἵνα γνῷς ἵνα διαγνῷς καὶ διακρίνῃς ἐκ τοῦ ἱλαροὺς εἶναι ἢ κατηφεῖς, ποίαν τις αὐτῶν τέχνην μεταχειρίζεται. οἱ μὲν γὰρ τὰ πολεμικὰ ἀσκοῦντες ἀχθόμενοι τοῖς παροῦσιν, καὶ ὅτι ἀργοὶ ἔσονται, στυγνοί εἰσι καὶ κατηφεῖς, οἱ δὲ τὰ εἰρηνικὰ ἱλαροί.
τίλλονθʼ ἑαυτὸν: τίλλειν ἑαυτὸν λέγεται τὸ τῶν ἑαυτοῦ τριχῶν ἐπιλαμβάνεσθαι καὶ σπαράττειν τὰς κόμας.
προσφορώτατα οὖν τὸν λοφοποιὸν τῇ κεφαλῇ καὶ ταῖς θριξὶν αὐτοῦ ἐποίησε λωβώμενον, ἐπεὶ καὶ ὁ λόφος τῆς κεφαλῆς ἐστι σκεπαστήριον.
προσφορώτατον δὲ τὸν λόφον νοεῖν τίλλειν, ἐπεὶ καὶ ὁ λόφος τῆς κεφαλῆς ἐστι κάλυμμα.
οἷον ἐσκιμάλισεν: τῷ μέσῳ δακτύλῳ συναρμόσας τὸν μέγαν καὶ πλήξας ἐφυβρίζει.
ἐσκιμάλισεν ἀντὶ τοῦ «κατεδακτύλισεν»· σκιμαλίσαι γάρ ἐστι κυρίως τὸ τὸν δάκτυλον εἰς τὸν πρωκτὸν τοῦ ὀρνέου βαλεῖν. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ὅταν βουλόμενοι ἐφυβρίσαι τινὰ τὸν μέσον δάκτυλον ἐντείνοντες καὶ τοὺς λοιποὺς συνάγοντες δείξωσιν αὐτόν.
νυν δή.
ἐν ἐπεκθέσει στίχοι καταληκτικοὶ τροχαϊκοὶ ιηʹ, ὧν τελευταῖος καὶ τριαινοῦν τῇ δικέλλῃ.
ὡς τάχιστʼ ἄνευ δορατίου Γ: παρὰ τὰ τοῦ πολέμου κακά. πρώην γὰρ οὐδεὶς δίχα σιδήρου ἐξῄει εἰς τὸν ἀγρὸν ὑφορώμενος τοὺς πολεμίους· νῦν δὲ εἰρήνης οὔσης παρακελεύεται μὴ βαστάσαι σίδηρον.
κυρίως μὲν σαπρὸν οἱ παλαιοὶ ἔλεγον τὸ σεσηπὸς διὰ τὸν χρόνον· χρῶνται δὲ αὐτῷ καὶ ἀντὶ τοῦ «ἀρχαίου καὶ παλαιοῦ».
ἀρχαίας. ἢ ἀντὶ τοῦ «παλαιᾶς.»
σαπρᾶς Γ: παλαιᾶς καὶ ἀρχαίας.
παιωνίσας: εὐξάμενος τοῖς θεοῖς ὁμολογήσας χάριν. παιὼν γάρ ἐστιν ὕμνος εὐχαριστήριος.
ὦ ποθεινὴ Γ: οἱ γεωργοὶ ταῦτά φασι πεισθέντες τῷ κηρύγματι.
τάς τε συκᾶς περισπούδαστα γὰρ πᾶς ἡγεῖται ἅπερ ἂν αὐτὸς ἐργάσηται.
τάς τε συκᾶς διὰ τούτου τὸν πολὺν τοῦ πολέμου χρόνον δηλοῖ, ὅτι νεώτερος ὢν ἐφύτευσε τὰς συκᾶς, ἃς οὐκ εἶδε γηράσας. καὶ οὐκ ἀρκεσθεὶς τούτῳ ἐπήγαγε «πολλοστῷ χρόνῳ».
θυμὸς ἐπιθυμία.
ἥπερ ἡμῶν τοὺς λόφους τοῦτο πάλιν εἰς τὸν Λάμαχον αἰνίττεται.
καὶ τὰς Γοργόνας Γ: ἤγουν πᾶν σκεῦος ἁρμόζον ἐν Γ τῷ πολέμῳ. Γ
εἶθʼ Γ: εἶτα· μετὰ τὸ εὔξασθαι τῇ θεῷ.
λιταργιοῦμεν Γ: ἀντὶ τοῦ «συντόνως δραμούμεθα».
παρὰ τὸ λίαν ἀργόν.
ἐμπολήσαντές ἀγοράσαντες.
χρηστὸν χρήσιμον.
ὦ Πόσειδον: ὁ Ἑρμῆς ὁρῶν τοὺς ἀγροίκους εἰς ἀγρὸν ἐξιόντας φησὶ τὸ «ὦ Πόσειδον».
τὸ στῖφος τὸ σύστημα, τὸ πλῆθος. Γ
καὶ πυκνὸν καὶ γοργὸν ἐπεὶ διὰ χρόνου ἐξιόντες ἔσπευδον.
μᾶζά ἐστιν ὁ στριφνὸς ἄρτος.
πανδαισία: πανδαισία Γ ἡ δαψιλὴς καὶ παντοία εὐωχία.
πανδαισίαν φασί τινες, ὅταν δεῖπνον ἕκαστος αὑτῷ κομίζων εἰς τὸ κοινὸν κατατιθῆται καὶ πάντες πάντων μετέχωσιν.
φασὶ πᾶν δεῖπνον, ἐν ᾧ ἕκαστος αὑτῷ κομίζων εἰς κοινὸν κατατίθεται καὶ πάντες πάντων μετέχουσιν.
πανδαισίαν τὴν ποικίλην καὶ ἐκ διαφόρων ὄψων εὐωχίαν, ὅταν ἕκαστος τὰ ἑαυτοῦ ὄψα ἀνενέγκῃ καὶ καταθῆται εἰς τὸ κοινόν· ἢ ὅταν πολλῶν προκειμένων ἐδεσμάτων λάβῃ τις ὃ θέλει. οἱ δὲ πανδαισίαν λάχανόν τι ἔχον παντοῖον ἔδεσμα.
τὸ στῖφος αὐτῶν εἰκάζει ἀλφίτοις καὶ μάζῃ διὰ τὸ πυκνόν.
ἐπειδὴ πυκνοῦνται ὅπου μὲν τὰ ἄλφιτα, ὅπου δὲ οἱ ἑστιώμενοι.
πανδαισία ὅταν γὰρ εἰς κοινὸν ἑστιῶνται ἑκάστου φέροντος ἑαυτῷ δεῖπνον, πυκνὰ πάντα φαίνεται πῇ μὲν τὰ προσφάγια φερόντων, πῇ δὲ αὐτῶν ἑστιωμένων.
τὸ ὅλον· πυκνὸν οὖν ὥσπερ μᾶζα καὶ πανδαισία.
ἡ γὰρ σφῦρα Γ: νοῆσαι δεῖ τὸν χορὸν σφύρας ἔχοντα, αἷς βωλοκοποῦσι, καὶ θρίνακας καὶ σκεύη ἄλλα γεωργικά, διʼ ὧν τὰς βώλους τῆς γῆς ἔμελλον θραύσειν.
αἵ τε θρίνακες: τὰ πτύα.
ἐργαλεῖον ᾧ ἀποχωρίζουσι τῶν σπερμάτων τὰ ἄχυρα.
παρέοικεν ἐν ταῖς ἅλωσι πρὸς τὸν ἄνεμον ἐπαίρουσι τὰ ἄχυρα ὑπὲρ τοῦ ἀποπτῆναι καὶ καθαρισθῆναι τὸν πυρὸν ἢ τὰς κριθὰς ἢ ἄλλο τι τῶν τοιούτων γεννημάτων. Γ
ἀπαλλάξειεν μετακινήσειεν.
μετόρχιον: τὸ μεταξὺ τῶν ὄρχων. ὄρχοι δὲ καλοῦνται τὰ μέσα τῶν ἐλαιῶν καὶ τῶν ἀμπέλων.
μετόρχιόν ἐστι τὸ μεταξὺ τῶν συμφύτων πεδίον, ἐν ᾧ ὁ σῖτος ἐν ἅλῳ ἔσπαρται. παίζων οὖν εἶπεν· Γ ὅτι ἠδύνατό τις διασχίσας αὐτοὺς ποιῆσαι μετόρχιον, ἐπειδὴ πολλοί εἰσιν.
μεταξύ, ἵνα αὐτοὶ ἀντὶ τῶν φυτῶν γένωνται.
τινὲς μετόρχιον τὸ μεταξὺ τῶν φυτῶν.
μετόρχιον: τὸ μεταξὺ τῶν χωρίων, ὅπερ λέγεται ὄρχος. καλῶς ἄν, φησί, μεταστήσειε τὰ φυτὰ ἀπὸ τῶν ἀρουρῶν τῶν σπειρομένων.
τριαινοῦν: ἠρέμα σκάπτειν καὶ ἐπισύρειν τὰς βώλους ὑπὲρ τοῦ κρύπτειν τὰ σπέρματα.
διὰ χρόνου Γ γήδιον: ὑποκοριστικῶς ἀντὶ τοῦ «τὴν γῆν».
ἀλλʼ ἀναμνησθέντες Γ: διπλῆ καὶ μέλος ἀμοιβαῖον. τὸ μὲν τοῦ ὑποκριτοῦ δέκα κώλων τροχαϊκῶν, ὧν ἐν εἰσθέσει ἐννέα ἀκατάληκτα, δίμετρα τὰ ὀκτώ, μονόμετρον δὲ τὸ ἓν τὸ παρατέλευτον, καὶ ἐν ἐκθέσει στίχος τροχαϊκὸς τετράμετρος καταληκτικός.
ἀλλʼ ἀναμνησθέντες: ἡ ἔκθεσις αὕτη τῆς διπλῆς κώλων ἐστὶν ὁμοίων τροχαϊκῶν ιαʹ, ὧν τὸ ηʹ μονόμετρον, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα.
τὸ δὲ ιαʹ, τὸ τὴν θεὸν προσείπατε, δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς εὐριπίδειον. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος.
τὸ τελευταῖον ἑφθημιμερές. ὑφʼ ὃ αἱ ἀμφοτέρωθεν ἔξω διπλαῖ.
τῶν τε παλασίων τῶν πεπατημένων ἰσχάδων. τινὲς δὲ τῶν παλαθῶν· παλάθαι δὲ εἶδος βοτάνης.
ἀντὶ τοῦ «νέου οἴνου».
τῆς Γ ἰωνιᾶς Γ τε: ἰωνιὰ λέγεται ἡ φυτεία τῶν ἴων, ὡς καὶ ἡ τῶν ῥόδων ῥοδωνιά.
ὅπου τὰ ῥόδα φύεται.
ἄνθος ἐστὶ τὸ ἴον διάφορον μορφὴν ἔχον· ἃ μὲν γὰρ αὐτῶν ἐστι πορφυρᾶ, ἃ δὲ λευκά, ἃ δὲ μέλανα. καὶ ἐν τούτῳ τῶν ἴων τὸ θαυμαστόν ἐστιν, ὅτι τῇ ποικιλίᾳ τῆς ὄψεως αὐτὰ καθʼ ἑαυτὰ δύναται λειμῶνα πληροῦν.
τῶν τʼ ἐλαῶν: παρατηρητέον ὅτι τῶν ἄλλων καρπῶν καὶ φυτῶν ἁπλῶς μνημονεύσας ἐπὶ τῶν ἐλαῶν ἐπήγαγε τὸ «ὧν ποθοῦμεν». καὶ ἴσως ἢ ἐπεὶ δῶρον τῆς Ἀθηνᾶς, ἢ ὅτι εὔφορός ἐστιν ἡ Ἀττικὴ ἐξαιρέτως εἰς τὸν τῆς ἐλαίας καρπόν.
χαῖρε χαῖρʼ: διπλῆ καὶ τοῦ χοροῦ κῶλα γʹ τροχαϊκά. ἔστι δὲ τὸ ὅλον τροχαϊκὸν ἑξάμετρον. τινὲς γράφουσιν «ἐδάμημεν» καί φασι τὰ μὲν βʹ τροχαϊκὰ ἀκατάληκτα, τὸ δὲ γʹ τροχαϊκὸν καταληκτικόν.
χαῖρε χαῖρʼ ὦ φίλταθʼ: κορωνὶς καὶ εἴσθεσις χοροῦ μονοστροφικὴ κώλων καʹ·
ὧν τὸ αʹ τροχαϊκὸν δίμετρον καταληκτικὸν εὐριπίδειον· τὸ βʹ ὅμοιον δίμετρον ἀκατάληκτον· τὸ γʹ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον παίωνα ἔχον ἀντὶ ἰωνικοῦ· τὸ δʹ δακτυλικὸν πενθημιμερές· τὸ αὐτὸ δὲ καὶ χοριαμβικὸν δύναται εἶναι δίμετρον καταληκτικόν· τὸ εʹ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος καὶ κρητικοῦ· τὸ ϛʹ ὅμοιον τῷ βʹ τοῦ βʹ ποδὸς δακτύλου· τὸ ζʹ ὅμοιον τῷ αʹ· τὸ ηʹ ὅμοιον τῷ γʹ· τὸ θʹ ὅμοιον τῷ δʹ· τὸ ιʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον ἀνακρεόντειον· τὸ ιαʹ ὅμοιον τῷ εʹ· τὸ ιβʹ ὅμοιον ἐκ παιώνων· τὸ ιγʹ ὅμοιον καταληκτικόν· τὸ ιδʹ ὅμοιον τῷ βʹ· τὸ ιεʹ ὅμοιον τῷ αʹ· τὸ ιϛʹ καὶ ιζʹ ὅμοια τῷ ιβʹ· τὸ ιηʹ ὅμοιον τῷ δʹ· τὸ ιθʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον· ὁ κʹ καὶ καʹ ἐν ἐκθέσει στίχοι εἰσὶ τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ ὅμοιοι τοῖς ἑξῆς. ἐπὶ τῷ τέλει κορωνίς.
ὧν τὰ αʹ ζʹ ιεʹ τροχαϊκὰ ἑφθημιμερῆ· τὰ βʹ ϛʹ ιδʹ δίμετρα ἀκατάληκτα· τὰ γʹ ηʹ ὅμοια, ἰωνικὰ μέντοι ἀπὸ μείζονος· τὰ δʹ θʹ ιηʹ δακτυλικὰ πενθημιμερῆ· τὰ εʹ ιαʹ ιβʹ ιϛʹ ιζʹ παιωνικὰ δίμετρα ἀκατάληκτα· τὸ ιʹ ὅμοιον, ἰαμβικὸν μέντοι· τὸ ιγʹ παιωνικὸν ἑφθημιμερές· τὸ ιθʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον· ὁ κʹ καʹ ἐν ἐκθέσει στίχοι εἰσὶ τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ ὅμοιοι τοῖς ἐν τῇ εἰσθέσει τῆς διπλῆς ἀμοιβαίας μηʹ. ἐπὶ τῷ τέλει τῶν μὲν τοῦ χοροῦ κορωνίς, τῆς δὲ διπλῆς ἡ ἔξω διπλῆ. ἐπὶ μέντοι ταῖς ἀποθέσεσιν ἡ συνήθης παράγραφος.
στροφὴ κώλων καʹ.
τὸ τέλειον φιλτάτη σκληρῶς τοῦ η συναλειφθέντος.
ὅτι ἀπὸ πληθυντικοῦ εἰς ἑνικὸν μετῆλθεν.
δαίμονα: εἶτʼ ἐν ἐκθέσει παιωνικὸν τετράρρυθμον ἀκατάληκτον καὶ ἐν ἐκθέσει τετράμετρος καταληκτικὸς τροχαϊκός. εἶτʼ ἐν εἰσθέσει δʹ κῶλα, ὧν τὰ γʹ παιωνικὰ δίρρυθμα, τὸ δὲ παρατέλευτον ἰαμβικὸν δίμετρον.
δαιμονίως, σφοδρῶς.
ἀνερπύσαι Γ: ἀπελθεῖν. ἰδίως δὲ Γ τὸ ἕρπειν τὸ τῇ γαστρὶ εἰλεῖσθαι, ὅθεν καὶ ἑρπετόν.
πᾶσιν ὁπόσοι γεωργικὸν ἐπειδὴ ἡ εἰρήνη πλέον πάντων Γ τῷ γεωργῷ συμφέρει.
ἐτρίβομεν κάμνοντες διήγομεν.
πρίν ποτʼ ἐπὶ σοῦ: ἐκ τῶν ἀγρῶν γὰρ Γ οὗτοι πάντα εἶχον αὐτόματα· ἐν δὲ τῷ πολέμῳ ὠνοῦντο καὶ ἐδαπάνων.
τινὲς γράφουσι μετὰ τοῦ ι, ἵνα τὸ νοούμενον ᾖ· δαπανῶντες ἐτρυφῶμεν. βέλτιον δὲ χωρὶς τοῦ ι ἀναγινώσκειν, ἵνʼ ᾖ λέγων· μηδὲν ἀναλίσκοντες διὰ τὸ ἔχειν πάντα ἐκ τῶν ἀγρῶν, ἢ ὅτι ἐν τῇ εἰρήνῃ πολλὰ πάνυ καὶ τιμῆς ἐλαχίστης εὑρίσκεται.
χίδρα: χίδρον τὸ ἀπὸ ἐλύμου γινόμενον ὄσπριον, ἔδεσμα περὶ Καρίαν, ἤτοι τὸ ἀπὸ χλωρῶν κριθῶν. οἱ δὲ εἶδος βοτάνης. ἐκ δὲ τούτου δηλοῖ τὴν εὐετηρίαν.
νῦν ἁπλῶς εὐκαρπία. οὕτω καὶ καλοῦσι τὸ ἐκ πυρῶν ἀληλεσμένων βρῶμα καὶ τὰ ἐκ νεαρῶν κριθῶν ἄλευρα.
ἦν ἡ Εἰρήνη.
ὦ σοφώτατοι: εἴσθεσις διπλῆς ἀμοιβαίας. οἱ δὲ στίχοι εἰσὶ τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ μηʹ, ὧν τελευταῖος οὐ γὰρ ἡμέτερός τις ἔστʼ ἐκεῖνος ἀνήρ, ἀλλὰ σός. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα καὶ ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος.
ὁ Ἑρμῆς ἐστιν ὁ λέγων πρὸς τὸ ἐρωτηθὲν ὑπὸ τοῦ χοροῦ, διʼ ἣν αἰτίαν τοσοῦτον ἀπέστη αὐτοῖς ἡ θεὸς χρόνον. καί φησι πρῶτον ἀστὸν γεγονέναι τὸν Φειδίαν.
τἀμὰ δὴ ξυνίετε πρὸς ταῦτα καὶ Κρατῖνος ἐν Πυτίνῃ πεποίηκεν. ὦ λιπερνῆτες πολῖται, τἀμὰ δὴ ξυνίετε. ἔστι δὲ πρὸς τὰ Ἀρχιλόχου λιπερνῆτες πολῖται, τἀμὰ δὴ ξυνίετε ῥήματα.
Φειδίας Γ: Φιλόχορος ἐπὶ Πυθοδώρου ἄρχοντος ταῦτά φησι· «καὶ τὸ ἄγαλμα τὸ χρυσοῦν τῆς Ἀθηνᾶς ἐστάθη εἰς τὸν νεὼν τὸν μέγαν ἔχον χρυσίου σταθμὸν ταλάντων μδʹ Περικλέους ἐπιστατοῦντος, Φειδίου δὲ ποιήσαντος. καὶ Φειδίας ὁ ποιήσας δόξας παραλογίζεσθαι τὸν ἐλέφαντα τὸν εἰς τὰς φολίδας ἐκρίθη. καὶ φυγὼν εἰς Ἦλιν ἐργολαβῆσαι τὸ ἄγαλμα τοῦ Διὸς τὸ ἐν Ὀλυμπίᾳ λέγεται, τοῦτο δὲ ἐξεργασάμενος ἀποθανεῖν ὑπὸ Ἠλείων» ἐπὶ Σκυθοδώρου, ὅς ἐστιν ἀπὸ τούτου ἕβδομος, περὶ Μεγαρέων εἰπών· ὅτι «καὶ αὐτοὶ κατεβόων Ἀθηναίων παρὰ Λακεδαιμονίοις ἀδίκως λέγοντες εἴργεσθαι ἀγορᾶς καὶ λιμένων τῶν παρʼ Ἀθηναίοις. οἱ γὰρ Ἀθηναῖοι ταῦτα ἐψηφίσαντο Περικλέους εἰπόντος τὴν γῆν αὐτοὺς αἰτιώμενοι τὴν ἱερὰν τοῖς θεοῖς ἀπεργάζεσθαι».
ὁ Φειδίας, ὡς Φιλόχορός φησιν, ἐπὶ Πυθοδώρου ἄρχοντος τὸ ἄγαλμα τῆς Ἀθηνᾶς κατασκευάσας ὑφείλετο τὸ χρυσίον ἐκ τῶν δρακόντων τῆς χρυσελεφαντίνης Ἀθηνᾶς· ἐφʼ ᾧ καταγνωσθεὶς ἐζημιώθη φυγῇ. γενόμενος δὲ εἰς Ἦλιν καὶ ἐργολαβήσας παρὰ τῶν Ἠλείων τὸ ἄγαλμα τοῦ Διὸς τοῦ Ὀλυμπίου καὶ καταγνωσθεὶς ὑπʼ αὐτῶν ὡς νοσφισάμενος ἀνῃρέθη.
λέγουσί τινες, ὡς Φειδίου τοῦ ἀγαλματοποιοῦ δόξαντος παραλογίζεσθαι τὴν πόλιν καὶ φυγαδευθέντος ὁ Περικλῆς φοβηθεὶς διὰ τὸ ἐπιστατῆσαι τῇ κατασκευῇ τοῦ ἀγάλματος καὶ συνεγνωκέναι τῇ κλοπῇ ἔγραψε τὸ κατὰ Μεγαρέων πινάκιον καὶ τὸν πόλεμον ἐπήνεγκεν, ἵνα ἀπησχολημένοις Ἀθηναίοις εἰς τὸν πόλεμον μὴ δῷ τὰς εὐθύνας, ἐγκαλέσας Μεγαρεῦσιν ὡς τὴν ἱερὰν ὀργάδα ταῖν θεαῖν ἐργασαμένοις. ἄλογος δὲ φαίνεται ἡ Γ κατὰ Περικλέους ὑπόνοια ἑπτὰ ἔτεσι πρότερον τῆς τοῦ πολέμου ἀρχῆς τῶν περὶ Φειδίαν γενομένων.
εἶτα Περικλέης φοβηθεὶς: εἶτα ὁ Περικλῆς δεδιὼς μὴ τῆς τύχης κοινωνήσῃ αὐτῷ, τουτέστιν εὐλαβούμενος μὴ καὶ αὐτὸς ζημιωθῇ φυγῇ— ἐδόκει γὰρ ὁ Περικλῆς συνεγνωκέναι τῇ κλοπῇ, ἐπεὶ καὶ ἐργεπιστατεῖν ὑπὸ τῶν Ἀθηναίων κεχειροτόνηται— φοβηθεὶς οὖν αὐτοῦ διελεγχθῆναι τὰς κλοπὰς ἐκίνησε τὸν πελοποννησιακὸν πόλεμον ἐλπίσας ταραχῆς γενομένης καὶ περὶ τὸν πόλεμον ἀπασχοληθέντων Ἀθηναίων εὐθύνας μὴ κατασχεῖν.
τῆς τύχης Γ τοῦ Φειδίου.
τὸν αὐτοδὰξ: τὸν δάκνοντα, τὸν ἐμπεσόντα.
τὸν αὐθάδη, ὀργίλον. ἐπεὶ οἱ ὀργίλοι δάκνουσι τοὺς ὀδόντας.
οὐδὲν ἢ δάκνειν βλέποντα.
ἐμβαλὼν Γ σπινθῆρα μικρὸν ἐπεὶ ψήφισμα περὶ τῶν Μεγαρέων ὁ Περικλῆς ἔγραψε μήτε γῆς μήτε λιμένων ἀττικῶν αὐτοὺς ἐπιβαίνειν· εἰ δὲ μή, τὸν ληφθέντα ἀγώγιμον εἶναι. ἐφʼ ᾧ κινηθεῖσα πᾶσα ἡ Ἑλλὰς τὸν πόλεμον ἐποίησεν. τινὲς δέ φασιν, ὅτι ἔπλεξεν αὐτοῖς καὶ κατηγόρησεν αὐτῶν ὡς ἁρπασάντων γυναῖκας Ἀθηναίων ἐν ἑορτῇ συμβουλεύσας πολεμεῖσθαι.
ἐξεφύσησεν τοσοῦτον πόλεμον Γ: ἐξεκίνησεν, ἐτάραξεν.
ἐξεφύσησε γὰρ ἀπὸ τοῦ σπινθῆρος τὸ φυσῆσαι ἔλαβεν.
ὥστε τῷ καπνῷ «καπνῷ» τροπικῶς εἰπὼν ἐπέμεινε διʼ ὅλου τῇ τροπῇ.
ὡς δʼ ἅπαξ τὸ πρῶτον Γ: οἰκείως πρὸς τοὺς γεωργοὺς λέγων τοιαύταις τροπαῖς ἐχρήσατο· συμβαίνει γὰρ ἐν τῇ συνθέσει τῶν πίθων ἕνα διαρραγῆναι, καὶ τούτου τὰ ὄστρακα πλησιάζοντα διαρρῆξαι ἕτερον, καὶ τοῦτον πάλιν τὸν ἐγγύς, ὥστε πολλὴν γενέσθαι τὴν βλάβην. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν· ὡς ἅπαξ ἐκινήθη καὶ συνεταράχθη τὰ πράγματα τοῦ πολέμου γενομένου, οὐκέτι ἦν οὐδὲ εἷς ὃς ἠδύνατο αὐτὰ παῦσαι, καὶ οὕτως ἡ εἰρήνη παραπώλετο.
καὶ Γ πίθος πληγεὶς: τοῦτο λόγον οὐκ ἔχει, ἀλλʼ ἐξ αὐτοῦ δηλοῖ τοὺς πίθους ὑπὸ τῶν πολεμίων κατάγνυσθαι.
προσήκοι Γ: συγγενὴς εἴη.
προσήκοι τὸ «προσήκοι» λέγεται ἐπὶ τῶν συγγενῶν. διὰ τοῦτο ἐπήνεγκεν οὖσα συγγενὴς ἐκείνου.
συγγενῆ αὐτόν φησιν, ἐπεὶ ἅμα τῷ φυγεῖν αὐτὸν ἡ εἰρήνη ἀνεχώρησεν.
ἠκηκόειν Γ: οὕτω διὰ τοῦ η Φρύνιχος ἀναγινώσκει.
συγγενῆ εἶπε τὸν Φειδίαν τῆς εἰρήνης, καθὸ τεχνίτης ὁ Φειδίας· εὔμορφος δὲ εἰσάγεται ἡ Εἰρήνη οὖσα. ὡς πρὸς τὸν Φειδίαν οὖν «ἡ καλὰ ξόανα ποιοῦσα».
οὖσα συγγενὴς Γ: ἐπεὶ προεῖπεν τὸ οὐδʼ ὅπως αὐτῇ προσήκοι Φειδίας ἠκηκόειν, πρὸς τὸ «προσήκοι» τὸ συγγενὲς ἐπήγαγε· προσήκοντες γὰρ λέγονται οἱ συγγενεῖς.
πολλά γʼ ἡμᾶς λανθάνει: ἀντὶ τοῦ «οὐ πάντα γινώσκομεν τὰ πράγματα».
κᾆτʼ ἐπειδὴ ῎γνωσαν Γ: ὅρα τοῦ ποιητοῦ τὴν οἰκονομίαν, καὶ ἐκπλαγήσῃ αὐτόν. πάντα γὰρ τρόπον ἦλθεν ἐν ἀρχῇ τοῦ ποιήματος μὴ προσκροῦσαι τοῖς Ἀθηναίοις φάσκων ἑτέρους εἶναι τοῦ πολέμου αἰτίους, Βοιωτούς τε καὶ Μεγαρεῖς, οἵ, φησί, πρῶτοι τὴν εἰρήνην ἐσκορόδισαν. νῦν δὲ πάλιν τοὺς Ἀθηναίους ἀποφαίνεται αἰτιωτάτους τοῦ πολέμου, διʼ ὧν τὸν Περικλέα φησὶ γράψαι τὸ κατὰ Μεγαρέων πινάκιον, καὶ ἀδικουμένους τοὺς συμμάχους εἰς ἀπόστασιν κεχωρηκέναι. τίς οὖν ἡ τοῦ ποιητοῦ τέχνη; ὅτε μὲν δέος ἦν τῆς εἰρήνης αὐτοὺς ἀποτυχεῖν, ἐπὶ τοὺς ἄλλους ἀνήνεγκε τὴν αἰτίαν· ὅτε δὲ αὐτοῖς λοιπὸν κατὰ γνώμην προκεχώρηκε τὰ πράγματα, φήμη δὲ τὸ τῆς εἰρήνης τυχεῖν, ἤδη καὶ πρὸς αὐτοὺς παρρησιάζεται οὐκ ὀνειδίσαι βουλόμενος αὐτοῖς—ἤδη γὰρ ἔγνωσαν ὄντως εἶναι αἴτιοι—ἀλλʼ ἀποστῆσαι προαιρούμενος αὐτοὺς τῶν τοιούτων ἐθῶν, ὡς ἂν μὴ τοῖς αὐτοῖς ἐμμένοντες δύσνους ἔχωσι τοὺς ὑπηκόους.
σεσηρότας: ἀπὸ τῶν κυνῶν ἡ μεταφορά. ὅταν γὰρ ὀργίζωνται, σεσήρασιν ἀλλήλοις.
τοὺς φόρους: ἐδόκουν γὰρ οἱ Ἀθηναῖοι ἐν τῷ καιρῷ τοῦ πολέμου ἀπηνεῖς εἶναι πρὸς τοὺς φόρους.
τοὺς φόρους οὓς ἐτέλουν οἱ ὑπηρέται.
αἰσχροκερδεῖς Γ ὅτι αἰσχροκερδεῖς καὶ σμικρολόγοι οἱ Λάκωνες, δῆλον καὶ ἐκ τοῦ χρησμοῦ ἁ φιλοχρηματία Σπάρταν ὀλεῖ, ἄλλο δὲ οὐδέν. ἦσαν δὲ καὶ περὶ τοὺς ξένους ἀπάνθρωποι, καὶ οὐκ ἐξῆν ξένῳ τινὶ ἀεὶ τῆς Σπάρτης ἐπιβαίνειν, ἀλλʼ ὡρισμέναις ἡμέραις.
