ΠΕΡΙ ΣΥΝΑΓΩΓΗΣ ΒΙΒΛΙΩΝ.
Ἀθήναιος Ὡς ἱστορεῖ Ξάνθος ὁ Λυδὸς, ἢ ὁ εἰς αὐτὸν τὰς ἀναφερομένας ἱστορίας συγγεγραφὼς, Διονύσιος ὁ Σκυτοβραχίων, ὡς Ἀρτέμων φησὶν ὁ Κασανδρεὺς ἐν τῷ Περὶ συναγωγῆς βιβλίων, ἀγνοῶν ὅτι Ἔφορος ὁ συγγραφεὺς μνημονεύει αὐτοῦ, ὡς παλαιοτέρου ὄντος, καὶ Ἡροδότῳ τὰς ἀφορμὰς δεδωκότος.
ΠΕΡΙ ΒΙΒΛΙΩΝ ΧΡΗΣΕΩΣ.
Ἀθήναιος Ἀλλὰ τριῶν γενῶν ὄντων, ὥς φησιν Ἀρτέμων ὁ Κασανδρεὺς ἐν δευτέρῳ Βιβλίων χρήσεως, ἐν οἷς τὰ περὶ τὰς συνουσίας ἦν ᾀδόμενα, ὧν τὸ μὲν πρῶτον ἦν ὃ δὴ πάντας ᾄδειν νόμος ἦν, τὸ δὲ δεύτερον ὃ δὴ πάντες μὲν ᾖδον, οὐ μὴν ἀλλά γε κατά τινα περίοδον ἐξ ὑποδοχῆς, τρίτον δὲ καὶ τὴν ἐπὶ πᾶσι τάξιν ἔχον, οὗ μετεῖχον οὐκέτι πάντες, ἀλλʼ οἱ συνετοὶ δοκοῦντες εἶναι μόνοι, καὶ κατὰ τόπον τινὰ εἰ τύχοιεν ὄντες· διόπερ ὡς ἀταξίαν τινὰ μόνον παρὰ τἄλλα ἔχον τὸ μήθʼ ἅμα μήθʼ ἑξῆς γινόμενον, ἀλλʼ ὅπου ἔτυχεν εἶναι, σκόλιον ἐκλήθη. Τὸ δὲ τοιοῦτον ᾔδετο, ὁπότε τὰ κοινὰ καὶ πᾶσιν ἀναγκαῖα τέλος λάβοιεν· τηνικαῦτα γὰρ ἤδη τῶν σοφῶν ἕκαστον ᾠδήν τινα καλὴν εἰς μέσον ἠξίουν προσφέρειν. Καλὴν δὲ ταύτην ἐνόμιζον τὴν παραίνεσίν τέ τινα καὶ γνώμην ἔχειν δοκοῦσαν χρησίμην τε εἰς τὸν βίον.
ΠΕΡΙ ΤΟΥ ΔΙΟΝΥΣΙΑΚΟΥ ΣΥΣΤΗΜΑΤΟΣ.
Ἀθήναιος Ἀρτέμων δʼ ἐν τῷ πρώτῳ Περὶ Διονυσιακοῦ συστήματος Τιμόθεόν φησι τὸν Μιλήσιον παρὰ τοῖς πολλοῖς δόξαι πολυχορδοτέρῳ συστήματι χρήσασθαι τῇ μαγάδι· διὸ καὶ παρὰ τοῖς Λάκωσιν εὐθυνόμενον, ὡς παραφθείροι τὴν ἀρχαίαν μουσικὴν, καὶ μέλλοντός τινος ἐκτέμνειν αὐτοῦ τὰς περιττὰς τῶν χορδῶν, δεῖξαι παρʼ αὐτοῖς ὑπάρχοντα Ἀπολλωνίσκον, πρὸς τὴν αὑτοῦ σύνταξιν ἰσόχορδον λύραν ἔχοντα, καὶ ἀφεθῆναι
Ἀθήναιος Καὶ περὶ τοῦ τρίποδος δὲ καλουμένου — ὄργανον δὲ καὶ τοῦτο μουσικόν — ὁ προειρημένος Ἀρτέμων γράφει οὕτως· «Ὅθεν πολλὰ τῶν ὀργάνων οὐδʼ εἰ γέγονέ ποτε γινώσκεται· καθάπερ ὁ Πυθαγόρου τοῦ Ζακυνθίου τρίπους. Ὀλιγοχρόνιον γὰρ τὴν ἀκμὴν σχὼν, καὶ διὰ τὸ δοκεῖν ἐργώδης εἶναι κατὰ τὴν χειροθεσίαν ἢ διʼ ἣν δή ποτʼ οὖν