τὸ δρᾶμα τοῦτο πεποίηται εἰς Κλέωνα, τὸν Ἀθηναίων δημαγωγόν. ὑπόκειται δὲ ὡς Παφλαγὼν νεώνητος δουλεύων τῷ Δήμῳ καὶ προαγόμενος παρʼ αὐτῷ περιττότερον. ἐπιτιθεμένοιν δὲ αὐτῷ δυοῖν τοῖν ὁμοδούλοιν καὶ κατά τινα λόγια πονηρίᾳ διάσημον ἀλλαντοπώλην Ἀγοράκριτον ἐπαγόντοιν, ὃς ἐπιτροπεύσει τοῦ δήμου τῶν Ἀθηναίων, αὐτοὶ οἱ Ἀθηναίων ἱππεῖς συλλαβόντες ἐν χοροῦ σχήματι παραφαίνονται· ὑφʼ ὧν προπηλακιζόμενος ὁ Κλέων ἀγανακτεῖ, καὶ διενεχθεὶς ἱκανῶς περὶ τοῦ ἀναγωγότερος εἶναι τῶν ἐναντιουμένων, σφᾶς ὡς συνομωμοκότας κατὰ τῆς πόλεως διαβαλὼν πρὸς τὴν βουλὴν ἵεται· διώξαντος δὲ καὶ τοῦ ἀλλαντοπώλου κατὰ πόδας, οἱ ἱππεῖς περί τε τοῦ ποιητοῦ τινα καὶ τῶν προγόνων, ἔτι δὲ καὶ τῶν συγκινδυνευόντων σφίσιν ἐπὶ ταῖς μάχαις ἵππων, πρὸς τοὺς πολίτας ἁδροτέρως διαλέγονται, ὅ τε ἀλλαντοπώλης περιγεγενημένος ἐν βουλῇ μάλα γελοίως τοῦ Κλέωνος, καὶ λοιδορούμενος αὖθις αὐτῷ προσέρχεται· ἐκκαλεσαμένου δὲ τοῦ Κλέωνος τὸν Δῆμον, προσελθὼν οὗτος διαφερομένων ἀκροᾶται. λόγων δὲ πολλῶν γενομένων κατὰ τοῦ Κλέωνος, τοῦ Ἀγορακρίτου μάλʼ ἐντέχνως τοῖς ἐπινοήμασι καὶ ταῖς θωπείαις καὶ προσέτι ταῖς ἐκ τῶν λογίων ὑπερβολαῖς κρατοῦντος, κατὰ μικρὸν ὁ Δῆμος τοῖς λόγοις συνεφέλκεται. δείσαντος δὲ τοῦ Κλέωνος κἀπὶ τὸ ψωμίζειν τὸν Δῆμον ὁρμήσαντος, ἀντιψωμίζειν ἅτερος ἐγχειρεῖ. καὶ τέλος τοῦ Δήμου τὴν ἑκατέρου κίστην συνέντος, εἶτα τῆς μὲν κενῆς, τῆς δὲ τοῦ Κλέωνος μεστῆς εὑρεθείσης, ἐλεγχθεὶς αὐτὸς ὡς περιφανῶς τὰ τοῦ Δήμου κλέπτων, εἴκει θατέρῳ τῆς ἐπιτροπείας· μετὰ ταῦτα δὲ τοῦ ἀλλαντοπώλου τὸν Δῆμον ἀφεψήσαντος, εἶτα νεώτερον ἐξαῦθις εἰς τοὐμφανὲς γεγονότα προαγαγόντος, Κλέων περικείμενος τὴν Ἀγορακρίτου σκευὴν ἐπὶ παραδειγματισμῷ διὰ μέσης τῆς πόλεως ἀλλαντοπωλῶν ἀνὰ μέρος καὶ τῇ τέχνῃ χρησόμενος πέμπεται, καὶ ἡ ἐπιτροπὴ τῷ ἀλλαντοπώλῃ παραδίδοται. τὸ δὲ δρᾶμα τῶν ἄγαν καλῶς πεποιημένων.
Ὁ σκοπὸς αὐτῷ πρὸς τὸ καθελεῖν Κλέωνα. οὗτος γὰρ βυρσοπώλης ὢν ἐκράτει τῶν Ἀθηναίων ἐκ προφάσεως τοιαύτης. Ἀθηναῖοι πόλιν Πύλου, λεγομένην Σφακτηρίαν, ἐπολιόρκουν διὰ Δημοσθένους στρατηγοῦ καὶ Νικίου· ὧν στρατηγῶν χρονισάντων ἐδυσχέραινον οἱ Ἀθηναῖοι. καὶ εἰς ἐκκλησίαν συνελθόντων αὐτῶν καὶ ἀδημονούντων, Κλέων τις βυρσοπώλης ἀναστὰς ὑπέσχετο δεσμίους φέρειν τοὺς ὑπεναντίους εἴσω εἴκοσιν ἡμερῶν, εἰ στρατηγὸς αἱρεθείη· ὅπερ καὶ γέγονε. κατὰ τὰς ὑποσχέσεις οὖν ἐστρατήγει κυκῶν τὴν πόλιν. ἐφʼ οἷς μὴ ἐνεγκὼν Ἀριστοφάνης καθίησι τὸ τῶν Ἱππέων δρᾶμα διʼ αὑτοῦ, ἐπεὶ τῶν σκευοποιῶν οὐδεὶς ἐπλάσατο τὸ τοῦ Κλέωνος πρόσωπον διὰ φόβον. καὶ τὰ μὲν πρῶτα κύπτει φοβούμενος· εἶτα προφανεὶς αὐτὸς ἐδίδαξε τὸ δρᾶμα.
Ἔοικεν ὁ προλογίζων εἶναι Δημοσθένης, ὃς ἐκεκμήκει περὶ τὴν Πύλου πολιορκίαν, ἀφῃρέθη δὲ τὴν στρατηγίαν ὑπὸ Κλέωνος, ὑποσχομένου τότε τοῖς Ἀθηναίοις παραστήσεσθαι τὴν Πύλον εἴσω εἴκοσιν ἡμερῶν· ὃ καὶ κατώρθωσε διὰ τὸ τὰ πλεῖστα τῆς ἁλώσεως προπεπονῆσθαι Δημοσθένει. ἔοικε δὲ ὡς ἐπὶ οἰκίας δεσποτικῆς ποιεῖσθαι τὸν λόγον. εἴη δʼ ἂν δεσπότης ὁ Δῆμος, οἰκία ἡ πόλις· οἰκέται δὲ δύο τοῦ Δήμου προλογίζουσι κακῶς πάσχοντες ὑπὸ Κλέωνος. ὁ δὲ χορὸς ἐκ τῶν ἱππέων ἐστίν, οἳ καὶ ἐζημίωσαν τὸν Κλέωνα πέντε ταλάντοις ἐπὶ δωροδοκίᾳ ἁλόντα. λέγουσι δὲ τῶν οἰκετῶν τὸν μὲν εἶναι Δημοσθένην, τὸν δὲ Νικίαν, ἵνα ὦσι δημηγόροι οἱ δύο.
Ἰστέον ὅτι εἰς τέτταρα μέρη διῄρητο ὁ δῆμος τῶν Ἀθηναίων, εἰς πεντακοσιομεδίμνους, εἰς ἱππέας, εἰς ζευγίτας καὶ εἰς θῆτας.
Ἐδιδάχθη τὸ δρᾶμα ἐπὶ Στρατοκλέους ἄρχοντος δημοσίᾳ εἰς Λήναια διʼ αὐτοῦ τοῦ Ἀριστοφάνους. πρῶτος ἦν· ἐνίκα δεύτερος Κρατῖνος Σατύροις· τρίτος Ἀριστομένης Ὑλοφόροις.
Οἰκία ἡ πόλις, δεσπότης ὁ Δῆμος, θεράποντες οἱ στρατηγοί.
Παράγει τινὰ Κλέωνα, τὸν καλούμενον Παφλαγόνα κἄτι βυρσοπώλην πικρότατα, κατεσθίοντά πως τὰ κοινὰ χρήματα, καὶ παραλογισμῷ διαφοροῦντʼ ἐρρωμένως ἀλλαντοπώλην, εὐθέως τε σκατοφάγον, πεισθέντʼ ἐπιτίθεσθαι σὺν ἱππεῦσίν τισιν, ἐν τῷ χορῷ παροῦσι, τῇ τῶν πραγμάτων ἀρχῇ, Κλέωνός τʼ ἐν μέσῳ κατηγορεῖν. ἐγένετο τοῦτʼ· ἐξέπεσεν ὁ Κλέων παγκάκως, ὁ δὲ σκατοφάγος ἔτυχε προεδρίας καλῆς.
Δημοσθένης· Νικίας· Κλέων· Ἀγοράκριτος ἀλλαντοπώλης· Χορὸς ἱππέων· Δῆμος.
στίχοι ἰαμβικοὶ ἀκατάληκτοι ρϟγʹ, ὧν ὁ τελευταῖος «καὶ ποικίλως πως καὶ σαφῶς ᾐνιγμένος».
τὰ περὶ τῶν μέτρων ταῦτα ἡμέτερά ἐστι Δημητρίου τοῦ Τρικλινίου. ἡ εἴσθεσις τοῦ παρόντος δράματος εὐθὺς ἐξ ἀμοιβαίων προσώπων ἄρχεται. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρϟγʹ, ὧν τελευταῖος «καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος». μετὰ τοῦτο δὲ καθʼ ὑπερβολὴν στίχοι δακτυλικοὶ ἑξάμετροι ἀκατάληκτοι — κατὰ γὰρ μονοποδίαν μετρεῖται τὸ δακτυλικόν — εʹ. ἑξῆς δὲ πάλιν ἐν ἐκθέσει ἕτεροι ὅμοιοι στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι μʹ. ἐν ἐκθέσει δὲ τούτων στίχοι τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ εʹ, ὧν τελευταῖος «ἀλλʼ ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ». ἐπὶ ταῖς ἀποθέσεσι δὲ παράγραφος, ἐπὶ δὲ τῷ τέλει τοῦ τελευταίου στίχου κορωνίς.
Ἰατταταιάξ: σχετλιασμὸν δηλοῖ αὐτό τε τοῦτο καὶ τὸ ἑξῆς. ἔοικε δὲ ὁ προλογίζων εἶναι Δημοσθένης ὁ προκαμὼν ἐν Πύλῳ διὰ τοῦτο. ἄλλως: σχετλιαστικὸν τὸ ῥῆμα. παρεπιγραφὴ δὲ λέγεται τὰ τοιαῦτα, ἀλλὰ καὶ γίγνεται τοῖς σχήμασιν. ἔστι δὲ εἷς τῶν προειρημένων δῆθεν οἰκετῶν ἀποδυρόμενος πρὸς τὸν ἕτερον.
Ἰατταταιάξ: σχετλιαστικόν ἐστι τὸ ἐπίρρημα. παρεπιγραφὴ δὲ λέγεται τὰ τοιαῦτα. ἔστι δὲ εἷς τῶν οἰκετῶν Δημοσθένης ὁ προκαμὼν ἐν Πύλῳ ἀποδυρόμενος πρὸς τὸν ἕτερον.
Ἰατταταιάξ ἐπίρρημα σχετλιαστικόν.
τῶν κακῶν ἕνεκα.
Παφλαγόνα: τὸν Κλέωνα, ὡς δημοτικὸν οἰκέτην. Παφλαγόνα δὲ οὐ τῷ γένει, ἀλλʼ ἐπειδὴ ἐπάφλαζεν ἐν τῇ ἐκκλησίᾳ. νεώνητον δὲ τὸν νεωστὶ καταξιωθέντα τῆς ἀρχῆς. Παφλαγόνα δὲ τὸν Κλέωνα διὰ τὸ τῆς φωνῆς ἀπηχὲς ἀπὸ τοῦ παφλάζειν ὠνόμασεν .... ἔφην γὰρ ὅτι ξένος ὢν ἐπολιτεύετο· ὀνειδίζει οὖν αὐτὸν ὡς ξένον καὶ βάρβαρον. νεώνητον δὲ τὸν νεωστὶ ἠγορασμένον.
νεώνητον ἐπεὶ μὴ ἐκ γένους ἦν Ἀθηναῖος, ἀλλὰ νεωστὶ προσεληλυθὼς τῇ πολιτείᾳ. ἐμφαίνει δὲ διὰ τούτων ὅτι καὶ τῶν Ἀθηναίων καθάπτεται, ὅτι δέον αὐτοὺς πιστεύειν τοῖς γνησίοις καὶ πολλὰ τὴν πόλιν εὐηργετηκόσιν, οἱ δὲ μᾶλλον ἐτίμων τὸν Κλέωνα. πεφύκαμεν γὰρ καὶ τῶν οἰκετῶν μᾶλλον πιστεύειν τοῖς οἴκοι γεννηθεῖσι καὶ τραφεῖσιν ἢ οἷς ἂν ἐπικτησώμεθα πριάμενοι. ἄλλως: οὐχ ὅτι νεωστὶ τῇ δημαγωγίᾳ προσῆλθε.
τὸ δὲ ἑξῆς, κακὸν κακῶς ἀπολέσειαν οἱ θεοὶ τὸν Παφλαγόνα τὸν νεώνητον.
νεώνητον δὲ ὅτι τὸ διάστημα νεωστὶ ἐπεκτησάμεθα πριάμενοι.
Παφλαγόνα: τὸν ἐν τῇ ἐκκλησίᾳ παφλάζοντα, τὸν λαρυγγιστήν, τὸν Κλέωνα. νεώνητον δὲ λέγει τὸν τῆς ἀρχῆς νέον ἀξιωθέντα, ἐπεὶ μὴ ἐκ γένους ἦν Ἀθηναῖος, ἀλλὰ νεωστὶ προσεληλυθὼς τῇ πόλει.
Παφλαγόνα τὸν Κλέωνα λέγει οὐ τῷ γένει, ἀλλὰ διὰ τὸ τῆς φωνῆς ἀπηχὲς ἀπὸ τοῦ παφλάζειν καὶ ἀσήμως βοᾶν ἐν τῇ ἐκκλησίᾳ. νεώνητον δὲ ὡς νεωστὶ καταξιωθέντα τῆς ἀρχῆς, ἐπεὶ μὴ τὸ γένος ἦν Ἀθηναῖος, ἀλλὰ νεωστὶ προσεληλυθὼς τῇ πολιτείᾳ. κωμῳδεῖ δὲ αὐτὸν ὡς ξένον καὶ βάρβαρον ἐξ ἀμφοτέρων τῶν λέξεων. καθάπτεται δὲ καὶ τῶν Ἀθηναίων, ὅτι δέον αὐτοὺς πιστεύειν τοῖς γνησίοις καὶ πολλὰ τὴν πόλιν εὐηργετηκόσιν, οἱ δὲ μᾶλλον ἐτίμων τοὺς ξένους καὶ φαύλους. εἰώθαμεν γὰρ τῶν οἰκετῶν μάλιστα πιστεύειν τοῖς οἴκοι γεννηθεῖσί τε καὶ τραφεῖσιν, ἢ οἷς ἂν ἐπικτησώμεθα πριάμενοι.
Παφλαγόνα τὸν Κλέωνα λέγει.
Παφλαγόνα τὸν Κλέωνα.
νεώνητον νεωστὶ ἠγορασμένον.
νεώνητον νεωστὶ ἐλθόντα.
κακόν ὄντα.
αὐταῖσι βουλαῖς: Ἀττικὸν τὸ σχῆμα καὶ ἡ σύνταξις τοῦ λόγου, ὡς εἰ λέγοιμεν, αὐτοῖς ὅπλοις, αὐτοῖς ἵπποις. λείπει δὲ ἡ σὺν πρόθεσις.
αὐταῖσι βουλαῖς σὺν ταῖς βουλαῖς.
αὐταῖσι βουλαῖς ξύν, ἐσχηματισμένον.
αὐταῖσι βουλαῖς σὺν τοῖς βουλεύμασιν. Ἀττικὸν τὸ σχῆμα, ὡς εἰ λέγοιμεν αὐτοῖς ὅπλοις, αὐτοῖς ἵπποις. λείπει δὲ ἡ σύν.
εἰσήρρησεν: εἰσῆλθεν, εἰσεπήδησεν, ὡς βίᾳ καὶ ἀναιδῶς τῇ πολιτείᾳ προσελθόντος. Ἀττικὴ δὲ ἡ λέξις. ἐν ἐνίοις δὲ ἀντιγράφοις εἰσέφρησε γράφεται, δηλούσης τῆς λέξεως τὸ ἐπιπηδῆσαι, ἔτι δὲ καὶ τὸ μετὰ φθορᾶς εἰσελθεῖν. ἄλλως: μετὰ φθορᾶς παρεγένετο.
εἰσήρρησεν μετὰ φθορᾶς εἰσῆλθε.
εἰσήρρησεν μετὰ φθορᾶς παρεγένετο, ὡς ἀναιδῶς ἐλθόντος.
τὴν οἰκίαν ἀντὶ τοῦ τὴν πόλιν.
πληγὰς: ὕβρεις καὶ κακὰ πράγματα.
πληγὰς: ἤγουν κακὰ πράγματα.
πληγὰς ὕβρεις.
τὸ δὲ προστρίβεται ἀντὶ τοῦ κατασκευάζει καὶ μηχανᾶται καὶ προσποιεῖται.
προστρίβεται κατασκευάζει, μηχανᾶται, φέρει.
προστρίβεται ἀντὶ τοῦ κατασκευάζει, μηχανᾶται.
τοῖς οἰκέταις ἀντὶ τοῦ τοῖς πολίταις.
κάκιστα δῆθʼ ἀπόλοιτο.
πρῶτος Παφλαγόνων: ὡς πάντων μὲν ὄντων πονηρῶν, ἐξαιρέτως δὲ τοῦ Κλέωνος.
αὐταῖσι διαβολαῖς: ὅμοιον καὶ τοῦτο τὸ σχῆμα τῷ «αὐταῖσι βουλαῖς»· τοῦτο δὲ εἶπεν, ἐπεὶ διαβάλλων ὁ Κλέων τοὺς ἄλλους στρατηγοὺς καὶ προσκρούων τῷ δήμῳ εἰς ἑαυτὸν βλέπειν τοὺς Ἀθηναίους ἐποίησεν.
αὐταῖσι διαβολαῖς σὺν.
αὐταῖσι διαβολαῖς ἔστι δὲ Ἀττικόν. λείπει οὖν ἡ σὺν πρόθεσις.
πρόσελθʼ: πλησίασον, ἐγγὺς ἐλθέ.
ξυναυλίαν: ξυναυλία καλεῖται ὅταν δύο αὐληταὶ τὸ αὐτὸ αὐλῶσιν. ὁ δὲ Ὄλυμπος μουσικὸς ἦν, Μαρσύου μαθητής· ἔγραψε δὲ αὐλητικοὺς καὶ θρηνητικοὺς νόμους. ἄλλως: ξυναυλία λέγεται ὅταν κιθάρα καὶ αὐλὸς συμφωνῇ. νόμοι δὲ καλοῦνται οἱ εἰς θεοὺς ὕμνοι. Ὄλυμπος δὲ μαθητὴς γέγονε Μαρσύου, περὶ τὴν αὐλητικὴν ἄριστος, καὶ αὐτὸς δυστυχήσας διὰ μουσικήν. καθάπερ οὖν Ὄλυμπος εὗρε τὸ συναυλεῖν, καὶ ἡμεῖς ὅμοια καὶ ὥσπερ ἀπὸ μιᾶς φωνῆς ὀδυρώμεθα. μιμησώμεθα οὖν ἐν τῷ θρηνεῖν τὴν συναυλίαν Ὀλύμπου.
ὁ δὲ Ὄλυμπος αὐλητὴς γέγονεν καὶ αὐτὸς δυστυχήσας διὰ μουσικήν. μιμησώμεθα οὖν ἐν τῷ θρηνεῖν τὴν συναυλίαν Ὀλύμπου καὶ ὡς ἀπὸ μιᾶς φωνῆς ὀδυρώμεθα.
ξυναυλίαν: ξυναυλία καλεῖται ὅταν δύο αὐληταὶ τὸ αὐτὸ αὐλῶσιν, ἢ ὅταν κιθάρα καὶ αὐλὸς συμφωνῇ. ὁ δὲ Ὄλυμπος δυστυχήσας διὰ τὴν μουσικὴν εὗρε τὸ συναλγεῖν.
ξυναυλία καλεῖται ὅταν δύο αὐληταὶ συνᾴδωσιν, ἢ ὅταν κιθάρα καὶ αὐλὸς συμφωνῇ. Ὄλυμπος δὲ μαθητὴς γέγονε Μαρσύου, περὶ τὴν αὐλητικὴν ἄριστος. ἔγραψε δὲ αὐλητικοὺς καὶ θρηνητικοὺς νόμους, καὶ αὐτὸς δυστυχήσας διὰ μουσικήν.
ξυναυλίαν: κοινωνίαν, τουτέστιν ἀποδυρώμεθα ὁμόσε.
ξυναυλίαν ὁμαυλίαν.
ξυναυλίαν μίαν ᾠδὴν θρήνου.
Ὀλύμπου μαθητὴς ἦν Μαρσύου.
νόμον κατὰ.
… ἤγουν μιμησώμεθα θρηνοῦντες τὴν συναυλίαν Ὀλύμπου.
μὺ μῦ: ὁμοφωνοῦσιν ἀμφότεροι μύζοντες. τοῦτο δὲ ὡς θρηνητικόν. ἔστι δὲ ἴαμβος ἔχων τὸ μὲν πρῶτον βραχύ, τὸ δὲ δεύτερον μακρόν.
μὺ μῦ μύζοντες τοῦτο λέγουσιν ὁμοφωνοῦντες ἀμφότεροι. τούτων τὸ μέν ἐστι βραχύ, τὸ δὲ δεύτερον μακρὸν διὰ τὸν ἴαμβον.
μὺ μῦ ὡς θρηνοῦντες.
τί κινυρόμεθʼ ἄλλως: τί δακρύομεν καὶ ὀδυρόμεθα εἰς κενὸν καὶ ἀνωφελές. ΓΘ
οὐκ ἐχρῆν: οὐκ ἔδει οὐδὲ δέον. ΓΘ
ζητεῖν: ἤγουν πολυπραγμονεῖν καὶ σκοπεῖν.
οὐκ ἐχρῆν ζητεῖν τινα: ἡμεῖς δὲ ἀπαλλαγέντες τῶν δακρύων βουλευσώμεθα τίνα τρόπον ἀπαλλαγησόμεθα τῶν κακῶν. αὐτὸς γὰρ μέλλει τὴν τοῦ ἀποδρᾶναι γνώμην εἰσηγεῖσθαι.
τί κινυρόμεθʼ ἄλλως: τί θρηνοῦμεν καὶ ὀδυρόμεθα μάτην καὶ ἀνωφελές; ἐπεὶ αὐτὸς μέλλει τὴν τοῦ ἀποδρᾶναι γνώμην εἰσηγεῖσθαι.
κινυρόμεθʼ θρηνοῦμεν.
ἄλλως ματαίως.
οὐκ ἐχρῆν οὐκ ἔδει.
οὐκ ἐχρῆν περιττὸν τὸ οὔ.
ἄλλως μάτην.
… ἤγουν τίνα τρόπον ἀπαλλαγησόμεθα τῶν κακῶν τοῦ Κλέωνος.
νῷν συνίζησις.
τίς οὖν γένοιτʼ ἂν λέγε σύ: τίς οὖν ἀφορμὴ γένοιτο λέγε σύ· πρὸς τὴν ἐπερώτησιν τοῦ ἑτέρου ὁ ἕτερος πάλιν ἀπεκρίνατο. ἑκάτερος δὲ εὐλαβῶς ἔχει τοῦ εἰπεῖν, διὰ τὸ φοβεῖσθαι δῆθεν τὸν Κλέωνα, καθʼ οὗ συντάττουσι τὴν ἐπιβουλήν. φιλονεικοῦσιν οὖν τίς πρῶτος εἴπῃ.
σὺ μὲν οὖν μοι λέγε: ἀντὶ τοῦ, σὺ εἰπέ, ἵνα εἰπόντος σου μὴ ἀντιλέξω μηδὲ μαχήσωμαί σοι. ἢ οὕτως: σὺ λέγε, ἵνα μὴ εἴπω πρῶτος, καὶ φθονῶν ἀντείπῃς, κἀγώ σοι μάχωμαι.
ἵνα μὴ μάχωμαι ἵνα μὴ διʼ ὄχλου σοι γένωμαι.
οὔ οὐ λέξω.
πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν: ἅτινά με χρή, φησίν, εἰπεῖν, εἴθε ἤκουσα παρὰ σοῦ λεχθέντα. τοῦτο δὲ εἶπε διὰ τὸ φοβεῖσθαι λέγειν.
… τοῦτο εἶπε διὰ τὸ φοβεῖσθαι λέγειν.
… Εὐριπίδου.
… φοβούμενος εἰπεῖν τι τοῦτο λέγει· οἷον εἴθε ἤκουσα παρὰ σοῦ ἃ μέλλω ἐρεῖν.
ἀλλʼ οὐκ ἔνι μοι τὸ θρέττε: ἀντὶ τοῦ θαρσαλέον. οὐδὲ τὸ τυχὸν ἔχω, φησί, περὶ τούτων εἰπεῖν. θρέττε δὲ βαρβαριστί, παρὰ τὸ θαρρεῖν, ἀντὶ τοῦ θρασὺ καὶ ἀνδρεῖον. οὐκ ἔστιν οὖν εἰπεῖν ὃ σὺ διανοῇ· ἠρνήσατο δὲ ἵνα εἰς ἀνάγκην τὸν ἕτερον καταστήσῃ πρότερον συνθέσθαι τι καὶ συμβουλεῦσαι. τὸ δὲ πῶς ἂν οὖν ποτε, ἀντὶ τοῦ οὐ θαρρῶ, φησίν, εἰπεῖν οὐδὲ τὸ τυχόν. βαρβαρίζει δὲ ὡς δοῦλος.
τὸ θρέττε τὸ θαρσαλέον.
θρέττε: ἀντὶ τοῦ θαρσαλέον· θρέττε γὰρ βαρβαρικῶς τὸ θαρρεῖν. βαρβαρίζει δὲ ὁ δοῦλος.
τὸ θρέττε τὸ θαρσαλέον, βαρβαριστί, παρὰ τὸ θαρρεῖν. βαρβαρίζει δὲ ὡς δοῦλος.
κομψευριπικῶς: ἀντὶ τοῦ εὐριπιδικῶς καὶ δεινῶς, οἷον πανούργως. κομψοὶ δὲ παρὰ τοῖς ἀρχαίοις ἐλέγοντο οἱ πανοῦργοι. φησὶν οὖν πῶς ἄν τις εἴποι περιεσταλμένως καὶ λεληθότως, οἱονεὶ μὴ φανερῶς.
κομψευριπικῶς: πανούργως ὡς ὁ Εὐριπίδης.
κομψευριπικῶς πανούργως.
κομψευριπιδικῶς: ἀντὶ τοῦ εὐριπιδικῶς, δεινῶς, πανούργως. κομψοὶ δὲ παρὰ τοῖς ἀρχαίοις ἐλέγοντο οἱ πανοῦργοι.
κομψευριπιδικῶς πανούργως, δεινῶς.
κομψευριπικῶς πανούργως, διὰ τὸ τὸν Εὐριπίδην τοιοῦτον εἶναι κομψὸν καὶ πιθανόν.
μὴ διασκανδικίσῃς: διευριπιδίσῃς· ἡ γὰρ μήτηρ Εὐριπίδου σκάνδικας ἐπίπρασκεν, ὅ ἐστιν ἄγρια λάχανα. ἄλλως: μὴ ἀποδειλιάσῃς, μὴ μεταμελήσῃς. σκώπτει δὲ τὸν Εὐριπίδην ὡς λαχανοπώλιδος υἱόν· σκάνδιξ γὰρ εἶδος λαχάνου.
μὴ διασκανδικίσῃς: μὴ εὐριπιδίσῃς· σκώπτει τὸν Εὐριπίδην ὡς λαχανοπώλιδος υἱόν.
μὴ εὐριπιδίσῃς· ἡ γὰρ μήτηρ αὐτοῦ σκάνδικας ἐπώλει, τουτέστιν ἄγρια λάχανα. σκώπτει δὲ τὸν Εὐριπίδην.
διασκανδικίσῃς δίκην Εὐριπίδου εἴπῃς. σκάνδιξ γὰρ εἶδος λαχάνου ἀγρίου. ἡ δὲ μήτηρ Εὐριπίδου λαχανόπωλις.
ἀπόκινον: φυγήν, ἀποχώρησιν· ἔστι δὲ καὶ εἶδος ὀρχήσεως φορτικῆς ὡς ὁ βαυκισμός· οἱ δὲ μέλος.
ἀπόκινον φυγήν.
λέγε δὴ μόλωμεν: τινὲς τὸ «μόλωμεν» προπερισπῶσι. προσποιεῖται δὲ ὑποτίθεσθαι φεύγειν αὐτὸν καὶ λέγειν «αὐτομολήσωμεν πρὸς τοὺς Λακεδαιμονίους», αὐτὸς παραιτούμενος λέγειν. αὐτομολῆσαι δέ ἐστι τὸ προδοῦναι τοὺς ἰδίους καὶ ἐᾶσαι καὶ ἀπελθεῖν πρὸς τοὺς ἐναντίους ἐπὶ συμμαχίᾳ.
τινὲς τὸ «μόλωμεν» προπερισπῶσι. προσποιεῖται δὲ ὑποτίθεσθαι φεύγειν αὐτὸν καὶ λέγειν «αὐτομολήσωμεν πρὸς τοὺς Λακεδαιμονίους», αὐτὸς παραιτούμενος λέγειν. αὐτομολῆσαι δέ ἐστι τὸ καταλιπεῖν τοὺς ἰδίους ἐν πολέμῳ καὶ προσελθεῖν τοῖς ἐχθροῖς ἐπὶ συμμαχίᾳ.
ἐξόπισθε: κάτοπιν, τουτέστι πρότασσε τοῦ «μόλωμεν» τὸ «αὐτό», εἶτα πάλιν τοῦ «αὐτὸ» τὸ «μόλωμεν». βούλεται δὲ λέγειν, «αὐτομολήσωμεν πρὸς τοὺς Λακεδαιμονίους». αἰνιγματωδῶς καὶ μετὰ δισταγμοῦ λέγει, ποιῶν ἐκεῖνον συνάπτειν τὰς λοιπὰς αὐτῷ συλλαβάς.
ἐξόπισθε ἤγουν πρότασσε τοῦ «μόλωμεν» «αὐτό», ἵνα γένηται «αὐτομόλωμεν».
φάθι ὁ μὲν Ἀπολλώνιος βαρύνει, ὁ δὲ Ἡρωδιανὸς ὀξύνει.
ὥσπερ δεφόμενος: ἀντὶ τοῦ ἀποδέρων τὸ αἰδοῖον. οἱ γὰρ ἁπτόμενοι τῶν αἰδοίων οὐχ ὡς ἤρξαντο, ἀλλὰ σπουδαιότερον κινοῦσι πρὸς τῇ τῆς γονῆς ἐκκρίσει. τοῦτο οὖν λέγει, ὅτι πρῶτον κατὰ μικρόν, εἶτα συνεχῶς λέγε.
δεφόμενος ξυνουσιάζων, ἀποδέρων τὸ αἰδοῖον.
δεφόμενος ἤγουν τοῦ μορίου ἁπτόμενος. οἱ γὰρ ἁπτόμενοι τοῦ μορίου πρὸς ἔκκρισιν τῆς γονῆς οὐχ ὡς ἤρξαντο κινοῦσιν ἀλλὰ σπουδαιότερον, ἐκπυρούμενοι τῇ συνεχείᾳ τῆς κινήσεως.
αὐτὸ μόλωμεν αὐτομόλωμεν: ὡς ἐπιλαμβανόμενος αὐτοῦ τοῦτο λέγει. αὐτομολεῖν δὲ τὸ πρὸς τοὺς πολεμίους ἀπελθεῖν.
ἐπιλαμβανόμενος αὐτοῦ τοῦτο λέγει.
μόλωμεν ὡς ἐπιλαμβανόμενος αὐτοῦ εἶπε καὶ ποιεῖ τὸ προσταχθὲν καὶ συνεχῶς φησιν αὐτό· αὐτομολεῖν δὲ τὸ πρὸς τοὺς πολεμίους ἀπελθεῖν.
μόλωμεν ὡς ἐπιλαμβανόμενος αὐτοῦ τοῦτο εἶπε.
ἢν ἰδού. καὶ ἐν Πλούτῳ «ἢν μεθίεμεν». καὶ παρὰ Θεοκρίτῳ «ἢν ἰδέ τοι τὸ δέπας· θᾶσαι φίλος».
ἢν οὐχ ἡδύ; ἰδού, ἐρωτηματικόν. λέγει δὲ οὐκ ἔστιν ἡδὺ τὸ αὐτομολήσωμεν; ἔθος δὲ ἦν καὶ τοὺς δούλους παρὰ τοὺς πολεμίους φεύγειν, εἰ πάσχοιέν τι κακὸν ὑπὸ τοῦ δεσπότου. τὸ δὲ φεύγειν αὐτομολεῖν λέγουσιν Ἀθηναῖοι. ἄλλως: ὁ τὴν γνώμην λέγων ἐφίστησι τῷ λόγῳ αἰσθανόμενος τοῦ ῥήματος, ὡς ἐξηπατημένος καὶ παρακεκρουσμένος εἰπεῖν τὸ αὐτομολήσωμεν. ἄλλως: μὴ οὐ καλόν, οὐ πρὸς ἡδονὴν ἀποδοκιμάσω σου τὴν συμβουλήν.
οὐχ ἡδύ; ἤγουν οὐκ ἔστιν ἡδὺ τὸ αὐτομολῆσαι;
τὸν οἰωνόν τὸ σημεῖον.
ὁτιὴ τὸ δέρμα τῶν δεφομένων ἀπέρχεται: ὅτι ὥσπερ τῶν δεφομένων τὸ δέρμα ἀπέρχεται, οὕτω καὶ τῶν αὐτομολούντων.
δεφομένων δερομένων.
… τῶν ἀποδερομένων τὸ αἰδοῖον ὑποχωρεῖ ὄπισθεν. μή πως οὖν καὶ ἡμᾶς νοήσαντες Ἀθηναῖοι φεύγοντας κρατήσωσι καὶ ἀποδείρωσι.
κράτιστα αἱρετώτερον, βέλτιον.
νῶϊν συνίζησις.
πρὸς βρέτας: ἄγαλμα θεῶν. προσπεσεῖν δὲ ἱκέτας καθίσαι ἢ καταφυγεῖν.
πρὸς βρέτας: πρὸς ἱερόν, πρὸς τέμενος ἢ πρὸς ἕδος ἢ πρὸς ἄγαλμα θεῶν. βρέτας δὲ εἴρηται ἀπὸ τοῦ βροτῷ ἐοικέναι αὐτό. τὸ δὲ ἐτεόν, ἀληθῶς οὕτω πεπίστευκας, οὕτω καταδέχῃ;
προσπεσεῖν ἀντὶ τοῦ καθικετεῦσαι θεούς.
βρέτας ἄγαλμα θεῶν, παρὰ τὸ βροτῷ ἐοικέναι.
βρεττέτας: ἐν παρολκῇ, παίζων. οὐ μόνον δὲ τῇ γλώττῃ προσέπαιξε, τῇ παρονομασίᾳ τοῦ βρέτας, ἀλλὰ καὶ φησὶν ὅτι εἰ μὴ ἦσαν θεοί, οὐκ ἂν ἤμην θεοῖς ἐχθρός.
φησὶν εἰ μὴ ἦσαν θεοί, οὐκ ἤμην θεοῖς ἐχθρός.
ποῖον βρέτας: ἐν παρολκῇ, παίζων. οὐ μόνον δὲ τῇ γλώττῃ προσέπαιζε τῇ παρανομίᾳ τοῦ βρέτας — βρέτας γὰρ λέγεται τὸ ἀνθρωπόμορφον εἴδωλον ἀπὸ τοῦ βροτῷ ἐοικέναι —, ἀλλὰ φησὶν ὅτι εἰ μὴ ἦσαν θεοὶ οὐκ ἂν ἤμην θεοῖς ἐχθρός.
ἐτεὸν ἡγεῖ γὰρ θεούς;: ἀληθῶς οὕτω πεπίστευκας καὶ ὑπολαμβάνεις εἶναι θεούς;
ποῖον κοινόν.
ἐτεὸν ἀληθῶς.
ἡγῇ νομίζεις.
τεκμηρίῳ μαρτυρίῳ, παραδείγματι.
τεκμηρίῳ παραδείγματι.
… ἤγουν εἰ μὴ ἦσαν θεοί, οὐκ ἂν ἦν θεοῖς ἐχθρός.
εὖ προσβιβάζεις με: πείθεις, παραινεῖς. παίζει ὡς δοῦλος.
προσβιβάζεις πείθεις, παραινεῖς, ἢ στοχάζῃ.
προσβιβάζεις ἤγουν πείθεις, παράγεις με εἰς τοῦτο.
ἀλλʼ ἑτέρᾳ ποι σκεπτέον: ἀλλʼ ἑτέρῳ τρόπῳ δεῖ σκέψασθαι.
ἑτέρα: ἀλλαχῇ, ἕτερόν τι.
ἑτέρᾳ ἑτέρως.
οὐ χεῖρον ἄν: βέλτιον.
οὐ χεῖρον ἀντὶ τοῦ βέλτιον, οὐκ ἄτοπον.
οὐ χεῖρον οὐ κακὸν δηλονότι, ἀλλὰ βέλτιστόν ἐστι τὸ φράσαι ἡμᾶς τοῖς θεαταῖς καὶ οὐκ ἄτοπον.
οὐ χεῖρον οὐκ ἄτοπον, βέλτιον δέ.
οὐ χεῖρον ἤγουν βέλτιον, ἀλλʼ οὐκ ἄτοπον.
παραιτησώμεθα: περιττὴ ἡ παρά· ἔστι γὰρ αἰτησώμεθα, παρακαλέσωμεν. πλεονάζουσι γὰρ καὶ ἐλλείπουσι ταῖς προθέσεσιν Ἀττικοί.
παραιτησόμεθα: τὸ παρὰ περισσόν· πλεονάζουσι καὶ ἐλλείπουσι ταῖς προθέσεσιν Ἀττικοί.
παραιτησόμεθα παρακαλέσομεν.
παραιτησώμεθα περιττὴ ἡ παρά· πλεονάζουσι δὲ καὶ ἐλλείπουσι ταῖς προθέσεσιν Ἀττικοί.
ἐπίδηλον ἡμῖν: δεικνύειν, φησίν, ἡμῖν διὰ τῶν προσώπων εἰ χαίρουσι τοῖς λεγομένοις.
ἐπίδηλον φανερόν.
… ἐκ γὰρ τοῦ προσώπου δηλοῦται ἡ τῆς ψυχῆς διάθεσις.
ποιεῖν κοινή.
ἢν τοῖς ἔπεσι χαίρωσι: ἔπεσι τοῖς ποιήμασιν ἢ τοῖς λεγομένοις ἢ τοῖς ἰάμβοις· πᾶν γὰρ μέτρον ἔπος καλοῦσι· πράγμασι δὲ τοῖς ποιήμασι τοῖς λεγομένοις, ἅ εἰσι σκώμματα.
ἢν τοῖς ἔπεσι χαίρωσι ἐὰν χαίρωσι τοῖς λεγομένοις.
ἔπεσι πᾶν μέτρον ἔπος καλοῦσι.
πράγμασιν σκώμμασιν.
πράγμασιν τοῖς σκώμμασιν ἢ τῇ τοῦ δράματος οἰκονομίᾳ.
ὥσπερ τινὰ οἰκίαν κατασκευάζει τὴν πόλιν. δεσπότην δέ φησι τὸν δῆμον, οἰκέτας δὲ τοὺς προχειριζομένους ὑπʼ αὐτοῦ ὑπηρετεῖν αὐτῷ ἐν τῇ τῶν κοινῶν ἐπιμελείᾳ. ὑπηρέται γάρ τινες εἶναι δοκοῦσι τοῦ δήμου οἱ ἄρχοντες οἱ τῶν κοινῶν προϊστάμενοι.
νῷν ἡμῖν.
… ησθιονιν … ισιηοτικυα … πολλακισα …
ἄγροικος ὀργήν: δύναται ἡ ὀργὴ νῦν κυρίως κεῖσθαι καὶ ἐπὶ τοῦ τρόπου.
ἄγροικος: ἄγριος καὶ σκληρὸς καὶ ἀνήμερος καὶ τραχύς· ἢ ἀφελής. ἀκράχολος δέ, ἤγουν εἰς ὀργὴν πρόχειρος.
τὸν τρόπον ἄγριος καὶ σκληρὸς καὶ ἀνήμερος.
ἄγροικος ὀργήν ἀκράτητος τὸν τρόπον.
ὀργήν τὸν τρόπον.
κυαμοτρώξ: δικαστικός, κυάμους ἐσθίων. κυάμοις δὲ ἐχρῶντο οἱ δικασταὶ διὰ τὸ μὴ καθεύδειν ἢ ἀντὶ ψήφων. ἄλλοι δὲ διὰ τοῦ σ, κυαμοτρώς, ὁ κυάμοις δικάζων, ὁ τιτρώσκων. τούτοις γὰρ ἐχρῶντο ἀντὶ ψήφων. ἄλλως: τρεφόμενος ἀπὸ τῶν κυάμων. ἐπεὶ ἀντὶ ψήφων κυάμοις ἐχρῶντο ἐν ταῖς χειροτονίαις τῶν ἀρχόντων καὶ ἐν ταῖς ἐκκλησίαις. ὡς οὖν τῶν ψηφιζομένων ἀργύριον λαμβανόντων καὶ χειροτονούντων τοὺς διδόντας πλέον οὕτως ὠνόμασε τὸν δῆμον τὸν ἀπὸ τῶν κυάμων τρεφόμενον.
κυαμοτρώξ: ὑπὸ τῶν κυάμων τρεφόμενος. πρὸ γὰρ τῆς εὑρέσεως τῶν ψήφων κυάμοις ἐχρῶντο ἐν ταῖς χειροτονίαις τῶν ἀρχόντων καὶ ἐν ταῖς ἐκκλησίαις· ὡς καὶ τῶν ψηφιζομένων ἀργύριον λαμβανόντων καὶ χειροτονούντων τοὺς διδόντας πλέον. ἀκράχολος δέ, εἰς ὀργὴν εὔκολος.
κυαμοτρώξ: τρεφόμενος ὑπὸ τῶν κυάμων. πρὸ γὰρ τῆς εὑρέσεως τῶν ψήφων κυάμοις ἐχρῶντο. ἄλλοι δέ φασιν ὅτι κυάμους ἤσθιον. κυάμοις δὲ ἐχρῶντο διὰ τὸ μὴ καθεύδειν. ἔστι δὲ τὸ κυαμοτρὼξ ἀντὶ τοῦ φιλόδικος καὶ σκληρός.
κυαμοτρώξ φιλόδικος.
ἀκράχολος μανιώδης, εἰς ὀργὴν εὔκολος.
κυαμοτρώξ ὅτι κυάμοις ἐχρῶντο οἱ δικασταὶ διὰ τὸ μὴ καθεύδειν. οἱ δὲ κυάμοις φασὶν ἐχρῶντο ἀντὶ ψήφων.
πυκνίτης: πνὺξ τόπος Ἀθήνησιν ἔνθα ἔστιν ὅτε ἐκκλησίαζον οἱ Ἀθηναῖοι.
πυκνίτης: πνὺξ τόπος ἐν Ἀθήναις ἔνθα ἡ ἐκκλησία συνεκροτεῖτο. τὸν δῆμον δὲ ὥσπερ πολίτην τῆς πυκνὸς εἶπε. πνὺξ δὲ λέγεται παρὰ τὸ πυκνοῦσθαι ἐκεῖ τοὺς βουλευτάς, ἢ ἀπὸ τοῦ πεπυκνῶσθαι ἐκεῖ τὰς καθέδρας.
πνὺξ: τὸ ἐν Ἀθήναις δικαστήριον.
πυκνίτης ἐν τῇ πνυκὶ συναγόμενος.
πνὺξ τόπος Ἀθήνησιν ἐν ᾧ δικαστήριον ἦν. ἀπὸ τοῦ πυκνοῦσθαι ταῖς καθέδραις.
δύσκολον δὲ δυστράπελον.
δύσκολον γερόντιον: πρεσβύτερον. αἰνίττεται δὲ διὰ τούτου ὁ ποιητὴς τὴν ἱστορίαν ὅτι πρῶτοί τε καὶ αὐτόχθονες οἱ Ἀθηναῖοι.
γερόντιον: αἰνίττεται ὅτι πρωτογόνοι οἱ Ἀθηναῖοι.
ὑπόκωφον δὲ εἶπεν τὸν δῆμον ὅτι οὐ πᾶσιν ἐπείθετο, ἀλλὰ προσεποιεῖτο μὴ ἀκούειν τῶν ἀπολογουμένων.
ὑπόκωφον: ὅτι πολλάκις ἀκούων οὐ προσεποιεῖτο.
ὑπόκωφον ἐθελόκωφον.
ὑπόκωφον ὅτι προσεποιεῖτο μὴ ἀκούειν καὶ οὐκ ἐπείθετο πᾶσιν.
τῇ προτέρᾳ νουμηνίᾳ: τῇ παρελθούσῃ, τουτέστι νεωστί, ἵνα δείξῃ τὸν Κλέωνα οὐ πάλαι τῆς πολιτείας τετυχηκότα. ἐν δὲ ταῖς νουμηνίαις οἱ δοῦλοι ἐπωλοῦντο καὶ οἱ στρατηγοὶ ἐχειροτονοῦντο.
προτέρᾳ ἵνα δείξῃ τὸν Κλέωνα οὐ πάλαι τῆς πολιτείας τετυχηκότα ἀλλὰ νεωστί.
ἐν ταῖς νουμηνίαις οἵ τε δοῦλοι ἐπωλοῦντο καὶ οἱ στρατηγοὶ ἐχειροτονοῦντο καὶ αἱ ἐκστρατεῖαι ἐγίνοντο.
ἐπρίατο ὠνήσατο. Γ
δοῦλον διὰ τὸ εἰπεῖν δεσπότην, καὶ τὸν Κλέωνα δοῦλον εἴρηκεν ἐωνημένον· οὐ γὰρ ἦν αὐτόχθων ἀλλὰ ξένος.
βυρσοδέψην Παφλαγόνα: βυρσέα. συμβαίνει δὲ τούτους ἐκ τοῦ ἐμβρέχειν τὰ δέρματα, καὶ πλείοσιν ἐᾶν αὐτὰ ἡμέραις εἰς τὸ φάρμακον, ἵνα διαλάβοιεν, ἀπὸ τῆς ὀσμῆς τοῦ τε ὕδατος καὶ τῶν δερμάτων μολυνομένους ἄχαρι ὀδωδέναι. διαβάλλει οὖν ὡς δύσοσμον, ἄλλως τε καὶ τὴν εὐτέλειαν δείκνυσι τοῦ Κλέωνος, ἀφʼ οἵας τύχης ὁρμώμενος ἐπρώτευσε τῶν Ἀθηναίων. βυρσοδέψην: ἐπειδὴ ὁ πατὴρ αὐτοῦ Κλεώνυμος ἐργαστήριον εἶχε δούλων βυρσοδεψῶν.
βυρσοδέψην: διὰ τὸ ἐμβρέχειν τὰ δέρματα διαβάλλει ὡς δύσοσμον καὶ ἀφʼ οἵας τύχης ὁρμώμενον ἐπρώτευε τῶν Ἀθηναίων.
καταγνοὺς: θεωρήσας. περιττὴ ἡ κατά, οἷον καταμαθών, καταισθόμενος. πρὸς ἔμφασιν δὲ πλείονα εἶπε τοῦ μαθών.
οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους: διενηνοχέναι φασὶ τὸ καταγνῶναι καὶ ἐπιγνῶναι ταύτῃ, ὅτι τὸ μὲν καταγνῶναι ἰδίως ἐπὶ διαβολῇ καὶ πονηρίᾳ λέγουσιν οἱ παλαιοί, τὸ δὲ ἐπιγνῶναι ἐπὶ τοῦ γνωρίσαι. γνῶναι δὲ χωρὶς τῆς κατά προθέσεως, τὸ μαθεῖν. καταγνοὺς οὖν οἷον καταμαθών, καταισθόμενος.
καταγνοὺς: ἐπὶ διαβολῇ καὶ πονηρίᾳ οἱ παλαιοί. χωρὶς τῆς κατά, γνῶναι τὸ μαθεῖν.
οὗτος καταγνοὺς: παίζει ὧδε. διαφέρει δὲ τὸ καταγνῶναι τοῦ ἐπιγνῶναι, ὅτι τὸ μὲν καταγνῶναι ἰδίως ἐπὶ διαβολῇ καὶ πονηρίᾳ λέγεται, τὸ δὲ ἐπιγνῶναι ἐπὶ τοῦ νοῆσαι.
καταγνοὺς κατʼ ἐπίτασιν ἡ κατά.
καταγνοὺς οἷον καταμαθών. διʼ ἐπίτασιν δὲ ἡ κατά. τὸ καταγνῶναι δὲ ἰδίως ἐπὶ διαβολῇ καὶ πονηρίᾳ λέγουσι, τὸ δὲ ἐπιγνῶναι ἐπὶ τοῦ γνωρίσαι.
ὁ βυρσοπαφλαγών: συνέμιξε τὸ γένος καὶ τὴν τέχνην, ἵνα τὸ πλέον ὀνειδίσῃ, προσθήκης ἑκατέρου γενομένου θατέρου.
ὁ βυρσοπαφλαγών: τὸ γένος καὶ τὴν τέχνην συνέμιξεν ἵνα πλέον σκώψῃ.
βυρσοπαφλαγών συνέμιξε τὸ γένος αὐτοῦ καὶ τὴν τέχνην, ἵνα πλέον ὀνειδίσῃ. δείκνυσι δὲ τὴν εὐτέλειαν τοῦ Κλέωνος, ἀφʼ οἵας τύχης ὁρμώμενος προέστη τῶν Ἀθηναίων. ὁ γὰρ πατὴρ αὐτοῦ Κλεώνυμος ἐργαστήριον εἶχε δούλων βυρσοδεψῶν.
ὑποπεσών ὑποδραμών, ὑπελθών.
ὑποπεσών ὑποδραμών, λαθραίως ὑπελθών.
ᾔκαλλʼ: αἰκάλλειν ἐστὶ τὸ τὸν κύνα τοῖς ὠσὶ καὶ τῇ οὐρᾷ σαίνειν τοὺς ἠθάδας· ἢ ἀπὸ μεταφορᾶς τῶν ἀλεκτρυόνων. κάλλαια γὰρ καλεῖται τούτων τὰ γένεια. πολλαὶ δὲ αἱ λέξεις, ἀλλὰ τὸ σημαινόμενον ἕν. ἐκολάκευε γάρ.
ἐκολάκευʼ κατεπράϋνε.
κοσκυλματίοις: τοῖς περικεκομμένοις καὶ ἀπορριφεῖσι δέρμασι. βούλεται δὲ λέγειν λογαρίοις αἱμύλοις. τὸ δὲ πᾶν αὐτῷ νόημα ὅτι λόγοις ἐξηπάτα τὸν δῆμον, δοκοῦσι μὲν ὠφέλειάν τινα ἔχειν, βλάπτουσι δὲ τὰ μέγιστα. ἄλλως: κοσκύλματα καλοῦνται τὰ περιττά, τὰ περιτεμνόμενα ἀπὸ τῶν καττυματίων. κοσκυλματίοις οὖν λέγει εὐτελέσι ῥήμασιν ἢ πράγμασιν.
κοσκύλματα: τὰ παρακεκομμένα καὶ ἀπορριφέντα δέρματα.
ἤγουν λογαρίοις αἱμύλοις, τουτέστι λόγοις ἐξηπάτα τὸν δῆμον δοκοῦσι μὲν ὠφέλειάν τινα ἔχειν, βλάπτουσι δὲ τὰ μάλιστα· ἢ ἐξηπάτα εὐτελέσι τισι ῥήμασιν ἢ πράγμασιν. ἡ μεταφορὰ ἀπὸ τῶν καττυμάτων τῶν οὐδενὸς ὄντων ἀξίων.
κοσκυλματίοις κολακεύμασι.
κοσκυλματίοις λεπτολογίαις, παραλογισμοῖς, λόγοις θωπευτικοῖς.
κοσκυλματίοις ἤτοι κολακεύμασιν. εἴρηται δὲ ἀπὸ τῶν δερματίων. κοσκυλμάτια γάρ εἰσι τὰ περιτεμνόμενα περιττὰ τμήματα ἀπὸ τῶν δερματίων.
ἐκδικάσας μίαν: ἀντὶ τοῦ δικάσας, ὡσεὶ ἔλεγε γυμνασθείς· ταῦτα δὲ εἰώθασι τοῖς τρυφῶσιν οἱ κόλακες λέγειν. τοῦτο, φησί, κολακεύων ἔλεγε τὸν Δῆμον. λείπει δὲ ἡμέραν, ἵνʼ ᾖ, μίαν ἡμέραν ἐάσας ἀδίκαστον. ἄλλως: ἀντὶ τοῦ δικάσας. μίαν δὲ ἐπειδὴ καὶ δύο ἐνίοτε καὶ πλείω οἱ αὐτοὶ ἐδίκαζον. Θ
μίαν τοῦτο, φησί, κολακεύων ἔλεγε τῷ Δήμῳ. λείπει δὲ ἡμέραν, ἵνʼ ᾖ, μίαν ἡμέραν ἐάσας ἀδίκαστον.
ἔνθου: ἐπὶ τοῦ ψωμοῦ καὶ τοῦ ἀκόλου οὕτω λεκτέον, καὶ ὅλως τοῦ φαγεῖν.
ἔντραγʼ: οὕτως Ἀττικοὶ τὸ ἀκρατίζειν. καὶ Μένανδρος «παλαιὸν ἐντραγεῖν». ὁ γὰρ οἰκέτης ἐστί, βαρύτερον τὴν πρὸς τοὺς δοκοῦντας εἶναι ποιούμενος τρυφήν, παρονειδίζων ὅτι τοσαῦτα ἀποστέλλεται οὐκ ἐπὶ δεῖπνον, ἀλλʼ ἀκρατισμόν.
τριώβολον: τὸν δικαστικὸν μισθόν, ἐπεὶ τριώβολον ἐλάμβανον.
ἔχε τριώβολον: ὡς τοσούτου ὄντος τοῦ δικαστικοῦ νῦν καὶ τοῦ ἐκκλησιαστικοῦ. οὐχ ὁμοίως δὲ οὐδὲ τὸ αὐτὸ διώριστο, ἀλλὰ κατὰ διαφόρους καιροὺς διάφορος ἦν καὶ ὁ μισθός.
ἔνθου ἀπὸ τοῦ θῶ, τὸ εὐωχοῦμαι. ὁ μέλλων θώσω. τὸ ἔνθω ἀφʼ οὗ οἱ Δωριεῖς θωρεῖσθαι λέγουσι τὸ εὐωχεῖσθαι. καὶ ἀλλαχοῦ ἔνθεσιν οὗτος ἔλεγε τὴν τροφήν. τὸ ἐντραγεῖν δὲ ἐπὶ τοῦ ἀκρατισμοῦ λέγεται. καὶ Μένανδρος «παλαιὸν ἐντραγεῖν».
ἔνθου φάγε.
ἔνθου χαῖρε.
ἔνθου καὶ ἐπὶ ὅλου τοῦ φαγεῖν τοῦτο λεκτέον, οὐ μόνον ἐπὶ ψωμοῦ.
ῥόφησον πίε.
ἔντραγʼ τραγήματα φάγε.
ἔντραγʼ ἀκράτισον, φάγε.
τριώβολον τὸν δικαστικὸν μισθόν· τριώβολον γὰρ ἐλάμβανον.
δόρπον τὸ ἑσπερινὸν φαγεῖν.
δόρπον τὸ ἐν ἑσπέρᾳ φαγεῖν.
καὶ πρώην γʼ ἐμοῦ καὶ πρὸ ὀλίγου ἐμοῦ.
πρώην πρὸ ὀλίγου.
κεχάρισται εἰς χάριν δίδωσι.
μᾶζαν μεμαχότος: μᾶζαν λέγει τὰ πεφυρμένα ἄλευρα. ὡς ἐπὶ τροφῆς δὲ τὸ κατόρθωμα εἶπεν.
ἄλλως: τοῦτο ἀφʼ ἱστορίας τέθεικεν, ἧς μέμνηται καὶ Θουκυδίδης. ἔχει δὲ οὕτως. Δημοσθένης στρατηγὸς Ἀθηναίων, ἀποσταλεὶς εἰς Σικελίαν διὰ τὸν αὐτόθι πόλεμον, παραπλέων τὴν Πύλον καὶ τὴν Σφακτηρίαν δυνάμει προλαβών, τριακοσίους εἴληφεν αἰχμαλώτους, καὶ ἐδήλωσεν Ἀθηναίοις, .... τί βούλονται περὶ τούτων γενέσθαι. ἄλλων δὲ ἄλλα λεγόντων Κλέων ἀναστὰς ἐπηγγείλατο ἡμερῶν ἀριθμὸν προσθείς, εἴσω ἐκείνων ἄξειν αὐτούς, ὡς γέλωτα πολὺν κατʼ αὐτοῦ γενέσθαι, ἀγαγὼν δὲ αὐτοὺς ὡς ἰδίαν πρᾶξιν κατορθώσας ἐπεσεμνύνετο. ἄλλως: ἐν τῇ Πύλῳ: τόπος δὲ οὗτος τῆς Λακωνικῆς στενός, διείργων καὶ ἀποχωρίζων τὰς ἀπὸ τῆς Θεσσαλίας καὶ Λακεδαιμονίας εἰσβολάς. ἔνθα καὶ Λεωνίδας πρότερον τῶν Μακεδόνων βασιλεὺς ἅμα τῶν Σπαρτιατῶν ἀντέστη Ξέρξῃ τῷ τῶν Περσῶν βασιλεῖ, καὶ πολλοὺς τῶν Περσῶν ἀποκτείνας, ἀριστεύων ἐτελεύτησε, κυκλωθεὶς ἐκ προδοσίας, Ἐφιάλτου τινὸς δείξαντος τοῖς Πέρσαις διὰ τῶν ὀρῶν ὁδόν. ἐνταῦθα οὖν ὁ Δημοσθένης ἀπόβασιν ποιησάμενος σὺν ὀλίγοις, ἐξετείχισε τὸ χωρίον καὶ κατέστησε φρούριον. βοηθησάντων δὲ τῶν Λακεδαιμονίων διὰ τάχους Βρασίδου στρατηγοῦντος, αὐτός τε ὁ Βρασίδας ἀπέβαλε τὴν ἀσπίδα καὶ πολλοὶ τῶν Λακεδαιμονίων ἀπέθανον ἐν τῇ μάχῃ. ἔνιοι δὲ κατέφυγον καταπονούμενοι εἰς τὴν καταντικρὺ νησίδα τὴν Σφακτηρίαν. καὶ αὐτὸς ὁ Δημοσθένης μετεπέμψατο ἀπὸ τῶν Ἀθηναίων, ὡς ἂν πλείονι δυνάμει χρησάμενος τοὺς ἄνδρας ἐκπολιορκοίη. ὁ οὖν Κλέων, γνοὺς ὅτι ὑπὸ τῆς ἀνάγκης καὶ λιμοῦ καὶ δίψους οὐχ οἷοί τε ἔσονται πλείοσιν ἀντέχειν ἡμέραις, ἐπεὶ καὶ τοῦτο ἤγγελλον οἱ ἀπὸ τοῦ στρατοπέδου ἀφικνούμενοι, παρελθὼν εἰς τὸν δῆμον, εἰ λάβοι δύναμιν, ὡς αἰτεῖ Δημοσθένης, κατεπηγγείλατο ἐντὸς εἴκοσιν ἡμερῶν παραστήσειν τοὺς πολιορκουμένους. καὶ οὕτως ἐκπλεύσας καὶ τοὺς Λακεδαιμονίους λαβών, ἔδοξεν αὐτοῖς κατορθοῦν τὸ τοῦ Δημοσθένους ὁ Κλέων. ἐπειράθη γὰρ ὑφαρπάσαι τὸ τέλος τῶν ἐκείνου πόνων.