διειρωνόξενοι Γ: ἐξαπατῶντες τοὺς ξένους καὶ ψευδόμενοι διʼ εἰρωνείας καὶ ὑποκρίσεως. καὶ οὐδὲν θαυμαστὸν ἐνταῦθα ἐποίουν, παρʼ οἷς καὶ ὁ τῆς ξενηλασίας κεῖται νόμος.
διειρωνόξενοι εἰρωνευόμενοι τοὺς ξένους.
τὰς κράδας κατήσθιον Γ: καὶ αὐτοὶ ἀντέκοπτον τὰς συκᾶς, ὥσπερ ἐκεῖνοι τὰς ἀμπέλους ἡμῶν.
κράδη εἶδος συκῆς. ἔστι δὲ καὶ μηχανή.
κατήσθιον: ἀντὶ τοῦ Γ «κατέκοπτον».
τὴν Γ κορώνεων κορώνεως ὡς φιβάλεως. ἔστι δὲ εἶδος συκῆς. καὶ ἐν Ἀχαρνεῦσιν. ταύτην δὲ καὶ κορακίωνα λέγουσιν· ὁ γὰρ καρπὸς αὐτῆς κόρακι ἔοικε κατὰ τὸ χρῶμα.
τὴν κορώνεων γέ μου εἶδος συκῆς μέλανα καρπὸν ποιούσης.
ἐξεθρεψάμην: ὡς ἐπὶ παιδίου εἶπεν ἢ ἀνθρώπου τὸ Γ «ἐξεθρεψάμην», ἵνα ἱκανὴν διάθεσιν καὶ στοργὴν ἐμποιήσῃ, ἢ ἵνα φαίνηται ἀγανακτῶν ἐν λόγοις.
ἑξμέδιμνον κυψέλην Γ: ἓξ μεδίμνους χωροῦσαν κυψέλην.
ἑξμέδιμνον κυψέλην: κυψέλη ἐστὶν εἶδος δεκτικὸν κριθῶν ἢ πυρῶν. οὕτω δὲ εἴρηται διὰ τὸ κεκρύφθαι αὐτοῦ τὴν ἔλην· ἔστι γὰρ σκοτεινόν. διαφέρει δὲ πρὸς τὴν κυψελίδα, ἥτις ἐστὶν ὁ ἐν τοῖς ὠσὶ ῥύπος. οὐ μόνον δὲ πλεκταὶ ἦσαν αἱ κυψέλαι, ἀλλὰ καὶ κεραμέαι· διὸ λίθῳ φησὶν αὐτὴν κλασθῆναι.
κυψέλην μόδιον.
ξυνῆλθεν οὑργάτης λεώς Γ: διὰ γὰρ τὰς συνεχεῖς τῶν πολεμίων εἰσβολὰς ἐσκευαγωγήσαντο εἰς τὴν πόλιν οἱ ἀπὸ τῶν ἀγρῶν.
τὸν τρόπον πωλούμενος … οὐκ ἐλάνθανεν Γ ἐὰν μὲν ᾖ «οὐκ ἐλάνθανεν», σεμνολογεῖ λεληθότως αὐτοὺς ὡς μᾶλλον συνιέναι δυναμένους τὰς κατὰ τῆς πόλεως βλάβας τῶν ἐν τῇ πόλει τραφέντων, καὶ ταῦτα ἀγροίκους ὄντας· ἐὰν δὲ «οὐκ ἐμάνθανεν», φησὶν ὅτι οὐδὲ ὁ ἄγροικος λεὼς μετοικισθεὶς εἰς τὰς πόλεις συνῆκε τῆς τῶν προδιδόντων πονηρίας, ἀλλʼ ἠγνόησεν ὑπὸ τῶν πολιτευομένων πωλούμενος, καθάπερ οἱ συνήθως ὑπʼ αὐτῶν πωλούμενοι.
πωλούμενος ἀπατώμενος.
ἄνευ γιγάρτων: τῆς σταφυλῆς.
ἄνευ γιγάρτων ἐξ ἀμφοτέρων δηλοῦται ἀπεστερημένος τῶν ἀγρῶν καὶ ἐπιθυμῶν αὐτῶν.
διὰ τὸ ἀπεστερῆσθαι τῆς συνήθους διαίτης καὶ ἀνακεχωρηκέναι ἐκ τῶν ἀγρῶν καὶ ἐπιθυμεῖν αὐτῶν.
οἱ γὰρ ἀγροῖκοι κόπτοντες τὰ γίγαρτα μετὰ τῶν ἰσχάδων ἐσθίουσιν.
τοὺς πένητας ἀσθενοῦντας: ἀντὶ τοῦ «ἐν ἐνδείᾳ ὄντας». τὴν γὰρ τύχην ἰδίως νόσον καλοῦσιν. Γ
κἀποροῦντας ἀλφίτων: φθίνοντας· ὅτι συνελθόντες εἰς τὸ ἄστυ ἐπένοντο μὴ γεωργοῦντες.
τήνδε μὲν δικροῖς Γ: δικράνοις. δίκρανον ἤρυγε φιτρὸς ἐπαιρόμενον.
ἔδει εἰπεῖν «ξύλοις δικράνοις»· ὁ δὲ εἶπε «δικράνοις Γ κεκράγμασιν:», ἐπειδὴ οἱ ῥήτορες δημηγοροῦντες τῇ κραυγῇ ἔπειθον μὴ ποιῆσαι εἰρήνην.
ξύλοις ἀπώθουν τὴν Εἰρήνην καὶ ἐξέβαλλον. κατασκευάζεται δὲ τὰ τοιαῦτα ξύλα, ἃ καλεῖται δίκρανα, ἐπὶ τοῦ ἄκρου δύο χηλὰς ἔχοντα, παρεοικότα, τοῖς ξυλευομένοις. τοιούτοις οὖν, φησί, δικροῖς τὴν Εἰρήνην ὤθουν.
πολλάκις φανεῖσαν Γ: μετὰ γὰρ τὰ ἐν Πύλῳ ἐπρέσβευσαν περὶ διαλλαγῶν οἱ Λακεδαιμόνιοι· οἱ δὲ Ἀθηναῖοι οὐ προσεῖχον.
τὰ Βρασίδου: ἀντὶ τοῦ «τὰ Λακεδαιμονίων». ἅμα δέ, ὅτι ἐπὶ αὐτοῦ πολλοὶ τῶν ὑπηκόων προσεχώρουν.
ἡ πόλις γὰρ ὠχριῶσα: οὐ παρὰ τὸ φοβουμένη τὸ «ὠχριῶσα», ἀλλʼ ἴσον τῷ ἀσθενοῦσα, ἀπὸ μεταφορᾶς τῶν νοσούντων. οὕτω γὰρ εἶπε «φοβουμένη»· τὸ γὰρ ἑξῆς τοῦτο δηλοῖ.
ἅττʼ ἂν διαβάλοι Γ: ἀντὶ τοῦ εἰπεῖν «παραβάλοι», ὡς ἐπὶ τροφῆς, «διαβάλοι» εἶπε διὰ τοὺς διαβάλλοντας.
οἱ δὲ τὰς πληγὰς τὸ ἑξῆς· οἱ δὲ ξένοι τὰς πληγὰς ὁρῶντες, ἃς ἐτύπτοντό τινες τῶν δημοτῶν παρὰ τῶν δημαγωγῶν, χρυσίον προσέφερον τοῖς ταῦτα ποιοῦσιν. λέγει δὲ τοῖς ῥήτορσιν.
ἐβύνουν τὸ στόμα: ἀντὶ τοῦ «ἐπλήρουν, ἔφρασσον».
ἂν περισσὸν τὸ «ἄν». Γ
ὁ βυρσοπώλης Γ: ἐπεὶ μάλιστα ὁ Κλέων ἐνίστατο τῇ εἰρήνῃ. σεσημείωται δέ, ὅτι νεκροὺς κωμῳδεῖ. διό, ἐπειδὴ ἐμνήσθη αὐτοῦ ὁ Ἑρμῆς, «παῦε παῦε» φησὶν ὁ Τρυγαῖος.
παῦε παῦʼ, ὦ δέσποθʼ Ἑρμῆ ἀποθανὼν γὰρ ἦν, καὶ οὐκ ἐξῆν τεθνηκότας κωμῳδεῖν.
παῦε παῦʼ, ὦ δέσποθʼ Ἑρμῆ: νεκρὸν γὰρ ὄντα τὸν Κλέωνα ἐλοιδόρει. ἔθος δὲ ἦν τοῖς ἀρχαίοις τοὺς ἀποιχομένους μὴ λοιδορεῖν.
ἀλλὰ σός ὅτι χθόνιος ὁ Ἑρμῆς, Γ ὅθεν καὶ καταιβάτης παρὰ Ῥοδίοις καὶ Ἀθηναίοις.
ἅττʼ ἂν οὖν λέγῃς Γ: διπλῆ καὶ εἴσθεσις εἰς μέλος τροχαϊκόν· οὗ τέσσαρα μέν ἐστι κῶλα δίμετρα ἀκατάληκτα, τελευταῖον δέ ἐστιν ἐν ἐκθέσει στίχος τετράμετρος καταληκτικὸς τροχαϊκός.
ἅττʼ ἂν οὖν λέγῃς: ἡ ἔκθεσις τῆς διπλῆς κώλων ἐστὶν ὁμοίων τροχαϊκῶν ϛʹ· ὧν τὰ μὲν εʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ ϛʹ δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς εὐριπίδειον. ἐν ἐκθέσει δὲ στίχος ἰαμβικὸς τρίμετρος ἀκατάληκτος ὅμοιος τοῖς ἑξῆς. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι.
ἅττʼ ἂν οὖν λέγῃς: διπλῆ καὶ ἔκθεσις εἰς μέλος τροχαϊκόν· οὗ πέντε μέν ἐστι κῶλα δίμετρα ἀκατάληκτα, τὸ δὲ ϛʹ ἑφθημιμερές. ἐν ἐκθέσει δὲ ἰαμβεῖον. ὑφʼ ὃ αἱ ἀμφοτέρωθεν ἔξω διπλαῖ.
κεἰ πανοῦργος ἦν Γ λεληθότως κωμῳδεῖ αὐτὸν ὡς τοιοῦτον πάλιν, καὶ ταῦτα παραινῶν ἐκεῖνον μὴ λοιδορεῖν αὐτόν.
ἀλλʼ ὅτι σιωπᾷς Γ: πρὸς τὴν Εἰρήνην φησί· κωφὸν γὰρ εἰσάγει τὸ πρόσωπον.
ἀλλʼ οὐκ ἂν εἴποι Γ: διπλῆ καὶ εἴσθεσις παρὰ τὸ τετράμετρον εἰς ἰαμβικὰ τρίμετρα οβʹ. μετὰ δὲ τὰ λϛʹ ἔστι προαναφώνημα τὸ «ὦ ὦ».
ἀλλʼ οὐκ ἂν εἴποι: κορωνὶς ἑτέρα ἀμοιβαία. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι οαʹ, ὧν τελευταῖος ποθοῦντες ὑμᾶς ἀναμένουσʼ ἐστυκότες. μετὰ δὲ τὸν λεʹ κῶλον μονόμετρον βραχυκατάληκτον. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνὶς ἐξιόντων τῶν ὑποκριτῶν.
ὀργὴν γὰρ αὐτοῖς Γ: ἀττικῶς ἀντὶ τοῦ «ὀργίζεται». λείπει δὲ ἡ ὑπέρ, «ὑπὲρ ὧν ἔπαθε».
ἴθʼ ἀντὶ τοῦ «ἐπὶ τὸν λόγον ἴθι» δηλονότι.
μισοπορπακιστάτη: ἀντὶ τοῦ «μισοπόλεμε» παρὰ τὸν πόρπακα.
πόρπαξ κατά τινας μὲν ὁ ἀναφορεὺς τῆς ἀσπίδος, ὡς δέ τινες, τὸ διῆκον μέσον τῆς ἀσπίδος σιδήριον, ᾧ κρατεῖ τὴν ἀσπίδα ὁ στρατιώτης.
εἶεν, ἀκούω Γ ὡς τῆς Εἰρήνης καλεσάσης τὸν Ἑρμῆν καὶ λαλησάσης αὐτῷ.
ἐπικαλεῖς: ἀντὶ τοῦ «ἐγκαλεῖς».
ἐπικαλεῖς ἐπεγκαλεῖς.
ἐλθοῦσά φησιν: Φιλόχορός φησιν οὕτως· «Λακεδαιμόνιοι Γ δὲ περὶ διαλύσεων ἔπεμψαν πρέσβεις πρὸς Ἀθηναίους σπονδὰς ποιησάμενοι πρὸς τοὺς ἐν Πύλῳ καὶ τὰς ναῦς αὐτῶν παραδόντες οὔσας ξʹ. Κλέωνος δὲ ἀντειπόντος ταῖς διαλύσεσι στασιάσαι λέγεται τὴν ἐκκλησίαν. ἐρωτῆσαι δὲ συνέβη τὸν ἐπιστάτην, ἐνίκησαν Γ δὲ οἱ πολεμεῖν βουλόμενοι».
μετὰ τἀν Πύλῳ ἐπὶ Κλέωνος γὰρ πρεσβευσαμένων Λακεδαιμονίων ἐστασίασαν ἐν τῇ ἐκκλησίᾳ, ὡς Φιλόχορός φησιν.
μετὰ τὰ ʼν Πύλῳ Γ μετὰ τὰ ἐν Πύλῳ καὶ τοὺς τʹ αἰχμαλώτους, οὓς ἔλαβε Κλέων, ἔπεμψαν Λακεδαιμόνιοι πρὸς Ἀθηναίους ἐπαγγελλόμενοι δώσειν τὰς ἑξήκοντα τριήρεις ἃς εἰλήφεσαν τῶν Ἀθηναίων ἐν τῷ πολέμῳ, ἅμα δὲ καὶ περὶ εἰρήνης καὶ σπονδῶν. ἀντεῖπεν οὖν τότε Κλέων, καὶ ἐπὶ τούτῳ στασιάσαι λέγεται τὴν ἐκκλησίαν· καὶ τοῦ ἐπιστάτου τρίτον ἐρωτήσαντος τὴν βουλήν, τί βούλεται, εἰρήνην ἢ πόλεμον, εἵλετο ἡ βουλὴ τὸν πόλεμον συνεστάναι.
κίστην πλέαν: πλήρη κυτίδα.
τὰς κυτίδας ἐκάλουν κίστας.
τὸ «πλέαν» προσέθηκεν, ὅτι ἐξῆν τοῖς Ἀθηναίοις τότε ἐκ περιουσίας τὴν εἰρήνην ποιήσασθαι οὕτω λαμπρῶς ἐν τῷ πολέμῳ κεκρατηκόσιν.
ἀποχειροτονηθῆναι τρὶς Γ: ὡς τρὶς ἀποχειροτονηθείσης.
καὶ διὰ τούτων σεμνύνει τοὺς Ἀθηναίους ὡς ἐξουσίαν ἐσχηκότας ποιῆσαι εἰρήνην.
ἐν τοῖς Γ σκύτεσιν: διὰ τὴν δειλίαν.
ἢ παροιμία ἐπὶ «σκύτη βλέπει», ἢ σκύτη ἀντὶ τοῦ «τὰ πολεμικά», ἢ πρὸς τὸν Κλέωνα, ὅτι σκυτεὺς ἦν.
ὁ νοῦς γὰρ ἡμῶν ἀντὶ τοῦ «ἐν τῷ φόβῳ τοῦ Κλέωνος ὁ νοῦς ἦν ἡμῶν».
νυν δή.
εὐνούστατος μὲν ἦν Γ: ὅτι ῥίψασπις καὶ δειλὸς ἦν.
ψυχήν γʼ ἄριστος Γ: τοῦτο μετὰ εἰρωνείας, ὡς δηλοῖ καὶ τὸ ἑξῆς.
ὅτι κατέλιπε τὸν λόγον μηδὲν αὐτῷ ἐπαγαγών.
οὐκ ἦν ἄρʼ οὗπέρ φησιν Γ: οὔτε γὰρ γνήσιος ἦν τῷ πατρί, ἀλλὰ καὶ ῥίψασπις ἦν. τὰ δύο οὖν ταῦτα αὐτῷ προστρίβεται.
εἶναι τοῦ πατρός ὡς ὑποβολιμαῖος.
ἀποβολιμαῖος ἅμα μὲν καὶ παρὰ τὸ ἀποβαλεῖν τὰ ὅπλα καὶ παρὰ τὸ ὑποβολιμαῖος εἶναι.
ὅστις κρατεῖ νυν: ὅστις κρατύνει.
τοῦ λίθου: ἀντὶ τοῦ «βήματος». ὅστις νῦν διέπει τὰ τῆς πολιτείας καὶ διαπρέπει. πύκνα δέ φησι τὸ ἐν τῇ Ἀττικῇ δικαστήριον.
Ὑπέρβολος νῦν τοῦτʼ ἔχει ὅτι μετὰ τὸν Κλέωνα Ὑπέρβολος ἐπολιτεύσατο.
Ὑπέρβολος Χρέμητος υἱὸς ἦν Ὑπέρβολος, Γ ἀδελφὸς δὲ Χάρωνος, λυχνοπώλης, φαῦλος τοὺς τρόπους. οὗτος μετὰ τὴν τοῦ Κλέωνος δυναστείαν διεδέξατο τὴν δημαγωγίαν. ἀπʼ αὐτοῦ πρώτου ἤρξαντο οἱ Ἀθηναῖοι φαύλοις παραδιδόναι τὴν πόλιν καὶ τὴν δημαγωγίαν πρότερον δημαγωγούντων πάνυ λαμπρῶν πολιτῶν. προείλετο δὲ τοὺς τοιούτους ὁ δῆμος ἀπιστῶν διὰ πόλεμον τὸν πρὸς Λακεδαιμονίους τοῖς ἐνδόξοις τῶν πολιτῶν, μὴ τὴν δημοκρατίαν καταλύσαιεν. ἐξωστρακίσθη δὲ οὗτος οὐ διὰ δυνάμεως φόβον καὶ ἀξιώματος, ἀλλὰ διὰ πονηρίαν καὶ αἰσχύνην τῆς πόλεως. ἐν Σάμῳ δὲ διατρίβων ὑπὸ τῶν Ἀθήνηθεν ἐχθρῶν ἐπιβουλευθεὶς ἀπέθανε, καὶ τὸν νεκρὸν αὐτοῦ εἰς σάκκον βαλόντες ἔρριψαν εἰς τὸ πέλαγος.
τὴν κεφαλὴν ποῖ περιάγεις: ἀποστρέφεται ἀκούσασα τοῦ Ὑπερβόλου τὸ ὄνομα ἡ Εἰρήνη ἀχθεσθεῖσα ἐπʼ αὐτῷ, ὅτι καὶ αὐτὸς κακὸς ἦν.
ἐπεγράψατο: ἀντὶ τοῦ Γ «ἐχειροτόνησε, κατέστησεν». ἡ δὲ μεταφορὰ ἀπὸ τῶν μετοίκων τοὺς προστάτας προγραφόντων ἑαυτοῖς.
οὐδὲν ἀντὶ τοῦ «κατʼ οὐδέν».
καὶ γυμνὸς ὢν Γ: τοῦ προεστῶτος δηλονότι.
περιεζώσατο: ἀντὶ τοῦ «περιεβάλετο». οἱ γὰρ γυμνοὶ ἐπιθυμοῦσι κἂν περιζώματος τυχεῖν. ὁ δὲ νοῦς· διʼ ἀνάγκην τέως τοῦτον ἐζώσατο μὴ ἔχουσα πολυτελέστερον. Γ
πῶς οὖν ξυνοίσει Γ: ἐν ἴσῳ εἴρηκε τοῦτο τῷ «πῶς ταῦτα ἡ πόλις οἰκονομήσει καὶ θήσεται;»
τὸ ἑξῆς· πῶς συνοίσει τῇ πόλει ταῦτα, ἐρωτᾷ. Γ
ἐψηλαφῶμεν Γ: ἀπὸ τοῦ συμβεβηκότος εἴληφε τὸ «ἐψηλαφῶμεν». οἱ γὰρ ἐν σκότῳ ζητοῦντες τοῦ ζητουμένου τὴν ἀκριβῆ ὄψιν οὐχ ὁρῶντες ψηλαφῶντες ἀνευρίσκουσιν αὐτό.
πρὸς λύχνον βουλεύσομεν: ὅτι λυχνοπώλης λέγεται ὁ Ὑπέρβολος. τινὲς δέ φασιν αὐτὸν Σύρον. καὶ Κρατῖνος δὲ ἐν Πυτίνῃ· Ὑπέρβολον δὲ ἀποσβέσας ἐν τοῖς λύχνοισι γράψον.
πρῶτον δʼ ὅ τι πράττει Σοφοκλέης Γ: γελοῖα ταῦτα· ὡς γὰρ περὶ σπουδαίων τὴν ἔμφασιν ποιούμενος ἐπήνεγκεν· ὅτι περὶ Σοφοκλέους ἐπύθετό μου.
ἐκ τοῦ Σοφοκλέους γίνεται Γ: ὅτι ἐπὶ μισθῷ ἔγραψε τὰ μέλη.
ἐκ τοῦ Σοφοκλέους ὁ Σιμωνίδης δοκεῖ πρῶτος σμικρολογίαν εἰσενεγκεῖν εἰς τὰ ᾄσματα καὶ γράψαι ᾆσμα μισθοῦ. τοῦτο δὲ καὶ Πίνδαρος ἐν τοῖς Ἰσθμιονίκαις φησὶν αἰνιττόμενος· οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες, οἱ χρυσάμπυκες ἐς δίφρον μοι συνανέβαι-νον κλυτᾷ φόρμιγγι συναντόμενοι, ῥίμφα παιδείους ἐτόξευον μελιγαρύας ὕμνους, … ἁ μοῦσα γὰρ φιλοκερδὴς οὔ ποτʼ ἦν οὐδʼ ἐργάτις· οὐδʼ ἐπέρναντο γλυκεί-αν ποτὶ Τερψιχόρας ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί. τὸ μέντοι περὶ τῶν κιβωτῶν ἐπὶ Σιμωνίδου λεγόμενον, ὅτι παρακειμένας εἶχε δύο, τὴν μὲν κενήν, τὴν δὲ μεστήν, καὶ τὴν μὲν κενὴν χαρίτων ἔλεγεν εἶναι, τὴν δὲ μεστὴν ἀργυρίου, γνώριμον. πλὴν τοῦτο λόγῳ περιφερόμενον εὑρίσκεται· καθʼ ἱστορίαν γὰρ οὐδεὶς εἴρηκεν.
ὁ Σιμωνίδης διεβέβλητο ἐπὶ φιλαργυρίᾳ. καὶ τὸν Σοφοκλέα οὖν διὰ φιλαργυρίαν φησὶν ἐοικέναι τῷ Σιμωνίδῃ. λέγεται δὲ καὶ ὅτι ἐκ τῆς στρατηγίας τῆς ἐν Σάμῳ ἠργυρίσατο.
χαριέντως πάνυ τῷ αὐτῷ λόγῳ διέσυρε τοὺς δύο.
τοῦ ἰαμβοποιοῦ καὶ … μέμνηται, ὅτι σμικρολόγος Γ ἦν· ὅθεν Ξενοφάνης κίμβικα αὐτὸν προσαγορεύει.
καὶ Σοφοκλέα καὶ Σιμωνίδην διέσυρεν ὡς μικρολόγους.
μήποτε ἐδόκει Σοφοκλῆς Γ περὶ τοὺς μισθοὺς καὶ τὰς νεμήσεις ὀψέ ποτε φιλοτιμότερος γεγονέναι.
γέρων ὢν καὶ σαπρὸς ἀρχαῖος καὶ παλαιός. οἷον γηράσας φιλάργυρος ἐγένετο.
ὅτι γέρων ὢν: μετὰ τὰ ζʹ ἔτη βεβίωκεν. πῶς οὖν γέρων;
κἂν ἐπὶ ῥιπὸς πλέοι Γ: ἀντὶ τοῦ «φρυγάνου».
ῥιπὸς παροιμία θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοι. ῥὶψ δέ ἐστιν ἱμαντῶδες φυτόν. παρὰ τὸ ῥέπω ῥέψ καὶ ῥίψ.
ἀπέθανεν λείπει τότε. Γ
ἐνέβαλον: ἀντὶ τοῦ «ἐπῆλθον τῇ πόλει».
Λυκόφρων τὸ ὡρακιᾶν ἀντὶ τοῦ «ὠχριᾶν», Ἐρατοσθένης δὲ τὸ ὑπὸ ἐκλύσεως ἐσκοτῶσθαι, ᾧ ἴσως ἀκολουθεῖ τὸ ὠχριᾶν.
μετὰ ἐκλύσεως ἐσκοτωμένος, ᾧ ἴσως ἀκολουθεῖ καὶ τὸ ὠχριᾶν. τοιοῦτοι δὲ οἱ λιποψυχοῦντες· τρέπεται γὰρ αὐτῶν ἡ χροιά.
ὡρακιάσας: οἷον Γ ὠχριάσας ἢ ἐκλυθεὶς ἢ Γ λιποψυχήσας ἢ ἀθυμήσας.
ὅτι φίλοινος ὁ Κρατῖνος, καὶ αὐτὸς ἐν τῇ Πυτίνῃ σαφῶς λέγει.
εἰς οἰνοφλυγίαν ὁ Κρατῖνος διαβάλλεται.
ὡς φιλοπότην πάλιν διαβάλλει τὸν Κρατῖνον.
χἄτερα πόσʼ ἄττʼ οἴει: ὥσπερ ἐκπλαγείσης τῆς Εἰρήνης ἐπήγαγε τὸ «καὶ ἕτερα τοιαῦτα γεγονέναι ἐν τῇ πόλει».
ἴθι νυν μίαν τῶν συνανελθουσῶν σὺν τῇ Εἰρήνῃ πρὸς γάμον αὐτῷ δίδωσιν. προειρήκαμεν δὲ ὅτι συνανειλκύσθησαν αὐτῇ ἥ τε Ὀπώρα καὶ ἡ Θεωρία, ἦσαν δὲ ἑταῖραι.
ἐκποοῦ σαυτῷ Γ: οὐκ εἶπε τοὺς παῖδας, ἀλλὰ τοὺς «βότρυς» διὰ τὴν Ὀπώραν.
ἄρʼ ἂν βλαβῆναι διὰ χρόνου τί σοι δοκῶ Γ: ὅτι οἱ διὰ χρόνου ἐσθίοντες ὀπώραν πολλὴν βλάπτονται καὶ οἱ συνουσιάζοντες συνεχῶς. ἐπεὶ οὖν ἐδόκει Ὀπώρα εἶναι καὶ ἡ πόρνη, πρὸς ἀμφότερα ἔπαιξεν.
διὰ χρόνου: ἀντὶ τοῦ «μετὰ πολὺν χρόνον».
χρόνου πολλοῦ.
κατελάσας ἀντὶ τοῦ «συνουσιάσας». ἀπὸ τῶν ἀλόγων ζῴων.
βληχωνίαν Γ: βλήχωνά φασιν Ἀττικοὶ διὰ τοῦ β, οὐ διὰ τοῦ γ.
οἱ πολλὴν ὀπώραν ἐσθίοντες, ἐὰν κυκεῶνα βληχωνίαν πίνωσιν, οὐ βλάπτονται. βρέχοντες οὖν γλήχωνα ἐπιπίνουσιν.
διὰ τὸ ὑπὸ τοῦ ὀποῦ τὴν καρδίαν κατεσθίεσθαι. ἵνα οὖν ἡ δριμύτης ἀποστυφῇ, γλήχωνος ἐλάμβανον.
οἱ ὀπώραν πολλὴν ἐσθίοντες κυκεῶνα πίνουσιν ὑπὲρ τοῦ πῆξαι τὴν τροφὴν καὶ μὴ ναυτιᾶν· καὶ γὰρ τὸ πολὺ τῆς ὀπώρας προσίσταται τῷ στομάχῳ.
τοὺς ὑπὸ τῆς ὀπώρας βαρυνομένους ἰᾶσθαί φασιν, εἰ ἀποβρέξαντες γλήχωνα εἰς ὕδωρ πίοιεν· ἰᾶσθαι γὰρ οὕτω τοὺς τῆς καρδίας πόνους.
ὅτι οἱ ... βληχωνίαν ἐπιπίωσιν, οὐ βλάπτονται. τὸ γὰρ πολὺ ... στομάχῳ. ἀποβρέξαντες οὖν βλήχωνα εἰς ὕδωρ πίνουσιν. ἰῶνται γὰρ οὕτω τοὺς τῶν καρδιῶν πόνους.
τὴν Θεωρίαν τοῖς μὲν γεωργοῖς φέρουσα τὴν Ὀπώραν ἔδωκε, τῇ δὲ βουλῇ τὴν Θεωρίαν ἀπένειμεν· ἐδόκει γὰρ ἡ βουλὴ τῆς θεωρίας. Γ
ἧσπέρ ποτʼ ἦν ἡ γὰρ βουλὴ τὰς θεωρίας ἐξέπεμπεν.
τινὲς στίζουσιν εἰς τὸ «βουλή» καὶ συνάπτουσι τὸ «σὺ τῆς Θεωρίας ὅσον ζωμὸν ῥοφήσεις ἡμερῶν τριῶν» ὡς ψηφιουμένης τῆς βουλῆς θῦσαι βοῦς ἐπὶ τούτοις.
Θεωρίας λείπει τὸ «ἕνεκεν».
ἡμερῶν τριῶν Γ: ἐπὶ γʹ γὰρ ἡμέρας ἐψηφίσατο ἡ βουλὴ βοῦς θύειν, ἀφʼ ὧν καὶ ζῷα.
χόλικας τὰ τῶν βοῶν παχέα ἔντερα· ταῦτα γὰρ οὐχ ἱεροῦντο, ὡς τὸ ἄλλο σῶμα. τινὲς δὲ χόλικά φασιν εἶδος ἰχθύος.
ἀστραπηφορεῖ Γ ὁ στίχος ἐκ Βελλεροφόντου Εὐριπίδου. παρὰ τὸ ταῖς ἀστραπαῖς ὑπηρετεῖν.
τὴν τοῦ Γανυμήδους ἀμβροσίαν Γ ἀντὶ τοῦ «τὴν κόπρον». ὅτι οὗτος μόνος παρʼ αὐτοῖς θνητός. τινὲς δὲ διὰ τὸ ἐν ἀρχῇ ῥηθῆναι αὐτῷ ἑτέραν ἑτέραν … παιδὸς ἡταιρηκότος· ἐδόκει γὰρ καὶ ὁ Γανυμήδης ἐρώμενος εἶναι Διός.