αἰτίαν συντόμως καταλυθεὶς διαλέληθε τοὺς πολλούς. Ἦν δὲ παραπλήσιος μὲν Δελφικῷ τρίποδι, καὶ τοὔνομʼ ἐντεῦθεν ἔσχε, τὴν δὲ χρῆσιν τριπλῆς κιθάρας παρείχετο. Τῶν γὰρ ποδῶν ἑστώτων ἐπί τινος βάσεως εὐστρόφου, καθάπερ αἱ τῶν περιάκτων δίφρων κατασκευάζονται θέσεις, τὰς μέσας τρεῖς χώρας τὰς ἀπὸ ποδὸς ἐπὶ πόδα διεστώσας ἐνέτεινε χορδαῖς, ὑπερθεὶς ἑκάστῃ πῆχυν καὶ κάτω προσαρμόσας χορδοτόνια, καὶ τὸν ἐπάνω κόσμον κοινὸν τοῦ λέβητος καὶ τῶν παρηρτημένων ἐνίων ἀποδούς· ἐξ ὧν καὶ τὴν φαντασίαν εἶχεν ἀστείαν, καὶ τὸν ἦχον προσέβαλλεν ἁδρότερον. Διένειμε δʼ ἑκάστῃ χώρᾳ τὰς τρεῖς ἁρμονίας, τήν τε Δωριστὶ καὶ Λυδιστὶ καὶ Φρυγιστί. Καὶ καθεζόμενος αὐτὸς ἐπί τινος δίφρου, περὶ ταὐτὸν συμμέτρως ἔχοντα τῇ συστάσει, διείρας δὲ τὴν εὐώνυμον χεῖρα πρὸς τὴν ἐπιβολὴν, καὶ τῇ ἑτέρᾳ χρησόμενος τῷ πλήκτρῳ, καθʼ ὁποίαν ἂν πρώτην ᾑρεῖτο τῶν ἁρμονιῶν, μετέστρεφε τῷ ποδὶ τὴν βάσιν εὔτροχον οὖσαν, καὶ πρὸς ἑτέραν πλευρὰν πάλιν ἐπιβάλλων ἐχρῆτο, καὶ πάλιν ἑτέραν. Οὕτω δʼ ὀξέως ὑπὸ τὴν χεῖρα προσῆγεν αὐτῷ τὰ συστήματα ἡ τῆς βάσεως εὐκινησία τῷ ποδὶ ψαυομένη, καὶ τὴν χειροθεσίαν ἐπὶ τοσοῦτον εἰθίσθη κατοξύνειν, ὥστʼ, εἴ τις μὴ ξυνορῴη τὸ γινόμενον, ἀλλὰ διὰ τῆς ἀκοῆς μόνον κρίνοι, νομίζειν τριῶν κιθαριστῶν ἀκούειν διαφόρως ἡρμοσμένων. Καὶ τοῦτο τὸ ὄργανον θαυμασθὲν ἰσχυρῶς μετὰ τὸν ἐκείνου βίον ἐξέλιπεν εὐθέως.»
ΠΕΡΙ ΖΩΓΡΑΦΩΝ.
Οὐαλέριος Ἁρποκρατίων Πολύγνωτος Περὶ Πολυγνώτου τοῦ Ζωγράφου, Θασίου μὲν τὸ γένος, υἱοῦ δὲ καὶ μαθητοῦ Ἀγλαοφῶντος, τυχόντος δὲ τῆς Ἀθηναίων πολιτείας, ἤτοι ἐπεὶ τὴν Ποικίλην στοὰν ἔγραψε προῖκα, ἢ ὡς ἕτεροι, τὰς ἐν τῷ θησαυρῷ καὶ τῷ ἀνακείῳ γραφὰς, ἱστορήκασιν ἄλλοι τε καὶ Ἀρτέμων ἐν τῷ Περὶ ζωγράφων καὶ Ἰόβας ἐν τοῖς Περὶ γραφικῆς.
Δημήτριος ὁ Φαληρεύς Ἀρτέμων μὲν οὖν, ὁ τὰς Ἀριστοτέλους ἀναγράψας ἐπιστολὰς, φησὶν ὅτι δεῖ ἐν τῷ αὐτῷ τρόπῳ διάλογόν τε γράφειν καὶ ἐπιστολάς· εἶναι γὰρ τὴν ἐπιστολὴν οἷον τὸ ἕτερον μέρος τοῦ διαλόγου.