ἡ περὶ τῆς Πύλου ἱστορία: ὁ Κλέων ἔδοξεν κατορθοῦν πλέον Δημοσθένους ὑφαρπάσας τὸ τέλος τῶν ἐκείνου πόνων. στρατηγὸς γὰρ ὢν Ἀθηναίων ὁ Δημοσθένης ἀποσταλεὶς εἰς Σικελίαν διὰ τὸν αὐτόθι πόλεμον, πολλοὶ τῶν Λακεδαιμονίων ἀπέθανον ἐν τῇ μάχῃ. ἔνιοι καταπονούμενοι κατέφυγον εἰς Φακτηρίαν — τόπος δὲ οὗτος τῆς Λακωνικῆς στενός —, οὓς καταστήσας εἰς πολιορκίαν μετεπέμψατο στρατιὰν ἀπὸ τῶν Ἀθηναίων. ὁ οὖν Κλέων γνοὺς αὐτοὺς ὑπὸ λιμοῦ καὶ δίψης μὴ οἵους τε ὄντας ἀντέχειν ἐπηγγείλατο, εἰ λάβοι δύναμιν ἣν αἰτεῖ Δημοσθένης, ἐντὸς εἴκοσιν ἡμερῶν ἀναστῆσαι τοὺς πολιορκουμένους. ἐκπλεύσας οὖν αὐτοὺς ἔλαβεν.
ἱστορία ὅπως παρεστήσατο τὴν Πύλον Κλέων: ἡ περὶ τῆς Πύλου ἱστορία, ἧς καὶ Θουκυδίδης μέμνηται, ἔχει οὕτως. Δημοσθένης στρατηγὸς Ἀθηναίων κατὰ Λακεδαιμονίων ἐκστρατευσάμενος καὶ τοὺς μὲν ἑλών, τοὺς δὲ καταφυγόντας εἰς Πύλον πολιορκῶν, οὐκ ἠδυνήθη παραχρῆμα ἑλεῖν· πέμψας οὖν πρὸς Ἀθηναίους πλείονα δύναμιν ᾔτει ὥστε αὐτοὺς παραστήσασθαι· ἄλλων δὲ ἄλλα λεγόντων Κλέων πανουργότατος ὢν καὶ γνοὺς ὅτι ὑπὸ τῆς πολιορκίας καὶ τοῦ λιμοῦ καὶ τῆς δίψης οὐχ οἷοί τʼ ἔσονται πολλαῖς ἀντέχειν ἡμέραις — ἐλέγετο γὰρ καὶ τοῦτο παρὰ τῶν ὑπὸ Δημοσθένους ἀποσταλέντων —, παρελθὼν εἰς τὸν δῆμον ἐπηγγείλατο ἐντὸς ἡμερῶν εἴκοσι παραστήσεσθαι τοὺς πολιορκουμένους εἰ λάβοι τὴν δύναμιν ἣν Δημοσθένης αἰτεῖ. προχειρισθεὶς οὖν στρατηγὸς καὶ ἀπελθὼν μετὰ πλείονος δυνάμεως παρεστήσατο Πύλον καὶ τοὺς ἐκεῖ Λακεδαιμονίους εἷλε καὶ ἔδοξεν εὐδοκιμηκέναι, τὸ τέλος ὑφαρπάσας τῶν πόνων τοῦ Δημοσθένους. μέμνηται δὲ καὶ ἐν Νεφέλαις ταύτης τῆς ἱστορίας λέγων «τοῖς ἐκ Πύλου ληφθεῖσι τοῖς Λακωνικοῖς».
μεμαχότος φυράσαντος.
μᾶζαν μεμαχότος τὰ πεφυρμένα ἄλευρα μαλάξαντος καὶ ἀρτοποιήσαντος· ὡς ἐπὶ τροφῆς δὲ τὸ κατόρθωμα τὸ ἐν Πύλῳ εἶπεν.
πανουργότατα λίαν πανούργως.
περιδραμὼν ἀπατήσας, περιελθών.
περιδραμὼν ὑποδραμὼν τὸν Δῆμον.
ὑφαρπάσας κρυφίως λαβών.
μεμαγμένην: παρεσκευασμένην καὶ ἐν ἑτοίμῳ γενομένην.
παρέθηκε αὐτῷ εἰς βρῶσιν.
μεμαγμένην κατεσκευασμένην.
ἀπελαύνει ἀποδιώκει, ἀποσοβεῖ.
κοὐκ ἐᾷ τοῦτο πρὸς τὸ ἄλλον σύναπτε.
ἀλλὰ βυρσίνην ἔχων: ἀπὸ τοῦ μυρσίνην. βυρσίνη δὲ ῥυτὴρ ἢ ἱμάς. ἔπαιξε δὲ παρὰ τὸ βυρσοδέψην εἶναι τὸν Κλέωνα, ἐναλλαγὴν στοιχείου ἐργασάμενος. ἔδει γὰρ εἰπεῖν μυρσίνην ἔχων ἀποσοβεῖ τὰς μυίας. ταύτῃ γὰρ ἐστεφανοῦντο οἱ στρατηγοί. βυρσίνην δέ, εἶπεν, ἔχων ἀποσοβεῖ τοὺς ῥήτορας, ὡς πρὸς βυρσοδέψην.
ἀλλὰ βυρσίνην ἔχων: ἔπαιξε δὲ παρὰ τὸ βυρσοδέψην εἶναι τὸν Κλέωνα. ἔδει γὰρ εἰπεῖν μυρσίνην. παραγραμματισμῷ οὖν ἐχρήσατο, ἀντὶ τοῦ μ τῷ β. ταῖς γὰρ μυρσίναις ἀποσοβοῦσι τὰς μυίας. ὁ δὲ τοὺς ῥήτορας εἶπεν.
βυρσίνην ἔδει εἰπεῖν μυρρίνην ἔχων ἀποσοβεῖ τὰς μυίας· ταύτῃ γὰρ ἐστεφανοῦντο οἱ στρατηγοί· ὁ δὲ ἐναλλαγὴν ποιησάμενος τῶν στοιχείων, βυρσίνην, εἶπεν, ἔχων ἀποσοβεῖ τοὺς ῥήτορας. παρὰ τὸ βυρσοδέψην εἶναι τὸν Κλέωνα.
βυρσίνην δέον μυρρίνην.
δειπνοῦντος δικάζοντος.
τοὺς ῥήτορας δέον εἰπεῖν τὰς μυίας.
εἶθʼ ὁ γέρων σιβυλλιᾷ: περὶ τὸν χρόνον τοῦτον ταραχώδη ὄντα εἰκὸς πολλὰ τοιαῦτα γίγνεσθαι. σιβυλλιᾷ δέ, χρησμῶν ἐρᾷ καὶ ἐπιθυμεῖ· ἢ παραληρεῖ, ἐπειδὴ ἡ Σίβυλλα μακρόβιος· ἢ τοῖς χρησμοῖς ἥδεται· ἢ ἀπατᾶται· ἢ μαντικῶς ἔχει, χρησμοὺς φαντάζεται· χρησμολόγος γὰρ Ἐρυθραία ἦν ἡ Σίβυλλα· ἢ μέγα φρονεῖ καὶ ἐπαίρεται.
χρησμολόγος γὰρ ἡ Σίβυλλα. σιβυλλιᾷ, χρησμῶν ἐρᾷ, ἢ μέγα φρονεῖ καὶ ἐπαίρεται.
σιβυλλιᾷ: χρησμῶν ἐρᾷ ἢ παραληρεῖ, ἐπειδὴ ἡ Σίβυλλα μακρόβιος· ἢ τοῖς χρησμοῖς ἥδεται· ἢ ἀπατᾶται· ἢ μέγα φρονεῖ καὶ ἐπαίρεται· ἢ ὑπὸ τῶν χρησμῶν ἐνθουσιᾷ· ἡ Σίβυλλα γὰρ χρησμῳδὸς ἦν.
γέρων ὁ δεσπότης, τουτέστιν ὁ δῆμος.
σιβυλλιᾷ χρησμῶν ἐρᾷ, ἤγουν ἀπατᾶται.
σιβυλλιᾷ χρησμῶν ἐρᾷ· χρησμολόγος γὰρ ἡ Ἐρυθραία Σίβυλλα.
μεμακκοακότα: τὰ Μακκοῦς φρονοῦντα, ἀνοηταίνοντα. Μακκὼ γὰρ καὶ Λαμὼ ἐγένοντο ἐνεαί, τουτέστι βαρέως νοοῦσαι. ἢ παραφρονοῦντα, ληροῦντα. γέγονε παρὰ τὸ μάταια κοεῖν, ὅ ἐστι νοεῖν. ὅθεν θυοσκόος, παρὰ τὸ θύω καὶ τὸ κοῶ, ὃ σημαίνει τὸ νοῶ.
μεμακοότα: τὰ μακρὰ φρονοῦντα. γέγονε δὲ παρὰ τοῦ μάταια φρονεῖν. τοῦτο γὰρ τὸ κοεῖν, ἤτοι τὸ νοεῖν. μωρὰ γὰρ ἡ Μακκὼ ἦν. ὅθεν καὶ θυοσκόος, ἀπὸ τοῦ θύω καὶ τοῦ κοῶ, ὃ δηλοῖ τὸ νοῶ.
ἄντικρυς: προδήλως, ὁμολογουμένως. ηὔξησε δὲ τὴν ἀναίδειαν διὰ τοῦ φανερῶς καταψεύδεσθαι. ἄλλως: φανερῶς· δεῖγμα δὲ ὑπερβαλλούσης ἀναισχυντίας τὸ φανερῶς καταψεύδεσθαι.
τέχνην πεποίηται: ἀντὶ τοῦ μηχανήν, ἢ ἀντὶ τοῦ εἰς ἔργον αὐτῷ καὶ τέχνην προκεχώρηκεν.
τέχνην μηχανήν.
ἄντικρυς φανερῶς.
μαστιγούμεθα ὡς οἰκέται μαστιγούμεθα.
περιθέων περιερχόμενος.
δωροδοκεῖ: δῶρα λαμβάνει καὶ διασείει. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ διδόντος.
δωροδοκεῖ δῶρα δέχεται.
δωροδοκεῖ δῶρα λαμβάνει· τίθεται γὰρ καὶ ἐπὶ τοῦ διδόντος ἡ λέξις καὶ ἐπὶ τοῦ λαμβάνοντος.
Ὕλαν ὡς ὄνομα οἰκέτου πέπλακεν.
εἰ μή μʼ ἀναπείσετʼ: ἀντὶ τοῦ ἀναπείσετε χρήμασι. διαβάλλει δὲ αὐτὸν ὡς δωροδοκούμενον καὶ προδιδόντα τὴν πόλιν. ἄλλως: εἰ μὴ πιστὸν ποιήσετε· τουτέστιν εἰ μὴ μισθόν τινά μοι δώσετε.
ἀναπείσετε ἤγουν ἐν δώροις· διαβάλλει αὐτὸν ὡς δωροδόκον.
ἀναπείσετε χρήμασιν. διαβάλλει δὲ αὐτὸν ὡς δωροδοκοῦντα καὶ προδιδόντα τὴν πόλιν.
πατούμενοι ὑβριζόμενοι, θλιβόμενοι.
ὀκταπλάσιον χέζομεν: πολλῷ πλείονα, ἵνʼ ᾖ τὸ νοούμενον ὅτι μικροῖς λήμμασιν ἀποδίδονται τῆς πόλεως τὰ πράγματα, ἀφʼ ὧν ὠφέλεια μείζων ἐδύνατο γίγνεσθαι τῇ πόλει.
παίζει ἐνταῦθα εἰπὼν ὀκταπλάσιον ἀντὶ τοῦ πολλῷ πλέον, ἵνʼ ᾖ τὸ νοούμενον ὅτι λήμμασιν ἀποδίδονται τῆς πόλεως τὰ πράγματα, ἀφʼ ὧν ὠφέλεια μείζων ἐδύνατο γενέσθαι τῇ πόλει.
χέζομεν ζημιούμεθα.
ἀνύσαντε: ἀντὶ τοῦ ἅπαξ εἰς τοῦτο γενόμενοι.
ἀνύσαντες ταχύναντες.
ἀνύσαντες σπεύσαντες.
φροντίσωμεν τοῦ αὐτομολῆσαι καὶ χωρῆσαι πρὸς τοὺς πολεμίους.
νὼ ἡμᾶς.
τρεπτέον πορευτέον.
τρεπτέον ἄξιον τράπεσθαι.
κράτιστʼ ἐκείνην: ἄμεινον ἐπὶ τὸ αὐτομολήσωμεν, τουτέστι χωρῆσαι πρὸς τοὺς ἐναντίους.
βέλτιον τὸ αὐτομολῆσαι καὶ χωρῆσαι πρὸς τοὺς πολεμίους.
κράτιστʼ ἐκείνην ἄμεινον πρὸς ἐκείνην.
τὴν μόλωμεν τὸ αὐτομολῆσαι πρὸς τοὺς πολεμίους.
οὐχ οἷόν τε οὐ δυνατόν.
τὸ δʼ ἕτερον: πάλιν τῆς Πύλου μέμνηται, ἐπεὶ ὁ Κλέων ἐν αὐτῇ συνεχῶς ἠλαζονεύετο. ὡς ἄλλο μηδʼ ὁτιοῦν κατορθώσαντος αὐτοῦ, ἀλλὰ πένητος ὄντος τοῖς κατορθώμασιν.
τῇ ἐκκλησίᾳ συνίζησις.
διαβεβηκότος ἀντὶ τοῦ διεσχηκότος.
ἐν Χάοσι: Θρᾴκης ἔθνος οἱ Χάονες. παρέλαβε δὲ τὸ ὄνομα, ἵνα τὸ κεχηνέναι δηλώσῃ. Χάονες δὲ δῆμος τῶν Θεσπρωτῶν ἢ βάρβαρον ἔθνος. ἄλλως: οἱ μὲν τῆς Ἠπείρου, οἱ δὲ τῆς Θρᾴκης τοὺς Χάονας. ἅμα δὲ τοὺς εὐρυπρώκτους διασύρει, διὰ τὸ χαίνειν τὸν πρωκτόν.
ὡς εὐρύπρωκτον διαβάλλει. παρὰ τὸ κεχηνέναι Χάοσιν εἶπεν. Θρᾴκης δὲ ἔθνος οἱ Χάονες.
ἔθνος Θρᾴκης οἱ Χάονες. παρέλαβε δὲ τὸ ὄνομα ἵνα τὸ κεχηνὸς τοῦ Κλέωνος δηλώσῃ περὶ τὰ χρήματα. διασύρει δὲ καὶ τοὺς εὐρυπρώκτους διὰ τὸ χαίνειν τὸν πρωκτόν.
ἐν Χάοσι ἔθνος Θρᾴκης οἱ Χάονες.
τὼ χεῖρʼ ἐν Αἰτωλοῖς: ἀπὸ τοῦ πράγματος τὸ ὄνομα λέγει· οὐκ ἐν Αἰτωλίᾳ, ἀλλʼ ἐν τῷ αἰτεῖν. τὸ δʼ ἐν Κλωπιδῶν ἐναλλαγὴ πάλιν στοιχείου, τοῦ ρ εἰς τὸ λ. Κρωπίδαι γὰρ δῆμος τῆς Λεοντίδος φυλῆς. ἔπαιξεν οὖν παρὰ τὸ κλέπτειν.
ἀπὸ τοῦ ὀνόματος τὸ πρᾶγμα λέγει· οὐκ ἐν Αἰτωλίᾳ, ἀλλʼ ἐν τῷ αἰτεῖν.
παρὰ τὸ κλέπτειν· εἰσὶ δὲ Κεκροπίδαι δῆμος· τὸ λ ἀντὶ τοῦ ρ παρεγραμμάτευσεν.
ἐν Αἰτωλοῖς ἤγουν ἐν τῷ αἰτεῖν.
Κλωπιδῶν παρὰ τὸ κλέπτειν.
ἐν Κλωπιδῶν ἐν τῷ κλέπτειν.
σκόπει σκέπτου, διανοοῦ.
αἷμα ταύρειον: δηλητήριον λέγεται τὸ αἷμα τοῦ ταύρου πινόμενον.
… μιστοκλʼ. Θεμιστοκ … φυγαδεύθη καὶ παρεγένετο εἰς τ … σων χώραν κ … ρα Περσῶν καὶ ἐστρατεύσατο ἐπ … ακιεντηισα … ησεν ἑαυτὸν τοῦ βίου αἷμα τ … υσαθη … πρὸς τοὺς εὐεργέτ …
ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος: Θεμιστοκλῆς ὁ καταναυμαχήσας ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ τοὺς βαρβάρους, εἶθʼ ὕστερον φυγαδευθεὶς ὑπὸ τῶν Ἀθηναίων ἐπὶ προδοσίας αἰτίᾳ ψευδεῖ, κατέφυγε πρὸς Ἀρταξέρξην τὸν Ξέρξου παῖδα. καὶ τιμηθεὶς τὰ μέγιστα παρʼ αὐτῷ, ὡς καὶ τρεῖς πόλεις εἰς ὄψον καὶ ἄρτον καὶ οἶνον λαβεῖν, Μαγνησίαν, Μυοῦντα, Λάμψακον, ἐπηγγείλατο αὐτῷ καταδουλώσασθαι τὴν Ἑλλάδα, δύναμιν εἰ λάβοι. παραγενόμενος δὲ ἅμα τῷ στρατεύματι εἰς Μαγνησίαν καὶ καταγνοὺς ἑαυτοῦ, εἰ διʼ αὐτοῦ σωθέντες οἱ Ἕλληνες εἶτα διʼ αὐτοῦ δουλεύσουσι βαρβάροις, προφάσει χρησάμενος ὡς θυσίαν ἐπιτελέσαι βούλοιτο καὶ ἱερουργῆσαι τῇ Λευκόφρυϊ Ἀρτέμιδι καλουμένῃ, τῷ ταύρῳ ὑποθεὶς τὴν φιάλην καὶ ὑποδεξάμενος τὸ αἷμα, χανδὸν πιὼν ἐτελεύτησεν εὐθέως. οἱ δέ φασιν ὅτι συνειδὼς ὁ Θεμιστοκλῆς ὅτι οὐχ οἷός τʼ ἦν διαπράξασθαι τῷ βασιλεῖ ἅπερ ἐπηγγείλατο, οὕτως ἐπὶ τὴν τοῦ θανάτου αἵρεσιν παρεγένετο. τοῦτον οὖν τὸν τρόπον βέλτιον εἶναί φασι καὶ αὐτοὺς ἀποθανεῖν, κατὰ ζῆλον τοῦ Θεμιστοκλέους. διαβάλλει δὲ τοὺς Ἀθηναίους ὡς κακοὺς πρὸς τοὺς εὐεργέτας. ἄλλως: μετὰ τὴν Ξέρξου φυγὴν Λακεδαιμόνιοι προδοσίας κρίνουσι καὶ φονεύουσι Παυσανίαν τὸν ἴδιον βασιλέα, Κλεομβρότου καὶ Ἀλκαθέας υἱόν. ἐγκότως δὲ διακείμενοι πρὸς Θεμιστοκλέα διὰ τὸν τειχισμὸν τῆς Ἀττικῆς, μεταστέλλονται αὐτὸν εἰς κρίσιν, φάσκοντες Παυσανίαν ὡμολογηκέναι καὶ αὐτὸν κοινωνεῖν τῇ προδοσίᾳ. Ἀθηναίων δὲ βουλομένων ἀποστέλλειν αὐτόν, φυγὼν ἧκε πρὸς Ἀρταξέρξην. καὶ Μηδικὴν φωνὴν μαθὼν ἐδίδαξεν αὐτὸν πῶς ἔσωσε τὸν πατέρα Ξέρξην μὴ συγχωρήσας τοῖς Ἕλλησι διαλῦσαι τὰ ἐπὶ Σηστοῦ καὶ Ἀβύδου διαζεύγματα. ἐφʼ οἷς εὐχαριστήσας ὁ βασιλεὺς δωρεῖται αὐτῷ τρεῖς πόλεις, Μαγνησίαν εἰς σῖτον, Λάμψακον εἰς οἶνον, Μυοῦντα εἰς ὄψα, ὡς δὲ Νεάνθης, καὶ Περκώτην εἰς στρωμνὴν καὶ Παλαίσκηψιν εἰς στολήν. στρατὸν δὲ παραλαβὼν ἀπʼ αὐτοῦ ἐπὶ πορθήσει τῆς Ἑλλάδος περὶ τὴν Ἰωνίαν ἐν Μαγνησίᾳ γενόμενος, θύων, ὡς εἴρηται ἄνω, τελευτᾷ, καὶ κατὰ θάνατον τὸν μισοβάρβαρον ἐνδεικνύμενος τρόπον. λοιμωξάντων δὲ Ἀθηναίων, ὁ θεὸς εἶπε μετάγειν τὰ ὀστᾶ Θεμιστοκλέους. Μαγνήτων δὲ μὴ συγχωρούντων, ᾐτήσαντο ἐπὶ τριάκοντα ἡμέραις ἐναγίσαι τῷ τάφῳ. καὶ περισκηνώσαντες τὸ χωρίον λάθρα κομίζουσιν ἀνορύξαντες τὰ ὀστᾶ. Σύμμαχος δέ φησι ψεύδεσθαι περὶ Θεμιστοκλέους. οὔτε γὰρ Ἡρόδοτος οὔτε Θουκυδίδης ἱστορεῖ. ἔστι γοῦν ἀπὸ Σοφοκλέους Ἑλένης «ἐμοὶ δὲ λῷστον αἷμα ταύρειον πιεῖν, καὶ μὴ ʼπὶ πλεῖον τῶνδʼ ἔχειν δυσφημίας.» τινὲς δέ φασιν ὅτι Σοφοκλῆς περὶ Θεμιστοκλέους τοῦτό φησι. ψεύδονται δέ· οὐ γάρ ἐστι πιθανόν.
ἱστορία ὅπως ἀπέθανε Θεμιστοκλῆς. Θεμιστοκλῆς ὁ καταναυμαχήσας ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ Ξέρξην καὶ τοὺς σὺν αὐτῷ βαρβάρους, ψευδῶς ἐπὶ προδοσίᾳ διαβληθεὶς ὑπʼ Ἀθηναίων φυγὼν πρὸς Ἀρταξέρξην τὸν Ξέρξου παῖδα καὶ διδάξας αὐτὸν ὅπως ἔσωσε τὸν πατέρα αὐτοῦ Ξέρξην μὴ συγχωρήσας τοῖς Ἕλλησι διαλῦσαι τὰ ἐπὶ Σηστοῦ καὶ Ἀβύδου διαζεύγματα οὕτως ἐτιμήθη παρʼ αὐτοῦ μεγαλοπρεπῶς, ὡς καὶ τρεῖς πόλεις λαβεῖν, Μαγνησίαν μὲν εἰς σῖτον, Λάμψακον δὲ εἰς οἶνον, Μυοῦντα δὲ εἰς ὄψα· ὡς δὲ Κλεάνθης φησί, καὶ Περκώτην εἰς στρωμνὴν καὶ τὴν Παλαίσκηψιν εἰς στολήν. οὕτω δὲ φιλοτίμως προσδεχθεὶς ἐπηγγείλατο αὐτῷ καταδουλώσασθαι τὴν Ἑλλάδα εἰ λάβοι δύναμιν. παραγενόμενος οὖν ἅμα τῷ στρατηγῷ εἰς Μαγνησίαν καὶ καταγνοὺς ἑαυτοῦ, εἰ τοὺς διʼ αὐτὸν σωθέντας Ἕλληνας δούλους τοῖς βαρβάροις καταστήσειεν, προφάσει χρησάμενος ὡς θυσίαν ἐπιτελέσαι βούλοιτο τῇ Λευκοφρυΐδι Ἀρτέμιδι καλουμένῃ, τῷ ταύρῳ ὑποθεὶς τὴν φιάλην, καὶ ὑποδεξάμενος τὸ αἷμα, χανδὸν πιὼν ἐτελεύτησεν εὐθέως· οἱ δέ φασιν ὅτι συνειδὼς ὡς οὐχ οἷός τʼ ἦν διαπράξασθαι ὅπερ ἐπηγγείλατο, τὸν θάνατον προὔκρινε. φησὶ γοῦν καὶ οὗτος ὡς βέλτιον καὶ ἡμᾶς ἀποθανεῖν κατὰ ζῆλον Θεμιστοκλέους. διαβάλλει δὲ Ἀθηναίους ὡς κακοὺς πρὸς τοὺς εὐεργέτας.
Θεμιστοκλέους καὶ οὗτος γὰρ ταύρου αἷμα πιὼν ἀπέθανεν.
ἀγαθοῦ δαίμονος: αἰρομένης τῆς τραπέζης μετὰ τὸ δεῖπνον ἄκρατος περιεφέρετο καὶ ἐκαλεῖτο ἀγαθοῦ δαίμονος. ἄλλως: τὸ πρῶτον ποτήριον ἀγαθοῦ δαίμονος ἔπινον, τουτέστιν ἀγαθοῦ θεοῦ. εὐφημεῖ δὲ τὸν Διόνυσον, ὡς πάτριον θεόν, ἐπειδὴ καὶ ἐν τῇ τοῦ Διονύσου ἑορτῇ, τουτέστι τοῖς Διονυσίοις, ἠγωνίζοντο οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταί.
ἄλλοι δέ φασιν ὡς πρὸ τοῦ γεύματος πρῶτον πινόμενον ἄκρατον ἀγαθοῦ δαίμονος ἐκάλουν.
χρηστόν ἀγαθόν, συμφέρον.
περὶ ποτοῦ γάρ ἐστί σοι οὐκ ἐν τούτῳ, φησί, νῦν ἡμῖν τὰ πράγματα.
ἄληθες οὗτος: προπαροξυτόνως ἀναγνωστέον. αὕτη γὰρ ἡ χρῆσις τῶν Ἀττικῶν, ὅτε σημαίνει τὸ ἀληθῶς λέγεις; ὅτε δὲ ὀξύνεται, τὸ ὄνομα.
κρουνοχυτρολήραιον εἶ: ἀντὶ τοῦ φλυαρὸς εἶ· κρουνὸς γὰρ τὸ χύδην καὶ ἀκρίτως καὶ ἀθρόως ῥέον· λῆρος δὲ τὸ μάταιον. συνέθηκεν οὖν ἀπὸ τοῦ κρουνοῦ καὶ τοῦ ληρεῖν καὶ τῆς χύτρας, ἀναισθήτου οὔσης, ἵνα τὸ ὅλον δηλώσῃ τὸν ἀναίσθητον καὶ ἀνόητον καὶ περιττολόγον.
κρουνοχυτρολήραιον ἤγουν φλυαρός.
οἴνου γὰρ εὕροις ἄν τι: Ὁμηρικὸν τὸ νόημα· «ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει». Ἡρόδοτος δὲ τοὺς Πέρσας τοῦτον τὸν τρόπον βουλεύεσθαί φησιν. εἰ μὲν οὖν εἰσηγήσαιντό τινα νήφοντες, βουλεύεσθαι περὶ τούτων ἐν μέθῃ καὶ κυροῦν, εἰ δὲ εἰσηγήσαιντο ἐν μέθῃ τοῦτο κυροῦν, νήφοντες δὲ ἐπικυροῦν. ἄλλως: Ἡρόδοτός φησι μέλλοντας τοὺς Πέρσας βουλεύεσθαι μεθύειν.
Ὁμηρικὸν τὸ νόημα· «ἀνδρὶ δὲ κεκμηότι μένος μέγα οἶνος ἀέξει». καὶ Ἡρόδοτος μέλλοντάς φησι τοὺς Πέρσας βουλεύεσθαι μεθύειν· καὶ ὅτι εἰ μὲν εἰσηγήσαιντό τι νήφοντες, βουλεύεσθαί τι περὶ τούτων ἐν μέθῃ καὶ κυροῦν· εἰ δὲ εἰσηγήσαιντο ἐν μέθῃ, τοῦτο κυροῦν νήφοντες.
πρακτικώτερον: ἐξεργαστικώτερον.
πρακτικώτερον ἀναγκαιότερον.
ὁρᾷς ὅταν πίνωσιν: ὅρα τὸν Ἀριστοφάνην, ἀρχόμενον γὰρ σκέμματος, μεθύσκεσθαι, ἵνα μὴ νήφων δειλιάσῃ κωμῳδεῖν μεγάλους ἄνδρας.
διαπράττουσι εὖ πράττουσι.
διαπράττουσι εὐτυχοῦσι.
… μεθύοντες ταῦτα ἐπαγγέλλονται.
οἴνου χοᾶ: χοῦς μέτρον Ἀττικὸν χωροῦν κοτύλας ὀκτώ. ἔστι δὲ καὶ ἑορτὴ Ἀθήνησιν οἱ Χόες. κέκληται δὲ ἀπὸ τοιαύτης αἰτίας. Ὀρέστης μετὰ τὴν τῆς μητρὸς ἀναίρεσιν ἦλθεν εἰς τὰς Ἀθήνας παρὰ τὸν Πανδίονα, συγγενῆ καθεστηκότα, ὃς ἔτυχε τότε βασιλεύων τῶν Ἀθηναίων. κατέλαβε δὲ αὐτὸν εὐωχίαν τινὰ δημοτελῆ ποιοῦντα. ὁ τοίνυν Πανδίων παραπέμψασθαι μὲν τὸν Ὀρέστην αἰδούμενος, κοινωνῆσαι δὲ ποτοῦ καὶ τραπέζης ἀσεβὲς ἡγούμενος μὴ καθαρθέντος αὐτοῦ τὸν φόνον, ὡς ἂν μὴ ἀπὸ τοῦ αὐτοῦ κρατῆρος πίνοιεν, ἕνα ἑκάστῳ τῶν κεκλημένων παρέθηκε χοῦν.
δεξιόν συμφέρον.
οἴμοι: ἀντὶ τοῦ τίνος ἡμῖν κακοῦ αἴτιος ἔσῃ;
ἐργάσῃ ἀπεργάσῃ, διαθήσῃ.
τῷ σῷ ποτῷ; ἐν.
κατακλινήσομαι κατακλινὴς ἔσομαι.
κατακλινήσομαι κατακείσομαι.
καταπάσω καταποικιλῶ.
καταπάσω πληρώσω, γεμίσω.
καταπάσω ἐμπρήσω.
νοϊδίων: διανοημάτων λεπτῶν καὶ μεμεριμνημένων. οὐ γὰρ ἐν ὑποκορισμῷ εἴρηκεν. παρήγαγε δὲ ἀπὸ τοῦ πληθυντικοῦ τοῦ οἱ νοῖ τὸ νοΐδιον ὑποκοριστικόν· τινὲς δέ, ὀνειδισμῶν καὶ λοιδοριῶν, κακῶς.
βουλευματίων: διανοημάτων λεπτῶν καὶ μεμεριμνημένων. τὸ νοΐδιον ὑποκοριστικόν· παρήγαγε δὲ ἀπὸ τοῦ πληθυντικοῦ τοῦ οἱ νοῖ.
οἷον ἀπὸ τοῦ οἴνου τὸ νοΐδιον ὑποκοριστικῶς. τινές φασιν ὅτι ἀπὸ τοῦ οἴνου παρῆκται καὶ τῆς μέθης, κακῶς. τινὲς δὲ οὕτως, ὀνειδισμῶν καὶ λοιδορισμῶν.
γνωμιδίων ἐνθυμημάτων.
νοϊδίων νοημάτων λεπτῶν.
νοϊδίων λεπτῶν καὶ μεμεριμνημένων διανοημάτων.
ὅτʼ ἐπεί.
τί δρᾷ τί ποιεῖ.
ἐπίπαστα: τὰ ἐπιπασσόμενα τῷ ἔτνει ἄλευρα. ἔτνος δὲ ἣν ἀθάραν ἔλεγον καὶ τὸ πίσινον ἕψημα. τὰ δὲ ἄλφιτα δημοσίᾳ πιπράσκεται. ἄλλως: ἔθος εἶχον ποιεῖν πλακοῦντας ἢ ἄρτους καὶ ἐπιπάσσειν τινὰ καρυκεύματα ἁλμυρά, καὶ διὰ τοῦτο ἔφη τὰ ἐπίπαστα.
δημιόπραθʼ: τὰ δημοσίᾳ πιπρασκόμενα ἐκ δημεύσεως, ὡς δημευομένων διὰ Κλέωνα τῶν οὐσιῶν· ἢ δημιόπρατα ἔμιξεν ὡς ἐκ δημοσίου πράγματα αὐτοῦ κλέψαντος. ἄλλως: τὰ τὸν δῆμον ἐξωνούμενα. τῷ γὰρ λέγειν τῷ δήμῳ κεχαρισμένα ὠνεῖτο τοῖς τοιούτοις λόγοις τὴν παρʼ αὐτοῦ εὔνοιαν.
ἐπίπαστα: τὰ ἐπιπασσόμενα μέλιτι ἄλφιτα. δημιόπρατα δὲ τὰ δημοσίᾳ πιπρασκόμενα ἐκ δημεύσεως διὰ Κλέωνα.
δημιόπρατα: δήμευσις λέγεται ἡ τῶν πραγμάτων ἀφαίρεσις· ἢ τὰ δημοσίᾳ πιπρασκόμενα.
ἐπίπαστα γλυκύσματα.
ἐπίπαστα τὰ ἐπιπασσόμενα τῷ ἔτνει ἄλευρα.
ἔθος εἶχον ποιεῖν πλακοῦντας καὶ ἄρτους καὶ ἐπιπάσσειν τινὰ καρυκεύματα. διὰ τοῦτο οὖν ἔφη ἐπίπαστα. δημιόπρατα δὲ λέγει τὰ δημοσίᾳ πιπρασκόμενα. διαβάλλει δὲ αὐτὸν διὰ τῆς λέξεως ὡς τὰ δημόσια ἐσθίοντα, ἢ ὡς καὶ τὰ ἐν ἀγορᾷ κείμενα ἀποδεκατοῦντα.
βάσκανος νῦν τὸν διάβολον δηλοῖ καὶ φθονερόν.
ῥέγκει: διὰ τοῦ κ. συμβαίνει δὲ μάλιστα τοῦτο πάσχειν τοὺς μεθύοντας ἢ τοὺς ὑπτίως ἀνακειμένους, ὥσπερ καὶ αὐτὸς ἐδήλωσεν ἐν ταῖς ἑξῆς λέξεσιν, εἰπὼν «ἐν ταῖς βύρσαις ὕπτιος». ῥέγκει οὖν ἀντὶ τοῦ ποιὸν ἦχον ἀποτελεῖ τῇ ῥινί.
ῥέγκει ποιὸν ἦχον ἐκτελεῖ τῇ ῥινί, ὅπερ πάσχουσιν οἱ μεθύοντες καὶ οἱ ὑπτίως ἀνακείμενοι.
ἐγκάναξον: ἔγχεε, ἐκκένωσον. λέγεται δὲ ἐπὶ τῶν ἀθρόως πινόντων.
ἐγκάναξον: προσένεγκε, ἔκχεον.
ἐγκάναξον ἔγχεε.
ἐγκάναξον ἐπίχεον, παρὰ τὸ κανοῦν. οἱ δὲ ἐπὶ θορύβου τάττουσι τοῦτο παρὰ τὴν καναχήν, ἤγουν μετὰ ψόφου ἔγχεον.
νυν δή.
τοῦ Πραμνίου: τοῦ προσηνοῦς, ἤτοι ἀπὸ τῆς Πραμνίας ἀμπέλου, ἢ ἀπὸ τοῦ πραΰνειν τὸ μένος, ἢ διὰ τὸ πολυχρόνιον παραμένειν, ἢ ἐν Πραμνίᾳ πέτρᾳ γινομένου, ἣ πρὸς τὴν Θρᾴκην ἐστίν. ἄλλως: δέον εἰπεῖν τὴν τοῦ δαίμονος τοῦ ἀγαθοῦ εἶπε Πραμνίου, ἐπειδὴ ὁ Πράμνιος οἶνος πολυτίμητός ἐστιν. ἢ παρὰ τὸ παραμένειν, τουτέστιν ἐμμένειν καὶ μὴ ἀφεστάναι τὸν πίνοντα.
δέον εἰπεῖν τοῦ ἀγαθοῦ δαίμονος εἶπε Πραμνίου, ἐπειδὴ ὁ Πράμνιος οἶνος πολὺ τιμιώτατός ἐστι. Πραμνία δὲ χώρα ἐν Θρᾴκῃ.
τοῦ Πραμνίου τοῦ προσηνοῦς, ἀπὸ τοῦ πραΰνειν τὸ μένος.
τὴν τὴν κύλικα δηλονότι.
ὦ δαῖμον ἀγαθέ: ὡς ἐμπνευσθεὶς καὶ ἤδη πεπωκὼς τοῦτο λέγει. ΓΘ
ὦ δαῖμον ἀγαθέ ὡς ἐνθυμηθείς φησιν, ὡς ἐμπνευσθεὶς καὶ ἤδη πεπωκώς.
ὦ δαῖμον ἀγαθέ: τοῦτο εἶπεν ὡς πιὼν καὶ εὑρών τι· πρὸς γὰρ τὸν οἶνον λέγει.
χρησμούς: τὸ βιβλίον τῶν χρησμῶν.
ταῦτʼ διὰ.
δέδοιχʼ ὅπως: δέδοικα, φησί, μὴ διὰ τὸν δαίμονα τὸν ἀγαθὸν τύχω τοῦ κακοδαίμονος.
φέρε νῦν ἐγὼ ʼμαυτῷ: μόνος γενόμενος καὶ μηκέτι κωλυόμενος ὑφʼ ἑτέρου ἀδεέστερον πίνει, ἕως ἐκεῖνος ἐκφέρει τοὺς χρησμούς.
μόνος γενόμενος καὶ μηκέτι κωλυόμενος ὑφʼ ἑτέρου ἀδεέστερον βούλεται πίνειν. διὸ προσάγω, φησίν, ἐμαυτῷ τὸν χοᾶ ἕως ἐκεῖνος ἐκφέρει τοὺς χρησμούς.
νυν δή.
ἄρδω: ἀντὶ τοῦ ποτίσω· τὴν δὲ τροπὴν ἔλαβεν ἀπὸ τῶν φυτῶν.
ἄρδω ποτίσω, ἐκ μεταφορᾶς τῶν φυτῶν.
δεξιόν ἀγαθόν, συμφέρον, ὠφέλιμον.
δεξιόν συμφέρον.
ῥέγκεται καὶ πέρδεται: ὁμοιοκατάληκτον εἶπε τὸ ῥέγκεται. οὐ γάρ ἐστι δόκιμον οὕτω λέγειν.
ῥέγκεται ῥέγκει· ὁμοιοκατάληκτον δὲ μόνον τοῦτο εἴρηκεν· οὐ γάρ ἐστι δόκιμον.
ῥέγκεται Ἀττικόν· ῥέγκει.
τὸν ἱερὸν χρησμὸν: ὡς δύο χρησμῶν δοθέντων τῷ Κλέωνι, φυλάσσοντος δὲ τοῦτον μάλιστα ὑπὲρ τοῦ μὴ ἔκπυστον αὐτὸν γενέσθαι. τοῦτο οὖν λέγει ὡς καὶ ἄλλους αὐτοῦ ἔχοντος.
τὸν ἱερὸν χρησμὸν τοῦτο λέγει ὡς καὶ ἄλλους χρησμοὺς ἔχοντος.
ὅνπερ μάλιστα: ὡς καὶ ἄλλους αὐτοῦ ἔχοντος.
σοφώτατε καὶ τοὺς κλέπτας σοφοὺς ἔλεγον.
σοφώτατε κλέπτα περιττὸν τὸ κλέπτα· καὶ τοὺς κλέπτας σοφοὺς ἔλεγον.
σοφώτατε ὅτι τοὺς κλέπτας σοφωτάτους ἔλεγον.
σοφώτατε φρονιμώτατε, ἐπιτηδειότατε· ἢ ὅτι τοὺς κλέπτας σοφωτάτους ἔλεγον.
ἀνύσας τι: διαπραξάμενος, σπουδάσας.
ἀνύσας σπεύσας.
φέρʼ ἴδω: καταμάθω καὶ κατανοήσω καὶ ἐπισκέψωμαι τί ποτε γέγραπται ἢ τί ποτε ὁ χρησμὸς λέγει. αὐτόθι δέ, τουτέστιν ἐν τῷ βιβλίῳ ἢ ἐν τῷ χρησμῷ.
αὐτόθι ἤγουν ἐν τῷ χρησμῷ.
αὐτόθι ἐν τῷ βιβλίῳ.
ὦ λόγια: μαντεύματα. θαυμάζει δὲ τὸν χρησμὸν ἀναγνούς.
δός μοι ἀποστρέφεται πρὸς τὸν Νικίαν.
ἰδοὺ ἀντὶ τοῦ λαβέ, κράτει.
ἑτέραν κύλικα.
ἐν τοῖς λογίοις ἐν τοῖς μαντεύμασι.
ὦ Βάκι: τρεῖς Βάκιδες ἐγένοντο. οὗτος μὲν Ἀττικὸς καὶ μάντις, ὁ δὲ Βοιωτός, ὁ δὲ Λοκρός.
Βάκις χρησμολόγος Ἀττικός· καὶ ἕτερος Βοιωτικός, ἄλλος Ἀρκάς.
τρεῖς ἐγένοντο Βάκιδες, ὁ μὲν Ἀττικός, ὃς ἦν καὶ μάντις· διὸ καὶ ἐπιβοᾶται τοῦτον ἰδὼν τὸν χρησμόν· ὁ δὲ Βοιωτός, ὁ δὲ Λοκρός.
πολλῷ γʼ ὁ Βάκις ἐχρῆτο: ἀντὶ τοῦ πολλὰ ἔπινεν.
Παφλαγὼν Κλέων.
ταῦτʼ ἄρʼ ἐφυλάττου ἀντὶ τοῦ διὰ ταῦτα δεδοικὼς ἀπεκρύπτου καὶ ἐτήρεις.
ταῦτα διὰ.
ἐφυλάττου ἐδεδίεις, ἀπεκρύπτου.
ἐφυλάττου ἐκρύπτου.
ὀρρωδῶν: φοβούμενος, εὐλαβούμενος, ἀπὸ τοῦ τὸν ὄρρον τῶν δειλῶν ἰδίειν. τὸ δὲ ἑξῆς, ταῦτʼ ἄρʼ ὀρρωδῶν ἐφυλάττου πάλαι τὸν περὶ σεαυτοῦ χρησμόν.
φοβούμενος, εὐλαβούμενος, ἐπειδὴ συμβαίνει τοῖς φοβουμένοις τὸν ὄρρον, τουτέστι τὸν πρωκτόν, ἱδροῦν.
ὀρρωδῶν φοβούμενος· ἀπὸ τοῦ τὸν ὄρρον τῶν φοβουμένων ἰδίειν.
ἄντικρυς φανερῶς, διαρρήδην.
στυππειοπώλης: ὁ τὰ στυππεῖα πωλῶν, τουτέστι καννάβινα, λίνα. δηλοῖ δὲ τὸν Εὐκράτη καὶ τὴν ἐπʼ αὐτοῦ πολιτείαν· ὃς στύππαξ ἐκαλεῖτο, διὰ τὸ στυππειοπώλης εἶναι, ὡς καὶ ἐν ἑτέροις.
στυππειοπώλης ὁ τὰ στυππεῖα πωλῶν Κράτης, ὃς καὶ στύππαξ ἐκαλεῖτο διὰ τοῦτο.
ἕξει τῆς πόλεως τὰ πράγματα: ἀντὶ τοῦ καθέξει, διοικήσει καὶ διαχειρίσει.
εἷς οὑτοσὶ πώλης: ἔπαιξε τοῖς ὀνόμασι· παρὰ γὰρ τὸ πωλεῖν τοὺς πολιτευομένους τὰ τῆς πόλεως πράγματα.
εἷς οὑτοσὶ πώλης: παρὰ τὸ τέλος τοῦ ὀνόματος παίζει.
τί τοὐντεῦθεν; τὸ ἑξῆς τοῦ χρησμοῦ τί ἐπαγγέλλεται.
προβατοπώλης: τὸν Καλλίαν λέγει καὶ τὴν πολιτείαν αὐτοῦ. τινὲς δὲ ὅτι Λυσικλέα λέγει, ὃς προβατοπώλης ἐλέγετο, ᾧ ἐγαμήθη Ἀσπασία.
τινές φασιν ὅτι τὸν Λυσικλέα λέγει, ὃς προβατοπώλης ἐλέγετο, οὐ τὸν Καλλίαν.
προβατοπώλης ὁ Καλλίας.
κρατεῖν: ἄρχειν καὶ διέπειν τὰ πολιτικά.
βδελυρώτερος ἀντὶ τοῦ ἀσελγέστερος.
ἀπόλλυται ὁ προβατοπώλης.
βυρσοπώλης ἀντὶ τοῦ βυρσεύς.
βυρσοπώλης βυρσεύς, ἤγουν ὁ Κλέων.
Παφλαγών δέον εἰπεῖν στρατηγός, εἶπε Παφλαγών.
Κυκλοβόρου: ποταμὸς χειμάρρους. ἐχώσθη δὲ ὑπὸ Ἀθηναίων.
Κυκλοβόρου ποταμὸς ἐν Ἀθήναις χειμάρρους.
Κυκλοβόρου φωνὴν ἔχων: Κυκλοβόρος ποταμὸς Ἀθηνῶν, οὐκ ἀεὶ οὐδὲ διὰ παντὸς ῥέων, ἀλλὰ χειμάρρους. φησὶν οὖν, τραχεῖαν φωνὴν ἔχων καθάπερ ὁ ποταμὸς ἐπειδὰν ῥέῃ. ἢ ἀπὸ τοῦ τρεφομένου ἐκ τοῦ κύκλου· ὁ δὲ κύκλος Ἀθήνησίν ἐστι, καθάπερ μάκελλος ἐκ τῆς κατασκευῆς τὴν προσηγορίαν λαβών. ἔνθα δὴ πιπράσκεται χωρὶς κρεῶν τὰ ἄλλα ὤνια, καὶ ἐξαιρέτως δὲ οἱ ἰχθύες. οὕτω τὸν Κλέωνα δυνάμενον μέγα καὶ φοβερὸν ὄντα χρηματίζεσθαι παρὰ τῶν πιπρασκόντων, ἵνα μὴ περιεργάζοιτο αὐτούς. καὶ ἴσως Ὁμηρικώτερον ὠνόμασεν. ὁ γὰρ Ὅμηρος δημοβόρον φησὶ τὸν Ἀγαμέμνονα. ἄλλως: ποταμὸς τῆς Ἀττικῆς χειμάρρους ὁ Κυκλοβόρος. τὴν κακοφωνίαν οὖν τοῦ Κλέωνος εἴκασε τῷ ἤχῳ τοῦ ποταμοῦ. καὶ ἀλλαχοῦ «ᾤμην δʼ ἔγωγε τὸν Κυκλοβόρον κατιέναι». ἔνιοι δὲ τόπος κυκλοτερής, ἐν ᾧ τὰ ὤνια ἐπωλοῦντο, ἃ ἐσφετερίζετο ὁ Κλέων.
ποταμὸς χειμάρρους μετὰ ψόφων ῥέων ὁ Κυκλοβόρος· τὴν κακοφωνίαν τοῦ Κλέωνος ᾔκασε τῷ ἤχῳ τοῦ ποταμοῦ.
τὴν κακοφωνίαν τοῦ Κλέωνος ᾔκασε τῷ ἤχῳ τοῦ ποταμοῦ. καὶ ἀλλαχοῦ «ᾤμην δʼ ἔγωγε τὸν Κυκλοβόρον κατιέναι». ἔνιοι δὲ οὐ ποταμὸν λέγουσιν εἶναι τὸν Κυκλοβόρον ἀλλὰ τόπον κυκλοτερῆ ἐν ᾧ τὰ ὤνια ἐπωλοῦντο ἃ ἐνοσφίζετο ὁ Κλέων. Ὁμηρικώτερον δὲ τοῦτο· καὶ γὰρ Ὅμηρος δημοβόρον φησὶ τὸν Ἀγαμέμνονα, λέγων «δημοβόρος βασιλεύς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις».
ἦν χρεὼν δέον ἦν καὶ εἱμαρμένον.
δείλαιος κοινὴ συλλαβή.
πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης;: ἔχων ἐν τῷ τέλει τοῦ ὀνόματος τὸ πώλης. διαβάλλει δὲ τοὺς Ἀθηναίους ὡς ἀγοραίους καθιστάντας τοὺς δημαγωγούς.
ὑπερφυᾶ: ὑπερβάλλουσαν, θαυμαστὴν καὶ λαμπράν· ἐξαίρει δὲ νῦν αὐτοῦ τὴν τέχνην, ἵνα μᾶλλον ὀνειδίσῃ, φανείσης αὐτῆς λίαν εὐτελοῦς.
ὑπερφυᾶ ὑπερβάλλουσαν, θαυμαστήν· τοῦτο δὲ κατʼ εἰρωνείαν.
ἐξαίρει αὐτοῦ τὴν τέχνην, ἵνα μᾶλλον ὀνειδίσῃ, φανείσης λίαν εὐτελοῦς.
ἀντιβολῶ παρακαλῶ, γονυπετῶ.
ἀλλαντοπώλης τὸν Ἀγοράκριτον λέγει.
ἀλλαντοπώλης οὕτως αὐτῷ πέπλασται κατὰ κωμῳδικὴν παιδιάν.
ἐξελῶν ἐκβάλλειν μέλλων καὶ ἐξωθεῖν τῆς πόλεως τὸν Κλέωνα.
ἀλλαντοπώλης οὕτως αὐτῷ πέπλασται κατὰ κωμικὴν παιδιὰν ἀπὸ τοῦ πωλεῖν τοὺς ἀλλᾶντας, ἤγουν τὰ λεγόμενα λουκανικά.
φέρε ἀντὶ τοῦ ἄγε οὖν· ἀρχαία δὲ ἡ σύνταξις.
ἀλλʼ ὁδὶ προσέρχεται ἀλλʼ αὐτὸς οὗτος παραγίνεται.
ὥσπερ κατὰ θεῖον εἰς ἀγοράν: ἐπὶ τῶν ἐξαίφνης γινομένων, τουτέστιν εὐκαίρως ἐπιφαινομένων, κατὰ θεῖον ἔλεγον· ἐπεὶ καὶ ὁ ἀλλαντοπώλης αἰφνίδιον βουλομένοις μέν, μὴ προσδοκήσασι δὲ ἐπεφάνη αὐτοῖς. ἄλλως: κατὰ θεοῦ πρόνοιαν· τοὺς δὲ ἐξαίφνης φαινομένους οὕτως ἔλεγον κατὰ θεῖον ὦφθαι, ὅ ἐστι κατὰ πρόνοιαν θεοῦ.
τοὺς ἐξαίφνης φαινομένους οὕτως ἔλεγον κατὰ θεῖον ὦφθαι· ἐπεὶ οὖν καὶ ὁ ἀλλαντοπώλης αἰφνίδιον βουλομένοις μέν, μὴ προσδοκήσασι δὲ ἐφάνη, οὕτως εἶπεν.
κατὰ θεῖον ἐπὶ τῶν ἐξαίφνης συμβαινόντων τοῦτο ἔλεγον.
ἀνάβαινε σωτὴρ τῇ πόλει: ἵνα, φησίν, ἐκ τῆς παρόδου ἐπὶ τὸ λογεῖον ἀναβῇ. διὰ τί οὖν ἐκ τῆς παρόδου; τοῦτο γὰρ οὐκ ἀναγκαῖον. λεκτέον οὖν ὅτι ἀναβαίνειν ἐλέγετο τὸ ἐπὶ τὸ λογεῖον εἰσιέναι. ὃ καὶ πρόσκειται. λέγεται γὰρ καὶ καταβαίνειν τὸ ἀπαλλάττεσθαι ἐντεῦθεν, ἀπὸ τοῦ παλαιοῦ ἔθους. τοῦτον δὲ οἱ μὲν Κλεώνυμον, οἱ δὲ Ὑπέρβολον, οἱ δέ φασιν Εὔβουλον εἶναι.
ἀναβαίνειν ἐστὶ τὸ ἐπὶ τὸ λογεῖον εἰσιέναι· ἵνα, φησίν, ἐκ τῆς παρόδου ἐπὶ τὸ λογεῖον ἀναβῇ. τὸ ἀπαλλάττεσθαι ἐντεῦθεν ἀπὸ τοῦ παλαιοῦ ἔθους.
ἀνάβαινε ὡς ἐν θυμέλῃ τὸ ἀνάβαινε.
νῷν συνίζησις.
τί ἔστι; τί με καλεῖτε;: ὁ Ἀγοράκριτος, τουτέστιν ὁ ἀλλαντοπώλης, ταῦτα λέγει. εἰσάγεται δὲ εἰς τὸ θέατρον γελοίου χάριν ἔντερα καὶ κοιλίας καὶ μαγειρικὴν τράπεζαν ἔχων.
ἀλλαντοπώλην Ἀγοράκριτον εἰσάγει κατὰ παιδιάν.
τοὐλεόν: τὸ τραπέζιον ἐν ᾧ ἦσαν οἱ ἀλλᾶντες. ἐλεοὶ γὰρ λέγονται αἱ μαγειρικαὶ τράπεζαι. καὶ Ὅμηρος «βάλλον δʼ εἰν ἐλεοῖσι».
γελοίου χάριν εἰσήχθη εἰς τὸ θέατρον ἔχων ἔντερα καὶ κοιλίας καὶ μαγειρικὴν τράπεζαν. ἐλεοὶ γὰρ λέγονται αἱ μαγειρικαὶ τράπεζαι. καὶ Ὅμηρος «εἰν ἐλεοῖσιν ἔθηκεν».
τοὐλεόν τὸ μαγειρικὸν τραπέζιον.
τοὐλεόν τὴν μαγειρικὴν τράπεζαν.
προσκέψομαι: περιεργάσομαι, φησίν, εἰσελθών, καὶ κατανοήσω τί ποιεῖ ὁ Παφλαγών.
προσκέψομαι περιεργάσομαι, κατανοήσω.
τὰ σκεύη τὸ ἀγγεῖον ἐν ᾧ ἔφερε τοὺς ἀλλᾶντας.
πρόσκυσον: προσκύνησον.
ἰδού: πεποίηκεν ὃ προσέταξε· παρεπιγραφὴ δὲ καλεῖται τὰ τοιαῦτα πάντα.
ἰδού: ταῦτʼ ἀμοιβαῖά ἐστι τοῦ ἀλλαντοπώλου καὶ ἑνὸς τῶν οἰκετῶν.
ταγέ: ἀρχηγέ, ἡγεμών. καὶ Ὅμηρος «παρὰ δʼ οἱ ταγοὶ ἄμμι μενόντων».
κοιλίας Ὅμηρος διὰ παντὸς γαστέρας καλεῖ, οὐ κοιλίας.
ἀλλὰ καταγελᾷς: ἀλλὰ χλευάζεις με καὶ γέλωτα τίθεσαι. ὅσον δὲ ἀπιστοῦντα ποιεῖ, τοσοῦτον δείκνυσιν αὐτὸν τῆς πολιτείας ἀνάξιον, οὐ τὸν ἀλλαντοπώλην μόνον διαβάλλειν βουλόμενος, ἀλλʼ ὁμοῦ καὶ τῶν Ἀθηναίων καθαπτόμενος, οἳ τοιούτων ἀνέχονται πολιτῶν, καὶ διαβάλλων τὸν Κλέωνα, ὅτι αὐτός τε ἐκεῖνος ἦν εὐτελὴς καὶ ὑπὸ τοιούτου τῆς πολιτείας ἐκβληθήσεται.
καταγελᾷς χλευάζεις.
τὰς στίχας: τὸ πλῆθος, τὰς τάξεις. τὸ θέατρον δὲ αὐτῷ δεικνὺς ταῦτά φησιν.
τὰς στίχας τὰς τάξεις.
τῶνδε τῶν λαῶν ἤγουν τῶν θεατῶν.
ἀρχέλας: ἄρχων τοῦ λαοῦ, ἡγεμών, ἔξαρχος, δημαγωγός. ἔπαιξε δὲ τῷ ὀνόματι. φησὶ γὰρ ἄρξεις τοῦ ἐλεοῦ.
ἀρχέλας: ἡγεμών, δημαγωγός.
ἀρχέλας ἄρχων τοῦ λαοῦ, ἡγεμών. ἔπαιξε δὲ τῷ ὀνόματι.
πυκνός: τῆς ἐκκλησίας.
καὶ τῆς πυκνός: μετάθεσίς ἐστι στοιχείου· εἰ γὰρ πνύξ ἐστιν, ἔδει πνυκός· νῦν δὲ πυκνός.
βουλὴν πατήσεις: διαπαλαίσεις, καταπονήσεις, ὑποτάξεις, ἢ ἀντὶ τοῦ καταφρονήσεις τοῦ βουλευτηρίου.
κλαστάσεις: οἱ μὲν κλονήσεις καὶ διασείσεις, οἱ δὲ κραυγάσεις. βέλτιον δὲ κλάσεις ἀπὸ μεταφορᾶς τῶν τεμνομένων κλημάτων. ἄλλως: ἐκ ῥιζῶν ἀνατρέψεις. ἔνθεν κλαστήριον τὸ δρέπανον, ᾧ κλαδεύουσι καὶ ξύλα καὶ κλήματα.
πατήσεις: ὑποτάξεις, διαπαλαίσεις, καταπονήσῃ.
βουλὴν πατήσεις ἤγουν καταφρονήσεις τοῦ βουλευτηρίου.
κλαστάσεις κλονήσεις, διασείσεις ἢ κλάσεις καὶ συντρίψεις ἀπὸ μεταφορᾶς τῶν περιτεμνομένων κλημάτων.
ἐν πρυτανείῳ: πρυτανεῖον οἰκίσκος παρὰ τοῖς Ἀθηναίοις, ἔνθα σιτοῦνται δημοσίᾳ οἱ τῆς τοιαύτης τιμῆς παρʼ αὐτοῖς τυχόντες. περισπούδαστον δὲ ἦν τῆς τοιαύτης δωρεᾶς τυχεῖν. ἐπὶ γὰρ μεγάλοις κατορθώμασι τὴν τοιαύτην ἀπεδίδουν χάριν.
λαικάσεις: δέον εἰπεῖν σιτήσεις, ἢ ἐν πρυτανείῳ ἀριστήσεις. παρʼ ὑπόνοιαν οὖν εἶπεν ὡς ἐν κωμῳδίᾳ.
λαικάσεις: παρʼ ὑπόνοιαν, δέον εἰπεῖν σιτίσῃ.
λαικάσεις ὡς λακόπρωκτοι.
λαικάσεις πορνεύσεις, δέον σιτήσῃ.
τοὐλεόν τὸ μαγειρικὸν τραπέζιον.
τοὐλεόν τραπέζιον μαγειρικόν.
ἐν κύκλῳ: ἀπὸ τοῦ συμβεβηκότος καὶ αὐτὸς ὠνόμασε, βουλόμενος δηλοῦν τὰς Κυκλάδας νήσους, κύκλῳ κειμένας. φησὶν οὖν, περίβλεψαι· καὶ γὰρ τούτων ἄρξεις.
ἀπὸ τοῦ συμβεβηκότος τὰς Κυκλάδας νήσους, κύκλῳ κειμένας, ὠνόμασεν.
ἀπὸ τοῦ συμβεβηκότος καὶ αὐτὸς ὠνόμασε βουλόμενος Κυκλάδας νήσους δηλῶσαι κύκλῳ κειμένας· διὸ καὶ «ἐν κύκλῳ κάτιδε» λέγει.
ὁλκάδας τὰς ναῦς, παρὰ τὸ ἕλκειν.
τὸν ἕτερον εἰς Καρχηδόνα: παίζει πρὸς τὸ ἐνταῦθα κἀκεῖσε ὅρα. ἡ μὲν γὰρ Καρία πρὸς ἕω, ἡ δὲ πρὸς δύσιν, ἡ Καρχηδών, ἡ λεγομένη Καρτάγεννα. λέγει δὲ τὴν δύσιν.
παίζει πρὸς τὸ ἐνταῦθα κἀκεῖσε ὁρᾶν. ἡ μὲν γὰρ πρὸς ἕω, ἡ Καρία, ἡ δὲ πρὸς δύσιν, ἡ Καρχηδών.
εὐδαιμονήσω γʼ εἰ διαστραφήσομαι: εἰ στρεβλωθήσομαι τοὺς ὀφθαλμούς· ἐπεὶ εἶπε στράφηθι ἐνταῦθα κἀκεῖσε.
πέρναται: πιπράσκεται. δέον εἰπεῖν διοικεῖται, ὁ δὲ εἶπε πέρναται πικρῶς, τουτέστι πιπράσκεται.
πέρναται πιπράσκεται, δέον εἰπεῖν διοικεῖται.
ἀνὴρ ἤγουν ἀνδρεῖος.
ὁτιὴ πονηρὸς: πάλιν διὰ τούτου δεικνύναι βούλεται, ὅτι ὑπὸ τῶν πονηροτάτων διοικεῖται τὰ τῶν Ἀθηναίων πράγματα, καὶ ὅτι μάλιστα εὐδοκιμοῦσιν οἱ τοιοῦτοι παρʼ αὐτοῖς, ὥσπερ καὶ ὁ Κλέων.
κἀξ ἀγορᾶς ἀγοραῖος.
οὐκ ἀξιῶ οὐχ ὑπολαμβάνω, οὐκ ἄξιον νομίζω.
οὐκ ἀξιῶ οὐκ ἄξιον νομίζω.
μῶν ἐκ καλῶν εἶ κἀγαθῶν μὴ εὐγενὴς εἶ.
τῆς τύχης τῆς εὐτυχίας.