τῃδὶ παρʼ αὐτὴν τὴν θεὸν Γ τινὲς οὐ παρὰ τὴν Εἰρήνην· λέγουσι γὰρ ἐν τῷ οὐρανῷ μεῖναι καὶ ἐκεῖθεν ἐνεργεῖν, ὥσπερ καὶ τὸν Πόλεμον· οὐδαμοῦ γὰρ αὐτῆς μέμνηται ἐν τοῖς ἑξῆς ὡς κατελθούσης. «παρὰ … τὴν θεόν» οὖν τὴν Ἀθηνᾶν· ἄγαλμα γὰρ ἦν ἐν τῷ θεάτρῳ τῆς Ἀθηνᾶς.
ἥκετε, ὦ κόραι.
δεῦρʼ ὦ κόραι Γ: τῇ θεᾷ καὶ τῇ Εἰρήνῃ καὶ τῇ Θεωρίᾳ καὶ τῇ Ὀπώρᾳ λέγει.
ἕπεσθον ἅμʼ ἐμοὶ Γ: κατέλυσε τοῦ οὐρανοῦ τὴν ὑπόκρισιν· κάτεισι γὰρ ἐπὶ τὴν ὀρχήστραν κλίμαξιν.
ἐχόμενος τῆς Εἰρήνης καταβαίνει ὁ πρεσβύτης ἐπὶ τὴν ὀρχήστραν. ἴσως δὲ καὶ ὁ χορὸς ἀνῆλθεν εἰς τὴν ἀναγωγὴν τῆς Εἰρήνης.
ἐστυκότες Γ: ἔδει εἰπεῖν «ἑστῶτες». τῷ δὲ «ἐστυκότες» ἐχρήσατο διὰ τὸ τὴν Εἰρήνην ὥσπερ γεγαμηκέναι αὐτάς, τὴν μὲν τῷ Τρυγαίῳ, τὴν δὲ τῇ βουλῇ.
πόρναι γάρ εἰσιν ἐσκευασμέναι. Γ
ἀλλʼ ἴθι χαίρων Γ: ὁ χορὸς μένων ποιεῖ παράβασιν οὐ τελείαν, ἀλλὰ κομμάτιον μὲν εʹ στίχων τετραμέτρων καταληκτικῶν, ὧν δʹ μὲν ἐν ἐκθέσει παρὰ πάντας, ὅτι εἰσὶν ἀναπαιστικοί, τελευταῖος δὲ τροχαϊκὸς οὐ κατʼ ἴσον τοῖς ἄλλοις.
κομμάτιον χοροῦ.
ἀλλʼ ἴθι χαίρων: ἡ παράβασις αὕτη οὐκ ἔστι τελεία, ἀλλʼ ἐλλιπής· τὸ μὲν γὰρ κομμάτιον ἔχει καὶ τὸ μακρὸν καλούμενον καὶ τὴν στροφὴν καὶ ἀντιστροφήν, τοῦ δὲ ἐπιρρήματος καὶ ἀντεπιρρήματος ἐστέρηται. ἔστι τοίνυν τὸ μὲν κομμάτιον στίχων ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν εʹ· τὸ δὲ μακρὸν στίχων ὁμοίων λγʹ· ἡ δὲ ἔκθεσις
τούτου κώλων ὁμοίων ἀναπαιστικῶν ιʹ, ὧν τὰ μὲν θʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ ιʹ, τὸ ἀνδρὸς τὸ μέτωπον ἔχοντος, δίμετρον καταληκτικὸν ἑφθημιμερὲς παροιμιακόν. ἐπὶ ταῖς ἀποθέσεσι τοῦ τε κομματίου, τοῦ μακροῦ καὶ τῆς ἐκθέσεως τούτου παράγραφος.
κώλων δέκα διμέτρων πλὴν τοῦ τελευταίου καταληκτικῶν. ἐπὶ πᾶσι παράγραφος.
τὰ σκεύη: τὰς ἄμας, τὰ σχοινία. γυμνὸν γὰρ ποιοῦσι τὸν χορὸν οἱ κωμικοὶ ἀεί, ἵνα ὀρχῆται.
κυπτάζειν Γ: κρυφιμαίως διατρίβειν καὶ κρύπτεσθαι.
χρῆν μὲν τύπτειν Γ: νῦν παραβάσει κέχρηται ὁ χορὸς μηδὲν περὶ τοῦ προκειμένου λέγων ἢ τὸν ποιητὴν ἐπαινῶν.
παράβασιν ἐκάλουν ἀπὸ τοῦ παραβαίνειν τὸν χορὸν ἀπὸ τῆς νενομισμένης στάσεως εἰς τὴν καταντικρὺ τοῦ θεάτρου ὄψιν, ὁπότε ἐβούλετο ὁ ποιητὴς διαλεχθῆναί τι ἔξω τῆς ὑποθέσεως ἄνευ τῶν ὑποκριτῶν πρὸς τὸ θέατρον διὰ τοῦ χοροῦ. ἐστρέφετο δὲ ὁ χορὸς καὶ ἐγίνοντο στοῖχοι δʹ. εἶτα διελθόντες τὴν καλουμένην παράβασιν ἐστρέφοντο πάλιν εἰς τὴν προτέραν στάσιν. δῆλον δὲ ποιοῦσιν αὐτοὶ οἱ ποιηταὶ τὸ στρέφεσθαι σημαίνοντες καὶ τὸ παραβαίνειν. ὡς Πλάτων ἐν τῷ Παιδαρίῳ εἰ μὲν μὴ λίαν, ὦ ῎νδρες, ἠναγκαζόμην στρέψαι δεῦρʼ, οὐκ ἂν παρέβην εἰς λέξιν τοιάνδʼ ἐπῶν ἄμφω σημάνας, καὶ τὸ στρέφεσθαι καὶ τὸ παραβαίνειν. Κρατῖνος δὲ ἐν τῇ Πυλαίᾳ δηλοῖ, ὅτι ἕξ ἐστι ζυγὰ τοῦ χοροῦ.
ἀναπαιστικ … φὴ. διπλῆ καὶ ἐπέκθεσις εἰς αὐτὴν τὴν παράβασιν. ἀναπαιστικὰ τετράμετρα καταληκτικὰ λαʹ, ὧν τελευταῖον παῦρʼ ἀνιάσας.
παράβασις στίχων μαʹ.
χρῆν μὲν τύπτειν ἐχρῆν μέν, εἴ τις κωμῳδοποιητὴς ἑαυτὸν ἐπῄνει παραβάσει χρώμενος, τοὺς ῥαβδούχους ἐκείνους τύπτειν αὐτὸν ὡς ἀπρεπές τι μεταχειριζόμενον. εἰ δὲ πρέπον ἐστίν, ὦ Μοῦσα, τινὰ ἑαυτὸν ἐπαινέσαι, φησὶν ὁ διδάσκαλος ἡμῶν, τουτέστιν ὁ Ἀριστοφάνης, ἄξιος εἶναι πολλῆς τιμῆς, ὅστις Ἀριστοφάνης ἄριστος γεγένηται.
ἦσαν ἐπὶ τῆς θυμέλης ῥαβδοφόροι τινές,
πρὸς εὐταξίαν
οἳ τῆς εὐκοσμίας ἐμέλοντο
τῶν θεατῶν. ἢ ῥαβδούχους εἶπε τοὺς κριτὰς τοῦ ἀγῶνος, οὓς ὁ ποιητὴς αἰσυμνήτας εἶπεν.
παραβὰς ἐν τοῖς ἀναπαίστοις Γ πᾶσαν παράβασιν ἀναπαίστους καλεῖ.
εἰ δʼ οὖν εἰκός τινα: παρὰ τὰ Σιμωνίδου ἐκ τῶν ἐλεγείων εἰ δʼ ἄρα τιμῆσαι, θυγατέραι Διός, ὅστις ἄριστος δῆμος Ἀθηναίων ἐξετέλεσα μόνος.
ἐς τὰ ῥάκια: ὡς τοιαῦτα εἰσαγόντων τῶν ἄλλων κωμικῶν.
ῥακοφοροῦντας. αἰνίττεται δὲ καὶ εἰς Εὔπολιν.
ἐς ... ἀεὶ τὸν Εὔπολιν αἰνίττεται ὡς εἰσάγοντα ῥακοφοροῦντας.
καὶ τοῖς φθειρσὶν: ἀντὶ τοῦ «εὐτελεῖς καὶ ἀδόξους ἄνδρας».
μάττοντας πολλὰ ἐσθίοντας.
τούς θʼ Ἡρακλέας Γ: μάττειν τὸ πολλὰ ἐσθίειν.
ἀπὸ τῆς ματτομένης μάζης.
μάττοντας αἰνίττεται ταῦτα εἰς Εὔπολιν, ὃς ἐποίησε τὸν Γ Ἡρακλέα πεινῶντα καὶ Διόνυσον δειλὸν καὶ Δία μοιχὸν καὶ δοῦλον κλαίοντα.
τινές φασι καὶ εἰς Κρατῖνον αἰνίττεσθαι ὡς τοιαῦτα ποιοῦντα δράματα. ἐπεπόλασε δὲ τότε ταῦτα τὰ λήμματα. καὶ αὐτὸς δὲ ὁ Ἀριστοφάνης ὡς γαστρίμαργον τὸν Ἡρακλέα κωμῳδεῖ καὶ ἐν Ὄρνισι καὶ ἐν Αἰολοσίκωνι.
καὶ ἐν τοῖς Σφηξὶ περὶ τούτων φησί, τοῦ τε Ἡρακλέους καὶ τοῦ δούλου.
ἐπεπόλαζε γὰρ ὡς ἔοικε τότε ταῦτα, Ἡρακλῆς πεινῶν καὶ Διόνυσος δειλὸς καὶ μοιχὸς Ζεὺς ὥστε καὶ αὐτοὺς Γ δοκεῖν ἄχθεσθαι. Κρατῖνος ὑπὸ δὲ Ἡρακλέους πεινῶντος ἄγει καὶ σκώπτοντος ταῦτα οὐ βιωτόν ἐστι.
περὶ τῶν δούλων καὶ ἐν Βατράχοις φησίν.
ἵνʼ ὁ σύνδουλος σκώψας Γ: ἀντὶ τοῦ «καὶ τούτους τοὺς δούλους ἐξέφερον κλάοντας τούτου ἕνεκεν, ἵνα ὁ σύνδουλος χλευάζων ἀνέρηται αὐτόν».
ὑστριχὶς: ἡ ἐξ ὑείων τριχῶν μάστιξ.
εἰσέβαλέν σοι Γ: ἀπὸ μεταφορᾶς λέγει Γ τῶν τὰς πόλεις πορθούντων τὸ «εἰσέβαλεν».
καὶ ἔμεινεν ἐν τῇ τροπῇ· κυρίως γὰρ εἰσβαλεῖν ἐστι τὸ πολεμίους τινὰς εἰσελθεῖν εἰς τὴν Γ πόλιν.
διὰ τὸ πλῆθος τῶν πληγῶν.
βωμολοχεύματʼ: τουτέστι βωμολόχα σκώμματα.
ἐποίησε Γ τέχνην μεγάλην ταῦτα καὶ Φερεκράτης ἐποίησε τὸν Αἰσχύλον λέγοντα ἐν τοῖς Κραπατάλοις ὅστις αὐτοῖς παρέδωκε τέχνην μεγάλην ἐξοικοδομήσας.
κἀπύργωσʼ οἰκοδομήσας ἀντὶ τοῦ «ὕψωσεν, Γ ηὔξησεν καὶ ἐμεγάλυνεν καὶ ἠσφαλίσατο, καὶ ἐπὶ τὸ σεμνότερον τὰ ποιήματα ἤγαγεν». καὶ ἐν ἄλλοις περὶ αὐτοῦ φησιν· ἀλλʼ, ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνά.
οὐκ ἀγοραίοις οὐ κατημαξευμένοις. Γ
ἰδιώτας ἀνθρωπίσκους κωμῳδῶν ὅ ἐστι σκώπτων εὐτελεῖς τινας καὶ ἀσθενεῖς ἄνδρας. Γ
ἀντὶ τοῦ «Ἡρακλέα μιμούμενος οὐκ εὐτελεῖς ἄνδρας κωμῳδεῖν ἐπεχείρει».
ἀλλʼ Ἡρακλέους ὀργήν τινʼ ἔχων ἐνδόξως πάλιν παρέλαβεν αὐτὸς τὸν Ἡρακλέα. λέγει γάρ· οὐ κατὰ τοὺς ἄλλους ποιητὰς μετρίους τινὰς καὶ φαύλους λοιδορεῖν καὶ κωμῳδεῖν προειλόμην, ἀλλʼ ὥσπερ ὁ Ἡρακλῆς τοὺς μεγάλους ἄθλους ὑπέστη, οὕτω κἀγὼ τοὺς ἀρίστους καὶ μέγα δυναμένους παρʼ ὑμῖν κωμῳδεῖν εἱλόμην.
τοῦ Ἡρακλέους μνημονεύσας ἑξῆς τὸ «βυρσῶν ὀσμὴν» ἐπήγαγεν, ἐπεὶ δοκεῖ ὁ Ἡρακλῆς τὴν Αὐγέου κόπρον ἐκκεκαθαρκέναι.
διαβὰς βυρσῶν ὀσμὰς Γ: ὡσανεὶ ἔλεγε ποταμοὺς ἢ χαράδρας.
βυρσῶν ὀσμὰς διὰ τὸν Κλέωνα ταῦτα· εἰκὸς γὰρ ἦν αὐτὸν ἀπειλεῖν τῷ Ἀριστοφάνει διὰ τὰς ὕβρεις. τὸ βαρβαρῶδες δὲ τοῦ Κλέωνος δηλοῖ διὰ τοῦ «βαρβαροθύμους». Παφλαγὼν γὰρ ἦν.
μάχομαι ἀντὶ τοῦ «ἐμαχόμην».
ἀπʼ ὀφθαλμῶν Κύννης Ἐρατοσθένης ἀγνοήσας τὰ κατὰ τὴν Κύνναν «κυνὸς» γράφει, κυνὸς ὡς ἀκτῖνες ἔλαμπον. Κύννα δὲ καὶ Σαλαβακχὼ πόρναι Ἀθήνησιν.
τὴν ἀναίδειαν αὐτοῦ καὶ τὴν τραχύτητα τῶν τρόπων δείκνυσι διὰ τῶν ὄψεων, ὡς καὶ Ὅμηρος ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην. Γ τῆς δὲ Κύννης μέμνηται καὶ ἐν τοῖς Ἱππεῦσι λέγων καὶ Κύνναν καὶ Σαλαβακχώ.
Κύννης ἀκτῖνες Κύννα ἑταίρα ἐστίν. δῆλον δὲ ὅτι καὶ ἀναιδὴς καὶ πόρνης ὀφθαλμοὺς εἶχεν.
Κύννης πόρνης οὕτω καλουμένης.
ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων εἰκὸς γὰρ σύστημα τὸν Κλέωνα ἔχειν μέγα δυνάμενον τῶν ὑποτρεχόντων αὐτὸν καὶ θεραπευόντων.
ἑκατὸν δὲ κύκλῳ Γ: εἰκὸς γὰρ πλῆθος κολάκων ἔχειν τὸν Κλέωνα.
ὁ δὲ εἶπεν ὡσεὶ ἔλεγε δρακόντων ἑκατὸν κεφαλαῖς αὐτὸν καθωπλίσθαι.
ὡσεὶ ἔλεγεν ὄφεων.
καὶ τοῦτο πρὸς ἕνα τῶν Ἡρακλέους αἰνιττόμενος ἄθλων λέγει, τὴν ἑκατοντακέφαλον ὕδραν.
καὶ γὰρ Τυφῶνα αὐτὸν εἶπεν ἐν τοῖς Ἱππεῦσι· τοσαύταις δὲ ἐκεῖνος κεφαλαῖς ὥπλιστο.
διὰ τοὺς περὶ αὐτὸν κόλακας.
τοῖς κόλαξι δηλαδή.
δέον εἰπεῖν «ἐλιχμῶντο» «ἐλιχνῶντο» εἶπε διὰ τὸ λίχνον τῶν κολάκων.
χαράδρα ἐστὶ διῶρυξ πηλοῦ μεστὴ ὄλεθρον, οὐχ ὕδωρ ἔχουσα.
χαράδρας Γ: ἀντὶ τοῦ Γ «χειμάρρου ποταμοῦ». κατάγουσι δὲ οὗτοι παντοῖα μετὰ τοῦ ῥεύματος. οὐκ εἶπε δὲ πηλόν, ἀλλʼ ὄλεθρον.
φώκης δʼ ὀσμήν Γ: θαλάσσιον ἐστὶ ζῷον ἡ φώκη. Ὅμηρος· φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή.
Λαμίας ὄρχεις: δραστικοὶ γὰρ οἱ ὄρχεις.
Λαμίας ὄρχεις Δίδυμος· εἰδωλοποιεῖ τινας ὄρχεις Λαμίας· θῆλυ γάρ. ἐντεῦθεν καὶ Λάμος ἡ πόλις τῶν Λαιστρυγόνων.
λέγεται ἡ Λάμια Βήλου καὶ Λιβύης θυγάτηρ. ταύτης ἐρασθῆναι τὸν Δία φασίν, μεταγαγεῖν δὲ αὐτὴν ἀπὸ Λιβύης εἰς Ἰταλίαν, ἀφʼ ἧς καὶ πόλις ἐν Ἰταλίᾳ Λάμια προσαγορεύεται. ἔνθεν αὐτῇ συνελθὼν ὁ Ζεὺς οὐκ ἔλαθε τὴν Ἥραν· ἥτις ζηλοτυποῦσα τὴν Λάμιαν τὰ γινόμενα αὐτῆς τέκνα ἀνῄρει ἀεί. ἡ δὲ ἀποθνησκόντων αὐτῆς τῶν παιδίων βαρυθυμοῦσα τὰ τῶν ἄλλων παιδία διὰ φθόνον ὑποκλέπτουσα ἀνῄρει. διὰ τοῦτο καὶ τὰς τίτθας ἐκφοβούσας τὰ βρέφη φασὶ καλεῖν ἐπʼ αὐτοῖς τὴν Λάμιαν. μυθεύεται δὲ ὡς ἄϋπνος αὕτη διατελεῖ βουλήσει Ἥρας, ἵνα καὶ ἡμέρας καὶ νύκτας ἐν τῷ πένθει ᾖ, ἕως οὗ αὐτὴν ἐλεήσας ὁ Ζεὺς ἀφαιρέτους αὐτῆς τοὺς ὀφθαλμοὺς ἐποίησεν, ὅπως ἂν ἐν αὐτῇ ᾖ ἐξαιρεῖσθαι ἑαυτῆς τοὺς ὀφθαλμοὺς καὶ πάλιν θεῖναι. λέγεται δὲ ἐσχηκέναι παρὰ Διὸς καὶ τὸ μεταμορφοῦσθαι εἰς ὅ τι οὖν βούλεται. οὕτως εὗρον ἐν ὑπομνήματι.
ἀλλόκοτόν τι τέρας ὑποστήσασθαι βούλεται τὸν Κλέωνα· τὴν γὰρ Λάμιάν φασιν ἄγριον εἶναι ζῷον καὶ δύσοσμον καὶ ἀνήμερον. οὐκ ἀρκεσθεὶς δὲ τούτοις αὐτὸν εἰκάσαι μόνοις προσέθηκε καὶ ἄπλυτον, ἵνα μᾶλλον αὐξήσῃ τὴν περὶ τὸν Κλέωνα δυσοσμίαν.
πρωκτὸν δὲ καμίνου Γ: ὡς θερμόπρωκτον αὐτὸν κωμῳδεῖ.
τοιοῦτʼ ἰδὼν γρ. τοιοῦτον δʼ ἰδών. Γ
τοιοῦτον ἰδὼν τέρας: εἰρηκὼς τῶν σκωμμάτων αὐτοῦ τὸ κατʼ εἶδος ἔσκωψεν αὐτὸν πάλιν ἐπὶ τὸ γενικὸν ἀναδραμών, διʼ οὗ τέρας αὐτὸν καλεῖ μείζονα δόξαν τῶν προειρημένων ἐγκαταλιπὼν ἔχειν τοῖς ἀκηκοόσι περὶ αὐτοῦ.
παῖδας ἐπείρων Γ: ὡς τῶν ἄλλων ἐξιόντων καὶ δεομένων τῶν νέων καὶ τῶν παίδων εἰς τὸ σπουδάζειν αὐτοῖς, ἵνα νικήσωσιν.
εἰώθασι γὰρ παιδεραστεῖν οἱ ἄλλοι ἁβρυνόμενοι τῇ νίκῃ.
αἰνίττεται εἰς Εὔπολιν καὶ τοὺς περὶ αὐτὸν ὡς παίδων ἐρῶντας καὶ παλαίστρας περιερχομένους.
ὡς τῶν νικώντων ταῦτα ποιούντων καὶ εἰς ὕβριν ἐξελκομένων.
ἤγουν ὀλίγα κωμῳδήσας ἢ οὐδὲν λυπήσας. ὁμοίως τῷ ἦ ὀλίγον οἱ παῖδα.
διπλῆ καὶ εἴσθεσις εἰς τὸ καλούμενον μακρόν, ὅπερ ἐστὶ περίοδος ἀναπαιστικὴ εἰκοσάμετρος δεκάκωλος, ἧς τὸ τελευταῖον ἀνδρὸς τὸ μέτωπον ἔχοντος. Γ
πνῖγος τὸ καὶ μακρόν. Γ
πρὸς ταῦτα χρεὼν Γ: διὰ ταῦτα τὰ δίκαια ὑμᾶς ἀξιῶ συλλαμβάνεσθαι. ἢ διʼ αὐτὰ τὰ δίκαια. Γ
καὶ τοῖς φαλακροῖσι τοῦτο εἰς ἑαυτόν· φαλακρὸς γὰρ ἦν.
φέρε τῷ φαλακρῷ πάλιν ἑαυτὸν λέγει.
δὸς τῷ φαλακρῷ ὅτι φαλακρὸς Ἀριστοφάνης. Γ
τῶν τρωγαλίων ἀντὶ τοῦ «τῶν τραγημάτων». οὕτω γὰρ Γ ἐκάλουν τὰ τραγήματα οἱ παλαιοί.
τὸ σχῆμα ἀττικόν, τὸ γενικὴν εἰπεῖν ἀντὶ αἰτιατικῆς, ὡς καὶ νῦν εἶπε «τῶν τρωγαλίων» ἀντὶ τοῦ «τὰ τρωγάλια».
καὶ μὴ ἀφαίρει γενναιοτάτου Γ: μηδὲν ἀφαίρει τῶν παρακειμένων, ἀλλὰ πάντα παράθες.
γενναιοτάτου τῶν ποιητῶν λείπει ἡ ἔξ.
γενναιοτάτου τῶν ποιητῶν ἐκ τοῦ γενναιοτάτου τῶν ποιητῶν. Γ
λείπει λαμπρόν.
διὰ τὴν φαλακρότητα. ἢ εὐπαρρησίαστον.
Μοῦσα σὺ μὲν πολέμους Γ: τὸ χ πρὸς τὴν ἀλλαγὴν τοῦ μέτρου.
ᾠδὴ ἡ καὶ στροφὴ κώλων κβʹ.
διπλῆ καὶ μεταβολὴ εἰς μονοστροφικὴν δυάδα ἐννεακαίδεκα κώλων ἔχουσα τὰς περιόδους· ὧν τὸ αʹ δακτυλικὸν πενθημιμερές· τὸ βʹ περίοδος προσοδιακὴ ἑνδεκάσημος ἢ δωδεκάσημος· τὸ γʹ ἰθυφαλλικὸν καὶ τὸ δʹ ὅμοιον· τὸ εʹ διπενθημιμερές, ὃ καλοῦσιν ἰαμβέλεγον· τὸ ϛʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ ζʹ δακτυλικὸν τρίπουν εἰς δισυλλαβίαν· τὸ ηʹ δακτυλικὸν ὅμοιον· τινὲς δὲ συνάπτουσι τὸ ηʹ καὶ τὸ θʹ καὶ γίνεται ἐγκωμιολογικὸν εἰς διπενθημιμερές, ὃ καὶ ἄμεινον· τὰ ἑξῆς περι ιαʹ ιβʹ, ὡς μὲν κεκώλισται, ἐστὶ χορίαμβος ἑφθημιμερής, συνῆπται δέ· δύναται δὲ τὸ αʹ αὐτῶν μετατεθῆναι ἐκ τὴν ἑξῆς συλλαβήν, τὰ δὲ λοιπὰ ἑνωθῆναι· τὸ ιγʹ δακτυλικὸν πενθημιμερές· τὸ ιδʹ ἀναπαιστικὸν τρίπουν· τὸ ιεʹ δακτυλικὸν τετράπουν εἰς τρισυλλαβίαν· τὸ ιϛʹ δακτυλικὸν διπλοῦν εἰς δισυλλαβίαν· τὸ ιζʹ δακτυλικὸν τετράπουν· τὸ ιηʹ δακτυλικὸν πενθημιμερές· τὸ ιθʹ εἰς ἰαμβικὸν δίμετρον καταληκτικόν.
Μοῦσα σὺ μὲν: ἡ ᾠδὴ αὕτη καὶ στροφὴ κώλων ἐστὶ κβʹ, καὶ ἡ ἀντῳδὴ καὶ ἀντιστροφὴ τοσούτων· οὐ γὰρ διῄρηνται, ἀλλʼ ἐχόμεναί εἰσιν ἀλλήλων, ἐπεὶ οὐ κεῖται μεταξὺ τὸ ἐπίρρημα.
ἔστι γοῦν τὸ αʹ χοριαμβικὸν δίμετρον καταληκτικὸν καθαρόν· τὸ βʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐξ ἰωνικοῦ καὶ χοριάμβου, ἔχει δὲ ἀντὶ ἰωνικοῦ παίωνα βʹ· τὸ γʹ τροχαϊκὸν ἰθυφαλλικὸν ἀρχιλόχειον· τὸ δʹ ὅμοιον τῷ βʹ· τὸ εʹ ἰαμβικὸν πενθημιμερές· τὸ ϛʹ ὅμοιον τῷ αʹ, τὸ αὐτὸ δὲ δύναται εἶναι καὶ δακτυλικὸν πενθημιμερές· τὸ ζʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ ηʹ προσοδιακὸν ὅμοιον τῷ δʹ ἐκ χοριάμβου καὶ ἰωνικοῦ, τοῦτο δὲ δύναται εἶναι καὶ δακτυλικὸν τρίμετρον· τὸ θʹ ὅμοιον κατὰ πάντα· τὸ ιʹ τροχαϊκὴ βάσις· τὸ ιαʹ ὅμοιον τῷ αʹ, τὸ αὐτὸ δὲ καὶ δακτυλικόν ἐστι τρίμετρον· τὸ ιβʹ ὅμοιον τῷ α· τὸ ιγʹ καὶ ιδʹ ὅμοια· τὸ ιεʹ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον· τὸ ιϛʹ ὅμοιον τῷ αʹ· τὸ ιζʹ ἰαμβικὴ ἢ ἀναπαιστικὴ βάσις· τὸ ιηʹ δακτυλικὸν δίμετρον· τὸ ιθʹ ὅμοιον τῷ αʹ· τὸ κʹ ὅμοιον τῷ ιζʹ· τὸ καʹ ὅμοιον τῷ αʹ· τὸ κβʹ ἰαμβικὸν δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς ἀνακρεόντειον.
τὰ μὲν οὖν αʹ ϛʹ ιδʹ ιϛʹ ιθʹ καʹ δακτυλικὰ πενθημιμερῆ. τὰ δὲ βʹ δʹ προσοδιακὰ δίμετρα ἀκατάληκτα ἐκ παίωνος βʹ καὶ χοριάμβου· τὸ δὲ γʹ τροχαϊκὸν ἰθυφαλλικόν· τὸ εʹ ἰαμβικὸν πενθημιμερές· τὸ δὲ ζʹ ἀκατάληκτον δίμετρον· τὰ ηʹ θʹ ιαʹ δακτυλικὰ τρίμετρα· τὸ ιʹ τροχαϊκὴ βάσις· τὰ ιβʹ ιγʹ χοριαμβικὰ εἰς βακχεῖον περαιούμενα δίμετρα· τὸ ιεʹ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον· τὰ ιζʹ κʹ ἀναπαιστικαὶ βάσεις· τὸ ιηʹ δακτυλικὸν δίμετρον· τὸ τελευταῖον ἰαμβικὸν ἑφθημιμερές.
ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνίς.
αὕτη πλοκή ἐστι καὶ ἔλαθεν. σφόδρα δὲ γλαφυρὸν εἴρηται· καὶ ἔστι στησιχόρειος.
κλείουσα θεῶν τε γάμους Γ: ὅτι σύνηθες ἦν τοῖς παλαιοῖς ᾄδειν θεῶν τε καὶ ἡρώων γάμους. σημειοῦται δὲ ταῦτα ὁ Μόχθος πρὸς τοὺς ἀθετοῦντας τὴν ἐν Ὀδυσσείᾳ Ἄρεως καὶ Ἀφροδίτης μοιχείαν.
ἢν δέ σε Καρκίνος Γ: Καρκίνος τραγῳδίας ποιητής, ὃς εἶχε ταπεινούς τινας παῖδας.
ἐν τῷ ἀντιγράφῳ παροξύτονον εὗρον τὸ Καρκίνος. ἴσως οὖν συνέστειλεν αὐτό, ὡς καὶ Ἄρατος.
ἀντιβολῇ μετὰ τῶν παίδων παῖδες Καρκίνου τρεῖς, Ξενοκλῆς, Ξενότιμος, Ξέναρχος. τραγικοὶ δὲ οὗτοι χορευταί· οἵτινες διὰ τὴν σμικρότητα τῶν σωμάτων ὄρτυγες ἐκαλοῦντο.
ὄρτυγας οἰκογενεῖς Γ: δέον ὄρνιθας οἰκογενεῖς εἰπεῖν «ὄρτυγας» εἶπε, πρᾶγμα τῆς φύσεως ἀλλότριον. πλὴν εἰ μὴ ὡς μαχίμους διαβάλλει τοὺς παῖδας τοῦ Καρκίνου· φιλεριστικὴ γὰρ τῶν ἀρρένων ὀρτύγων ἡ φύσις.
οἰκογενεῖς: ἀντὶ τοῦ Γ «ἡμέρους, ἐν οἴκῳ τεθραμμένους».
ἀεὶ μέντοι τὸ «ὄρτυγας» ἐκτείνεται, νῦν δὲ διὰ τὸ μέτρον συνέσταλται. Γ
γυλιαύχενας Γ: αὐχένας οὐκ ἔχοντας, καθάπερ ὁ γύλιος.
γυλιαύχενας μακροτραχήλους· γύλιος γὰρ πλέγμα ἐστὶ στρατιωτικὸν ἐπίμηκες, τουτέστιν εἰς ὀξὺ λῆγον. κολοβὸν οὖν εἰκὸς εἶναι τὸ ὅλον σῶμα, καὶ μόνον τὸν τράχηλον μακρόν.
γύλιος πλεκτόν τι σκεῦος στρατιωτικὸν στενόστομον, ἐν ᾧ τὰ σιτία ἐμβάλλουσιν. διαβάλλει δὲ αὐτοὺς ὡς λεπροὺς καὶ λεπτοὺς καὶ μακροὺς τραχήλους ἔχοντας. ἐν τοῖς ἐπιφερομένοις Γ δὲ ἐξηγήσεται, ὅ τι ἐστὶ τὸ «γυλιαύχενας».
ὀρχηστὰς: εἰσέφερε γὰρ αὐτοὺς ὁ πατὴρ Γ ἐν τοῖς δράμασιν ὀρχομένους.
ἐχόρευον οὗτοι τῷ πατρί.
ναννοφυεῖς: νάννοι γὰρ Γ λέγονται οἱ κολοβοὶ τῶν ἀνθρώπων· οἱ δὲ κολοβοὶ τῶν ἵππων ἴννοι λέγονται.
ὡς μικροὺς καὶ γογγυλώδεις σκώπτει.
προείρηται περὶ τῶν Καρκίνου υἱῶν, ὅτι μικροί. Γ
σφυράδων ἀποκνίσματα: ἀντὶ τοῦ «ταπεινοὺς καὶ μικρούς»· οὐδὲ ὅλας σφυράδας. σφυράδες δέ εἰσι τὰ τῶν αἰγῶν καὶ προβάτων ἀποπατήματα. Εὔπολις Αἰξί· σφυράδων πολλῶν ἀναμέστη.
ἡ σφυρὰς κυάμου ἔχει τὸ μέγεθος.
ταύταις οὖν ἀπεικάζει αὐτούς· μᾶλλον δὲ οὐδὲ ταύταις, ἀλλὰ τοῖς ἀποκνίσμασιν αὐτῶν καὶ ἀποτμήμασιν. εὐτελίζει οὖν αὐτοὺς διὰ τὸ βραχύ· ἡ γὰρ τοῦ μικροῦ μερὶς μικρὰ οὐδὲν ἂν εἴη.
εὐτελίζων οὖν αὐτοὺς διὰ τὸ βραχὺ τοῖς τούτων ἀπεικάζει αὐτοὺς ἀποτμήμασιν. τοῦ δὲ μικροῦ ἡ μερὶς οὐδὲν ἂν εἴη.
μηχανοδίφας ἀπὸ μέρους τοῦτο· Ξενοκλῆς γὰρ ὁ Καρκίνου δοκεῖ μηχανὰς καὶ τερατείας εἰσάγειν ἐν τοῖς δράμασιν. Πλάτων Σοφισταῖς· Ξενοκλῆς ὁ δωδεκαμήχανος ὁ Καρκίνου παῖς τοῦ θαλαττίου.
«μηχανοδίφας» εἶπεν αὐτούς, ἐπειδὴ πολλάκις ὡς τραγῳδοὶ μηχανὰς εἰσέφερον, ἡνίκα θεοὺς ἐμιμοῦντο ἀνερχομένους ἢ κατερχομένους ἐκ τοῦ οὐρανοῦ ἢ ἄλλο τι τοιοῦτον.
καὶ γὰρ ἔφασχʼ ὁ πατὴρ καὶ γὰρ εἶπεν ὁ πατὴρ γαλῆν τινα τῆς ἑσπέρας ἀπάγξαι τὸ δρᾶμα αὐτοῦ, ὅπερ εἶχε παρὰ προσδοκίαν, τουτέστιν ὃ μετὰ μόχθου συνεγράψατο. διαβάλλει δὲ αὐτὸν ὡς νόθον περὶ τὰ κλέμματα.
ὃ παρʼ ἐλπίδας: τοῦτο πρὸς τὸ ἄνω μήτʼ ἔλ-θῃς αὐτοῖς συνέριθος.
δρᾶμα ἐποίησε τοὺς Μύας· διὰ τοῦτο καὶ γαλῆν εἶπεν ἀπάγξαι.
γαλῆν τῆς ἑσπέρας: ἀντὶ τοῦ Γ «ὑπὸ τῆς γαλῆς τὸ δρᾶμα ἀπαγχθῆναι». δρᾶμα γὰρ ποιήσας ὁ Καρκίνος ἢ ὁ Ξενοκλῆς παρῆλθε μέγα καυχώμενος ἐπʼ αὐτῷ, καὶ παρελθὼν ἡττήθη. ὡς ἡττηθέντος οὖν εἶπεν· ἐν ᾧ μεγάλας ἐλπίδας εἶχεν. … δρᾶμα. ἐπεὶ δὲ αἱ γαλαῖ τοὺς μῦς νυκτὸς πνίγουσι, παρὰ τοῦτο παίζει.
τοιάδε χρὴ Χαρίτων: τῇ στροφῇ ἀποδέδωκε τὴν ἀντίστροφον· πάλιν γὰρ ἐπὶ τὸν οἰκεῖον ἐπανέδραμεν ἔπαινον φάσκων ὅτι διὰ ταῦτα πάντα χρὴ τοὺς θεατὰς μετὰ πάσης εὐνοίας ἀποδέχεσθαι τὰ ὑπʼ αὐτοῦ ποιήματα. ἴδωμεν οὖν τὴν στροφήν, τί ἐστι καὶ πῶς τὴν ἀντίστροφον ἐπήγαγεν. κἀν ταῖς Νεφέλαις δὲ εἶπον ὅτι δεῖ πάντως ἀνταποδίδοσθαι τῇ στροφῇ τὴν ἀντίστροφον, εἶτα ἀμφοτέραις ἐπαγαγεῖν τὴν ἐπῳδόν· ἐκ τούτων γὰρ τὰ χορικὰ συνεστάναι, στροφῆς, ἀντιστρόφου, ἐπῳδοῦ. ἀντίστροφος δὲ εἴρηται παρὰ τὸ ἀναστρέφειν ἐπὶ τὸν ἐξ ἀρχῆς νοῦν τοῦ λόγου μεταξὺ λεγομένων τῶν περιττῶν καὶ ὥσπερ ἐντεθειμένων καὶ δυναμένων ὑπεξαιρεῖσθαι, καὶ οὐδὲν ἧττον τῆς ἀκολουθίας σωζομένης. ἔχει δὲ οὕτως· εἰπὼν γὰρ ἄνω ἀνδρῶν τε δαῖτας καὶ θαλίας μακάρων· σοὶ γὰρ τάδʼ ἐξ ἀρχῆς μέλει εἶτα ἐπήγαγε τοιάδε χρὴ Χαρίτων. διὰ μέσου δὲ τὰ περὶ τῶν Καρκίνου παίδων εἴρηκεν
ἀντῳδὴ ἡ καὶ ἀντιστροφὴ κώλων κβʹ.
ἔστι παρὰ τὰ Στησιχόρου ἐκ τῆς Ὀρεστείας τοιάδε χρὴ Χαρίτων δαμώματα καλλικόμων ὑμνεῖν φρύγιον μέλος ἐξευρόντας ἁβρῶς ἦρος ἐπερχομένου.
δαμώματα: τὰ δημοσίᾳ ᾀδόμενα.
καὶ αὕτη πλοκὴ στησιχόρειος. φησὶ γὰρ οὕτως· ὅταν ἦρος ὥρᾳ κελαδῇ χελιδών.
Μόρσιμος μηδὲ Μελάνθιος: τραγικοὶ ποιηταὶ ἀμφότεροι. ὁ δὲ Μόρσιμος Φιλοκλέους τοῦ τραγικοῦ υἱὸς πονηρὸς καὶ ἄμετρος. ὁ δὲ Μελάνθιος κωμῳδεῖται εἰς μαλακίαν καὶ ὀψοφαγίαν. καὶ πολὺ μᾶλλον ἐν τοῖς Κόλαξιν Εὔπολις ὡς κίναιδον αὐτὸν διαβάλλει καὶ κόλακα. ἀλλὰ καὶ ὡς λευκὰς ἔχοντα καὶ λεπρὸν Ἀριστοφάνης ἐν Ὄρνισιν ὃς οὐκ ἰδὼν βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου.
ἀδελφός τε καὶ αὐτός Γ: ὡς καὶ τοῦ ἀδελφοῦ τοῦ Μελανθίου τραγικοῦ ὄντος ἀσήμου.
δέχονταί τινες ὡς καὶ τοῦ ἀδελφοῦ τοῦ Μελανθίου τραγικοῦ ποιητοῦ ὄντος, ἀσήμου δέ. οὐκ ἀνάγκη δὲ διαιρεῖν καὶ ποιεῖν πρὸς τὸ «τὸν χορὸν εἶχεν» τὸ «ἀδελφός τε καὶ αὐτός», ἀλλὰ τὰ μὲν πρῶτα ἰδίᾳ περὶ τοῦ Μελανθίου μέχρι τοῦ «χορὸν εἶχεν», ἀπʼ ἄλλης δὲ ἀρχῆς περί τε αὐτοῦ καὶ τοῦ ἀδελφοῦ τὰ εἰς ὀψοφαγίαν. ὅτι γὰρ ὁ Μελάνθιος ὀψοφάγος, προείρηται. καὶ παρʼ Εὐπόλιδι ἐν Ἀστρατεύτοις.
ἄμφω Γ: στικτέον εἰς τὸ «ἄμφω». ὅτι μὲν γὰρ τραγικοὶ ἀμφότεροι, Μελάνθιος καὶ ὁ τούτου ἀδελφός, δῆλον· τὸ δὲ «Γοργόνες» καὶ «ὀψοφάγοι» ἐπὶ Μελανθίου μόνου· τοιοῦτος γὰρ οὗτος διαβάλλεται. τινὲς δὲ εἰς τὸ «εἶχον» στίζουσιν, ἵνα Μελάνθιος μὲν ἔχῃ τὸν χορόν, ἀμφότεροι δὲ ὦσιν ὀψοφάγοι.
φοβεροὶ εἰς γαστριμαργίαν.
βατιδοσκόποι: βάτις εἶδος ἰχθύος. ἢ καθόλου οἱ ἰχθύες.
ἅρπυιαι: ἅρπαγες τῶν ἰχθύων· ἅρπυια γὰρ ἁρπακτικὸν ζῷον.
γραοσόβαι: ἀπὸ τῶν ἰχθύων ἀποσοβοῦντες τὰς γραΐδας, ὡς μὴ ἀγοράζειν. ἢ γραΐσι συγκοιμώμενοι· σοβάδας γὰρ τὰς πόρνας λέγουσιν. Εὔπολις παρὰ τῇδε σὺ τῇ σοβάδι κατηγάγου.
ὡς γραοφίλους αὐτοὺς εἰσάγει καὶ περὶ γραῶν ἔρωτας ἐπτοημένους. ἀντὶ τοῦ «γραῦς ὀχεύοντες».
τραγομάσχαλοι Γ: ἀντὶ τοῦ «δύσοσμοι»· οἱ γὰρ ἄρρενες τῶν αἰγῶν τοιοῦτοι.
ἰχθυολῦμαι Γ: οἱ γὰρ Γ Ἀθηναῖοι τοὺς ἰχθῦς εἶχον ὡς μέγα ἔδεσμα.
καταχρεμψαμένη Γ: μέγα καταπτύσασα αὐτῶν, Γ ὦ Μοῦσα, τῶν προειρημένων ποιητῶν καὶ τῶν παίδων τοῦ Καρκίνου.
ἀφῆκε τὸ ῥῆμα καὶ ἀντεπίρρημα.
ὡς χαλεπὸν Γ: κορωνίς· προΐασι γὰρ οἱ ὑποκριταί. καὶ τὰ πρῶτα ἰαμβικὰ τρίμετρα ἀκατάληκτα λϛʹ.
ὡς χαλεπὸν ἦν: κορωνὶς εἰσιόντων αὖθις τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι λζʹ, ὧν τελευταῖος λείχειν. ἄρʼ αὐτῇ καὶ κανᾶ σκευαστέον. ἐπὶ τῷ τέλει κορωνίς.
ὁ Τρυγαῖός ἐστι κατελθὼν ἐκ τοῦ οὐρανοῦ, καὶ λοιπὸν τῇ οἰκίᾳ πλησιάσας τὸν κόπον, ὃν ὑπέστη, διηγεῖται.
δοκεῖ καὶ τοῖς ἄνω τὰ κάτω μικρὰ φαίνεσθαι.
κακοήθεις πάνυ Γ: ἀνθυπήλλαξεν ἀντὶ τοῦ εἰπεῖν «μικρότεροι» παρʼ ὑπόνοιαν διαβάλλων Ἀθηναίους ὡς κακούργους.
ἐπυθόμην τινός Γ: ἀντὶ τοῦ εἰπεῖν «ὡς νομίζω» ὡς περὶ ἄλλου φησίν.
νυν δή.
ψυχὰς δύʼ ἢ τρεῖς: διαβάλλει αὐτοὺς ὡς μετεώρους, ἐπεὶ περὶ τῶν νεφελῶν λέγουσι πολλά.
ἀναβολὰς τὰς ἀρχὰς τῶν ᾀσμάτων.
ἤτοι ὁ φορμίζων ἀνεβάλλετο φησὶν Ὅμηρος.
Ὅμηρος· ἤτοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
τὰ προοίμια τῶν διθυραμβοποιῶν ὡς ἐπὶ τὸ πλεῖστον ἀπᾴδοντά ἐστι καὶ οὐδὲν πρὸς τὸ πρᾶγμα δηλοῖ. τὸ δὲ τοιοῦτον μετεώρων ἀνδρῶν.
τὰ προοίμια αὐτῶν ὡς ἐπὶ τὸ πλεῖστον ἀπᾴδοντά ἐστι πρὸς τὸ πρᾶγμα· ὅπερ μετεώρων ἐστὶν ἀνδρῶν.
τὰς ἐνδιαεριανερινηχέτους Γ: κωμῳδεῖ τοὺς διθυραμβοποιοὺς ὡς ἀπὸ τοῦ ἀέρος ἀρχομένους.
συνεχῶς κωμῳδοῦσι τοὺς διθυραμβοποιοὺς ὡς ἐκ τοῦ ἀέρος καὶ τῶν νεφελῶν σπῶντας τὰς λέξεις διὰ τὸ συνθέτους εἶναι παρʼ αὐτοῖς.
συνεχῶς αὐτοὺς κωμῳδοῦσιν ὡς ἀέρας καὶ νεφέλας καὶ τὰ ἐκ τούτων σύνθετα ποιοῦντας.
μήποτε οὐκ ἀορίστως μόνον, ἀλλὰ καί τινος τῶν διθυραμβοποιῶν λέξεις τινὰς χλευάζει.
λέξεις τινὰς αὐτῶν διαβάλλει ὡς τοιαῦτα λεγόντων.
Δίδυμος πεπλάνηται λέγων αὐερινηχέτους· οὐ γὰρ λέγουσιν αὐέρα οὗτοι.
Ἴων ὁ Χῖος Γ: Ἴων διθυράμβων ποιητὴς καὶ τραγῳδίας καὶ μελῶν. ἐποίησε δὲ ᾠδὴν ἧς ἡ ἀρχή ἀοῖον ἀεροφοίταν ἀστέρα μείναμεν, ἀελίου λευκῇ πτέρυγι πρόδρομον. φαίνεται δὲ τετελευτηκὼς εἶναι ἐκ τούτων. παίζων οὖν ὁ Ἀριστοφάνης ἀοῖον αὐτόν φησιν ἀστέρα κληθῆναι. περιβόητος δὲ ἐγένετο. ἔγραψε δὲ καὶ κωμῳδίας καὶ ἐπιγράμματα Γ καὶ παιᾶνας καὶ ὕμνους καὶ σκολιὰ καὶ ἐγκώμια καὶ ἐλεγεῖα, καὶ καταλογάδην τὸν πρεσβευτικὸν λεγόμενον, ὃν νόθον ἀξιοῦσιν εἶναί τινες, καὶ οὐχὶ αὐτοῦ. φέρεται δὲ αὐτοῦ καὶ κτίσις καὶ κοσμολογικὸς καὶ ὑπομνήματα καὶ ἄλλα τινά. καὶ πάνυ δόκιμος ἦν. φασὶ δὲ αὐτὸν ὁμοῦ διθύραμβον καὶ τραγῳδίαν ἀγωνισάμενον ἐν τῇ Ἀττικῇ νικῆσαι, καὶ εὐνοίας χάριν προῖκα χῖον οἶνον πέμψαι Ἀθηναίοις. καὶ Σωκράτους δὲ τοῦ φιλοσόφου ἐστὶν εἰς αὐτὸν λόγος λεγόμενος Ἴων. μέμνηται αὐτοῦ καὶ Καλλίμαχος ἐν τοῖς Χωλιάμβοις, ὅτι πολλὰ ἔγραψεν.
ἀοῖον αὐτὸν: ὅτι ὁ μὲν Ἴων ἤδη τεθνήκει, δῆλον. οὐκ ἄδηλον δέ ἐστιν ὅτι πρὸς τὸ ὑπʼ αὐτοῦ ἔν τινι τῶν διθυράμβων λελεγμένον, τὸ «ἀοῖος ἀστήρ», παίζων καὶ ὁποίως ἀοῖον αὐτόν φησιν ἀστέρα κεκλῆσθαι.
ὅσπερ κτλ. δῆλον δὲ ὅτι πάλαι ἐτεθνήκει. δῆλον ὅτι ἔν τινι τῶν διθυράμβων ἦν τὸ «ἀοῖον ἀστὴρ παίδων».
ἦλθʼ εὐθέως ἐνθάδε εἰς τὸν οὐρανόν. ἀπέθανε γάρ.
ἀοῖον: τὸν ἑῷον.
οἳ καόμενοι οἱ σπινθηρίζοντες, οἱ καλούμενοι διᾴττοντες, οἱ ἐν τῷ λάμπειν τοὺς σπινθῆρας πέμποντες.
ἰπνοὺς ἔχοντες οὓς νῦν ἡμεῖς λαμπτῆρας ἢ φανοὺς καλοῦμεν.
τοὺς νῦν φανοὺς καλουμένους λύχνους τινάς φασι λέγειν τῶν παλαιῶν, τὰς δὲ λαμπάδας τοὺς τραγικοὺς φανοὺς ἢ πανοὺς διὰ τοῦ π.
ἐλέγετο ὅτι δύο πόρνας εἶχε τῇ Εἰρήνῃ συναφθείσας, τήν τε Ὀπώραν καὶ τὴν Θεωρίαν, ὧν ἣν μὲν ἔδωκε τοῖς γεωργοῖς, τὴν Ὀπώραν, τῇ δὲ βουλῇ τὴν Θεωρίαν. τούτων οὖν τὴν μὲν Ὀπώραν ὁ Τρυγαῖος δίδωσι τοῖς οἰκέταις ἀπαγαγεῖν ὡς τὴν οἰκίαν ὡς αὐτὸς αὐτὴν γαμήσων, καὶ παρακελεύεται τὰ πρὸς τοὺς γάμους αὐτῆς εὐτρεπίσαι· τὴν δὲ Θεωρίαν αὐτός φησιν ἀπομόσας δώσειν τῇ βουλῇ. ἴσως δὲ ἡ Εἰρήνη ἐν τῷ οὐρανῷ ἔμεινεν· οὐδαμοῦ γὰρ ποιεῖται αὐτῆς μνήμην ὡς κατελθούσης.
ταυτηνὶ λαβών: ἀντὶ τοῦ «τὴν Ὀπώραν».
ἀντὶ τοῦ «κατακλύζεσθαι ποίησον», ὅ ἐστι γέμισον ὕδατος.
προστακτικόν ἐστι τὸ «στόρνυ», καὶ ἔστιν ὁ «τέ» σύνδεσμος.
τήνδε τὴν Θεωρίαν.
πιθανῶς ἐδήλωσεν, ὅτι πόρναι ἦσαν ἡ Ὀπώρα καὶ ἡ Θεωρία.
οὔκ, ἀλλὰ τοῦτο, ἀλλʼ ὡσεὶ εἶπεν «ἀλλʼ οὐχὶ κἀκεῖ τινές εἰσιν ἀπὸ τούτων;». ἐπεὶ πῶς ἀπαρνησάμενος συντίθεται πάλιν;
ἄγε νυν ἴωμεν ὁ θεράπων λέγει «ἄγε νυν ἴωμεν» τῇ Ὀπώρᾳ, εἶτα ἐρωτᾷ τὸν δεσπότην περὶ τῆς Ὀπώρας.
νυν δή.
λείχειν ἄνω τοῦτο καὶ τὸ ἑξῆς διὰ τὸ κακέμφατόν τινες παραιτοῦνται, ὅτι ἐπαμφοτερίζον λέλεκται, καὶ πρὸς τὸ πρᾶγμα καὶ πρὸς τὸ ἀσελγές.
εἰς τὸ κακέμφατον τῆς πόρνης λέγεται.
κανᾶ: κανίσκια.
εὐδαιμονικῶς: διπλῆ· ἕπεται γὰρ μέλος ἀμοιβαῖον τοῦ χοροῦ καὶ τοῦ ὑποκριτοῦ. οὗ ἐστι πρῶτον ἐν εἰσθέσει κῶλα γʹ τοῦ χοροῦ, ὧν τὸ πρῶτον καὶ τὸ βʹ ἰωνικὸν ἀπὸ μείζονος ἑφθημιμερῆ συνημμένα, τὸ δὲ γʹ ἰωνικὸν καὶ αὐτὸ ἡμιόλιον· καὶ τοῦ ὑποκριτοῦ στίχος τετράμετρος ὅμοιος τοῖς ἄνω. ταῦτα δύναται εἶναι στροφὴ καὶ ἀντίστροφος, τὰ δὲ ἑξῆς εἰς ἐπῳδόν· εἰσὶ δὲ τοῦ χοροῦ στίχοι ὅμοιοι τοῖς ἄνω ἰαμβικοὶ τετράμετροι καταληκτικοί. δύο δὲ ἐν ἐκθέσει στίχοι ἴαμβοι τετράμετροι καταληκτικοί.
εὐδαιμονικῶς: στροφὴ ἀμοιβαία κώλων ζʹ· ἔχει δὲ καὶ ἀντιστροφήν, τὸ ἦ χρηστὸς ἀνήρ. καί εἰσι τοῦ μὲν χοροῦ τὰ κῶλα ἰωνικὰ ἀπὸ μείζονος, τὰ μὲν βʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ γʹ ἡμιόλιον· ὁ δὲ τοῦ ὑποκριτοῦ στίχος ἰαμβικὸς τετράμετρος καταληκτικός. καὶ αὖθις τὰ τοῦ χοροῦ τρία
κῶλα ὅμοια τοῖς ἄνω τρισίν. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλῆ ἔσω νενευκυῖα. καὶ ἑξῆς ἐν εἰσθέσει σύστημα κατὰ περικοπὴν στίχων ἰαμβικῶν τετραμέτρων καταληκτικῶν εʹ. ἐπὶ τῷ τέλει παράγραφος.
τοῖς ἄνω κάτισα κώλοις. ὑφʼ ἃ παράγραφος καὶ ἡ ἔσω διπλῆ. ἑξῆς δʼ ἐν εἰσθέσει σύστημα κατὰ περικοπὴν στίχων ἰαμβικῶν τετραμέτρων καταληκτικῶν εʹ, ὑφʼ οὓς κορωνίς.
στροφὴ κώλων ζʹ:
εὐδαιμονικῶς γʼ ὁ πρεσβύτης εὐδαιμονικῶς ὁ πρεσβύτης τὰ νῦν πράττει, ὅσον ἔστιν ἰδεῖν.
Ἀττικοὶ οὕτως ἔλεγον ἀντὶ τοῦ «νῦν».
τὰ νῦν τάδε: ἀττικῶς οὕτως ἔλεγεν ἀντὶ τοῦ «νῦν».
οἷον πάλιν ἀνανεάζων.
ἀντὶ τοῦ «γενόμενος».
μυραλοιφίαις ἀληλιμμένος.
σύστημα κατὰ περικοπὴν κώλων εʹ.
οἶμαι, φησί, πάλιν νέος εἶναι, ὡς προεῖπον.
τῶν τιτθίων τῆς Ὀπώρας.
εὐδαιμονέστερος ἀντὶ τοῦ «κακοδαιμονέστερος» ἐν εἰρωνείᾳ.
στροβίλους φησὶ τούτους ἢ διὰ τὸ τραχὺ τοῦ σώματος ἢ πρὸς τὸ τοῦ Καρκίνου ὄνομα παίζων· ὀστρακόδερμοι γὰρ οἱ καρκίνοι, καθάπερ καὶ οἱ στρόβιλοι. ἢ διὰ τὸ ἐν τῇ ὀρχήσει στροβεῖσθαι.
ἐπειδὴ καὶ οἱ στρόβιλοι κώνου ἐπέχουσι δίκην.
στρόβιλός ἐστιν ἡ συστροφή. στροβίλους οὖν εἶπε καθʼ ὃ καὶ ἀλλαχοῦ γυλιαύχενας.
ὄχημα κανθάρου παρατηρητέον ὅτι οὐκ ἐπὶ ἁρμάτων μόνον ἔλεγον ὄχημα.
παραγραμμίσαι μοι δοκεῖ τοῦ γελοίου χάριν, ἀντὶ τοῦ «πίνειν καὶ καθεύδειν».
ἡ παῖς λέλουται: κορωνὶς ἑτέρα εἰσιόντων τῶν ὑποκριτῶν
οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι μαʹ, ὧν τελευταῖος ἀλλʼ εὗρον ἄν σου ὑπέχοντα τὴν ἐκεχειρίαν. ἐπὶ τῷ τέλει κορωνίς.
ἐξ ἰαμβείων μαʹ.
παρὰ τὸ ἐν τοῖς γάμοις ἔθος· ἐδόκουν γὰρ ἐν τοῖς γάμοις σήσαμον διδόναι.
σησαμὴ πλακοῦς γαμικὸς ἀπὸ σησάμων πεποιημένος διὰ τὸ πολύγονον, ὥς φησι Μένανδρος.
ξυμπλάττεται κατασκευάζεται.
εἰς τὸ σχεῖν τὴν Ὀπώραν.
νυν δή.
πρὸς οὐδὲν τὸ «τί».
ἐπαίομεν συνουσιάζομεν, ἠλαύνομεν.
Βραυρῶναδʼ: πόρνη γάρ. ἐν Βραυρῶνι δὲ δήμῳ τῆς Ἀττικῆς πολλαὶ πόρναι. ἐκεῖ δὲ καὶ τὰ Διονύσια ἤγετο —ὡς καθʼ ἕκαστον δῆμον—ἐν οἷς ἐμέθυον· μεθύοντες δὲ πολλὰς πόρνας ἥρπαζον.
καὶ μόλις ταύτης ἐγκρατεῖς γεγενήμεθα.
τὴν πρωκτοπεντετηρίδα: διὰ γὰρ πενταετηροῦς χρόνου ἄγονται αἱ θεωρίαι τῶν Διονυσίων.
πρωκτοπεντετηρίδα: παρεπιγραφή· ἁπτόμενος γὰρ αὐτῆς τῆς πυγῆς φησι καὶ θαυμάζων καὶ τοῖς θεαταῖς ἐπιδεικνύμενος τὸ αἰδοῖον.
πεντετηρίδα: προσέθηκε τὸ ἔργο … τῆς θεωρίας· διὰ πενταετοῦς γὰρ ἐπιτελοῦνται τὰ Διονύσια. ἢ ὅτι διὰ πέντε ἐτῶν εἶδον τὴν Θεωρίαν.
τήνδε: τὴν Θεωρίαν.
οὗτος τί περιγράφεις εἷς τῶν θεατῶν τὰ ἰσχία τῆς Θεωρίας καταλαμβάνει καὶ ἐφάπτεται περιφέρων τὸν δάκτυλον.
οὗτος τί περιγράφεις ἐπιτιμᾷ ὁ δεσπότης ὡς ἁπτομένῳ τῶν ἰσχίων αὐτῆς. περιγράφειν γάρ ἐστι τὸ περιορίζειν ἁπτόμενον.
τῷ δακτύλῳ περιέγραφε τὰ ἰσχία.
τὸ δεῖνʼ εἰς Ἴσθμια οἱ γὰρ θέλοντες θεωρεῖν προκαταλαμβάνουσιν ἑαυτοῖς τόπους. «εἰς Ἴσθμια» δὲ εἴρηκεν, ἅμα ὅτι καὶ ἀγὼν ἰσθμιακός, καὶ διὰ τὴν στενότητα τοῦ αἰδοίου τῆς πόρνης, διὸ καὶ εἶπε «τῷ πέει σκηνὴν ποιῶ»· στενὸς δὲ καὶ ὁ Ἰσθμός. πάσας δὲ τὰς πανηγύρεις θεωρίας ἐκάλου.
στενοῦ γὰρ ὄντος τοῦ τόπου πάντες προλαβεῖν σπεύδουσιν, ἐπεὶ οὐχ εὑρίσκουσι ξενίαν. πιθανῶς δὲ οὔτε Ὀλύμπια οὔτε Πύθια εἶπεν.
τὸ λεγόμενον τοιοῦτόν ἐστι· προκαταλαμβάνω θήκην ἐμαυτοῦ ταῖς ἡδοναῖς. ἐπεὶ δʼ ἐν Ἰσθμῷ διὰ τὴν τοῦ τόπου στενοχωρίαν οὐκ ἔστι ξενίας ἐπιτυχεῖν εὐχερῶς, ἔθος τῇ πανηγύρει τῶν Ἰσθμίων πρόπαλαι καταλαμβάνειν τὰς σκηνὰς τοῖς πανηγυρίζειν βουλομένοις.
διττὴ ἡ ἑρμηνεία, πρός τε τὴν θεωρίαν καὶ πρὸς τὴν γυναῖκα.
ἅμα πρὸς τὴν θεωρίαν τὰ Ἴσθμια.
ὁ δυνάμενος φυλάξαι τὴν Θεωρίαν, ἕως αὐτὴν παραδῶ τῇ βουλῇ.
μέσους τοὺς θεατάς· ἢ τὸ βουλευτήριον.
Ἀριφράδης τεχνικῶς περὶ τῆς Θεωρίας διαλεγόμενος ἐκείνου ἀνθάπτεται.
τὸν ζωμὸν αὐτῆς: ἅμα καὶ ὅτι ἐν ταῖς θεωρίαις ζωμοὶ γίνονται ἀπὸ τῶν βοῶν τῶν θυομένων, ἅμα καὶ ὅτι λείκτης διεβάλλετο ὁ Ἀριφράδης καὶ μεμηνὼς ἐπὶ γυναιξίν.
ὡς φοινικιστὴς γὰρ λοιδορεῖται, ὅπερ καὶ ἐκ τοῦ «προσπεσών» δηλοῖ.