οἷον πέπονθας ἀγαθόν: οἷον πλεονέκτημα ὑπάρχει σοι.
οἷον πλεονέκτημά ἐστί σου.
ἀλλʼ ὦγάθʼ οὐδὲ μουσικὴν ἐπίσταμαι: ὅτι μουσικὴν τὴν ἐγκύκλιον παιδείαν φησί. γράμματα δὲ τὰ πρῶτα στοιχεῖα. δεῖ δὲ τοὺς διερχομένους διὰ γραμμάτων παιδεύεσθαι. ἡ γὰρ παιδεία τοὺς ἀτόπους ἐκτρέπει λογισμούς.
γράμματα τὰ πρῶτα στοιχεῖα.
πλὴν γραμμάτων: οἱ γὰρ ἀξιώματος ἀντιποιούμενοι τὴν ἐγκύκλιον μάλιστα παιδεύονται παιδείαν. ἡ δὲ ἐγκύκλιος παιδεία διὰ πάσης χωρεῖ καὶ παιδεύσεως καὶ ῥυθμοῦ παντὸς καὶ κινήματος. ταύτην παιδευθῆναι τὸν Θηβαῖον Ἐπαμεινώνδαν, καὶ ἄλλους δὲ πολλοὺς καὶ ἀγαθοὺς ἄνδρας παρὰ πλείοσιν ἱστορεῖται.
καὶ ταῦτα μέντοι κακὰ κακῶς: παρομοίως εἶπε «καὶ κακὰ κακῶς». ὅτι τὸ σύνολον, φησίν, ἐπίστασαι γράμματα, τοῦτό σοι πρὸς τὴν πολιτείαν ἐστὶν ἀνωφελές. ἀποτείνεται δὲ πρὸς τοὺς πολιτευομένους πάλιν διὰ τούτων. ἢ ὡς ἀμαθῶν ὄντων καὶ τυχόντων ἀνθρώπων πολιτευομένων καὶ διὰ τοῦτο ῥᾳδίως χωρούντων ἐπὶ τὴν ἀδικίαν. ὡς τῆς παιδείας ἱκανῶς καθεστώσης ἀποδιῶξαι καὶ ἀπελάσαι τῆς ψυχῆς τοὺς πονηροὺς λογισμούς. διὰ τὴν δυσγένειαν δὲ τὸ «κακὰ κακῶς» οὐ καλῶς, ἀλλὰ κακῶς ἐπίστασθαι.
παρομοίως εἶπε «καὶ κακὰ κακῶς». ὅτι τὸ σύνολον, φησίν, ἐπίστασαι γράμματα, τοῦτό σοι πρὸς τὴν πολιτείαν, φησίν, ἀνωφελές.
κακὰ κακῶς παροιμιῶδες, ἐπεὶ καὶ κακὰ κακῶς.
τουτὶ σὲ μόνον ἔβλαψεν: ἦ γὰρ ἂν ἀμείνων ἦσθα μηδὲ τὴν ἀρχὴν πειραθεὶς τῶν γραμμάτων.
τουτὶ σὲ μόνον ἔβλαψεν ὅτι, φησίν, ἐπίστασαι γράμματα, τοῦτό σοι πρὸς τὴν πολιτείαν ἀνωφελές. ἀμείνων γὰρ ἂν ἦσθα μηδὲ τὴν ἀρχὴν πειραθεὶς γραμμάτων.
ἀποτείνεται πρὸς τοὺς πολιτευομένους πάλιν διὰ τούτων, καὶ καθάπτεται αὐτῶν ὡς ἀμαθῶν ὄντων, καὶ διὰ τοῦτο ῥᾳδίως χωρούντων ἐπὶ τὴν κακίαν, ὡς τῆς παιδείας ἱκανῶς ἐχούσης ἀπελάσαι τοὺς πονηροὺς τῆς ψυχῆς λογισμούς.
ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ: ἡ τῶν δημαγωγῶν ἀρχή, φησίν, οὐκέτι τοῖς σοφοῖς οὐδὲ τοῖς ἀξιολόγοις ἐγχειρίζεται.
ἀλλὰ μὴ παρῇς: μὴ ὑπερίδῃς, μὴ ἀπώσῃ, μηδὲ παραπέμψῃ τοιοῦτον καιρὸν παραπεπτωκότα.
μὴ παρῇς μὴ παρίδῃς.
παρῇς παρίδῃς, ἀφήσῃς.
ᾐνιγμένος: μετὰ αἰνίγματος λελεγμένος, οὐκ αὐτόθεν φανερὸν ἔχων τὸν νοῦν. τοῦτο δὲ παρόσον οἱ χρησμοὶ λοξῶς ἐκφέρονται ὑπὸ τοῦ Ἀπόλλωνος. ἄλλως: μετὰ αἰνίγματος, οἷον ἄλλα μὲν λέγων, ἄλλα δὲ δηλῶν.
ᾐνιγμένος αἰνιγματωδῶς εἰρημένος, ὁποῖοί εἰσιν οἱ χρησμοί.
στίχοι ἐν ἐκθέσει ἐπικοὶ πέντε.
δακτυλικοὶ στίχοι εʹ.
ἀλλʼ ὁπόταν μάρψῃ: αὕτη ἀρχή ἐστι τοῦ χρησμοῦ. ὁρᾷς ὅτι ἐμπεπλεγμένος τοῖς λόγοις ἀσάφειαν κατὰ τὴν ἑρμηνείαν ἐργάζεται.
βυρσαίετος ἀγκυλοχείλης: τὸν Κλέωνα λέγει. πολλάκις γὰρ προειρήκαμεν ὅτι διαβάλλει τὸν Κλέωνα. συνέθηκε δὲ τὴν λέξιν ἀπὸ τῆς βύρσης καὶ τοῦ αἰετοῦ, ἅμα τε ὡς βυρσοδέψην κωμῳδῶν τὸν Κλέωνα καὶ ὡς κλέπτην καὶ ἅρπαγα τῶν κοινῶν. ἁρπακτικὸν γὰρ ζῷον ὁ αἰετός. τὸ δὲ ἀγκυλοχείλης ἐπίθετον τοῦ αἰετοῦ, ὁ ἐπικαμπεῖς τὰς χηλὰς ἔχων. ἐπὶ δὲ Κλέωνος, τὰς χεῖρας ἀγκύλας ἔχων πρὸς τὸ κλέπτειν καὶ ἁρπάζειν. διὰ τοῦτο αἰετῷ αὐτὸν ἀπείκασεν.
βυρσαίετον τὸν Κλέωνα λέγει· συνέθηκε τὴν λέξιν ἀπὸ τῆς βύρσης καὶ τοῦ αἰετοῦ, ἅμα τε ὡς βυρσοδέψην κωμῳδῶν τὸν Κλέωνα. ἀγκυλοχείλης τοῦ αἰετοῦ ἐπίθετον, ἐπὶ δὲ Κλέωνος τὰς χεῖρας ἀγκύλας ἔχων πρὸς τὸ κλέπτειν καὶ ἁρπάζειν.
βυρσαίετον τὸν Κλέωνα λέγει διαβάλλων αὐτόν. συνέθηκε δὲ τὴν λέξιν ἀπὸ τῆς βύρσης καὶ τοῦ ἀετοῦ, ἅμα μὲν ὡς βυρσοδέψην κωμῳδῶν αὐτόν, ἅμα δὲ καὶ ὡς κλέπτην καὶ ἅρπαγα τῶν κοινῶν. ἁρπακτικὸν γὰρ ζῷον ὁ ἀετός. τὸ δὲ ἀγκυλοχείλης ἐπίθετον τοῦ ἀετοῦ διὰ τὸ ἐπικαμπεῖς ἔχειν τὰς χηλάς.
ἀλλʼ ὁπόταν ὁ χρησμός.
ἀλλʼ ὁπόταν αὕτη ἐστὶν ἡ ἀρχὴ τοῦ χρησμοῦ.
μάρψῃ λάβῃ.
βυρσαίετος τὸν Κλέωνα λέγει.
ἀγκυλοχείλης ἐπικαμπεῖς ἔχων τὰς χηλάς.
γαμφηλῇσι: σιαγόσι. δράκοντα τὸν ἀλλᾶντα. κοάλεμον τὸν κολούοντα καὶ παύοντα τὰ κακά· ὅτι καὶ αὐτὸς ἔμελλε παύσειν τὸν Κλέωνα.
κοάλεμον: τὸν Ἀγοράκριτον οὕτως εἶπεν. ἔγκειται δὲ τῇ λέξει τό τε ἠλεὸν καὶ τὸ κοεῖν, ὅ ἐστι νοεῖν. τὸν οὖν ἀνόητα καὶ μάτην κοοῦντα κοάλεμον ἔλεγον.
κοάλεμον: σύγκειται δὲ ἡ λέξις ἐκ τοῦ ἠλέματος καὶ τοῦ κοεῖν, ὅ ἐστι νοεῖν.
αἱματοπώτην: καὶ τοῦτο οἰκείως ἐπὶ τοῦ δράκοντος. αἱματοπωτεῖ γὰρ τὸ ζῷον. καὶ ἐπὶ τοῦ ἀλλαντοπώλου· τὰ γὰρ ἔντερα καὶ τοὺς ἀλλᾶντας μετὰ αἵματος καὶ πιμελῆς ἢ ἀλφίτων φυρῶσιν. αἱματοπώτην οὖν τὸν αἷμα καταναλίσκοντα καὶ ὥσπερ ἐκροφοῦντα.
γαμφηλῇσι σιαγόσι.
δράκοντα τὸν ἀλλᾶντα λέγει.
κοάλεμον τὸν κολούοντα τὰ κακά· ὅτι καὶ αὐτὸς ἔμελλε παύσειν τὸν Κλέωνα.
ἡ σκοροδάλμη: ἡ πικρία τοῦ σκορόδου καὶ τῆς ἅλμης. τὸ μετὰ τῆς ἅλμης τρῖμμα τῶν σκορόδων, οἷον ἡ δριμυτής. εἶπε δὲ Παφλαγόνων διὰ τὸν Κλέωνα, ἐπειδὴ Παφλαγὼν ἦν.
Παφλαγόνων ἤγουν τοῦ Κλέωνος.
ἡ σκοροδάλμη ἡ πικρία τοῦ σκορόδου καὶ τῆς ἅλμης, ἢ ἡ δριμυτής.
κῦδος ὀπάζει δόξαν δίδωσιν.
αἴ κεν ἐάν.
ἕλωνται προκρίνωσιν.
βυρσαίετος: ἀμφιβόλως ἐξενήνεκται κατὰ τὴν φράσιν. δύο δὲ αἴτια εἰς ταὐτὸ παραλαμβανόμενα ἀμφιβολίαν ἐργάζονται. εἴρηται δὲ παρὰ τὴν βύρσαν καὶ τὸ ἁρπάζειν.
ὁ Παφλαγὼν Κλέων.
περιφανέστατον φανερώτατον.
εἶθʼ αἱματοπότης: παρόσον εἰώθασι τοὺς ἀλλᾶντας μετὰ αἵματος φυρᾶν.
αἴ κε μὴ θαλφθῇ λόγοις: καταθαλφθῇ, καταπλαγῇ ταῖς λοιδορίαις, τουτέστιν ἐὰν μὴ εἴξῃ μηδὲ παραχωρήσῃ λοιδορούμενος. ἄλλως: ἀπατηθῇ καταπτήξας τὰς λοιδορίας Κλέωνος.
θαλφθῇ: καταθελχθῇ, καταπλαγῇ ταῖς λοιδορίαις. ἐὰν μὴ ἐξαπατηθῇ τῇ τῶν λόγων περιδρομῇ.
θαλφθῇ ἀπατηθῇ, καταπτήξας τὰς λοιδορίας Κλέωνος, ἢ καταπλαγῇ.
αἰκάλλει: κολακεύει, κινεῖ, προτρέπεται.
αἰκάλλει με θωπεύει με· γράφεται δὲ καὶ «καλεῖ με», ἀντὶ τοῦ κινεῖ, προτρέπεται.
αἰκάλλει κινεῖ, προτρέπει.
οἷός τʼ ἐπιτροπεύειν εἰμʼ ἐγώ δυνατός εἰμι ἐπίτροπος διοικεῖν καὶ ἄρχειν.
οἷός τε δυνατός.
ἐπιτροπεύειν ἄρχειν, διοικεῖν.
φαυλότατον: ῥᾴδιον, ἁπλοῦν, εὐχερές.
φαυλότατον ῥᾴδιον, εὐτελές, βραχύ, ἁπλοῦν.
φαυλότατον εὐτελές, ῥᾴδιον.
τάραττε: παρῳδίας τρόπον. παρῴδησε γὰρ τὸν ἴαμβον ἐξ Ἡρακλειδῶν Εὐριπίδου. μεταφορικῶς δὲ τοῖς ὀνόμασι χρῆται ἐπὶ τῆς πολιτείας καὶ τῇ τοῦ ἀλλαντοπώλου τέχνῃ. τάραττε, φησί, καὶ συμφύρα τὰ πράγματα.
χόρδευε: τὰ ἔντερα τῶν τετραπόδων χορδὰς καλοῦσι· καὶ τοῦτο οὖν ἀπὸ τῆς τέχνης τοῦ ἀλλαντοπώλου εἴρηται. ὥσπερ γάρ, φησί, γεμίζεις καὶ πληροῖς τὰ ἔντερα πάντα τοῦ φυράματος, οὑτωσὶ χόρδευε καὶ τὰ πολιτικά, τουτέστι σύμπλεκε ἀλλήλοις καὶ συγκύκα. ἄλλως: παρὰ τὸ χορδή. χορδὴ γάρ ἐστι τὸ λεπτὸν ἔντερον, ὃ εἰώθασι πλέκειν οἱ μάγειροι. διαβάλλει δὲ πάλιν τοὺς στρατηγοὺς ὡς ταράττοντας καὶ χορδεύοντας, τουτέστιν εἰς πλοκὰς ἐμβάλλοντας τὴν πόλιν.
παρῴδησε τὸν ἴαμβον ἐξ Ἡρακλειδῶν Εὐριπίδου. μεταφορικῶς δὲ τοῖς ὀνόμασι χρῆται ἐπὶ τῆς πολιτείας καὶ τῆς τοῦ ἀλλαντοπώλου τέχνης. τάραττε, φησί, καὶ συμφύρα τὰ πράγματα. τὸ δὲ χορδεύειν τὸ τὰ ἔντερα πληροῦν ἐστι τοῦ φυράματος, ὃ ἐξ αἵματος καὶ πιμελῆς καὶ ἀλφίτων κατασκευάζουσιν, ὡς εἴρηται. χορδαὶ γάρ εἰσι τὰ τῶν τετραπόδων ἔντερα ἃ εἰώθασιν οἱ μάγειροι πλέκειν, ἢ πληροῦν τοῦ φυράματος. διαβάλλει δὲ τοὺς στρατηγοὺς ὡς ταράττοντας καὶ εἰς πλοκὰς ἐμβάλλοντας τὴν πόλιν.
ὑπογλυκαίνων ἡδύσμασι χρώμενος καὶ ἀρτύμασι καὶ κολακείαις.
ῥηματίοις ἤγουν κολακείαις· ἐχρήσατο δὲ τῇ λέξει ὡς μάγειρος.
ὑπογλυκαίνων ἡδύσμασι χρώμενος καὶ ἀρτύμασι, λόγοις κολακευτικοῖς καὶ γλυκέσιν.
ἔχεις ἅπαντα: σύμφωνά σοι ἔχεις καὶ ἁρμόζεις εἰς ἅπαντα. πάλιν δὲ ἐνταῦθα αὐτῶν καθάπτεται τῶν Ἀθηναίων καὶ τῶν πολιτευομένων, ὡς τῶν μὲν τοιούτοις ἐγχειριζόντων τὰ δημόσια, τῶν δὲ πολιτευομένων οὕτω πεφυκότων.
ἔχεις ἅπαντα ἤγουν ἁρμόζεις εἰς ἅπαντα.
συμβαίνουσι συμπράττουσι.
συμβαίνουσι συμφωνοῦσι.
τῷ Κοαλέμῳ: ἀντὶ τοῦ τῇ ἀνοίᾳ· ἀναπλάττει δὲ αὐτὴν ὡς δαίμονα. τοῦτο δὲ παρῴδησεν ἐκ τῆς τραγῳδίας. ἀνέπλασε δέ τινα δαίμονα ἀπὸ τῶν προειρημένων κωμικῶς. τουτέστιν ἀπατητικῷ καὶ ἀνοήτῳ δαίμονι· ἢ τῷ κωλύοντι τὸν ἄνεμον καὶ παύοντι δαίμονι· ἢ τῷ ἀλλαντοπώλῃ.
Κοάλεμόν τινα ἀναπλάττει δαίμονα ἀπὸ τῶν προειρημένων κωμικῶς. ἤγουν ἀπατητικὸν καὶ ἀνόητον δαίμονα, ᾧ προτρέπει θύειν αὐτὸν ὡς ἀνόητον καὶ ἀνοήτων ἐπιστατήσοντα.
Κοαλέμῳ ἀνοήτῳ.
σπένδε θύε.
τῷ Κοαλέμῳ τῇ ἀνοίᾳ.
χὤπως ἀμυνεῖ λείπει τὸ σκόπησον· καταγωνιεῖ.
χὤπως ἀμυνεῖ σκόπει· καταγωνιεῖ.
βδύλλει: καταπέπληγε, βδελύττεται, τουτέστι μισεῖ.
βδύλλει μισεῖ.
ἀλλʼ εἰσὶν ἱππεῖς: οἱ ἱππεῖς ἐπέθεντο αὐτῷ, ἐπεὶ ὅτε ἦν εἷς αὐτῶν, κακῶς αὐτοὺς διέθηκεν. οἱ δὲ ἱππεῖς τάγμα εἰσὶν ἐν τῇ Ἀττικῇ· ἀφʼ ὧν ὁ χορὸς σύγκειται τῷ δράματι, ὅθεν καὶ τὴν ἐπιγραφὴν πεποίηται.
μισοῦντες αὐτόν: Θεόπομπος ἐν δεκάτῳ Φιλιππικῶν φησὶν ὅτι οἱ ἱππεῖς ἐμίσουν αὐτόν· προπηλακισθεὶς γὰρ ὑπʼ αὐτῶν καὶ παροξυνθεὶς ἐπετέθη τῇ πολιτείᾳ καὶ διετέλεσεν εἰς αὐτοὺς κακὰ μηχανώμενος. κατηγόρει γὰρ αὐτῶν ὡς λιποστρατούντων. διὰ τοῦτο οὖν ἐμνήσθη Ἀριστοφάνης.
ἱππεῖς τάγμα εἰσὶν ἐν τῇ Ἀττικῇ, ἀφʼ ὧν ὁ χορὸς σύγκειται· ἐξ ὧν καὶ τὴν ἐπιγραφὴν τοῦ δράματος πεποίηται. οὗτοι τὸν Κλέωνα ἐμίσουν. εἷς γὰρ ὢν αὐτῶν κακῶς αὐτοὺς διέθηκεν. προπηλακισθεὶς δὲ παρʼ αὐτῶν καὶ παροξυνθεὶς ἐπετέθη τῇ πολιτείᾳ καὶ διετέλεσεν εἰς αὐτοὺς κακὰ μηχανώμενος. κατηγόρησε γὰρ αὐτῶν ὡς λιποστρατούντων. διὰ τοῦτο εἰσάγει αὐτοὺς βοηθήσοντας τῷ ἀλλαντοπώλῃ.
ὅστις ἐστὶ δεξιός: ἀγαθός, εὔνους ἡμῖν, ἀπεχθόμενος πρὸς τὴν τοῦ Κλέωνος πονηρίαν.
δεξιός ἀγαθός, εὔνους ἡμῖν καὶ μισῶν τὸν Κλέωνα.
ξυλλήψεται συμμαχήσει.
ἐξῃκασμένος: πεπλασμένος πρὸς ὁμοιότητα. ἔθος γὰρ ἦν τοῖς κωμικοῖς ὅμοια τὰ προσωπεῖα ποιεῖν τοῖς κωμῳδουμένοις, ἵνα φανεροὶ ὦσι καὶ περιτιθέναι τοῖς ὑποκριταῖς. ἄλλως: οὐκ εἶχεν αὐτοῦ προσωπεῖον διὰ τὸ δεδοικέναι τοὺς σκευοποιοὺς καὶ μὴ θέλειν μήτε πλάττειν μήτε σχηματίζειν τὴν ὄψιν τοῦ Κλέωνος. λέγει οὖν ὅτι μηδενὸς ὑποστάντος αὐτὸν ὑποκρίνεσθαι αὐτὸς ὁ Ἀριστοφάνης μιλτώσας ἑαυτὸν ὑπεκρίνατο, ἢ τῇ τρυγίᾳ χρίσας ἑαυτόν.
ἔθος ἦν τοῖς κωμικοῖς ὅμοια τὰ προσωπεῖα ποιεῖν τοῖς κωμῳδουμένοις καὶ περιτιθέναι τοῖς ὑποκριταῖς, ἵνα φανεροὶ ὦσι. τὸν Κλέωνα δὲ οὐδεὶς ἠθέλησε μιμήσασθαι ὑπὸ φόβου. ἀλλʼ ὁ Ἀριστοφάνης μόνος χρίσας ἑαυτὸν τρυγὶ αὐτὸν ὑπεκρίθη.
ἐξῃκασμένος ὁμοιωθείς.
ἐξῃκασμένος ἤγουν οὐδεὶς ἐξωμοίωσεν ἑαυτὸν τῷ Κλέωνι διὰ φόβον.
εἰκάσαι ἤγουν ὑποκριθῆναι τὸ ἐκείνου πρόσωπον.
οὔτοι μὰ τοὺς δώδεκα θεούς: τοῦτο ὁ Κλέων λέγει. ἰδὼν ὁμιλοῦντας καὶ μὴ εἰδὼς περὶ τοῦ ὁμιλοῦσι, συνωμότας αὐτοὺς καλεῖ. πικρῶς οὖν κατὰ τοῦ Κλέωνος ἐκφέρονται, ὡς τοιαῦτα αὐτοῦ συκοφαντοῦντος ἀπὸ μικρῶν καὶ εὐτελῶν προφάσεων.
χαιρήσετον χαίροντες ἀπαλλάξετε.
ὁτιὴ ʼπὶ τῷ δήμῳ ξυνώμνυτον πάλαι: ξυνωμοσίαν ἐποιήσατε, τουτέστιν ὅρκους καὶ πίστεις ἀλλήλοις δεδώκατε, ἵνα ὁμοφρονήσητε κατὰ τοῦ δήμου.
ἐπὶ τῷ δήμῳ κατὰ τοῦ δήμου.
ἰδὼν ὁ Κλέων τούτους ὁμιλοῦντας καὶ φόβον αὐτοῖς ἐμβαλεῖν βουλόμενος τοῦτό φησιν· οὐκ εἰδὼς περὶ τίνος ὁμιλοῦσι, διαβάλλειν δὲ αὐτοὺς βούλεται. συνωμότας γὰρ αὐτοὺς καλεῖ ὡς πίστεις καὶ ὅρκους πρὸς ἀλλήλους ποιήσαντας κατὰ τοῦ δήμου.
τὸ Χαλκιδικὸν ποτήριον: ἔγνωκεν ὅτι ὁ θεράπων ἔπινε καὶ εἶχεν ἐπὶ χεῖλος τὸ ποτήριον. ἰδὼν οὖν προφάσει καὶ τούτῳ κέχρηται τῆς συκοφαντίας, καὶ τὸ ποτήριον εὐθύνει ὡς Χαλκιδικόν. κωμῳδεῖ δὲ αὐτὸν ὡς καὶ ἐπὶ τοῖς τυχοῦσι μεγάλα μεμφόμενον. οἱ δὲ Χαλκιδεῖς εἰσὶ μὲν ἐπὶ τῆς Εὐβοίας ἄποικοι Ἀθηναίων, εἰσὶ δὲ καὶ ἐπὶ Θρᾴκης, ἄποικοι ὄντες ἀπὸ τῆς Εὐβοίας. πολλὰ δὲ ἦν τότε χωρία τῆς Θρᾴκης ὑπακούοντα τοῖς Ἀθηναίοις, περὶ ὧν νῦν λέγει. καὶ γὰρ ἐπὶ Θρᾴκης Χαλκιδεῖς ἦσαν ὑπηκόοι τῶν Ἀθηναίων. φησὶν οὖν ὅτι τὸ ποτήριον τοῦτο Χαλκιδικόν ἐστι, καὶ πόθεν ὑμεῖς αὐτὸ ἔχετε, εἰ μὴ δῶρον ὑμῖν ἐδόθη ἵνα ἀποστῶσιν; ἔλαβε δὲ τὴν πρόφασιν εὔκαιρον τοῦ ὀνόματος τῶν Χαλκιδέων, διὰ τὸ κατʼ ἐκεῖνον τὸν καιρὸν ἀποστῆναι αὐτοὺς τῶν Ἀθηναίων. ἀπέστησαν δὲ ἀπὸ Ἀθηναίων Χαλκιδεῖς ἐπὶ Εὐκλέους ἄρχοντος.
τὸ Χαλκιδικὸν ποτήριον τὸ ὀστράκινον. ἐχρῶντο δὲ τούτῳ εἰς τὰ συμπόσια.
Χάλκις: πόλις Εὐβοίας, ἄποικοι Ἀθηναίων. ἐχρῶντο δὲ τοῖς ὀστρακίνοις εἰς τὰ συμπόσια· ὡς ἀεὶ οὖν τοῦ Κλέωνος διʼ ἐλάχιστόν τι κατηγοροῦντος. χωρίζετε οὖν, φησί, Χαλκιδέας ἀπὸ τῆς τῶν Ἀθηναίων συμμαχίας.
οἱ Χαλκιδεῖς εἰσὶ μὲν καὶ ἐπὶ τῆς Εὐβοίας ἄποικοι Ἀθηναίων, εἰσὶ δὲ καὶ ἐπὶ Θρᾴκης ἄποικοι τῆς Εὐβοίας. πολλὰ δὲ ἦν τότε χωρία τῆς Θρᾴκης ὑπηκόα τοῖς Ἀθηναίοις, ἐν οἷς ἦσαν καὶ Χαλκιδεῖς. ἰδὼν οὖν ὁ Κλέων ἐν ταῖς χερσὶ τοῦ θεράποντος ὀστράκινον ποτήριον, φησὶν ὅτι τὸ ποτήριον τοῦτο Χαλκιδικόν ἐστι, καὶ πόθεν ὑμεῖς αὐτὸ ἔχετε, εἰ μὴ δῶρον ὑμῖν ἐδόθη παρʼ αὐτῶν ἵνα ἀποστῶσι τῆς τῶν Ἀθηναίων συμμαχίας; ἔλαβε δὲ τὴν πρόφασιν εὔκαιρον, διὰ τὸ κατʼ ἐκεῖνον τὸν καιρὸν ἀποστῆναι αὐτοὺς Ἀθηναίων ἐπὶ Εὐκλέους ἄρχοντος· ὡς ἀεὶ οὖν τοῦ Κλέωνος διʼ ἐλαχίστων κατηγοροῦντος τοῦτό φησιν.
Χαλκιδέας πόλις Εὐβοίας, ἄποικος Ἀθηναίων.
ὦ γεννάδα τοῦτο ὁ θεράπων πρὸς τὸν Ἀγοράκριτον. ἔν τισι δὲ οἱ δύο στίχοι οὐκ ἔγκεινται.
ὦ γεννάδα τοῦτο ὁ θεράπων πρὸς τὸν Ἀγοράκριτον.
ἐν ἐκθέσει στίχοι τροχαϊκοὶ καταληκτικοὶ εʹ, οὓς οἱ ὑποκριταί φασιν.
ἄνδρες ἱππεῖς: ὡς συκοφαντούμενος ἐπικαλεῖται εἰς βοήθειαν τοὺς ἱππέας. εἷς δὲ τῶν ἱππέων ὁ Σίμων καὶ ὁ Παναίτιος.
ἄνδρες ἱππεῖς ὡς συκοφαντούμενοι ἐπικαλοῦνται πρὸς βοήθειαν τοὺς ἱππεῖς.
πρὸς τὸ δεξιὸν κέρας: ὡς ἐπὶ τάξεως φησίν. ὁ δὲ Παναίτιος ὡς μέγας τῶν ἱππέων κωμῳδεῖται. τινὲς δέ φασι τὸ μὲν «ἄνδρες ἱππεῖς» τὸν ἀλλαντοπώλην λέγειν, ἄλλοι δὲ τὸ «ἄνδρες ἐγγύς» τὸν θεράποντα.
πρὸς τὸ δεξιὸν κέρας ὡς ἐπὶ τάξεως φησίν.
οὐκ ἐλᾶτε; ἐπὶ παρατάξεως.
ὦ Σίμων, ὦ Παναίτιʼ Σίμων καὶ Παναίτιος ἵππαρχοι.
ὦ Σίμων, ὦ Παναίτιʼ ὁ Σίμων καὶ ὁ Παναίτιος ἵππαρχοι καὶ τοῦ τῶν ἱππέων τάγματος.
κἀπαναστρέφου: ὡς τοῦ ἀλλαντοπώλου πεφευγότος εἶπεν ἀναστρέφου.
κἀπαναστρέφου ὡς πεφευγότος τοῦτο λέγει.
ὡς ὁμοῦ προσκειμένων: τὸ ὁμοῦ λέγουσιν Ἀττικοὶ ἀντὶ τοῦ ἐγγύς, ὡς καὶ ἐν Εἰρήνῃ «καὶ μὴν ὁμοὖστιν ἤδη».
τροπὴν φυγήν, δίωξιν.
κορωνίς, ὅτι εἰσέρχεται ὁ χορὸς τῶν ἱππέων καὶ πάλιν στίχοι τροχαϊκοὶ λβʹ.
παῖε παῖε τὸν πανοῦργον: εἴσθεσις διπλῆς ἀμοιβαίας ἑτέρων ὑποκριτῶν εἰσιόντων. οἱ δὲ στίχοι εἰσὶ τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ λζʹ, ὧν τελευταῖος «καὶ τέμαχος οὗ Περικλῆς οὐκ ἠξιώθη πώποτε». ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει τῶν στίχων διπλῆ ἔξω νενευκυῖα.
παῖε παῖε τὸν πανοῦργον: ἐντεῦθεν ἡ πάροδος γίνεται τοῦ χοροῦ ἀπὸ τῶν ἱππέων συμπληρουμένου· οἵτινες ἐπικαλουμένου ἀκούσαντες τοῦ θεράποντος, εὐθέως ἀφικνοῦνται βοηθήσοντες αὐτῷ. ταραξιππόστρατον δὲ καλοῦσι τὸν Κλέωνα, τουτέστι τὸν ταράσσοντα τὸ πλῆθος τὸ ἱππικόν. τοῦτο δὲ εἶπεν, ἵνα δόξωσιν εἰκότως αὐτῷ χαλεπαίνειν καὶ αὐτοὶ καὶ πολεμεῖν· ἢ ἵνα τὸν Κλέωνα δείξῃ διὰ πάντων λυμαινόμενον τὴν πόλιν, διαφθείροντα μὲν τὸ ἱππικόν, σφετεριζόμενον δὲ τοὺς φόρους.
καὶ τελώνην: τελώνην αὐτὸν λέγει, ὡς ἀπηνῶς τελωνοῦντα· διεβέβλητο γὰρ τὸ τοῦ τελώνου ὄνομα. ὡς καὶ τοῦ Κλέωνος ὄντος τελώνου καὶ ὑπὲρ τὸ τέλος τελωνοῦντος. φάραγξ δὲ τὸ ἀπόσχισμα τῆς γῆς, ὃ τὸ παρεμπίπτον ὕδωρ πίνει· τοῦτο δὲ καὶ εἰς τὸ κακόφωνον αὐτοῦ. Χάρυβδιν δὲ ἁρπαγῆς ὡς πᾶν ὁτιοῦν ἁρπάζοντα.
φάραγγα: τὸ τῆς γῆς βάραθρον ὃ, ἐὰν εἰς αὐτὸ ὕδωρ ἐμπέσῃ, ἀφανὲς ποιεῖ. εἰς ἄδηλον γὰρ τὸ ὕδωρ καταναλίσκεται. τοῦτο δὲ διὰ τὸ κακόφωνον τοῦ Κλέωνος καὶ τὸ κράζειν ὡς ἐπὶ τῶν πετρῶν τὰ κύματα.
τελώνην δὲ αὐτὸν λέγει ὡς ἀπηνῶς τελωνοῦντα. διεβέβλητο γὰρ τὸ τοῦ τελώνου ὄνομα. φάραγγα δὲ καὶ Χάρυβδιν διὰ τὸ τὰ παρεμπίπτοντα ἁρπάζειν καὶ κατεσθίειν, ὡς φάραγξ καὶ ἡ Χάρυβδις τὸ παρεμπίπτον ὕδωρ πίνει.
φάραγγα διὰ τὸ κακόφωνον αὐτοῦ.
Χάρυβδιν ἁρπαγῆς ὡς κατεσθίοντος αὐτοῦ τὰ κοινά.
αὔτʼ αὐτό.
κύκα οἷον πᾶν αὐτῷ κίνει πρᾶγμα καὶ μηχανήν· τοῦτο γάρ ἐστι τὸ κυκᾶν.
κύκα οἷον πᾶσαν αὐτῷ μηχανὴν κίνει καὶ κατʼ αὐτοῦ.
κἀπικείμενος βόα: ἀντὶ τοῦ τύπτων αὐτόν· διὰ δὲ Κλέωνα τοῦτο πάλιν λέγει, ἐπειδὴ κεκράκτης ἦν.
βδελύττου μίσει, ἀποστρέφου.
καὶ γὰρ οἶδε τὰς ὁδούς: ἐπίσταται, φησί, τὰς καταδύσεις Εὐκράτους τὰς ἐπὶ τὰ κυρήβια. κυρήβια δέ εἰσι τὰ πίτυρα καὶ ἄχυρα τῶν πυρῶν ἢ κριθῶν· μύλωνας δὲ ἔχων ὁ Εὐκράτης εἰκότως εἶχε καὶ κυρήβια. ἐκωμῴδησεν οὖν εὐκαίρως αὐτὸν ὡς μυλωνάρχην καὶ ὡς πρὸ αὐτοῦ πολιτευσάμενον καὶ πεφευγότα. τινὲς δὲ ὅτι ἦν μυλωνάρχης.
κυρηβίων: ἔνθα αἱ κάχρυς φρύγονται. κάχρυς δέ εἰσιν αἱ λελεπισμέναι κριθαί, ἀφʼ ὧν ἡ πτισάνη. σκώπτει δὲ καὶ τὸν Εὐκράτην ὡς τοιαύτην τέχνην ἔχοντα. ἐν ἄλλοις γοῦν φανερώτερόν φησι, «καὶ σὺ κυρηβιοπῶλα Εὔκρατες στύππαξ.»
Εὐκράτης ὁ καλούμενος στύππαξ.
κυρηβίων τῶν μυλώνων· κυρήβια γὰρ τὰ πίτυρα τῶν κριθῶν.
ὦ γέροντες ἡλιασταί: τοῦτο ὁ Κλέων λέγει, καὶ αὐτὸς ἐπικαλούμενος τοὺς δικαστὰς εἰς βοήθειαν. Ἡλιαία γὰρ μέγιστον δικαστήριον Ἀθήνησιν· οἱ δὲ δικασταὶ ὑπὸ τῶν δημαγωγῶν ἐτρέφοντο, τριώβολον λαμβάνοντες μισθὸν δικαστικὸν μετὰ τὸ κρῖναι. ὡς δημαγωγὸς οὖν ἐπικαλεῖται οὓς ἔτρεφεν. συγγενεῖς δὲ εἶπε τριωβόλου οἷον προσῳκειωμένοι καὶ προσπεφυκότες τῷ τριωβόλῳ. καὶ γὰρ τοὺς συγγενεῖς φράτορας καλοῦσιν. εἰσὶ δὲ οἱ τῆς αὐτῆς φατρίας μετέχοντες, οἷον πατρίας τινός. ὁ γοῦν Ὅμηρος τὴν αὐτὴν πάτραν λέγει «ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη», καὶ κατʼ ἀναφορὰν πάτρη καλεῖται. μεταπέπτωκε δὲ τὰ στοιχεῖα καθάπερ ἐπὶ τοῦδε, ὁ φάτριος Ζεὺς καὶ ὁ πάτριος. τὸ δὲ τριώβολον ἡμίδραχμόν ἐστιν. Ἡλιαία δὲ καλεῖται διὰ τὸ ὑπαίθριον αὐτὴν εἶναι καὶ ὑπὸ τῷ ἡλίῳ καθέζεσθαι τοὺς συνελθόντας δικαστάς.
περὶ τῆς Ἡλιαίας τοῦ δικαστηρίου. δικαστήριόν ἐστιν Ἀθήνησιν Ἡλιαία καλούμενον διὰ τὸ ὑπαίθριον εἶναι καὶ ὑπὸ τοῦ ἡλίου φλέγεσθαι τοὺς συνερχομένους ἐν αὐτῷ δικαστάς. οἵτινες ὑπὸ τῶν δημαγωγῶν ἐτρέφοντο, τριώβολον λαμβάνοντες μισθὸν δικαστικὸν μετὰ τὸ κρῖναι. ὡς δημαγωγὸς οὖν ἐπικαλεῖται οὓς ἔτρεφεν. φράτορες δὲ καλοῦνται οἱ τῆς αὐτῆς φατρίας μετέχοντες οἷον πατρίας τινός. μεταπέπτωκε γὰρ τὰ στοιχεῖα καθάπερ ἐπὶ τοῦδε, ὁ φάτριος Ζεὺς ἤγουν ὁ πάτριος. τὸ δὲ τριώβολον ἡμίδραχμόν ἐστιν.
ἡλιασταί Ἡλιαία μέγιστον δικαστήριον Ἀθήνησιν.
φράτορες τριωβόλου συγγενεῖς, προσῳκειωμένοι τῷ τριωβόλῳ.
οὓς ἐγὼ βόσκω: πικρῶς ὡς θρέμμασιν αὐτοῖς κέχρηται ἀλόγοις. βόσκειν γὰρ ἐπὶ τῶν ἀλόγων ζῴων τίθεται. τὸ δὲ δίκαια κἄδικα, οἷον ἐκ δικαίου καὶ ἀδίκου.
βόσκω τρέφω.
βόσκω τρέφω. ὡς δημαγωγὸς γὰρ καλεῖ οὓς ἔτρεφεν.
ξυνωμοτῶν: ξυνωμοσίαν πεποιημένων, τουτέστι πίστεις διʼ ὅρκων διδόντων αὑτοῖς καὶ συνθήκας κατʼ ἐμοῦ πεποιηκότων. ἄλλως: προδοτῶν τοῦ δήμου, τῶν συνομνυόντων ἐπὶ τῇ καθαιρέσει τοῦ δήμου.
ξυνωμοτῶν ἐπιβούλων, προδοτῶν.
πρὶν λαχεῖν: πρὶν χειροτονηθῆναι, πρὶν κληρωθῆναι. πρὸ διανομῆς, φησίν, ἁρπάζεις· ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τοῖς δείπνοις ἁρπαζόντων πρὸ διανομῆς.
πρὶν λαχεῖν ἤγουν πρὶν κληρωθῆναι, πρὸ διανομῆς.
πρὶν λαχεῖν κατεσθίεις ἤγουν πρὶν διανεῖμαι αὐτὰ ἁρπάζεις.
κἀποσυκάζεις: συκοφαντεῖς· ἐχρήσατο δὲ τῷ ὀνόματι, ἀφʼ οὗ καὶ συκοφάντης κέκληται. τὸ γὰρ παλαιὸν τίμια παρὰ τοῖς Ἀθηναίοις τὰ σῦκα ἦν, καὶ εἴ τις διεβλήθη κλέπτων, ἐκολάζετο. ἄλλως: συκάζειν τὸ ἀποθλίβειν τὰ σῦκα, εἰ ὠμὰ ἢ πέπειρα. καλῶς οὖν ἐπήνεγκε τὸ «ἀποσυκάζεις πιέζων», ἐπεὶ ἀποθλίβει τοὺς συκοφαντουμένους καὶ πιέζει δωροδοκῶν.
τοὺς ὑπευθύνους σκοπῶν: διαλογιζόμενος καὶ ὁρῶν καὶ πολυπραγμονῶν. τὸ δὲ «πέπων ἢ μὴ πέπων» ἀντὶ τοῦ ἁπαλός, ῥᾳδίως διασεισθῆναι δυνάμενος. μεταφορικῶς δὲ ἀπὸ τοῦ συκάζειν τούτοις τοῖς ὀνόμασι κέχρηται. ὠμὰ γὰρ τὰ μηδέπω ὡριμακότα. ὥσπερ οὖν ἐπὶ τῶν καρπῶν ἐκ μὲν τῶν πεπανθέντων ἔστι δρέψασθαι καὶ φαγεῖν, ἐκ δὲ τῶν ἀώρων καὶ ὠμῶν οὐκέτι, οὕτως, φησί, καὶ ἐπὶ τῶν ἀνθρώπων ὁ Κλέων διελογίζετο, καὶ διέκρινε τίς ἐπιτήδειος διασεισθῆναι καὶ τίς σκληρὸς καὶ δυσκαταμάχητος. ὑπευθύνους δὲ τοὺς μηδέπω λογισμὸν παρεχομένους μηδὲ εὐθύνας τῆς ἀρχῆς ἧς ἐπιστεύθησαν.
ἀποσυκάζεις: συκοφαντεῖς. ἐχρήσατο δὲ τῷ ὀνόματι ἀφʼ οὗ καὶ συκοφάντης λέγεται. τὸ γὰρ παλαιὸν τίμια παρʼ Ἀθηναίοις τὰ σῦκα ἦν, καὶ εἴ τις διεβλήθη κλέπτων, ἐκολάζετο. ἄλλως: ἀποσυκάζειν, συκοφαντεῖν. οἱ δὲ δοκιμάζειν. ἀποσυκάζειν γὰρ τὸ τὰ πέπειρα σῦκα διαλέγειν. διόπερ προσέθηκε πιέζων. ἐκθλίβοντες γὰρ δοκιμάζομεν τὰ σῦκα, εἰ πέπειρά ἐστιν ἢ μή. ἐπεὶ τοίνυν συκάζειν λέγεται καὶ τὸ συκοφαντεῖν καὶ τὸ σῦκα κλέπτειν, ἅπαξ εἰπὼν τὸ ἀποσυκάζεις, ἐπήνεγκε τὸ πιέζων.
ὑπευθύνους σκοπῶν: διαλογιζόμενος καὶ ὁρῶν καὶ πολυπραγμονῶν. τὸ δὲ «πέπων ἢ μὴ πέπων» ἀντὶ τοῦ ἁπαλὸς καὶ ῥᾳδίως διασεισθῆναι δυνάμενος. μεταφορικῶς δὲ εἶπεν ἀπὸ τοῦ συκάζειν. ὠμὰ γὰρ τὰ μηδέπω ὥριμα. ὥσπερ οὖν ἐκ τῶν ὡρίμων ἔστι φαγεῖν, ἐκ δὲ τῶν ὠμῶν οὐκέτι, οὕτω καὶ ἐπὶ τῶν ἀνθρώπων ἐκ μὲν τῶν ὠμῶν, τουτέστι τῶν σκληρῶν καὶ δυσκαταμαχήτων οὐκ ἔστι φαγεῖν, ἐκ δὲ τῶν χαύνων φαγεῖν. ὑπευθύνους δὲ λέγει τοὺς καταδίκους.
ἀποσυκάζεις συκοφαντεῖς.
ἀποσυκάζεις συκοφαντεῖν, ἀφʼ οὗ καὶ συκοφάντης. τὸ γὰρ παλαιὸν τίμια τὰ σῦκα παρʼ Ἀθηναίοις, καὶ εἴ τις διαβληθείη κλέπτων, ἐκολάζετο.
ἀποσυκάζειν ἐστὶ τὸ ἀποθλίβειν τὰ σῦκα ἢ ὠμὰ ἢ πέπειρα. καλῶς οὖν ἐπήνεγκε τὸ ἀποπιέζειν, ἐπεὶ ἀποθλίβων τοὺς συκοφαντουμένους καὶ πιέζων ἐδωροδοκεῖτο. ὑπευθύνους δὲ λέγει τοὺς μηδέπω λογισμὸν παρεχομένους μηδὲ εὐθύνας τῆς ἀρχῆς ἧς ἐπιστεύθησαν.
ὅστις αὐτῶν ὠμός ἐστι: σκληρὸς καὶ δυσκαταμάχητος.
πέπων ἢ μὴ πέπων: ἀντὶ τοῦ εἰπεῖν πένης ἢ πλούσιος. ἐπέμεινε δὲ τῇ μεταφορᾷ ὡς ἐπὶ σύκων.
ἀπράγμονʼ ὄντα: ἐπιεικῆ καὶ μέτριον τοὺς τρόπους, οὐ φιλοπράγμονα.
κεχηνότα ἀνειμένον ἢ μωρόν.
ἐκ Χερρονήσου: Χερρόνησος τῆς Θρᾴκης χωρίον καὶ πόλις, ὑποτελὴς τῶν Ἀθηναίων, εὔφορος εἰς πυροῦ γεωργίαν. ὅθεν καὶ ἐσιταγώγουν οἱ Ἀθηναῖοι. ὡς ἰδιοπραγμόνων καὶ ἰδιωτῶν ὄντων τῶν Χερρονησιωτῶν καὶ διασείεσθαι δυναμένων ῥᾳδίως, μάλιστα δὲ τοῦ Κλέωνος ἐπηρεάζοντος αὐτούς, τούτων ἐμνήσθη. ὅθεν ὡς ἐπὶ ἀγροίκων καὶ τῷ «καταγαγών» ἐχρήσατο σημαντικῶς, ὥσπερ ἀπʼ ἀγροῦ τινος μετακαλουμένων καὶ κατιόντων εἰς πόλιν. ἄλλως: ὡς καταγαγόντος αὐτοῦ τοὺς συμμάχους εἰς Ἀθήνας καὶ συκοφαντοῦντος καὶ ἀργυριζομένου.
Χερρόνησος τῆς Θρᾴκης χώρα καὶ πόλις ὑποτελὴς Ἀθηναίοις, εὔφορος εἰς πυροῦ γεωργίαν, ὅθεν καὶ ἐσιταγώγουν Ἀθηναῖοι. ὡς οὖν ἀπραγμόνων ὄντων καὶ ἰδιωτῶν καὶ ὑπὸ Κλέωνος ἐπηρεαζομένων τούτων ἐμνήσθη. ὅθεν καὶ ὡς ἐπὶ ἀγροίκων τῷ «καταγαγὼν» ἐχρήσατο, ὡς ἀπʼ ἀγροῦ κατιόντων εἰς πόλιν.
ἀγκυρίσας: ὑποσκελίσας, οἷον τῇ ἀγκύλῃ καταβαλών. παλαιστρικὰ γάρ ἐστι ταῦτα καὶ τὸ «διαλαβὼν» καὶ τὸ «ἀγκυρίσας».
καταγαγὼν κατάξας.
Χερρονήσου αὕτη Θρᾴκης χώρα.
ἀγκυρίσας ὑποσκελίσας ὡς ἐπὶ τῶν παλαιόντων.
ἐνεκολάβησας: κόλαβος ἄκολος, ψωμός, ὅθεν τὸ ἐνεκολάβησας ἀντὶ τοῦ καταπέπωκας. τὸ δὲ ὅλον, καταπαλαίσας αὐτὸν ἐκπεριελθὼν καὶ διασείσας ἀργυρίζεται. τὴν βίαν δὲ ᾗ ἐκέχρητο κατὰ τῶν ἀνθρώπων διὰ τῆς πάλης ἐδήλωσεν.
εἶτʼ ἀποστρέψας τὸν ὦμον τὴν βίαν ᾗ ἐκέχρητο κατὰ τῶν ἀνθρώπων διὰ τῆς πάλης ἐδήλωσεν.
ἐνεκολάβησας ἤγουν καταπέπωκας· ἀπὸ τοῦ ψωμοῦ ὃν ἄκολον ἔλεγον.
καὶ σκοπεῖς γε τῶν πολιτῶν: διακρίνεις καὶ ἀναζητεῖς. ὁ δὲ νοῦς αὐτῷ πᾶς τοῦτο λέγειν βούλεται, ὅτι οὐ τῷ προειρημένῳ ἐπηρεάζει τρόπῳ, ἀλλʼ εἴ τις καὶ τοιοῦτό τι ποιεῖ, ἀναζητεῖ καὶ διακρίνει τίς ἐστι τῶν πολιτῶν ἀμνοκῶν, οἷον προβατώδης, τουτέστι μωρὸς καὶ εὐήθης· τὰ γὰρ πρόβατα ἐπὶ εὐηθείᾳ διαβάλλεται.
σκοπεῖς ἀναζητεῖς.
ἀμνοκῶν ἤγουν προβατώδης καὶ εὐήθης· τὰ γὰρ πρόβατα ἐπὶ εὐηθείᾳ διαβάλλεται.
καὶ τρέμων τὰ πράγματα: εὐλαβούμενος καταστῆναι εἰς πράγματα. πολλοὶ γὰρ διὰ δειλίαν καὶ ἤθους καὶ τρόπων ἐπιείκειαν αἱροῦνται ζημιωθῆναι μᾶλλον ἢ χωρῆσαι διὰ δίκης. καὶ τοὺς τοιούτους ἐπιλεγόμενος, φησίν, ὁ Κλέων καταστήσας εἰς φόβον τοῦ παρέξειν πράγματα ἐπηρεάζει ῥᾳδίως.
τρέμων τὰ πράγματα πολλοὶ γὰρ διʼ ἐπιείκειαν τρόπων αἱροῦνται ζημιωθῆναι μᾶλλον ἢ χωρῆσαι διὰ δίκης· οὓς ὁ Κλέων φοβῶν ἐζημίου.
ὡς δʼ ἀλαζών, ὡς δὲ μάσθλης: ἀλαζὼν ὁ μείζονα τῆς ἑαυτοῦ ἀξίας κομπάζων καὶ φρονῶν. μάσθλης δὲ κυρίως ἱμὰς μεμαλαγμένος καὶ ἁπαλὸς καὶ τρυφερός. καλῶς οὖν ἐπὶ τοῦ Κλέωνος τῷ ὀνόματι κέχρηται, ὁμοῦ καὶ τὸ τοῦ τρόπου ὕπουλον καὶ τὸ λαγαρὸν αὐτοῦ δεικνύς, καὶ σκώπτων ὡς βυρσέα, ἀφʼ ὧν οἱ ἱμάντες γίνονται κατεργασθέντες τοιοῦτοι.
εἶδες οἷʼ ὑπέρχεται: ὡς παράγεται τὸν δῆμον ὑποτρέχων καὶ κολακεύει καὶ καταπραΰνει ἀπάγων τὴν ὀργὴν ἅπασαν τὴν πρὸς αὐτόν.
μάσθλης ὁ μεμαλαγμένος καὶ ἐντρίβων ταῖς πονηρίας.
μάσθλης ὡς ἱμὰς μεμαλαγμένος· σκώπτων δὲ ὡς βυρσέα τοῦτό φησιν.
ὑπέρχεται ὑπούλως ἀπατᾷ.
ὡσπερεὶ γέροντας: ὥσπερ, φησί, τοὺς γέροντας δικαστὰς ἐκπανουργῆσαι, οὕτω καὶ ἡμᾶς ἐπιχειρεῖ ἀπατᾶν. κόβαλα γὰρ καλοῦσι τὰ πανουργήματα.
ἐκκοβαλικεύεται: λῃστεύει· κόβαλοι γὰρ οἱ μετὰ ξύλου λῃσταί· τοὺς αὐτοὺς καὶ κορυνηφόρους καλοῦσιν. οἱ δὲ κόβαλον τὴν μετὰ ἀπάτης παιδιάν.
ἐκκοβαλικεύεται: κόβαλα γὰρ καλοῦσι τὰ ἀπατήματα καὶ πανουργεύματα. ἐκκοβαλικεύεται δὲ ἀντὶ τοῦ λῃστεύει. κόβαλοι γὰρ οἱ λῃσταί· τοὺς αὐτοὺς καὶ κυρηφόρους καλοῦσιν. οἱ δὲ κόβαλον τὴν μετὰ ἀπάτης παιδείαν.
ἐκκοβαλικεύεται ἀπατᾷ, παραλογίζεται.
ἀλλʼ ἐὰν ταύτῃ γε νικᾷ: τῇ πανουργίᾳ. λέγει ὅτι ἐὰν τῇ πανουργίᾳ νικήσῃ, αὐτῇ τῇ πανουργίᾳ παισθήσεται. ἄλλως: τὰς χεῖρας δείκνυσιν. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν παλαιόντων· διὸ φησὶ καὶ τὸ κυρηβάσει.
ταύτῃ τῇ πανουργίᾳ.
ταυτῃὶ τὴν χεῖρα δείκνυσιν, ἢ κορώνην φέρων τοῦτο λέγει.
κυρηβάσει: κυρηβασία λέγεται ἡ διὰ τῶν κεράτων μάχη, ἥπερ ἐν τοῖς ἀλόγοις ζῴοις γίνεται. τοῦτο οὖν δηλοῖ ὅτι ἢ μαχεῖται ἢ πλήξει. κυρηβάσεις γὰρ λέγονται αἱ πλήξεις τῶν τράγων. καὶ γὰρ ἐκεῖνοι ταῖς κεφαλαῖς διαμάχονται. ἄλλως: πρὸς τὸ σκέλος μαχεῖται ἢ διαπεσεῖται.
κυρηβάσεις λέγονται αἱ πλήξεις τῶν τράγων καὶ τῶν λοιπῶν κερασφόρων ζῴων. καὶ γὰρ ἐκεῖνα ταῖς κεφαλαῖς καὶ τοῖς κέρασι διαμάχονται.
γαστρίζομαι τοῦτο ὡς πληγεὶς τῷ σκέλει εἰς τὴν γαστέρα. τὴν γαστέρα τύπτομαι. παρεπιγραφή· συγκέκυφε γὰρ καὶ ὑπὸ τῶν διωκόντων τύπτεται.
καταστρέφεις δουλοῖς.
καταστρέφεις καταβάλλεις.
ἀλλʼ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρώτῃ τρέψομαι: πλεῖόν σου βοῶν εἰς φυγὴν τρέψω.
τῇ βοῇ τρέψομαι ἤγουν νικήσω σε βοῶν.
τῇ βοῇ τρέψομαι ἤγουν πλέον σου βοῶν εἰς φυγὴν κινήσω, νικήσω.
τήνελλος εἶ: τήνελλα ἁρμονία λύρας. ἐὰν τοίνυν ὑπερακοντίσῃς αὐτόν, μουσικώτατος εἶ. ἄλλως: νικηφόρος· τήνελλα γὰρ κρουμάτιον ἐπινίκιον.
τήνελλος ἤγουν μουσικώτατος· τήνελλος γὰρ ἁρμονία λύρας.
ἢν δʼ ἀναιδείᾳ παρέλθῃς: κἂν ἡττηθῇς, φησίν, ὑπʼ αὐτοῦ τῇ βοῇ, περιγένῃ δὲ ἐν ἀναιδείᾳ, οὐδὲν ἧττον ἡμετέρα ἡ νίκη. πυραμοῦς δὲ εἶδος πλακοῦντος ἐκ μέλιτος ἑφθοῦ καὶ πυρῶν πεφρυγμένων, ὡς καὶ σησαμοῦς τὸ διὰ σησάμης. ταῦτα δὲ ἐτίθεσαν ἆθλα τοῖς διαγρυπνηταῖς. εἰώθασι γὰρ ἐν τοῖς συμποσίοις ἁμιλλᾶσθαι περὶ ἀγρυπνίας, καὶ ὁ διαγρυπνήσας μέχρι τῆς ἕω ἐλάμβανε τὸν πυραμοῦντα.
ἡμέτερος ὁ πυραμοῦς: ἡμετέρα ἡ νίκη. πυραμοῦς δὲ εἶδος πλακοῦντος ἐκ μέλιτος ἑφθοῦ καὶ πυροῦ πεφυρμένος, ὡς καὶ ὁ σησαμοῦς διὰ σησάμης. ταῦτα δὲ ἐτίθεσαν ἆθλα τοῖς διαγρυπνηταῖς. εἰώθασι γὰρ ἐν τοῖς συμποσίοις ἁμιλλᾶσθαι περὶ ἀγρυπνίας, καὶ ὁ διαγρυπνήσας μέχρι τῆς ἕω νικήσας ἐλάμβανε τὸν πλακοῦντα, ἤγουν τὸν πυραμοῦντα. ὁ δὲ νοῦς ὅτι ἐὰν ἡττηθῇς ὑπʼ αὐτοῦ τῇ βοῇ, περιγένῃ δὲ τῇ ἀναισχυντίᾳ οὐδὲν ἧττον ἡμέτερον τὸ ἑρμαῖον, τουτέστιν ἡμετέρα ἡ νίκη.
παρέλθῃς νικήσεις, ἐκ μεταφορᾶς τῶν τρεχόντων.
ἡμέτερος ὁ πυραμοῦς ἤγουν ἡμετέρα νίκη· πυραμοῦς δὲ εἶδος πλακοῦντος.
πυραμοῦς εἶδος πλακοῦντος ἐκ μέλιτος ἑφθοῦ καὶ πυρῶν πεφρυγμένων, ὥσπερ καὶ σησαμοῦς τὸ διὰ σησάμης. ταῦτα δὲ ἐτίθετο ἆθλα τοῖς ἀγρυπνοῦσιν. εἰώθασι γὰρ ἐν τοῖς συμποσίοις ἁμιλλᾶσθαι περὶ ἀγρυπνίας, καὶ ὁ διαγρυπνήσας μέχρι τῆς ἕω ἐλάμβανε τὸν πλακοῦντα.
ἐγὼ δείκνυμι: ἐνδείκνυμι καὶ φαίνω. ἐνδεικνύναι δὲ ἔλεγον τὸ καταγγέλλειν τινὰ κακουργοῦντα περὶ τὰ κοινά.
δείκνυμι φανερὸν ποιῶν.
ζωμεύματα: τὰ τῶν νεῶν χρειώδη· λέγει δὲ ξύλα καὶ κηρὸν καὶ πίσσαν. ἄλλως: τὰ λεγόμενα ὑποζώματα. εἰσὶ δὲ ξύλα τῶν νεῶν. ἀντὶ τοῦ εἰπεῖν ὑποζώματα, εἶπεν ὡς πρὸς μάγειρον παίζων ζωμεύματα, ὡς ἀρτύσεως ἔμπειρον καὶ ζωμευμάτων. ἀπείρητο δὲ ἀπὸ Ἀθηνῶν ἐξάγειν ξύλα καὶ πίσσαν. εἶχον δὲ καὶ οἱ Λακεδαιμόνιοι τριήρεις.
τὰ τῶν νεῶν χρειώδη. λέγει δὲ εἰς ξύλον καὶ κηρὸν καὶ πίσσαν, τὰ λεγόμενα ὑποζώματα. εἰσὶ δὲ ξύλα τῶν νεῶν. ὡς σκυτεὺς πρὸς μάγειρον δὲ παίζων εἶπε ζωμεύματα. ἀπείρητο δὲ ἀπὸ Ἀθηνῶν ἐξαγαγεῖν ξύλον καὶ πίτταν. εἶχον δὲ καὶ οἱ Λακεδαιμόνιοι τριήρεις, ἐπειδὴ ἦρχον νήσων τινῶν.
τριήρεσι ταῖς ναυσί.
ζωμεύματα ἤγουν ξύλα, ὑποζώματα τῶν νεῶν. ζωμεύματα δὲ εἶπεν, σκώπτων ὡς μάγειρον.
ἀντὶ τοῦ εἰπεῖν ξύλα, ὑποζώματα τῶν νεῶν, ζωμεύματα εἶπεν ὡς πρὸς μάγειρον. ἀπείρητο γὰρ ὑπʼ Ἀθηναίων ἐξάγειν ξύλα καὶ πίτταν. εἶχον γὰρ οἱ Λακεδαιμόνιοι τριήρεις.
κενῇ τῇ κοιλίᾳ: ἀντὶ τοῦ πένης ὢν ἀναξίως ἐκ τῶν κοινῶν πεπλούτηκεν.
ἐκθεῖ πλέᾳ: ἔξεισιν, ἐκπορεύεται μεστῇ καὶ γεμούσῃ, τουτέστιν ἔξεισιν ἐκ τῆς πολιτείας γενόμενος πλούσιος. εἰσδραμὼν δὲ ἀντὶ τοῦ προσελθὼν τῇ πολιτείᾳ· ἐμφαντικῇ δὲ τῇ λέξει κέχρηται, ἵνα δείξῃ αὐτὸν ἐπιπεπηδηκότα βιαίως καὶ ἀναισχύντως τῇ πολιτείᾳ. πρυτανεῖον δὲ τόπος Ἀθήνησιν οὗ τὰς δημοσίας σιτήσεις ἐποιοῦντο· τιμὴ δʼ οὐκ ἐλαχίστη τοῖς δημοσίᾳ σιτουμένοις ἦν.