ἐκλάψεται: ἔφην ὅτι ὡς ἀρρητοποιὸν αὐτὸν διαβάλλει. ὁρᾷς οὖν ὡς ἐπαμφοτεριζούσαις χρῆται ταῖς λέξεσιν ὡς καὶ ἐπὶ τῆς θεωρίας διαλεγόμενος κἀκείνου καθαπτόμενος.
ἐκλάψεται: ἐκπίεται καὶ ἐκροφήσει.
καὶ τὸ σχῆμα τῆς αἰσχρουργίας διὰ τοῦ «προσπεσών» δείκνυσιν.
τὰ σκεύη χαμαί ἀντὶ τοῦ «τὰ μαγειρεῖα» διὰ τὸ θύειν ἐν ταῖς πανηγύρεσιν. ἢ πρὸς τὴν Θεωρίαν λέγει φέρουσάν τινα εἰρήνης καὶ γεωργίας σύμβολα.
βουλή, πρυτάνεις τὸν λόγον ἀπέτεινε λοιπὸν πρὸς τὴν βουλὴν ὡς παραδιδοὺς τὴν Θεωρίαν.
πρυτάνεις: τῆς γὰρ βουλῆς ἐπρυτάνευον δέκα, ἄλλοι δέ φασιν ὀκτώ.
ἀντὶ τοῦ «θυσίαν ἐπιτελεῖν».
ἀνάρρυσιν ἀνάρρυσις μία τῶν Ἀπατουρίων ἡμέρα. Ἀπατούρια δὲ ἑορτὴ παρʼ Ἀθηναίοις τὸ συμβὰν δηλοῦσα τῇ προσηγορίᾳ.
ἀνάρρυσιν τρεῖς ἦσαν ἡμέραι τῶν Ἀπατουρίων, δόρπεια, κουρεῶτις, ἀνάρρυσις.
παρὰ τὸ αἴρειν τὰ σκέλη ἔπαιξεν.
τὸ αἰδοῖον αὐτῆς δείκνυσιν.
ὀπτάνιον τὸ μαγειρεῖον, ὅπου τῇ βουλῇ σκευάζεται μετὰ τὰς θυσίας κρέα· ὃ περικαίεται μάλιστα.
κεκάπνικʼ· ὡς ἐπὶ ὀπτανίου.
ὡς ἀποπνευματισάσης.
κεκάπνικʼ: ἐπειδὴ μέλαν ἐστὶ διὰ τὰς τρίχας. καὶ αὕτη διαφέρει ἡ ἐξήγησις τοῦ λέγοντος αὐτὴν ἀποπνευματίσαι, ἣν καὶ ἐπλάσαντο τὴν ἄλλην μὴ νοήσαντες.
κεκάπνικʼ· ὡς ἐπὶ ὀπτανίου. ἢ διὰ τὰς τρίχας. ἢ ὡς ἀποπνευματισάσης.
πόλεμος γὰρ τοῖς Ἀθηναίοις συνέστη πρὸς Βοιωτούς. ἡγεῖτο δὲ τῶν μὲν Βοιωτῶν Ξάνθος, ἐβασίλευε δὲ τῶν Ἀθηναίων Θυμοίτης κατʼ ἐκεῖνο καιροῦ τῇ ἡλικίᾳ ἤδη γέρων. ὁ οὖν Ξάνθος ὁ τῶν Βοιωτῶν προεκαλέσατο εἰς μονομαχίαν τὸν Θυμοίτην, ἐφʼ ᾧ, εἰ μὲν αὐτὸς νικήσει, κρατήσει καὶ τῆς τῶν Ἀθηναίων ἀρχῆς, εἰ δὲ ὁ Θυμοίτης, καὶ τῆς τῶν Βοιωτῶν. ὁ οὖν Θυμοίτης οὐ βουλόμενος διὰ τὸ γῆρας, ἵνα μὴ διὰ τὴν αὐτοῦ ἀσθένειαν ἡ πατρὶς ἄλλῳ δουλεύσῃ, ἀνεκήρυξε τῷ μονομαχοῦντι τὴν ἀρχήν. Μελάνθιος δέ τις Ἀρκὰς τὸ γένος ἐν Ἀττικῇ οἰκῶν ὑπέστη τὸ μονομάχιον. καὶ κατελθόντων αὐτῶν εἰς τὸ ἀφωρισμένον χωρίον ἐπὶ τὸ μονομαχῆσαι ὁ Μελάνθιος δόλῳ ἀναιρεῖ τὸν Ξάνθον. προσιόντι γὰρ αὐτῷ ἔφη· ἀδικεῖς, ὦ Ξάνθε, μόνος φήσας διαμάχεσθαι καὶ δεύτερος παραγενόμενος. ἐφʼ ᾧ στραφεὶς ὁ Ξάνθος ὡς θεασόμενος τὸν ἥκοντα ἐτρώθη παρὰ τοῦ Μελανθίου καὶ ἀπώλετο. ἀφʼ οὗ καὶ τὴν ἑορτὴν Ἀθηναῖοι ταύτην ἄγουσιν ἀπὸ τῆς ἀπάτης Μελανθίου Ἀπατούρια προσαγορεύσαντες. τινὲς δέ φασι τὸν Διόνυσον παραστῆναι τῷ Ξάνθῳ σὺν ἀγροικικῷ σχήματι, ὃν θεασάμενος Μελάνθιος τὰ εἰρημένα διεπράξατο· ὅθεν καὶ αὐτῷ ἦγον τὴν ἑορτὴν ταύτην.
πρὸ τοῦ πολέμου Γ τὰ λάσανα Γ: ὅτι οὕτως οἱ χυτρόποδες. ἐπεὶ δὲ εἶπε «τὸ ὀπτάνιον», ἐπήγαγε καὶ «τὰ λάσανα». δηλοῖ δὲ τοὺς δασεῖς αὐτῆς μηρούς, δηλοῖ δὲ καὶ τὰ μαγειρεῖα, ὅπου τῇ βουλῇ σκευάζεται μετὰ τὰς θυσίας κρέα.
ἐξέσται ποιεῖν Γ: οὐδὲν εὐφυέστερον τῆς παρενθέσεως, ἵνα ἐπὶ πλέον χρήσασθαι δυνηθῇ τοῖς μέσοις ῥήμασιν.
ὡς ἐπὶ συνουσίᾳ λέγει.
ὅλα ὡς ἐπὶ συνουσίας σχημάτων καὶ θεωρίας.
δεικνύς τε τὰ μὲν ὡς ἐπὶ παλαισμάτων, τὰ δὲ ὡς ἐπὶ γυναικείων σχημάτων.
πὺξ ὁμοῦ Γ: παρὰ τὸ λεγόμενον «πὺξ ὁμοῦ καὶ τῷ σκέλει».
παρὰ προσδοκίαν ἀντὶ τοῦ «τῷ σκέλει».
τρίτῃ δὲ μετὰ ταῦθʼ ἱπποδρομίαν Γ: τὸ γὰρ παλαιὸν ἐν ταῖς ὑστέραις ἡμέραις τὰς ἱπποδρομίας ἦγον ἐν τοῖς ἀγῶσιν.
τῇ τρίτῃ τῶν Ἀπατουρίων ἱπποδρομία ἤγετο.
κέλης κέλητα: παρὰ τὴν συνουσίαν καὶ τοὺς κέλητας ἵππους, οἵ εἰσι μονάτορες.
ἅρματα: ἀντὶ τοῦ εἰπεῖν «σώματα» «ἅρματα» εἶπεν.
ἀνατετραμμένα ἀντὶ τοῦ «περικείμενα ἀλλήλοις τὰ σώματα».
προσκινήσεται Γ: ὅρα τὸ ἀστεῖον οἷον· δῆλον γάρ ἐστιν ὃ διὰ τῆς τροπῆς λέγει.
καμπαῖς: συστροφαῖς. καὶ κάμπιος δρόμος οὐκ εὐθὺς καὶ ἁπλοῦς, ἀλλὰ καμπὰς ἔχων.
ἀλλʼ οὐκ ἂν εἴ τι προῖκα: τοῖς πρυτάνεσιν ἔθος Γ ἦν προσάγειν τοὺς δεομένους προσόδου ἐν τῇ βουλῇ. ἐδωροδοκοῦντο δὲ παρὰ τῶν δεομένων.
ἀλλʼ ὦ πρυτάνεις Γ τοῖς πρυτάνεσιν ἔθος ἦν προσάγειν τοὺς δεομένους εἰς τὴν βουλήν. καὶ δῆλον ὅτι ἐδωροδοκοῦντο παρὰ τῶν χρῃζόντων προσελθεῖν· καὶ εἰ μέν τις αὐτοὺς ἐχρημάτιζε, προθύμως συνεπελαμβάνοντο αὐτοῖς, τοὺς δὲ προῖκα προσιέναι θέλοντας οὐκέτι μετʼ ἴσης σπουδῆς προσῆγον.
ἀλλʼ εὗρον ἄν σʼ ὑπέχοντα: ἀλλὰ κατέλαβόν σε ὑπέχοντα τὴν χεῖρα ἑτοίμην πρὸς τὸ λῆμμα.
σκώπτει αὐτοὺς ὡς ἥττονας λήμματος.
ἐπειδὴ ἐκεχειρίαι τότε πρὸς τοὺς Λάκωνας ἦσαν αὐτοῖς, πρὸς τοῦτο ἔπαιξεν, ἅμα δὲ Γ καὶ σκώπτων αὐτοὺς ὡς ἥττονας λήμματος.
τὴν ἐκεχειρίαν: ἅμα μὲν ὡς προφασιζομένων ὅτι «ἐκεχειρία ἐστίν· οὐ δυνάμεθα σήμερον προσαγαγεῖν» καὶ μὴ προσαγόντων τῇ βουλῇ τοὺς μὴ δεδωκότας αὐτοῖς τῶν δεομένων, ἅμα δὲ καὶ Γ πρὸς τὸ ὑπέχειν τὴν χεῖρα ἐπὶ τὸ λαβεῖν.
ἐπεὶ εἰώθασι λέγειν «ἐκεχειρία ἐστίν· οὐ δυνάμεθα σήμερον εἰσάγειν».
ἀναβάλλονται γὰρ ἐπὶ τῶν μηδὲν διδόντων οὕτως.
ἐκεχειρία ἡ ἀνοχὴ πολέμου παρὰ τὸ ἀπέχειν τὰς χεῖρας. νῦν δὲ παίζει πρὸς τὸ ἔχειν τι ἐν τῇ χειρὶ παρὰ τῶν δεομένων.
τὴν ἐκεχειρίαν Γ: ἐκεχειρία ἡ ἀνοχή, ὅτι δεῖ τὰς χεῖρας ἐπέχειν τῶν ἔργων. νῦν δὲ παίζει πρὸς τὸ ἔχειν τι ἐν τῇ χειρὶ παρὰ τῶν δεομένων.
παρὰ τὴν χεῖρα παίζει.
ὑπέχοντα τὴν ἐκεχειρίαν προφασιζόμενον ἀργίαν.
ἦ χρηστὸς ἀνὴρ: ἡ ἀντιστροφὴ αὕτη τῆς ῥηθείσης ἐστὶ στροφῆς, ἧς ἡ ἀρχή εὐδαιμονικῶς. ἔστι δὲ καὶ αὕτη κώλων ὁμοίων ἐκείνῃ ζʹ. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι. καὶ ἑξῆς σύστημα κατὰ περικοπὴν ὅμοιον τῷ ῥηθέντι συστήματι στίχων ἰαμβικῶν τετραμέτρων καταληκτικῶν εʹ. ἐπὶ τῷ τέλει παράγραφος.
ἧ χρηστὸς ἀνὴρ: ἰδοὺ ἡ ἀντιστροφὴ τῆς «εὐδαιμονικῶς» στροφῆς ἄλλα τε ὅσα ἐκείνη καὶ τὸ κατὰ περικοπὴν ἔχουσα σύστημα. ἐπὶ τῷ τέλει αἱ ἀμφοτέρωθεν ἔξω διπλαῖ τῆς ἀντιστροφῆς· τὰ γὰρ τετράμετρα τῶν ἰαμβείων παραγράφῳ περατοῦται.
ἀντιστροφὴ κώλων ζʹ.
οὔτε συμπολίτην οὔτε συνδημότην λέγουσιν.
λεπαστήν: εἶδος ποτηρίου μεῖζον ἢ κύλιξ. οὕτως ὁ Σύμμαχος. ὁ δὲ Παλαμήδης τὸ πιθάριον ἐκδέχεται.
τὸν δημότην ἀντὶ τοῦ Γ «τὸν δημοτικόν».
διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους τριμέτρους ἀκαταλήκτους ιζʹ.
ἄγε δὴ τί νῶϊν: κορωνὶς ἑτέρα ὁμοία τῇ ῥηθείσῃ· ἧς οἱ μὲν ιζʹ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι, ὁ ιηʹ ὅμοιος τετράμετρος καταληκτικός. τὰ ἑξῆς δύο κῶλα ἀναπαιστικὰ δίμετρα,
τὸ μὲν ἀκατάληκτον, τὸ δὲ καταληκτικόν. ὁ δὲ καʹ, ὁ ὡς ταῦτα δῆλά γʼ ἔσθʼ· ὁ γὰρ βωμὸς θύραισι καὶ δή, ἰαμβικὸς τετράμετρος ἀκατάληκτος. ἐπὶ τῷ τέλει κορωνίς.
ὧν τὸ μὲν ἀκατάληκτον, τὸ δʼ οὔ. ὁ τελευταῖος ἰαμβικὸς τετράμετρος ἀκατάληκτος. ὑφʼ ὃν κορωνίς.
νῶϊν συνίζησις.
χύτραις ἱδρυτέον Γ: ὁτὲ μὲν ταῖς χύτραις ὄσπριον ἥψων, ὁτὲ δὲ ἄλλο τι πολυτελέστερον ἱερεῖον, καὶ οὕτως ἵδρυον· καὶ πρὸς τὸ θυόμενον ἔλεγον βοῒ ἱδρύεσθαι ἢ αἰγὶ ἢ προβάτῳ ἢ οἷον ἂν ᾖ τὸ ἱερεῖον, ὥσπερ ἐν Πλούτῳ.
ἔθος εἶχον Ἑρμᾶς ἱδρύοντες πρὸ τῶν θυρῶν καὶ ἄλλα τινὰ ἀγάλματα θεοῦ καὶ ὑπὲρ τοῦ μὴ βραδύνειν τὴν ἀνάστασιν χύτραις ἀθάρας ἱδρύεσθαι καὶ ἄλλοις τισίν.
χύτραις ἱδρυτέον ὁπότε μέλλοιεν βωμοὺς καθιδρύειν ἢ ἀγάλματα θεῶν, ἕψοντες ὄσπριον ἀπήρχοντο τούτων τοῖς ἀφιδρυμένοις χαριστήρια ἀπονέμοντες τῆς πρώτης διαίτης, ὡς οὗτος εἶπεν ἐν Δαναΐσι μαρτύρομαι δὲ Ζηνὸς ἑρκείου χύτρας, μεθʼ ὧν ὁ βωμὸς οὗτος ἱδρύθη ποτέ. ποτὲ δὲ καὶ πολυτελεστέρῳ ἱερείῳ ἀφιδρύοντο. φησὶ δὲ καὶ ἐν τοῖς ἑξῆς Εἰρήνην εἵλοντο καὶ ἱδρύσανθʼ ἱερείῳ. ἐν δὲ τῷ Πλούτῳ τὰς χύτρας, αἷς τὸν θεὸν ἱδρυσόμεθα, λαβοῦσα ἐπὶ τῆς κεφαλῆς φέρε.
χύτραισιν ὥσπερ μεμφόμενον: ἠγανάκτησαν ἀκούσαντες ἐν χύτραις ἱδρύεσθαι τὴν Εἰρήνην ὡς εὐτελοῦς οὔσης τῆς θυσίας ἐκ τῶν ἄλλων. διό φησιν· ἄλλαις ἱερωσύναις αὐτὴν ὡς πολυτίμητον θεραπεύσωμεν; ἐν δὲ τοῖς ἑξῆς ἱερείῳ φησὶν ἱδρύσασθαι αὐτὴν οὕτως· ὡς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο Εἰρήνην εἵλοντο, καὶ ἱδρύσανθʼ ἱερείῳ.
Ἑρμίδιον: ἀντὶ τοῦ «εὐτελές». Γ
ὡς τοῦ Ἑρμοῦ χύτραις ἱδρυομένου ἐπὶ πολύ, ὡς Γ καὶ μέμφεσθαι αὐτόν.
λαρινῷ βοΐ Γ ἐπειδὴ ἑώρα αὐτοὺς πρὸς τὴν διὰ τῶν χυτρῶν καθίδρυσιν ἀχθεσθέντας, ἄλλον τρόπον τῆς καθιερώσεως ὑποτίθεται, καί φησιν· «βούλεσθε λαρινῷ βοΐ;» περὶ δὲ τῶν λαρινῶν βοῶν Λύκος μὲν ὁ Ῥηγῖνος ἐπὶ ταῖς πρὸς Ἀλέξανδρόν φησιν ἀπὸ Λαρινοῦ τινος βουκόλου ταύτην αὐτοὺς τὴν προσηγορίαν ἐσχηκέναι. εἰσὶ δέ τινες οἳ παρὰ τὸν λάρον ἀξιοῦσιν αὐτοὺς οὕτω καλεῖσθαι. οἱ δὲ
τὴν ρι συλλαβὴν δασύνουσιν, ἵνʼ ᾖ λαρινοὺς τοὺς μεγαλορίνους· ἐν δὲ τῇ Χαονίᾳ φασὶ τοιούτους εἶναι βοῦς, οὓς καὶ Κεστρίνους καλοῦσιν.
ὡς μεγαλορίνους ὀνομάζουσιν, ἐκ τοῦ λα καὶ τοῦ ῥινός, τὸ δέρμα.
ἀντὶ τοῦ «μεγάλῳ καὶ εὐτραφεῖ». τοὺς δὲ ἠπειρωτικοὺς βοῦς οὕτω λέγουσιν ἀπό τινος Λαρινοῦ βουκόλου παραλαβόντος παρὰ Ἡρακλέους τὰς Γηρυόνου βοῦς καὶ θρέψαντος εἰς εὐεξίαν.
τοῦτο Ἡρωδιανὸς ὀξύνει ἐν τῷ ζʹ τῆς καθόλου, λαρινός, ὡς ἀληθινός· ὥστε περισπαστέον τὴν δοτικήν, λαρινῷ.
λαρινῷ μεγαλοβύρσῳ. Γ
πρὸς τὴν ἀρχὴν τῶν ὀνομάτων τοῦ «βοῒ» καὶ «βοηθεῖν» ἔπαιξεν.
βοηθεῖν: ἐπὶ μάχην δραμεῖν.
ἀντὶ τοῦ «μωρία». διεβάλλετο δὲ καὶ εἰς μαλακίαν.
ὡς ὑώδης καὶ δύσοσμος καὶ πένης.
Θεαγένους ὑηνία Γ: μωρία καὶ ἀμαθία. διεβάλλετο γὰρ ὁ Θεαγένης εἰς μαλακίαν καὶ Γ ὡς μωρὸς καὶ ὑώδης. ἦν δὲ ἐκ Πειραιῶς. ἐδόκει δὲ καὶ πένης εἶναι, θρύπτεσθαι δὲ ἐπὶ πλούτῳ. ἦν δὲ τὸ σῶμα παχὺς καὶ χοιρώδης. τὴν δὲ ὑηνίαν τὴν δυσωδίαν τὴν ἐκ τῶν ὑῶν, οἵπερ διαφόροις ἐδέσμασι χρώμενοι δυσώδη ἀποπατοῦσι, εἰς βορβόρους δὲ κυλίονται. ἔστι δὲ καὶ ἄλλος Θεαγένης, ὁ εἰς Ὅμηρον γράψας, ὃς καὶ ἐπὶ μαλακίᾳ διεβάλλετο, καὶ ἄλλοι πολλοί.
τοῦτό γʼ ἔστʼ ἰωνικὸν οἱ γὰρ Ἴωνες δισυλλάβως λέγουσιν ὄϊς, οἱ δὲ Ἀττικοὶ μονοσυλλάβως καὶ τὰς οἶς καὶ πολλὰ τοῦ αὐτοῦ γένους.
οἱ Ἀττικοὶ συναιροῦντες τὸν ὄϊν τὸν Γ οἶν. οἱ γὰρ Ἴωνες πολλὰ διῃρημένως φασίν.
οἱ καθήμενοι ὑπὸ τοῦ δέους Γ: ἵνα ἐπιστένωσι τῷ εἰσηγουμένῳ πόλεμον. τὸ γὰρ ὀΐ ὀδυρομένων ἐστὶν ἐπίφθεγμα καὶ δυσχεραινόντων.
Δίδυμος· ἐν ἐκστάσει· οἱ γὰρ φοβούμενοι οὕτω λέγουσιν.
ἀμνοὶ τοὺς τρόπους Γ: ἀντὶ τοῦ «πραεῖς» ἢ «εὐήθεις».
ἁπλοῖ ὡς οἱ κριοί, ἢ πραεῖς καὶ μαλακοί· τὸ γὰρ ἄρρεν πρόβατον, ὅταν ἔχῃ τὴν μέσην ἡλικίαν, ἀμνὸς καλεῖται. οἱ δὲ τὸν ἐνιαύσιον ἄρνα ἀμνὸν καλοῦσιν.
νυν δή.
ὡς πάνθʼ ὅσʼ ἂν θεὸς θέλῃ: διπλῆ· ἕπεται γὰρ μέλος, ὃ ὑπονοῶ μὲν ἔχειν τὸ ἀντίστροφον ἐν διεχείᾳ, φέρεται δὲ ὡς διάφορον. διόπερ πρότερον παραθήσομαι ὡς φέρεται. καὶ ἔοικεν ἐνταῦθα τὸ «κατορθοῖ» περιττεύειν καὶ ὁ «τέ» σύνδεσμος πρὸς τὸ σε τοι θύρασι χρῆ μένειν ὀντ … τινάς. καὶ τοῦτο δὲ ἁμάρτημά ἐστιν, ὅτι πρῶτα γʹ κῶλά ἐστι καὶ μετὰ ϛʹ. ἀλλὰ ταῦτα μὲν ἐατέον, ὡς δὲ ἔχει, ἐξηγητέον. τὸ τοίνυν πρῶτον τρίκωλον τοῦ ὑποκριτοῦ ἴαμβος τετράμετρος καταληκτικὸς καὶ ἀναπαιστικὰ δύο δίμετρα ἀκατάληκτόν τε καὶ καταληκτικόν.
ὡς πάνθʼ ὅσʼ ἂν θεὸς θέλῃ Γ: ὁ χορὸς ταῦτα θαυμάζων, ὅτι ηὐτύχησεν ὁ γέρων, καθʼ ἑαυτόν. εἶτα πρὸς τὸν πρεσβύτην φησὶ τὸ «χωρεῖ κατὰ νοῦν». εἶτα τὰ ἑξῆς πάλιν ἰδίᾳ.
χʼ ἡ τύχη τινὲς οὕτως· ὁπόσα ἂν θελήσωσιν οἱ θεοί, καὶ ἡ τύχη κατορθοῖ.
πάνθʼ ὅσʼ ἂν θεὸς θέλῃ χʼ ἡ τύχη κατορθοῖ, χωρεῖ κατὰ νοῦν, ἕτερον ἑτέρῳ τούτων κατὰ καιρὸν ἀπαντᾷ: τουτέστιν ὁπόσα ἂν θελήσῃ ὁ θεὸς καὶ ἡ τύχη κατορθοῖ, ταῦτα χωρεῖ κατὰ νοῦν.
ἄλλως ἄλλῳ κατὰ τύχην ἀποβαίνει τὰ πράγματα.
τούτων ἤγουν Γ τῶν εὐτυχιῶν ἢ τῶν ἀνθρώπων.
θύρασι καὶ δή: εἶτα ἐν ἐκθέσει στίχος ἰαμβικὸς τετράμετρος καταληκτικὸς τοῦ ὑποκριτοῦ καὶ ἐν εἰσθέσει τὸ τοῦ χοροῦ, οὗ τὸ πρῶτον προσοδιακὸν ἑνδεκάσημον, τὸ βʹ ἀναπαιστικὴ τριποδία, τὸ δὲ γʹ ἰαμβικὸν ἑφθημιμερές, τὸ δὲ δʹ συζʹʹ ἰαμβικὸν ἢ ἀναπαιστικόν, τὸ δὲ εʹ ἰαμβικὸν ἑφθημιμερές.
ὡς ταῦτα δῆλά γʼ ἀπὸ τούτων γὰρ κατάδηλόν ἐστιν, εἴ γε χρὴ τεκμήρασθαι τοῖς παροῦσιν.
θύρασιν ἀντὶ τοῦ «ἐξ ἑτοίμου».
ἐπείγετε νῦν τὰ τοιαῦτα εἴδη καλεῖται ἀλλοιόστροφα. εἰσὶ γοῦν τῆς μὲν πρώτης στροφῆς τὰ κῶλα ἀναπαιστικὰ δέκα ἐπιμεμιγμένα προκελευσματικοῖς·
τὸ αʹ δίμετρον βραχυκατάληκτον· τὸ βʹ καὶ γʹ καὶ δʹ ἀναπαιστικὴ βάσις· τὸ εʹ ὅμοιον τῷ αʹ· καὶ τὸ ϛʹ ὅμοιον· τὸ ζʹ, τὸ ηʹ καὶ θʹ δίμετρα ἀκατάληκτα· τὸ δὲ ιʹ δίμετρον καταληκτικὸν ἑφθημιμερὲς παροιμιακόν. τοῦ δὲ συστήματος στίχοι ἰαμβικοὶ ἀκατάληκτοι ζʹ.
τούτων δʼ ἃ μὲν δίμετρά εἰσιν ἀκατάληκτα, ἃ δʼ ἑφθημιμερῆ καὶ βάσεις· μετὰ δὲ ταῦτα ἰαμβεῖα ζʹ.
τῆς δευτέρας στροφῆς τὰ κῶλα τρία·
τὸ αʹ ἰαμβικὸν τρίμετρον καταληκτικόν· τὰ δὲ βʹ ἀναπαιστικά, τὸ αʹ δίμετρον ἀκατάληκτον, τὸ δὲ βʹ καταληκτικόν.
ὧν τὸ μὲν πρῶτον ἰαμβεῖον, τὰ δʼ ἄλλα ἀναπαιστικά, δίμετρα μὲν ἄμφω, τὸ δέ τοι δεύτερον καταληκτικόν.
ὁ ἑξῆς τοῦ ὑποκριτοῦ ἰαμβικὸς τετράμετρος καταληκτικός. τῆς τρίτης στροφῆς τὰ κῶλα ἀναπαιστικὰ τέσσαρα,
τὰ μὲν γʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ δʹ καταληκτικόν.
πλὴν τοῦ τελευταίου ἀκατάληκτα.
οἱ ἑξῆς αὖθις τοῦ ὑποκριτοῦ ἰαμβικοὶ τετράμετροι καταληκτικοί. τῆς δὲ τετάρτης στροφῆς τὰ κῶλα ἰωνικὰ ἀπὸ μείζονος ϛʹ ἐπιμεμιγμένα παίωσι καὶ κρητικοῖς,
ὧν τὸ αʹ, τὸ βʹ, τὸ γʹ καὶ τὸ δʹ δίμετρα καταληκτικά· τὸ εʹ δίμετρον ἀκατάληκτον· τὸ δὲ ϛʹ ἡμιόλιον. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι.
ἀκατάληκτα πλὴν τοῦ πέμπτου καταληκτικοῦ καὶ τοῦ ϛʹ ἡμιολίου. ὑφʼ ὃ αἱ ἀμφοτέρωθεν ἔξω διπλαῖ. τιθέσθωσαν δὲ κἀν ταῖς ἀποθέσεσιν αἱ παράγραφοι.
στροφὴ κώλων ιʹ.
ἐπείγετέ νυν ἐν ὅσῳ ἐν ὅσῳ, φησίν, ἐκ τῶν θεῶν τὰ κατὰ τὸν πόλεμον ἐκπέπνευκε καὶ λελώφηκεν, σπουδάσωμεν ἱδρύσασθαι τὴν Θεωρίαν τῶν τῆς εἰρήνης ἀγαθῶν ἀντεισαχθέντων.
σεσοβημένη, εὐκίνητος.
κατέχει τὰ ἡμέτερα πράγματα.
ἀντὶ τοῦ «ἡ Εἰρήνη».
μετάτροπος Γ: ἀντὶ τοῦ Γ «εὔκρατος».
μετάτροπος: ἀντὶ τοῦ «μεταβληθεῖσα».
εἰς ἀγαθὰ εἰς τὰ τῆς εἰρήνης δηλονότι.
εἶτα ἐν ἐκθέσει τοῦ ὑποκριτοῦ δίστιχος ἴαμβος τετράμετρος καταληκτικός.
καὶ μάχαιραν: ὅτι ἐκέκρυπτο ἐν τῷ κανῷ ἡ μάχαιρα ταῖς ὀλαῖς καὶ τοῖς στέμμασιν. καὶ ἐντεῦθεν κανοῦν, ἀπὸ τοῦ κανεῖν. Πλάτων Παιδαρίῳ φέρε τοῦτʼ ἐμοὶ δεῖξον τὸ κανοῦν μοι δεῦρο· πῇ μάχαιρʼ ἔνι;
εἰώθασι γὰρ ἐπὶ τὸ κανοῦν τὴν μάχαιραν φέρειν κατακρύπτοντες αὐτὴν ταῖς ὀλαῖς καὶ τοῖς στέμμασιν.
καὶ ἐν εἰσθέσει τοῦ χοροῦ ἓξ κῶλα· ὧν τὸ αʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ βʹ ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκῆς κατάκλειδος· τὸ γʹ δʹ εʹ τρία ἰαμβικὰ δίμετρα ἀκατάληκτα· τὸ ϛʹ ἰωνικὸν ἡμιόλιον.
λοιπὸν σπεύσατε καὶ ἐπείχθητε, πρὶν ἴδῃ Χαῖρις ὑμᾶς.
ὡς ἢν Χαῖρις ὑμᾶς: τῶν περὶ τὰς θυσίας αὐλητῶν ἦν ὁ Χαῖρις.
ὁ Χαῖρις αὐλητὴς ἐπὶ ταῖς θυσίαις.
ἦν δὲ καὶ ἕτερος κιθαρῳδός.
δύο διπλαῖ καὶ ἐν ἐκθέσει στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ιζʹ.
οὕτω «τὴν χερνίβα». μᾶλλον προπαροξυντέον κατὰ τὴν ἀναλογίαν. οἱ δὲ Ἀττικοὶ παροξύνουσι καὶ ἐν τραγῳδίᾳ καὶ ἐν κωμῳδίᾳ.
τοῦτο πρῶτον ἐποίουν καθαίροντες τὸν βωμόν.