ἐσδραμὼν ἐς τὸ πρυτανεῖον ὅτι ἀναξίως ἔτυχε τῆς ἐν πρυτανείῳ σιτήσεως.
ἐκθεῖ ἐκτρέχει.
πρυτανεῖον ἐν ᾧ εἰσὶν οἱ κοινοὶ θησαυροί.
ἐκθεῖ πλέᾳ ἐξέρχεται πεπληρωμένῃ.
νὴ Δίʼ ἐξαγαγών γε τἀπόρρητα: ἐπειδὴ ὁ Κλέων εἶπεν ἀπόρρητα, καὶ αὐτὸς εἶπε κρέα καὶ ἄρτον. λέγει οὖν ὅτι ἀναξίως ἔτυχεν ὁ Κλέων οὗ Περικλῆς οὐκ ἔτυχε, τῶν Ἀθηναίων μὴ παρασχόντων, ἤτοι ὑπὸ μεγαλοφροσύνης τοῦ ἀνδρὸς παραιτησαμένου, ἢ ὅτι ἐξοστρακισθεὶς οὐκ ἔτυχε τῆς ἐν πρυτανείῳ σιτήσεως ἢ ὅτι διὰ τοῦτο εἶπε κρέα καὶ ἄρτον, ἐπειδὴ οὐκ ἐξῆν τὰ θυόμενα Δημητρὶ καὶ Περσεφόνῃ ἔξω ἀφιεῖν. ὡς γοῦν αὐτὰ ἐκφέροντος κατηγορεῖ.
τἀπόρρητα ἀπηγορευμένα τῇ πόλει.
καὶ τέμαχος: ἰχθῦς· ἰδίως δὲ τεμαχίτας ἰχθῦς, τοὺς μεγάλους κατακοπτομένους.
τέμαχος: τεμάχη, τὰ τῶν ἰχθύων τῶν μεγάλων κοπτόμενα κόμματα.
τέμαχος ἰχθύων τμήματα. ἰδίως γὰρ τέμαχος τὸ τῶν ἰχθύων τμῆμα.
οὐκ ἠξιώθη διὰ τὸ ἄγος.
ἀποθανεῖσθον αὐτίκα μάλα: διπλῆ καὶ εἴσθεσις εἰς περίοδον κώλων ιθʹ τροχαϊκῶν, ὧν τὰ μὲν ιεʹ ἀμοιβαῖα τῶν ὑποκριτῶν δίμετρα ἀκατάληκτα, τὰ δὲ δʹ ἐναλλὰξ καταληκτικά· καὶ μήποτε εἰσὶ δίστιχα τετράμετρα καταληκτικά.
ἀποθανεῖσθον αὐτίκα: εἴσθεσις τῆς διπλῆς ἐκ κώλων ὁμοίων τροχαϊκῶν ιθʹ, ὧν τὰ ηʹ δίμετρα ἀκατάληκτα, τὸ θʹ δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, τὰ ἑξῆς θʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ ιθʹ, τὸ «–ρας ἔχοντα κοιλίας», ἑφθημιμερές, ὃ καλεῖται Εὐριπίδειον ἢ ληκύθιον. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος.
αὐτίκα εὐθὺς καὶ παραχρῆμα· Ἀττικὴ ἡ σύνταξις.
αὐτίκα παραχρῆμα.
τριπλάσιον κεκράξομαί σου τῷ κεκραγμῷ σου περιέσομαι ἀντὶ τοῦ νικήσω.
κεκράξομαι βοήσω.
καταβοήσομαι βοῶν σε τῇ βοῇ νικήσω σε.
κατακεκράξομαι οἷον ὑπερκεκράξομαι.
κατακεκράξομαί σε κράζων τῇ κραυγῇ κατακρατήσω σου.
κυνοκοπήσω σε: τυπτήσω σε καθάπερ κύνα. τοῦτο δὲ ὡς μάγειρος λέγει. ἔστι γὰρ κύων ἰχθὺς ποιός. ἅμα δὲ κυνείῳ σε δέρματι παίσω. ἔστι γὰρ τραχύτατον.
τοῦτο ὡς μάγειρος λέγει, ἀντὶ τοῦ κατακόψω σε ὡς κύνα. ἔστι γὰρ κύων ἰχθύς. ἢ κυνείῳ σε δέρματι τύψω. ἔστι γὰρ τραχύτατον.
κυνοκοπήσω σου τὸ νῶτον ὡς κύνα σε τύψω. οὐδετέρως δὲ τὸ νῶτον.
περιελῶ σʼ ἀλαζονείας: οἷον ἀποδύσω σε καὶ παύσω τῶν ἀλαζονευμάτων. ἡ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων. παύσω σε καὶ περικόψω τῆς ἀλαζονείας. περιελάσω, νικήσω.
περιελῶ νικήσω, ἀπὸ μεταφορᾶς τῶν ἐρεσσόντων.
ὑποτεμοῦμαι τὰς ὁδούς σου: οὐκ ἐάσω σε λέγειν, προλήψομαι, νικήσω. τοῦτο ὡς πρὸς βυρσοδέψην. ὑποτέμνεται γὰρ τὰ δέρματα ἵνα παχέα φαίνηται. διαφέρει γὰρ τὸ τέμνειν τοῦ ὑποτέμνειν. ὅταν γὰρ ὑποτέμνηται δέρμα, παχύτερον φαίνεται, ἀσθενέστερον δέ ἐστι. τέμνειν δὲ τὸ ὀρθὴν ποιεῖσθαι τὴν τομήν. τὸ γὰρ ἀνώμαλον τῆς τομῆς παχύτητος δόξαν ἐργάζεται.
τοῦτο ὡς βυρσοδέψου κατηγορεῖ. ὑποτέμνεται γὰρ τὰ δέρματα ἵνα παχέα φαίνηται. διαφέρει γὰρ τὸ τέμνειν τοῦ ὑποτέμνειν. ὅταν γὰρ ὑποτέμνηται παχύτερα φαίνεται, ἀσθενέστερα δέ ἐστι. τέμνειν δέ ἐστι τὸ ὀρθὴν ποιεῖσθαι τὴν τομήν. τὸ γὰρ ἀνώμαλον τῆς τομῆς παχύτητος δόξαν ἐργάζεται.
ὑποτεμοῦμαι τὰς ὁδούς σου οὐκ ἐάσω σε λέγειν.
ἀσκαρδάμυκτος: μὴ μύσας τοὺς ὀφθαλμούς. σκαρδαμυκτεῖν γὰρ τὸ σκαίρειν καὶ μύειν τοὺς ὀφθαλμούς, τὸ πυκνῶς βλεφαρίζειν, ὃ καὶ ἰλλωπεῖν λέγεται. ἀσκαρδαμυκτεῖν δέ, προτεθέντος τοῦ α, τὸ ἀτενὲς βλέπειν τὸν ἥλιον. φησὶν οὖν ὅτι ἀτενὲς εἰς ἐμὲ βλέψον, ὡς ἐν τούτῳ καταπληξόμενος τὸν ἀλλαντοπώλην.
ἀσκαρδαμύκτως ἀτενῶς, ἀναιδῶς.
ἀσκαρδάμυκτος μὴ μύσας τοὺς ὀφθαλμούς, ἤγουν ἀναιδῶς.
κἀγὼ σεμνύνεται ὡς ἐν ἀγορᾷ τεθραμμένος.
διαφορήσω σʼ εἴ τι γρύξεις: ἔπαιξε παρὰ τὸ «διαφορεῖν». καλῶς δὲ ὡς ἐπὶ μαγείρου καὶ ἀλλαντοποιοῦ κέχρηται. ἄλλως: διασπάσω, διολέσω. ἄλλως τε καὶ οὐκ ἀχρήστως τῇ λέξει ἐπὶ μαγείρου καὶ ἀλλαντοπώλου. οὗτοι γὰρ τὰ ἔντερα πλύνοντες ἐξ ἀνάγκης τῆς ἀπʼ αὐτῶν πληροῦνται κόπρου. παρατηρητέον δὲ ὅτι ἐν πᾶσιν ἀμείβεσθαι τοῖς ἴσοις πειρᾶται τὸν Κλέωνα.
διαφορήσω κόπρου πλήσω· παίζει δὲ ὡς πρὸς μάγειρον.
τι γρύξεις φθέγξῃ τι.
κοπροφορήσω σε: κόπρου σε πληρώσω. ἔπαιξε δὲ παρὰ τὸ «διαφορήσω σε». οἱ μάγειροι γὰρ τὰ ἔγκατα πλύνοντες ἀναγκαίως πληροῦνται κόπρου. ἄλλως: τὴν κόπρον σου ἐκφορήσομαι τύπτων σε. ἢ ὡς βυρσοδέψῃ, ὅτι κόπρῳ τὰς βύρσας ἐθεράπευον.
κοπροφορήσω σʼ κόπρον σου ἀποφορήσω, κόπρου πληρώσω σε.
κοπροφορήσω ὅμοιον τῷ ῥηθέντι. οἱ μάγειροι γὰρ τὰ ἔγκατα πλύνοντες τῆς ἀπʼ αὐτῶν πληροῦνται κόπρου.
παρατηρητέον ὅτι ἐν πᾶσιν ἀμείβεσθαι τοῖς ἴσοις πειρᾶται τὸν Κλέωνα.
ὁμολογῶ κλέπτειν: τοῦτο παρʼ ὑπόνοιαν λέγει, ὡς ἂν εἰ ἔλεγε «σώφρων εἰμι καὶ πεπαιδευμένος». ὁ δὲ αὐχεῖ ἐπὶ τῷ κλέπτειν. ἃ κλέπτω, ὀμνύω μὴ κεκλοφέναι, ὅ ἐστιν ὑπερβολὴ ἐπιορκίας.
νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον: προπερισπωμένως ἐπὶ τοῦ θεοῦ. ἐν μέσῃ γὰρ τῇ ἀγορᾷ ἵδρυται Ἑρμοῦ ἀγοραίου ἄγαλμα. πλεονεκτεῖν δὲ αὐτὸν πειρᾶται μὴ μόνον κλέπτων ἀλλὰ καὶ διαρρήδην ἐπιορκῶν. οἷον ἐμά ἐστι ταῦτα τὰ ἐπιχειρήματα. ἀμφότεροι δὲ ἁμιλλῶνται τίς ἐστιν αὐτῶν χείρων.
νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον: οἱ μὲν διαιροῦσιν ἀπὸ τοῦ «νὴ τὸν Ἑρμῆν» τοὺς τρεῖς στίχους· οἱ δὲ τοὺς δύο συνάπτουσιν. ἐν μέσῃ δὲ τῇ τῶν Ἀθηναίων ἀγορᾷ ἵδρυται καὶ μέχρι τοῦ νῦν ναὸς Ἑρμοῦ· εἰκότως οὖν ὡς ἀγοραῖον ὄμνυσι τοῦτον. καὶ ὅτι κλεπτίστατον τοῦτον ἀξιοῦσιν εἶναι.
ἀγοραῖον ἵδρυτο γὰρ ἐν τῇ ἀγορᾷ Ἑρμοῦ εἴδωλον.
κἀπιορκῶ γε βλεπόντων: οἷον ὁρώντων ὅτι κλέπτω, ὀμνύω ὅτι οὐκ ἔκλεψα. τοῦτο δὲ προστέθεικεν ὁ Ἀγοράκριτος, ὅτι πλεονεκτεῖ ἐκεῖνον καὶ μᾶλλον πονηρὸς εἶναι δοκεῖ, εἰ οὐ κλέπτει μόνον, ἀλλὰ καὶ φανερῶς ἐπιορκεῖ.
κἀπιορκῶ γε βλεπόντων οἷον ὁρώντων ὅτι κλέπτω, ἐπιορκῶ ὅτι οὐ κλέπτω ὀμνύων.
ἀλλότρια τοίνυν σοφίζῃ: τεχνάζει· σοφίας γὰρ ἔλεγον τὰς τέχνας. τὰ ἀλλότρια λέγεις, φησίν. ἐμὰ γάρ ἐστι ταῦτα τὰ ἐπιχειρήματα. ὡς εἰ ἔλεγε, τὰ ἐμὰ τοίνυν κλέπτεις.
ἀλλότρια ξένα.
σοφίζει μετὰ ἀπάτης καὶ τέχνης σοφιστικῆς κλέπτει.
φανῶ ἐμφανίσω, κατηγορήσω.
φανῶ φανερὸν ποιήσω.
τοῖς πρυτάνεσιν: ὅτι ἀναξίως ἔτυχε τῆς ἐν πρυτανείῳ σιτήσεως. ἔστι δὲ πρυτανεῖον τόπος ἐν Ἀθήναις οὗ τὰς δημοσίας σιτήσεις ἐποιοῦντο. τιμὴ δὲ οὐκ ἐλαχίστη προσῆν τοῖς τῆς δημοσίας τραπέζης τυχοῦσιν, ἐπεὶ καὶ ἀντὶ μεγάλων εὐεργεσιῶν καὶ κατορθωμάτων ἠμείβοντο τοὺς εὐεργετήσαντας αὐτοὺς τῇ δωρεᾷ.
ἀδεκατεύτους τῶν θεῶν: μὴ δεδωκότα ἀπʼ αὐτῶν τὴν δεκάτην μοῖραν τοῖς θεοῖς. ἔθος γὰρ εἶχον τὰς δεκάτας τῶν θυομένων τοῖς πρυτάνεσιν οἱ μάγειροι διδόναι. ὁ Κλέων δὲ λέγει οἱονεὶ ἀδεκάτευτον ἔχων οὐσίαν, ὁ δὲ ἀντὶ οὐσίας κοιλίας ἐπήνεγκεν ὡς ἀλλαντοπώλῃ.
κοιλίας οὐσίας ἔδει εἰπεῖν, ὁ δὲ ὡς μάγειρος κοιλίας.
ἱε ρὰς.
ὦ μιαρὲ καὶ βδελυρέ: διπλῆ καὶ εἴσθεσις εἰς περίοδον κώλων θʹ, ἧς τὸ πρῶτον παιωνικὸν δίρρυθμον, τὸ δεύτερον ἐκ κρητικοῦ καὶ δοχμίου, τὰ δὲ λοιπὰ ἑπτὰ παιωνικὰ δίρρυθμα.
ὦ μιαρὲ καὶ βδελυρέ: κορωνὶς καὶ εἴσθεσις χοροῦ ἐπῳδική, διὰ τὸ τίθεσθαι μετὰ τὴν διπλῆν, ἐκ κώλων παιωνικῶν ἐπιμεμιγμένων κρητικοῖς καὶ βακχείοις θʹ. ὧν τὸ πρῶτον δίμετρον ἀκατάληκτον ὃ καλεῖται δίρρυθμον, τὸ δεύτερον τρίμετρον βραχυκατάληκτον, τοῦ πρώτου ποδὸς κρητικοῦ, τοῦ δὲ δευτέρου βακχείου. τὰ ἑξῆς δʹ ὅμοια τῷ πρώτῳ ἐκ κρητικῶν, τὰ δὲ τούτων ἑξῆς γʹ ὅμοια, τοῦ δευτέρου ποδὸς κρητικοῦ. ἐν ἐκθέσει δὲ στίχοι τροχαϊκοὶ τετράμετροι ἀκατάληκτοι ὅμοιοι τοῖς ἑξῆς. ἐπὶ τῷ τέλει κορωνίς. ἑξῆς δὲ ἐν εἰσθέσει σύστημα ἀμοιβαῖον ἐκ στίχων τροχαϊκῶν τετραμέτρων καταληκτικῶν ηʹ. ἐπὶ τῷ τέλει παράγραφος.
στροφὴ κώλων ιαʹ.
βδελυρὲ αἰσχρέ.
κρᾶκτα λάλε.
πλέα πεπλήρωται.
πλέα πεπληρωμένη.
καὶ τέλη καὶ γραφαί: τὰ τελώνια καὶ αἱ ἀρχαί. τελώνης γὰρ ἦν καὶ ἐμίσθου τὰ τέλη, τουτέστι τὰ τάγματα.
τέλη τελώνια.
καὶ τέλη καὶ γραφαί τελώνης γὰρ ἦν καὶ μισθοῦ τὰ τέλη κηρύττων. τέλη δὲ τὰ τελώνια.
ὦ βορβοροτάραξι: ταραχωδέστατε, ταράττων ἡμῶν τὴν πόλιν ὡς βόρβορον. θορύβου πληρώσας τὴν πόλιν καὶ βορβόρου.
βορβοροτάραξι ὡς βόρβορον ταράττων ἡμῶν τὴν πόλιν.
ἀνατετυρβακώς: ἀναταράξας. τυρβάσαι δὲ κυρίως λέγεται τὸ τὸν πηλὸν ταράξαι.
ἀνατετυρβακώς ταράξας.
διπλῆ· στίχοι τροχαϊκοὶ τετράμετροι κατάληκτοι δέκα.
ἐκκεκώφηκας: βοῆς ἐπλήρωσας τὰς ἀκοάς.
ἐκκεκώφηκας δέον εἰπεῖν τὰς ἀκοάς.
κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν:ἐπειδὴ οἱ θυννοσκόποι ἐπὶ ὕψους ἱστάμενοι τὴν κατασκοπὴν τῶν εἰσιόντων θύννων εἰς τὰ δίκτυα ποιοῦνται. φησὶν οὖν ὅτι καθάπερ τοὺς θυννοσκόπους εἰσιόντες εἰς τὸ δίκτυον οὐ λανθάνουσιν οἱ θύννοι, οὕτως οὐ λανθάνουσι τὸν Κλέωνα τῆς πόλεως ἐπιβαίνοντες οἱ τοὺς φόρους φέροντες. προαρπάζει οὖν δέον τὴν πόλιν τὰ ἑαυτῆς λαμβάνειν. ὀνειδίζει οὖν αὐτῷ, ὅτι τὰ δημόσια νοσφίζεται χρήματα, ἅμα δὲ καὶ εἰς ὀψοφαγίαν διαβάλλει. ἀπὸ μεταφορᾶς δὲ τοῦτο εἶπε τῶν ἁλιέων τῶν ἀγρευόντων τοὺς θύννους.
θυννοσκοπῶν ἐπιτηρεῖς ὡς οἱ θυννοσκόποι τοὺς θύννους.
ὥσπερ οἱ θυννοσκόποι ἐπὶ ὕψους ἱστάμενοι τὴν κατασκοπὴν τῶν εἰσιόντων θύννων εἰς τὰ δίκτυα ποιοῦνται, οὕτως οὐ λανθάνουσι καὶ τὸν Κλέωνα τῆς πόλεως ἐπιβαίνοντες οἱ τοὺς φόρους φέροντες. ὀνειδίζει οὖν αὐτὸν ὅτι τὰ τῆς πόλεως νοσφίζεται χρήματα. ἅμα δὲ καὶ εἰς ὀψοφαγίαν διαβάλλει.
καττύεται: συντίθεται καὶ ῥάπτει κατʼ ἐμοῦ. ἀστείως δὲ τῇ λέξει κέχρηται ὡς βυρσοδέψης ἀπὸ τῶν ὑποδημάτων.
καττύεται συντίθεται καὶ ῥάπτεται κατʼ ἐμοῦ.
σύστημα κατὰ περικοπήν.
χορδεύματα: ἑξῆς καὶ οὗτος ὡς μάγειρος ἀπεκρίνατο. χορδεύματα γὰρ καὶ χορδαὶ καλοῦνται τὰ ἔντερα.
κάττυμα τὸ ἄκρον δέρμα.
κάττυμα τμῆμα δέρματος.
χορδεύματα ἤγουν ἔντερα, ὡς μάγειρος γὰρ ταῦτα ἀπεκρίνατο.
ὅστις ὑποτέμνων: ὅταν γὰρ ὑποτέμνηται παχύτερα γίνονται. τὸ γὰρ ἀνώμαλον τῆς τομῆς παχύτητος δόξαν ἐργάζεται. τέμνειν δέ ἐστι τὸ ὀρθὴν ποιεῖσθαι τὴν τομήν.
μοχθηροῦ βοός: θανασίμου ἢ ἀσθενοῦς, ἰσχνοῦ καὶ λεπτοβυρσοῦ. καὶ τοῦτο δὲ ὡς βυρσέα σκώπτει.
ὑποτέμνων πλαγίως τέμνων καὶ οὐκ ὀρθῶς.
μοχθηροῦ πολλὰ μοχθήσαντος καὶ ἐξασθενήσαντος τῷ χρόνῳ.
τοῖς ἀγροίκοισι πανοῦργος: εἰς ὑποδήματα αὐτοῖς κακῶς τὰς βύρσας τέμνων. καττύματα δὲ τὰ ἄκρα δέρματα καὶ εἰς λεπτὸν τετμημένα, ἃ προστίθεται τοῖς σανδαλίοις. τοῦτο δὲ εἶπεν ὡς πρὸς σκυτέα.
… ταῦτα ἐποίουν καὶ οὕτως ἔτεμνον οἱ βυρσοπῶλαι.
τοῖς ἀγροίκοισι τοῖς ἐν ἀγροῖς οἰκοῦσι.
πανούργως μετὰ μηχανῆς τοῦτο ποιῶν· τὰ γὰρ πλαγίως τεμνόμενα δέρματα παχέα φαίνεται.
δυοῖν δοχμαῖν: παίζων καὶ αὐτὸς παλαιστὰς ἐξετείνετο· δοχμὴ γὰρ ἡ παλαιστή. ἄλλως: δύο παλαιστάς· ἐκτεινόμενα γὰρ τὰ ἰσχνὰ τῶν δερμάτων εἰς πλάτος αὔξεται.
φορῆσαι ὑποδήσασθαι τὸ τοιοῦτον δέρμα.
δοχμαῖν ἤγουν παλαιστῶν· δραχμῶν δὲ ὤφειλεν εἰπεῖν.
κἀμὲ τοῦτʼ ἔδρασε: τὸν αὐτὸν τρόπον καὶ ἡμᾶς ἐξηπάτηκεν, ὥστε καταγελάστους γενέσθαι.
κἀμὲ τοῦτʼ ἔδρασε τὸν αὐτὸν τρόπον καὶ ἐμὲ ἐξηπάτησεν, ὥστε καταγελάστους γενέσθαι τοὺς Ἀθηναίους τοιούτους τρέφοντας.
παμπολὺν τοῖς δημόταισι: διαβολὴ τῶν Ἀθηναίων εἰ καὶ δούλου παρʼ αὐτοῖς ὁ δῆμος ἀπαγγέλλεται.
τοῖς δημόταισι διαβάλλει τοὺς Ἀθηναίους εἰ καὶ δοῦλος αὐτῶν Δημοσθένης τυγχάνει.
παρασχεθεῖν παρέχειν.
ἔνεον ἐν ταῖς ἐμβάσιν: ἐκολύμβων, ἐνηχόμην ἐν τοῖς ὑποδήμασιν. ἐμβάδες δὲ ἐρρήθησαν ἀπὸ τοῦ ἐμβαίνειν αὐτοῖς. ἐκτεινομένων γὰρ καὶ πλατυνομένων εὐχερῶς τῶν δερμάτων, ἐκολύμβων ἐν αὐτοῖς ἐκ τοῦ μηκέτι ἡρμοσμένα τοῖς ποσὶ τῶν φορούντων αὐτὰ εἶναι.
ἐμβάδες εἴρηνται ἀπὸ τοῦ ἐμβαίνειν ἐν αὐταῖς τοὺς πόδας. ἐκτεινομένων γὰρ καὶ πλατυνομένων εὐχερῶς τῶν δερμάτων, ἐκολύμβων οἷον ἐν αὐταῖς ἐκ τοῦ μηκέτι ἡρμοσμένας τοῖς ποσὶ τῶν φορούντων εἶναι.
Περγασῇσιν ὄνομα δήμου.
ἔνεον ἐνηχόμην εἰς τὰ ὑποδήματα.
τὰ τέτταρα παιωνικὰ δίρρυθμα.
ἆρα δῆτʼ οὐκ ἀπʼ ἀρ–: κορωνίς. εἴσθεσις χοροῦ προῳδικὴ διὰ τὸ ἀεὶ προτίθεσθαι τῆς διπλῆς, ἐκ κώλων καὶ στίχων ιβʹ. ὧν τὰ πρῶτα γʹ παιωνικὰ δίμετρα ἀκατάληκτα ἃ καλεῖται κρητικὰ δίρρυθμα. τὸ δὲ δʹ τροχαϊκὸν ἑφθημιμερὲς ὃ καλεῖται Εὐριπίδειον ἢ ληκύθιον, ὁ εʹ καὶ ϛʹ τροχαϊκοὶ τετράμετροι καταληκτικοί, ὁ ζʹ καὶ ηʹ δακτυλικοὶ τετράμετροι — κατὰ μονοποδίαν γὰρ μετρεῖται τὰ δακτυλικά —, ὁ θʹ καὶ ιʹ τροχαϊκοὶ τετράμετροι καταληκτικοί, οἱ δὲ ἑξῆς βʹ ἰαμβικοὶ τετράμετροι καταληκτικοὶ ὅμοιοι τοῖς ἑξῆς. εἰσὶ δὲ καὶ ταῦτα πολυσχημάτιστα κατὰ τὸν εἰρημένον τρόπον. ἐπὶ τῷ τέλει κορωνίς.
στροφὴ ἑτέρα κώλων ιβʹ.
ἆρα δῆτʼ οὐκ ἀπʼ ἀρχῆς πρὸς τὸν ἀλλαντοπώλην.
προστατεῖ τῶν ῥητόρων: προηγεῖται, προέστηκε, παρακολουθεῖ. μόνη γάρ, φησί, προηγεῖται τῶν ῥητόρων ἡ ἀναίδεια.
προστατεῖ προέστηκε, προηγεῖται. καθάπτεται τῶν ῥητόρων ὡς ἀναιδῶν.
ἀμέλγεις τῶν ξένων τοὺς καρπίμους: τοὺς εὐπόρους τῶν ξένων διασείεις, τοὺς πλουσίους καὶ εὐποροῦντας. ἀμέλγεις δὲ ἀποδρέπεις, ἀπανθίζεις, τρυγᾷς, καρπίζῃ. ἰδίως δὲ ἀμέλγειν λέγεται τὸ παρὰ τὸν προσήκοντα καιρὸν ἀώρους τοὺς κάρπους ἀποσπᾶν, ὅπερ οἱ κλέπται ποιοῦσιν.
ἀμέλγειν ἐστὶ τὸ ἀμφοτέραις ταῖς χερσὶ τῶν οὐθάτων τῶν ζῴων ἅπτεσθαι καὶ ἐξέλκειν τὸ γάλα. οἱ δὲ παρὰ τὸν προσήκοντα καιρὸν τοὺς ἀώρους καρποὺς ἀποσπᾶν, ὅπερ οἱ κλέπται ποιοῦσιν.
ᾗ σὺ πιστεύων πρὸς τὸν Κλέωνα.
ἀμέλγεις ἤγουν λαμβάνεις τὰ αὐτῶν πράγματα· τοῦτο δὲ παρὰ τὴν κοινὴν συνήθειαν εἴρηται.
ὁ δʼ Ἱπποδάμου: οὗτος ἐν Πειραιεῖ κατῴκει καὶ οἰκίαν εἶχεν, ἥνπερ ἀνῆκε δημοσίαν εἶναι. καὶ πρῶτος αὐτὸς τὸν Πειραιᾶ κατὰ τὰ Μηδικὰ συνήγαγεν. ἦν δὲ Ἀθηναίοις τίμιος. πικρῶς οὖν λέγει ὅτι σὺ μὲν ἀνάξιος ὢν σφετερίζῃ καὶ ἀπὸ πάντων κερδαίνεις, ὁ δὲ εὐνούστατος ὢν τῇ πόλει καταλείβεται δάκρυσιν, ἀναξίως ὁρῶν σε τὰ τῆς πόλεως καρπούμενον. λυπεῖται, φησίν, ὁ Ἀρχεπτόλεμος. οὗτος γὰρ πολλὰ ὠφέλησε τὴν πόλιν. .... καὶ οἱ μὲν αὐτόν φασι Θούριον, οἱ δὲ Σάμιον, οἱ δὲ Μιλήσιον. Κλέωνος δὲ ἐχθρὸς ἦν. ἄλλως: Ἱπποδάμου μόνου λείπεται καὶ ἡττᾶται. διεβάλλετο γὰρ ἐπὶ πολυφαγίᾳ ὁ Ἱππόδαμος. ὡς οὖν τοῦ Κλέωνος ὄντος γαστριμάργου, παρευδοκιμουμένου δὲ ὑπὸ τοῦ Ἱπποδάμου, κέχρηται τῇ συγκρίσει χρησιμώτατα· ὁμοῦ γὰρ καὶ τὸν Ἱππόδαμον καὶ τὸν Κλέωνα διαβάλλει.
ὁ δʼ Ἱπποδάμου λείπει ὁ ὀφθαλμός.
ὁ δʼ Ἱπποδάμου υἱὸς Ἀρχεπτόλεμος ἐν Πειραιεῖ κατῴκει καὶ οἰκίαν εἶχεν ἥνπερ ἀνῆκε δημοσίαν εἶναι. καὶ πρῶτος αὐτὸς τὸν Πειραιᾶ κατὰ τὰ Μηδικὰ συνήγαγεν. ἦν δὲ Ἀθηναίοις τίμιος. φησὶ γοῦν ὅτι σὺ μὲν ἀνάξιος ὢν σφετερίζῃ καὶ ἀπὸ πάντων κερδαίνεις, ὁ δὲ εὐνούστατος τῇ πόλει καταλείβεται τοῖς δάκρυσιν, ἀναξίως ὁρῶν σε τὰ τῆς πόλεως καρπούμενον.
ὁ δʼ Ἱπποδάμου υἱός, ὁ Ἀρχεπτόλεμος.
λείβεται καταστάζεται τοῖς δάκρυσιν ὁρῶν σε τὰ τῆς πόλεως καρπούμενον.
ἐν εἰσθέσει κῶλα βʹ δακτυλικὰ δίμετρα, ἀκατάληκτον τὸ αʹ, τὸ δὲ βʹ καταληκτικόν.
ἐφάνη εὑρέθη, καταφανὴς ἐγένετο.
ἀνὴρ ὁ Ἱππόδαμος ἢ ὁ Ἀρχεπτόλεμος.
ὅς σε παύσει: καταπαύσει σε, παρευδοκιμήσει σε. πάρεστιν ἐγγὺς οὗτος καὶ πλησίον καὶ οὐκ εἰς μακράν. ἄλλως: ὑπερβαλεῖ σε, παραδραμεῖται, νικήσει σε. καὶ Ὅμηρος «ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις».
παύσει καταπαύσει.
πάρεισι ἐγγύς ἐστιν.
κοβαλικεύμασι: τῷ κολακεύειν καὶ πρὸς χάριν δημηγορεῖν, ἐπεὶ καὶ ὁ Κλέων ἐδόκει παρὰ τοῖς Ἀθηναίοις εὐδοκιμεῖν διὰ τὸ πρὸς ἡδονὴν καὶ χάριν δημηγορεῖν. καὶ ὅλως διʼ ὧν φησι τοῦτον παρευδοκιμήσειν, τὸν Παφλαγόνα, διὰ τούτων διαβάλλει τὸν Κλέωνα, δεικνὺς ὅτι τὰ τοιαῦτα πάντα πρόσεστιν αὐτῷ, διʼ ὧν ἤρθη μέγας.
κοβαλικεύμασι τῇ κακοτεχνίᾳ καὶ θρασύτητι καὶ ἀναισχυντίᾳ καὶ δολιότητι. καὶ ὁ Κλέων γὰρ πρὸς χάριν καὶ κολακείαν ἐδημηγόρει.
κοβαλικεύμασι πανουργεύμασι.
κοβαλικεύμασι πανουργίαις.
δίστιχον ἐπάγουσι τοῦ χοροῦ ἰαμβικὸν τετράμετρον καταληκτικόν. ἑξῆς ἕπονται στίχοι ὅμοιοι ἴαμβοι τετράμετροι καταληκτικοὶ λβʹ.
ἀλλʼ ὦ τραφεὶς: τοιαύτης ἀνατροφῆς μετασχών, τουτέστι πονηρᾶς καὶ κακῆς. ὅθεν οἱ ἀνατραφέντες ἄνδρες, οἱ ἔξαρχοι καὶ πρωτεύοντες ἢ οἱ ἀνδρεῖοι Ὁμηρικῶς.
ἀλλʼ ὦ τραφεὶς πρὸς τὸν ἀλλαντοπώλην.
ἀλλʼ ὦ τραφεὶς ἤγουν ὁ ἀνατροφῆς πονηρᾶς τυχὼν καὶ κακῆς.
ὅθενπέρ εἰσιν ἄνδρες ἔξαρχοι καὶ πρῶτοι ἢ ἀνδρεῖοι Ὁμηρικῶς.
οἵπερ εἰσίν οἱ νῦν ὄντες.
τὸ σωφρόνως τραφῆναι: τὸ ἐπιεικῶς καὶ εὐγενῶς ἀνατραφῆναι. τὸν ἀλλαντοπώλην δὲ βουλόμενος διαβάλλειν, δείκνυσιν αὐτὸν πονηρῶν ἠθῶν. ἀλλὰ λεληθότως διʼ ὧν περὶ τούτου λέγει ὀνειδίζει τοὺς ἄλλους πολιτευομένους ὡς ἀπὸ τοιούτων ὁρμωμένους ἐπιτηδευμάτων εὐδοκιμοῦντας.
ὡς οὐδὲν λέγει ὡς οὐδενός ἐστιν ἄξιον, οὐδὲν πλέον λέγει.
σωφρόνως ἐπιεικῶς καὶ εὐγενῶς.
καὶ μὴν ἀκούσαθʼ οἷος: εἴσθεσις διπλῆς ἀμοιβαίας ἐκ στίχων ἰαμβικῶν τετραμέτρων καταληκτικῶν λβʹ, ὧν τελευταῖος «νὴ τὸν Ποσειδῶ, κἀμὲ γὰρ ἤνπερ γε τοῦτον ἕλκῃς». ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.
οὐκ αὖ μʼ ἐάσεις: οὐκ ἐπιτρέψεις, οὐ συγχωρήσεις μοι. ὁ δὲ Κλέων ἐστὶν ὁ λέγων, πρὸς τὸν ἀλλαντοπώλην. ἐπιστομίζει γὰρ αὐτὸν ἐκεῖνος βουλόμενον λέγειν.
οὐκ αὖ μʼ ἐάσεις οὐ συγχωρήσεις, ἐπιτρέψεις πρῶτον λέγειν.
ὑπείκῃ ἐνδίδωσι.
ὑπείκῃ παραχωρεῖ.
… λέγει ὁ χορὸς τοῦτο αὐτός.
μὰ Δία οὐ.
οὐ παρήσω: οὐ παραχωρήσω. πρὸς δὲ τὸ οὐκ ἐάσεις, «οὐ παρήσω» εἶπεν. οὐ παρήσω, εἰπεῖν πρῶτον δηλονότι· ἀμφιβόλως δὲ εἶπεν. λέγων γὰρ οὐ παρήσω, ἔδοξεν εὐφημότερον ἀποκρίνεσθαι πρὸς τὸ ὑπʼ ἐκείνου ῥηθὲν «διαρραγήσομαι». διόπερ ἑξῆς ὁ χορὸς ἀπεκρίνατο, «πάρες πρὸς τῶν θεῶν διαρραγῆναι».
διαρραγήσομαι εἰ μὴ πρῶτος λέξω.
παρήσω παραχωρήσω διαρραγῆναι ἢ πρῶτον εἰπεῖν.
πάρες: τοῦ Κλέωνος εἰπόντος «διαρραγήσομαι» καὶ τοῦ ἀλλαντοπώλου εἰπόντος «οὐ παρήσω», ὁ χορὸς πρὸς τὸ εἰρημένον φησὶν ὅτι πάρες αὐτῷ διαρραγῆναι.
πάρες παίζων τοῦτό φησι.
τῷ καὶ πεποιθὼς τίνι καὶ πεποιθὼς τολμᾷς ἐμοὶ φιλονεικεῖν καὶ διαλέγεσθαι;
ὁτιὴ λέγειν οἷός τε κἀγώ: δυνατός εἰμι καὶ ἱκανὸς καὶ ἐγὼ εἰπεῖν.
καρυκκοποιεῖν: κοσμεῖν ποικιλίᾳ τινὶ ῥημάτων τὸν λόγον. πλαγίως δὲ τῇ λέξει ὡς μάγειρος ἐχρήσατο. καρυκκεύματα γὰρ ἡδύσματά εἰσι, τὰ ἀρτύματα, καὶ καρύκκη κοιλία, ἣν νῦν μονθυλευτὴν καλοῦσιν.
καρυκκοποιεῖν κοσμεῖν καὶ ποικίλλειν τὸν λόγον.
καρυκεύματα καὶ ἡδύσματά εἰσι τὰ ἀρτύματα διʼ ὧν κοσμοῦσι τὰς χύτρας οἱ μάγειροι, καὶ καρύκκη κοιλία, ἣν νῦν μονθυλευτὴν καλοῦσιν.
ἰδοὺ λέγειν: χλευάζει αὐτὸν ὅτι δύναμαι λέγειν λέγοντα. τῇ δὲ τοῦ σχήματος ἐμφάσει τὸν διασυρμὸν ἔδειξεν. φησὶ γάρ, ἀφόρητόν ἐστιν εἰ καὶ σὺ ῥήτωρ εἶ.
ἰδοὺ λέγειν χλευάζει αὐτὸν εἰπόντα ὡς δύναται λέγειν.
ὠμοσπάρακτον: ἀστείως καὶ οὗτος ὡς πρὸς μάγειρον. ὁ δὲ νοῦς αὐτῷ τοῦτο βούλεται· εἰ πρᾶγμα, φησί, σκολιὸν προσπέσοι, οὐκ ἄν ποτε κατορθώσαις οὐδὲ διανύσαις. ὠμοσπάρακτον δέ, δυνάμενον σπαράξαι τὸν λέγοντα. ἄλλως: ἀδιάθετον καταλαβὼν καὶ ὠμόν. ὡς πρὸς μάγειρον δὲ τὸ ὠμοσπάρακτον. χρηστῶς δὲ ἀντὶ τοῦ καλῶς, ὠφελίμως, συμφερόντως. ἐπέμεινε δὲ τῇ τροπῇ καὶ τῷ ἀστεϊσμῷ, ὡς πρὸς μάγειρον. χρηστὸν γὰρ ἔδεσμα λέγομεν τὸ εὖ ἠρτυμένον.
ὡς πρὸς μάγειρον εἴρηκε τὸ ὠμοσπάρακτον, ἐπεὶ τὰ ζῷα ὠμὰ ὄντα ἔτι διασπαράσσουσι καὶ κατατέμνουσι. καὶ τὸ χρηστὸν ἐπὶ τούτου. χρηστὸν γὰρ ἔδεσμα καλοῦμεν τὸ εὖ ἠρτυμένον. καὶ Ὅμηρος «οὐ χρηστὸν μελίτωμα, τὸ καὶ μάκαρες ποθέουσιν».
ὠμοσπάρακτον δυνάμενον σπαράξαι τὸν λέγοντα. ἀστείως δὲ καὶ τοῦτο ὡς πρὸς μάγειρον.
ἀλλʼ οἶδʼ ὅπερ πέπονθας: ἀλλὰ γιγνώσκω ὃ πέπονθας, ἢ οἶδα τὸ ἐπᾶράν σε. ἀλλά μοι δοκῶ συνειδέναι τὴν αἰτίαν διʼ ἣν εἰς τοσοῦτον θράσος προελήλυθας.
ἀλλʼ οἶσθʼ ἀλλά μοι δοκῶ συνιέναι τὴν αἰτίαν διʼ ἣν εἰς τοσοῦτον θράσος προελήλυθας.
εὖ κατὰ ξένου: οἱ γὰρ κατὰ ξένου λέγοντες εὐκόλως λέγουσιν, ὡς κατὰ ξένων καὶ οὐ πολιτῶν δημηγοροῦντες. μετοίκους δὲ ἐκάλουν τοὺς ἀφʼ ἑτέρας πόλεως μεταβαίνοντας εἰς ἑτέραν καὶ οἰκοῦντας.
τὴν νύκτα θρυλῶν: οἱ γὰρ μὴ ἔμπειροι τοῦ συνηγορεῖν, ἐὰν διδαχθῶσιν ἀπὸ πράγματος, μὴ ἔχοντες ἀπὸ φύσεως τὸ λέγειν, ἀσκοῦνται καὶ ἰδίως διάγουσι καὶ ἐγρηγοροῦσι διὰ τῆς νυκτὸς ὕδωρ πίνοντες.
λαλῶν σκεπτόμενος.
ὕδωρ τε πίνων: τουτέστι ταλαιπωρῶν καὶ μετὰ πολλοῦ καμάτου καὶ πόνου συντάσσων τὸν λόγον. δεικνύναι δὲ διὰ τούτων πάντων βούλεται τὴν ἀσθένειαν αὐτοῦ τῶν λόγων καὶ τὴν ἀπορίαν. ἄλλως: ἀγρυπνῶν καὶ φροντίζων καὶ τῶν νυκτῶν μελετῶν καὶ σκεπτόμενος τὴν δίκην, τουτέστι ταλαιπωρῶν καὶ μετὰ πολλοῦ καμάτου συντάσσων τὴν δίκην.
ἀγρυπνῶν καὶ φροντίζων καὶ σκεπτόμενος τὴν δίκην· οἱ γὰρ φροντίζοντες καὶ ἐν ὁδοῖς καθʼ ἑαυτοὺς μελετῶντες ψιθυρίζουσιν.
κἀπιδεικνύς: τουτέστι καταδήλους τοὺς λανθάνοντας ξένους ποιῶν.
τοὺς φίλους τʼ ἀνιῶν: λυπῶν φίλους. πρὸς γὰρ φίλους καὶ γνωρίμους τοὺς δημότας συνέβαινε τὰς τοιαύτας γίνεσθαι δίκας. καὶ τούτῳ δὲ χρῆται δείγματι τῆς ἀσθενείας τῶν λόγων αὐτοῦ, ὅτι τοὺς μὲν φίλους ἱκανός ἐστι βλάπτειν καὶ κακοῦν, πρὸς δὲ τοὺς ἀλλοτρίους καὶ ξένους ἐξασθενεῖ.
ἀνιῶν λυπῶν.
ὦ μῶρε τῆς ἀνοίας: τῆς μωρίας, τῆς ἠλιθιότητος. καὶ ἐξηπάτησαι, φησί, διότι κατὰ μετοίκου ποτὲ ξενίας ἐπηνέγκου γραφήν, καὶ ἐλπίζεις διὰ τοῦτο δύνασθαι καὶ δημηγορεῖν.
τὸ δὲ «ὦ μῶρε» προπερισπαστέον. χρῆσις γὰρ αὕτη Ἀττικῶν. τὸ δὲ «τῆς ἀνοίας» ἀντὶ τῆς ἐμβροντησίας καὶ ἠλιθιότητος.
ᾤου ἐλογίζου.
τῆς ἀνοίας τῆς μωρίας.
κατεγλωττισμένην: πεπληρωμένην τῶν σῶν λόγων, ἀπατωμένην, ταραττομένην, καταλελαλημένην τῷ σοὶ μόνῳ προσέχειν τὸν νοῦν. σύνηθες δὲ τοῦτο λέγουσι, μὴ ἔχειν λόγον, καὶ παρὰ ἀρχαίοις καὶ νεωτέροις.
κατεγλωττισμένην πλήρη γενομένην τῶν σῶν λόγων.
ἀντέθηκας ἔστησας ἐξ ἐναντίας καὶ ἀντετάξω.
θύννεια θερμὰ θύννων ἰχθύων τεμάχη.
κασαλβάσω: κασαλβάδες ἑταῖραί εἰσιν, αἱ ἀεὶ ἐπὶ τῶν οἰκημάτων ἑστῶσαι γυναῖκες, ἐπὶ μισθῷ παρέχουσαι τοῖς βουλομένοις ἑαυτάς. κασαλβάδες δὲ εἴρηνται ἀφʼ οὗ ποιοῦσι. καλοῦσι μὲν γὰρ οὐκ ἔχουσαι τοὺς ἐραστάς, σοβοῦσι δὲ τοὺς ὄντας, ἵνα ἄλλους λάβωσιν. ἐπεὶ οὖν ἰταμῶς καὶ ἀναιδῶς ὁ Κλέων ἀλλοτρίᾳ ἐπεπήδησε νίκῃ καὶ τῆς ἐπὶ τοῖς κατορθώμασι δόξης αὐτοὺς ἀφείλετο, καὶ αἱ ἑταῖραι δὲ ἀναίσχυντοι καὶ ἀναιδεῖς, ἐπεὶ ἐπιπηδῶσι τοῖς ἐρασταῖς, εἰκότως ὁ ποιητὴς τῇ λέξει ταύτῃ κέχρηται. ἄλλως: λοιδορήσω. ἔστι δὲ κασαλβὰς ὄνομα ἑταίρας. νῦν δὲ εἴρηκεν ἀντὶ τοῦ διʼ ἀγορᾶς λοιδορηθείην. πρὸς δὲ τὸ ῥηθὲν ὑπὸ τοῦ ἑτέρου «κασαλβάσω τοὺς στρατηγοὺς» ἀντέθηκε «καὶ Νικίαν ταράξω». Νικίας δὲ στρατηγὸς Ἀθηναίων.
κασαλβάδες καλοῦνται αἱ ἐπὶ μισθῷ παρέχουσαι τοῖς βουλομένοις ἑαυτὰς ἑταῖραι γυναῖκες, ἐκ τῆς ἐνεργείας αὐτῶν σχοῦσαι τοὔνομα. καλοῦσι μὲν γὰρ οὓς βούλονται ἐραστάς, οὓς δὲ ἔχουσιν ἀποσοβοῦσιν. ἐπεὶ οὖν καὶ Κλέων ἀναιδῶς ἐπεπήδησε τοῖς ἑτέροις κατορθώμασιν ὡς αἱ τοιαῦται γυναῖκες ἐπιπηδῶσι τοῖς ἐρασταῖς, εἰκότως ὁ ποιητὴς τῇ λέξει ταύτῃ κέχρηται.
κασαλβάσω λοιδορήσω.
ἐγὼ δέ γʼ ἤνυστρον βοός: τὰ μηρυκίζοντα τῶν ζῴων τρεῖς κοιλίας ἔχει, κεκρύφαλον, ἤνυστρον, ἐχῖνον. μηρυκίζει δὲ ὅταν μὴ τροφῆς παρακειμένης κινῆται τὸ στόμα. εἰκότως δὲ ὡς μάγειρος τούτοις ἠμείψατο τὸν Κλέωνα.
τὰ μηρυκίζοντα τῶν ζῴων, οἷον βοῦς καὶ κάμηλος καὶ πρόβατον καὶ αἲξ καὶ τὰ τοιαῦτα, τρεῖς ἔχει κοιλίας· κεκρύφαλον, ἤνυστρον καὶ ἐχῖνον. μηρυκίζει δὲ ὅταν μὴ τροφῆς παρακειμένης ἀναπεμπάζῃ τὴν ἐν τῇ κοιλίᾳ τροφὴν καὶ κινεῖ τὸ στόμα ταύτην κατεργαζόμενα.
ἤνυστρον ἡ πρώτη κοιλία τῶν μηρυκιζόντων.
καταβροχθίσας: ἐκροφήσας, καταπιών. ἐπὶ δὲ τῶν ἀθρόως ἐκροφούντων καὶ ἀπλήστως λέγεται.
ἀναπόνιπτος: μὴ νιψάμενος μηδὲ πλύνας τὰς χεῖρας, ἀλλʼ ἀκάθαρτος, ἵνα τὸ ῥυπαρὸν αὐτοῦ μᾶλλον ἐνδείξῃ τῶν τρόπων. παρατηρητέον δὲ ὅτι τοῖς ἴσοις ἀμείβεσθαι φιλονεικεῖ τὸν Κλέωνα, τῷ μὲν θύννῳ «ἤνυστρον καὶ κοιλίαν» ἀντιτιθείς, τῷ δὲ θερμῷ τὸ «ἀναπόνιπτος», τῷ δὲ οἴνῳ «τὸν ζωμόν».
λαρυγγιῶ τοὺς ῥήτορας: καταβοήσομαι, φησί, τῶν ἄλλων ῥητόρων ἢ τὴν φάρυγγα ἐκτεμῶ, τουτέστι κατασιγάσω τοὺς ῥήτορας. τμηθείσης γὰρ τῆς φάρυγγος οὐχ οἷόν τε τὴν φωνὴν προΐεσθαι. παρατηρητέον δὲ ὅτι ὥσπερ ὁ Κλέων ἐπήνεγκε «κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς», οὕτω καὶ οὗτος ἐχρήσατο τῷ «λαρυγγιῶ τοὺς ῥήτορας».
καὶ Νικίαν ταράξω: φοβήσω. δυσώνυμος δὲ ὁ Νικίας. ἐμφαίνει δὲ ὅτι καὶ αὐτὸς τῶν εὐδοκιμούντων ἦν στρατηγός. .... καὶ ὁ υἱὸς Στράτιππος .... ἐμνημόνευσε τοῦ Νικίου Δημοσθένης. ἦν δὲ Νικηράτου παῖς.
λαρυγγιῶ τοὺς ῥήτορας καταβοήσομαι τοὺς ἄλλους ῥήτορας.
λαρυγγιῶ τοὺς ῥήτορας καταβοήσομαι ἢ ἐκτεμῶ τὰς αὐτῶν φάρυγγας.
ταράξω φοβήσω.
οὐ προσίεταί με οὐ πείθει με.
ἀλλʼ οὐ λάβρακας: λάβραξ εἶδος ἰχθύος λάβρου, ἀφʼ οὗ ποιεῖται τὴν προσηγορίαν. κέχηνέ τε γὰρ αὐτοῦ τὸ στόμα καὶ ἀθρόως καὶ λάβρως τὸ δέλεαρ καταπίνει. ὅθεν καὶ εὐχερῶς ἁλίσκεται. ἐπεὶ οὖν ὁ Κλέων ἔφησε θύννους θερμοὺς καταπιεῖν, ὁ δὲ ἀλλαντοπώλης ἀπὸ τῆς αὑτοῦ τέχνης ὁρμώμενος, τὸ ἤνυστρον καὶ τὴν κοιλίαν καὶ τὸν ζωμὸν ἀντέθηκεν, ὁ χορὸς μέμφεται ὡς οὐ δεόντως ἀμειψαμένου τοῦ ἀλλαντοπώλου τὸν Κλέωνα, λέγων ὡς ἐχρῆν αὐτὸν ἀντιτεθεικέναι τῷ θύννῳ λάβρακα. ἰδιωτέρα γὰρ αὕτη πρὸς τὸν θύννον τοῦ ἠνύστρου καὶ ὧν αὐτὸς εἶπεν ἀπάντησις ἂν ἦν. ἄλλως: βέλτιόν φησιν εἶναι λάβρακας καταφαγόντα τοὺς Μιλησίους κλονεῖν, ἀλλὰ μὴ Νικίαν ταράσσειν, ὅπερ ἠπείλησεν ὁ ἀλλαντοπώλης. ἐν Μιλήτῳ δὲ τῆς Ἀσίας μέγιστοι οἱ λάβρακες καὶ πλεῖστοι διὰ τὴν ἐπεισρέουσαν λίμνην εἰς θάλασσαν. χαίροντες γὰρ οἱ ἰχθύες τῷ γλυκεῖ ὕδατι εἰς τὴν λίμνην ἐκ τῆς θαλάσσης ἀνατρέχουσι, καὶ οὕτω πληθύνουσι παρὰ τοῖς Μιλησίοις. Μιλησίους δὲ εἶπεν, ὡς τοῦ Κλέωνος τοὺς Μιλησίους ταράσσοντος καὶ ἐπηρεάζοντος.
βέλτιόν φησι λάβρακας καταφαγόντα Μιλησίους κλονεῖν, ἀλλὰ μὴ Νικίαν σπαράσσειν, ὅπερ ἠπείλησεν ὁ ἀλλαντοπώλης. ἐν Μιλήτῳ δὲ τῆς Ἀσίας μέγιστοι λάβρακες καὶ πλεῖστοι διὰ τὴν ἐπιρρέουσαν εἰς θάλασσαν λίμνην, ἐν ᾗ ἐκ τῆς θαλάσσης ἀνατρέχουσι, χαίροντες τῷ γλυκεῖ ὕδατι. Μιλησίους δὲ εἶπεν ὡς τοῦ Κλέωνος τούτους ταράσσοντος καὶ ἐπηρεάζοντος. τοῦτο δὲ εἴρηκε διὰ τὸ καὶ τὸν Κλέωνα εἰπεῖν θύννους θερμοὺς καταπιεῖν.
κλονήσεις ταράξεις.
σχελίδας: βοὸς πλευρά· ἢ ἁπλῶς τὰ πλευρικὰ τῶν κρεῶν, ὡς Αἰσχύλος.
ὠνήσομαι μέταλλα: ὠνήσομαι μέταλλα ἀργυρίου καὶ χρυσίου, ὥστε προσόδους ἔχειν τὴν πόλιν. ἦν δὲ μέταλλα Ἀθήνησιν ἐν Λαυρίῳ.
ὠνήσομαι ἀγοράσω.
μέταλλα ἀργυρίου καὶ χρυσοῦ.
τὰ μέταλλα Ἀθήνησιν ἐν Λαυρίῳ ἦν.
βίᾳ κυκήσω: συνταράξω ἐπεισπεσών· τὸ βίαιον δὲ αὐτοῦ διὰ τῆς λέξεως ἐδήλωσεν.
κυκήσω συνταράξω.
φύσκης: φύσκη ἔντερόν ἐστι παχύ, εἰς ὃ ἐμβάλλεται ἄλευρα καὶ κρέα, ἐξ οὗ γίνεται ὁ ἀλλᾶς. ὡς ἀλλαντοπώλης δὲ τῆς φύσκης ἐμνημόνευσεν.
φύσκη ἔντερόν ἐστι παχύ, εἰς ὃ φυροῦντες ἄλευρα καὶ κρέα ἐμβάλλουσιν, ἐξ οὗ γίνεται ὁ ἀλλᾶς. ὡς μάγειρος δὲ τῆς φύσκης ἐμνημόνευσεν.
φύσκη ἔντερον παχὺ ἡ φύσκη.
ἐξελῶ σε ἐξοίσω σε.
κύβδα: κύφοντα. διὰ τοῦ σχήματος τὴν αἰσχύνην δείκνυσιν αὐτοῦ.
νὴ τὸν Ποσειδῶ: καὶ ἐμὲ τὸν θεράποντα ἕλκε, ἐὰν τὸν ἀλλαντοπώλην ἕλκῃς. ἄλλως: ὁ χορός ἐστιν ὁ λέγων. χρησίμως δὲ κέχρηται τῇ συνδρομῇ· μὴ τοῦτον μόνον, ἀλλὰ καὶ ἡμᾶς τὸν αὐτὸν ἐξάγοις τρόπον.
οἶόν σε δήσω τῷ ξύλῳ: μόνον, ἵνα ᾖ λέγων, τῶν μὲν ἄλλων σου συνωμοτῶν καίπερ ἀδικούμενος ὑπʼ αὐτῶν φείσομαι, σὲ δὲ μόνον δήσω τῷ ξύλῳ. εἶδος δὲ δεσμοῦ τὸ ξύλον, ἣν ποδοκάκκην λέγουσι καὶ ποδοστράβην.
οἶόν μόνον τῶν ἄλλων συνωμοτῶν.
ξύλῳ ὃ ποδοστράβην λέγουσι καὶ ποδοκάκκην.
διώξομαί σε δειλίας κατηγορήσω σου δειλίας, ἀγῶνα ἐνστήσομαι κατά σου.
θρανεύσεται: ἐκταθήσεται. θράνος γὰρ τὸ ὑποπόδιον, ὅπου τὰ δέρματα ἐκτείνεται. πάλιν δὲ ὡς βυρσοπώλης τοῦτο λέγει. ἄλλως: ξαίνειν ἔλεγον τὸ τύπτειν, καὶ ξαίνεσθαι τὸ πάσχειν. φησὶν οὖν, ἡ βύρσα σου τυπτομένη διαφθαρήσεται. ἰδίως δὲ ὡς βυρσεὺς τῇ ἀπειλῇ ταύτῃ κέχρηται. καὶ γὰρ τὰς βύρσας ξύλοις τύπτειν εἰώθασιν, ἵνα ἁπαλαὶ ὦσιν. ἔνιοι δὲ ἵνα διαλάβοιεν εὐχερῶς τοῦ φαρμάκου.
θρανεύσεται ἐκταθήσεται.
θρανεύσεται ἐν ὑποποδίῳ ἐκτείνεται.
δερῶ σε θύλακον κλοπῆς: ἐκδερῶ σε. τὸ γὰρ ἐκδέρειν μᾶλλον τῶν μαγείρων τέχνη. ἐκδερῶ σε, φησίν, ὥστε ἀπὸ τοῦ σώματός σου θύλακον ποιῆσαι εἰς ὑποδοχὴν κλέμματος.
δερῶ σε ἐκδερῶ σε ὥστε τὸ δέρμα σου ποιῆσαι θύλακον εἰς ὑποδοχὴν κλεμμάτων.
διαπατταλευθήσῃ χαμαί: ἐκταθήσῃ χαμαί. τὰς γὰρ βύρσας ἐκτείνοντες ἐπὶ τῆς γῆς, ἵνα μὴ συνάγοιντο καὶ συστέλλοιντο ἐκ τῆς τοῦ ἡλίου καύσεως, κατὰ τὰ ἄκρα παττάλοις κατακρούοντες ἐκτείνουσιν. ἄλλως: χαμαὶ ἐπὶ τῶν παττάλων ἐξέδερον τὰ δέρματα.
διαπατταλευθήσῃ χαμαί ἐκταθήσῃ χαμαὶ κεκαρφωμένος ὡς αἱ βύρσαι.
περικόμματʼ ἔκ σου σκεύασω: περικόμματα τὰ ἐκ τῶν μαγείρων περιαιρέματα τῶν κρεῶν. ὃ δὲ βούλεται λέγειν, τοιοῦτόν ἐστι· κατὰ μέρος σου κόψω τὸ σῶμα. ὡς μάγειρος δὲ λέγει.
περικόμματʼ τὰ παρὰ τῶν μαγείρων περιαιρούμενα τῶν κρεῶν λέγεται περικόμματα.
τὰς βλεφαρίδας σου παρατιλῶ: παρεπιγραφὴ τὸ σχῆμα. ἐπὶ γὰρ τὰς ὄψεις τοῦ ἀλλαντοπώλου ἐπιβαλὼν τὰς χεῖρας, τῶν βλεφάρων ἐκτίλλει. τῶν γὰρ βυρσέων ἐστὶν ἔργον τῶν δερμάτων ἀπομαδίζειν τὰς τρίχας. ἢ ὅτι πρὸς τὸ ῥάπτειν τριχῶν δέονται.
παρατιλῶ τῶν γὰρ βυρσέων ἐστὶν ἔργον τῶν δερμάτων ἀποτίλλειν τὰς τρίχας.
τὸν πρηγορεῶνα: τὸν λεγόμενον γαργαρεῶνα. παρατηρητέον δὲ ἐν πᾶσι τοῖς ἀντιθετικοῖς, ὅτι ἀπὸ τῆς αὑτοῦ τέχνης ἑκάτερος αὐτῶν τοῖς ὀνόμασι χρῆται καὶ ταῖς λέξεσιν. ὥσπερ γὰρ τῶν βυρσέων τὸ καθαίρειν καὶ μαδίζειν τῶν δερμάτων τὰς τρίχας, οὕτω καὶ τῶν μαγείρων τὸ τέμνειν καὶ σφάζειν εἰς τὸν λαιμὸν τὰ θρέμματα. κυρίως δὲ ἡ τῶν ὀρνέων φάρυγξ, ἐν ᾗ ἀγείρεται ἡ τροφή.
πρηγορεῶνα κυρίως ὁ τῶν ὀρνέων φάρυγξ.
μαγειρικῶς: εἰώθασι γὰρ οἱ μάγειροι πασσάλοις τὰ τῶν χοίρων ἀνοίγοντες στόματα κατανοεῖν εἰ χαλαζῶσι· χάλαζα δὲ πάθος τῶν χοίρων. ἄλλως: οἱ μάγειροι μετὰ τὸ ἀποσφάξαι τὰ θρέμματα εἰώθασι κρεμᾶν αὐτὰ ἐκ πασσάλων καὶ οὕτως ἐκδέρειν. συνάγειν δὲ εἴωθε τὰ θρέμματα τὸ στόμα. κατὰ ταῦτα οὖν φησὶν ὅτι χρὴ πάσσαλον ἐμβαλεῖν εἰς τὸ στόμα καὶ διανοῖξαι πρὸς τὸ ἐξεῖραι τὴν γλῶσσαν.
εἰώθασιν οἱ μάγειροι παττάλοις τὰ τῶν χοίρων ἀνοίγειν στόματα καὶ κατανοεῖν εἰ χαλαζῶσι· χάλαζα δὲ πάθος τῶν χοίρων. ἀλλὰ καὶ ἀποσφάξαντες ζῷον παττάλοις εἰώθασιν ἀναρτᾶν καὶ ἐκδέρειν. παίζων οὖν «τοιαῦτα,» φησί, «ποιήσωμεν τῷ Κλέωνι».