οὕτω διὰ τοῦ λ ὁ τὴν κωμικὴν γράψας λέξιν ἀναγινώσκει.
γράφεται καὶ δαλίον.
φέρε δὴ τὸ δαδίον τὸ ὕδωρ ἐδόκουν καθαίρειν ἀποβάπτοντες τοῦ πυρός· καθαρτικὸν γὰρ πάντων τὸ πῦρ, ὡς Εὐριπίδης Ἡρακλεῖ μέλλων δὲ δαλὸν χειρὶ δεξιᾷ φέρειν, ἐπὶ χερνίβα ὡς βάψειεν Ἀλκμήνης τόκος. διὸ καὶ οὐ γραπτέον, ὥς τινες, «δᾳδίον»· ἱκανὸν γὰρ τὸ Εὐριπίδου εἰς πίστιν.
σείου σὺ ταχέως πρὸς τὸ ἱερεῖον λέγει. ἐσπούδαζον γὰρ ἐπισπένδοντες, ἵνα σείσῃ τὴν κεφαλὴν καὶ ἐπινεύειν τοῖς ἱερείοις δοκῇ.
δέον εἰπεῖν «ῥῖπτε τῶν ὀλῶν» «κριθῶν» νῦν εἶπε γενικῶς. ὀλαὶ γὰρ αἱ πρὸς θυσίαν κριθαί.
πρὸς τὴν κριθὴν παίζει, ὅτι τὸ τῶν ἀνδρῶν αἰδοῖον κριθὴν ἔλεγον, τὸ δὲ γυναικεῖον μύρτον.
κακεμφάτως τὸ πέος.
τίς τῇδε: σπένδοντες γὰρ ἔλεγον «τίς τῇδε;» ἀντὶ τοῦ «τίς πάρεστιν;» εἶτα οἱ παρόντες εὐφημιζόμενοι ἔλεγον «πολλοὶ κἀγαθοί». τοῦτο δὲ ἐποίουν οἱ σπένδοντες, ἵνα οἱ συνειδότες τι ἑαυτοῖς ἄτοπον ἐκχωροῖεν τῶν σπονδῶν.
τὸ «ποῦ ποτʼ εἰσί;» λέγει ἐν ἤθει, «ποῦ εἰσιν οἱ ἐπιφωνοῦντες;», ἵνα αὐτοὺς ἐπιλέγῃ. ἢ ἀπιθάνως ὡς μηδενὸς ὄντος καλοῦ κἀγαθοῦ.
τοισδὶ τοῖς χορευταῖς. καταχεῖ δὲ αὐτῶν τὸ ὕδωρ ἐπὶ γέλωτι καὶ οὐδενὶ ἑτέρῳ.
ὦ σεμνοτάτη βασίλεια: διπλῆ καὶ εἴσθεσις εἰς ἀναπαίστων περιόδους δύο, τὴν μὲν πεντεκαιτριακοντάμετρον ιθʹ κώλων, ὅτι ἔχει μονόμετρα γʹ, τό τε βʹ καὶ ιαʹ καὶ ιϛʹ, τὴν δὲ ἑξκαιτεσσαρακοντάμετρον τριῶν καὶ κʹ κώλων.
καὶ γὰρ ἐκεῖναι παρακλίνασαι: παρανοίξασαι. Ὅμηρος ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
καὶ «αὐλείας» ἔλεγον, οὐ μόνον «αὐλείων».
τούτων σὺ μὴ πόει μὴ κατὰ ταύτας ὀλίγον χρόνον ποιήσῃς ἡμᾶς ἀπολαῦσαί σου, ἀλλʼ εἰς τέλεον φανερὰν ἡμῖν σεαυτὴν ποίησον.
τρία καὶ δέκʼ ἔτη: τὸ χ, ὅτι οὐ συμφωνεῖ τοῖς χρόνοις ἃ λέγει. καὶ ἐν τοῖς Ἀχαρνεῦσί φησιν ἕκτῳ σʼ ἔτει προσεῖδον ἐς τὰ χωρία.ἀλλὰ καὶ ὁ Φιλόχορος ἀπὸ Πυθοδώρου, ἐφʼ οὗ ἡ ἀρχὴ τοῦ πολέμου δοκεῖ γεγενῆσθαι, μέχρι Ἰσάρχου καταριθμούμενος εἰς τὰ ιγʹ ἔτη συνάγει τοὺς χρόνους. πάλιν Θουκυδίδης κατὰ τὰς τῶν χειμώνων καὶ θερέων εἰσβολὰς τὸν πόλεμον γεγενῆσθαι λέγων οὐδὲ αὐτὸς εἰς τοῦτον τὸν ἀριθμὸν ἔρχεται, ἀλλʼ ἀπολείπεται παρὰ τὰ θʹ ἔτη. λεκτέον τοίνυν, ὅτι αὐτὸς αὑτοῦ ὁ Ἀριστοφάνης τὸ ἐνδόσιμον δέδωκε, πῇ μὲν ἀνάπαυλαν, πῇ δὲ πόλεμον γενέσθαι, ὡς μηδὲ τὴν ἀρχὴν βεβαίαν εἶναι μήτε τοῦ πολέμου μήτε τῆς εἰρήνης· ὥστε αἱ διαφωνίαι τῶν πραγμάτων εἰσὶν ἀνόμοιαι.
τὸ χ, ὅτι οὐ συμφωνεῖ τοῖς χρόνοις. ἀπὸ γὰρ Πυθοδώρου μέχρι Ἀλκαίου θʹ ἔτη. καὶ ἐν Ἀχαρνεῦσι δὲ εἶπεν, ὅτι ϛʹ ἔτη εἰσὶν ἀφʼ οὗ ὁ πόλεμος· ἀπὸ δὲ τῆς τῶν Ἀχαρνέων διδασκαλίας γʹ ἔτη εἰσίν. οἱ δὲ ποιηταὶ πολλάκις ἀποσχεδιάζουσιν εἰς τοὺς χρόνους.
τοῦτο ἔστι πάλιν τὸ μονόμετρον.
βέλτιον κατὰ παράθεσιν ἀναγινώσκειν «τριακαίδεκα».
κορκορυγάς τὰς βοάς, τὰς ταραχάς, τοὺς θορύβους.
ἀστείως συνέθηκε τὴν λέξιν παρὰ τὸ λῦσαι τὴν μάχην.
τὰς ὑπονοίας ἵνα μὴ ὑπονοῶσι τὰς ἀλλήλων σπονδάς.
ἀντὶ τοῦ «φλυαροῦμεν».
μίξον δʼ ἡμᾶς εἰς φιλίαν ἄγε.
φιλίας χυλῷ ὡς ἐπὶ κακουμένων.
χυλῷ: τῷ ῥοφήματι.
καὶ τὴν ἀγορὰν ἡμῖν: τουτέστιν ἀφθονίαν τῶν ὠνίων ἡμῖν παράσχες. ἁρμόδιον δὲ τοῦτο τῇ εἰρήνῃ.
μεγάλων σκορόδων: ὅτι τὰ σκόροδα ἐκ τῆς Μεγαρίδος, ἔφη καὶ ἐν τοῖς προειρημένοις λέγων πρῶτοι γὰρ αὐτὴν τοῖς σκορόδοις ἠλείψατε.
σικύων πρῴων: τὸ «πρῴων» πρὸς τὸ «σικύων»· ἐν δύο δὲ συλλαβαῖς.
ὡς καὶ τῶν σικύων πολλῶν ὄντων ἐν Μεγαρίδι καὶ φερομένων ἐκεῖθεν εἰς τὴν Ἀττικήν, ὡς καὶ αὐτὸς ἐν Ἀχαρνεῦσί φησιν.
σικύων πρῴων ἐν εἰρήνῃ ὄντες πολλὰ διʼ ἐπιμελείας καὶ πρῷα εἶχον.
ὅτι καλοὶ οἱ πρώϊμοι σικύαι, καὶ ἡ παροιμία δηλοῖ ἀρχομένων σικύων καὶ λη-γουσῶν κολοκυντῶν.
οἱ πρώϊμοι σικύαι καλοὶ καὶ ἀβλαβεῖς.
πρῴων: τῶν πρὸ καιροῦ φαινομένων.
διὰ τὸ ἀηδὲς τῆς ἐργασίας.
κἀκ Βοιωτῶν: ὅτι ὀρνιθοτρόφος ἡ Βοιωτία, καὶ ἐν Ἀχαρνεῦσί φησιν ὡσπερεὶ χειμὼν ἦλθες ὀρνιθίας εἰς τὴν ἀγορὰν φέρων, ὅτε ἐπὶ τοῦ Βοιωτοῦ λέγει.
καὶ Κωπαΐδων: Κωπαῒς λίμνη Βοιωτίας, ἐν ᾗ μεγάλαι ἐγχέλεις γίνονται, ὡς καὶ ἐν Ἀχαρνεῦσί φησι πρέσβειρα πεντήκοντα Κωπαΐδων κορᾶν.
ὀψωνοῦντας: εὐκαίρως τὸ «ὀψωνοῦντας» προσέθηκε πρὸς ἀντιδιαστολὴν τοῦ πολέμου, ἐν ᾧ δυσχερῶς ὠψώνουν ἀπησχολημένοι ἐν τοῖς θορύβοις αὐτοῦ καὶ τοῖς κακοῖς.
τὸ «ὀψωνοῦντας» προσέθηκε πρὸς ἀντιδιαστολὴν τοῦ πολέμου. καὶ γὰρ τότε ἀνάγκη ἦν εἰς τὸ συνιέναι αὐτούς, εἴ ποτέ τις ταραχὴ γένοιτο.
κατὰ εἴλας, τουτέστι κατὰ συστήματα, συστρέφεσθαι.
καὶ ἐν Ἀχαρνεῦσί φησι μηδὲ γὰρ θανών σου χωρισθείην ποτέ.
Μορύχῳ Τελέᾳ καὶ τούτους ἀεὶ ἀπεῖναι βούλεται τῶν ὄψων διὰ τούτου αὐτοὺς κολάζων ὡς γαστριμάργους, ὥς φησιν ἐν τοῖς Ἀχαρνεῦσιν. νῦν δʼ οὐκ οἶδα, ὅπως τὸ ἐναντίον φησίν. ἴσως οὖν τῇ παρουσίᾳ τούτων Μελάνθιον λυπῆσαι βούλεται ὄντα καὶ αὐτὸν λίχνον. ἦν δὲ τραγῳδίας ποιητής, ὡς προείρηται.
ὀνόματα κύρια. οὗτοι ἐπὶ μαγγανείᾳ διεβέβληντο.
Γλαυκέτῃ καὶ οὗτος λίχνος.
τένθαις ἀντὶ τοῦ «λίχνοις». τένδειν γὰρ τὸ ἐσθίειν· ὅτʼ ἀνόστεος ὃν πόδα τένδει. Ἡσίοδος.
οὓς ἡμεῖς σιναμώρους. καὶ παρʼ Ἡσιόδῳ τινὲς ὀρθῶς δοκοῦσι γράφειν ὅτʼ ἀνόστεος ὃν πόδα τένθει διὰ τοῦ θ.
ὀτοτύζειν θρηνεῖν.
ἐκ Μηδείας Γ: μήποτε ἐκ τῆς Εὐριπίδου Μηδείας παραγράφει ἐκεῖνα ὢ δύστηνος ἐγὼ μελέα τε πόνων … πῶς ἂν ὀλοίμαν; οἱ δὲ αὐτοῦ τοῦ Μελανθίου φασὶν εἶναι Μήδειαν, ἐξ ἧς ταῦτα.
λοχευομένας: καὶ ἐν τοῖς Ἀχαρνεῦσιν ἔφαμεν τοὺς μαγείρους μετὰ τεύτλων ἕψειν τὰς ἐγχέλεις. ἔπαιξε δὲ εἰπὼν «λοχευομένας» ἀντὶ τοῦ «ἑψομένας».
ἡδίστη γὰρ ἡ ἔγχελυς ἐν τεύτλοις ἐστίν. Γ
τοὺς δʼ ἀνθρώπους ἐπιχαίρειν Γ: τοὺς ὁρῶντας ἐπιχαίρειν αὐτῷ θρηνοῦντι.
διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους τριμέτρους ἀκαταλήκτους ζʹ.
σύστημα κατὰ περικοπήν.
ὦ Γ πολυτιμήτʼ: ὅτι ἐξεβλήθη τὸ η.
ἐν γὰρ τῇ τῶν συνοικεσίων ἑορτῇ οἱ μέν φασιν Εἰρήνῃ θυσίαν τελεῖσθαι, ᾗ ὁ βωμὸς οὐχ αἱματοῦται, οἱ δὲ ἑστίασιν.
οὐχ ἥδεται δήπουθεν: ταῦτα πρὸς τὸ ἔθος· φασὶ γὰρ τῇ τῶν συνοικίων ἑορτῇ θυσίαν τελεῖσθαι Εἰρήνῃ, τὸν δὲ βωμὸν μὴ αἱματοῦσθαι, Ἑκατομβαιῶνος μηνὸς ἕκτῃ ἐπὶ δέκα. τινὲς δέ φασιν ἐκ τῆς παρούσης αἰτίας οὕτως αὐτοὺς αὐτῇ θύειν αἵματος αὐτοὺς ἀπαλλαξάσῃ.
καὶ τοῦτο πρὸς σύγκρισιν τοῦ πολέμου, ὃς αἵμασι χαίρει.
πρὸς σύγκρισιν τοῦ πολέμου καλῶς ἔφησε μὴ χαίρειν τὴν Εἰρήνην σφαγαῖς· μόνοι γὰρ οἱ πολέμιοι αἵματι καὶ φόνοις χαίρουσιν.
καὶ Γ ἰδίως ἀναιμωτὶ Εἰρήνῃ θύουσιν.
χʼ οὕτω τὸ πρόβατον: διὰ τὸ μὴ θύεσθαι ἐν τῷ θεάτρῳ, ἀλλὰ τὸν χορηγὸν τῷ δοκεῖν θύειν ἀποκερδαίνοντα τὸ θῦμα.
τῶν γὰρ ἐντοσθίων αἰρομένων παρὰ τῶν θυόντων τὸ λοιπὸν σῶμα σωθήσεται τῷ ἱερεῖ, ἐπὰν θύσωσιν.
τῷ χορηγῷ σώζεται Γ: ἤτοι ὅτι τῶν σπλάγχνων καὶ τῶν ἐντοσθίων ὑφαιρουμένων δοκοῦσι μέρος τι τοῦ ἱερείου κερδαίνειν οἱ θύοντες
ὡς ἄρα τότε σώζεται
στροφὴ κώλων γʹ.
σέ τοι γρ. σε δή.
σχίζας Γ δευρί σχίζας κυρίως ἔλεγον οἱ παλαιοὶ τὰ ἐπὶ ταῖς θυσίαις τιθέμενα ξύλα, ὡς καὶ Ὅμηρος καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων.
τὸ φρύγανον τίθεσθαι τοῦτό φησιν, ἐπεὶ ὑπέβαλε φρύγανα πρὸς τὸ ἀνάψαι, ὡς οἱ μάντεις. αὐτοὶ γὰρ ἑαυτοῖς καὶ τὰ φρύγανα τιθέασι πρὸς τὴν ἐπιστήμην ἑαυτῶν.
μαντικῶς τὸ φρύγανον Γ: οἱ γὰρ ἀπὸ τοῦ πυρὸς μαντευόμενοι τὰ φρύγανα ὑποτιθέασιν εἰς τὸ ἐξάψαι κατὰ τὴν ἐπιστήμην τὴν ἑαυτῶν.
στροφὴ κώλων δʹ.
τί γάρ σε πέφευγʼ τί γὰρ οὐ ποιεῖς ὅσα χρὴ τοὺς ἐπιστήμονας;
ἀντὶ τοῦ «ὁπόσα χρή».
εὐπόρῳ πρὸς τὸ ἐπινοεῖν.
Στιλβίδην Γ ὁ Στιλβίδης εὐδόκιμος καὶ περιβόητος μάντις τῶν τοὺς παλαιοὺς χρησμοὺς ἐξηγουμένων. ἀστειότατα δὲ τοῦτο παρέπλεξεν.
τὴν φλόγα, παρὰ τὸ στίλβειν· ἅμα δὲ καὶ παρὰ τὸν μάντιν τὸν Στιλβίδην, ὅν φησι Φιλόχορος ἀκολουθῆσαι ἐν Σικελίᾳ, ἡνίκα ἐπολέμουν Ἀθηναῖοι καὶ εἰς Σικελίαν ἐστράτευον. μέμνηται δὲ αὐτοῦ καὶ Εὔπολις Πόλεσιν ὡς οὖν τίνʼ ἔλθω δῆτά σοι τῶν μάντεων; πότερος ἀμείνων, Ἀμφοτερὸς ἢ Στιλβίδης;
πιέζει Γ: ἀντὶ τοῦ «λυπεῖ».
ὡς λοιπὸν ἐκείνου ἀπορουμένου διὰ τὸ τοῦτον εὐδοκιμῆσαι.
καὶ παιδὸς οὐδὲν δεήσει Γ: ἐμαυτῷ, φησίν, ὑπηρετήσω, καὶ χρεία οὐκ ἔσται παιδός. φιλοτιμεῖται δὲ περὶ τὰς ὑπηρεσίας κατὰ πάντα τὸν Στιλβίδην πλεονεκτῶν, καὶ θύων καὶ ὑπηρετῶν.
φιλοτιμεῖται περὶ τὰς ὑπηρεσίας, ἵνα κατὰ πάντα τὸν Στιλβίδην πλεονεκτεῖν δοκῇ, καὶ θύων καὶ ὑπηρετῶν. ἐγὼ οὖν, φησίν, οἴσω καὶ τράπεζαν, ὡς μὴ δεῖσθαι παιδός. Γ
στροφὴ κώλων ϛʹ.
τὼ μηρῶ λαβών διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους τριμέτρους ἀκαταλήκτους κδʹ.
ταυτὶ δέδραται: κορωνὶς εἰσιόντων ἑτέρων ὑποκριτῶν. οἱ δὲ στίχοι εἰσὶ πζʹ· ὧν οἱ μὲν κδʹ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι, οἱ ἑξῆς μαʹ δακτυλικοὶ ἑξάμετροι. ἑξῆς τούτων κῶλον ὅμοιον δίμετρον ἐκ σπονδείων. οἱ ἑξῆς δέκα δακτυλικοὶ ὅμοιοι ἑξάμετροι.
οἱ δὲ ἔτι ἑξῆς ιβʹ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι· ὧν τελευταῖος
μεθʼ οὓς ἰαμβεῖα ιβʹ·
οὐκ ἀποπετήσει θᾶττον εἰς Ἐλύμνιονἐπὶ ταῖς ἀποθέσεσι παράγραφος. ἐπὶ τῷ τέλει κορωνίς.
ἀντὶ τοῦ «δέδαρται». Ὅμηρος περὶ δὲ δρατὰ σώματα νήει. ὁ δὲ λόγος· ταῦτα πάντα παρεσκεύασται καὶ πέπρακται.
θυλήματα Γ τὰ τοῖς θεοῖς ἐπιθυόμενα ἄλφιτα. ἐπιρραίνεται δὲ οἴνῳ καὶ ἐλαίῳ. καὶ Τηλεκλείδης Στερροῖς ὦ δέσποθʼ Ἑρμῆ, κάπτε τῶν θυλημάτων.
ἐπισχεῖν βραδύνειν. Γ
δάφνῃ τις ἐστεφανωμένος Γ: οἱ ἱερεῖς καὶ οἱ μάντεις δάφνῃ ἐστεφανοῦντο εἰς γνώρισμα τῆς τέχνης.
ὡς ἀλαζὼν Γ: ὡς ἀπὸ τῆς ὄψεως ἀλαζὼν φαίνεται.
Ἱεροκλέης Γ οὗτος μάντις ἦν καὶ χρησμολόγος τοὺς προγεγενημένους χρόνους ἐξηγούμενος. ὡς ἀφυῆ δὲ καὶ οὐκ ἀκριβῆ μάντιν αὐτὸν κωμῳδεῖν βούλεται· καὶ ὅρα, πῶς καθαρῶς. ἐκείνου γὰρ εἰπόντος· ὅτι μάντις τις πρόεισιν, ὁ ἕτερος οὐ συγκατέθετο, ἀλλʼ ἔφησεν· οὐ μὰ Δίʼ, ἀλλʼ Ἱεροκλῆς ἐστιν, ὡς ἀπὸ τοῦ ὀνόματος αὐτοῦ γινωσκομένου μᾶλλον ἢ τῆς τέχνης. καὶ Εὔπολις Πόλεσιν Ἱερόκλεες, βέλτιστε χρησμῳδῶν ἄναξ.
οὑʼξ Ὠρεοῦ Γ: διαβάλλει αὐτὸν ὡς οὐ πολίτην, ἀλλʼ Εὐβοέα. διὸ δηλοῖ, ὅτι ὡς ξένος οὐκ εὐνοεῖ τῇ Εἰρήνῃ. Ὠρεὸς δὲ Εὐβοίας πόλις, ἣν Ὅμηρος Ἱστιαίαν φησίν.
δῆλός ἐσθʼ οὗτός γʼ ὅτι Γ: προείπομεν γὰρ περὶ Εὐβοέων ὡς ἂν ἧσσον προθυμουμένων τῇ εἰρήνῃ.
κατὰ τὴν κνῖσαν Γ: ὡς διὰ προφάσεως τοῦ σχήματος τῆς μαντείας ἐπεισπηδῶντος τοῦ Ἱεροκλέους καὶ μετέχοντος τῶν εὐωχιῶν.
μὴ νῦν δρᾶν δοκῶμεν Γ: μὴ προσποιησώμεθα αὐτὸν ἑωρακέναι, μηδʼ αὐτῷ προσλαλήσωμεν, ἵνα ἀπορηθεὶς παρέλθῃ μηδὲν ἐνοχλήσας ἡμῖν.
τίς ἡ θυσία Γ: Ἱεροκλῆς ἐπιστὰς ἄκλητος
περιεργάζεται ταῦτα καί φησι· τίς ἡ θυσία καὶ τίνι τῶν θεῶν;
καὶ ταῦτα περιεργαζόμενος· τίνι οὖν, φησί, τῶν θεῶν;
ὄπτα σὺ σιγῇ Γ ἀπαλλαγῆναι αὐτὸν ποίει μὴ προσέχων μηδὲ ἀκηκοέναι προσποιούμενος.
οἷον μηδὲν ἀποκρίνῃ πρὸς τὸ ἐρωτηθέν.
ἐπὶ τοῦ βωμοῦ τὰ σπλάγχνα ὄπτα ἐν σιγῇ.
ἀπὸ τῆς ὀσφύος τὸν ὀβελίσκον ἀπάγαγε.
οἷον πρόσεχε, μὴ ἅψῃ αὐτῆς· ταύτῃ γὰρ μαντεύονται.
ἀναχώρει ἀπὸ τῶν ἱερείων καὶ ἀφίστασο, φησίν. Γ
ἡ κέρκος ποιεῖ: ἡ οὐρὰ καλὰ σημαίνει.
ἡ κέρκος ποιεῖ ἔθος εἶχον τὴν ὀσφῦν καὶ τὴν κέρκον ἐπιτιθέναι τῷ πυρί, καὶ ἐξ αὐτῶν σημείοις τισὶ κατανοεῖν, εἰ εὐπρόσδεκτος ἡ θυσία, καὶ ἄλλα τινὰ πρὸς τὰ νεύματα σημεῖα λαμβάνειν, περὶ ὧν τὴν θυσίαν ἐποίουν.
ὁ Ἱεροκλῆς ταῦτα σημαίνει.
ἀπάργματα: τὰς ἀπαρχάς, ἃς εἰώθασιν οἱ ἱερεῖς λαμβάνειν.
πολλὰ πράττεις Γ: οἷον πολλὰ περιεργάζῃ καὶ πολυπραγμονεῖς.
καὶ τοῦτο Ἱεροκλέους.
ἡ γλῶττα χωρὶς τέμνεται Γ: καὶ τοῦτο παροιμιακὸν ἀπὸ Ὁμήρου ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, ὥς φησι Καλλίστρατος.
πρὸς τὸ ἔθος. …
ἀλλʼ οἶσθʼ ὃ δρᾶσον ἀλλʼ οἶσθʼ ὃ δράσεις.
προειρήκαμεν, ὅτι χρησμολόγος ὁ Ἱεροκλῆς· διόπερ νῦν χρησμοῦ τινος αὐτὸν προσάγει μνημονεύοντα.
μιμεῖται τοὺς χρησμολόγους· ἔστι γὰρ καὶ ὁ Ἱεροκλῆς χρησμολόγος· διόπερ νῦν χρησμοῦ τινος μνημονεύει.
ἐς κεφαλήν σοι Γ ὡς καταρασαμένου αὐτοῦ καὶ βλασφημήσαντός φησιν· εἰς τὴν κεφαλὴν σου ἔλθοι τὸ δεινόν· τουτέστι σεαυτῷ μάντευσαι ὅπερ εἶπας δυσχερές.
οἵτινες διὰ τὴν ἀβουλίαν τὴν ἑαυτῶν τῆς τῶν θεῶν οὐ συνίενται προνοίας.
οὐκ ἀΐοντες: οὐ νοοῦντες. Γ
χαροποῖσι: φοβεροῖς.
πιθήκοις: τοῖς Λακεδαιμονίοις.
ἀντὶ τοῦ εἰπεῖν «λέουσιν». Γ
αἰβοῖ βοῖ Γ παρεπιγραφή· ἀκούσαντες γὰρ τοῦ χρησμοῦ ἐγέλασαν.
γέλωτος γάρ ἐστι τοῦτο μίμημα.
καὶ κέπφοι Γ: εὔηθες ζῷον ὁ κέπφος, οὗ μέμνηται καὶ Νίκανδρος καὶ Ἄρατος περὶ τῶν διοσημιῶν διαλεγόμενοι καὶ Καλλίμαχος ἐν τοῖς Ἰάμβοις. ἐκ δὲ τῆς θαλάσσης ζῆν αὐτὸν λέγουσιν ἐσθίοντα τὸν ἀφρόν. εἶναι δὲ αὐτὸν πολὺν μὲν ἐν τοῖς πτεροῖς, ὀλίγον δὲ ἐν τοῖς κρέασιν. καὶ κεκραγέναι ὠδίνοντα· ὅθεν γενέσθαι τὴν παροιμίαν «κέπφος ὠδίνει» ἐπὶ τῶν ἐπαγγελλομένων μὲν μεγάλα, μηδὲν δὲ ἄξιον τῆς ἐπαγγελίας ποιούντων.
κέπφοι γὰρ οἱ κοῦφοι ἀπὸ τῶν ὀρνέων, Γ ὅθεν καὶ τοὺς ἐλαφροὺς ταῖς φρεσὶ κέπφους καλοῦμεν.
τρήρωνες Γ: οὐκ ἐπὶ τοῦ κέπφου, ἀλλὰ καθʼ αὑτό.
ἀλωπεκιδεῦσι τοῖς δολίοις· ἀπὸ τοῦ ζῴου. Γ
ὧν δόλιαι ψυχαὶ Γ: ἀεὶ τοὺς Λακεδαιμονίους εἰς τοῦτο κωμῳδοῦσιν. καὶ Εὐριπίδης Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια.
τοῦτό φησι πρὸς Ἱεροκλέα.
θερμὸς ὁ πλεύμων Γ: κεκαυμένος.
ἐσθίοντος τὰ σπλάγχνα θερμὰ ὄντα.
ἀττικῶς διὰ τοῦ λ ὁ πλεύμων.
εἰ γὰρ μὴ νύμφαι Γ: αἱ ἔφοροι τῆς μαντικῆς νύμφαι. οὕτω δὲ εἶπεν, ὡσεὶ ἔλεγεν· ἐξεπαίδευον.
Βάκις Γ: χρησμολόγος ὁ Βάκις. Βάκιδες δὲ τρεῖς, ὧν πρεσβύτατος ὁ Βοιωτός, δεύτερος Ἀττικός, τρίτος δὲ ὁ Ἀρκάς.
βακίζων: εἰ μὴ παύσαιο Γ μεμνημένος Βάκιδος.
Βάκιδος μνημονεύων. Γ
δέσμʼ ἀναλῦσαι δεδεμένη γὰρ ἦν ἐν τῷ πολέμῳ. Γ
τοῖς ἁλσί γε Γ ἐπίτηδες ἀποκεκοφὼς τὸν λόγον λέγει. φησὶ δὲ τὰ κρέα χρῆναι πρότερον τοῖς ἁλσὶ πασθῆναι τὰ ὠπτημένα.
ὑμεναιοῖ Γ: εἰς γάμους ἄγοιτο.
τὸ ἀδύνατον εἶπεν. παρὰ τὸ ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά, οὐδὲ λύκοι τε καὶ ἄνδρες ὁμόφρονα θυμὸν ἔχουσιν. Γ
ὡς ἡ σφονδύλη Γ σίλφη τίς ἐστιν ἡ σφονδύλη βδέλλῃ προσομοία, δυσώδης ὄντως. ἄρχεται δὲ ἀδιανόητα λέγειν τοὺς χρησμῳδοὺς μιμούμενος καὶ τὰ τῶν χρησμῶν λοξά.
ἀδιανόητον καὶ τοῦτο.
ταῦτα πάντα ἐπίτηδες ἀδιανοήτως ἔφρασεν τὸ ἀσαφὲς τῶν χρησμῶν μιμούμενος. ἐπεὶ καὶ παρʼ ἱστορίαν λελέχθαι δοκεῖ· οὐδὲν γὰρ τῶν ζῴων ὅτι μὴ κύων μόνον σπεύδουσα τὰς ὠδῖνας τοὺς κύνας τίκτει τυφλούς.
χʼ ἡ κώδων Γ: παρὰ τὸ κραυγαστικὸν ἡ κύων τὸ ζῷον.
«κώδων» εἶπεν, ὅτι λάλον τὸ ζῷον.
τινὲς τὸ «ἀκαλανθὶς» ὑφʼ ἕν.
ἀκαλανθὶς: εἶδος ὀρνέου.
ταύτας τὰς ἀκαλανθίδας τινὲς βασιλικοὺς ὀνομάζουσιν.
ἀκαλανθὶς Γ: ὄνομα κυνὸς ἐπισήμου· οἱ δὲ ὀρνέου.
τυφλὰ τίκτει παρὰ τὴν παροιμίαν «ἡ κύων σπεύδουσα τυφλὰ τίκτει».
ὁ νοῦς τοιοῦτος· ὡς φυσικῶς ἀπαράλλακτα τὰ εἰρημένα, οὕτως ἀμετάτρεπτα τὰ λεγόμενα. διό, φησί, τὴν εἰρήνην οὐκ ἔδει γενέσθαι.
τουτάκι: ἐν ὅσῳ δέ.