«ἐξείραντες» δὲ αὐτὴν ἀντὶ τοῦ ἑλκύσαντες, ἀνασπάσαντες.
ἐξείραντες ἐκβαλόντες.
σκεψόμεσθα: ἐπιγνωσόμεθα, πολυπραγμονήσομεν. ἀνδρικῶς δὲ ἀντὶ τοῦ ἀνεπικωλύτως, ἅτε τῆς γλώσσης προεξῃρημένης καὶ μὴ ἐμποδιζούσης τὴν θέαν.
σκεψόμεσθα ἐπιγνωσόμεθα.
ἀνδρικῶς ἰσχυρῶς.
τοῦτό ἐστι τὸ παρατέλευτον μονόμετρον.
τοῦτο τὸ κῶλον παρατέλευτον ὀνομάζεται.
εἰ χαλαζᾷ: ἤτοι εἰ χαλαρός ἐστι, ἢ εἰ χάλαζαν ἔχει. νόσημα δὲ τοῦτο τῶν θρεμμάτων, ὅπερ ζώντων μὲν λανθάνει, ἀποθανόντων δὲ καὶ τεμνομένων φανερὸν γίνεται. ταῖς σαρξὶ δὲ αὐτῶν ἀναμέμικται καὶ ἐμπέφυκεν ἡ χάλαζα.
νόσημά ἐστι τοῖς θρέμμασιν ὀνομαζόμενον χάλαζα, ὅπερ ζώντων μὲν λανθάνει, ἀποθανόντων δὲ καὶ τεμνομένων φανερὸν γίνεται ταῖς σαρξὶν αὐτῶν διασπαρέν.
ἦν ἄρα πυρός: διπλῆ καὶ ἐν εἰσθέσει περίοδος τοῦ χοροῦ παιωνικὴ ἑπτάκωλος, ἔχουσα τρίρρυθμα πρῶτον, δεύτερον, τρίτον, τὰ δὲ λοιπὰ δίρρυθμα.
ἦν ἄρα πυρός γʼ ἕτερα: κορωνὶς καὶ εἴσθεσις χοροῦ προῳδικὴ ἐκ κώλων παιωνικῶν ἐπιμεμιγμένων κρητικοῖς ζʹ· ὧν τὸ πρῶτον τρίμετρον ἀκατάληκτον καθαρόν, τὸ δεύτερον δίμετρον ἀκατάληκτον ἐκ κρητικῶν ἤτοι ἀμφιμάκρων, τὸ τρίτον ὅμοιον τῷ πρώτῳ ἐκ κρητικῶν, τὸ τέταρτον ὅμοιον, τὸ πέμπτον ὅμοιον τῷ δευτέρῳ, τὸ ἕκτον ὅμοιον, τὸ ἕβδομον δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές. ἐν ἐκθέσει δὲ στίχοι δύο τροχαϊκοὶ τετράμετροι καταληκτικοί. ἐπὶ τῷ τέλει κορωνίς. ἑξῆς σύστημα στίχων ϛʹ. τὰ ἑξῆς γʹ κῶλα τοῦ χοροῦ τροχαϊκά, ὧν τὰ μὲν βʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ τρίτον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται Εὐριπίδειον, ὡς εἴρηται, ἢ ληκύθιον. οἱ ἑξῆς τούτων δύο στίχοι τροχαϊκοὶ τετράμετροι καταληκτικοί. τὰ ἑξῆς τοῦ χοροῦ κῶλα στίχοι εʹ, ὧν τὰ πρῶτα δύο δακτυλικὰ τετράμετρα· κατὰ γὰρ μονοποδίαν μετρεῖται, ὡς εἴρηται· ὁ τρίτος τροχαϊκὸς τετράμετρος καταληκτικός· τὸ τέταρτον ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ πέμπτον τροχαϊκὸν ὅμοιον. ἑξῆς δὲ τούτων ἐν ἐκθέσει στίχοι βʹ ἰαμβικοὶ τετράμετροι καταληκτικοὶ ὅμοιοι τοῖς ἑξῆς. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
θερμότερα: ἀπὸ ἐνδόξου σύγκρισιν ὑπειλήφαμεν σφόδρα. τί γὰρ γένοιτο πυρὸς ἐκπυρώτερον καὶ σφοδρότερον, ὅπου γε καὶ τὴν Κλέωνος ἀναίδειάν τις ἂν ὑπερηκόντισεν, ἵνʼ ὁ νικῶν μὴ διὰ τὴν τοῦ ἡττηθέντος ἐπιείκειαν, ἀλλὰ διʼ ὑπερβάλλουσαν ἑαυτοῦ πονηρίαν τὴν νίκην ἀποφέρεσθαι δοκῇ. ὅσον δὲ τὴν νίκην θαυμάζει τοῦ νενικηκότος, τοσοῦτον τοῦ ἡττηθέντος θαυμάζει τὴν ἀναίδειαν. οὐ γὰρ τὸν ἀλλαντοπώλην τοσοῦτον ὅσον τὸν Κλέωνα πονηρὸν ὄντα βούλεται δεῖξαι.
ἀπὸ ἐνδόξου καὶ ἰσχυροτέρου τὴν σύγκρισιν ποιεῖται. τί γὰρ γένοιτο πυρὸς σφοδρότερον καὶ διακαέστερον; ἀλλʼ ὁ Κλέων, φησί, καὶ τούτου θερμότερος εἰς τὸ κακουργῆσαι. ἢν οὖν τοῦτον νικήσῃς θαυμαστὸς φανεῖ. ἐπίβηθι τοίνυν καὶ στρόβει αὐτόν. ὅσον δὲ τὴν νίκην θαυμάζει τοῦ νενικηκότος, τοσοῦτον καὶ τοῦ ἡττηθέντος τὴν ἀναίδειαν. οὐ γὰρ τὸν ἀλλαντοπώλην τοσοῦτον, ὅσον τὸν Κλέωνα πονηρὸν ὄντα βούλεται δεῖξαι.
ἦν ἀντὶ τοῦ ἐγίνετο.
οὐκ ἄρʼ ἦν φλαῦρον: οἷον οὐ φαῦλον, οὐκ ἄχρηστον, οὐδὲ πονηρόν ἐστι τὸ πρᾶγμα, οὐδὲ ἀνόητον. εὐφραίνεται γὰρ ἐπεὶ παρευδοκιμούμενον ὁρᾷ τὸν Κλέωνα ὁ χορός.
οὐ φαῦλον οὐκ ἄχρηστον, οὐ πονηρόν.
οὐ φαῦλον οὐκ ἄχρηστον οὐδὲ πονηρὸν οὐδὲ ἀνόητον.
ἀλλʼ ἔπιθι: ἐπίμενε καὶ ἐπίκεισο καὶ μὴ ἀνῇς. ταῦτα δὲ τῷ ἀλλαντοπώλῃ φησὶν ὁ χορός, ἡδόμενος ὅτι πρόσκειται τῷ Κλέωνι ἡττημένῳ.
καὶ στρόβει: στροβεὺς ἐργαλεῖον κναφικόν. φησὶν οὖν, περίαγε αὐτὸν καὶ στρέφε.
ἔπιθι ἐπίμεινον, ἐπίκεισο.
στρόβει τάραττε, στρέφε.
μηδὲν ὀλίγον ποίει: γράφεται μηδὲν ἔλαττον ποίει. φησὶν οὖν πάντα μεγάλα κατʼ αὐτοῦ ποίει καὶ μηδὲν εὐτελές.
ὀλίγον εὐτελές· ἀλλὰ πάντα μεγάλα.
νῦν γὰρ ἔχεται μέσος: νῦν γὰρ τὸ κατʼ αὐτοῦ μῖσος αὔξεται. καταπεπάλαισταί φησιν· ἡ μεταφορὰ ἀπὸ τῶν παλαιστῶν τῶν μεσολαβούντων καὶ ἐκ τούτου κρειττόνων γενομένων.
ἔχεται κεκράτηται, ἐκ μεταφορᾶς τῶν παλαιόντων.
ὡς ἂν νυνὶ μαλάξῃς: ἐὰν ἐν τῇ ἀρχῇ καταγωνίσῃ καὶ ἀσθενῆ ποιήσῃς.
σύστημα κατὰ περικοπήν.
ἀλλότριον ἀμῶν θέρος: τουτέστι τοὺς ἀλλοτρίους καμάτους καὶ πόνους οὗτος γεωργῶν καὶ καρπούμενος. αἰνίττεται δὲ πρὸς τὴν Πύλον, ὅτι μετὰ τοὺς κινδύνους καὶ τὰς πολλὰς ταλαιπωρίας, ἃς ὑπέμεινε Δημοσθένης πολιορκῶν τοὺς ἐν Σφακτηρίᾳ, μηδὲν ὁ Κλέων πονήσας, ἀλλʼ ὕστερον ἐφʼ ἕτοιμα ἐλθών, τὴν νίκην τὴν ἐκείνου παρελόμενος αὐτὸς ἐπεγράφη τῷ κατορθώματι. ὡς εἴ τις ἀγνώμων ἀνὴρ ἐπʼ αὐτῷ ἀμητῷ ἐκ τῆς ἅλω ἐκβαλὼν τὸν σπείραντα γεωργὸν καὶ προπεπονηκότα τοὺς καρποὺς ἀξιοῖ πορίζεσθαι.
τὰ περὶ τὴν Πύλον αἰνίττεται διὰ τοῦ εἰπεῖν «τἀλλότριον ἀμῶν θέρος», ὅτι μετὰ κινδύνους καὶ τὰς πολλὰς ταλαιπωρίας, ἃς ὑπέμεινε Δημοσθένης πολιορκῶν τοὺς ἐν Σφακτηρίᾳ, μηδὲν ὁ Κλέων πονήσας, τὴν νίκην ἐκείνου ἑαυτοῦ ἐπεγράψατο. ὡς εἴ τις ἀγνώμων ἀνὴρ ἐπʼ αὐτῷ τῷ ἀμήτῳ καὶ ταῖς ἅλωσιν ἐκβαλὼν τὸν σπείραντα γεωργὸν καὶ προπεπονηκότα τοὺς καρποὺς ἀξιοῖ προσπορίζειν ἑαυτῷ.
τἀλλότριον ἀμῶν θέρος τοὺς ἀλλοτρίους καμάτους καὶ πόνους καρπούμενος.
κατʼ ἀνὴρ ἡ κατὰ παρέλκει.
κατʼ περισσόν.
νῦν δὲ τοὺς στάχυς: ἑξῆς ἀπὸ τοῦ ἀμητοῦ ὠνόμασε τοὺς στάχυς, ἀντὶ τῶν αἰχμαλώτων, οὓς ζῶντας ἄξειν κατεπαγγειλάμενος ὁ Κλέων τοῖς Ἀθηναίοις ἐμπροθέσμως ἤγαγεν. φησὶν οὖν, τοὺς ἄνδρας ἐκείνους, οὓς δήσας ἤγαγεν, ἀφεῖναι νῦν καὶ ἀπολῦσαι διανοεῖται.
νῦν δὲ τοὺς στάχυς: φησὶ δὲ τοὺς ἄνδρας ἐκείνους, οὓς δήσας ἀπήγαγε τοῖς Ἀθηναίοις, ἀφεῖναι νῦν καὶ ἀπολυθῆναι διανοεῖται.
στάχυς ἐπὶ τῶν αἰχμαλώτων στάχυς εἶπεν.
στάχυς ἤγουν τοὺς αἰχμαλώτους. ἐπέμεινε δὲ τῇ τροπῇ.
ἀφαύει ξηραίνει, τιμωρεῖ.
ἀποδόσθαι πωλῆσαι, τουτέστι λύτρα παρʼ αὐτῶν λαβεῖν.
ἀποδόσθαι λύτρα λαβεῖν ἐξ αὐτῶν καὶ ἀπολῦσαι.
μακκοᾷ: ἀνοηταίνει, ἐνεόν ἐστιν. ἔφαμεν δὲ ὅτι ἡ Μακκὼ ἐνεὰ ἦν.
μακκοᾷ ἀνοηταίνει· Μακκὼ γὰρ ἐνεὰ ἦν, ὡς εἴρηται.
ὡς ὄντως.
ἀναιδεύεται ἀναισχυντεῖ.
Κρατίνου κῴδιον: κῴδιόν ἐστι τὸ ἅμα τοῖς ἐρίοις δέρμα σκευαζόμενον. ὡς ἐνουρητὴν δὲ καὶ μέθυσον διαβάλλει τὸν Κρατῖνον. ὁ δὲ Κρατῖνος καὶ αὐτὸς ἀρχαίας κωμῳδίας ποιητής, πρεσβύτερος Ἀριστοφάνους, τῶν εὐδοκίμων ἄγαν. γενοίμην οὖν, φησίν, εἰς τὴν οἰκίαν Κρατίνου κῴδιον, ὥστε μου κατουρεῖν ἐκεῖνον, εἰ μή σε μισῶ. ὅπερ μοι δοκεῖ παροξυνθεὶς ἐκεῖνος, καίτοι τοῦ ἀγωνίζεσθαι ἀποστὰς καὶ συγγράφειν, πάλιν γράφει δρᾶμα, τὴν Πυτίνην, εἰς αὑτόν τε καὶ τὴν μέθην, οἰκονομίᾳ τε κεχρημένον τοιαύτῃ. τὴν Κωμῳδίαν ὁ Κρατῖνος ἐπλάσατο αὑτοῦ εἶναι γυναῖκα καὶ ἀφίστασθαι τοῦ συνοικεσίου τοῦ σὺν αὐτῷ θέλειν, καὶ κακώσεως αὐτῷ δίκην λαγχάνειν, φίλους δὲ παρατυχόντας τοῦ Κρατίνου δεῖσθαι μηδὲν προπετὲς ποιῆσαι καὶ τῆς ἔχθρας ἀνερωτᾶν τὴν αἰτίαν, τὴν δὲ μέμφεσθαι αὐτῷ ὅτι μὴ κωμῳδοίη μηκέτι, σχολάζοι δὲ τῇ μέθῃ. οὐδὲν δὲ χεῖρον πολυμαθίας ἕνεκεν αὐτὰ τὰ ἐπιτήδεια τῶν ἰάμβων ἐκλέξαντα θεῖναι ταῦτα· «ἀλλʼ ἐπανατρέψαι βούλομαι εἰς τὸν λόγον, πρότερον ἐκεῖνος πρὸς ἑτέραν γυναῖκʼ ἔχων τὸν νοῦν, κακὰς εἴποι πρὸς ἑτέραν, ἀλλʼ ἅμα μὲν τὸ γῆρας, ἅμα δέ μοι δοκεῖ οὐδέποτʼ αὐτοῦ πρότερον», καὶ τὰ ἑξῆς. ἄλλως: Κρατῖνος κωμῳδίας ποιητὴς πολὺν οἶνον πίνων ὡς καὶ ἐνουρεῖν. γενοίμην οὖν, φησίν, ἓν τοῦ Κρατίνου κῴδιον, ἵνα κατασήπωμαι ἐνουροῦντος αὐτοῦ.
Κρατῖνος ἀρχαίας κωμῳδίας ποιητής, πρεσβύτερος Ἀριστοφάνους, τῶν δοκίμων ἄγαν. διαβάλλει δὲ αὐτὸν ὡς μέθυσον καὶ ἐνουροῦντα, ὥστε καὶ κῴδιον ἔχειν ὑπὸ τὰ σκέλη, ἤγουν θύλακον σὺν τοῖς ἐρίοις αὐτοῦ. γενοίμην οὖν, φησίν, ἓν τοῦ Κρατίνου κῴδιον, ἵνα κατασήπωμαι ἐνουροῦντος αὐτοῦ, εἰ μή σε μισῶ.
κῴδιον δέρμα εἰς ὃ μεθύων ἐνουρεῖν λέγεται.
Μορσίμου: Μόρσιμος Φιλοκλέους τοῦ ποιητοῦ υἱός, τραγῳδίας ποιητὴς ψυχρός. ἔστι δὲ καὶ ἰατρός. ὡς δὲ μοχθηρῶν ὄντων αὐτοῦ τῶν ποιημάτων ἐν ἀρᾶς ἔθηκε μέρει.
Μορσίμου ποιητὴς ψυχρός.
ὦ περὶ πάντʼ ἐπὶ πᾶσι: ὦ ἐπὶ πᾶσι προδοσίᾳ ἐξεταζόμενε καὶ κακίᾳ· μεταφορικῶς δὲ εἴληφε τὸ νόημα ἀπὸ τῶν μελισσῶν· ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· ὥσπερ αἱ μέλισσαι, φησί, πᾶν ἄνθος δρέπονται, οὕτω καὶ σὲ τῶν τῆς πόλεως πραγμάτων οὐδὲν λανθάνει, ὥστε μὴ οὐκ ἀποδόσθαι αὐτὸ καὶ προδοῦναι.
ἵζων ἐφίζων, ἐφιπτάμενος ἐπὶ πάσῃ δωροδοκίᾳ.
δωροδόκοισιν ἐπʼ ἄνθεσιν ἵζων ἤγουν ἐπὶ πάσῃ δωροδοκίᾳ καὶ κακίᾳ ἐπικαθήμενος, μεταφορικῶς ἀπὸ τῶν μελισσῶν.
εἴθε φαύλως: εἴθε ἐκ τοῦ ῥᾴστου καὶ οὕτως εὐχεροῦς· ἐπεὶ μηδὲ ἐλπίσας εἰς τοῦτο δόξης προελθεῖν ὁ Κλέων ἔδοξεν εὐδοκιμεῖν ἐκ τῶν περὶ Πύλον κατορθωμάτων.
ὥσπερ εὗρες: ὥσπερ ἐπέτυχες. ἐναργεῖ δὲ τῇ λέξει τῇ «εὗρες» κέχρηται. τὸ μὲν γὰρ καμάτῳ καὶ πόνῳ περιγενέσθαι τινὸς τῆς τοῦ κάμνοντος γνώμης καὶ προαιρέσεως ἔλεγχον ἔχει, τὸ δὲ εὑρεῖν ἁπλῶς τῆς παρασχούσης τύχης, οὐ τῆς αὐτοῦ τοῦ εὑρόντος γνώμης τὸ ἔργον. ὡς οὐκ ἐκ προνοίας τοῦ Κλέωνος κατορθώσαντος ἃ διεπράξατο, ἀλλʼ ἁπλῶς εὑρόντος εὕρημα.
τὴν ἔνθεσιν: τὴν τροφὴν τὴν ἐν τῷ πρυτανείῳ δοθεῖσαν αὐτῷ.
τὸ καμάτῳ καὶ πόνῳ τυχεῖν τινος ἀγαθοῦ, τῆς τοῦ τυχόντος ἐστὶν ἀρετῆς, τὸ δὲ κατὰ τύχην εὑρεῖν καὶ μὴ καμεῖν, τύχης.
φαύλως εὐχερῶς.
εὗρες ἐπέτυχες, καὶ οὐ διὰ τὴν ἀρετὴν ἐδόθη.
τὴν ἔνθεσιν τὴν τροφήν.
ᾄσαιμι γὰρ τότε: τότε γάρ, φησίν, ἐπᾴσαιμί σοι τὸ Σιμωνίδου μέλος «πῖνε πῖνʼ ἐπὶ συμφοραῖς». ἐκ τῶν Σιμωνίδου δὲ τοῦτο Τεθρίππων. τὸ δὲ «συμφοραῖς» ἐπʼ ἐσθλοῖς· τῶν μέσων γὰρ ἡ συμφορά.
ᾄσαιμι τὸ Σιμωνίδου μέλος.
… ἐκ τῶν Σιμωνίδου τοῦτο Τεθρίππων.
τὸν Ἰουλίου γέροντα: ὡς παιδεραστὴς οὗτος ὁ πρεσβύτης διεβάλλετο. οὐκ ἀργῶς δὲ τὴν ἡλικίαν ἐνταῦθα προστέθεικεν. διαβολὴν γὰρ ἐπὶ τοῖς νεωτέροις ἔχοντος τοῦ πράγματος, μείζονα τὴν αἰσχύνην ἐποίησεν ἐπʼ αὐτῷ, ᾧπερ γέροντι ὄντι ἀσελγαίνειν καὶ τὰ τοιαῦτα ὑβρίζειν πρόσεστι. παιδοπίπην δὲ τὸν παράγοντα καὶ παρακρουόμενον καὶ ἀναπείθοντα τὰ μειράκια. τοῦτον δὲ ὁ Κρατῖνος πυροπίπην λέγει, τουτέστι τὸν φύλακα τοῦ σίτου, ὡς εἰς τὸ πρυτανεῖον παρέχοντα ἄρτους.
παιδοπίπην τοῦτον ἔλεγον ὡς προάγοντα καὶ ἀνακρουόμενον καὶ ἀναπείθοντα τὰ μειράκια. Κρατῖνος δὲ πυροπίπην λέγει, τουτέστι φύλακα τοῦ σίτου, ὡς εἰς τὸ πρυτανεῖον παρέχοντα ἄρτους.
τὸν Ἰουλίου ὡς παιδεραστὴς οὗτος ὁ πρεσβύτης διεβάλλετο.
Βακχέβακχον ᾆσαι: εὐφημῆσαι τὸν Διόνυσον καὶ ἀνυμνῆσαι. Βάκχον δὲ οὐ τὸν Διόνυσον ἐκάλουν μόνον, ἀλλὰ καὶ πάντας τοὺς τελοῦντας τὰ ὄργια βάκχους ἐκάλουν, οὐ μὴν ἀλλὰ καὶ τοὺς κλάδους οὓς οἱ μύσται φέρουσι. μέμνηται δὲ Ξενοφάνης ἐν Σίλλοις οὕτως· «ἑστᾶσιν δʼ ἐλάτης βάκχοι πυκινὸν περὶ δῶμα.» ἔστι δὲ καὶ στεφάνης εἶδος, ὡς Νίκανδρος ἐν τῷ περὶ γλωσσῶν ἱστορεῖ· φησὶ γὰρ οὕτως· «βάκχοισιν κεφαλὰς περιάνθεσιν ἐστέψαντο.»
Βάκχον οὐ τὸν Διόνυσον ἐκάλουν, ἀλλὰ καὶ πάντας τοὺς τελοῦντας τὰ ὄργια, καὶ τοὺς κλάδους οὓς οἱ μύσται φέρουσιν.
ἰηπαιωνίσαι εἰς Ἀπόλλωνα ὕμνον ἀνυμνῆσαι.
Βακχέβακχον τὸν Διόνυσον.
διπλῆ καὶ στίχοι ἰαμβικοὶ ὅμοιοι λβʹ, ὧν τελευταῖος «ἀνὴρ ἂν ἡδέως λάβοι».
ὑπερβαλεῖσθʼ νικήσετε, ἐκ μεταφορᾶς τῶν τρεχόντων.
ἀγοραίου Διός: Ἀγοραῖος Ζεὺς ἵδρυται ἐν τῇ ἀγορᾷ καὶ ἐν τῇ ἐκκλησίᾳ.
ἀγοραίου ἵδρυτο ἐν ἀγορᾷ καὶ ἐν ἐκκλησίᾳ ἄγαλμα Διός.
ἔγωγε νὴ τοὺς κονδύλους: ὁ ἀλλαντοπώλης ἐστὶν ὁ λέγων. ἀποτείνεται δὲ πρὸς τὸν Κλέωνα καί φησιν ὅτι οὐχ ὥσπερ ἐκεῖνος τὴν δόξαν ῥᾳδίως εὗρε, τὸν αὐτὸν καὶ αὐτὸς εὐδοκίμησε τρόπον, ἀλλὰ πολλὰ πονήσας καὶ πολλοὺς κινδύνους ὑποστάς, κατορθώσας τε πολέμους πλείονας, αἰνιττόμενος τὰ περὶ Ἀκαρνᾶνας καὶ Αἰτωλίαν. ἄλλως: ἀποτείνεται πρὸς τὸν Κλέωνα ὁ ἀλλαντοπώλης, ὅτι ἐκεῖνος μὲν εὐκόλως ἐστρατήγησεν, αὐτὸς δὲ πολλὰ κακοπαθήσας καὶ τυπτηθεὶς ἐν τῷ μαγειρείῳ.
ἐγκαυχᾶται νικήσειν τὸν Κλέωνα. οὐχ ὥσπερ γὰρ ἐκεῖνος, φησί, ῥᾳδίως εὗρε τὴν δόξαν, τὸν αὐτὸν καὶ αὐτὸς τρόπον εὐδοκίμησα· ἀλλʼ ἐκ παίδων πολλὰ πονήσας καὶ πολλοὺς κινδύνους ὑποστὰς καὶ ἔμπειρος γενόμενος οἶμαι νικήσειν σε. τοῦτο δὲ λέγει διὰ τὰς πληγὰς ἃς ἐν τῷ μαγειρείῳ καθʼ ἑκάστην ἐλάμβανε, τυπτόμενος ὑπὸ τῶν προεχόντων ἐν αὐτῷ πρεσβυτέρων.
κονδύλους τὰς ἐκ πυγμῆς πληγάς.
πολλοῖς πταίσμασι.
ὑπερβαλεῖσθαι νικῆσαι.
ἀπὸ μαγδαλιᾶς: ἀπὸ εὐτελοῦς τροφῆς ὁρμώμενος· μαγδαλιὰ γὰρ τὰ τῶν ἀλφίτων ἀποβλήματα. ἄλλως: ἡ τῶν κυνῶν τροφή, ἥτις ἦν σταῖς καὶ λίπος· οὕτως οὖν καὶ ὁ ποιητὴς εἶπεν «ὡς δʼ ὅταν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα σαίνωσʼ. αἰεὶ γάρ τε φέρει μειλίγματα θυμῷ». μετὰ γὰρ τὸ δεῖπνον εἰς τὸ σταῖς ἀπεψῶντο τὸ λίπος καὶ τοῖς κυσὶν ἐπέρριπτον. ἄλλως: τὸ σταῖς, ᾧ ἀπομάττονται οἱ μάγειροι, ὅπερ ἐκάλουν χειρόμακτρον. ὃ μετὰ τὴν ἐργασίαν ἀπέρριπτον τοῖς κυσίν.
μαγδαλιὰ δέ ἐστι σταῖς, ἐν ᾧ ἀποψῶνται τὸ λίπος οἱ μάγειροι τὸ προσφυόμενον ἐν ταῖς χερσὶν αὐτῶν· ὃ καὶ μετὰ τὰ δεῖπνα τοῖς κυσὶ ῥίπτουσιν.
μαγδαλιᾶς εὐτελοῦς τροφῆς.
κυνοκεφάλῳ: ἑαυτὸν ὁ Κλέων λέγει κυνοκέφαλον, δεινὸν καὶ ἀναίσχυντον, ὁποῖος ἦν ὁ παρʼ Ἡσιόδῳ Γηρυονεύς, «Χρυσάωρ δʼ ἔτεκε τρικέφαλον Γηρυονῆα». ἄλλως: τῷ κυνὸς κεφαλὴν ἔχοντι, τουτέστιν ἐμοὶ τῷ Κλέωνι. ἀφʼ ἧς δὲ προείρηκε τροφῆς, κυνοκέφαλον αὐτὸν εἶπεν, οἷον ἰταμὸν καὶ ἀναιδῆ καὶ ἁρπακτικόν, ἐπεὶ καὶ τὸ ζῷον τοιοῦτον. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· πῶς οἷόν τε, φησίν, εἰ κυνὸς τροφὴν ἐσθίων, τῷ ὁμογενεῖ καὶ ὁμοτρόπῳ μάχεσθαι διανοῇ; λέγει δὲ κυνικῷ, οἷον πονηρῷ καὶ βιαίῳ.
κυνοκεφάλῳ πονηρῷ δαίμονι καὶ βιαίῳ.
πῶς, φησίν, εἰ κυνὸς τροφὴν ἐσθίεις, τῷ ὁμογενεῖ καὶ ὁμοιοτρόπῳ μάχεσθαι διανοῇ; λέγει δὲ ἑαυτὸν κυνοκέφαλον διὰ τὸ ἀναιδὴς εἶναι ὡς οἱ κύνες.
βορὰν ἥτις ἦν σταῖς καὶ λίπος.
σιτούμενος ἐσθίων.
κυνοκεφάλῳ ἑαυτὸν ὁ Κλέων κυνοκέφαλον λέγει παίζων διὰ τὸ εἰρηκέναι κυνὸς τροφήν.
κόβαλα πανουργεύματα, σοφίσματα, κλέμματα.
ὥρα νέα, χελιδών: παροιμιῶδες. ὁλόκληρος δέ ἐστι παροιμία. τὸ δὲ λεγόμενον, ἔστιν ἔαρος ἀρχή· δοκεῖ γάρ πως ἅμα τῷ ἔαρι φαίνεσθαι ἡ χελιδών.
σκέψασθε θεάσασθε, καταμάθετε, κατανοήσατε.
σκέψασθε ἴδετε, καταμάθετε.
χελιδών δοκεῖ γάρ πως ἅμα τῷ ἔαρι φαίνεσθαι ἡ χελιδών.
οἱ δʼ ἔβλεπον: ἑώρων. ὑπὸ τῆς περιεργίας ἐξαγόμενα τὰ παιδία τῇ θέᾳ τὸν νοῦν προσεῖχον, πότε χελιδὼν παραπτήσεται, κἀκείνων περὶ τοῦτο ἐπτοημένων, ῥᾷστα αὐτὸς εἶχε τὸ κλέπτειν.
ἔβλεπον τῇ θεωρίᾳ τὸν νοῦν προσεῖχον, πότε χελιδὼν παραπτήσεται.
ὦ δεξιώτατον κρέας: ὦ κάλλιστον καὶ σοφώτατον κρέας· ἀντὶ τοῦ ὦ σοφώτατε ἄνθρωπε, διὰ τὸ κἀκεῖνον κεκλοφέναι, καὶ ὥσπερ τῇ δεξιᾷ χειρὶ ὑφῃρῆσθαι.
ὦ δεξιώτατον κρέας ὦ σοφώτατε ἄνθρωπε· παίζων δὲ κρέας εἶπε πρὸς τὸν ἐκείνου λόγον.
προὐνοήσω τρόπον ἐξεῦρες κλοπῆς.
ἀκαλήφας: βοτάνης εἶδος, αἳ παρὰ τοῖς πολλοῖς κνίδαι καλοῦνται. ἐμνημόνευσε δὲ τῶν ἀκαληφῶν διὰ τὴν δριμύτητα τοῦ ἀλλαντοπώλου καὶ τὴν ἀγχίνοιαν, ὅτι κλοπῆς ἐξεῦρε τρόπον. δριμεῖα γὰρ ἡ βοτάνη, καὶ τοὺς θιγόντας κνᾶσθαι ποιεῖ. εἶπε δὲ πρὸ χελιδόνων, ἐπεὶ μετὰ τὴν χελιδόνα ἄβρωστοι αἱ κνίδαι. ἄλλως: ἀκαλήφη εἶδος μυίας, ὡς Ἀριστοτέλης. ἐν τῷ χειμῶνι δὲ ἐδώδιμοί εἰσιν, ἐν δὲ τῷ θέρει ἀπόλλυνται. ἄλλως: λάχανόν ἐστιν ἄγριον. καλεῖται δὲ καὶ θαλασσία ἀκαλήφη, ἣ προσελθοῦσα τῷ χρωτὶ κνησμὸν ποιεῖ. ἐοίκασι δὲ τῇ ὥρᾳ τῇ πρὸ τοῦ ἔαρος χρῆσθαι ....
πρὸ χελιδόνων πρὸ ὥρας τοῦ ἔαρος· χειμῶνα δὲ δηλοῖ.
ἡ ἀκαλήφη λάχανόν ἐστιν ἄγριον, λέγουσι δὲ εἶναι τὴν κνίδην, ἣ τοὺς θιγόντας κνᾶσθαι ποιεῖ, ἣν καὶ ἔτι νέαν οὖσαν ἐσθίουσιν ἄνθρωποι. εἶπε δὲ πρὸ χελιδόνων, ὅτι μετὰ τὴν τῶν χελιδόνων ἐπιφάνειαν ἄβρωτοι αἱ κνίδαι.
ἀκαλήφας τὰς λεγομένας κνίδας· τοῦτο δὲ διὰ τὴν δριμύτητα τοῦ ἀλλαντοπώλου.
πρὸ χελιδόνων ἤτοι κατὰ τὸν χειμῶνα.
εἰς τὰ κόχωνα: κοχώνη τόπος ὑπὸ τὸ αἰδοῖον, τὸ μεταξὺ τῶν μηρῶν καὶ τῆς κοτύλης καὶ τῶν ἰσχίων· μέμνηται δὲ τῆς κοχώνης καὶ ἐν Σκηνὰς Καταλαμβανούσαις «ἀλλὰ συσπάσαι δεῖ τὰς κοχώνας.» οὐδετέρως δὲ ἔφη τὰ κόχωνα.
… ὅτι καὶ οἱ στρατηγοὶ ἐπίορκοι λεληθότως φησί.
ἀπώμνυν ὅρκοις ἐπὶ τῷ μὴ κεκλοφέναι.
κόχωνα κοχώνη τόπος ὑπὸ τὸ αἰδοῖον καὶ τὸν μηρόν.
ἐπιτροπεύσει: προηγήσεται, προστατήσει. οὐκ ἀργῶς δὲ ἐπὶ ἔνδοξον πρόσωπον τὴν τοιαύτην ἀνήγαγε κρίσιν. οὐ γὰρ ἰδίως φησί τινα εἰρηκέναι, ἀλλὰ ῥήτορα, καὶ προϊδεῖν καὶ συνιέναι πλέον τῶν ἄλλων δυνάμενον.
ἐπιτροπεύσει προστήσεται.
οὐκ ἀργῶς τοῦτο εἴρηκεν, ἀλλʼ ἐπὶ ἔνδοξον πρόσωπον ἀνήγαγε τὴν κρίσιν. οὐ γὰρ ἰδιώτης, φησίν, εἴρηκεν ὡς προστήσομαι τοῦ δήμου, ἀλλὰ ῥήτωρ ὁ συνιέναι πλέον τῶν ἄλλων δυνάμενος.
ἐπιτροπεύσει διοικήσει, προστήσεται τοῦ δήμου.
δῆλον ἀφʼ οὗ ξυνέγνω: ἀπʼ αὐτῶν τῶν πραττομένων πρόδηλον ἦν τὸ ἀποβησόμενον.
εὖ γε ξυνέβαλεν ὀρθῶς ἐνόησε καὶ οὐκ ἐσφάλη.
ἀφʼ οὗ αὐτό.
ξυνέγνω τὸ πρᾶγμα.
ὁτιὴ ʼπιώρκεις ἡρπακώς: πάλιν κἀνταῦθα τῶν πολιτευομένων καθάπτεται ὡς ἐξ ἐπιορκίας καὶ κλοπῆς συνεστηκότων καὶ τοιούτων ἐθῶν. διὰ τοῦτο καὶ τὸν ἀλλαντοπώλην διαπρέπειν ἐν τῇ πολιτείᾳ ὁ ῥήτωρ ἔφη.
καὶ τὸ κρέας ὁ πρωκτὸς εἶχεν: ἤτοι τὴν μοχθηρίαν αὐτοῦ καὶ τὴν ῥυπαρίαν καὶ τούτῳ δείκνυσι τῷ τρόπῳ, ὅτι κατέκρυπτε ἐν τῷ πρωκτῷ κρέα, καὶ ταῦτα πάλιν αὐτὸς ἤσθιεν· ἢ διαβάλλειν εἰς ἀσέλγειαν αὐτὸν θέλει, ὡς δὴ παρὰ τὴν ἡλικίαν τὰ τῶν γυναικῶν παθόντα.
κρέας λαθεῖν γὰρ σπεύδων ὑπὸ τὸν πρωκτὸν τοῦτο ὑπέβαλεν.
διὰ τοῦ τὸ κρέας εἰς τὸν πρωκτὸν ἐμβαλεῖν τὴν μοχθηρίαν καὶ ῥυπαρίαν αὐτοῦ δείκνυσιν, ὅτι ὅπερ ὑπὸ τὸν πρωκτὸν ἐτίθει κρέας πάλιν αὐτὸς ἤσθιεν· ἢ διαβάλλει εἰς ἀσέλγειαν ὡς τὰ τῶν γυναικῶν παθόντα παρʼ ἡλικίαν.
τοῦ θράσους ταύτης τῆς παρρησίας καὶ τοῦ φρονήματος.
καθιείς: παρεσκευασμένος. καθιεῖν δὲ κυρίως τὸ χαλᾶν τὰ τῶν νεῶν ἱστία. ταῦτα δὲ προσφόρως εἴρηκεν ὁ Κλέων. ἦν γὰρ σφοδρὸς ἐν τοῖς λόγοις. καθιεὶς οὖν ἀντὶ τοῦ καθειμένος. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἀνέμων.
καθιείς πνέων ὡς ἐπὶ ἀνέμου.
ἔξειμι ἐξέρχομαι, μεταφορικῶς ἀπὸ τῶν ἀνέμων.
ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῆ: πᾶν ἐπὶ σοὶ μηχανησάμενος καὶ πάντα κινήσας ἐπιβουλῆς τρόπον. διʼ ὧν δὲ ἀπειλεῖ ἀδύνατα καὶ ἀνθρωπίνης δυνάμεως μείζονα, διʼ αὐτῶν δηλοῖ τὴν σπουδὴν τῆς ἐπιβουλῆς τῆς κατʼ αὐτοῦ. καθότι δὲ φορολογίας ἐκ τῆς γῆς καὶ τῆς θαλάσσης ἔλαβε ταῦτά φησιν. εἰκῆ δὲ ἀντὶ τοῦ ἁπλῶς καὶ ὡς ἔτυχε, μάτην· τουτέστιν ἐπʼ οὐδενὶ ἀναγκαίῳ καὶ σπουδαίῳ πράγματι, φανερὰν καὶ ἐν τούτῳ ποιῶν τὴν ἑαυτοῦ ἐξουσίαν, ἣν κατὰ τῆς πόλεως εὐτυχεῖ, εἰ ἐπʼ αὐτῷ καθέστηκε τὸν δῆμον κινεῖν καὶ παροξύνειν καθʼ ὧν βούλεται, καὶ ταῦτα ἐπʼ οὐδεμιᾷ προφάσει εὐλόγῳ.
τήν τε γῆν καὶ τὴν θάλατταν καὶ τοὺς κατὰ γῆν γὰρ καὶ κατὰ θάλατταν ἐτάραττεν ὁ Κλέων.
εἰκῆ μάτην, ὡς ἔτυχε.
ἐγὼ δὲ συστείλας: καὶ τοῦτο παρεπιγραφή· ὃ γὰρ εἶπε, καὶ ποιεῖ· τουτέστι τὸ σκεῦος ὃ κατέθετο φθάσας ἐπιών, τοῦτο πάλιν ἀναιρούμενος τῆς θυμέλης ἐξάγει.
τοῦτο παρεπιγραφή· ὃ γὰρ κατέθετο τῶν ἀλλάντων φθάσας ἐπιών, τοῦτο καὶ αὖθις ἀνελόμενος τῆς θυμέλης ἐξάγει.
κατὰ κῦμʼ ἐμαυτὸν: ἀπὸ τῶν ἀφιέντων ἑαυτοὺς κατὰ κῦμα φέρεσθαι.
κλάειν σε μακρὰ κελεύων: τὸ μὲν εἶδος ἀρχαῖον καὶ Ἀττικὸν τῆς συνθέσεως, ὡς μακρὰ χαίρειν σοι λέγω καὶ οἰμώζειν μακρά. τὸ δὲ λεγόμενον πρόδηλον. φησὶ γάρ, ἧττόν σου φροντίσας τῶν ἀπειλῶν ἀπελεύσομαι, ἢ καταλείψω σε ἐνταῦθα κλαίειν, ἵνα δόξῃ μὴ φιλονεικεῖν καὶ διαλοιδορεῖσθαι πρὸς αὐτόν. εἰώθασι γὰρ οἱ βελτίονες καὶ τῶν λοιδοριῶν ὑπερφρονεῖν τῶν ἡττόνων.
κλάειν σε μακρὰ κελεύω ἀντὶ τοῦ καταφρονῶ σου.
κατὰ κῦμʼ ἐμαυτὸν ἀπὸ τῶν ἀφιέντων ἑαυτοὺς κατὰ κῦμα φέρεσθαι· Ἀττικὴ ἡ σύνθεσις τοῦ λόγου.
κἄγωγʼ ἄν τι παραχαλᾷ: ἑξῆς καὶ οὗτος τῆς ἀντλίας ἐμνημόνευσεν, ἵνα καὶ αὐτὸς ἴδιον ἀπὸ τῆς θαλάσσης δοκῇ ἀστεΐζεσθαι, ὥσπερ καὶ ὁ ἀλλαντοπώλης. ἀντλία δὲ λέγεται τόπος τις τοῦ πλοίου εἰς ὃν τὸ ὕδωρ σωρεύεται. λέγει δὲ ὅτι φυλάξω, ἐάν τις τῆς ἀντλίας εἰσδέχηται. ἰστέον δὲ ὅτι ἱστάμενον καὶ χρονίζον τὸ ὕδωρ κάκιστον ὄδωδεν. τί ποτε οὖν βούλεται τῷ ποιητῇ ζητητέον τὸ ἀπειλεῖν τούτῳ παραφυλάξειν τὴν ἀντλίαν, πλὴν εἰ μὴ τοὺς προειπόντας ὡς καὶ αὐτοὺς ψυχρολογήσαντας σκώπτειν θέλει διὰ τὸ ἀδύνατα εἰρηκέναι. οὔτε γὰρ τῷ Κλέωνι δυνατὸν ἦν ἀνθρώπῳ γε ὄντι κινῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, οὔτε τῷ ἀλλαντοπώλῃ ῥῖψαι καὶ δισκεῦσαι κατὰ κυμάτων ἑαυτόν. καὶ τοῦτο ἀνόητον καὶ περιττόν, ὁ ἐπὶ τῇ ἀντλίᾳ τῆς φρουρᾶς πόνος. ἄλλως: περὶ τοῦ ῥηθέντος παρὰ τοῦ Κλέωνος λόγου, ὅτι συνταράξω τὴν θάλασσαν, καὶ οὗτος ἀπήντησεν εἰπών.
σκώπτειν βουλόμενος αὐτοὺς εἰρηκότας ἀδύνατα ποιῆσαι τοῦτο λέγει. οὔτε γὰρ τῷ Κλέωνι δυνατὸν ἀνθρώπῳ γε ὄντι κινῆσαι τὴν γῆν καὶ τὴν θάλατταν, οὔτε τῷ ἀλλαντοπώλῃ ἀσφαλὲς ῥῖψαι κατὰ κυμάτων ἑαυτόν. διὰ τοῦτο καὶ αὐτὸς ἀνόητόν τι εἴρηκε καὶ περιττόν, τὸ τὴν ἀντλίαν φυλάξαι· τὸ γὰρ συναχθὲν ἐκεῖ ὕδωρ χρονίζον κάκιστον ὄδωδε, καὶ οὐκ ἄν τις ἑκὼν τούτῳ πλησιάσειεν. ἀντλία δέ ἐστι τόπος τοῦ πλοίου εἰς ὃν τὸ ὕδωρ εἰσρέει.
ἀντλία τόπος τοῦ πλοίου ἔνθα συνάγεται τὸ ἔξωθεν εἰσερχόμενον ὕδωρ.
οὐ καταπροΐξῃ: οὐ προῖκά μου καταφρονήσεις, τουτέστι δωρεάν.
τοῦ ποδὸς παρίει: μεταφορικῶς ἀπὸ τῶν πλεόντων ἐχρήσατο. ἐπειδὰν γὰρ πλείων ἄνεμος ἐμπέσῃ τοῖς πλέουσι, συστέλλουσι καὶ παραιροῦσι τῶν ἱστίων τὰ πολλά, ἢ τὸ μὲν ἓν μέρος τοῦ ἱστίου ἐντείνεται, τὸ δὲ ἕτερον ἀναστέλλεται οὗ ἂν μὴ χρεία ᾖ ἢ ὁ καιρὸς ἀπαιτῇ. πόδας δὲ καλοῦσιν οἱ ναῦται τοὺς παρʼ ἑκάτερα τὰ μέρη κάλους ἐκδεδεμένους τῆς ὀθόνης. φησὶν οὖν, ἀσφαλέστερον λοιπὸν διαλέγου καὶ πρᾶττε, τουτέστι μὴ πολλῇ χρῶ ἀθυρογλωττίᾳ, ἀλλὰ πεφεισμένως διαλέγου τῷ Κλέωνι. παροξύνεται γὰρ σφόδρα.
ἄθρει βλέπε, σκόπει.
παρίει ἀμέλει, ἤγουν ὑποχάλα.
κακίας καὶ συκοφαντίας: ἐπειδὴ ψευδῆ κατηγορεῖν ὁ Κλέων ἐτόλμησεν αὐτοῦ, φήσας αὐτὸν σφετερίσασθαι τάλαντα τῆς πόλεως πολλά, καὶ οὐκ ἄν ποτε συγχωρήσειν προῖκα τῷ αὐτῷ, διὰ τοῦτο πνεῖν φησὶν αὐτὸν .... καὶ συκοφαντίας, ὃ χρὴ στοχάσασθαι τὸν ἀλλαντοπώλην. ἑξῆς δὲ ἀπὸ τῶν ἀνέμων τῷ πνεῖν .... καὶ συκοφαντίας κέχρηται. ἄλλως: ὄνομα ἀνέμου ὁ καικίας· τὸν δὲ αὐτὸν καὶ νότον καλοῦσί τινες. οὗτος δὲ ὅτʼ ἐμπνεῖ τὰ νέφη εἰς ἑαυτὸν ἕλκει. ἀκολούθως δὲ εἶπε διὰ τὸ προειρηκέναι «τοῦ ποδός», ἅμα δὲ πρὸς τὴν συκοφαντίαν καὶ κακίαν αὐτοῦ τὰ ὀνόματα πλάττει.
φησὶν οὖν ταῦτα καθʼ ἑαυτὸν ὁ ἀλλαντοπώλης. πρὸς τὸ καικίας ἔπαιξεν ὄνομα ὂν ἀνέμου. οὗτος ὅτε πνεῖ τὰ νέφη εἰς ἑαυτὸν ἕλκει, ὅθεν καὶ «ἕλκων εἰς ἑαυτὸν ὥστε καικίας νέφος». ἐπεὶ ψευδῆ κατηγορεῖν ὁ Κλέων ἐτόλμησεν, αὐτὸν φήσας σφετερίσασθαι τῆς πόλεως τάλαντα πολλά, καὶ οὐκ ἄν ποτε συγχωρήσειν προῖκα αὐτό· διὰ τοῦτο πνεῖν αὐτόν φησι καὶ συκοφαντίας· ὃ χρὴ στοχάσασθαι. τὸν ἀλλαντοπώλην λέγει· ἑξῆς καὶ τῇ ἀπὸ τῶν ἀνέμων συκοφαντίᾳ κέχρηται.
πνεῖ ἐπειδὴ ψευδῆ ψευδῶς κατηγορεῖν ὁ Κλέων ἐτόλμησεν αὐτοῦ εἰπὼν τάλαντα πολλὰ κλέψαι.
Ποτιδαίας: ἔπαιξε τῷ ὀνόματι, ἵνα ἀκολούθως ἀπὸ τῆς θαλάσσης καὶ τῶν ἀνέμων ἀποκρίνεσθαι καὶ αὐτὸς δοκῇ. ἡ δὲ Ποτιδαία πόλις ἐστὶ πρὸς τῷ Ἰσθμῷ τῆς Παλλήνης κατῳκισμένη, Κορινθίων μὲν ἄποικος, Ἀθηναίων δὲ σύμμαχος, καὶ φόρους ἐτέλει. ἣν ἀποστᾶσαν πολιορκήσαντες οἱ Ἀθηναῖοι πολιορκίᾳ μακρᾷ, ὡς καὶ σφῶν αὐτῶν γεύεσθαι καταναγκάσαι, παρέλαβον καὶ ἐξηνδραπόδισαν τὴν πόλιν. ἀπὸ ταύτης φησὶ τῆς πόλεως κεκλοφέναι δέκα τάλαντα τὸν Κλέωνα, καὶ τούτῳ φιλονεικῶν αὐτὸν ἀμείβεσθαι τοῖς ἴσοις, ἐπεὶ πρότερος ἐκεῖνος ἔφησεν αὐτὸν σφετερίσασθαι τῆς πόλεως τάλαντα πολλά.
δέκα τάλαντα: χρησίμως μετὰ τὸν τόπον καὶ τὸν ἀριθμὸν εἶπεν, ἵνα ὁ λόγος αὐτῷ πίστεως ἔχεσθαι δοκῇ, καὶ μὴ ἄλλως τῆς τοῦ Κλέωνος διαβολῆς λελέχθαι χάριν. πίστεως γὰρ παράδειγμα τὸ κατηγοροῦντα μὴ ψιλοῖς χρῆσθαι ῥήμασιν, ἀλλὰ καὶ ἀριθμὸν προσβάλλεσθαι καὶ τόπον.
Ποτιδαίας πόλις Θρᾴκης.
ἱστορία περὶ Ποτιδαίας: ἡ Ποτιδαία πόλις ἦν πρὸς τῷ ἰσθμῷ τῆς Παλλήνης κατῳκισμένη, Κορινθίων μὲν ἄποικος, Ἀθηναίων δὲ σύμμαχος, οἷς καὶ φόρους ἐτέλει. ἀποστᾶσαν δὲ πολιορκήσαντες οἱ Ἀθηναῖοι πολιορκίαν μακράν, ὡς καὶ σφῶν αὐτῶν γεύσασθαι, παρέλαβον καὶ ἐξηνδραπόδισαν. φησὶν οὖν ἀπὸ ταύτης τῆς πόλεως κεκλοφέναι δέκα τάλαντα, φιλονεικῶν τοῖς ἴσοις ἀμείβεσθαι. ἔφη γὰρ σφετερίσασθαι αὐτὸν πολλὰ τάλαντα.
Ποτιδαίας πόλις Θρᾴκης, ἡ Κασσανδρεία. παίζει ἵνα καὶ αὐτὸς ἐκ τῆς θαλάττης καὶ τῶν ἀνέμων ἀποκρίνασθαι δοκῇ.
βούλει τῶν ταλάντων: δεῖ νοῆσαι τὸν Κλέωνα ἐπὶ τῇ ἐλπίδι καὶ τῇ ἐπαγγελίᾳ τοῦ ταλάντου πεισθέντα ἐνδοῦναι. πρὸς ὃ φησὶν ὁ ἕτερος, «τὸ πνεῦμʼ ἔλαττον γίγνεται».
τερθρίους: οἱ ἔσχατοι κάλοι, οὓς ἐκφόρους καλοῦσιν οἱ ναῦται, οὓς ὅταν ἐνδιδῷ τὸ πνεῦμα πρώτους ἐκ πρῴρας χαλῶσι. καὶ οὗτος οὖν ἀκολούθως τοῦτο εἶπε, διὰ τὸ πρόαγον «τοῦ ποδὸς παρίει». φησὶν οὖν, ὁ Κλέων πάντων ἂν ὑπερίδοι ἕνεκεν λήμματος.
τοὺς τερθρίους τοῦ ἱστοῦ τὸν τόνον.
τοὺς τερθρίους τοῦ ἱστοῦ τὸν τόνον, ἤγουν τοὺς ἐσχάτους κάλως οὓς ἐκφόρους καλοῦσιν.
τὸ πνεῦμʼ ἔλαττον γίγνεται: ἐπέμεινε τῇ τροπῇ τῶν ὀνομάτων. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι ἐπιεικέστερος ἔσται καὶ πρᾳότερος· λοιπὸν γὰρ ἐπειδὴ φθάσας εἶπεν ἤτοι κακίας καὶ συκοφαντίας αὐτὸν πνεῖν, διὰ τοῦτο πάλιν οἰκείως ἔλαττον ἔφη αὐτοῦ γίγνεσθαι τὸ πνεῦμα.
τὸ πνεῦμʼ ἔλαττον γίγνεται ἤγουν ἐπιεικέστερός ἐστι καὶ πρᾳότερος· ἐπέμεινε δὲ τῇ τροπῇ.
τὸ πνεῦμʼ ἔλαττον: ἔκθεσις τῆς διπλῆς ἐκ κώλων ἰαμβικῶν ιϛʹ. ὧν τὸ πρῶτον δίμετρον ἀκατάληκτον, ὁ δεύτερος τρίμετρος στίχος ἀκατάληκτος, τὰ ἑξῆς ιβʹ δίμετρα ἀκατάληκτα Ἀνακρεόντεια, τὸ πεντεκαιδέκατον μονόμετρον ἀκατάληκτον, ὃ καὶ παρατέλευτον ὀνομάζεται, τὸ δὲ ἑξκαιδέκατον τὸ «χὤπως κολᾷ τὸν ἄνδρα», δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται Ἀνακρεόντειον, ὡς εἴρηται. ἑξῆς δὲ τούτων στίχοι ἰαμβικοὶ τετράμετροι καταληκτικοὶ δʹ, ἐν ἐπῳδοῦ τάξει κείμενοι. ἐπὶ τῷ τέλει τῆς μὲν ἐκθέσεως δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ, ἡ δὲ κατὰ τὸ τέλος, τοῦ δὲ συστήματος κορωνίς.
φεύξει γραφὰς: διώκειν καὶ φεύγειν ἔλεγον ἐπὶ τῶν κατηγόρων καὶ τῶν ἀπολογουμένων. ἐδίωκον μὲν γὰρ οἱ κατήγοροι, ἔφευγον δὲ οἱ κατηγορούμενοι. φησὶν οὖν ὅτι κατηγορηθήσῃ δίκας τέτταρας ἑκατονταλάντους.
διώκων ἐστὶν ὁ κατηγορῶν, φεύγων δὲ ὁ κατηγορούμενος, ἐκ μεταφορᾶς τοῦ διώκοντος καὶ φεύγοντος ἐπὶ κλοπῇ ἤ τινι τοιούτῳ.
φεύξει γραφὰς κατηγορηθήσῃ κατηγορίας.
ἀστρατείας ὡς δειλός.
ἐκ τῶν ἀλιτηρίων: τῶν μετεχόντων τοῦ Κυλωνείου ἄγους, ὅπερ εἰς τὴν Ἀθηνᾶν δοκεῖ γενέσθαι ἀσέβημα, ἐπειδήπερ οἱ συγκατακλεισθέντες τῷ Κύλωνι ἐν τῇ ἀκροπόλει εἰς τὴν κρίσιν κατέβησαν ἐν Ἀρείῳ πάγῳ, ἐκ τοῦ ἕδους τῆς θεοῦ ἐξάψαντες τὴν ἱκετηρίαν. ἧς διαρρυείσης λίθοις αὐτοὺς ἔβαλλον οἱ Ἀθηναῖοι. ἀλιτηρίων δὲ ἀντὶ τοῦ ἐναγῶν. ἄλλως: ἐκ τῶν ἀλιτηρίων: τῶν ἁμαρτόντων εἰς τὴν Ἀθηνᾶν. Κύλων γὰρ Ἀθηναῖος ἀνήρ, Μεγαρίδα γυναῖκα γήμας, Θεαγένους θυγατέρα, θέλων τυραννεῖν ἔλαβε χρησμὸν τῇ μεγάλῃ ἑορτῇ τοῦ Διὸς ἐπιθέσθαι τῇ πόλει. ἐν Ὀλυμπίοις δὲ ἐπιθέμενος, νομίζων ταύτην εἶναι τὴν μεγάλην ἑορτήν, δύναμιν προσλαβὼν παρὰ Θεαγένους, μὴ γνοὺς ὅτι τὰ Διάσια ἦν ἡ μεγάλη ἑορτή, ἐπελθὼν τῇ ἀκροπόλει ἐλῄστευε καὶ ἁλίσκεται. ἐλήφθη δὲ καὶ συλῶν τὸ ἱερὸν τῆς Ἀθηνᾶς. καὶ αὐτὸς μὲν ὁ Κύλων φεύγει, τοὺς δὲ ἄλλους φονεύουσι, τινὰς δὲ καὶ ἱκέτας ἐκ τῶν βωμῶν ἀποσπάσαντες ἀπέκτειναν. τοὺς δὲ ἁμαρτόντας εἰς τοὺς ἱκέτας ἀλιτηρίους ἔφασκον· οὓς καὶ ἐξέβαλον τῆς πόλεως, ὅτι ἐκ τῶν ἀρχαίων νόμων παρέβησαν τοὺς ἱκέτας φονεύσαντες. ἄλλως: Κύλων τὴν ἀκρόπολιν κατέλαβεν ἐπὶ τυραννίδι, καὶ ἐλήφθη ποτὲ συλῶν τὸ ἱερὸν τῆς Ἀθηνᾶς, καὶ ὑπὸ Ἀθηναίων ἐκλείσθη. καὶ οὕτως ἐκεῖνος εὑρὼν καιρὸν φυγῇ ἐχρήσατο, καὶ οἱ φίλοι ἔφυγον εἰς τοὺς βωμοὺς τῶν θεῶν. οὓς οὗτοι ἀποσπάσαντες ἀπέκτειναν, ὅθεν ἀλιτήριοι ἐκλήθησαν.
ἀλιτηρίων: ἀντὶ τοῦ ἐναγῶν.
ἀλιτηρίων τῶν ἐναγῶν, τῶν ἀσεβησάντων εἰς τὴν Ἀθηνᾶν.
τῶν δορυφόρων: οἱ περιέποντες καὶ φρουροῦντες τοὺς τυράννους· θέλων γὰρ τυραννεῖν δορυφόρους εἶχεν αὐτούς.
τῶν Βυρσίνης τῆς Ἱππίου: ἔπαιξε καὶ παρὰ τὸ βυρσοδέψην εἶναι τὸν Κλέωνα, καὶ παρὰ τὸ τοῦ τυράννου ὄνομα τοῦ Ἱππίου, ᾧπερ περιεργότερον ἐχρήσατο. δῆλον μὲν γὰρ καὶ ἐκ τῶν προειρημένων, οὐχ ἥκιστα δὲ καὶ ἀπὸ τούτων, ὅτι μὴ αὐτὸς ὁ Ἱππίας κατέστησε τὴν τυραννίδα, ἀλλὰ παρὰ τοῦ πατρὸς ἅμα τοῖς ἀδελφοῖς παρέλαβε. οὗ οὐ πάντως ἂν ἐμνημόνευσεν, εἰ μὴ χρησιμώτερον τὸ ὄνομα τοῦ Ἱππίου πρὸς τὸ συνάψαι τῇ Βυρσίνῃ κατεφαίνετο. οὐκ ἄδηλόν ἐστι τοῦ Κλέωνος διαβάλλοντος αὐτὸν ὡς τῶν ἀλιτηρίων γεγονέναι, τὸν ἀλλαντοπώλην ἀντιδιαβάλλειν τὸν Κλέωνα, ὡς τῶν ἐπιβουλευσάντων τῇ πόλει καὶ τοῖς τυράννοις συναραμένων. ἄλλως: Πεισιστράτου γυνὴ γέγονεν ἡ Μυρρίνη, Ἱππίου καὶ Ἱππάρχου μήτηρ. Βυρσίνην οὖν εἶπεν ἀντὶ τοῦ Μυρρίνην, ὡς βυρσοπώλην πάλιν κωμῳδῶν τὸν Κλέωνα. ταύτην ὁ Πεισίστρατος, ὁπότε κατήγαγεν εἰς Ἀθήνας ἐφʼ ἅρματος, ἔφασκεν Ἀθηνᾶν εἶναι βουλόμενος τυραννεῖν.
Βυρσίνης Μυρσίνης ὤφειλεν εἰπεῖν.
τῆς μητρός.
κόβαλος εἶ: προειρήκαμεν ὅτι τοὺς μετὰ ξύλου λῃστὰς οὕτως ἐκάλουν οἱ παλαιοί.
ἰοὺ ἰού: τοῦτο παρεπιγραφή· τυπτόμενον γὰρ ὑποκρίνεται. σχετλιαστικὸν δὲ τὸ ῥῆμα.
ἰοὺ ἰού τυπτόμενος βοᾷ.
οἱ ξυνωμόται: οἱ ἀντάρται, οἱ προδόται, οἱ τὰ αὐτὰ κατʼ ἐμοῦ συνθέμενοι φρονεῖν.
παῖʼ αὐτόν: ἰστέον ὅτι ὁ χορὸς ταῦτα τῷ ἀλλαντοπώλῃ παρακελεύεται. ἀστείως δὲ διὰ τὴν ἐκείνου τέχνην εἴς τε τὰ ἔντερα καὶ τὸν κόλον αὐτὸν τύπτειν κελεύει. μάλιστα γὰρ ἡ τῶν ἀλλαντοπωλῶν ἐκ τούτων συνέστηκε τέχνη.
ἀνδρικώτατα ἰσχυρότατα.
γάστριζε εἰς τὴν γαστέρα τύπτε· διὰ τούτων τὴν τέχνην αὐτοῦ δείκνυσι.
καὶ τοῖς κόλοις παρατέλευτον καὶ τοῦτο.
κολᾷ τὸν ἄνδρα: κολούσεις καὶ παύσεις καὶ ταπεινώσεις· ἀπὸ δὲ τοῦ κόλου καὶ τῶν ἐντέρων τὴν λέξιν ἐποίησεν. ἴσως δὲ καὶ αὐτὸν τύπτουσιν.
κολᾷ κολάσεις.
ὅπως σκόπει.
κολᾷ κολάσεις· ἀπὸ δὲ τῶν κόλων τὴν λέξιν ἐποίησεν.
γεννικώτατον κρέας ἰσχυρότατον· παίζων κρέας αὐτὸν λέγει ἐκ μεταφορᾶς τῶν ἰσχυρῶν κρεῶν ἃ οὐ κατεργάζεται τῷ πυρί.
… ἐπιτηδείως αὐτὸν καὶ ὑπούλως διὰ τῶν λόγων ἐνίκησας τῶν σῶν.
ἀλλʼ ἠπιστάμην: ὑψηλὸς ὢν καὶ μεγαλόφωνος ὁ Κλέων πολυτρόποις λόγοις κέχρηται.
τεκταινόμενα σκευαζόμενα καὶ ἐπʼ ἐμοὶ μηχανώμενα.
γομφούμενα: σφηνούμενα. γόμφοι γὰρ οἱ σφῆνες οἱ συνείροντες τὰς σάνιδας καὶ συναρμονιῶντες καὶ συνέχοντες.
γομφούμενα ἁρμοζόμενα.
ἐξ ἁμαξουργοῦ λέγεις: τοῦ Κλέωνος τεκτονικῶς φθεγξαμένου, παροξύνεται ὁ ἀλλαντοπώλης μιμήσασθαι αὐτόν. ἄλλως: ἁμαξουργοὺς Ἀττικοὶ τοὺς ἀγριοπηγούς. εἶδος δὲ ἀγριοπηγοὶ τεκτόνων, οἳ τὰς ἁμάξας τεκταίνουσι καὶ πάντων τῶν ἀγρίων ξύλων εἰσὶν ἐργάται. ἐπειδὴ δὲ ὁ Κλέων τεκτονικοῖς ὀνόμασι πᾶσιν ἐχρήσατο, «τεκταινόμενα» εἰπὼν καὶ «γομφούμενα», ὁ δὲ ἀλλαντοπώλης οὐδὲν ἀπὸ τεκτονικῆς ἀπαντᾷ, ὁ χορὸς ὥσπερ δέδιε μὴ ἧττον ἀπενέγκηται τοῦ Κλέωνος καὶ ἀσχάλλει καὶ δυσφορεῖ, ὅτι οὐδὲν ἀντέθηκε τοιοῦτον ῥῆμα.
ἐπεὶ ὁ Κλέων τεκτονικοῖς ὀνόμασιν ἐχρήσατο εἰπὼν «γομφούμενα» καὶ «κολλώμενα», ὁ ἀλλαντοπώλης δὲ οὐδὲν ἀπὸ τεκτονικῆς εἶπεν, ὁ χορὸς ὥσπερ δέδιε μὴ ἧττον ἀπενέγκηται τοῦ Κλέωνος καὶ ἀσχάλλει καὶ δυσφορεῖ, ὅτι μηδὲν ἀντέθηκε τοιοῦτο ῥῆμα.
ἁμαξουργοῦ τέκτονος ἁμάξας ἐργαζομένου.
οὔκουν μʼ ἐν Ἄργει: παρὰ τὸν πόλεμον τὸν Πελοποννησιακὸν τοῦτο εἴρηκε. καίτοι πρότερον ἐχθροὶ ὄντες τοῖς Ἀργείοις οἱ Ἀθηναῖοι, διὰ τὴν πρὸς Λακεδαιμονίους ἀπέχθειαν ἔδοξαν αὐτοῖς γενέσθαι φίλοι. φησὶν οὖν ὅτι ὁ Κλέων ἐπὶ βλάβῃ τῆς πόλεως τὴν Ἀργείων φιλίαν προξενῶν οὐ λανθάνει με, σπείσασθαι πρὸς τοὺς Ἀργείους πείθων τὴν πόλιν, παρρησίαν εἰς τὸ συγγενέσθαι τοῖς Λακεδαιμονίοις ἑαυτῷ περιποιούμενος.
ποιεῖ κοινή.
καὶ ταῦτʼ ἐφʼ οἷσίν ἐστι συμφυσώμενα: ἐπὶ τίνι συμπνέουσι καὶ ὁμοφρονοῦσιν ὅ τε Κλέων καὶ οἱ Λακεδαιμόνιοι, φησὶν αὐτὸς οὐκ ἀγνοεῖν. ἐπεὶ δὲ ὁ Κλέων τεκτονικοῖς τισιν ὀνόμασιν ἐχρήσατο, πάλιν οὗτος χρῆται χαλκευτικοῖς. φυσώμενα δὲ εἶπε διὰ τὰς φύσας τὰς χαλκευτικάς. τὸ δὲ «χαλκεύεται» ὡς πρὸς τὰς φύσας ἐπήνεγκεν. ἔστι δὲ ὅμοιον τῷ τεκταίνεται. πάντα δέ, φησί, πράττεται τῷ Κλέωνι, ὅπως οἱ ἄνδρες τῶν δεσμῶν ἐκφύγοιεν.
συμφυσώμενα συμπνεόμενα, κατασκευαζόμενα.
τοῖς δεδεμένοις: τουτέστι τοῖς τριακοσίοις τῶν Λακεδαιμονίων, οὓς ἀπὸ Πύλου καὶ Σφακτηρίας ἤγαγεν, οὓς εἶπεν ἀποδεδόσθαι βούλεσθαι τὸν Κλέωνα.
ἐγᾦδʼ ἐγὼ οἶδα.
τοῖς δεδεμένοις τοῖς τριακοσίοις Λακεδαιμονίοις οὓς ἐκ Πύλου ἤγαγεν.
χαλκεύεται κατασκευάζει, ἤγουν ἀποδόσθαι βούλεται αὐτούς.
εὖ γʼ εὖ γε χάλκευε: ὑπερεπαινεῖ πάλιν ἐνταῦθα ὁ χορὸς τὸν ἀλλαντοπώλην, ὅτι ἀντὶ τῶν τεκτονικῶν ῥημάτων αὐτὸς χαλκευτικὰ φθέγγεται.
ὁ χορὸς ἐπαινεῖ τὸν ἀλλαντοπώλην, ὅτι ὥσπερ ἐκεῖνος τεκτονικά, οὕτω καὶ αὐτὸς χαλκευτικὰ ἐφθέγξατο.
καὶ ξυγκροτοῦσι: συνέχουσι καὶ συμπράττουσι καὶ οὐδένα καιρὸν παραλείπουσι τοῦ πείθειν τὸν Κλέωνα τοῖς δεδεμένοις δοῦναι σωτηρίας ἀφορμήν. ἄλλως: ἐπέμεινε τῇ μεταφορᾷ τῇ ἀπὸ τῶν χαλκέων· ἀντὶ τοῦ συμπράττουσιν.
ξυγκροτοῦσιν συνέχουσι καὶ συμπράττουσι. καὶ τοῦτο δὲ χαλκευτικόν.
αὔτʼ αὐτά.
ἐκεῖθεν ἐκ τῆς τῶν Λακεδαιμονίων χώρας.
οὐκ Ἀθηναίοις φράσω: ἡ σύνταξις Ἀττική. λέγει δὲ ὅτι εὐθὺς καὶ παραχρῆμα.
τὰς ξυνωμοσίας: τὰς ἐπὶ καθαιρέσει τοῦ δήμου ἐνόρκους συνόδους.
τὰς ξυνόδους τὰς νυκτερινάς: ὅτι νυκτὸς οὔσης κατὰ τῆς πόλεως ἐβουλεύεσθε. τὸ δὲ «ἐπὶ τῇ πόλει» ἀντὶ τοῦ κατὰ τῆς πόλεως.
ἐπὶ τῇ πόλει κατὰ τῆς πόλεως.
ἐπὶ τῇ πόλει τὰς ἐν τῇ πόλει γινομένας, ἤγουν τὰς κατὰ τῆς πόλεως.
καὶ πάνθʼ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε: φθάσας ὁ ἀλλαντοπώλης διέβαλεν αὐτὸν ἐπὶ βλάβῃ τῆς πόλεως Ἀργείοις καὶ Λακεδαιμονίοις ξυνιέναι. διὰ τοῦτο καὶ ὁ Κλέων ὡς τῷ τῶν Περσῶν βασιλεῖ προδιδόντας αὐτοὺς τὰ τῆς πόλεως αἰτιᾶται πράγματα.
ξυνόμνυτε: συμπράττετε καὶ κοινολογεῖσθε. καλῶς δὲ τῆς διαβολῆς οὐκ ἀπατᾶται, ξυνωμότας αὐτοὺς τῷ Περσῶν βασιλεῖ γεγονέναι λέγων, ἵνα ὥσπερ ἔθος δείξῃ τοῦτο καὶ βεβαιώσῃ ὅτι καὶ μετὰ τούτου ξυνωμοσίαν πεποίηνται.
ξυνόμνυτε συμπράττετε καὶ κοινολογεῖσθε.
ἵνα δείξῃ ἀληθὲς εἶναι τὸ ὅτι καὶ κατʼ αὐτοῦ ξυνωμοσίαν πεποίηνται, ξυνωμότας αὐτοὺς τῷ Περσῶν βασιλεῖ γεγονέναι λέγει.
συντυρούμενα: συμπηγνύμενα, ὅτι παρὰ Βοιωτοῖς πολὺς τυρός.
Βοιωτῶν κοινή.
συντυρούμενα συμπηγνύμενα.
πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος: ἔπαιξε πρὸς τὸ «συντυρούμενα», πρὸς τὴν μεταφοράν. τὸ δὲ ὅλον πρὸς τοὺς ῥήτορας ὡς τὸ πλῆθος καταπλησσομένους ταῖς αὐτῶν ἀκυρολογίαις.
… ἔπαιξε πρὸς τὸ «συντυρούμενα».
Βοιωτοῖς κοινή.
παραστορῶ: ἐκτενῶ. ἅμα δὲ καὶ ἀπὸ τῶν βυρσῶν. ἀκολούθως δὲ τοῦ Ἡρακλέους ἐμνήσθη, ἐπειδὴ Θηβαίων ἴδιος ὁ θεὸς οὗτος εἶναι λέγεται, τῆς δὲ Βοιωτίας αἱ Θῆβαι πόλις.
παραστορῶ ἐκτενῶ ὡς βύρσαν.
ἀκολούθως τοῦ Ἡρακλέους ἐμνήσθη, ἐπειδὴ Θηβαίων ἴδιος ὁ θεὸς οὗτος εἶναι λέγεται, τῆς δὲ Βοιωτίας αἱ Θῆβαι πόλις.
ἄγε δὴ σὺ: τὸ μὲν Κλέωνος τῆς θυμέλης ὑπεξῆλθε πρόσωπον, τὴν βουλὴν δῆθεν κινῆσαι κατʼ αὐτῶν. οἱ δὲ περὶ τὸν Νικίαν τῷ ἀλλαντοπώλῃ παρακελεύονται γενναίως ἀντιστῆναι πρὸς αὐτόν. νῦν γάρ, φησίν, ἀντιστὰς πρὸς τὸν Κλέωνα, ἔργῳ δείξεις ἐάν σοι γενναῖον ἢ πανοῦργον ἐν τῷ πρώτῳ πέπρακται βίῳ.
εἰς τὰς κοχώνας: εἰς τοὺς γλουτούς.
εἰς τὰς κοχώνας ὑπὸ τὸν πρωκτόν.
ὡς αὐτὸς λέγεις πρὸς τὰ παρʼ αὐτοῦ εἰρημένα.
θεύσει γὰρ ᾄξας: δραμῇ ὁρμήσας, ἐπεισελθών. καὶ Ὅμηρος «ἔμελλον θεύσεσθαι».
ᾄξας παρελθὼν εἰς τὸ βουλευτήριον.
θεύσει ὁρμήσει.
ᾄξας ἀΐξας, εἰσελθών.
κραγὸν: Ἀρίσταρχος ὀξυτόνως, ἀντὶ τοῦ κραυγαστικῶς. καὶ Ἡρωδιανὸς ἐν Ἀττικῇ προσῳδίᾳ.
κραγὸν κραυγαστικῶς.
ἔχε νῦν ἄλειψον: στέαρ διδοῦσιν αὐτῷ ἀλείφεσθαι, ἵνα εὐχερῶς ὀλισθαίνειν δύνηται καὶ δύσληπτος ᾖ τῷ ἀνταγωνιστῇ. οὐκ ἀργῶς δὲ τὸ λίπος προσλαμβάνουσι, διὰ τὸ ἀλλαντοποιὸν αὐτὸν εἶναι. εἰώθασι γὰρ αὐτοὶ τὰ λίπη κατατέμνοντες βάλλειν εἰς τὸ φύραμα καὶ οὕτω πληροῦν τοὺς βοτούλους.
τουτῳΐ τῷ λίπει.
ὁ χορὸς στέαρ δίδωσιν αὐτῷ ἀλείψασθαι, ἵνα εὐχερῶς ὀλισθαίνῃ καὶ δύσληπτος ᾖ τῷ ἀνταγωνιστῇ. οὐκ ἀργῶς δὲ παρείληπται τὸ λίπος· εἰώθασι γὰρ οἱ μάγειροι τὰς κεφαλὰς ἑαυτῶν ἀλείφειν τῷ λίπει.
νυν δή· κοινή.
τουτῳΐ στέαρ διδόασιν αὐτῷ ἀλείψασθαι.
τὰς διαβολάς: δέον εἰπεῖν τὰς λαβὰς ὡς ἐπὶ πάλης, «τὰς διαβολάς» εἶπεν, ἃς ἔμελλε διαβάλλειν ὁ Κλέων.
τὰς διαβολάς τὰς λαβὰς ὤφειλεν εἰπεῖν.
παιδοτριβικῶς: ἐπειδὴ ἀνέτριψεν αὐτὸν τῷ λίπει, παιδοτρίβην καλεῖ. ἄλλως: ἀντὶ τοῦ ἀλειπτικῶς· παιδοτρῖβαι γὰρ καλοῦνται οἱ ἀλεῖπται καὶ κηρωματισταί.
ἐπέγκαψον ταδί: ἐπίφαγε ταδί. καὶ τοῦτο παρεπιγραφή· σκόροδον γὰρ αὐτῷ προσφέρει, ὅ φησι δεῖν αὐτὸν ἐπιφαγεῖν.
νυν δή.
ἐπέγκαψον ἐπίφαγε.
ταδί τὰ σκόροδα.
… οτεβ … υλοντα … εκτρυονασπ … σθαι σκοροδατ … υκτηρσιν … εισπιν … υν … κεα … παρω
ἐσκοροδισμένος μάχῃ: μετήνεγκεν ἀπὸ τῶν ἀλεκτρυόνων. ὅταν γὰρ εἰς μάχην συμβάλλωσιν αὐτούς, σκόροδα διδόασιν αὐτοῖς, ἵνα δριμύτεροι ὦσιν ἐν τῇ μάχῃ. ἄλλως: κατάφαγε σκόροδα, ἵνα ὀξύτερος γενόμενος γένῃ ὡς οἱ ἀλεκτρύονες.
ἄμεινον κάλλιον.
ἐσκοροδισμένος σκόροδα φαγὼν διὰ τὴν δριμύτητα.
νυν δή.
τοὺς λόφους κατεσθίειν: τοῦτο καὶ τὸ ἑξῆς μετήνεγκεν ἀπὸ τῶν ἀλεκτρυόνων.
τοὺς λόφους κατεσθίειν καὶ τοῦτο ὡς ἐπὶ ἀλεκτρυόνων.
ἥξεις πάλιν: λεληθότως σκώπτει τὸν Κλέωνα διʼ ὧν ἐκείνῳ παρακελεύεσθαι δοκεῖ. μάλιστα γὰρ παρὰ τοῖς Ἀθηναίοις εὐδοκίμησεν ἐκεῖνος τοὺς ἄλλους διαβάλλων τῶν δημαγωγῶν, ὡς καὶ ἐν ἀρχῇ τοῦ ποιήματος λέγων περὶ αὐτοῦ ἔφησε «κάκιστα δῆθʼ οὗτός γε πρῶτος Παφλαγόνων αὐταῖσι διαβολαῖς».
λεληθότως διαβάλλει τὸν Κλέωνα· μάλιστα γὰρ παρὰ τοῖς Ἀθηναίοις εὐδοκίμησεν ἐκεῖνος, τοὺς ἄλλους διαβάλλων δημαγωγούς.
κάλλαια τοὺς πώγωνας τῶν ἀλεκτρυόνων.
χὤπως σκόπει.
ἀλλʼ ἴθι χαίρων: κορωνίς. ἐξελθόντων γὰρ τῶν ὑποκριτῶν, εἶτα καταλειφθεὶς ὁ χορὸς λέγει περιόδους ἀναπαιστικὰς βʹ, τὴν μὲν προπεμπτικὴν τοῦ ἑτέρου τῶν ὑποκριτῶν, οὖσαν δεκάμετρον πεντάκωλον. ὑφʼ ὃ διπλῆ .... ἑπτάμετρον δέ ἐστι τὸ κομμάτιον τετράκωλον.
ἀλλʼ ἴθι χαίρων: τοῦτο διὰ τὸ μετὰ τὴν διπλῆν τίθεσθαι ἔοικεν εἶναι ἔκθεσις διπλῆς. διὸ καὶ τὸ παρατέλευτον ἔχει κῶλον, ὅπερ ἔθος ἐν τῇ ἐκθέσει τίθεσθαι. διὰ δὲ τὸ προτίθεσθαι τῆς παραβάσεως κομμάτιον χοροῦ ὀνομάζεται, ὡς εἴρηται. ἔθος γάρ ἐστι προτίθεσθαι τῆς παραβάσεως κομμάτιον. ἔστι γοῦν ἐκ κώλων ἀναπαιστικῶν θʹ, ὧν τὰ μὲν ζʹ δίμετρα ἀκατάληκτα, τὸ ὄγδοον μονόμετρον ἤτοι ἀναπαιστικὴ βάσις, ὃ καὶ παρατέλευτον ὀνομάζεται· τὸ δὲ ἔνατον, τὸ «πειραθέντων καθʼ ἑαυτούς», δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται παροιμιακόν. ἐπὶ τῷ τέλει παράγραφος.
ἀλλʼ ἴθι χαίρων κομμάτιον χοροῦ.
ἀλλʼ ἴθι χαίρων χορός· κομμάτιον κώλων θʹ.
ἀλλʼ ἴθι χαίρων παρὰ τὰ Σοφοκλέους ἐξ Οἰκλέους.
ἀγοραῖος: ὡς Ζεὺς ξένιος ἢ μειλίχιος ἢ φίλιος, οὕτω καὶ ἀγοραῖος· οἰκείως δὲ νῦν διὰ τὸν ἀλλαντοπώλην ἀγοραῖον εἶπεν.
ἀγοραῖος ὁ ἐν ἀγορᾷ ἱστάμενος.
κατάπαστος κατάμεστος, πλήρης, πεποικιλμένος.
κατάπαστος περιεστεμμένος.
ὑμεῖς δʼ ἡμῖν: ἐντεῦθεν παράβασις γίνεται, καὶ ἔστι τοῦτο τὸ καλούμενον κομμάτιον. μεθʼ ὃ οἱ ἀνάπαιστοι, ἔπειτα τὸ μακρόν, μετὰ ταῦτα δὲ ἡ στροφή, ἔπειτα τὸ ἐπίρρημα, ἑξῆς δὲ ἡ ἀντίστροφος, καὶ ἐπὶ πᾶσι τὸ ἀντεπίρρημα.
ὦ παντοίας ἤδη μούσης: μεμουσωμένοι ἀκροαταὶ καὶ διὰ πάσης παιδεύσεως καὶ μέτρου ἀκροασάμενοι. ὁ μέντοι ποιητὴς τοῦτο πρῶτον τὸ δρᾶμα διʼ αὑτοῦ καθῆκε, τὰ δʼ ἄλλα διʼ ἑτέρων προσώπων.
παντοίας ποικίλης καὶ παντοδαπῆς.
ὦ παντοίας ἤδη μούσης παρατέλευτον τοῦτο.
μούσης παιδεύσεως.
εἰ μέν τις ἀνήρ: διπλῆ καὶ ἔκθεσις εἰς αὐτὴν τὴν παράβασιν. στίχοι ἀναπαιστικοὶ καταληκτικοὶ τετράμετροι μαʹ.
εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων: ἡ παροῦσα παράβασις, ἣ καὶ μακρὸν καὶ πνῖγος καὶ ἀνάπαιστος ὡς εἴρηται λέγεται, ἐκ στίχων ἐστὶν ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν μʹ, ὧν τελευταῖος «αἴρεσθʼ αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατʼ ἐφʼ ἕνδεκα κώπαις».καλεῖται δὲ τοῦτο τὸ μέτρον ἐξόχως Ἀριστοφάνειον, ὡς εἴρηται ἐν τῷ Πλούτῳ δράματι. ἐν ἐκθέσει δὲ κῶλα ἀναπαιστικὰ δʹ, ὧν τὰ μὲν δύο δίμετρα ἀκατάληκτα, τὸ τρίτον μονόμετρον, ὃ καὶ παρατέλευτον ὀνομάζεται, ὃ σύνηθες τίθεσθαι ἐν ταῖς ἐκθέσεσι, τὸ δὲ τέταρτον τὸ «φαιδρὸς λάμποντι μετώπῳ» δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται παροιμιακόν. ἐπὶ τῷ τέλει παράγραφος.
εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων: εἰ μέν τις ἀνὴρ τῶν πρεσβυτέρων.
παράβασις. ὁ λόγος ἐκ τοῦ χοροῦ παρὰ τοῦ ποιητοῦ Ἀριστοφάνους τὸν λόγον ποιουμένου.
ἀρχαίων πρεσβυτέρων.
ὅτι ὁ ποιητὴς τοῦτο πρῶτον τὸ δρᾶμα διʼ ἑαυτοῦ καθῆκε, τὰ δʼ ἄλλα διʼ ἑτέρων προσώπων. ὑποκριταὶ γὰρ αὐτοῦ Καλλίστρατος καὶ Φιλωνίδης ἦν, διʼ ὧν ἐδίδασκε τὰ δράματα αὐτοῦ, διὰ μὲν Φιλωνίδου τὰ δημοτικά, διὰ δὲ Καλλιστράτου τὰ ἰδιωτικά.
ἡμᾶς ἤγουν ὁ κωμικὸς ποιητής.
ἔπη λέξοντας: ὅτι καὶ τὰ ἄλλα μέτρα ἔπη ἔλεγον.
παραβῆναι: τῇ παραβάσει χρήσασθαι. λέγεται δὲ παράβασις ἤτοι ἐπειδὴ ἀπήρτηται τῆς ἄλλης ὑποθέσεως, ἢ ἐπειδὴ παραβαίνει ὁ χορὸς τὸν τόπον. ἑστᾶσι μὲν γὰρ κατὰ στοῖχον οἱ χορευταὶ πρὸς τὴν ὀρχήστραν ἀποβλέποντες. ὅταν δὲ παραβῶσιν, ἐφεξῆς ἑστῶτες καὶ πρὸς τοὺς θεατὰς βλέποντες τὸν λόγον ποιοῦνται.
παραβῆναι παραβάσει χρήσασθαι.
οὐκ ἂν φαύλως: οὐκ ἂν εὐχερῶς, οὐδὲ ἄνευ καμάτου καὶ πόνου.
ἄξιός ἐσθʼ ὁ ποιητής: λέγει ὅτι σπουδῆς ἄξιός ἐστιν ὁ ποιητὴς καὶ τῆς παρὰ τῶν θεωμένων εὐνοίας, ὅτι τὴν πρὸς Κλέωνα ἔχθραν ἐπανείλετο.
οὐκ ἂν φαύλως ἔτυχε τούτου: ὡς ἔτυχεν.
φαύλως εὐχερῶς καὶ ἄνευ πόνου.
ἄξιός σπουδῆς ἐστιν ἄξιος ὁ ποιητὴς παρὰ τῶν θεωμένων.
τοὺς αὐτοὺς ἡμῖν μισεῖ τοὺς αὐτοὺς ἐχθροὺς ἡγεῖται οὓς ἡμεῖς οἱ Ἀθηναῖοι.
καὶ γενναίως πρὸς τὸν Τυφῶ χωρεῖ: ὁ Τυφὼς Γῆς μέν ἐστιν υἱός, ἴσχυσε δὲ τοσοῦτον, ὡς μὴ ἀνθρώποις μόνον δοκεῖν φοβερὸς εἶναι, ἀλλὰ καὶ τοῖς θεοῖς. καὶ εἰς ἀλόγων ζῴων ἰδέας μετέβαλλον τὰς μορφὰς διὰ τὸν ἐκείνου φόβον.
τὴν ἐριώλην: τυφὼς ἀνέμου συστροφὴ ἢ πυρός· τὸν Κλέωνα δὲ λέγει. ἐριώλη δὲ ἀναθυμιάσεως συστροφή, πρὶν ἐμπυρωθῆναι τὸν ἀέρα. καὶ ἡ μεγάλη δὲ πνοὴ οὕτως. ἔμπαλιν δὲ εἰπὼν ηὔξησεν ἂν μᾶλλον καὶ δεξιώτερον εἶπεν. ἡ γὰρ ἐριώλη πνοὴ σφοδρά, ἀλλʼ ὅ γε τυφὼς μεῖζόν τι πνεῦμα καὶ κακοποιόν. ἔδει οὖν πρῶτον εἰπεῖν ἐριώλην, εἶτα τυφώ, καὶ εἶχεν ἂν μείζω τὴν ἔμφασιν.
Τυφὼ ἤγουν τὸν Κλέωνα, διὰ τὸ φοβερὸν αὐτοῦ.
ἐριώλην τὴν τῆς ἀναθυμιάσεως συστροφήν.
διατρίβειν τὸ ὑπερτίθεσθαι καὶ μέλλειν αὐτούς.
πολλῶν γὰρ δὴ πειρασάντων: ἀπὸ τοῦ πειρᾶν ἐσχημάτισε· πειρᾶν δὲ τὸ προσβαλεῖν γυναικὶ περὶ ἀφροδίτης. τροπῇ οὖν κέχρηται ὡς ἐπὶ γυναικός. σημαίνει οὖν σπανίως ἐπιτυχεῖν τινας καὶ ὀλίγους κατορθῶσαι παντάπασιν.
πειρασάντων μετελθόντων, ἐπιτηδευσάντων.
ὀλίγοις χαρίσασθαι ὀλίγους κατορθῶσαι.
πειρασάντων μετελθόντων· ἐσχημάτισε δὲ τοῦτο ἀπὸ τοῦ πειρᾶν ὥσπερ γυναῖκά τινα.
χαρίσασθαι ἤγουν κατορθῶσαι αὐτούς.
ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας:ἀντὶ τοῦ ἐκ πολλοῦ καταγιγνώσκων τὸν ὑμέτερον τρόπον. ἀπὸ τῶν οἰωνῶν δὲ μετήνεγκε τῶν μὴ μονίμων ὄντων, ἀλλὰ φερομένων τῇ πτήσει· τουτέστιν εὐμεταβλήτους, ὀλιγώρους, μὴ διαμένοντας ἐν τοῖς αὐτοῖς ἀεί, ἁψικόρους.
… ἀντὶ τοῦ ἐκ πολλῶν ἐτῶν καταγιγνώσκων τὸν ὑμέτερον τρόπον εὐμετάβλητον ὄντα.
καὶ τοὺς προτέρους τῶν ποιητῶν: οἷον τοῖς νέοις χαίροντας ἀεὶ τῶν ποιητῶν καὶ εἰς τὴν θυμέλην παριοῦσι πρῶτον.
οἷον τοῖς νέοις χαίροντας ἀεὶ τῶν ποιητῶν, τοὺς προτέρους δὲ ἐῶντας, τουτέστι τοὺς ἀρχαίους καὶ τοὺς πρώτους.
ἅμα τῷ γήρᾳ προδιδόντας ἐπὶ γήραος οὐδῷ καταλείποντας.
προδιδόντας τοὺς ἀρχαίους καὶ εἰς τὴν θυμέλην πρῶτον παριόντας καταλείποντας, τοῖς δὲ νέοις χαίροντας.
Μάγνης οὗτος ἀρχαίας κωμῳδίας ποιητής.
τῶν ἀντιπάλων: κατὰ τῶν ἀνταγωνιστῶν. φησὶ δὲ ὅτι εὐδοκιμῶν ὁ Μάγνης πολλὰς νίκας ἀπηνέγκατο κατὰ τῶν διʼ ἐναντίας.
ἀντιπάλων ἀντιτέχνων.
ψάλλων: τοὺς Βαρβιτιστὰς ἂν λέγοι· δρᾶμα δέ ἐστι τοῦ Μάγνητος. ἡ δὲ βάρβιτος εἶδος ὀργάνου μουσικοῦ. «πτερυγίζων» δὲ ὅτι καὶ Ὄρνιθας ἐποίησε δρᾶμα· ἔγραψε δὲ καὶ Λύδους καὶ Ψῆνας καὶ Βατράχους. ἔστι δὲ χρώματος εἶδος τὸ βατράχειον· ἀπὸ τούτου καὶ βατραχὶς ἱμάτιον. ἐχρίοντο δὲ τῷ βατραχείῳ τὰ πρόσωπα, πρὶν ἐπινοηθῆναι τὰ προσωπεῖα. τὸ «ψηνίζων» δὲ εἶπεν ὡς πρὸς τοὺς Ψῆνας ἀναφέρων.
πάσας δʼ ὑμῖν φωνὰς ἱείς: ἀντὶ τοῦ ἀφιείς, παρεχόμενος.
… καὶ Λυδοὺς δρᾶμα καὶ Ψῆνας καὶ Βατράχους.
οὐκ ἐξήρκεσεν ἀντὶ τοῦ οὐδὲν ὠφέλησεν.
ἐπὶ γήρως ἡνίκα ἐγήρασεν.
οὐ γὰρ ἐφʼ ἥβης οὐ νεάζων οὐδὲ ἀκμάζων.
ὃς πολλῷ ῥεύσας τότʼ ἐπαίνῳ: οἱ γὰρ λάβρως ῥέοντες ποταμοὶ καὶ αὐτῆς τῆς γῆς παρασύρουσι μέρος, διʼ ἧς ἂν ῥέωσιν. ἄλλως: τουτέστιν εὐδοκιμήσας πολλάκις. καὶ Δημοσθένης ἐν Φιλιππικοῖς «τότε τοίνυν Πυθῶνος πολλοῦ ῥέοντος καθʼ ὑμῶν». δοκεῖ δέ μοι Ἀριστοφάνης ἀφʼ ὧν εἶπε Κρατῖνος περὶ αὑτοῦ μεγαληγορῶν, ἀπὸ τούτων καὶ αὐτὸς τὴν τροπὴν εἰληφέναι· ὁ γὰρ Κρατῖνος οὕτω πως ἑαυτὸν ἐπῄνεσεν ἐν τῇ Πυτίνῃ· «ἄναξ Ἄπολλον, τῶν ἐπῶν τῶν ῥευμάτων· καναχοῦσι πηγαί· δωδεκάκρουνον στόμα· Ἰλισσὸς ἐν τῇ φάρυγγι. τί ἂν εἴποιμι; εἰ μὴ γὰρ ἐπιβύσει τις αὐτοῦ τὸ στόμα, ἅπαντα ταῦτα κατακλύσει ποιήμασιν». ἤτοι οὖν τούτων χάριν καὶ Ἀριστοφάνης περὶ τοῦ Κρατίνου ταῦτα λέγει, ἢ τὸ «ῥεύσας» εἶπε σκώπτων πρὸς τὸ ἐνουρεῖν τὸν Κρατῖνον.
ὃς πολλῷ ῥεύσας: οἱ γὰρ ποταμοὶ οἱ λάβρως ῥέοντες καὶ αὐτῆς τῆς γῆς παρασύρουσι μέρος, διʼ ἧς ῥέουσι. «ῥεύσας» δὲ ἀντὶ τοῦ εὐδοκιμήσας εἶπε πρὸς τὸ ἐνουρεῖν τὸν Κρατῖνον.
ῥεύσας ἤγουν εὐδοκιμήσας.
… αφ … αχουν … νωι … ι … θε … υσεκ … ναον … υσεο
διὰ τῶν ἀφελῶν πεδίων ἔρρει: ἁπλῶν, ἀντὶ τοῦ διʼ ἁπλῆς φράσεως. πρὸς πάντα δὲ καὶ αὐτὸς ἐσπούδασεν ἀντιθεῖναι τὰ ὑπὸ τοῦ Κρατίνου εἰρημένα· ἐπεὶ κἀκεῖνος ποταμῷ παρέβαλεν ἑαυτὸν ἀθρόως ῥέοντι, ἠχεῖν τε φήσας τὰς πηγάς, ὅπερ λάβρως ῥέοντος ὕδατός ἐστιν ἔργον ὡς εἴπομεν. διὰ τοῦτο καὶ Ἀριστοφάνης ὡς ἐπὶ ποταμοῦ ἐχρήσατο τῇ τροπῇ. ἄλλως: τὸ ἐπὶ τῆς φράσεως ἄκομψον καὶ ἁπλοῦν τοῦ Κρατίνου ἀλληγορεῖσθαί φασι τὸ ἀφελές. κεῖται δὲ νῦν ἀντὶ τοῦ ὑγιὲς καὶ ὁλόκληρον, ἢ τὸ μέγα καὶ ἀνεπικώλυτον. στάσεις δὲ τὰ ἀναχώσματα τῶν ποταμῶν.
καὶ τῆς στάσεως παρασύρων: ὡς διὰ τὸ γῆρας καὶ τὴν πολυποσίαν σκάζοντος καὶ τρέμοντος τοῦ Κρατίνου τὴν βάσιν.
ἀφελῶν ἁπλῶν.
τῆς στάσεως ἀντὶ τοῦ τοὺς στασιάζοντας.
παρασύρων παραπείρων καὶ ἀφανίζων.
ἀφελῶν τῶν ἁπλῶν, ἤγουν τῆς ἁπλῆς φράσεως.
προθελύμνους: προρρίζους· εἰώθασι γὰρ οἱ ποταμοὶ τὰ ἐπὶ ταῖς ὄχθαις ὄντα δένδρα, ἐπειδὰν καταναλώσωσι παρασύροντες καὶ παρατέμνοντες τὴν γῆν, τὰς ῥίζας τέμνειν· ὡς τοῦ Κρατίνου παμψηφεὶ νικῶντος τοὺς ἀνταγωνιστάς.
τοὺς ἐχθροὺς τοὺς περὶ Καλλίαν.
ἐφόρει ἤγουν κατέβαλλε τοὺς ἀνταγωνιζομένους πρὸς αὐτὸν ὑψηλοὺς ὄντας.
προθελύμνους προρρίζους.
ᾆσαι δʼ οὐκ ἦν ἐν συμποσίῳ πλὴν Δωροῖ συκοπέδιλε:πάλιν ὡς μέθυσον αὐτὸν διαβάλλει. οὐκ ἦν γὰρ ἑτέραν, φησίν, ἐν τοῖς συμποσίοις ᾠδὴν ποιήσασθαί τινα, προκαταλαμβάνοντος αὐτὰ τοῦ Κρατίνου.
Δωροῖ συκοπέδιλε: Κρατίνου μέλους ἀρχή. σκώπτων δὲ τινὰ ἐκεῖνος δωροδόκον καὶ συκοφάντην τοῦτο εἶπεν.
συκοπέδιλε ὡς συκοφάντην τοῦτο εἶπεν.
πλὴν ἕτερον δηλονότι τινὰ προλαμβάνοντος αὐτοῦ τοῦ Κρατίνου. καθάπτεται δὲ ὡς μέθυσος.
τέκτονες εὐπαλάμων: τέκτονες πάντες οἱ τεχνῖται. καὶ τοῦτο δὲ ἐκ τῶν Εὐνειδῶν Κρατίνου. εὐπαλάμων δὲ εὖ διακεχειρισμένων ἢ συντεταγμένων.
ἤνθησεν εἰς εὐδοξίαν.
τέκτονες εὐπαλάμων τοῦτο ἐξ Εὐμενίδων Κρατίνου.
εὐπαλάμων εὖ διακεχειρισμένων, συντεταγμένων.
παραληροῦντα: διαποροῦντα καὶ ἀσχημονοῦντα. ταῦτα ἀκούσας ὁ Κρατῖνος ἔγραψε τὴν Πυτίνην, δεικνὺς ὅτι οὐκ ἐλήρησεν· ἐν ᾗ κακῶς λέγει τὸν Ἀριστοφάνην ὡς τὰ Εὐπολίδος λέγοντα.
παραληροῦντα ἀποροῦντα καὶ ἀσχημονοῦντα.
ἐκπιπτουσῶν τῶν ἠλέκτρων: ἰδίως τὰ ταῖς κλίναις ἐπιβαλλόμενα ἐλεφάντινα οὕτως ἐκάλουν ἤλεκτρα. μεταφορᾷ οὖν κέχρηται ἀπὸ τῶν κλινῶν. αἱ γὰρ ἀρχαῖαι κλῖναι τοὺς πόδας εἶχον ὠφθαλμισμένους ἄνθραξι καὶ ἠλέκτροις. διόπερ βαρυτόνως ἀναγνωστέον, ἀπὸ τοῦ αἱ ἤλεκτροι τῶν ἠλέκτρων.
καὶ τοῦ τόνου οὐκέτʼ ἐνόντος: ἀκολούθως μετὰ τὴν κλίνην ἐμνημόνευσε τοῦ τόνου. τόνος γὰρ τὰ τῶν κραββάτων σχοινία. τροπικῶς δὲ δηλοῖ τὴν τῆς φωνῆς τάσιν.
ἤλεκτροι τὰ ξυλάρια ἐν οἷς τοὺς τῶν κλινῶν ἀσφαλίζουσι πόδας, ὅταν ἐξ ἀκινήσεως ἀσθενήσωσι τῷ χρόνῳ.
τῶν θʼ ἁρμονιῶν: ἁρμονίας λέγομεν τὰ συμπησσόμενα τῶν κραββάτων μέρη. ἐπέμεινε δὲ τῇ τροπῇ· καὶ γὰρ ἁρμονίαν λέγομεν τὴν τῶν ποιημάτων σύνθεσιν.
διαχασκουσῶν κεχηνυιῶν, διεσκορπισμένων, καὶ μὴ ἐχουσῶν εὐέπειαν.
ἁρμονιῶν ὡς ἐπὶ μουσικῆς.
περιέρρει κατημέληται.
ὥσπερ Κοννᾶς: ὁ Κοννᾶς αὐλητὴς ἦν καὶ μέθυσος, ὃς εἰς συμπόσια παρῄει συνεχῶς ἐστεμμένος. οὗτος Ὀλυμπιονίκης γενόμενος καὶ πολλάκις στεφανωθεὶς πενιχρὸς ἦν μηδὲν ἔχων ἀλλʼ ἢ τὸν κότινον. ἐφʼ οὗ Κρατῖνος εἶπεν «ἔσθιε καὶ σῇ γαστρὶ δίδου χάριν, ὄφρα σε λιμὸς ἐχθαίρῃ, Κοννᾶς δὲ πολυστέφανός σε φιλήσῃ». λέγει δὲ αὐτὸν τοσαῦτα νικήσαντα μηδέποτε τετιμῆσθαι. ἡ δὲ παροιμία «στέφανον μὲν ἔχων, δίψῃ δʼ ἀπολωλώς.» καὶ πάλιν «Δελφὸς ἀνήρ, στέφανον μὲν ἔχων, δίψει δʼ ἀπολωλώς.» πρὸς τὸν Κρατῖνον δὲ καὶ τοῦτο, ὅτι μέθυσός ἐστιν.
Κοννᾶς οὗτος αὐλητὴς ἦν μέθυσος παρερχόμενος εἰς συμπόσια συνεχῶς ἐστεμμένος.
πίνειν ἐν τῷ πρυτανείῳ: ἔχεται καὶ τοῦτο τῆς ἐννοίας τῆς προκειμένης· σιτεῖσθαι γὰρ ἔλεγον ἐν τῷ πρυτανείῳ, οὐχὶ πίνειν.
πίνειν σιτεῖσθαι ὤφειλεν εἰπεῖν· ὁ δὲ «πίνειν» εἶπε διὰ τὸ εἶναι μέθυσον τὸν Κοννᾶν.
καὶ μὴ ληρεῖν καὶ ταῦτα πρὸς τὴν μέθην.
παρὰ τῷ Διονύσῳ ἀντὶ τοῦ ἐν τῷ θεάτρῳ.
θεᾶσθαι ὁρᾶσθαι.
οἵας δὲ Κράτης ὀργάς: οὗτος κωμῳδίας ποιητής, ὃς πρῶτον ὑπεκρίνατο τὰ Κρατίνου, καὶ αὐτὸς ποιητὴς ὕστερον ἐγένετο, καὶ ἐξωνεῖτο τοὺς θεατὰς καὶ τὴν τούτων εὔνοιαν. ἄλλως: τραγικὸς ποιητής, ὀλιγόστιχα ποιήματα γράψας.
στυφελισμούς λοιδορίας, μέμψεις.
ὁ Κράτης κωμῳδίας ἦν ποιητής, ὕστερον δὲ ἐγένετο. ἐξωνεῖτο δὲ τοὺς θεατὰς καὶ τὴν τούτων εὔνοιαν. πρότερον γὰρ ὑποκριτὴς ἦν Κρατίνου. οἱ δὲ τραγικὸν αὐτὸν ποιητὴν λέγουσιν, ὀλιγόστιχα ποιήματα γράψαντα.
Κράτης οὗτος κωμῳδίας ποιητής.
ἀπὸ σμικρᾶς δαπάνης: σμικρὰ ἐποίει καὶ ἔτερπε τοὺς ἀκροατάς, γράφων ἡδέα.
ἀριστίζων τρέφων, ἄριστον κατασκευάζων.
ἀπὸ κραμβοτάτου: ἡδυτάτου, ξηροτάτου. ἔπαιξε δὲ ἀπὸ τῆς τοῦ λαχάνου ἐπινοίας. αὐτοσχέδιος γὰρ ἦν περὶ τὰ δράματα. ἄλλως: ἀπὸ τοῦ χρηστοτάτου. ἔπαιξε δὲ τῷ κραμβοτάτῳ ἀπὸ τοῦ λαχάνου κράμβης οὕτω καλουμένης· παρὰ δὲ τοῖς Ἀττικοῖς κοράμβλη διὰ τὸ τὰς κόρας βλάπτειν. φασὶ γὰρ αὐτὴν ἐκ τῶν ὀφθαλμῶν τοῦ Λυκούργου γεγονέναι· πιστοῦνται δὲ τὸν μῦθον τοῦτον γεωργῶν παῖδες. εἰ γάρ τις, φασί, τὴν ῥίζαν αὐτῆς ἐξάψαι ἐν ἀμπέλῳ, οὐκ ἂν αὕτη καρπὸν ἐνέγκοι. χαριέντως δὲ ὁ ποιητὴς ἀντὶ τοῦ χρηστοτάτου κραμβότατον ἔφησεν, ἵνα τὸ «ἀπὸ μικρᾶς δαπάνης» καὶ τὸ «ἀριστίζων» ἀκόλουθον τῷ ἑξῆς λέγειν δοκῇ.
μάττων σκεπτόμενος.
χαριέντως ὁ ποιητὴς ἀντὶ χρηστοτάτου στόματος «κραμβοτάτου» ἔφησεν, ἵνα τὸ «ἀπὸ μικρᾶς δαπάνης» καὶ τὸ «ἀριστίζων» ἀκόλουθον τῷ ἑξῆς λέγειν δοκῇ. κράμβη δʼ ἐστὶ λάχανον οὕτω καλούμενον, ἣν Ἀττικοὶ κοράμβλην λέγουσι διὰ τὸ τὰς κόρας βλάπτειν. φασὶ γὰρ αὐτὴν ἐκ τῶν τοῦ Λυκούργου γεγονέναι ὀφθαλμῶν. πιστοῦνται δὲ τὸν μῦθον τοῦτον γεωργῶν παῖδες. εἰ γάρ τις, φασί, τῇ ῥίζῃ αὐτοῦ ἐξάψειε τὴν ἄμπελον, οὐκ ἂν αὕτη καρπὸν ἐνέγκοι.
κραμβοτάτου ἡδυτάτου ἢ ξηροτάτου.
μάττων ἤγουν σκεπτόμενος, κατασκευάζων, ἐφευρίσκων.
τοτὲ μὲν πίπτων, τοτὲ δʼ οὐχί: οἷον ἀνὰ μέρος εὐδοκιμῶν, ἔσθʼ ὅτε δὲ καὶ ἡττώμενος. τοῦτο δὲ εἶπεν ὡς οὐκ ἀεὶ εὐδοκιμοῦντος.
ἀντήρκει ἀντεῖχεν.
τοτὲ μὲν πίπτων, τοτὲ δʼ οὐχί οἷον ποτὲ μὲν εὐδοκιμῶν καὶ νικῶν, ποτὲ δὲ ἡττώμενος.
ὀρρωδῶν δεδιώς, εὐλαβούμενος.
ἐρέτην χρῆναι: κωπηλάτην χρὴ πρῶτον γενέσθαι καὶ μὴ ἐπιχειρεῖν, φησί, κυβερνᾶν, εἰ μὴ ἐν πείρᾳ γένηται τοιαύτῃ. ἄλλως: μὴ πρὶν .... ἐθέλειν κυβερνᾶν. οὐ γὰρ οἷόν τε κυβερνᾶν, μὴ πρότερον ἐν πολλῇ πείρᾳ γενόμενον ἀποδημίας καὶ τῶν ναυτικῶν· καὶ τοὺς ἀνέμους προϊδεῖν τίνες μέλλουσι πνεῖν, καὶ προγνῶναι, εἶθʼ οὕτω κυβερνᾶν.
ἐντεῦθεν εἴρηται τῷ Θεολόγῳ τὸ «ἐπαινῶ τὸν νηίτην νόμον, ὃς τὴν κώπην πρότερον ἐγχειρήσας τῷ νῦν κυβερνήτῃ καὶ πιστεύσας τὰ ἔμπροσθεν αὖθις ἐπὶ τῶν οἰάκων καθίζει μετὰ τὴν πολλὴν τυφεῖσαν θάλασσαν καὶ τὴν τῶν ἀνέμων διάσκεψιν.» ὅρα δὲ ὅπως αὐτὸ εὐφυῶς μετερρύθμισεν.
ἐρέτην κωπηλάτην.
πρὶν πηδαλίοις ἐπιχειρεῖν πρὶν ἐπὶ τῶν οἰάκων καθίσαι.
ἐντεῦθεν εἶτα, μετὰ ταῦτα.
πρῳρατεῦσαι ἐν πρώρᾳ καθίσαι.
διαθρῆσαι σκοπῆσαι ὁποῖος ἐπιτήδειος εἰς τὸ πλεῦσαι καὶ τὸν ἐναντίον.
κυβερνᾶν αὐτὸν ἑαυτῷ ἤγουν γενέσθαι κυβερνήτην ἑαυτοῦ· ὁ γὰρ μὴ ἑαυτοῦ γενόμενος κυβερνήτης πῶς ἂν ἑτέρου γενέσθαι δυνηθείη;
ὅτι σωφρονικῶς: μετὰ λογισμοῦ καὶ σκέψεως καὶ οὐκ ἀνοήτως οὐδὲ ἐκ τοῦ προχείρου.
ἐφλυάρει ἄσεμνά τινα ἔλεγεν.
… ρουεπαινονπολυν … νερεττοντωνυπερες … οριτοντουτωνπολυ …
αἴρεσθʼ αὐτῷ πολὺ τὸ ῥόθιον: ῥόθιον τὸ κῦμα ἀπὸ τοῦ θοῶς ἤγουν τάχεως ῥεῖν. ἀπὸ τῶν ἐρεσσόντων μετήνεγκεν· ὅταν γὰρ συνεχῶς ὑπὸ πολλῶν ἐρετῶν ἐπὶ πλέον προέρχηται ἡ ναῦς εἰς τὸ πρόσθεν .... ἀξιοῖ οὖν τὸν νῦν ἔπαινον .... καὶ μέχρι πολλοῦ αὐτὸν παραπέμψαι.
ἐφʼ ἕνδεκα κώπαις: κέλευσμα ναυτικόν· λέγεται ἐφʼ ἕνδεκα κωπηλασίαις ἐκτεινομένη. ἐπέμεινε δὲ τῇ τροπῇ. ἄλλως: ἐπαράτην παραδέχεσθαι ἐφʼ ἕνδεκα κώπαις ἑξῆς ἀπὸ τῶν ναυτικῶν· τουτέστιν ἀπὸ τοῦ κυβερνᾶν καὶ τοῦ ῥόθου τὸ «ἐφʼ ἕνδεκα κώπαις» ἐπήγαγεν. ἢ ἐπειδὴ οἱ Ἀθηναῖοι τῶν ναυτικῶν ἐπιστήμονες ἦσαν.
ἢ ὅτι οἱ Ἀθηναῖοι τῶν ναυτικῶν ἐπιστήμονες ἦσαν.
ἀπὸ τῶν ἐρεσσόντων καὶ κωπηλατούντων μετήνεγκε τὸ «ῥόθιον». ἔστι δὲ τὸ κῦμα τὸ τάχεως ῥέον, ὅταν συνεχῶς ὑπὸ πολλῶν ἐρετμῶν ἐπὶ πλέον προέρχεται ἡ ναῦς εἰς τὸ ἔμπροσθεν.
ἀπὸ τοῦ κυβερνᾶν καὶ τοῦ ῥοθίου τὸ «ἐφʼ ἕνδεκα κώπαις» συνήγαγεν, ἐπιμένων τῇ τροπῇ· ἢ ἐπειδὴ Ἀθηναῖοι τῶν ναυτικῶν ἐπιστήμονες ἦσαν.
αἴρεσθʼ αὐτῷ πολὺ τὸ ῥόθιον ἤγουν ἔπαινον αὐτῷ μέχρι πολλοῦ παραπέμψατε· ἐπέμεινε δὲ τῇ τροπῇ.
ισδεδιδαχθαι το δραμα
διπλῆ καὶ εἴσθεσις εἰς τὸ καλούμενον μακρόν. ἔστι δὲ ἴσον τῷ κομματίῳ.
ληναΐτην: ἑορτὴ παρὰ τοῖς Ἀθηναίοις τὰ Λήναια, ἐν ᾗ μέχρι νῦν ἀγωνίζονται ποιηταὶ συγγράφοντές τινα ᾄσματα τοῦ γελασθῆναι χάριν. ὅπερ ὁ Δημοσθένης εἶπεν ἐξ ἁμάξης· ἐπὶ ἁμαξῶν γὰρ οἱ ᾄδοντες καθήμενοι λέγουσί τε καὶ ᾄδουσι τὰ ποιήματα.
ληναΐτην ἑορτὴ παρὰ τοῖς Ἀθηναίοις τὰ Λήναια.
ἀπίῃ ἀπέλθῃ.
κατὰ νοῦν κατὰ γνώμην.
κατὰ νοῦν κατὰ γνώμην, ἤγουν ὅπερ ἐβούλετο.
στοφανησαπεσκω
φαιδρὸς λάμποντι μετώπῳ: ἱλαρὸς τὸ μέτωπον. ἢ διὰ τὸ φαλακρὸν εἶναι τὸν Ἀριστοφάνην.
λάμποντι μετώπῳ ἱλαρῷ καὶ χαριέντι προσώπῳ, ἢ διὰ τὸ εἶναι φαλακρὸν τὸν ποιητήν.
ειδωναεπικαλειται ωνσυνε
διπλῆ· εἶτα ἐπάγεται ἐπιρρηματικὴ συζυγία, ἧς αἱ μὲν μελικαὶ περίοδοί εἰσι ιδʹ κώλων· τὸ πρῶτον χοριαμβικὸν ἰαμβικὴν ἔχον ἐπιμεμιγμένην ἀκατάληκτον· καὶ τὸ δεύτερον ὅμοιον ἀκατάληκτον· καὶ τὸ τρίτον καὶ τὸ τέταρτον ὅμοιον· καὶ τὸ πέμπτον χοριαμβικὸν καταληκτικόν· καὶ τὸ ἕκτον ἀκατάληκτον· καὶ τὸ ἕβδομον ὅμοιον· καὶ τὸ ὀγδόον καταληκτικόν· τὸ δὲ ἔνατον καὶ τὸ δέκατον ἀντισπαστικὰ τρίμετρα καταληκτικά, τὰ δὲ λοιπὰ τέτταρα ἀντισπαστικὰ δίμετρα, τρία μὲν γλυκωνεῖα, τὸ τελευταῖον δὲ φερεκράτειον.
ἵππιʼ ἄναξ Ποσεῖδον: οὐκ ἀργῶς τῷ Ποσειδῶνι νῦν τὸ ἐπίθετον ἔθηκε τοῦτο, ἐπεὶ καὶ αὐτὸς ὁ χορὸς συνέστηκεν ἐξ ἱππέων. ἀποσεμνύνειν οὖν βουλόμενος τὸ ἐπιτήδευμα τὸ αὑτοῦ, οὕτω τὸν Ποσειδῶνα προσεῖπε, τουτέστιν ἱππικέ.
οὐκ ἀργῶς τῷ Ποσειδῶνι νῦν τὸ ἐπίθετον ἔθηκε τοῦτο, ἀλλʼ ἀποσεμνύνειν βουλόμενος τὸ αὑτοῦ ἐπιτήδευμα, ἐπεὶ καὶ αὐτὸς ὁ χορὸς ἐξ ἱππέων συνέστηκεν.
ἵππιʼ ἱππικέ· ἐν ἵππῳ γὰρ αὐτὸν ἱστοροῦσιν ἐπιβαίνοντα.
… σαι … θη … ον … δων … τας … υρας εχοντων
χαλκοκρότων: χαλκοπόδων, τουτέστι τὰς ὁπλὰς ἰσχυρὰς ἐχόντων. συμβαίνει γὰρ ἠχεῖν τὴν γῆν καὶ κτυπεῖν ἐπικρουομένην τοῖς ποσὶ τῶν ἵππων.
χαλκοκρότων διὰ τὸ ἐν τοῖς ποσὶ φέρειν τοὺς ἵππους σίδηρον, καὶ κτύπον ποιεῖν τύπτοντας τὴν γῆν.
ἁνδάνει μέλει.
ἁνδάνει μέλει, ἀρέσκει.
κυανέμβολοι: ἤτοι αἱ τοὺς ἐμβόλους ἔχουσαι κυανῷ βεβαμμένους, ὡς μιλτοπάρῃοι, αἱ μεμιλτωμέναι· ἢ αἱ τέμνουσαι τὴν θάλασσαν· κυανὸν γὰρ τὸ ταύτης ὕδωρ.
θοαί ταχεῖαι.
κυανέμβολοι μέλαιναι.
μισθοφόροι τριήρεις: αἱ ἐπὶ μισθῷ τοὺς στρατευομένους ἄγουσαι.
τριήρεις ἤγουν πλοῖα.
λαμπρυνομένων ἐν ἅρμασιν: ἀντὶ τοῦ καυχωμένων καὶ νικώντων ἐν τοῖς ἅρμασιν.
βαρυδαιμονούντων: ὅτι ἄθλιοι ἦσαν οἱ ἱπποτροφοῦντες καταναλίσκοντες αὐτῶν τὴν οὐσίαν.
δεῦρʼ ἔλθʼ ἐνταῦθα σύναπτε τὸ «πρὸς τὸ παρεστώς».
δελφίνων μεδέων: περιφραστικῶς, τῆς θαλάσσης βασιλεῦ. «Σουνιάρατε» δὲ ᾧ ἐν τῷ Σουνίῳ ἀρῶνται καὶ εὔχονται. Σούνιον δὲ ἀκρωτήριον τῆς Ἀττικῆς. ΓΘ
δελφίνων μεδέων Σουνιάρατε περιφραστικῶς, ὦ τῆς θαλάσσης βασιλεῦ. τὸ Σούνιον Ἀθηναίων ἀκρωτήριον.
Σουνιάρατον τὸν Ποσειδῶνα λέγει διὰ τὸ ἐν Σουνίῳ ἀκρωτηρίῳ τῆς Ἀττικῆς ναὸν εἶναι αὐτοῦ καὶ τοὺς ἐν θαλάσσῃ εἰσερχομένους εὔχεσθαι ἐν αὐτῷ.
δελφίνων μεδέων ἤγουν τὴν θάλασσαν βασιλεύων.
Σουνιάρατον Σούνιον ἀκρωτήριον τῆς Ἀττικῆς.
Γεραίστιε: Γεραιστὸς ἀκρωτήριον Εὐβοίας, τῇ μὲν Κρωμνίτην ἔχων, τῇ δὲ τὸ Λέχαιον· ἱερὰ δέ εἰσι τοῦ Ποσειδῶνος. ἔνθα ὁ Εὔριπος.
ὦ Γεραίστιε: Γεραιστὸς ἀκρωτήριον τῆς Εὐβοίας.
Φορμίωνί τε φίλτατε: προσφιλέστατε τῷ Φορμίωνι. τὸν μῦθον δὲ αἰνίττεται, ὅτι καὶ ὁ Ποσειδῶν τῶν Ἀθηνῶν ἀντεποιήσατο καὶ τῇ Ἀθηνᾷ ἤρισεν. στρατηγὸς δὲ Ἀθηναίων ναυτικώτατος ὁ Φορμίων, καὶ πολλάκις εὐτυχήσας ἐν ναυμαχίαις· καὶ ἐν τῇ πρὸς Λακεδαιμονίους μάχῃ κατορθώσας νζʹ ναῦς διέφθειρεν.
φίλτατʼ προσφιλέστατε τῷ Φορμίωνι.
τῶν ἄλλων τε θεῶν: ἐκ τῶν ἄλλων θεῶν μόνος σὺ δεῦρο ἐλθὲ Ἀθηναίοις πρὸς τὸ παρεστός, τουτέστι πρὸς τὰ παρόντα καὶ ἐνεστῶτα πράγματα, ἐπεὶ νεωστὶ Ἀθηναῖοι καὶ ὁ Φορμίων περὶ ναυμαχίαν ἠνδραγάθησαν.
πρὸς τὸ παρεστός ἤγουν ἕνεκεν τῆς ἐνισταμένης ὑποθέσεως.
εὐλογῆσαι βουλόμεσθα: τὸ ἐπίρρημα στίχων ἐστὶ ιϛʹ τετραμέτρων τροχαϊκῶν καταληκτικῶν, ὃ φιλεῖ Ἀριστοφάνης.
εὐλογῆσαι δὲ ἀντὶ τοῦ ἐπαινέσαι, ὑμνῆσαι, ἐγκωμιάσαι.
εὐλογῆσαι ἐγκωμιάσαι.
εὐλογῆσαι ἐπαινέσαι.
ἄξιοι καὶ τοῦ πέπλου: ἰδίᾳ παρὰ τοῖς Ἀθηναίοις πέπλος τὸ ἄρμενον τῆς Παναθηναϊκῆς νεώς, ἣν οἱ Ἀθηναῖοι κατασκευάζουσι τῇ θεῷ διὰ τετραετηρίδος. ἧς καὶ τὴν πομπὴν ἀπὸ τοῦ Κεραμεικοῦ ποιοῦσι μέχρι τοῦ Ἐλευσινίου. πέπλον δὲ καλοῦσι τὸ ἄρμενον διὰ τὸ ἐρεοῦν αὐτὸ εἶναι. ἄλλως: καὶ τοῦ πέπλου: οὗ ἐνεγέγραπτο Ἐγκέλαδος, ὃν ἀνεῖλεν ἡ Ἀθηνᾶ· ἦν δὲ εἷς τῶν Γιγάντων. ἐπεσκευάζετο οὖν ὁ πέπλος καθʼ ἕκαστον ἐνιαυτόν, καὶ ἐπομπεύετο ἐν τοῖς Παναθηναίοις. ἄλλως: νικήσαντες πέπλον ἐποίησαν τῇ Ἀθηνᾷ καὶ ἐνέθεντο τὰς ἀριστείας ἐν αὐτῷ.
τῆσδε τῆς γῆς ταύτης τῆς χώρας.
ἰδίως παρὰ τοῖς Ἀθηναίοις πέπλος τὸ ἄρμενον τῆς Παναθηναϊκῆς νεώς, ἣν οἱ Ἀθηναῖοι κατασκευάζουσι τῇ θεῷ διὰ τετραετηρίδος· ἧς καὶ τὴν πομπὴν ἀπὸ τοῦ Κεραμεικοῦ ποιοῦσι μέχρι τῆς Ἐλευσῖνος. ἢ πέπλον λέγει ὃν κατασκευάζουσι τῇ Ἀθήνῃ κατʼ ἐνιαυτόν, τὰς ἀριστείας αὐτῆς ἐν αὐτῷ ὑφαίνοντες. καὶ Εὐριπίδης ἐν Ἑκάβῃ· «ἢ Παλλάδος ἐν πόλει τὰς καλλιδίφρου Ἀθα-ναίας ἐν κροκέῳ πέπλῳ ζεύξομαι ἅρματι πώλους.»