διακαυνιάσαι Γ: ἢ διακληρώσασθαι, πότεροι ἐξ ἡμῶν τέλεον διαφθαρήσονται. καῦνον γὰρ τὸν κλῆρόν φασιν. καὶ ἐν ἄλλοις πόσος ἔσθʼ ὁ καῦνος; τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν· οὐκ ἐχρῆν ἡμᾶς, φησί, κατατεθεῖσθαι τὸν πόλεμον οὐδὲ ἐσπεῖσθαι, ἀλλὰ προσμεῖναι, ἕως ἂν εἷς ἐξ ἡμῶν ἄρδην ἀπόληται;
διακαυνιάσαι καυνιάσαι Γ κληρωθῆναι. καῦνον γὰρ λέγουσι τὸν κλῆρον. ὁ δὲ νοῦς· ἔδει ἡμᾶς μὴ εἰρήνην ἄγειν, ἀλλὰ κληρωθῆναι ἐπὶ τῷ γνῶναι, τίνες ἡμῶν δυστυχήσουσι καὶ τῶν πολεμίων; καὶ Κρατῖνος Πυτίνῃ ἀπὸ προτέρου τὸν καῦνον ἀριθμήσεις.
ἀντὶ τοῦ «κληρωθῆναι» ὡς τῶν Καυνίων μάλιστα χρωμένων· ὡς καὶ σιφνιάζειν καὶ λεσβιάζειν.
κοινῇ τῆς Ἑλλάδος: ἐξ ἀρχῆς γὰρ οἱ Λακεδαιμόνιοι τῆς γῆς ἐκράτουν, οἱ δὲ Ἀθηναῖοι τῆς θαλάσσης.
οὔτε τοὺς Λακεδαιμονίους δηλονότι ὀρθὰ φρονεῖν.
οὔποτε δειπνήσεις: ὅτι καὶ οἱ χρησμολόγοι μετεῖχον τῆς ἐν πρυτανείῳ σιτήσεως, δῆλον ἐκ τοῦ Λάμπωνος, ὃς τούτου ἠξίωτο. φησὶν οὖν· οὐκέτι ἔσται πόλεμος. τούτου γὰρ μὴ ὄντος οὐδὲν ἐλάμβανεν οὗτος ἐκ τοῦ δημοσίου· ἐπὶ γὰρ τοῦ πολέμου χρεία τῶν μάντεων.
ὅτι καὶ οἱ χρησμολόγοι μετεῖχον τῆς ἐν πρυτανείῳ σιτήσεως. οὔποτε δειπνήσεις: οὐκ ἔσται, φησί, πόλεμος. τούτου δὲ μὴ ὄντος οὐδὲν ἐλάμβανον οἱ μάντεις ἐκ τοῦ δημοσίου· ἐπὶ γὰρ τοῦ πολέμου χρεία τῶν μάντεων. καὶ δῆλον ἐκ τοῦ Λάμπωνος, ὃς τῆς ἐν πρυτανείῳ μετεῖχε σιτήσεως.
ἐπὶ τῷ πραχθέντι ἐπὶ τῷ γενέσθαι εἰρήνην.
τὸν τραχὺν ἐχῖνον: οὐδὲ ἡμεῖς δηλονότι φιλίαν πρὸς Λακεδαιμονίους.
κάλλιστα πάμπαν τὸ εἰρημένον εἰς τὸ αὐτῶν μετήνεγκε πρόσωπον. οὐκοῦν, φησίν, οὐδὲ Γ ἡμᾶς πείσαις ἄν ποτε μεταδοῦναί σοι τινὸς οὐδʼ ἠπίους σοι γεγονέναι, ὥσπερ οὐκ ἄν ποτε λεῖος ὁ τραχὺς ἐχῖνος γένηται.
ὡς οἱ μὲν ἀστείως πάνυ παρέπλεξε τὰ Ὁμήρου.
ἱδρύσανθʼ ἱερείῳ οὐ χύτραις, ὡς ἄνω ἔλεγεν.
ὁδὸν ἡγεμόνευον τῆς θυσίας ἠρξάμην. Γ
κώθωνα: διὰ τὸ διηπορῆσθαι τὸν μάντιν καὶ ἐκ τῆς θυσίας αἰτεῖν ταύτης ἀποκερδῆσαι, ἀλλὰ μὴ δὴ σπονδῆς μετασχεῖν, τοῦτο ἔπαιξεν.
«κώθωνα» λέγει τὸν νῦν λεγόμενον κύαθον. εἶδος ποτηρίου. Γ
κώθωνα: νῦν τὸ ποτήριον, ἀλλαχοῦ δὲ κάνθαρον.
τὰ ἔπη φησὶ ταῦτα μὴ ἐπιγινώσκειν, μόνα δὲ εἰδέναι τὰ σιβύλλεια.
Σίβυλλα: οὐ γὰρ κεῖται ταῦτα παρὰ Σιβύλλῃ τῇ χρησμολόγῳ.
ἐπιδημίου: τὸ «ἐπιδημίου» οὐκ ἔστι πρὸς τὰ προκείμενα—πρὸς ἀλλοχώρους γὰρ ἦν ὁ πόλεμος—ἀλλὰ μᾶλλον πρὸς τὸ «πολέμου ἔραται». εἰ μὴ ἄρα τῇ τῶν Ἑλλήνων ὀνομασίᾳ ἐπιδήμιος δόξει Λακεδαιμονίοις καὶ Ἀθηναίοις ὁ πόλεμος.
ὡς οὗτος φοβερὸς τοῖς σπλάγχνοις ἀντὶ τοῦ εἰπεῖν «ὁ ἴκτινος»· χαλεπὸς γὰρ οὗτος τοῖς σπλάγχνοις.
ὡς οὗτος φοβερὸς εἰώθασι γὰρ οἱ μάντεις μετὰ τὴν ἔκβασιν τῶν πραγμάτων λέγειν· ὅτι προῄδειν τοῦτο ἐσόμενον. πρὶν δὲ γενέσθαι οὔτε προΐσασιν οὐδὲν οὔτε λέγουσιν.
βαλανεύσω: διακονήσω, ὑπουργήσω.
βαλανεύσω ἐγχέω ἐμαυτῷ τῶν σπονδῶν. ἀπὸ τῶν ἑαυτοῖς ἐπιχεόντων ὕδωρ, ἢ τὰς βαλάνους κρυπτόντων τῷ πυρί.
κυρίως ἐπὶ τοῦ τὰς βαλάνους ὀπτᾶν· νῦν δὲ ἁπλῶς ὀπτεύσω.
σπονδὴ σπονδή παρεπιγραφή.
ἐν εἰσθέσει κωλάριον δύο σπονδείων.
ἔγχει δὴ κἀμοὶ: καὶ ἐν ἐκθέσει ἐπικοὶ ἄλλοι ιʹ.
πρόσφερε τὴν γλῶτταν Γ κἀκ τούτου δηλοῖ, ὅτι ἰδίᾳ τετμημένη προσεφέρετο ἡ γλῶττα παρὰ τῶν παλαιῶν.
ἀπένεγκε: ἀπόπεμπε.
ἤτοι μὴ γευσαμένην τῶν σπλάγχνων μηδὲ μετασχοῦσαν τῆς σπονδῆς ὡς βλάσφημα καὶ πονηρὰ μαντευομένην.
πρίν κεν λύκος οἶν ὑμεναιοῖ Γ: ἀντεμπαίζουσιν αὐτῷ αὐτοὺς τοὺς στίχους ἀποκρινόμενοι πρὸς αὐτὸν κατὰ τὰς ἀξιώσεις αὐτοῦ, οὓς ὀλίγῳ πρότερον αὐτὸς εἶπεν οὐκ ἐπιτρέπων ἤδη τὴν εἰρήνην γενέσθαι.
παρὰ τὸ ἀπʼ αὐτοῦ εἰρημένον.
ἄλλως ὦ τᾶν Γ: ἀντὶ τοῦ «μάτην»· οὐ γὰρ πείσεις.
συσπλαγχνεύετε Γ: συγγεύεσθε τῶν σπλάγχνων.
τὴν Σίβυλλαν τὰ τῆς Σιβύλλης. Γ
ἀλλʼ ἁρπάσομαι Γ παρεπιγραφή· ταῦτα γὰρ εἰπὼν χλευάζει καὶ ἀναιδῶς ἁρπάζει. καὶ ἐπιδραμόντες κατέλαβον καὶ ἐτύπτησαν.
τὸν Βάκιν: τὸν Βάκιδος χρησμοὺς λέγοντα.
τυπτόμενος λέγει ὁ Ἱεροκλῆς «μαρτύρομαι». Γ
τένθης λίχνος καὶ γαστρίμαργος.
κἀλαζὼν ψεύστης. Γ
τῶν κῳδίων τὰ τῶν Γ προβάτων δέρματα.
τουτονί. Γ
ἃ ʼλάμβανʼ αὐτὸς Γ ὡς τῶν μάντεων ἐξαπατώντων καὶ οὐ δεόντως κερδαινόντων καὶ λαμβανόντων τὰ κώδια.
ἐκβολβιῶ: ἐξορύξω. ἀπὸ τῶν τοὺς βολβοὺς χαμόθεν ἐκβαλλόντων ἡ μεταφορά· ὑπὸ γῆς γὰρ ὄντες κἀκεῖνοι ὀρύσσονται.
ἐξ Ὠρεοῦ Γ: κόρακα εἶπεν, ἐπειδὴ ἥρπαξεν.
Ἐλύμνιον: Καλλίστρατός φησι τόπον Εὐβοίας τὸ Ἐλύμνιον. Ἀπολλώνιος δὲ ναόν φησιν εἶναι πλησίον Εὐβοίας. νυμφικὸν δὲ αὐτό τινές φασιν, ὅτι ὁ Ζεὺς τῇ Ἥρᾳ ἐκεῖ συνεγένετο. μέμνηται καὶ Σοφοκλῆς πρὸς πέτραις Ἐλυμνίαις· καὶ ἐν Ναυπλίῳ νυμφικὸν Ἐλύμνιον.
ἥδομαί γʼ ἥδομαι: κορωνίς. εἰσελθόντων τῶν ὑποκριτῶν ὁ χορὸς μόνος καταλιπεὶς διαπεραίνεται συζυγίαν ἀνομοιομερῆ τριαδικὴν οὐ πυκνῶς γενομένην. αἱ πλεῖσται ἐπιρρηματικαὶ δυαδικαί εἰσιν, αὕτη δὲ ἔχει μελικὴν μὲν πρώτην ιγʹ κώλων, στιχικὴν δὲ ιϛʹ στίχων, ᾧ μάλιστα φιληδεῖ Ἀριστοφάνης, καὶ ὑστέραν τρίκωλον. τὸ αʹ παιωνικὸν δίρρυθμον· τὸ βʹ καὶ γʹ καὶ δʹ ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκῆς κατακλεῖδος· τὸ εʹ καὶ ϛʹ τρίρρυθμόν τε καὶ δίρρυθμον· ζʹ ηʹ θʹ ἐν μὲν τῇ βʹ περικοπῇ ἐστι παιωνικὸν τρίρρυθμόν τε καὶ δίρρυθμα δύο, … δὲ ἐν τῇ στροφῇ· τὸ ιʹ ιαʹ ιβʹ ιγʹ τροχαϊκὰ δίμετρα, δύο μὲν ἀκατάληκτα, δύο δὲ καταληκτικά.
ἥδομαι ἥδομαι κἀνταῦθα παράβασίς ἐστιν, ἀλλʼ οὐκ ἔχει πάντα τὰ μέρη, μόνην δὲ τὴν ᾠδὴν καὶ στροφήν, τὸ ἐπίρρημα, τὴν ἀντῳδὴν καὶ ἀντιστροφήν, καὶ τὸ ἀντεπίρρημα. ἔστι γοῦν τῆς παρούσης ᾠδῆς καὶ στροφῆς τὰ κῶλα ιγʹ.
τὸ αʹ χοριαμβικὸν ἡμιόλιον· τὸ βʹ τὸ γʹ τὸ δʹ τὸ εʹ ὅμοια δίμετρα καταληκτικὰ ἤτοι ἑφθημιμερῆ ἐξ ἐπιτρίτων· τὸ ϛʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου, ὃ καλεῖται γλυκώνειον· τὸ ζʹ ὅμοιον δίμετρον ὑπερκατάληκτον· τὸ ηʹ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος καὶ κρητικοῦ· τὸ θʹ ὅμοιον τῷ αʹ· τὸ ιʹ καὶ τὸ ιαʹ τροχαϊκὰ δίμετρα ἀκατάληκτα· τὸ ιβʹ καὶ ιγʹ, τὸ τῆς γυναικὸς λουμένης, τροχαϊκὰ ὅμοια δίμετρα καταληκτικὰ ἑφθημιμερῆ εὐριπίδεια. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλῆ ἔσω νενευκυῖα.
τὰ αʹ θʹ χοριαμβικὰ ἡμιόλια· τὰ βʹ γʹ δʹ εʹ ὅμοια ἑφθημιμερῆ ἐξ ἐπιτρίτων· τὸ ϛʹ ἀντισπαστικὸν γλυκώνειον· τὸ ζʹ ὅμοιον ὑπερκατάληκτον· τὸ ηʹ παιωνικὸν δίμετρον ἀκατάληκτον· τὰ ιʹ ιαʹ τροχαϊκὰ δίμετρα ἀκατάληκτα· τὰ γὰρ λοιπὰ ἑφθημιμερῆ. τὸ τελευταῖον παραγραφέσθω καὶ τῇ ἔσω διπλῇ σημειούσθω.
ᾠδὴ καὶ στροφὴ κώλων ιγʹ.
ταῦτα γὰρ εἰς πόλεμον αἴρουσιν.
ἀλλὰ συμπίνω καὶ εὐωχοῦμαι.
τουτέστι μέσον τῆς οἰκίας καθεζόμενος.
διάγων παρὰ τῇ ἑστίᾳ ἅμα τε θερμαινόμενος καὶ τῆς τοῦ θερμοῦ διακονίας πλησίον ὤν.
δανότατα τῷ θέρει: ξηρότατα τῷ θέρει καὶ εὐκαυστότατα, ἃ μήτε καπνὸν ποιεῖ καὶ εὐκόλως ὑφάπτεται.
κἀνθρακίζων: φρύγων τὸν ἐρέβινθον καὶ ξηρὸν ποιῶν. ταῦτα γὰρ ἐσθιόμενα προτρέπεται εἰς ποτόν.
φηγὸς εἶδος φυτοῦ, ὃ τὰς ἀγρίας βαλάνους φασὶ φέρειν. περιεσταλμένως δὲ τὸ αἰδοῖον βούλεται λέγειν, ἐπεὶ καὶ αὐτό τινες βάλανον καλοῦσιν.
ἔτι τοῦ χοροῦ.
οὐ γάρ ἐστιν ἥδιον: τὸ παρὸν ἐπίρρημα στίχων ἐστὶ τροχαϊκῶν τετραμέτρων καταληκτικῶν ιϛʹ. ἔχει δὲ καὶ ἐν ἐκθέσει κῶλα ὅμοια γʹ. ὧν τὰ μὲν βʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ γʹ καταληκτικὸν εὐριπίδειον. ἐπὶ τῷ τέλει διπλῆ ἔσω νενευκυῖα.
τῇ αὐτῇ καὶ τὸ ἐπίρρημα. τοῦτο δὲ δῆλον ὡς τροχαϊκῶν ἐστι τετραμέτρων ιϛʹ ἔχον καὶ ἐν ἐκθέσει κῶλα ὅμοια τρία, πλὴν τοῦ τρίτου δίμετρα ἀκατάληκτα.
ἐπίρρημα στίχων ιθʹ.
ἐμποιεῖν ἐμοί τοῦ θεοῦ ὕοντος ἐμοὶ ἀρέσκει σχολάζειν τῷ ποτῷ.
ἄφευε τῶν φασήλων: φρύξον.
τινὲς γράφουσιν «ἄφαυσον» ἀντὶ τοῦ «ζέσον».
γρ. ἄφευε.
ἐμβαλοῦσα καὶ μίξασα καὶ τῶν πυρῶν σὺν αὐτοῖς· δοκοῦσι γὰρ ἐφέλκεσθαι τὸ ποτόν.
ἔξελε: πρόελε, ἀνάλεξον τὰ σῦκα.
γρ. παντελῆ.
οἰναρίζειν: τὸ ἀποφυλλίζειν· οἴναρα γὰρ τὰ φύλλα τῆς ἀμπέλου. τινὲς δὲ γράφουσιν ἀμπελουργεῖν, οὐκ ὀρθῶς.
οἰναρίζειν: τὰς οἴνας ἐργάζεσθαι, καὶ οἴναρα τὰ τῆς ἀμπέλου φυτά.
τυντλάζειν: πηλοπατεῖν· τύντλος γὰρ ὁ πηλός. ἢ ἀντὶ τοῦ «βωλοκοπεῖν».
Ἀρχιλόχου παρδοκὸν διʼ ἐπιοῖον. καὶ παρὰ Σιμωνίδῃ τῷ ἀμοργίῳ συνπαρδακῆσιν ἱμᾶσιν σεσαγμένοις.
σπίνω: σπίνος εἶδος στρουθοῦ.
ὁ πυός ὀξυτόνως καὶ ἀρσενικῶς ἐν τῷ ιεʹ τῆς καθόλου φησίν.
πυός τις πυὸς τὸ πρῶτον γάλα, ὃ καὶ ἑψόμενον πήγνυται· ὃ καὶ ἡμεῖς χυτρίτην λέγομεν.
Αἰσχινάδου ὡς τοῦ Αἰσχινάδου μᾶλλον τῶν ἄλλων ἔχοντος καρπίμους μυρρίνας. ἢ ἀπὸ τῶν καρπῶν τοῦ Αἰσχινάδου. ἢ ἀπὸ τοῦ σχίνου πεποίηται τοὔνομα Αἰσχινάδης.
τῆς μυρρίνης ἡ μὲν στεφανωτίς, ἡ δὲ κάρπιμος, ὥς φησι Θεόφραστος.
Χαρινάδην ὄνομα τοῦτο αὐλητοῦ.
βωσάτω βοησάτω.
τὰ ἀροτριάματα· παρὰ τὸ ἀροτριοῦν.
τὰ προηροτριωμένα.
λέγουσιν ἔνιοι καὶ τὰ ἄλφιτα καὶ τὸν λιβανωτὸν ἀρώματα, ὡς παρʼ Εὐπόλιδι καὶ εὐθὺ τῶν ἀρωμάτων ἀντὶ τοῦ «ἀλφίτων». ἐκτείνεται δὲ διὰ τὴν συναλοιφήν.
ἡνίκʼ ἂν ἀχέτας ἡ ἀντῳδὴ αὕτη καὶ ἀντιστροφὴ κώλων ἐστὶν ὁμοίων τοῖς τῆς στροφῆς ιγʹ καὶ
ἰσόμετρα ἔχει ταῦτα κατὰ πάντα· ὧν τελευταῖος τηνικαῦτα τοῦ θέρους. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι.
ἰσομέτρων. ἐπὶ τῷ τέλει αἱ δύο διπλαῖ.
ἀντῳδὴ καὶ ἀντιστροφὴ κώλων ιγʹ.
ὁ τέττιξ. διηχεῖ. παρὰ τὸ ἡσιόδειον ἦμος δὲ σκόλυμός τʼ ἀνθεῖ καὶ ἠχέτα τέττιξ. ὁ δὲ Ἀρίσταρχος οὔ φησι τοὺς ᾄδοντας ἄρσενας λέγεσθαι, τὰς δὲ θηλείας οὕτως.
εἶδος ἀμπέλου λημνία, ὡς ἱστορεῖ Ἀνδροτίων ἐν τῷ Γεωργικῷ.
φῖτυ: τὸ σπέρμα, τὸ γένος.
καὶ γάρ εἰσι φυτὰ πρὸ τοῦ καιροῦ τοὺς καρποὺς παρέχοντα, καὶ καλοῦνται πρώϊμα. καὶ Σοφοκλῆς οὔτʼ ἄλλο σπέρμα φῖτυ πρῷον λέγω.
ὅ ἐστι πρώϊμον καὶ ὥριμον.
πρῶιον οὕτω δισυλλάβως ἀναγνωστέον.
τὸν ὄλυνθον. λέγει δὲ αὐτὰ ὁ Καλλίστρατος.
κυρίως μὲν ὁ ἤδη σκληρὸς καὶ πάρωρος, ὄψιν μὲν πεπάνσεως ἔχων, ἄωρος δὲ ὤν. καὶ μήποτε φήληξ τίς ἐστιν ὁ ἀπατεὼν καὶ ψευδόμενος τῇ ὄψει εἰς βρῶσιν. οὗτος δὲ ἐπὶ τοῦ ὠμοῦ σύκου κέχρηται εἰπὼν «οἰδαίνοντα». οἰδαίνεται γάρ, ὅτε ἄρχεται πεπαίνεσθαι.
καὶ ἐν Ταγηνισταῖς δὲ τῇ λέξει κέχρηται.
κἀπέχω τῷ στόματι προσάγω. καὶ Ὅμηρος ὄψου ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.
ἄνω τῷ ἐπιπότῳ τῆς γλήχωνός φησι χρῆσθαι πρὸς τὴν ὀπώραν, νῦν δὲ τῷ θύμῳ χρῆται.
κυκεὼν ἐκ θυμοῦ γὰρ δοκεῖ ὁ γλήχων ἰᾶσθαι τοὺς ὑπὸ πωὅλας ὀπώρας.
μετὰ τὸ ὀπώραν φαγεῖν κυκεῶνα πίνουσι, καὶ οὐ βλάπτονται, ἀλλὰ καὶ παχεῖς γίνονται.
κυκεῶνας.
ἐπειδὴ ἀργοῦσιν οἱ γεωργοὶ τότε τοῦ ἀμητοῦ, ὡς καὶ Ἡσίοδός φησιν δμῶας ἀναψύξαι φίλα γού-νατα.
γίνομαι παχύς διὰ τὸ ἀργεῖν τότε.
μᾶλλον ἢ θεοῖσιν: τὸ ἀντεπίρρημα στίχων ἐστὶν ὁμοίων τοῖς τοῦ ἐπιρρήματος, τροχαϊκῶν τετραμέτρων καταληκτικῶν ιϛʹ. ἔχει δὲ καὶ ἐν ἐκθέσει, ὡς κἀκεῖνος, κῶλα ὅμοια γʹ· ὧν τὰ μὲν βʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ γʹ, τὸ ἐν μάχῃ δʼ ἀλώπεκες, καταληκτικὸν εὐριπίδειον. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.
ὡσαύτως καὶ τὸ ἀντεπίρρημα. ὑφʼ ὃ ἡ ἔξω διπλῆ.
ἀντεπίρρημα στίχων ιθʹ.
φοινικίδʼ περικεφαλαίαν φοινικῷ χρώματι βεβαμμένην. οἱ δὲ κόκκινα περιβλήματα.
ταῖς φοινικίσι μᾶλλον οἱ Λακεδαιμόνιοι ἐχρῶντο, ἵνα μὴ αἰσθάνωνται τοῦ αἵματος διὰ τὴν ὁμοιότητα, καὶ ἵνα τρωθέντες μὴ νοηθῶσι τοῖς πολεμίοις.
ὀξεῖαν: ἀντὶ τοῦ «εὔχρουν καὶ ἐρυθρὰν πάνυ».
διαφέρουσι γὰρ αἱ λυδικαὶ βαφαί, ὡς καὶ Ὅμηρος ὡς δʼ ὅτε τις ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ, καὶ Σαπφώ πόδα δὲ ποικίλος μάσθλης ἐκάλυπτε, λύδι-ον καλὸν ἔργον.
εἰς κιναιδίαν διαβάλλεται, ὥστε μηδὲ τῶν ἀναγκαίων διὰ τὴν εὐρύτητα κρατεῖν δύνασθαι, ὡς καὶ Εὔπολις ἐν Πόλεσιν ἡ δʼ ὑστάτη ποῦ ʼσθʼ; ἥδε Κύζικος πλέα στατήρων. ἐν τῇδε τοίνυν τῇ πόλει φρουρῶν ποτʼ αὐτὸς ἐκίνουν δὲ γυναῖκα κολύβου καὶ παῖδα καὶ γέροντα, κἀξηνόδην τὴν ἡμέραν τὸν σκύθον ἐκκορίζειν.
τουτέστι κατασχημονεῖ. οἱ γὰρ Κυζικηνοὶ ἐπὶ δειλίᾳ καὶ θηλύτητι ἐκωμῳδοῦντο.
ὡς φοινικᾶ πτερὰ ἔχοντος δηλονότι τοῦ παρʼ Αἰσχύλου πολλάκις κληθέντος ἱππαλεκτρυόνος, ὃν ἀεὶ κωμῳδοῦσι, λεχθέντος ἐν Μυρμιδόσιν.
ὥσπερ κτλ. ὡς φοινικᾶ πτερὰ ἔχοντα καὶ τοῦτον παρείληφεν· ὃν Αἰσχύλος λέγει ἐν Μυρμιδόσιν.
ὁ Αἰσχύλος ἀπὸ δʼ αὖτε ξουθὸς ἱππαλεκτρυὼν στάζει κηρόθεν τῶν φαρμάκων πολὺς πόνος.
θέλει εἰπεῖν, ὅτι πρῶτος φεύγει ὡς ἵππος καὶ ὄρνεον.
ἐγὼ δʼ ἕστηκα ἐγὼ δὲ ἕστηκα ἐν τῷ αὐτῷ τόπῳ παρατηρῶν καὶ περιβλεπόμενος, ὅπου ἂν ταχθῶ. λινόπτας γάρ φησιν Ἀριστοτέλης τοὺς τὰ θηρευτικὰ λίνα φυλάττοντας, ὡς καὶ οἰνόπτας τοὺς οἰνοφύλακας. ἀπείρως δὲ ἀπὸ τῶν εἰς τὰ λίνα πιπτόντων ὀρνίθων. οἱ δὲ περιεργότερον τὸ λίαν κατεπτηχέναι, τοῦτο λινοπτᾶσθαι λέγουσι καὶ ἀξιοῦσιν.
ὅτι τοὺς μὲν ἐξήλειφον, τοὺς δὲ ἐνέγραφον εἰς τὸν κατάλογον τῶν πολεμίων.
ἐνταῦθα τῷ πρώτῳ ἀντὶ τοῦ τρίτου προσώπου ἐχρήσατο· τὸ γὰρ ὀρθὸν ἦν «οὐ γὰρ ᾔδει ἐξιών».
οὐ γὰρ ᾔδειν: ἀττικῶς ἀντὶ τοῦ «ᾔδει», ὡς τὸ ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν.
τὸν Πανδίονος εἷς ἐστι τῶν ιβʹ ἀνδριάντων ἐν οἷς ἐγράφοντο οἱ στρατιωτικοὶ κατάλογοι καὶ τὰ κηρύγματα. εἶδεν οὖν, φησί, τὸ ἑαυτοῦ ὄνομα γεγραμμένον ἐν τῷ ἀνδριάντι τοῦ Πανδίονος.
ἑκάστης φυλῆς ἐπώνυμος ἦν ἀνδριὰς τοῦ τῶν φυλῶν ἐξηγησαμένου, Αἰαντίδος, Θησηΐδος, Ἀκαμαντίδος καὶ τῶν λοιπῶν, ἔνθα ἐτίθεντο τὰ ὀνόματα τῶν ἐπʼ ἐξόδῳ καταλελεγμένων.
τόπος Ἀθήνησιν παρὰ πρυτανεῖον ἐν ᾧ ἑστήκασιν ἀνδριάντες, οὓς ἐπωνύμους καλοῦσιν. ἐπειδὰν οὖν κατάλογον δεήσῃ γενέσθαι στρατείας, προσγράφοντες τὰ ὀνόματα τῶν καταλεγομένων ἐπὶ ἑνὸς προτιθέασι τούτων τῶν ἀνδριάντων ὑπὲρ τοῦ φανερὸν ἐκεῖσε γίνεσθαι τοῖς καταλεγομένοις. τούτων οὖν τῶν ἐπωνύμων καὶ ὁ Πανδίονός ἐστιν ἀνδριάς. φησὶν οὖν· ἐξαιφνῆς ἐπιστάς τις τούτῳ τῷ τόπῳ καὶ θεασάμενος ἑαυτὸν ἐγγεγραμμένον εἰς ἀμηχανίαν καὶ ἀπορίαν περιίσταται κατεπειγούσης τῆς ἐξόδου καὶ αὐτὸς ἀπαράσκευος ὤν.
ἀντὶ τοῦ «πικρίαν καὶ δριμύτητα ὁρῶν.»
ἀντὶ τοῦ εἰπεῖν «ἐχθροί» τὸ «ῥιψάσπιδες» παρʼ ὑπόνοιαν ἐπήνεγκεν.
αὕτη ἐστὶν ἡ τρίκωλος καὶ αὐτὴν τροχαϊκή, ἀλλὰ διμέτρων δύο μὲν ἀκαταλήκτων, ἑνὸς δὲ καταληκτικοῦ.
οἴκοι λέοντες παροιμία παρὰ τοὺς ἐν τῇ Ἀσίᾳ Λάκωνας ἀτυχήσαντας οἴκοι λέοντες, ἐν Ἐφέσῳ δὲ οἱ Λάκωνες.
κορωνίς· εἰσίασι γὰρ οἱ ὑποκριταί. κἄστι κατʼ ἀρχὴν μὲν Γ προαναφώνησις, τὸ «ἰοὺ ἰού». ἑξῆς δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι.
ἰοὺ ἰού: κορωνὶς εἰσιόντων τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι οηʹ,
ὧν προτίθεται κῶλον ἰαμβικὸν μονόμετρον ἀκατάληκτον. ὁ δὲ τελευταῖος τούτων αὐτοῦ παρʼ ἐμὲ στὰν πρό-τερον ἀναβαλοῦ ʼνθαδί.
τὸ μέντοι πρῶτον μονόμετρόν ἐστιν.
ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει πάντων κορωνίς.
ἔχʼ ἀποκάθαιρε τὰς τραπέζας ταυτηί Γ: περικεφαλαίαν δίδωσιν, ἵνα τοῖς λόφοις ἀπομάττῃ τὴν τράπεζαν. ἔστι δὲ παρεπιγραφή. Γ
ὄφελός ἐστʼ αὐτῆς ἔτι Γ: πεπαυμένου γὰρ τοῦ πολέμου οὐκ ἔστιν οὐδεμία χρεία τῶν πολεμικῶν σκευῶν.
ἐπεισφόρει πρόσφερε, προστίθει.
τοὺς ἀμύλους Γ: ἄμυλοι πλακοῦντές τινες· οἱ δὲ ζωμοὶ πλακουντώδεις.
ὃν νῦν ἀμύλατόν φασιν.
τὰς κίχλας εἶδος ὄρνιθος ἢ ὀψαρίου.