πέπλου ἤγουν τοῦ ἀρμένου.
ναυφράκτῳ στρατῷ: τῷ συμπεφραγμένῳ καὶ συντεταγμένῳ ναυτικῷ.
ναυφράκτῳ στρατῷ συμπεφυρμένῳ· περὶ ναυμαχίαν ἠνδραγάθησαν.
στρατῷ ναυτικῷ.
ἠρίθμησεν: ἀπεδειλίασεν, μεθʼ ἡσυχίας ἦγεν.
εὐθὺς ἦν ἀμυνίας: ἕτοιμος πρὸς τὸ ἀμῦναι· ὡς ἐπὶ τῶν ἐν πάλῃ ἀγωνιζομένων.
εἰ δέ που πέσοιεν εἰς τὸν ὦμον: ἡττηθεῖεν, ἧττον ἔχοντες ἀπέλθοιεν. ἄλλως: εἶδος παλαίσματος, ὅ τινες ψευδόπτωμα καλοῦσιν. ἐπέμεινε δὲ τῇ τροπῇ. καὶ γὰρ τῶν παλαιόντων οἱ εἰς τὸν ὦμον πεσόντες ἐξαναστάντες εἰώθασιν ἀποψᾶν τὴν κόνιν, ἵνα μὴ ἴχνος ἔχοιεν μηδὲ ἔλεγχον τοῦ πτώματος. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι οἱ πρόγονοι, εἰ καὶ ἡττηθεῖεν ἐν μάχῃ, πάλιν αὐτοὶ τὴν ἧτταν ἀνεκαλοῦντο τάχεως καὶ τοῖς νενικηκόσιν, ἡττηθεῖσιν ἐκ δευτέρου, πλέον τῆς προτέρας νίκης οὐδὲν ἦν.
ὦμον τὰ μέλη.
ἐκ μεταφορᾶς τῶν παλαιόντων εἴρηκε τὸ ἐς τὸν ὦμον πεσεῖν. οἱ γὰρ παλαίοντες ἐπειδὰν ἡττηθέντες κατὰ νώτου πέσοιεν, ἐξαναστάντες εἰώθασιν ἀποψᾶν τὴν κόνιν, ἵνα μὴ ἴχνος ἔχοιεν μηδὲ ἔλεγχον τοῦ πτώματος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι οἱ πρόγονοι αὐτῶν καὶ ἡττηθέντες ἐν μάχῃ πάλιν τὴν ἧτταν ἀνεκαλοῦντο τάχεως, καὶ νικήσαντες αὐτοὶ ὕστερον ἠρνοῦντο μὴ ἡττηθῆναι. ἐπέμεινε δὲ τῇ τροπῇ διόλου τῶν παλαιόντων.
πέσοιεν ἡττηθεῖεν.
ἀπεψήσαντʼ ἄν: ἀπεμάξαντο ὡς οἱ παλαίοντες, ἵνα μηδὲν ἔχοιεν ἴχνος τοῦ πτώματος.
διεπάλαιον ἀνεπάλαιον, ἀνεμάχοντο.
καὶ στρατηγὸς οὐδʼ ἂν εἷς καὶ τῶν στρατηγῶν οὐδὲ εἷς τῶν τότε.
ουτοσεπιτησδη τησεωσην· ονφασιν πεπραχεναιτωικλε στρατηγησαντικατ τοτησδημοσιασσιτη
τῶν πρὸ τοῦ σίτησιν: σίτησιν λέγει τὴν ἐν πρυτανείῳ τράπεζαν. τουτέστι δημοσίᾳ τρέφεσθαι οὐδεὶς ἂν τῶν παλαιῶν ἠξίωσεν· ὡς τῶν κατʼ αὐτὸν στρατηγῶν τοῦτο ποιούντων, καὶ ὡς ἐπὶ μισθῷ ὑφισταμένων κατορθῶσαί τι τῇ πόλει. ἄλλως: στρατηγῶν Ἀθηναίων τῶν πρότερον οὐδεὶς σίτησιν ᾔτησεν, ἂν μὴ ὁ δῆμος χαρίζηται· νῦν δὲ ἐὰν μὴ τιμῶνται καὶ προεδρίᾳ καὶ σιτίοις, ἀγανακτοῦσιν. ἔσκωψε δέ· οὐ γὰρ εἶπε σίτησιν. ἐὰν μὴ γένωνται πρόεδροι καὶ τιμῆς ἀξιωθῶσιν, οὐ μαχέσεσθαί φασιν.
ἐρόμενος Κλεαίνετον: οὗτος ὁ Κλεαίνετος φαίνεται κατεδηδοκὼς τὴν οὐσίαν καὶ ἡδυπαθήσας. οἱ δέ, ὅτι οὗτος ἔγραψε ψήφισμα μὴ δεῖν δοθῆναι τοῖς στρατηγοῖς σίτησιν. σπανίως δὲ μέμνηται τοῦ Κλεαινέτου καὶ σχεδὸν ἐνταῦθα μόνον. στοχάζονται οὖν τινες ὅτι οὗτος ἂν εἴη ὁ τὴν σίτησιν περιποιήσας τῷ Κλέωνι.
σίτησιν τὴν ἐν πρυτανείῳ τράπεζαν λέγει.
ἐρόμενος ἐρωτήσας.
νῦν δʼ ἐὰν μὴ προεδρίαν φέρωσι: τιμῆς καὶ οὗτος τρόπος. ἐξῆν δὲ τοῖς τῆς τιμῆς ταύτης τυχοῦσι καὶ ἐν βουλευτηρίῳ καὶ ἐν ἐκκλησίᾳ καὶ ἐν θεάτροις καὶ ἐν ἄλλῳ παντὶ συλλόγῳ τοὺς προλαμβάνοντας, οἵτινες ἦσαν, ἐξεγείραντας αὐτοὺς εἰς τὸν ἐκείνων τόπον καθίσαι. πεποίηται δὲ τὸ ὄνομα ἀπὸ τοῦ τὴν πρώτην ἕδραν αὐτοὺς ἔχειν. ἐὰν μὴ πρότερον, φησί, τοιούτου τύχωσί τινος, ἀπειλοῦσι μὴ μαχέσεσθαι, διὰ τούτων καθαπτόμενος ὁμοῦ τῶν τε Ἀθηναίων καὶ τῶν στρατηγῶν· τῶν μὲν Ἀθηναίων ὡς ἀναξίοις διδόντων τὰς τιμὰς καὶ τὰς δωρεάς, εἰ πρίν τι δρᾶσαι τὴν πόλιν ἀγαθόν, ταῦτα διδόασιν αὐτοῖς· τῶν δὲ στρατηγῶν, ὡς τιμωμένων πρὶν τῶν κατορθωμάτων, καὶ τῶν ἤδη τιμῆς τινος τετυχηκότων τὴν δόξαν ἀφαιρουμένων, εἰ φαίνοιντο τὴν δωρεὰν λαβόντες οὐκ ἐπʼ ἀνδραγαθήμασιν.
καὶ τὰ σιτία: ἐπὶ στρατείαν ἐξιόντες χρόνου τινὸς ἐπήγοντο σιτία. οὗτοι δέ, φησίν, οἱ νῦν, ἐὰν μὴ προεδρίας τινὸς καὶ τιμῆς ἀξιωθῶσιν, οὐκ ἐξίασιν ἐπὶ τὸν πόλεμον· σιτία γοῦν εἶπε τὴν ἐν πρυτανείῳ σίτησιν.
φέρωσι λάβωσι.
τῶν προτέρων στρατηγῶν οὐδεὶς πρὸ τοῦ πολεμῶσαι σίτησιν ᾔτησεν, ἂν μὴ ὁ δῆμος χαρίζηται. νῦν δὲ ἂν μὴ τιμῶνται προεδρίᾳ καὶ σιτήσει, οὐ μάχονται. σκώπτει δὲ αὐτοὺς ὡς ἐπὶ μισθῷ ὑφισταμένους τὸν ὑπὲρ τῆς πόλεως ἀγῶνα καὶ δῶρα λαμβάνοντας καὶ ἐπὶ τοῖς ἀνδραγαθήμασι, μᾶλλον δὲ καὶ πρὸ τούτων κομιζομένους. σκώπτει δὲ καὶ Ἀθηναίους, ὡς ἀναξίοις διδόντας τὰς τιμὰς καὶ τὰς δωρεὰς καὶ πρὶν κατορθῶσαι χρηστόν τι ὑπὲρ τῆς πόλεως.
προεδρίαν φέρωσι προκαθεδρίαν, τιμὴν λάβωσι.
τὰ σιτία τὴν ἐκ τοῦ πρυτανείου σίτησιν.
προῖκα κατὰ χάριν καὶ ἐπὶ μισθῷ.
απεξεσμενοισκαια μεν … γαρ
τρυφῶσιν ἢ πλουτοῦσιν· τὸ γὰρ κομᾶν ἔλεγον ἐπὶ τῷ τρυφᾶν καὶ γαυρύνεσθαι καὶ μέγα φρονεῖν· ἄλλως τε καὶ ταῖς θριξὶν κομᾶν εἰς τιμὴν συγκεχώρηται αὐτοῖς.
κομῶσι: τρυφῶσι, πλουτοῦσι. τὸ γὰρ κομᾶν ἐπὶ τοῦ τρυφᾶν ἔλεγον καὶ γαυροῦσθαι καὶ μέγα φρονεῖν· ἄλλως τε καὶ ταῖς θριξὶ κομᾶν εἰς τιμὴν συγκεχώρηται αὐτοῖς.
ἀπεστλεγγισμένοις: ἔλαιον ἀλειφομένοις καὶ στάζουσι. στλεγγὶς δὲ ἡ ξύστρα τοῦ ἐλαίου. ἄλλως: κεκαρμένοις. Κινέας γὰρ καὶ Φρῖνος εἰσηγήσαντο μεταστῆναι τοὺς νέους, νόμον γράψαντες μηκέτι ἁβροδιαίτους εἶναι, ὃν τρόπον τὸ πάλαι, μηδὲ κομᾶν. ἢ ἀπεξυσμένοις καὶ ἐπανήκουσιν ἀπὸ ἀλείμματος. Ἀπίων δὲ ἀκούει στλεγγίδας τὰς σταγόνας τοῦ ἐλαίου. ἢ ἀπεστλεγγισμένοις ἀντὶ τοῦ ἐγκεκαθαρμένοις, ματτομένοις. στλεγγὶς γὰρ ἡ ξύστρα.
ἀπεστλεγγισμένοις ἔλαιον ἀλειφομένοις καὶ στάζουσι.
Κινέας εἰσηγήσατο κεκαρμένους εἶναι τοὺς νέους, νόμον γράψας μηκέτι ἁβροδιαίτους εἶναι, ὃν τρόπον τὸ παλαιόν, μηδὲ κομᾶν. Ἀπίων δὲ ἀκούει στλεγγίδας τὰς σταγόνας τοῦ ἐλαίου. στλεγγὶς γὰρ ἡ ξύστρα τοῦ ἐλαίου.
κομῶσι τρυφῶσι, πλουτοῦσι.
ὦ πολιοῦχε Παλλάς: ἡ τὴν πόλιν κατειληφυῖα καὶ περιέχουσα. ἔφορος γὰρ τῆς πόλεως ἡ θεός. καὶ τὴν ἐπὶ τοῖς πολέμοις ἀρετὴν .... διὰ τούτων ἐδήλωσεν αὐτῆς. ὁ δὲ νοῦς, ὦ τῆς ἁπασῶν ὑπερφερούσης χώρας μεδέουσα ἐν δυνάμει καὶ ποιηταῖς. ὁμοῦ δὲ καὶ τὴν ἐπὶ σοφίᾳ δόξαν τῆς πόλεως καὶ τὴν ἐπὶ τοῖς πολέμοις ἀρετὴν διὰ τούτων ἐδήλωσεν.
ὦ πολιοῦχε Παλλάς: ὦ τῆς ἁπασῶν ὑπερφερούσης χώρας μεδέουσα ἐν δυνάμει καὶ ποιηταῖς.
πολιοῦχε ἡ τὴν πόλιν περιέχουσα. ἔφορος γὰρ τῆς πόλεως ἡ θεός.
ὦ πολιοῦχε Παλλάς: ἡ ἀντῳδὴ αὕτη καὶ ἀντιστροφὴ ἐκ κώλων ἐστὶν ὁμοίων τῆς ᾠδῆς καὶ στροφῆς ιδʹ. καὶ τὰ μὲν ηʹ χοριαμβικά ἐστιν, τὰ δὲ ϛʹ ἀντισπαστικά, ὧν τελευταῖον «–κην εἴπερ ποτὲ καὶ νῦν». ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος.
ἱερωτάτης διὰ τὸ πάντας θεοὺς τιμᾶσθαι ἐν αὐτῇ καὶ ἱερὰ τούτων ἔχειν.
πολέμῳ τε καὶ ποιηταῖς τὴν ἐπὶ τῇ σοφίᾳ δόξαν τῆς πόλεως καὶ τὴν ἐπὶ τοῖς πολέμοις ἀρετὴν διὰ τούτων ἐδήλωσεν.
ὑπερφερούσης ὑπερβαλλούσης.
μεδέουσα βασιλεύουσα.
μεδέουσα βασιλεύουσα τῶν Ἀθηνῶν.
δεῦρʼ ἀφίκου: ἐλθὲ καὶ παραγενοῦ· ἐπικαλεῖται δὲ τὴν θεὸν μετὰ τῆς Νίκης εὐμενῆ παραστῆναι τοῖς ποιήμασιν αὐτοῦ.
ἀφίκου ἐλθέ.
ξυνεργόν συμπράκτορα καὶ σύμμαχον καὶ συνεργόν.
ἣ χορικῶν ἐστιν ἑταίρα: ἥτις τοῖς χοροῖς ἐστι προσφιλὴς καὶ συνήθης. οἱ γὰρ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ χοροὺς ἵστασαν, οἳ τὰ χορικὰ ὑπεκρίνοντο καὶ ᾖδον μέλη. συνειστήκει δὲ ὁ χορὸς ἐξ ἀνδρῶν ἤδη καὶ γυναικῶν, ὁμοῦ δὲ καὶ ἐκ παίδων. ἔστι δʼ ὅτε καὶ ἡμιχόρια ἵσταντο, ἤτοι ἐξ ἀνδρῶν καὶ γυναικῶν. ἐν δὲ τοῖς τοιούτοις χοροῖς, εἰ μὲν ἐξ ἀνδρῶν εἴη καὶ γυναικῶν ὁ χορός, ἐπλεονέκτει τὸ τῶν ἀνδρῶν μέρος καὶ ἦσαν ιγʹ, αἱ δὲ γυναῖκες ιαʹ· εἰ δὲ παίδων εἴη καὶ γυναικῶν, αἱ μὲν γυναῖκες ιγʹ ἦσαν, οἱ δὲ παῖδες ιαʹ. εἰ δὲ πρεσβυτῶν καὶ νέων, τοὺς πρεσβύτας πλεονεκτεῖν φασὶ δεῖν. ἄλλως: χορικῶν: τῶν κωμικῶν καὶ τραγικῶν. οἷον ἢ ἐνίκων ἢ ἡττῶντο ἀγωνιζόμενοι.
οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ καὶ οἱ τραγικοὶ χοροὺς ἵστασαν, οἳ τὰ χορικὰ ὑπεκρίνοντο καὶ ᾖδον μέλη. συνειστήκει δὲ ὁ χορὸς ἐξ ἀνδρῶν καὶ γυναικῶν ὁμοῦ καὶ παίδων. ἔστι δʼ ὅτε καὶ ἡμιχόρια ἵστασαν, ἤτοι ἐξ ἀνδρῶν καὶ γυναικῶν. ἦν δὲ ὁ μὲν κωμικὸς χορὸς ἐξ ἀνδρῶν καὶ γυναικῶν κδʹ, ὡς καὶ οὗτος ἀπηρίθμησεν ἐν Ὀρνίθων δράματι, ἄρρενας μὲν ὄρνις ἀπαριθμήσας ιβʹ, θηλείας δὲ ιβʹ, ὁ δὲ τραγικὸς ιεʹ, ὡς Αἰσχύλος ἀπαριθμεῖ ἐν Ἀγαμέμνονος δράματι. φασὶ δὲ ὅτι ἐπλεονέκτει πάντοτε τὸ τῶν ἀνδρῶν μέρος, καὶ ἦσαν ιγʹ, αἱ δὲ γυναῖκες ιαʹ· εἰ δὲ παίδων εἴη καὶ γυναικῶν, αἱ γυναῖκες ἦσαν πλείους ἤγουν ιγʹ· εἰ δὲ πρεσβυτῶν καὶ νέων, ἐπλεονέκτει τὸ τῶν πρεσβυτῶν μέρος.
ἑταίρα ἥτις τοῖς χοροῖς ἐστι προσφιλὴς καὶ συνηθής.
τοῖς τʼ ἐχθροῖς: τοῖς ἀντιπάλοις, τοῖς ἀνταγωνισταῖς. «στασιάζει» δὲ ἀντὶ τοῦ πρὸς φιλονεικίαν διαφέρεται.
τοῖς τʼ ἐχθροῖσι τοῖς ἀντιπάλοις.
στασιάζει πρὸς φιλονικίαν διαφέρεται.
πορίσαι ἐξευρεῖν, παρασχεῖν.
εἴπερ ποτὲ καὶ νῦν εἴπερ ποτὲ ἄλλοτε καὶ νῦν.
ἃ ξύνισμεν: ὅτι καὶ αὐτοὶ παρακολουθήσαντες γιγνώσκομεν. ἐπεὶ δὲ ἀλλότρια τῆς ἵππων φύσεως μέλλει περὶ αὐτῶν λέγειν, ἵνα θεραπεύσῃ τῆς ἐπαγγελίας τὸ ἀπίθανον, ἅπερ αὐτοῖς συνέγνω ταῦτά φησι περὶ αὐτῶν ἐρεῖν.
τοῖσιν ἵπποισιν: ἵνα μὴ εἴπῃ τοῖς ἱππεῦσι καὶ δόξῃ χαρίζεσθαι τῷ χορῷ, ἀλλʼ ἵνα διὰ τῶν ἵππων ἐπαινέσῃ αὐτούς.
τοῖσιν ὡς ἰδίοις.
ἐπεὶ ἀλλότρια τῆς τῶν ἱππέων φύσεως μέλλει περὶ αὐτῶν λέγειν, ἵνα θεραπεύσῃ τῆς ἐπαγγελίας τὸ ἀπίθανον, ἅπερ αὐτοῖς συνέγνω ταῦτά φησι περὶ αὐτῶν ἐρεῖν.
ξύνισμεν γινώσκομεν.
εὐλογεῖσθαι ἐπαινεῖσθαι.
ἐσβολάς: τὰς ἐπὶ τὴν τῶν πολεμίων χώραν ἐφόδους ἐκάλουν ἐσβολάς.
ἱππαγωγούς τὰς ἵππους καὶ ἄνδρας ἀγούσας ναῦς.
κώθωνας: εἴδη ποτηρίων ἃ ἐλάμβανον οἱ στρατιῶται. τοὺς ἱππεῖς δὲ ἐπαινεῖν βουλόμενος ταῦτά φησιν. ἄλογον γὰρ ἀλόγοις ζῴοις λογισμὸν περιτιθέναι. τοὺς δὲ Ἀθηναίους ἐπαινεῖ, ἐπεὶ ἠπειρῶται ὄντες ἀντεποιήσαντο τῆς θαλάττης, καὶ οὐκ ἀπέτυχον τῆς προσδοκίας. διὰ δὲ τοῦ σκορόδου καὶ κρομμύου τὴν εὐτέλειαν δείκνυσι τῶν τε ναυτικῶν καὶ στρατιωτικῶν σιτίων, ὅτι εὐτελῆ οἱ στρατιῶται ἔφερον. ἄλλως: κώθων εἶδος ἐκπώματος ὀστρακίνου, ἢ εἶδος ποτηρίου Λακωνικοῦ καὶ στρατιωτικοῦ· ἐπειδὴ μεριστὸν ὕδωρ ἐλάμβανον οἱ ναῦται, κώθωνας εἶχον.
κώθωνας εἶδος ἐκπώματος ὀστρακίνου, ἃ ἐλάμβανον οἱ στρατιῶται ἐξερχόμενοι πρὸς μάχην.
ἱππαπαί, τίς ἐμβαλεῖ;: ἰδίως τὸ κροῦσαι ναυσὶν ἐμβαλεῖν λέγουσιν· φησὶν οὖν, τίς ὁ τολμήσας τοῖς ἱππόταις ἐξ ἐναντίας ἀντιστῆναι; κυρίως οὖν τὸ ἐμβαλεῖν τὸ ταῖς κώπαις κροῦσαι· νῦν δὲ ἀντὶ τοῦ τοῖς ἵπποις συμβαλεῖν. τὸ δὲ «ἱππαπαί» ἔπαιξε παρὰ τὸ ῥυππαπαί, εἰρηκὼς ὡς ἐπὶ ἵππων. ἔστι δὲ τὸ ῥυππαπαὶ ἐπιφώνημα ναυτικόν· ἢ ψόφου ἐστὶ μίμημα ἀπὸ τῶν κωπῶν ἀποτελουμένου.
ἔπαιξε τὸ «ἱππαπαί» ἀντὶ τοῦ ῥυππαπαὶ εἰρηκὼς ὡς ἐπὶ ἵππων. ἔστι δὲ τὸ ῥυππαπαὶ ἐπιφώνημα ναυτικόν, ἢ ψόφου ἐστὶ μίμημα ἀπὸ τῶν κωπῶν ἀποτελουμένου.
ἐμβαλόντες ἰδίως τὸ κροῦσαι ναυσὶν ἐμβαλεῖν λέγουσι, νῦν δὲ ἀντὶ τοῦ τοῖς ἵπποις.
οὐκ ἐλᾷς: οὐκ ἐρέττεις, οὐ κωπηλατεῖς.
ὦ σαμφόρα: ἰδίως σαμφόραι καλοῦνται ἵπποι ἐγκεχαραγμένοι τὸ ϛ σημεῖον· οἱ δὲ Δωριεῖς τὸ ϛ σὰν λέγουσιν.
ἐξεπήδων: κυρίως τὸ «ἐξεπήδων» ἐπὶ τῶν ἵππων. φησὶ δὲ ἐξώρμων. ἐναργεῖ δὲ λέξει κέχρηται δεικνὺς αὐτῶν τὴν προθυμίαν.
ἐξεπήδων ἐναργεῖ λέξει κέχρηται δεικνὺς αὐτῶν τὴν προθυμίαν.
ἀντὶ πόας Μηδικῆς: τοῦ παρʼ ἡμῖν χόρτου· ἡ τῶν Μήδων χώρα ἔφυδρος οὖσα χόρτον πολὺν ἐκφέρει. λέγεται δὲ καὶ πόα τις Μηδικὴ ἀρίστη καὶ καλλίστη καὶ ἐπιτηδειοτάτη ἵπποις· ἡ αὐτὴ δὲ καὶ τρίφυλλος λέγεται. ἢ ὅτι Μῆδοι ἐχθροὶ Ἀθηναίων. ἄλλως: ἀντὶ λόχου Μηδικοῦ. ἐδόκει γὰρ ἡ Μηδικὴ χώρα, πεδιάς τε οὖσα καὶ κάθυγρος, εὔφορος εἶναι εἰς τὰς τῶν κτηνῶν τροφάς. ἐπεὶ τοῖς Ἀθηναίοις ἔθος ἦν Μήδων κρατεῖν.
ἐδόκει ἡ Μηδία χώρα κάθυγρος οὖσα εὔφορος εἶναι εἰς κτηνῶν τροφάς. ἐπεὶ τοῖς Ἀθηναίοις ἔθος ἦν Μήδων κρατεῖν, ἢ ὅτι ἐχθροὶ ἦσαν Μῆδοι Ἀθηναίων.
παγούρους τοὺς παρʼ ἡμῖν καράβους.
παγούρους τοὺς παρʼ ἡμῖν γάλους.
πόας Μηδικῆς τοῦ παρʼ ἡμῖν χόρτου.
εἴ τις ἐξέρπει: ἐπέμεινε τῇ τροπῇ πλέον τι περὶ τῶν Ἀθηναίων φιλοτιμούμενος· οὐ γὰρ τοὺς προϊόντας, φησί, μόνους διέφθειρον συλλαμβάνοντες, ἀλλὰ καὶ τοὺς ἐν αὐτοῖς ὄντας τοῖς βυθοῖς. ταῦτα δὲ πάντα εἶπε πρὸς τὴν ἐμπειρίαν αὐτῶν ἀποτεινόμενος τὴν περὶ τὰ ναυτικά.
εἴ τις ἐξέρποι θύραζε εἴ τις προκύψειε μόνον.
κἀκ βυθοῦ θηρώμενοι ἤγουν καὶ τοὺς ἐν αὐτοῖς ὄντας τοῖς βάθεσιν.
Θέωρος: ὁ ποιητὴς Θέωρος ἔφη εἰπεῖν τινα Κάρκινον Κορίνθιον ταῦτα. ὁ Θέωρος ἔγραψε Κάρκινον λέγοντα πρὸς τὸν Ποσειδῶνα καὶ ἀποδυσπετοῦντα. προσκρούει εἴς τινα Κάρκινον. διὰ τοῦτο γὰρ καὶ τοὺς ἱππέας καὶ οὐχ ἵππους. ὡς μοιχὸς δὲ κωμῳδεῖται ὁ Θέωρος καὶ ἰχθυοφάγος καὶ πονηρός. περὶ Κόρινθον οὖν διέτριβεν, ἴσως διὰ τὰς ἐκεῖ πόρνας· ἦν δὲ καὶ κόλαξ. ταῦτα οὖν λέγει ἴσως κολακεύων τοὺς ἱππέας.
ὁ Θέωρος ἔγραψε Κάρκινόν τινα ἀποδυσπετοῦντα καὶ λέγοντα τοιαῦτα πρὸς τὸν Ποσειδῶνα. ὡς μοιχὸς δὲ κωμῳδεῖται καὶ ἰχθυοφάγος καὶ πονηρός. ἐν Κορίνθῳ δὲ διέτριβεν, ἴσως διὰ τὰς ἐκεῖ πόρνας. ἦν δὲ καὶ κόλαξ. ταῦτα οὖν λέγει ἴσως κολακεύων τοὺς ἱππέας.
Θέωρος οὗτος ποιητὴς διατρίβων εἰς Κόρινθον.
δεινά γʼ ὦ Ποσεῖδον: δοκοῦσι γὰρ οἱ Κορίνθιοι μάλιστα σέβεσθαι τὸν Ποσειδῶνα διὰ τὸν Ἰσθμόν· ὅθεν καὶ γυμνικὸν ἀγῶνα, τὰ Ἴσθμια, ἐπιτελοῦσι τῷ τε Παλαίμονι καὶ τῷ Ποσειδῶνι. ἄλλως: ὅτι οἱ Ἀθηναῖοι ἐστράτευσαν ἐπὶ Κόρινθον καὶ περὶ Κεγχρέας ἐνίκησαν Νικίου στρατηγοῦντος τοῦ Νικηράτου σὺν ἱππεῦσι σʹ καὶ ὁπλίταις καὶ ναυσί.
μήτʼ ἐν γῇ μήτʼ ἐν θαλάττῃ: ὡς τῶν Ἀθηναίων οὐ κατὰ θάλατταν μόνον, ἀλλὰ καὶ κατὰ γῆν ἐν τοῖς πολέμοις κρατούντων.
ὦ φίλτατʼ ἀνδρῶν: ἔτι τοῦ χοροῦ ἴαμβοι τρίμετροι ἀκατάληκτοι δʹ, ὁ δὲ πέμπτος τοῦ ὑποκριτοῦ παρερχομένου. ἄλλως: ὦ φίλτατε: ὁ χορὸς πρὸς τὸν ἀλλαντοπώλην ἥκοντα ἀπὸ τῆς βουλῆς καταγωνισάμενον Κλέωνα.
φροντίδα: ἀγωνίαν καὶ μέριμναν καὶ φόβον. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰς δέος κατέστησας ἡμᾶς, μὴ παρευδοκιμηθῇς πρὸς τοῦ Κλέωνος.
φροντίδα ἀγωνίαν καὶ φόβον μὴ νικηθῇς πρὸς τοῦ Κλέωνος.
σῶς μὴ παθών τι ὑπʼ ἐκείνου.
ἄγγειλον εἰπέ.
νικόβουλος ἐγενόμην: ἐγώ, φησί, τὴν νίκην ἀπηνεγκάμην. ἀστείως δὲ κέχρηται τῷ συνθέτῳ καὶ τὰ ὀνόματα συνέπλεξεν ἄμφω. ἐν τῇ βουλῇ γὰρ τὴν φιλονεικίαν ἐποιήσαντο προκαλεσαμένου τοῦ Κλέωνος, καὶ οἱ βουλευταὶ τὴν νίκην προσέκριναν αὐτῷ.
νικόβουλος ἐγενόμην ἐγὼ τὴν νίκην ἀπηνεγκάμην· ἀστείως δὲ κέχρηται τῷ συνθέτῳ ὀνόματι.
ὦ καλὰ λέγων: διπλῆ καὶ περίοδος τοῦ χοροῦ ὀκτάκωλος, ἧς τὸ πρῶτον τροχαϊκὸν τρίμετρον ἀκατάληκτον, τὸ δεύτερον ἐν εἰσθέσει παιωνικὸν τετράρρυθμον, τὰ δὲ λοιπὰ ἐν ἐπεισθέσει, τὸ τρίτον παιωνικὸν δίρρυθμον, τὸ τέταρτον τροχαϊκὸν ἑφθημιμερές, τὸ πέμπτον παιωνικὸν δίρρυθμον, τὸ ἕκτον τροχαϊκὸν τρίμετρον ἀκατάληκτον, τὸ ἕβδομον ὅμοιον καὶ τὸ ὄγδοον τροχαϊκὸν ἑφθημιμερές.
νῦν ἄρʼ ἄξιόν γε πᾶσιν: εἴσθεσις χοροῦ προῳδική, στροφῆς λόγον ἔχουσα. ἔχει γὰρ καὶ ἀντίστροφον τὸ «Πάντα δὴ πέπραγας» καὶ ἔστιν ἐκ στίχων καὶ κώλων ηʹ, ὧν τὸ πρῶτον τροχαϊκὸς τετράμετρος βραχυκατάληκτος, τοῦ ἕκτου ποδὸς τριβράχεος. ὁ δεύτερος παιωνικὸς καθαρὸς τετράμετρος καταληκτικός. τὸ τρίτον ὅμοιον, δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, διὰ τὸ καὶ τῆς ἀντιστροφῆς τοιοῦτον εἶναι, πλὴν ἐνταῦθα ἰωνικὸν ἔχει ἀντὶ τοῦ παιῶνος. τὸ τέταρτον τροχαϊκὸν ἑφθημιμερές, ὃ καλεῖται Εὐριπίδειον ἢ ληκύθιον. τὸ πέμπτον παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ κρητικῶν, ὃ καλεῖται δίρρυθμον. ὁ ἕκτος καὶ ἕβδομος τροχαϊκοὶ τρίμετροι ἀκατάληκτοι. τὸ ὄγδοον ὅμοιον τῷ τετάρτῳ. εἰσὶ δὲ καὶ ταῦτα τὰ πολυσχημάτιστα. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλῆ ἔσω νενευκυῖα.
ἐπολολύξαι εὔξασθαι καὶ εὐφημῆσαι.
εἴθʼ ἐπέλθοις: εἴθε ἐθελήσαις μοι διελθεῖν καὶ διηγήσασθαι πάντα τὰ πραχθέντα σοι καὶ γεγενημένα.
κἂν μακρὰν ὁδὸν διελθεῖν: καὶ ἀποδημίαν ἂν στείλασθαί μοι δοκῶ, ὥστε μαθεῖν τὰ πεπραγμένα. θέλω, φησί, καὶ μακρὰν ὁδὸν διελθεῖν, ἵνα μάθω πῶς ἐνίκησας τὸν Κλέωνα.
μακρὰν ὁδὸν διελθεῖν ὥστʼ ἀκοῦσαι ἀποδημίαν στείλασθαι ὥστε μαθεῖν τὰ πεπραγμένα.
λέγʼ, ὡς ἅπαντες ἡδόμεθά σοι: ὡς ἐπὶ τῇ σῇ εὐφραινόμεθα νίκῃ καὶ χαίρομεν. λείπει δὲ ἡ ἐπί, ἵνʼ ᾖ ἐπὶ σοί· ἢ ἡ σύν, ἵνʼ ᾖ συνηδόμεθά σοι.
ἡδόμεθά σοι ἐπὶ τῇ σῇ εὐφραινόμεθα νίκῃ.
διπλῆ καὶ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι νθʹ.
καὶ μὴν ἀκοῦσαί γʼ ἄξιον: ἡ περιοδικὴ αὕτη καὶ μονοστροφικὴ εἴσθεσις τοῦ ὑποκριτοῦ διηγηματική ἐστιν, ἐκ στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων νθʹ, ὧν τελευταῖος «ὀβολοῦ κορίαννοις ἀναλαβὼν ἐλήλυθα». ἐπὶ τῷ τέλει παράγραφος.
αὐτοῦ κάτοπιν ἐνθένδʼ ἱέμην ὄπισθεν ἢ μετʼ αὐτοῦ ἐπηκολούθουν.
ἐλασίβροντα ἀναρρηγνύς: τουτέστι πλάττων καὶ κατασκευάζων καὶ συντιθείς. ἔχεται δὲ καὶ τοῦτο τὸ ῥῆμα ἐμφάσεως μείζονος. ἄλλως: ὥσπερ ὑπὸ βροντῆς ἐλαυνόμενα· τουτέστι μεγαληγορῶν καὶ ὑπερόγκοις χρώμενος ῥήμασι, γέμουσι ψόφου. ἤτοι δὲ τὴν φωνὴν σκώπτει τοῦ Κλέωνος ὡς τραχεῖαν, ἢ πρὸς τὴν ἀπειλήν, ἣν ἠπείλησεν ὁ Κλέων εἰπὼν συνταράξειν τήν τε γῆν καὶ τὴν θάλατταν ἐπʼ αὐτῷ. τό τε γὰρ τὴν γῆν κινεῖν καὶ σαλεύειν, καὶ τοὺς τῆς θαλάττης βυθούς, ἔργον τοῦ Διός, ὡς καὶ τὸ βροντᾶν. προπαροξυτόνως δὲ ἀναγνωστέον ἐλασίβροντα.
ὁ δʼ ἄρʼ ἔνδον ὁ δὲ Κλέων καταλαβὼν τὸ βουλευτήριον. τὸ δὲ «ἐλασίβροντα» παρὰ τὰ ἐξ ἀρχῆς Πινδάρου.
ἢ τὴν φωνὴν σκώπτει τοῦ Κλέωνος ὅτι ταχέως ἐφθέγγετο ἢ τραχέως, ἢ πρὸς τὴν ἀπειλὴν ἣν ἠπείλησεν εἰπὼν συνταράξειν τήν τε γῆν καὶ τὴν θάλασσαν ἐπʼ αὐτῷ. τό τε γὰρ τὴν γῆν κινεῖν καὶ τοὺς τῆς θαλάσσης σαλεύειν βυθοὺς ἔργον τοῦ Διός, ὡς καὶ τὸ βροντᾶν. τὴν μεγαληγορίαν δὲ αὐτοῦ δείκνυσι διὰ τῶν τοιούτων λέξεων.
ὁ δʼ ἄρʼ ἔνδον ὁ Κλέων καταλαβὼν τὸ βουλευτήριον.
ἀναρρηγνὺς ἔπη ἀνασπῶν καὶ μετὰ σφοδρότητος λέγων.
τερατευόμενος: ψευδόμενος καὶ μηδὲν ἀληθὲς μηδὲ ὑγιὲς λέγων.
ἤρειδε κατὰ τῶν ἱππέων: ἠφίει καὶ ἔπεμπε κατὰ τῶν ἱππέων. ἔφαμεν δὲ ὅτι συνέστηκεν ὁ χορὸς ἐκ τῶν ἱππέων. εἰς τρία γὰρ μέρη τὸ παλαιὸν τῶν Ἀθηναίων διῄρητο ὁ δῆμος, εἴς τε τοὺς πεντακοσιομεδίμνους καλουμένους, οὓς διὰ τὸ γεωργεῖν τοσαῦτα μέτρα οὕτως ὠνόμαζον, καὶ τοὺς ἱππέας καὶ τοὺς θῆτας. οἱ μὲν οὖν πεντακοσιομέδιμνοι ἦσαν εὔποροι, οἱ δὲ ἱππεῖς ἧττον μὲν τῶν πεντακοσιομεδίμνων, μέχρι δὲ τῶν τριακοσίων ἐγεώργουν μέτρων. ἱππεῖς δὲ αὐτοὺς ὠνόμαζον διὰ τὸ δύνασθαι, εἴ ποτε αὐτοῖς χρεία γένοιτο ἵππων, ἕκαστον αὐτῶν τρέφειν. ἦσαν δὲ τὸ μὲν πρότερον ἑξακόσιοι τὸν ἀριθμόν. οὗτοι δὲ μετὰ ταῦτα τῆς πόλεως πληθυνθείσης ἐγένοντο διακόσιοι πρὸς τοῖς χιλίοις. ὅθεν καὶ τὰς θυσίας, ἃς αὐτοὶ πέμποιεν ἐν ταῖς πομπαῖς, ἐκάλουν ἱππάδας. ἐξῆν δὲ αὐτοῖς καὶ κομᾶν. ἡ δὲ τρίτη τάξις ἦσαν οἱ θῆτες παρʼ αὐτοῖς, οἷς οὐδὲ ἄρχειν ἐφεῖτο ἢ δικάζειν καὶ ἐκκλησιάζειν μόνον, ἵνʼ ἔκ τε τοῦ δικαστικοῦ καὶ ἐκκλησιαστικοῦ τρέφοιντο.
ἤρειδε ἠφίει.
κρημνοὺς ἐρείδων: ἐπιπέμπων καὶ ἀκοντίζων, τουτέστιν ἐγκλήματα ὑπέρογκα καὶ διαβολὰς χαλεπωτάτας ῥίπτων καὶ λογοποιῶν κατὰ τῶν ἱππέων. ἀπὸ δὲ τοῦ «ἐλασίβροντα» καὶ τοῦτο εἴληφε τὸ ῥῆμα ἐχόμενον τοῦ ὄγκου τοῦ προειρημένου. κρημνοὶ δέ εἰσι τὰ μέρη τὰ ἀπὸ τῶν ὀρῶν ἀποσπώμενα.
κρημνοὶ λέγονται τὰ μέρη τὰ ἀπὸ τῶν ὀρῶν ἀποσπώμενα· ἐγκλήματα ὑπέρογκα καὶ διαβολὰς χαλεπωτάτας ῥίπτων.
κρημνοὺς ἐρείδων ὑπέρογκα ἐγκλήματα καὶ διαβολὰς λέγων χαλεπωτάτας.
πιθανώτατα: ἐγγὺς πίστεως καὶ ἀληθείας ἐχόμενα πλάττει, ἐπιφέρων αὐτοῖς ἐγκλήματα.
ἀκροωμένη ἀκούουσα.
ψευδατραφάξυος πλέα: πλήρης ψευσμάτων. ἀτράφαξυς δὲ εἶδος λαχάνου, ὃ ταχέως εἰς μέγεθος αὔξεται. ἐπεὶ οὖν ὁ Κλέων ψευδῆ κατὰ τῶν ἱππέων κατηγόρησε, καὶ ἡ βουλὴ πείθεσθαι ἐδόκει, ψευδατραφάξυος εἶπε πλέαν τὴν βουλὴν γεγονέναι, διαβάλλων μὲν ὡς ψεύστην τὸν Κλέωνα, τῆς δὲ βουλῆς καθαπτόμενος, ὡς τοῖς ψευδομένοις καὶ διαβάλλουσι πειθομένης εὐχερῶς καὶ ῥᾳδίως, ὥσπερ καὶ τὸ λάχανον αὔξεται.
διὰ τοῦ ἀτραφύξιος λαχάνου διαβάλλει τὸν Κλέωνα ὡς ψεύστην. καθάπτεται δὲ καὶ τῆς βουλῆς ὡς τοῖς ψευδομένοις καὶ διαβάλλουσιν εὐχερῶς πειθομένης, ὡς καὶ τὸ λάχανον ῥᾳδίως αὔξεται.
ψευδατραφύξιος πλέα πλήρης ψευσμάτων· ἀτράφυξις δὲ εἶδος λαχάνου.
κἄβλεψε νᾶπυ: καὶ ἀνέβλεψε δριμὺ καὶ ὀργίλον. ἀπὸ τῆς ψευδατραφάξυος ἑξῆς εἶπε τὸ «νᾶπυ»· λαχάνου γὰρ καὶ τοῦτο εἶδος. ἔστι δὲ δριμὺ τὴν φύσιν· ἀφʼ οὗ σπέρματος τὸ νῦν λεγόμενον σίνηπι γίγνεται.
τὰ μέτωπʼ ἀνέσπασε: συνέστειλε τὰς ὀφρῦς· καὶ τοῦτο δεῖγμα ὀργῆς.
νᾶπυ δριμὺ καὶ ὀργίλον.
φενακισμοῖσιν ἀπατήμασι. φενάκη γάρ ἐστι προσθετὴ κόμη.
φενακισμοῖσιν ἀπατήμασι.
ἄγε δὴ Σκίταλοι: ὠνοματοποίησε δαίμονάς τινας ἀναπλάσας ἀναιδεῖς. οὐκ ὄντας γὰρ θεοὺς ἐπὶ χλεύῃ ἀσυνέτως προφέρεται, τὰ ὀνόματα λέγων ὡς θεῶν. ἄλλως: οἷον προτρεπόμενος καὶ ἐπιθαρσύνων αὑτὸν εἰς ἀναίδειαν καὶ εὐτολμίαν ἀνέπλασε θεοὺς ἐπὶ χλεύῃ, οἷς ηὔξατο ἀρξάμενος τοῦ λέγειν. Σκίταλοι μὲν οὖν οἱ εὐτελεῖς καὶ πονηροί· ἦν γὰρ Σκίτων κναφεύς τις εὐτελής, ἐπὶ πονηρίᾳ κωμῳδούμενος. Βερέσχεθοι δὲ οἱ ἀνόητοι· πέπλασται δὲ ἡ λέξις. Κοάλεμοι δὲ οἱ ἀνόητα κοοῦντες καὶ νοοῦντες. Μόθων δὲ ὁ εὐτελής. μόθωνας γὰρ ἐκάλουν οἱ Λάκωνες τοὺς παρεπομένους τοῖς ἐλευθέροις· ἔστι δὲ καὶ γένος ὀρχήσεως.
ἄλλως: πρὸς τὴν ἐπωνυμίαν οὐκ ὄντας θεοὺς ἐπὶ χλεύῃ προφέρεται· ὥσπερ δὲ παραστάτας ἀνθρώπων πονηρῶν καὶ παρέδρους τούτους ἐπεκαλεῖτο θεούς· οὐδεὶς δὲ αὐτῶν ἡρμήνευσε τὰ ὀνόματα.
ἦν δʼ ἐγώ: ἔφην ἐγώ. Ἀττικὴ δὲ ἡ λέξις καὶ ἡ σύνταξις. μάλιστα δὲ αὐτῇ συνεχῶς κέχρηται καὶ κατακόρως ὁ Πλάτων.
… ὀνοματοποιεῖ δαίμονάς τινας.
Βερέσχεθοί τε καὶ Κόβαλοι ἀνόητοι καὶ εὐτελεῖς.
ἀγορά τʼ ἐν ᾗ παῖς ὤν: τά τε ἄλλα, φησί, παρεκελευόμην καὶ τῆς ἀνατροφῆς ἀνεμιμνῃσκόμην, ὅτε ἐν τῇ ἀγορᾷ τραφείην, καὶ τὰ ἐκ παιδὸς ἀνεκαλούμην ἐπιτηδεύματα συλλαβέσθαι μοι εἰς τὸν ἀγῶνα τὸν πρὸς Κλέωνα.
ἀγορά ἤγουν τὰ ἐν ἀγορᾷ ἐκ παιδὸς ἀνεκαλούμην ἐπιτηδεύματα συλλαβέσθαι μοι εἰς τὸν ἀγῶνα τὸν πρὸς Κλέωνα.
φροντίζοντί μοι: εὐχομένῳ καὶ μεριμνῶντι.
ἀπέπαρδεν: οὕτως Ἀττικοὶ τὸ πορδὴν ἀφεῖναι. παρείληφε δὲ τοῦτο γέλωτος χάριν. καταπύγων δὲ εὐρύπρωκτος.
ἀπέπαρδεν οὕτως τὸ πορδὴν ἀφεῖναι λέγουσιν Ἀττικοί.
καταπύγων εὐρύπρωκτος.
προσέκυσα: προσεκύνησα, ὥσπερ σημείου τινὸς δοθέντος. ἰστέον μέντοι ὅτι γέλωτος χάριν προσήνεγκε ταῦτα.
θενὼν τύπτων.
τὴν κιγκλίδʼ: τὴν θύραν, τὸ κάγκελον τοῦ δικαστηρίου. ἰδίως δὲ τὰς διπλᾶς θύρας οὕτω κλητέον, ἅς τινες δικλίδας φασίν. ἢ κιγκλὶς ἰδίως ἡ τρύπη, διʼ ἧς ἡ κλεὶς πέμπεται.
ἐξάραξα: ἀνέῳξα. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· θαρρήσας, φησί, τῷ δοθέντι σημείῳ, διάρας τὸ στόμα καὶ τὴν ἀγωνίαν ἀποβαλών, ἀνέκραγον.
τὴν κιγκλίδʼ τὸ κάγκελον τοῦ δικαστηρίου.
ἐξάραξα ἀνέῳξα.
ἀναχανὼν διάρας τὸ στόμα· παίζων πρὸς τὸ «ἐπέπαρδε» λέγει τὸ «ἀναχανών».
αἱ τοῦ δικαστηρίου θύραι ἐπικειμένας εἶχον ἔξωθεν ἑτέρας, οὐ διὰ συμφυῶν σανίδων ἀλλʼ ἐκ κιγκλίδων συγκειμένας, ἵνα διαφανεῖς οὖσαι καὶ διῃρημέναι εἰς πλείους ὀπὰς ἀκωλύτως ὁρᾶν παρέχοιεν τοῖς ἐκτὸς ἐπὶ τὰ ἔνδον.
ἀνέκραγον ἐβόησα.
εὐαγγελίσασθαι εὐαγγέλια λέγειν, Ἀττικῶς.
ὁ πόλεμος ὁ Πελοποννησιακὸς δηλονότι.
κατερράγη συνέπεσεν.
ἀφύας: εἶδος λεπτῶν ἰχθύων ἄγαν. σφόδρα δὲ καὶ μέχρι νῦν παρὰ τοῖς Ἀθηναίοις σπουδάζεται.
ἀξιωτέρας: τουτέστιν εὐωνοτέρας τῆς ἀξίας τιμῆς· ἄξιον γὰρ παρʼ Ἀττικοῖς τὸ εὔωνον.
ἀφύας εἶδος ἰχθύων λεπτῶν ἄγαν.
ἀξιωτέρας εὐωνοτέρας τοῦ ἀξίου τιμήματος. σφόδρα καὶ νῦν αἱ ἀφύαι παρʼ Ἀθηναίοις σπουδάζονται.
διεγαλήνισεν: προσηνῆ καὶ πρᾷα καὶ ἥμερα ἐγένοντο, τουτέστιν ἐκ τῆς ὀργῆς μετέβαλε καὶ μετηλλάγη. ἀπὸ δὲ τῶν ἀφύων κυρίως τῷ «διεγαλήνισεν» ἐχρήσατο, ὅτι ἐμπείρως οἱ Ἀθηναῖοι εἶχον τῆς ναυτικῆς. σκώπτει δὲ αὐτοὺς ὡς μικροῖς δελεαζομένους λήμμασιν.
τῷ δὲ «διεγαλήνισεν» ἐχρήσατο κυρίως ἐπὶ τῶν ἀφύων. σκώπτει δὲ τοὺς Ἀθηναίους ὡς μικροῖς δελεαζομένους λήμμασιν.
διεγαλήνισεν προσηνῆ καὶ ἥμερα ἐγένετο, ἤγουν τῆς ὀργῆς μετέβαλεν.
ἀπὸ τῶν ἀφύων τῷ «διεγαλήνισεν» ἐχρήσατο, ὅτι ἐμπείρως εἶχον οἱ Ἀθηναῖοι τῆς ναυτικῆς. σκώπτει δὲ αὐτοὺς ὡς μικροῖς δελεαζομένους λήμμασι, καὶ διὰ μικρὰν ἀγγελίαν εὐθὺς μεταβαλλομένους τῆς ὀργῆς καὶ στεφανοῦντας τὸν ἀπαγγείλαντα.
ἐστεφάνουν μʼ εὐαγγέλια: τοὺς εὐαγγελιζομένους τι ἀγαθὸν στεφάνοις ἐτίμων.
εὐαγγέλια ἤγουν ἕνεκα τῆς ἀγγελίας.
ἀπόρρητον: τὸ ἐν μυστηρίῳ λεγόμενον, οἷον τὸ κεκρυμμένον καὶ ἄγνωστον αὐτοῖς ὑποθέμενος, ἵνʼ ἔχοιεν καὶ ποῦ ἀγοράσαιεν.
ἀπόρρητον μυστήριον ἄγνωστον αὐτοῖς ὑποθέμενος ἵνα ἔχοιεν καὶ ποῦ ἀγοράσαιεν.
ἵνα ὅπου.
τοὐβολοῦ τοῦ ὀβολοῦ.
τῶν δημιουργῶν: τῶν σκευοποιῶν, τῶν κεράμεων. δημιουργοὺς δὲ ἐκάλουν καὶ τὰς νῦν λεγομένας ὑπονυμφίδας. ὅθεν ἐστὶ καὶ Μενάνδρῳ Δημιουργός.
τρύβλια ὀξύβαφα.
ἀνεκρότησαν: ἥσθησαν καὶ ἐκρότησαν· δείγματα δὲ χαρᾶς. «ἐκεχήνεσαν» δὲ ἀντὶ τοῦ ἔβλεπον ἢ ἐμοὶ προσεῖχον.
ἀνεκρότησαν ἥδοντο καὶ ἐκρότουν τὰς χεῖρας.
ἐκεχήνεσαν ἀντὶ τοῦ ἔβλεπον εἰς ἐμὲ ἀτενῶς καὶ προσεῖχον τὸν νοῦν.
ὑπονοήσας ὑποπτεύσας ἢ κατανοήσας τότε καὶ προϊδών.
ἐπὶ συμφοραῖς ἀγαθαῖσι: ἐπὶ ἀγαθοῖς πράγμασι· μέσον δὲ ὄνομα ἡ συμφορά. δηλοῖ γὰρ καὶ τὸ καλὸν καὶ τὸ κακόν, ἐκ τῆς προσθήκης τοῦ ἐπιφερομένου. ὥσπερ οὖν καὶ νῦν προσθεὶς «ἐπʼ ἀγαθαῖσιν» οὐκ ἀφῆκεν ἐπὶ τοῦ πονηροῦ νοεῖσθαι.
ἐπὶ συμφοραῖς ἀγαθαῖσιν ἐπʼ ἀγαθοῖς πράγμασι.
μέσον ἐστὶ τὸ ὄνομα τῆς συμφορᾶς, ποτὲ μὲν ἐπʼ ἀγαθοῦ ποτὲ δὲ ἐπὶ κακοῦ λαμβανομένης, ὥσπερ καὶ νῦν προσθεὶς τὸ «ἐπʼ ἀγαθαῖς» οὐκ ἀφῆκεν ἐπὶ πονηροῦ νοεῖσθαι.
εὐαγγέλια χάριν τῶν εὐαγγελιῶν.
τῇ θεῷ Ἀττικόν.
τοῖς βολίτοις ἡττημένος: ταῖς τῶν βοῶν ἐπαγγελίαις ὅτε ἔγνων ἡττηθείς. βολίτοις δὲ τοῖς σπελέθοις. βόλιτοι γὰρ οἱ σπέλεθοι τῶν βοῶν. ἄλλως: τοῖς βοϊδίοις. ἡ γὰρ τοῦ βοὸς κοιλία βολίτους ἔχει. λέγει δὲ φαύλοις εἴδεσιν ἐν αὐτοῖς ἡττώμενος.
ἔγνων ᾐσθόμην.
βολίτοις ἡττημένος φαύλοις ἡττημένος, ἤγουν ταῖς τῶν βοῶν ἐπαγγελίαις. «βολίτοις» δὲ εἶπεν, ἤγουν τοῖς τῶν βοῶν σπελέθοις.
διηκοσίοισι διακοσίοις.
ὑπερηκόντισα ὑπερέβαλον.
ὑπερηκόντισα ἐνίκησα, ἐκ μεταφορᾶς τῶν τοῖς ἀκοντίοις νικώντων.
τῇ δʼ Ἀγροτέρᾳ: τῇ Ἀρτεμίδι. ἰδίως γὰρ οἱ Ἀθηναῖοι σέβουσι καὶ τιμῶσι τὴν Ἀγροτέραν Ἄρτεμιν. ἄλλως: ἐξ ἱστορίας. Καλλίμαχος ὁ πολέμαρχος λέγεται εὔξασθαι τῇ Ἀρτεμίδι τοσαύτας βοῦς θῦσαι, ὅσους ἂν φονεύσῃ βαρβάρους ἐν Μαραθῶνι. ἐπειδὴ δὲ πολλοὶ ἐφονεύθησαν, μὴ δυνάμενος τοσαύτας βοῦς θῦσαι, ἔθυσε χιμαίρας.
παρῄνεσα συνεβούλευσα, εἰσηγησάμην Ἀθηναίοις. τὸ δὲ «χιλιῶν» περισπῶσι.
χιμάρων αἰγῶν.
αἱ τριχίδες: εἶδος ἰχθύων, ἃς θρίσσας καλοῦμεν.
γενοίαθʼ γένοιτο.
τριχίδες θρίσσαι.
ἐκαραδόκησεν: ἀντὶ τοῦ ἀπέβλεψεν, ἢ ἐμοὶ προσέθεντο τὴν κεφαλὴν μετεωρίσαντες. παρʼ Ὁμήρῳ «καί τʼ Ὠρίωνα δοκεύει».
ἐφληνάφα ἐφλυάρει, ἐξηυτέλιζε.
κᾆθʼ εἷλκον αὐτὸν: εἶτα εἷλκον αὐτὸν καὶ ἐξώθουν τῆς βουλῆς.
οἱ πρυτάνεις: οἱ προεστῶτες τῆς σιτήσεως καὶ τοῦ δήμου ἄρχοντες. τοξόται δὲ οἱ ὑπηρέται.
εἷλκον ἐξώθουν τῆς βουλῆς.
ἐθορύβουν θόρυβον ἐποιοῦντο.
περὶ ἕνεκεν.
ὁ δʼ ὁ Κλέων.
ἠντιβόλει: ἱκέτευεν, ἐδεῖτο, ἐλιπάρει.
ἵνʼ ἅτθʼ ὁ κῆρυξ: ταῦτα εἰς τὴν ἀπάτην τοῦ Κλέωνος τὴν εἰς τὸν δῆμον. ἐξ ἱστορίας δὲ τοῦτο· Λακεδαιμονίους γὰρ περὶ εἰρήνης πρεσβευομένους οὐκ ἐδέξαντο Κλέωνος κωλύσαντος.
ἅτθʼ ἅττα.
σπονδῶν φιλιῶν.
ἐξ ἑνὸς στόματος: ὁμοθυμαδὸν καὶ μιᾷ φωνῇ.
ὦ μέλε: πρόσφθεγμα Ἀττικόν, ἀντὶ τοῦ ὦ κάκιστε ἢ κακοδαιμονέστατε ἢ οἰκτρότατε· παρέλκει δὲ τὸ «ὦ μέλε».
ᾔσθοντο ἐπύθοντο, ἔμαθον, ἔγνωσαν.
ἀξίας εὐώνους.
ὁ πόλεμος ἑρπέτω: γράφεται ἐρρέτω, τουτέστι χαιρέτω, ὅ ἐστιν, οὐδεμίαν φροντίδα τοῦ πολέμου ποιούμεθα.
οὐ δεόμεθα οὐ χρῄζομεν οὐδὲ ἐφιέμεθα.
ὑπερεπήδων: καὶ εὐθὺς ὑπερήλλοντο καὶ ὑπερεπήδων, τουτέστι δρομαῖοι ἠπείγοντο. διὰ δὲ τῆς σπουδῆς τὴν λιχνείαν ἐνδείκνυσιν αὐτῶν.
τοὺς δρυφάκτους: τὰ νῦν ταβλώματα καλούμενα, τὰ τῶν οἰκοδομημάτων ἐξέχοντα ξύλα. ἢ τὰ κάγκελα, δρυόφρακτός τις ὤν, τουτέστιν ὁ ἐκ δρυῶν φραγμός. οἱ γὰρ ἀρχαῖοι πᾶν δένδρον δρῦν ἐκάλουν, ὥσπερ καὶ ἀκρόδρυα τὰ ἄκρα τῶν δένδρων.
δρυφάκτους τὰ νῦν περιφράγματα.
ὑπερεπήδων ὑπερήδοντο καὶ δρομαῖοι ἠπείγοντο. διὰ δὲ τῆς σπουδῆς τὴν λιχνείαν ἐνδείκνυσιν αὐτῶν.
κορίαννʼ: εἶδος βοτάνης, τὸ νῦν κολίανδρον λεγόμενον κοινῶς.
ὑποδραμών προλαβών, προφθάσας.
κορίαννʼ τὸ κοινῶς κολίανδρον.
γήτεια: εἶδος λαχάνου ἀγρίου, παρεοικὸς τοῖς λευκοῖς πράσοις. καὶ τοῦτο ἥδυσμα ὡς τὸ ἀμπελόπρασον.
τῇ ἀγορᾷ συνίζησις.
ἐδίδουν ἡδύσματα: ἀρτύματα, φησίν, αὐτοῖς ἐχαριζόμην. οἰκείως δὲ ὡς μάγειρος ἐδίδου τὰ ἀρτύματα.
ὑπερεπυππάζοντό με: γράφεται καὶ «ὑπερεπλήσσοντό με», οἷον κατεπλήσσοντό με καὶ τὴν φιλοτιμίαν ἐθαύμαζον τὴν ἐμήν. διασύρει δὲ αὐτοὺς ὡς μικροθαυμάστους καὶ τάχεως ἀπατωμένους ὀλίγῳ λήμματι.
ὑπερεπύππαζον: πύππαξ ἐπεφώνουν, ὃ ἡμεῖς ποππύζειν λέγομεν.
… διασύρει αὐτοὺς ὡς μικροθαυμάστους καὶ τάχεως ἀπατωμένους ὀλίγοις λήμμασιν.
ὑπερεπῄνουν ὑπερεθαύμαζον καὶ κατεπλήττοντο τὴν ἐμὴν φιλοτιμίαν.
ἀναλαβών: συναρπάσας, κουφίσας, μετεωρίσας, τουτέστιν εἰς ἐμαυτὸν τῇ εὐνοίᾳ πείσας ῥέπειν. ἱκανῶς δὲ ἐκωμῴδησε τοὺς Ἀθηναίους.
κοριάννοις ἤγουν κολιάνδρῳ.
δύο διπλαῖ, ὅτι ἕπεται ἡ ἀντίστροφος τῆς προαποδεδομένης.
πάντα δὴ πέπραγας: ἡ τῆς προτέρας στροφῆς ἀντίστροφος αὕτη, τοῦ χοροῦ εἴσθεσις ἐκ κώλων καὶ στίχων ἐστὶν ὁμοίων ἐκείνῃ ηʹ, ὧν τελευταῖος «–νους ἐπίστασαι πάλαι». ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, ἀμφότεραι ἔξω νενευκυῖαι.
χρὴ δρᾶν δηλονότι.
διὰ τούτων καθάπτεται καὶ τοῦ Κλέωνος ὡς πονηροῦ καὶ πανούργου καὶ πάλιν τοῦ ἀλλαντοπώλου, ὡς πανουργοτέρου καὶ πονηροτέρου.
ὁ πανοῦργος ὁ Κλέων.
ἕτερον τὸν ἀλλαντοπώλην.
ἕτερον δηλονότι πανοῦργον.
κεκασμένον ἤγουν κεκοσμημένον.
ποικίλοις πολλοῖς καὶ διαφόροις.
αἱμύλοις τοῖς προσήνεσι καὶ ἐπαγωγοῖς· ἢ τοῖς ἀπατητικοῖς.
διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους τριμέτρους ἀκαταλήκτους ξεʹ.