κολλάβους: εἶδος ἄρτων. εἰσὶ δὲ μικροὶ ἀρτίσκοι ἐκ τῶν μεγάλων κεκολλαβισμένοι, οὓς καθάπαξ ἄρτους οὐκ ἠξίουν καλεῖν. καὶ ἐν Βατράχοις μέμνηται ἄρτους ἔπειτα κολλάβους. σχήματος δέ ἐστιν ὄνομα, ὥσπερ κολλύραν λέγουσί τινες.
ἀναβράττω ἕψω.
οὐδὲ κολλύβου Γ: εἶδος εὐτελοῦς νομίσματος. ἀντὶ τοῦ «οὐδὲ ὀβολοῦ».
δραχμῶν γρ. δραχμαῖς.
ἐμπολῶ κερδαίνω.
τοὺς κάδους ἐς τοὺς ἀγρούς: πιπράσκει δηλονότι. καδοποιὸς δὲ ἦν ὁ σὺν αὐτῷ.
τῶν δρεπάνων τε Γ λάμβανε χαλκεὺς ὢν δρέπανον αὐτῷ δῶρον δίδωσιν εἰρήνῃ πρέπον, καὶ ὁμολογεῖ χάριν ὡς τῆς τέχνης αὐτοῦ ἤδη χρηματιζούσης.
καὶ τῶνδʼ Γ ὅ τι βούλει προῖκα σαφῶς ἄγαν ἐπὶ τοῦ τέλους τοῦ δράματος τὸ κέντρον ἐγκατέλιπε τοῖς ἀκροωμένοις ἐκ τούτων δηλῶν καὶ κρίνων τά τε τοῦ πολέμου ἔργα καὶ τὰ τῆς εἰρήνης αὐτοῖς ἄγων ὑπʼ ὄψιν, ἵνα εἰς ὃ βούλεται μᾶλλον αὐτοὺς ἀγάγῃ. τὴν δὲ καταστολὴν τοῦ δράματος ἐποίησεν ὁμοίαν τοῖς Ἀχαρνεῦσιν, ἐπεὶ κἀκεῖ τῷ μὲν πρυτανεύσαντι τὴν εἰρήνην δῶρα δίδοται παρὰ πάντων ὡς εἰπεῖν τῶν Ἑλλήνων, τῷ δὲ Λαμάχῳ οὐδέν.
μεταβολεὺς καὶ παλιγκάπηλος.
ὁ λοφοποιὸς ἐναντία τοῦ δρεπανουργοῦ φρονῶν ἔρχεται καταβοῶν τοῦ Τρυγαίου ὡς πεποιηκότος εἰρήνην καὶ μηδὲν χρησιμευούσης τῆς τέχνης αὐτοῦ.
προθέλυμνον Γ: πρόρριζον, ὅ ἐστιν ἄρδην ἀπολώλεκάς με τὴν εἰρήνην προξενήσας.
προθέλυμνον φαίνεται καὶ οὗτος καὶ ἄλλοι πολλοὶ τὸ «προθέλυμνον» ἀντὶ τοῦ «πρόρριζον» ἀκούειν. καὶ παρʼ Ὁμήρῳ πολλὰ δʼ ὅ γε προθέλυμνα. Ἀρίσταρχος δὲ τὸ συνεχὲς καὶ ἄλλο ἐπʼ ἄλλῳ δηλοῦσθαί φησι φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ. καὶ Ὅμηρος σάκος θέτο τετραθέλυμνον, τουτέστι τέσσαρας ἐπαλλήλους ἔχον πτύχας.
λοφᾷς Γ λόφους πολλοὺς ἔχεις ἐν πράσει.
σημαίνει τὸ πλῆθος ἔχειν λόφων.
ὄνομα πεποίηκε νοσήματος ἀπὸ τοῦ πράγματος, ὡς λέγομέν τινα ὑδεριᾶν, ποδαγρᾶν, σπληνιᾶν, χαλαζᾶν. Γ
αἰσχύνομαι ἐλάχιστον γάρ ἐστιν ὃ μέλλω δοῦναι τίμημα.
τὸ σφήκωμʼ Γ: τόπος τῆς περικεφαλαίας ὅπου τὰ πτερὰ δέδεται.
τὸ σφήκωμʼ τὸ πλέγμα.
καὶ Ὅμηρος πλοχμοί θʼ οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.
οἷον ὅτι ἐπιμελῶς τοῖς ἱμᾶσιν ἐνδέδεται.
ἔνεγκε Γ τοίνυν Γ εἰσιὼν τὰς ἰσχάδας: ὅτι οὐ μόνον πρὸς γενικήν, «τῶν ἰσχάδων», ἀλλὰ καὶ πρὸς αἰτιατικὴν λέγουσιν.
τριχορρυεῖτον Γ ὑπὸ τοῦ χρόνου γὰρ ἐσάπησαν. καὶ αἱ τρίχες τῶν ἵππων αἱ ἐν τοῖς λόφοις ῥέουσιν.
οἷον Γ οὐκ ἐπιμελῶς συνδεδεμένοι εἰσίν.
ἄλλος ἐστὶν οὗτος ὀλοφυρόμενος, ὅτι μὴ δύναται αὐτὸν τῆς ἀξίας ἀποδόσθαι τιμῆς.
θώρακος κύτει Γ περιφραστικῶς εἶπεν ἀντὶ τοῦ «θώρακα». τινὲς δὲ τὸ κοῖλον τῶν θωράκων.
ἐνημμένῳ: συντεθειμένῳ, ἐρραμμένῳ.
εἰσὶ γάρ τινες τῶν θωράκων ἁλυσιδωτοί. τινὲς δέ φασιν ὅτι ἀνειμένοι οἱ ὀρθοὶ καὶ τεταμένοι, οὓς εἰς θυσίαν ὑπέδυνον.
ἀλλʼ αἶρέ μοι τοῦτόν γε Γ: ὅτι ἐνταῦθα ἐπὶ τοῦ «πρόσφερε» καὶ ἐπὶ τοῦ «δίδου».
ἴσως διὰ τὸ εἰπεῖν «τῆς ἰσωνίας» τοὺς Ἴωνας σκώπτει ὡς ἁβροδιαιτωμένους καὶ πολλὰ ἀποπατοῦντας, ὡς δηλοῖ τὸ ἑξῆς.
τῆς ἰσωνίας Γ: τῆς ἴσης σου τιμῆς καὶ ὅσου σοι καθέστηκεν ἢ ὅσης ἐπώλησας ἄλλῳ.
ἐναποπατεῖν γάρ ἐστʼ ἐπιτήδειος πάνυ Γ: δῆλον ὅτι οὐκ ἔστιν ἁλυσιδωτός, ὁ θώραξ ἀλλʼ ὁ λεγόμενος στατός. εἰκάζει γὰρ αὐτὸν λασάνῳ ὀρθῶς σταθέντι.
ἐπεὶ τὰ ἄνω παραπλήσια τοῖς χείλεσιν ἔχει τοῦ λασάνου.
χρήμασιν πράγμασιν.
τρεῖς λίθους Γ: καὶ γὰρ παροιμία τρεῖς εἰσιν ἱκανοὶ πρωκτὸν ἐκμάξαι λίθοι. τινὲς δὲ προστιθέασι καὶ τοῦτο, ὥς φασι, τὸ Σωκράτους ἂν ὦσι τραχεῖς, ἂν δὲ λεῖοι, τέτταρες.
ἔνιοί φασι τοῦτο λελέχθαι, ἐπεὶ οἱ χέζοντες τρεῖς λίθους παρατιθέασι, καὶ ὥσπερ λάσανον ὑπʼ αὐτῶν ποιοῦσιν. ἀναγκαιοτέρα δὲ ἡ πρώτη ἐστὶν ἐξήγησις.
οὐ δεξίως ἐρωτηματικῶς. Γ
ποίᾳ δʼ ἀποψήσει Γ: διὰ ποίου μέρους τὸν πρωκτὸν ἀπομάξασθαι δυνήσῃ;
διὰ τῆς θαλαμιᾶς Γ: διὰ τῆς ἐκβολῆς τῆς χειρὸς τῆς ἐν τῇ θώρακι τὴν αὐτοῦ χεῖρα καθῆκεν. «θαλαμιᾶς» δὲ εἴρηται παρὰ τὸ ἐοικέναι νεὼς τρυπήματι· κυρίως γὰρ ἡ κάτω τῆς νεὼς τρώγλη θαλαμιὰ λέγεται.
ἵνα μή γʼ ἁλῶ Γ: τοῦτό φησιν εἰς τοὺς τριηράρχας, ὅτι ἀπέφραττόν τινα τρυπήματα, ἵνα τῶν ναυτῶν τὸν μισθὸν κερδαίνοιεν, ἐκ δὲ τῆς ὄψεως τῶν τρυπημάτων μὴ ἐλέγχωνται. γελοίως οὖν ἀμφοτέραις ταῖς χερσί φησιν ἀποψῆσαι τὸν πρωκτόν, ἵνα μὴ ὡς οἱ τριηράρχαι κρύπτων τρῆμα τῆς νεὼς ἁλῷ. ἠναγκάζοντο γὰρ οἱ ναύκληροι τοσούτους ναύτας μισθοῦσθαι ὅσα εἶχε τρυπήματα ἡ τριήρης.
ἐπεὶ οἱ τριηράρχοι λαμβάνοντες τὸν μισθὸν τοῦ πληρώματος ἀπέφρασσον τὰ τρυπήματα τῶν ἐρετμῶν, ἵνα μὴ ἐλέγχωνται κλέπτοντες ἐρέτας ἐκ τοῦ θαλαμιὰς εἶναι κενάς. ἑξῆς δὲ τοῦτο ἀστείως ἐπήγαγεν διὰ τὸ προειρημένον ὑπʼ αὐτοῦ τῃδὶ διεὶς τὴν χεῖρα διὰ τῆς θαλαμιᾶς.
καὶ ὑπομενεῖς, φησί, τοσοῦτον ἀργύριον διδοὺς λασάνῳ ἀγγείῳ αὐτῷ χρήσασθαι; Γ
θλίβει τὸν ὄρρον Γ: μιμεῖται τοὺς ἐπʼ ἀληθείᾳ ἐνδυομένους τοὺς θώρακας καὶ διὰ τὸ μὴ ὠνεῖσθαι θλίβειν λέγοντας τὸν τράχηλον ἢ τοὺς ὤμους. τοιαῦτα δέ φασι βουλόμενοι διακόψαι τὸ τίμημα.
ὄρρος ἐστὶν ὁ ὑποκείμενος τοῖς σφαιρώμασι τόπος. δῆλον δὲ ὅτι λαβὼν τὸν θώρακα ἐπεκάθισεν αὐτῷ ὡς λασάνῳ, ἵνα μᾶλλον κινήσῃ γέλωτα.
μόλυβδον ἐς τουτὶ: ἀντὶ τοῦ Γ «μολύβδῳ τὸν κώδωνα τῆς σάλπιγγος πληρώσας».
τὸν κώδωνα τῆς σάλπιγγος συμβουλεύει αὐτῷ πωμάσαι μολύβδῳ καὶ ἐν μέσῳ ἐνεῖραι ῥάβδον, ἵνα γένηται κατακτὸς ὁ κότταβος. ξύλον γὰρ αἰωρήσαντες ἐκ τοῦ μέσου καθάπερ πλάστιγγα ἐξ ἑκατέρων τῶν μερῶν ἐξῆπτον ἐλλύχνια καὶ κυμβεῖα κοῖλα, καί τι ἀγγεῖον ἐτίθεσαν ὕδατος πλῆρες. εἶτα καθάπερ ἐπὶ τρυτάνης τὸ ἕτερον βαρύνοντες μέρος προΐζειν ἐποίουν, ὥστε πληροῦσθαι τὰ ἐλλύχνια. εἶτα τὸ ἕτερον πάλιν βαρύνοντες μέρος ἀνάγκην ἐποίουν, ἀνεγειρομένῳ καὶ ἀναπηδῶντι τῷ πεπληρωμένῳ ἐκ τῶν ἐλλυχνίων ἀναπέμπειν τὸ ὕδωρ. ὑπέκειτο δὲ τὰ κυμβεῖα τοῖς ἐλλυχνίοις, ὥστε εἰς ταῦτα πάλιν ἐμπίπτειν τὸ ὕδωρ. καὶ ὁ τῶν πλειόνων ἐπιψαύσας κυμβείων ἐδόκει νικᾶν. κατακτοὶ δὲ ἐκλήθησαν ἀπὸ τοῦ κατάγειν καὶ αὖ πάλιν ἀνάγειν τὸν κότταβον. περὶ μὲν οὖν τῆς ῥάβδου καὶ Ἕρμιππος εἶπεν ἐν Στρατιώταις ῥάβδον Γ δὲ ὄψει τὴν κοτταβικὴν ἐν τοῖς ἀχύροισι κυλινδομένην. μέμνηται δὲ καὶ Φερεκράτης ἐν Παννυχίδι τῶν κυμβείων καὶ τοῦ κατακτοῦ κοττάβου. περὶ δὲ τῆς πάντων τούτων κατασκευῆς καὶ χρήσεως ἐξῆκται καὶ ἐν ταῖς ἐκλογαῖς.
ἄνωθεν: τῇ χειρί.
ἀπὸ τοῦ αὐλοῦ τοῦ μέσου, ὥστε ἀποκοτταβίζειν εἰς αὐτήν.
τῶν Γ κατακτῶν κοττάβων: διττὸς ὁ τρόπος τῶν κοττάβων, ὧν ὁ μὲν ἕτερος τοιοῦτος· ἵστασαν ξύλον τι λυχνίῳ παραπλήσιον ἐν μέσῳ τοῦ συμποσίου, καὶ ἀπʼ ἐκείνου ἤρτητο ἀγγεῖον ὅμοιον ὀξυβάφῳ, εἰς ὃ τὸ καταλειπόμενον ἐν τῷ ποτηρίῳ ἠκόντιζον· καὶ ὁ ἐπιτυχὼν ἐνίκα. ὁ δὲ ἕτερος τοιοῦτος· κατὰ τοῦ συμποσίου ἐτίθεσαν ἀγγεῖον ὅμοιον λεκάνῃ ὕδατος πλῆρες, καὶ ἐν τῷ ἀγγείῳ τούτῳ ὅμοιόν τι ποτήριον περιεπήγνυσαν, καὶ κύκλῳ τῆς λεκάνης μυρσίνας· καὶ ἔβαλλον εἰς τὸ ποτήριον ἐκεῖνο τὸ ἀπολειπόμενον· καὶ ὁ καταδύσας τὸ ποτήριον ἐνίκα.
τῶν κοττάβων δύο ἦσαν εἴδη, ἓν μὲν τοῦ κατακτοῦ λεγομένου. ἦν δὲ οἷον λυχνίον ὑψηλὸν ἔχον ἐν αὐτῷ πρόσωπον, ὁ μάνην ἐκάλουν, ἐφʼ οὗ ἔδει πεσεῖν καταβαλλομένην τὴν πλάστιγγα. ἕτερον δὲ ἀγγεῖόν τι ἐοικὸς λουτῆρι πλῆρες ὕδατος, ἐν ᾧ ὀξυβάφων ἦν ἐπιπλεόντων πλῆθος, ἅπερ καταδύειν ταῖς λάταξιν ἐπειρῶντο.
κότταβος: Ἀθήναιος ἐν τῷ ιεʹ φησὶν ὅτι σικελική τις ἐστὶ παιδιὰ πρώτων εὑρόντων Σικελῶν, ὥς φησι Κριτίας ὁ Καλλαίσχρου ἐν τοῖς ἐλεγείοις κότταβος ἐκ σικελῆς ἐστι χθονός, ἐκπρεπὲς ἔργον. Δικαίαρχος δὲ ὁ Μεσσήνιος, Ἀριστοτέλους μαθητής, ἐν τῷ περὶ Ἀλκαίου καὶ τὴν λάταγα αὐτὴν εἶναί φησι σικελικὸν ὄνομα. λατάγη δέ ἐστι τὸ ὑπολειπόμενον ἐκ τοῦ ἐκποθέντος ποτηρίου ὑγρόν, ὃ συνεστραμμένῃ τῇ χειρὶ ἄνωθεν ἔρριπτον οἱ παίζοντες εἰς τὸ κοττάβιον. κότταβος δὲ ἐκαλεῖτο καὶ τὸ τιθέμενον ἆθλον τοῖς νικῶσιν ἐν τῷ πότῳ καὶ τὸ ἄγγος εἰς ὃ ἐνέβαλλον τὰς λάταγας, ὡς Κρατῖνος ἐν Νεμέσει δείκνυσιν. ὅτι δὲ καὶ χαλκοῦν ἦν, Εὔπολις Βάπταις λέγει· χαλκῷ περὶ κοττάβῳ. Πλάτων δὲ ἐν Διὶ κακουμένῳ παιδιᾶς εἶδος παροίνιον τὸν κότταβον εἶναι ἀποδίδωσιν, ἐν ᾗ ἐξίσταντο καὶ τῶν σκευαρίων οἱ διακυβεύοντες. ἐκάλουν δὲ ἀγκύλην τὴν τοῦ κοττάβου πρόεσιν διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τοῖς ἀποκοτταβισμοῖς. καὶ ἀγκυλητοὺς ἔλεγον κοττάβους. ὅτι δὲ ἆθλον προέκειτο τῷ προεμένῳ, προείπομεν. ἐλέγοντο δέ τινες καὶ κατακτοὶ κότταβοι. ἦν δὲ λύχνιον ἀγόμενον πάλιν τε συμπῖπτον ὑψηλόν, ἔχον τὸν μάνην καλούμενον, ἐφʼ ᾧ τὴν καταβαλλομένην ἐπιπεσεῖν πλάστιγγα, ἐντεῦθεν δὲ ἐμπίπτειν εἰς λεκάνην ὑποκειμένην πληγεῖσαν τῷ κοττάβῳ. καί τις ἦν ἀκριβὴς εὐχέρεια τῆς βολῆς. τοῦ δὲ μάνου πολλοὶ μέμνηνται. ἦν δὲ ἕτερον εἶδος παιδιᾶς τῆς ἐν λεκάνῃ. αὕτη δὲ ὕδατος πληροῦται. ἐπέκειτο δὲ ἐπʼ αὐτῇ ὀξύβαφα κενά, ἐφʼ ἃ βάλλοντες τὰς λάταγας ἐκ καρχησίων ἐπειρῶντο καταδύειν. ἀνῃρεῖτο δὲ τὰ κοττάβια ὁ πλείω καταδύσας. ὅτι δὲ τῶν ἐρωμένων ἐμέμνηντο ἀφιέντες ἐπʼ αὐτοῖς τοὺς λεγομένους κοττάβους, δῆλον ποιεῖ Ἀχαιὸς ἐν Λίνῳ καὶ Καλλίμαχος· πολλοὶ δὲ φιλέοντες ἀκόντιον ἧκον ἔραζε οἰνοπόται σικελὰς ἐκ κυλίκων λάταγας. σικελὰς δὲ αὐτὰς οὐκ ἀπεικότως ὠνόμασεν, ἐπεί, ὡς προείπομεν, Σικελῶν τὸ εὕρημα, καὶ ἐσπούδασται σφόδρα παρʼ αὐτοῖς ὁ κότταβος.
νῦν αὐτὸ τὸ ἀγγεῖον κότταβον εἴρηκεν.
κατακτῶν: ἀπὸ τοῦ κατάγειν.
σπαρτίοις ἠρτημένην: τὸ μεσαίτατον, φησίν, ἔκδησον σπάρτῳ, ἵνα τρυτάνη γένηται ἐκ τοῦ αὐλοῦ τῆς σάλπιγγος. Γ
οὕτω γὰρ ἡ χαλκῆ λάταξ ἐν μέσῳ ἐτίθετο, ἠρτημένη, ὥς φασιν, ἀπὸ τῆς ὀροφῆς.
ἀντὶ τοῦ «ὦ μιαρὲ καὶ ἀκάθαρτε».
ὅτʼ ἀντέδωκα Γ: τότε με ἀπώλεσας, ὅτε καὶ ἀντὶ τούτων μνᾶν ἔδωκα.
ἀντὶ τῶνδε οὗτος κράνη κομίζει δύο.
συρμαίαν μετρεῖν: οἱ μὲν ἀξιοῦσι χυλὸν βοτάνης εἶναι τὴν συρμαίαν, ᾗ χρῶνται Αἰγύπτιοι πρὸς διάρροιαν. τινὲς δὲ τὸν λεγόμενον ζύθον. ὡς δέ φησι Δίδυμος, ἁλμαία ἐκ ῥαφανίδων αἰγυπτιακὴ πρὸς κάθαρσιν ἐπιτήδειος.
φαίνονται τοῦ χυλοῦ τῆς συρμαίας πίνειν οἱ Αἰγύπτιοι πρὸς διάρροιαν.
ἐν ἐστὶν γρ. ἔτʼ ἐστί.
λαβὰς ποεῖν Γ: ὠτάρια τοῖς κράνεσιν, ἵνα γένωνται κάδοι. δείκνυσι δὲ τὰ ὦτα αὐτοῦ, καὶ ἔστι παρεπιγραφή.
τούτῳ γʼ ἐγὼ τὰ δόρατα: ἀττικῶς εἶπε «τούτῳ ὠνήσομαι» ἀντὶ τοῦ «παρὰ τούτου ὠνήσομαι». Γ
τὰ τῶν κεκλημένων εἰς δεῖπνον.
ἅττʼ ᾄσεται Γ: τὸ ἑξῆς· δοκεῖ δέ μοι ἵνα δεῦρο προοιμιάσηται, τίνα μέλλῃ ᾆσαι.
προαναβάληταί προμελετήσει.
δοκεῖ λείπει τὸ «ὡς». Γ
νῦν αὖθʼ ὁπλοτέρων ἀνδρῶν Γ: οὐδὲν ἀστειότερον τῆς εὑρέσεως. δύο γὰρ δῆθεν ἵστησι παιδία ᾄδοντα, ἵνα ἀφορμὴν σχῇ τοῖς πατράσιν αὐτῶν ὀνειδίσαι, καὶ διαβαλεῖν τὸν μὲν ὡς φιλοπόλεμον ὄντα, τὸν δὲ ὡς ῥίψασπιν. πρῶτον οὖν πεποίηκε τὸ τοῦ φιλοπολέμου ᾆδον παιδίον· καὶ θέασαι, ὡς πρόσφορα αὐτῷ περιέθηκε πράγματα.
νῦν ... ἀρχώμεθα ἀρχὴ τῶν Ἐπιγόνων Ἀντιμάχου.
ὁπλοτέρους παρὰ τὸ ὅπλον παίζει.
εἰρήνης γρ. …
ὀμφαλοέσσας ἀσπίδας δηλονότι.
ἔκλυον ἱδρώοντας Γ: ἀπέλυον, ἐξέλυον.
εἶτα ἐν εἰσθέσει στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι βʹ.
εἶτʼ ἐν ἐκθέσει ἐπικοὶ βʹ.
θωρήσσοντʼ ἄρʼ ἔπειτα: ἀντὶ τοῦ «ἔπινον»· παρὰ τὸ εἰς τὸν θώρακα πέμπειν τὸν οἶνον. Γ
ἄσμενοι οἶμαι: πρὸς τὸ «πεπαυμένοι», οὐ πρὸς τὸ «θωρήσσοντο». εἰ μὴ ὅτι ὁμωνύμως θωρήσσεσθαι ἔλεγον καὶ τὸ πίνειν παρὰ τὸν θώρακα, ὅτι ἐν αὐτῷ τὸ ὑγρὸν λέγεται εἶναι.
εἶτʼ ἐν εἰσθέσει στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι γʹ.
αὐταῖς μάχαις λείπει ἡ σύν ἀττικῶς. Γ
υἱὸς Λαμάχου Γ: τοῦ ἀεὶ βουλομένου μάχεσθαι. ἔπαιξε δὲ παρὰ τὸ τέλος τοῦ Λάμαχος ὀνόματος.
εἶτα ποὺς σπονδεῖος καὶ ἐν εἰσθέσει ἐπικοὶ βʹ.
αἰβοῖ γελῶν λέγει. Γ
καὶ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι δʹ.
τοῦ Κλεωνύμου ʼστὶ παιδίον Γ: ὅτι δειλὸς καὶ ῥίψασπις ὁ Κλεώνυμος, πολλάκις εἰρήκαμεν.
οὐ πράγματʼ ᾄσεις: οὐδὲν τῆς εἰρωνείας ἥδιον· καὶ γὰρ ὡς κιναιδιζόμενον τὸν Κλεώνυμον κωμῳδεῖν βούλεται. Γ
ἐπεὶ μισοπόλεμος ὁ Κλεώνυμος.
ἀσπίδι μὲν Σαΐων: καὶ ἐλεγεῖον Ἀρχιλόχου καὶ στίχοι ἐπικοὶ βʹ. Γ
Ἀρχιλόχου ἐστὶ τὸ δίστιχον. οὕτως δὲ Γ ἐγράφη ἐπὶ τῇ ἀπορρίψει τῆς ἀσπίδος. ἐπιτηδείως δὲ καὶ ἐνταῦθα πρὸς ῥίψασπιν εἴρηται.
Ἀρχίλοχος ποιητὴς ἦν καὶ πάντας διέβαλλεν. ὅθεν καὶ Πίνδαρος Πυθικῶν βʹ εἶδον κάκὰ γὰρ ἑκὰς ὄντα πολλὴ ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσι πιαινόμενον. Γ
οὗτος ὁ Ἀρχίλοχος ἐξῆλθεν εἰς πόλεμον ἐν τῇ πρὸς Σαΐους μάχῃ—ἔστι δὲ ἔθνος Θρᾴκης—καὶ φοβηθεὶς ἔφυγε ῥίψας ἑαυτοῦ τὰ ὅπλα. αὐτὸν οὖν διαβάλλων λέγει. Γ
ἔντος ὅπλον. Γ
πόσθων Γ: ὑποκοριζόμενοι οὕτως ἔλεγον τὰ παιδία. ἢ οὕτω λέγεται τοῦ βρέφους τὸ αἰδοῖον.
ὦ αἰσχρέ. Γ
εἰς τὸν σαυτοῦ πατέρʼ ᾄδεις: εἰς τὸν Κλεώνυμον, ὅτι ῥίψασπις. Γ
καὶ τοῦτο Ἀρχιλόχου ἐστὶν ἑξῆς ψυχὴν δʼ ἐξεσάωσα. τί μοι μέλει ἀσπὶς ἐκείνη; ἐρρέτω.
ὅτι καὶ σὺ ῥίψασπις εἶ.
καὶ στίχοι ἰαμβικοὶ τετράμετροι καταληκτικοὶ βʹ.
φλᾶν: νῦν κατακαίειν· δῆλον δέ, ὅτι τὰ πολεμικά. ἢ συντρίβειν καὶ γεωργεῖν. ἢ τρώγειν.
καὶ μὴ κενὰς παρέλκειν: ἀπὸ μεταφορᾶς τῶν ἐρεττόντων μὴ βαπτόντων τὰς κώπας, ἀλλὰ τῷ δοκεῖν κενὰς παραφερόντων.
παρακελεύεται τοῖς ἐπὶ δεῖπνον ἥκουσι γενναίως ἐσθίειν.
ἴαμβος δίμετρος ἀκατάληκτος.
καὶ σμώχετʼ: ἐσθίετε, τρίβετε· τὸ γὰρ ἐκλαμπρύνειν σμώχειν λέγουσιν.
ὅτι παροιμία ἐστίν. καὶ οὕτως· οὐδὲν ἔργον ἐστὶν ἀνδρῶν λευκῶν, ἢν μή τι καὶ μάχωνται. ἔτι δὲ οὕτως· οὐδὲν λευκῶν ἀνδρῶν ἔργον εἰ μὴ σκυτοτομεῖν.
γρ. ἢν μή τι.
ἐσθίετε καὶ ἐμφορήθητε.
λείπει ἡ ὡς.
πλανωμένοις: ἐν τῷ ἀγρῷ δηλονότι.
κορωνίς· εἰσίασι γὰρ οἱ ὑποκριταί. καί εἰσιν οἱ πρῶτοι ἐν ἐπεκθέσει στίχοι ἀναπαιστικοὶ δʹ.
στρατηγὸς φιλοπόλεμος. εἴρηται δὲ παρʼ ὑπόνοιαν.
διπλῆ καὶ ἐν ἐπεισθέσει περίοδος ἀναπαιστικὴ ἑπτακαιδεκάμετρος θʹ κώλων, ὅτι ἔχει μονόμετρον τὸ εʹ.
κ´ʼἀπευξάμενος γρ. κἄπειτʼ εὐξάμενος.
τοῦτο ἔστι τὸ μονόμετρον τὸ εʹ.
παρὰ τὰ Ἡσιόδου αἱ δὲ γυναῖκες τίκτουσιν. τοῦτο γὰρ εὐετηρίας σημεῖον, τὸ τίκτειν γυναῖκας· τῶν γὰρ ἀνδρῶν ἐν εἰρήνῃ ὄντων αἱ γυναῖκες συλλαμβάνονται.
διπλῆ καὶ ἑπτὰς μονοστροφικὴ περιόδων πεντακώλων ἰωνικῶν διμέτρων, δύο καταληκτικῶν, τριῶν δὲ βραχυκαταλήκτων.
εἶτα ἐν ἐπεισθέσει τοῦ χοροῦ τὸ ἴσον.
ἐν τούτοις φέρονται κατά τινας παράγραφοι, ἵνα ὁ χορὸς ἀνὰ μέρος αὐτὰ λέγῃ.
ἔν τισιν οὐ φέρεται διὰ τὰ μέτρα.
καὶ πάλιν τὰ εʹ τοῦ αὐτοῦ μέτρου τοῦ χοροῦ.
ἀντὶ ζεύγους αἴρουσιν αὐτὴν οἱ χορευταὶ ἀναλαβόντες.
ἐντεῦθεν ἐν τοῖς ἀντιγράφοις οὐ φέρεται οὐ πεντάκωλα ἀκολούθως. ὡς φέρεται, καὶ ἐνταῦθά ἐστιν.
τὰ τοῦ πολέμου δηλονότι.
συκολογοῦντες γεωργοῦντες.
τὸ αἰδοῖον λέγει τοῦ νυμφίου, τουτέστι τοῦ Τρυγαίου.
τὸ τῆς Ὀπώρας αἰδοῖον λέγει· ἅμα δὲ καὶ πρὸς τὸ ὄνομα τῆς Ὀπώρας τὸ «σῦκον» λέγει.
… ὑμὴν ὑμέναιʼ ὦ: οὕτως Ἡλιόδωρος.
κἂν ... μοι πρὸς τοὺς θεατάς.
ὑφʼ ἃ κορωνὶς τοῦ δράματος.
κεκώλισται πρὸς τὰ Ἡλιοδώρου, παραγέγραπται ἐκ Φαείνου καὶ Συμμάχου.