καὶ μὴν ὁ Παφλαγών: κορωνὶς ἑτέρα εἰσιόντων τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ξεʹ, ὧν τελευταῖος «κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας». ἐπὶ τῷ τέλει κορωνίς.
κολόκυμα: τὸ κολοβὸν κῦμα, ὅπερ τυφλὸν διὰ τὸ μὴ καχλάζειν λέγουσιν. ἢ τὸ κυλῖον καὶ ἐπιφέρον. ὑψηλὸν κῦμα καὶ μέγα ἀπὸ τοῦ κορυφοῦσθαι κυλιόμενον. τοῦτο δὲ ὡς πρὸς ἄνεμον. ἄλλως: ὅπερ τινὲς κωφὸν καλοῦσι, τὸ μὴ ἐπηχοῦν μηδὲ καχλάζον. πρὸς τὴν προειρημένην δὲ ἀπειλὴν ὑπὸ τοῦ Κλέωνος ὅτι τὴν γῆν ταράξει καὶ τὴν θάλατταν ἀποτείνεται διασύρων αὐτόν, ὅτι μηδὲν ἔπραξεν ὧν προηπείλησεν, ἀλλʼ ἧττον ἔχων ἀπῆλθε τοῦ Ἀγορακρίτου.
πρὸς τὴν εἰρημένην ἀπειλὴν ὑπὸ Κλέωνος, ὅτι τὴν γῆν ταράξει καὶ τὴν θάλασσαν ἀποτείνεται διασύρων αὐτὸν ὅτι μηδὲν ἔπραξεν ὧν προηπείλησεν, ἀλλὰ διελύθη ὥσπερ κωφὸν κῦμα, ἤγουν ἡττήθη τοῦ Ἀγορακρίτου.
κολόκυμα τὸ κολοβὸν κῦμα ὅπερ τυφλὸν καλοῦσι διὰ τὸ μὴ καχλάζειν.
κυκῶν ταράσσων ἐκ παραλλήλου.
ὡς δὴ καταπιόμενός με: ὡς ἐπικαλύψων με τῷ κύματι, αἰσχρῶς μέλλων με καταπιεῖν.
μορμὼ τοῦ θράσους: τὸ μορμολυκεῖον, ἣν λέγουσι Λαμίαν. μορμολυκεῖα δὲ ἔλεγον τὰ φόβητρα. λείπει δὲ τὸ «ὡς», ὡς μορμώ. ἢ ἐπιρρηματικῶς συνεξενήνεκται, ὡς εἰ ἔλεγε, φεῦ τοῦ θράσους.
καταπιόμενος μέλλων καταπίεσθαι.
μορμὼ τοῦ θράσους ἤγουν φεῦ τοῦ θράσους. ἀπὸ τῆς μορμοῦς ἣν λέγουσι Λαμίαν. καὶ μορμολυκεῖα φασὶ τὰ φοβερά.
εἰ μή σʼ ἀπολέσαιμι: οἷον διαμαρτήσαιμι τῆς ἐλπίδος, εἴ σε μὴ ἀπολέσαιμι, εἴ τι τῶν ἐμῶν ὑποκρίναιο ψευσμάτων. ἐπειδὴ ψευδόμενος καὶ ἀνθυπισχνούμενος ἔδοξεν αὐτὸν ὁ ἀλλαντοπώλης παρευδοκιμεῖν. ἄλλως: εἴ τι τῶν ἐνόντων μοι ψευδῶν σῴζεται, διαμάρτοιμι καὶ διαπέσοιμι πανταχοῦ, εἰ μή σε ἐξ ἀνθρώπων ποιήσαιμι.
ἀπολέσαιμʼ οἷον ποιήσαιμι διαμαρτεῖν τῆς ἐλπίδος· ἤγουν εἰ μὴ ἀπολώλεκα τὸ ψεῦδος.
διαπέσοιμι οἷον μηκέτι εἴην συκοφάντης.
διαπέσοιμι σοὶ δηλονότι.
ἐνείη ἔνεστι.
ἥσθην ἀπειλαῖς: εὐφράνθην σου ταῖς ἀπειλαῖς, τουτέστι καταφρονῶ σου τῶν ἀπειλῶν καὶ παρʼ οὐδὲν αὐτὰς τίθεμαι.
ψολοκομπίαις: αἰθαλοκομπίαις, μεγαλοδοξίαις, ψευδολογίαις, μεγαληγορίαις, καπνοῖς. ἀπὸ δὲ τῶν προειρημένων ὀνομάτων ἔπαιξεν, ἀπὸ τοῦ βροντᾶν καὶ ταράττειν τὴν γῆν καὶ τὴν θάλατταν, καὶ κρημνοὺς ἐρείδειν, ἃ μόνου τοῦ Διός εἰσιν ἔργα. ἐκ τῶν τοιούτων οὖν ἡ προσηγορία διὰ τὸ κεραυνοῖς χρῆσθαι δοκεῖν. τῶν γὰρ κεραυνῶν οἱ μὲν καταιβάται, οἱ δὲ ψολόεντες, οἱ δὲ ἀργῆτες καλοῦνται, ὡς Ὅμηρος ὠνόμασεν.
ψολοκομπίαις αἰθαλοκομπίαις, μεγαλοδοξίαις, ψευδολογίαις.
ἀπὸ τῶν προειρημένων ὀνομάτων τοῦ βροντᾶν καὶ ταράττειν τὴν γῆν καὶ τὴν θάλατταν καὶ κρημνοὺς ἐρείδειν, ἃ μόνου τοῦ Διός εἰσιν ἔργα, ἔπαιξε «ψολοκομπίαις» εἰπών, ἤγουν αὐθαδοκομπίαις καὶ ψευδολογίαις. τῶν γὰρ κεραυνῶν οἱ μὲν καταιβάται, οἱ δὲ ψολόεντες, οἱ δὲ ἀργῆτες καλοῦνται, ὡς Ὅμηρος ὠνόμασεν.
ἀπεπυδάρισα: πυδαρίζειν ἐπὶ τοῦ ἅλλεσθαι. ἤτοι ποδαρίζειν καὶ πυδαρίζειν, ὡς ὄνομα καὶ ὄνυμα Αἰολικῶς. δηλοῖ δὲ καὶ τὸ λακτίζειν, ὡς τὸ «ἀπεπυδάρισα μόθωνα, περιεκόκκυσα» παρὰ τοὺς πόδας.
μόθωνα: τὸν εἰρωνικὸν καὶ δόλιον, καὶ πανουργίᾳ προσφερόμενόν τινι. ἄλλως: μόθων φορτικὸν ὀρχήσεως εἶδος. ἔλεγον δὲ τοὺς φορτικοὺς μόθωνας.
περιεκόκκυσα: περιεκορδάκισα· ἔστι δὲ εἶδος ὀρχήσεως. τινὲς δὲ τὸ μὲν «ἀπεπυδάρισα» ἀπέπαρδον. ἄλλοι δὲ ἀπεσκίρτησα καὶ ὠρχησάμην. τὸ δὲ «περιεκόκκυσα», περιερόγχασα καὶ ὑπερεῖδον καὶ κατεφρόνησα.
ἀπεπυδάρισα ἀπέπαρδον· δεῖ δὲ καὶ τῇ ἀληθείᾳ αὐτόν.
μόθωνα φλυαρόν, ὑβριστήν.
περιεκόκκυσα ὑπερεῖδον, κατεφρόνησα, εἰς οὐδὲν ἡγησάμην.
ἀπεπυδάρισα ἀπελάκτισα ἢ ἀπέπαρδον. ἵπποι γὰρ καὶ ὄνοι ἀποπηδῶντες καὶ λακτίζοντες ἀποπέρδουσιν.
μόθωνα εἰρωνικόν.
μόθων ἐστὶ φορτικὸν ὀρχήσεως εἶδος. ἔλεγον δὲ καὶ τοὺς φορτικοὺς καὶ πανουργίᾳ προσφερομένους μόθωνας.
οὔτοι μὰ τὴν Δήμητρα: πάτριος τῶν Ἀθηναίων ἡ Δημήτηρ, διὰ τὸ ξενισθῆναι παρὰ Κελεῷ, καὶ στῆναι τῆς πλάνης εὑροῦσαν τὴν κόρην ἐκ τῶν ὑποθηκῶν τῶν ἐκείνου, καὶ τῆς φιλοφροσύνης καὶ τῆς ξενίας ἀμοιβὴν ἀποδοῦναι τὰς ἡμέρους αὐτῷ τροφάς.
ἐὰν μή σʼ ἐκφάγω: ἐὰν μή σε καταναλώσω καὶ ἐκβάλω ἐκ ταύτης τῆς γῆς καὶ διώξω. τὸ δὲ «ἐκφάγω» εἶπε διὰ τὸν τῆς Δήμητρος ὅρκον.
ἐκφάγω καταναλώσω καὶ ἐκβάλω καὶ ἐκδιώξω.
ἐκπίω: ἑξῆς πρὸς τὸ ὑπʼ ἐκείνου ῥηθὲν ἀποκρίνεται, τῷ ἐκφαγεῖν ἀντιτιθεὶς τὸ ἐκπιεῖν. ὡς γὰρ ἡ Δημήτηρ τὰς τροφάς, οὕτω Διόνυσος τὸν οἶνον Ἰκαρίῳ φιλοξενίας ἔδωκε δῶρον, ὅτι φιλοφρόνως αὐτὸν ὑπεδέξατο, τὴν ὕβριν φεύγοντα τοῦ Πένθεως.
ἐκπίω πρὸς τὸ ὑπʼ ἐκείνου ῥηθὲν ἀποκρίνεται τὸ ἐκπίω.
κἀπεκροφήσας: πλέον τι προσέθηκεν ὑπερβολῇ τῆς ἀπειλῆς, τῷ ἐκπίω ἐπενεγκὼν τὸ ἐκροφήσας.
οἷον ὄψομαί σʼ ἐγώ: ἀντὶ τοῦ οἵως. Ὅμηρος «οἷον ἀναΐξας ἄφαρ οἴχεται», ἀντὶ τοῦ οἵως. ὁ δὲ νοῦς, οἷον ὄψομαί σε ἀπὸ τῆς τιμῆς ἄτιμον γενόμενον. ἀπειλεῖ δὲ αὐτῷ ὡς ἀφαιρησόμενος αὐτὸν τὴν προεδρίαν. τοῦτο δὲ ὡς ἀεὶ τοῦ Κλέωνος θρυλοῦντος τὰ περὶ Πύλον καὶ Σφακτηρίαν καὶ τοὺς αἰχμαλώτους.
θεώμενον βλεπόμενον.
ἔσχατον ἤγουν ἀπὸ τῆς τιμῆς ἄτιμον γενόμενον.
ἐν τῷ ξύλῳ ἤγουν ἐν τῇ ποδοκάκκῃ.
ὀξύθυμος θυμικὸς καὶ πρὸς ὀργὴν εὔκολος.
δῶ παράσχω.
ἐπὶ βαλλαντίῳ: ἀντὶ τοῦ εἰπεῖν ἐπʼ ἰχθύσι φάγοις ἄν, οἷον μετὰ ἰχθύων. ἢ ἀντὶ τοῦ εἰπεῖν «ἐπὶ τραπεζίῳ» πικρῶς εἶπεν «ἐπὶ βαλλαντίῳ», ἵνα διαβάλῃ ὡς κλέπτην καὶ τῶν δημοσίων ἅρπαγα.
ἐπὶ βαλλαντίῳ «ἐπὶ τραπεζίῳ» ὤφειλεν εἰπεῖν.
ἀντὶ τοῦ εἰπεῖν «ἐπὶ τραπεζίῳ» πικρῶς «ἐπὶ βαλλαντίῳ» εἶπεν, ἵνα δηλώσῃ αὐτὸν ὡς κλέπτην καὶ ἅρπαγα τῶν δημοσίων.
ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα: ἐκξύσω, διασπαράξω τοῖς ὄνυξιν. ἀπὸ τοῦ χρησμοῦ δὲ ἔπαιξεν. «βυρσαίετον» γὰρ ἐκεῖ προσεῖπε τὸν Κλέωνα, ὁ δὲ ἀετὸς τοῖς ὄνυξι μάλιστα ἄλκιμος. ἄλλως: πάλιν ὡς πρὸς μάγειρον ἀπέσκωψεν. διασπαράξας γάρ, φησίν, ἐξελῶ σου τὰ ἔντερα.
ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία: ἀφαιρήσομαί σου, φησί, τὴν σίτησιν, ἀποφράξω, ἀποκλείσω· ἀπὸ μεταφορᾶς τῶν ὀνυχιζομένων.
ὡς μάγειρος πάλιν καὶ αὐτὸς ἀποκρίνεται, λέγων ἀφαιρήσομαί σου τὴν σίτησιν.
ἕλξω σε πρὸς τὸν δῆμον: ἡττήθη γὰρ ἐν τῇ βουλῇ. παρεπιγραφὴ δέ· ποιεῖ γὰρ ὅπερ εἴρηκεν.
ἕλξω ἑλκύσω, ἀπάξω.
πρὸς τὸν δῆμον ἡττήθη γὰρ ἐν τῇ βουλῇ. δεῖ νοεῖν ὅτι ἅμα τῷ λόγῳ εἷλκε τοῦτον.
καὶ διαβαλῶ γε πλείονα: ἔφαμεν πολλάκις ὅτι τῷ διαβάλλειν μάλιστα ἴσχυεν ὁ Κλέων. εἰπὼν δὲ ὅτι σου «πλείονα διαβαλῶ», τὸ κἀκεῖνον, εἰ καὶ ἧττον, ὅμως γοῦν διαβάλλειν ἐνεδείξατο.
καταγελῶ γʼ ὅσον θέλω: πᾶσαν ἔχω τοῦ πείθειν αὐτὸν ἐξουσίαν, καὶ ὥσπερ ἐντρυφῶ τῷ δήμῳ.
ὡς σφόδρα ὡς ὑπεράγαν καὶ πάνυ.
σεαυτοῦ νενόμικας οἰκείως ἔχειν πρὸς σὲ ὑπολαμβάνεις.
ὡς σφόδρα λίαν, πάνυ.
οἷς ψωμίζεται: οἷς ἀπατᾶται, οἷς χαίρει. τὸ δὲ ψωμίζεσθαι ἐπὶ τῶν μικρῶν παιδίων λέγεται, ἃ ὑπόκειται τῇ τῶν διδόντων ἐξουσίᾳ.
ὥσπερ αἱ τίτθαι: τίτθας καλοῦμεν τὰς τοῖς τιτθίοις καὶ τῷ γάλακτι τρεφούσας τὰ παιδία. ἐγγύθεν οὖν ἀπὸ τοῦ ψωμίζειν ἀπεκρίνατο λέγων, ὅτι κατὰ τὰς τίτθας καὶ σὺ τὸν δῆμον κακῶς τρέφεις.
ὥσπερ αἱ τίτθαι τὴν τῶν τροφῶν ῥᾳδιουργίαν ἐξηγεῖται.
μασώμενος γάρ: ἐσθίων ἢ διαμασώμενος. ἐπέμεινε δὲ τῇ ὁμοιώσει. τὴν ῥᾳδιουργίαν ἐπεξηγούμενος τῶν τροφῶν ἀπὸ τοῦ συμβεβηκότος. αὗται γὰρ διὰ τὸ μὴ δύνασθαι πάσας τὰς τροφὰς διʼ ὁλοκλήρου τὰ παιδία ἐσθίειν, αὗται λαμβάνουσαι καὶ διαμασώμεναι, οὕτω μετὰ τὸ κατεργάσασθαι τὰ ἐδέσματα ἐξαιροῦσαι τοῦ ἰδίου στόματος, ἐντιθέασι τοῖς τῶν παιδίων. εἶτα συμβαίνει τὰς ἀγνώμονας ὀλίγα μὲν διδόναι τοῖς παιδίοις, αὐτὰς δὲ κατεσθίειν τὰ πλείονα. κατὰ τὰς τίτθας οὖν, φησίν, ὁ Κλέων ὀλίγα τῷ δήμῳ χαριζόμενος, αὐτὸς πλείω κερδαίνει καὶ λαμβάνει.
τῷ μὲν ἤγουν τῷ δήμῳ.
τὴν ῥᾳδιουργίαν ἐπεξηγούμενος τῶν τροφῶν, «ὥσπερ αἱ τίτθαι σιτίζεις» φησί. αὗται γὰρ διὰ τὸ μὴ δύνασθαι πᾶσαν τὴν τροφὴν διʼ ὁλοκλήρου ἐσθίειν τὴν ὑπὸ τῶν γονέων τοῖς βρέφεσι διδομένην, λαμβάνουσαι καὶ διαμασώμεναι, οὕτως μετὰ τὸ κατεργάσασθαι τὰ ἐδέσματα βραχύ τι μέρος ἐξαιροῦσαι τοῦ ἰδίου στόματος ἐντιθέασι τοῖς στόμασι τῶν βρεφῶν. εἶτα συμβαίνει τὰς ἀγνώμονας ὀλίγα μὲν διδόναι τοῖς παιδίοις, αὐτὰς δὲ κατεσθίειν τὰ πλείονα. κατὰ τὰς τίτθας οὖν καὶ ὁ Κλέων ὀλίγα τῷ δήμῳ χαριζόμενος αὐτὸς τὰ πλείω λαμβάνει.
ἐντίθης δίδως.
κατέσπακας: ἰδίως ἐπὶ τῶν θηλαζόντων βρεφῶν κατασπᾶν λέγουσι τὸ ἐπισπᾶν καὶ ἐφέλκειν τὸ γάλα. τῷ ὀνόματι οὖν ἀπὸ τῶν προειρημένων ἐχρήσατο. λέγει οὖν ὅτι τὸ πλεῖον κερδαίνεις αὐτὸς καὶ κατεσθίεις.
κατέσπακας κατέφαγες.
δεξιότητος ἐπιτηδειότητος.
εὐρὺν καὶ στενόν πλούσιον καὶ πένητα.
σοφίζεται: τεχνάζεται, ποιεῖ, τουτέστι ποτὲ μὲν πλατύνεται, ποτὲ δὲ συστέλλεται. ἰστέον δὲ ὅτι γελοίου χάριν παρέλαβε τοῦτο.
σοφίζεται τεχνάζεται, ποιεῖ.
καθυβρίσαι τινὲς εἰς τὸ καθυβρίσαι τιθέασι δύο διπλᾶς.
οὐκ ὦγαθʼ ἐν βουλῇ με δόξεις καθυβρίσαι: ἤγουν ἐν τῷ βουλευτηρίῳ. ἔδοξε γὰρ αὐτὸν παρευδοκιμεῖν ἐν τῇ βουλῇ. οὐ καταφρονήσεις οὖν μου, φησίν, ἐπὶ τῶν δημοτῶν ὥσπερ ἐν τῷ βουλευτηρίῳ.
… ἤγουν οὐ καταφρονήσεις με ἐπὶ τῶν δημοτῶν ὡς ἐπὶ βουλευτηρίου.
ἴωμεν δεῦρο ἵνα ἀπέλθωμεν.
ἴωμεν ἔλθωμεν· ἔδοξε γὰρ παρευδοκιμεῖν αὐτὸν ἐν τῇ βουλῇ.
μηδὲν ἡμᾶς ἰσχέτω: μηδὲν ἡμᾶς ἐπισχέτω, μηδὲν ἐμπόδιον ἔστω.
ἰσχέτω ἐμποδιζέτω.
ὦ Δῆμε, δεῦρʼ ἔξελθε: ὁ Κλέων ἐστὶν ὁ λέγων. διὰ δὲ τῆς οἰκειότητος τῶν ὀνομάτων τὸν Δῆμον κολακεύει καὶ προσεταιρίζεται, τὸ «πάτερ» προσφωνῶν αὐτόν, ἵνα κἀκεῖνος ὡς περὶ παιδὸς φρονῇ. εἶτα ὁ ἀλλαντοπώλης «ἔξελθε δῆτʼ ὦ Δημίδιον φίλτατον», καὶ αὐτὸς ἀντικολακεύων φησίν.
ὦ πάτερ κολακεύων τὸ «πάτερ» ὁ Κλέων εἶπεν.
διὰ τῆς οἰκειότητος τῶν ὀνομάτων τὸν Δῆμον κολακεύει. τὸ δὲ «πάτερ» εἶπε, ἵνα κἀκεῖνος ὡς περὶ παιδὸς φρονῇ καὶ χαρίσηται αὐτῷ.
Δημίδιον καὶ αὐτὸς ἀντικολακεύων φησὶν ὑποκοριστικῶς.
ἄπιτʼ ἀπέλθετε.
τὴν εἰρεσιώνην μου: κλάδος ἐλαίας ἐρίοις περιπεπλεγμένος. ἐξήρτηντο δὲ αὐτοῦ ὡραῖα πάντα ἀκρόδρυα. πρὸ δὲ τῶν θυρῶν ἱστᾶσιν αὐτὴν εἰσέτι καὶ νῦν. ποιοῦσι δὲ τοῦτο κατὰ παλαιόν τι χρηστήριον. οἱ μὲν γάρ φασιν ὅτι λιμοῦ, οἱ δὲ ὅτι καὶ λοιμοῦ τὴν πᾶσαν κατασχόντος οἰκουμένην, χρωμένων τίνα ἂν τρόπον παύσαιτο τὸ δεινόν, τὴν λύσιν ταύτην ὁ Πύθιος ἐμαντεύσατο, εἰ προηρόσιον ὑπὲρ ἁπάντων Ἀθηναῖοι θύσειαν. θυσάντων οὖν τῶν Ἀθηναίων τὸ δεινὸν ἐπαύσατο. καὶ οὕτως ὥσπερ χαριστήριον οἱ πανταχόθεν τοῖς Ἀθηναίοις ἐξέπεμπον τῶν καρπῶν ἁπάντων τὰς ἀπαρχάς. ὅτε δὴ καὶ Ἄβαρίν φασι τὸν Ὑπερβόρειον ἐλθόντα θεωρὸν εἰς τὴν Ἑλλάδα, Ἀπόλλωνι θητεῦσαι καὶ οὕτω συγγράψαι τοὺς χρησμοὺς τοὺς νῦν ποσαγορευομένους Ἀβάριδος. ὅθεν εἰσέτι καὶ νῦν, ἐπειδὰν ἀνιστῶσι τὸν κλάδον, λέγουσι ταῦτα· εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀναψήσασθαι, καὶ κύλικʼ εὔζωρον, ὡς ἂν μεθύουσα καθεύδῃ. ἄλλως: Πυανεψίοις καὶ Θαργηλίοις Ἡλίῳ καὶ Ὥραις ἑορτάζουσιν Ἀθηναῖοι. φέρουσι δὲ οἱ παῖδες τούς τε θάλλους ἐρίοις περιειλημένους, ὅθεν εἰρεσιῶναι λέγονται, καὶ τούτους πρὸ τῶν θυρῶν κρεμῶσιν. ἐξήρτηντο δὲ τῶν θάλλων αἱ ὧραι.
τὴν εἰρεσιώνην τὰ στέμματά μου.
κατεσπαράξατε ὤθουν γὰρ ἀλλήλους.
ἱστορία περὶ τῆς εἰρεσιώνης: Πυανεψιῶνι καὶ Θαργηλιῶνι μηνί, ἤτοι δεκεμβρίῳ καὶ ἰουλίῳ κατὰ Ῥωμαίους, Ἡλίῳ καὶ Ὥραις ἑορτάζουσιν Ἀθηναῖοι. φέρουσι δὲ οἱ παῖδες τότε θάλος ἐλαίας ἐρίοις περιπεπλεγμένον, ὅπερ εἰρεσιώνην ἐκάλουν. οἱ δέ φασιν ὅτι στεφάνοις περιεστέφοντο τοιούτοις, ἐξήρτηντο δὲ αὐτοῖς πάντα ὡραῖα ἀκρόδρυα, ὧν καὶ μετὰ τὴν θυσίαν πρὸ τῶν θυρῶν κρεμῶσι. ποιοῦσι δὲ τοῦτο κατὰ παλαιόν τινα χρησμόν. οἱ μὲν γάρ φασιν ὅτι λιμοῦ, οἱ δὲ ὅτι καὶ λοιμοῦ πᾶσαν κατασχόντος τὴν οἰκουμένην, χρωμένων τίνι ἂν τρόπῳ παύσαιτο τὸ δεινόν, τὴν λύσιν ταύτην ὁ Πύθιος ἐμαντεύσατο, εἰ προηρόσιον ὑπὲρ ἁπάντων Ἀθηναῖοι θύσειαν. θυσάντων οὖν τὸ δεινὸν ἐπαύσατο. καὶ οὕτως ὥσπερ χαριστήριόν τι πανταχόθεν τοῖς Ἀθηναίοις ἐξέπεμπον πάντες ἄνθρωποι τῶν καρπῶν ἁπάντων τὰς ἀπαρχάς. ὅτε δὴ καὶ Ἄβαρίν φασι τὸν Ὑπερβόρειον ἐλθόντα ἐπὶ ἱστορίᾳ τῆς Ἑλλάδος Ἀπόλλωνι θητεῦσαι καὶ οὕτω συγγράψαι τοὺς χρησμοὺς τοὺς νῦν καλουμένους Ἀβάριδας. ὅθεν εἰσέτι καὶ νῦν ἐπειδὰν ἀντιστῶσι τὸν κλάδον λέγουσι ταῦτα· εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀναψήσασθαι καὶ κύλικʼ εὔζωρον, ὡς ἂν μεθύουσα καθεύδῃ.
τὴν εἰρεσιώνην τὸν στέφανον.
ὦ Παφλαγών ὦ Κλέων.
τουτουῒ τοῦ ἀλλαντοπώλου.
τῶν ὑπό.
τουτουῒ κοινή.
τῶν νεανίσκων τῶν ἱππέων.
τιή διατί.
σὺ δʼ εἶ τίς: τῷ ἀλλαντοπώλῃ λέγει.
ἐτεόν ἀληθές.
τουτουὶ τοῦ Κλέωνος.
ἐρῶν ἐφιέμενος.
… ἤγουν ἐρῶσί σε. Γ
ἀλλʼ οὐχ οἷοί τʼ ἐσμέν: ἀλλʼ οὐ δυνάμεθα προσιέναι οὐδʼ εὖ ποιεῖν, κωλυόμενοι, φησίν, ὑπὸ τοῦ Κλέωνος.
οἷοί τʼ δυνατοί.
ἐρωμένοις ἀγαπωμένοις.
λυχνοπώλῃσιν: διʼ Ὑπέρβολον. καὶ αὐτὸς γὰρ δημαγωγὸς ἦν λυχνοποιὸς ὤν. «νευρορράφοις» δέ φησι διὰ τὸν προβατοπώλην Λυσικλέα.
λυχνοπώλαισιν διὰ τὸν Ὑπέρβολον λέγει, ὃς ἦν λυχνοποιός.
νευρορράφοις διὰ τὸν προβατοπώλην Λυσικλέα.
σκυτοτόμοις καὶ βυρσοπώλαισι: Κλέωνι καὶ Λυσικλεῖ. ὀνειδίζει δὲ πάλιν Κλέωνι, ἀφʼ οἵας τέχνης ἄγει καὶ φέρει τὴν πόλιν.
δίδως: παρέχεις, ἢ πιστεύεις σεαυτόν.
σκυτοτόμοις καὶ βυρσοπώλαις διὰ τὸν Κλέωνα καὶ τὸν Λυσικλέα.
τί δρῶν ἤγουν εὐεργετεῖς.
νυν δή.
ὑποδραμὼν τῶν ἐκ Πύλου: ἀντὶ τοῦ προδραμών, καταδραμὼν τοὺς ἐν Πύλῳ στρατηγούς. ὅτι συνεχῶς μέμνηται τοῦ ἐν Πύλῳ κατορθώματος. ἄλλως: ὑφαρπάσας, διὰ τὴν νίκην τὴν ἐν Πύλῳ. ἐν σχήματι δὲ εἶπεν ἀντὶ τοῦ τοὺς στρατηγούς.
ὑποδραμὼν ὑφαρπάσας, νικήσας διὰ τὴν νίκην τὴν ἐν Πύλῳ. ἐκ μεταφορᾶς δὲ τοῦτο εἴρηκε τῶν δρομέων.
ἐκεῖσε εἰς τὴν Πύλον.
ἤγαγον ἔφερον ἐν Ἀθήναις αἰχμαλώτους.
ἀπʼ ἐργαστηρίου: ἵνα μηδὲ ἐν τούτοις ἀπολείπεσθαι δοκῇ τοῦ Κλέωνος ὁ ἀλλαντοπώλης, ἔδοξέ πως ὅμοιον ἐξευρηκέναι πρᾶγμα τοῖς ἐκείνῳ πεπραγμένοις. οὐ γὰρ ὁ Κλέων, φησί, μόνος ἀλλοτρίαν νίκην ὑφήρπασεν, ἀλλὰ καὶ αὐτὸς ἐκ τῆς πόλεως μέσης ἔκ τινος ἐργαστηρίου, φησί, χύτραν ὑφειλόμην, ἄλλου κατασκευάσαντος ἑαυτῷ τροφήν· ὡς κἀκεῖνος τὸ ἀλλότριον κατόρθωμα ἴδιον ἐποιήσατο.
ἕψοντος σφάζοντος.
ἕψοντος ὄνομα ἀντιτίθησι καὶ οὗτος ἐκ τῆς οἰκείας τέχνης.
αὐτίκα εὐθέως καὶ παραχρῆμα. ἡ σύνταξις Ἀττική.
νῶϊν συνίζησις.
διάκρινον: σύγκρινον ἢ ἀντεξέτασον τίς ἐστί σοι μᾶλλον εὔνους.
πλὴν μὴ ʼν τῇ πνυκί: ὡς ἂν ἐν τῇ συνόδῳ ἀνόητα δρῶντος τοῦ δήμου. ἡ δὲ πνὺξ τόπος ἐστὶν ἐν ᾧ τὸ παλαιὸν ἐκκλησίαζον.
ἀλλʼ εἰς τὸ πρόσθεν χρὴ παρεῖναι: εἰς τὴν αὔριον χρὴ παρεῖναι ἅπαντας καὶ συνελθεῖν.
εἰς τὸ πρόσθεν εἰς τὴν ὑστεραίαν.
ὁ γὰρ γέρων οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος: ὁ δῆμος. διʼ ἥντινα δὲ αἰτίαν γέροντα καλεῖ τὸν δῆμον, φθάσαντες προειρήκαμεν· διὰ τὸ ἀρχαιοτάτην εἶναι πασῶν τὴν τῶν Ἀθηναίων πόλιν καὶ πρεσβυτάτην, διὰ τὸ καὶ πρώτην ἐκφῦναι.
γέρων ὅτι ἀρχαῖος ὁ τῶν Ἀθηναίων δῆμος.
δεξιώτατος ἀγαθὸς καὶ φιλανθρωπότατος καὶ προσηνέστατος.
τῆς πέτρας ἤγουν τῆς πνυκός.
τῆς πέτρας τῆς πυκνός· ὀρεινὴ γὰρ ἦν ὡς ἔοικεν.
ὥσπερ ἐμποδίζων ἰσχάδας: σῦκα. ὥσπερ, φησίν, οἱ τὰς ἰσχάδας ἐσθίοντες ἀνεμποδίστως καὶ λάβρως αὐτὰς ἐσθίουσι, τὸν αὐτὸν τρόπον καὶ ὁ δῆμος, ἐπειδὰν ἐν τῇ πνυκὶ καθεσθῇ, κατακρίνει καὶ δημεύει. καὶ ὥσπερ οἱ τὰς ἰσχάδας ἐσθίοντες οὐκ ἂν μεταδοῖεν εὐχερῶς τινι, οὕτως οὐδὲ ὁ δῆμος ἐκεῖσε δικάζων οὐκ ἂν φιλανθρωπεύσαιτο ῥᾳδίως. ἄλλως: ἐπειδὴ εἴωθε τὰ παιδία παίζοντα ἀναβάλλειν τὰς ἰσχάδας, καὶ τῷ στόματι αὐτῶν δέχεσθαι. Ἀρίσταρχος δὲ τὸ «ἐμποδίζων» ἀντὶ τοῦ μασώμενος ἢ ἐμφορούμενος. ἔνιοι δὲ ἀπὸ τοῦ τὸν σῦκα λαμβάνοντα χάσκειν. οἱ δέ, παιδιάν τινα. ἄλλως: Σύμμαχος οὕτως· ἀπὸ τῶν μελισσῶν ἡ μεταφορά. εἰώθασι γὰρ οἱ μελισσουργοὶ ἰσχάδας συγκεκομμένας ῥίπτειν ταῖς μελίσσαις, ἐπὰν διὰ κρύος ἢ χειμῶνα ἐξιέναι κατοκνῶσιν ἐκ τῶν σίμβλων, ἵνα ἔνδοθεν ἐσθίωσι. Ἀρίσταρχος δὲ ὅτι μασώμενοι τὰς ἰσχάδας ταῖς μελίτταις ῥίπτουσιν ἃ τοῖς ποσὶ τρίβουσιν. ἄλλως: ἐπειδὴ οἱ παῖδες περιτιθέντες ταῖς συκαῖς βρόχον εἰώθασιν ἐσθίειν ἐπιθυμοῦντες τῶν σύκων, εἶτα ὑπὸ τοῦ πάνυ γλίχεσθαι κεχήνασιν.
ἐμποδίζων ἰσχάδας ἐμποδίζω δοτικῇ· ἴσχω δέ, ὅπερ ἐστὶν αὐτοσήμαινον, αἰτιατικῇ.
ὥσπερ οἱ τὰς ἰσχάδας, φησίν, ἐσθίοντες οὐκ ἂν μεταδοῖεν εὐχερῶς ἑτέρῳ, οὕτως οὐδὲ ὁ δῆμος ἐκεῖ δικάζων οὐκ ἂν φιλανθρωπεύσαιτο ῥᾳδίως. ἢ ὅτι εἴωθε τὰ παιδία παίζοντα ἄνω ῥίπτειν τὰς ἰσχάδας ἢ τὰς τῶν βοτρύων ῥάγας καὶ τῷ στόματι αὐτὰς κατιούσας δέχεσθαι χαίνοντα. ἢ ὅτι τὰ ἐπὶ ταῖς συκαῖς σῦκα διὰ καλάμων ἀποσπῶντα κεχηνότα ταῦτα ὑποδέχεται τῷ στόματι.
ἰσχάδας σῦκα.
νῦν δή σε: διπλῆ καὶ στίχοι εʹ, ὧν ὁ μὲν πρῶτος καὶ τέταρτος καὶ πέμπτος ἴαμβοι τετράμετροι καταληκτικοί, ὁ δὲ δεύτερος καὶ ὁ τρίτος ἐξ ἰάμβων διμέτρων καὶ ἰθυφαλλικῶν. εἶτα ἐν ἐκθέσει ἐστὶ τὸ ἔθιμον, δίστιχος ἀνάπαιστος τετράμετρος καταληκτικός· ὑφʼ ὃ διπλῆ καὶ ἑξῆς στίχοι ὁμοίως ξʹ.
νῦν δεῖ σε πάντα κάλων: κορωνὶς καὶ εἴσθεσις χοροῦ, ἐπῳδικὴ μὲν διὰ τὸ μετὰ τὴν κορωνίδα κεῖσθαι, μεσῳδικὴ δὲ διὰ τὸ ἑξῆς εἰσάγεσθαι ἑτέραν διπλῆν, ἐκ στίχων εʹ. ὧν οἱ μὲν γʹ ἀσυνάρτητοι ἐξ ἰαμβικοῦ διμέτρου ἀκαταλήκτου τοῦ καλουμένου Ἀνακρεοντείου καὶ τροχαϊκοῦ ἰθυφαλλικοῦ τοῦ καλουμένου Ἀρχιλοχείου. καλεῖται δὲ τὰ τοιαῦτα ἀσυνάρτητα Εὐριπίδεια. εἰσὶ γὰρ ὅμοια τῷ Εὐριπιδείῳ τῷ «ἑῷος ἡνίχʼ ἱππότης ἐξέλαμψεν ἀστήρ.» οἱ δὲ ἑξῆς βʹ ἰαμβικοὶ τετράμετροι καταληκτικοί. ἐν ἐκθέσει δὲ στίχοι βʹ ἀναπαιστικοὶ τετράμετροι καταληκτικοί. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλῆ.
κάλων: παροιμία, πάντα δὴ κάλων κινεῖν. εἴληπται δὲ ἀπὸ τῶν πλεόντων καὶ χειμαζομένων. φησὶν οὖν, πάντα κίνει πράγματα καὶ πάντα μηχανῶ κατὰ τοῦ Κλέωνος, ἵνʼ αὐτοῦ περιγένῃ. κάλων δὲ τὸ σχοινίον. τροπικῶς δὲ ὡς ἐπὶ τοῦ ἱστοῦ λέγει· ἁπλοῦν σε δεῖ τὰ ἄρμενα, οἷον πάντα κινεῖν ὑπὲρ τοῦ περιγενέσθαι αὐτοῦ.
πάντα δεῖ κάλων ἐξιέναι: κάλων, σχοινίον τροπικῶς· ἐπὶ τοῦ ἱστοῦ λέγεται, «ἁπλοῦν σε δεῖ τὰ ἄρμενα.» ἔστι δὲ παροιμιακόν. φησὶν οὖν, πάντα κίνει πράγματα καὶ πάντα μηχανῶ περὶ τοῦ Κλέωνος, ἵνα αὐτοῦ περιγένῃ. εἴρηται, πάντα δεῖ κάλων κινεῖν. τοῦτο παροιμία· εἴληπται δὲ ἀπὸ τῶν πλεόντων καὶ χειμαζομένων.
ἐξιέναι μετέρχεσθαι, κινεῖν.
τὸ πάντα κάλων κινεῖν παροιμία ἐστίν. εἴληπται δὲ ἀπὸ τῶν πλεόντων καὶ χειμαζομένων καὶ πάντα κάλων κινούντων καὶ ῥιπτόντων σὺν ταῖς ἀγκύραις ἐν θαλάσσῃ, ὥστε τοῦ κλύδωνος ῥύσασθαι τὸ πλοῖον. φησὶν οὖν κἀνταῦθα ὅτι πάντα τρόπον κίνει ὥστε περιγενέσθαι τοῦ Κλέωνος.
κάλων σχοινίον.
ἐξιέναι ἐκβαλεῖν ὥστε περιγενέσθαι αὐτοῦ.
θούριον ὁρμητικόν.
φορεῖν ἔχειν.
ἀφύκτους καὶ οὓς οὐκ ἔστι τινὰ δυνατὸν ἐκφυγεῖν.
ποικίλος ἐπὶ πολλὰ τὴν γνώμην ἄγων.
ποικίλος πολυμήχανος.
ὅτοισι ἤγουν οἷστισι.
ὑπερβαλεῖ νικήσεις.
ποικίλος ἐπὶ πολλὰ τὴν γνώμην ἄγων καὶ περιεργαζόμενος καὶ πονηρευόμενος.
κἀκ τῶν ἀμηχάνων: ἐκ τῶν ἀπόρων εὐπόρους ἀφορμὰς καὶ εὐαφόρμους καὶ συνέτους, λόγων εὐπορίας.
ἀμηχάνων μὴ ἐχόντων τινὰ μηχανήν, ἀπόρων, ἀδυνάτων.
πορίζων ἐξευρίσκων.
πρὸς ταῦθʼ ὅπως ἔξει: διὰ ταῦτα φρόντιζε ὅπως ἐπεξελεύσῃ καὶ λαμπρὸς δόξῃς εἶναι. ἀλλὰ φυλάσσου καὶ ἐπιτήρει.
πολὺς καὶ λαμπρὸς πλήρης λόγων καὶ φρονήματος.
ὅπως ἔξει ὅρα, μελέτα ἐξελεύσεσθαι.
προσκεῖσθαι ἐπιθέσθαι.
φυλάττου ἐπιτήρει.
τοὺς δελφῖνας μετεωρίζου: δελφὶς ὄργανον ναυτικόν. «μετεωρίζου» δέ, τουτέστιν εἰς ὕψος αἶρε. ἐπεὶ καὶ τῶν θαλασσίων δελφίνων τὰ πηδήματα μετέωρα. μέμνηται δὲ καὶ Θουκυδίδης. ἄλλως: δελφὶς ἐξάρτημα τῶν νεῶν. ἀγκυρώματα. ἄλλως: σιδηροῦν κατασκεύασμα ἢ μολίβδινον εἰς δελφῖνα ἐσχηματισμένον. τοῦτο δὲ ἐκ τῆς κεραίας τοῦ ἱστοῦ αἱ ναυμαχοῦσαι ἠφίεσαν εἰς τὰς τῶν πολεμίων, καὶ κατεδύοντο. δηλοῦται δὲ ὑπὸ Φερεκράτους ἐν τοῖς Ἀγρίοις, ὅταν λέγῃ ὁ δὲ δὴ δελφίς ἐστι μολιβδοῦς, δελφινοφόρος τε κεροῦχος, ὃς διακόψει τοὔδαφος αὐτῶν ἐμπίπτων καὶ καταδύων. καὶ Θουκυδίδης δελφινοφόρον εἴρηκε τὴν ναῦν ἐξηρτῆσθαι.
τὴν ἄκατον παραβάλλου: ἑτοίμην ποίει· ὡς εἴ τις κίνδυνος ἐκ τοῦ ἀνέμου εἰς αὐτὴν ἐμβησομένοις.
παραβάλλου ἤγουν ᾠκονομημένην ἔχε.
δελφίς ἐστιν ὄργανόν τι ναυτικὸν σιδηροῦν ἢ μολύβδινον εἰς δελφῖνα ἐσχηματισμένον. τοῦτο δὲ ἐκ τῆς κεραίας τοῦ ἱστοῦ αἱ ναυμαχοῦσαι νῆες ἠφίεσαν εἰς τὰς τῶν πολεμίων, καὶ κατεδύοντο. «μετεωρίζου» δέ φησιν ἀντὶ τοῦ εἰς ὕψος αἶρε, ἐπεὶ καὶ τῶν θαλασσίων δελφίνων μετέωρα τὰ πηδήματα. καὶ Θουκυδίδης δὲ δελφινοφόρον εἴρηκε τὴν ναῦν τὴν ἐξηρτημένον ἔχουσαν δελφῖνα τοιοῦτον.
δελφῖνας ναυτικὸν ὄργανον.
μετεωρίζου εἰς ὕψος αἶρε.
παραβάλλου ἑτοιμὴν ποιοῦ.
τῇ μὲν δεσποίνʼ Ἀθήνῃ: ἐντεῦθεν δοκεῖ μοι καὶ Δημοσθένης ὠφεληθεὶς τὸ προοίμιον εἰληφέναι ἐν τῷ περὶ τοῦ στεφάνου λόγῳ. φησὶ γὰρ οὕτως· «πρῶτον μὲν ὦ Ἀθηναῖοι τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχων διατελῶ τῇ τε πόλει».
βέλτιστος ἀνὴρ: εὔνους καὶ ἄριστος.
μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλάβακχαν: Λυσικλῆς ὡς προβατοκάπηλος διεβάλλετο. Κύννα δὲ καὶ Σαλάβακχα τῶν θαυμαζομένων ἑταιρίδων.
Λυσικλέα οὗτος ὡς προβατοκάπηλος διεβάλλετο.
Κύνναν καὶ Σαλάβακχαν αὗται τῶν θαυμαζομένων ἑταιρίδων.
μηδὲν δράσας: μηδὲν σπουδαῖον διαπραξάμενος. ἄλλως: μηδὲν διαπραξάμενος ἔργον σπουδαῖον καὶ μέγα. φησὶ γὰρ ὅτι ἐπὶ μεγάλοις κατορθώμασι τὴν τιμὴν ταύτην Ἀθηναῖοι παρεῖχον τοῖς ἀγαθόν τι εὐεργετήσασιν αὐτούς. νῦν οὖν σκώπτει τὸν Κλέωνα, διʼ ὧν αὐτὸν ὁμολογοῦντα ποιεῖ, ὅτι μηδὲν διαπραξάμενος τοιοῦτον ἔργον, τῆς ἐν πρυτανείῳ σιτήσεως μετέσχεν.
μηδὲν δράσας: μηδὲν σπουδαῖον διαπραξάμενος τῆς ἐν πρυτανείῳ σιτήσεως ἔτυχε· σκώπτει δὲ τὸν Κλέωνα διʼ ὧν αὐτὸν ὁμολογοῦντα ποιεῖ.
μηδὲν δράσας μηδὲν σπουδαῖον διαπραξάμενος. σκώπτει δὲ τὸν Κλέωνα ὡς μηδὲν διαπραξάμενον καὶ τυχόντα τῆς σιτήσεως.
φησὶν ὅτι ἐπὶ μεγάλοις κατορθώμασιν τὴν ἐν πρυτανείῳ σίτησιν παρεῖχον Ἀθηναῖοι τοῖς προτέροις τῶν στρατηγῶν. νῦν δὲ μηδὲν διαπραξάμενος Κλέων τοιοῦτον ταύτης τῆς τιμῆς ἔτυχεν.
περί σου μάχομαι: τουτέστιν ἀνθιστάμενος τοῖς ἀδικεῖν σε προαιρουμένοις.
ἀντιβεβληκώς: ἀντὶ τοῦ πρὸς βίαν ἀγωνιζόμενος. εἴρηται δὲ ἀπὸ τῶν τοὺς ἵππους ἐλαυνόντων, ἢ τῶν τούτους ἁβήναις ἑλκόντων.
περί σου μάχομαι ἀνθιστάμενος καὶ ἐναντιούμενος τοῖς ἀδικεῖν βουλομένοις.
ἀντιβεβληκώς πρὸς βίαν ἀγωνιζόμενος.
λέπαδνα: οἱ στηθιαῖοι λῶροι· τοῦτο δὲ ὡς βυρσοπώλης εἶπεν. ἄλλως: λεπτότατα καὶ εἰς πολλὰ μέρη διῃρημένα. ἀπὸ δὲ τοῦ τεμνομένου χείλους τῇ μεταφορᾷ τῶν ὀνομάτων ἐχρήσατο, παίζων ὁμοῦ καὶ εἰς τὴν τέχνην Κλέωνος διὰ τὰς κατατεμνομένας βύρσας. λείπει δὲ ἡ «εἰς», εἰς λέπαδνα.
κατατμηθείην τε λέπαδνα ὡς βυρσοπώλης εἶπεν εἰς μέρη διατμηθείην καὶ λωροτομηθείην.
εἰ μή σε φιλῶ: ἔπαιξε κἀνταῦθα τοιούτοις ὀνόμασι διὰ τὸ μάγειρον αὐτὸν εἶναι. πειρᾶται δὲ εἷς ἕκαστος αὐτῶν μᾶλλον φανῆναι τὸν Δῆμον φιλῶν, ἵνʼ εὔνουν ἑαυτῷ κατασκευάσῃ.
ἑψοίμην ἐν περικομματίοις: τοῖς περιαιρέμασι τῶν κρεῶν. ἑψηθείην οὖν σὺν αὐτοῖς περικόμμασιν.
κεἰ μὴ τούτοισι: εἰ μὴ τούτοις ἀρκῇ τοῖς ῥήμασι, καὶ εἰ μὴ πιστεύσεις, φησί, τούτῳ μου τῷ ὅρκῳ, ὀμοῦμαί σοι καὶ ἕτερον ὅρκον μείζονα.
πέποιθας θαρρεῖς.
περικομματίοις περιαιρέμασι τῶν κρεῶν, ἃ οἱ μάγειροι ἀφαιροῦνται.
κεἰ μὴ τούτοισι εἰ μὴ πιστεύεις τούτῳ τῷ ὅρκῳ, καὶ ἕτερα ὀμοῦμαί σοι μείζονα.
κατακνησθείην: καταξεσθείην εἰς ἰσχνὰ μέρη καὶ ἀναλωθείην· καὶ τοῦτο δὲ ἀπὸ τῆς τέχνης παρείληφε τῆς αὐτοῦ. καὶ Ὅμηρος· «κνήστι χαλκείῃ». μυττωτὸν δὲ τὸ τῶν σκορόδων τρίμμα μετὰ τυροῦ καὶ ἐλαίου καὶ μέλιτος καὶ πράσου. τῷ «μυττωτῷ» δὲ εἶπε παίζων ἴσως πρὸς τὸ Ὁμηρικόν.
ταυτησὶ τὴν τράπεζαν δεικνὺς τὴν μαγειρικήν.
ταυτησὶ τῆς μαγειρικῆς τραπέζης.
κατακνησθείην καταξεσθείην εἰς ἰσχνὰ μέρη.
μυττωτῷ τῷ τῶν σκορόδων τρίμματι καὶ τυροῦ καὶ ἐλαίου καὶ μέλιτος καὶ πράσου.
κρεάγρᾳ: εἶδος ἐργαλείου μαγειρικοῦ χειρὶ παρεοικός, μόνον ἐγκεκαμμένον τοὺς δακτύλους, ἀνιμῶσα τὰ ζεστὰ διὰ τὸ τὰς χεῖρας καίεσθαι. κρεάγρα δὲ εἴρηται ἀπὸ τοῦ τὰ κρέα τὰ ἐπὶ τοῖς λέβησιν ἀγρεύειν καὶ ἀνασπᾶν.
ὀρχιπέδων: τοῦτο οὐχ ἁπλῶς, ἀλλʼ ἀφʼ ἱστορίας, ὡς καὶ αὐτὴν τὴν κόλασιν τοῖς πονηροῖς προσαγόντων τῶν Ἀθηναίων.
εἰς Κεραμεικόν: τόπος Ἀθηνῶν οἱ Κεραμεικοί· θεῶν τὰ ἀγάλματα ἐκεῖσε ἱδρυμένα. ἄλλως: δῆμος τῆς Ἀττικῆς. δύο δὲ Κεραμεικοὶ Ἀθήνησιν .... ἐν δὲ τῷ ἑτέρῳ ἦσάν τε καὶ προεστήκασιν αἱ πόρναι.
κρεάγρᾳ εἶδος ἐργαλείου μαγειρικοῦ τὰ κρέατα ἐκ τῶν λεβήτων ἐξαίρουσα.
Κεραμεικόν δύο τόποι ἐν Ἀθήναις ἐν οἷς ἵσταντο ἀγάλματα θεῶν καὶ ἀγῶνες ἐτελοῦντο οὕτω καλούμενοι.
ἀπέδειξα: φανερὰ ἐποίησα.
τοὺς μὲν στρεβλῶν, τοὺς δʼ ἄγχων: δηλοῖ διὰ τούτων τῶν ὀνομάτων τὸ βίαιον τῆς ἀπαιτήσεως, εἴ πως δύναιτο πεῖσαι τοὺς Ἀθηναίους μὴ εἶναι περὶ τὰς ἀπαιτήσεις τῶν πολιτικῶν χρημάτων βαρεῖς.
μεταιτῶν: τοὺς μὴ ὀφείλοντας δηλονότι. λῆρον δὲ ἐποίησε διὰ τῆς ἀνταποδόσεως τὸ νόημα, εἰπὼν ὅτι τοὺς μὲν μετὰ βίας εἰσέπραττον τῶν χρεωστουμένων, τοὺς δὲ μὴ ὀφείλοντας μετῄτουν.
ἄγχων πνίγων.
τοὺς μὲν στρεβλῶν, τοὺς δʼ ἄγχων διὰ τούτων τῶν ὀνομάτων δηλοῖ τὸ βίαιον τῆς ἀπαιτήσεως.
οὐ φροντίζων: τὸ λεγόμενον τοιοῦτόν ἐστιν. ἐν δευτέρῳ τὴν πρὸς τοὺς ἰδιώτας ἀπέχθειαν ἐποιούμην, ἕνεκα τοῦ ἀποθεραπεῦσαι τὴν πόλιν.
οὐ φροντίζων ἤγουν ἐν δευτέρῳ λόγῳ τιθέμενος τὴν τῶν ἰδιωτῶν ἀπέχθειαν ἕνεκα τοῦ ἀποθεραπεῦσαι τὴν πόλιν.
σεμνόν μέγα.
ἄρτους ἀλλοτρίους: τοὺς βιαίως ἀφαιρουμένους. σκώπτει δὲ τὸν Κλέωνα ἀπὸ τῶν ἀλλοτρίων φιλοτιμούμενον. ἀπὸ δὲ τῆς αὐτοῦ τέχνης ὁρμώμενος πάλιν τοῦ ἀλλαντοπώλου μέμνηται.
σκώπτει τὸν Κλέωνα πάλιν ἐπὶ τῷ τἀλλότρια ἁρπάζειν φιλοτιμούμενον, καὶ αὐτὸς πρὸς τὴν οἰκείαν τέχνην ἁρπάζειν ἄρτους ὑπισχνεῖται καὶ προσάγειν αὐτῷ.
παραθήσω εἰς ἑστίασιν.
ὅτι τῆς ἀνθρακιᾶς ἀπολαύει: ὅτι τῶν σῶν ἀγαθῶν ἀπολαύει. χρησιμεύει γὰρ ἡ ἀνθρακιὰ τῷ χειμῶνι, καὶ τοὺς ἔχοντας οἱ ἄλλοι περικάθηνται βουλόμενοι εἰσδῦναι.
τῆς ἀνθρακιᾶς τῆς ἐν πρυτανείῳ σιτήσεως.
αὔθʼ αὐτό.
τῆς ἀνθρακιᾶς τῶν σῶν ἀγαθῶν.
διεξιφίσω: ἐπολέμησας πρὸς τοὺς Μήδους, τοῖς ξίφεσι κατʼ αὐτῶν ἐχρήσω.
ἐν Μαραθῶνι: τόπος τῆς Ἀττικῆς, εἰς ὃν ἐνώρμησαν Δᾶτις καὶ Ἀρτάβαζος, Μηδικοὶ σατράπαι, πεμφθέντες ὑπὸ Δαρείου βασιλέως καταδουλώσασθαι τὴν Ἑλλάδα. ἔνθα συμβαλόντες αὐτοῖς οἱ Ἀθηναῖοι Μιλτιάδου στρατηγοῦντος, μόνων Πλαταιέων συμμαχησάντων αὐτοῖς χιλίοις ἀνδράσι καὶ οὕτω πληρωθέντος τοῦ ἀριθμοῦ τῆς Ἑλληνικῆς δυνάμεως, τῆς περσικῆς καὶ τοῖς Ἕλλησι τῆς ἐλευθερίας αἴτιοι κατέστησαν, μόνοι ἐξ ἁπάντων τῶν Ἑλλήνων τὸν πρῶτον τῶν Περσῶν διαφθείραντες.
ἱστορία περὶ τῆς ἐν Μαραθῶνι μάχης Περσῶν: Δᾶτις καὶ Ἀρτάβαζος, Μήδων σατράπαι, πεμφθέντες ὑπὸ Δαρείου βασιλέως καταδουλώσασθαι τὴν Ἑλλάδα ἐνώρμισαν εἰς Μαραθῶνα, τόπον περὶ τὴν Ἀττικήν, ἔνθα συμβαλόντες αὐτοῖς Ἀθηναῖοι Μιλτιάδου στρατηγοῦντος, μόνων Πλαταιέων συμμαχούντων αὐτοῖς χιλίοις ἀνδράσιν ὡς ἐξισωθῆναι τῇ Περσῶν δυνάμει τὴν τῶν Ἀθηναίων δύναμιν, τοῖς Ἕλλησι πᾶσιν ἐλευθερίας μόνοι κατέστησαν αἴτιοι, τὸν πρῶτον τῶν Περσῶν διαφθείραντες.
Μαραθῶνι τόπος τῆς Ἀττικῆς.
ἐγγλωττοτυπεῖν: τὴν γλῶσσαν ψοφεῖν τὰ κατορθώματα, ἢ σεμνολογεῖν τὰ ἐκείνων κατορθώματα καὶ ἀεὶ ἐπὶ γλώττης ἔχειν.
ἐγγλωττοτυπεῖν διὰ γλώττης ψοφεῖν, σεμνολογεῖν τὰ κατορθώματα.
ἐγγλωττοτυπεῖν τὴν γλῶτταν κινεῖν καὶ ᾄδειν τἀκεῖ κατορθώματα.
ἐπὶ ταῖς πέτραις: ἐπὶ τῶν βάθρων τῆς πνυκός.
ῥαψάμενός σοι τουτὶ φέρω: παρεπιγραφή· δείκνυσι γὰρ αὐτῷ προσκεφάλαιον, ὅ φησι παρασκευάσαι, ἵνα μὴ ἐπὶ ψιλοῖς τοῖς βάθροις ἐπικαθέζηται, ἀπʼ ἀρχῆς τὴν περὶ τὸν Δῆμον εὔνοιαν δεικνύς.
ἀλλʼ ἐπαναίρου: ἐπανίστασο καὶ ἐπεγείρου, ἵνα ὑποθῶ τῷ καθίσματι τὸ προσκεφάλαιον.
ἐπαναίρου ἐπανίστασο.
τουτὶ φέρω τὴν αὑτοῦ εὔνοιαν δεῖξαι βουλόμενος προσκεφάλαιον δείκνυσιν αὐτῷ.
ἵνα μὴ τρίβῃς: ἵνα μὴ ἐκτρίψῃς μηδὲ διαφθείρῃς τὴν ἐν Σαλαμῖνι καμοῦσαν πυγὴν ἐν ναυμαχίᾳ. ἀπὸ δὲ Μαραθῶνος Σαλαμῖνος μέμνηται, ὅπου ναυμαχία Περσῶν ἐγένετο, ἐν Μαραθῶνι δὲ πεζομαχία. κεῖται δὲ ἡ Σαλαμὶς ὀλίγον πρὸ τῆς Ἐλευσῖνος πόλεως, ἱερᾶς Δήμητρος καὶ Κόρης, πλήρης οὖσα κατορθωμάτων Ἑλληνικῶν. καὶ γὰρ ἐνταῦθα πολλὰς τῶν Περσῶν Ἀθηναῖοι κατεναυμάχησαν τριήρεις ὀλίγῳ ἀριθμῷ, Θεμιστοκλέους στρατηγοῦντος. ἔνθα καὶ πέτρα Εἰρεσία, οὕτω καλουμένη ὥσπερ διὰ τοῦ ὀνόματος τρόπαιον οὖσα τῆς Ἀττικῆς. ἔστι δὲ καὶ Ἀγέλαστος πέτρα καλουμένη παρὰ τοῖς Ἀθηναίοις, ὅπου καθίσαι φασὶ Θησέα μέλλοντα καταβαίνειν εἰς Ἅιδου· ὅθεν καὶ τοὔνομα τῇ πέτρᾳ. ἢ ὅτι ἐκεῖ ἐκάθισεν ἡ Δημήτηρ κλαίουσα, ὅτε ἐζήτει τὴν Κόρην.
τὴν ἐν Σαλαμῖνι λείπει τὴν πυγήν.
ἱστορία περὶ τῆς ἐν Σαλαμῖνι τούτων μάχης: ἀντὶ Μαραθῶνος Σαλαμῖνος μέμνηται, ὅπου ναυμαχία Περσῶν ἐγένετο, ἐν Μαραθῶνι δὲ πεζομαχία. κεῖται δὲ ἡ Σαλαμὶς πρὸ τῆς Ἐλευσῖνος, ἱερᾶς πόλεως Δήμητρος καὶ Περσεφόνης, πλήρης οὖσα κατορθωμάτων Ἑλληνικῶν. καὶ γὰρ ἐν ταύτῃ πολλὰς τῶν Περσῶν Ἀθηναῖοι κατεναυμάχησαν τριήρεις, Ξέρξου τοῦ Περσῶν βασιλέως στρατεύσαντος κατὰ τῶν Ἑλλήνων μετὰ πεζῆς μὲν στρατιᾶς ἀπείρου, νεῶν δὲ χιλίων διακοσίων καὶ ἐπέκεινα· ἃς πάσας μιᾷ νυκτὶ κατέδυσαν οἱ Ἀθηναῖοι ἐν Σαλαμῖνι Θεμιστοκλέους στρατηγοῦντος, ναῦς ἔχοντες οὐ πλείους τῶν τριακοσίων. ἐν Σαλαμῖνι δὲ καὶ πέτρα ἐστὶν Εἰρεσιώνη, οὕτω καλουμένη ὥσπερ διὰ τοῦ ὀνόματος τρόπαιον οὖσα τῆς κατὰ Περσῶν νίκης. ἔστι δὲ καὶ Ἀγέλαστος πέτρα καλουμένη παρʼ Ἀθηναίοις, ὅπου καθίσαι φασὶ τὸν Θησέα μέλλοντα καταβαίνειν εἰς Ἅιδου μετὰ Πειρίθου, ὅθεν καὶ τοὔνομα τῇ πέτρᾳ. ἢ ὅτι ἐν ταύτῃ καθίσαι τὴν Δήμητραν λόγος κλαίουσαν ὅτε τὴν Κόρην ἐζήτει.
καθίζου δεῖ νοεῖν ὅτι ὑποτίθησιν αὐτῷ τὸ προσκεφάλαιον.
τρίβῃς ἐκτρίψῃς.
τὴν ἐν Σαλαμῖνι ναυμαχίαν καὶ τὴν ἐπʼ αὐτῇ καμοῦσαν πυγήν.
μῶν ἔγγονος: μὴ τὸ γένος, φησί, κατάγεις ἀπὸ Ἁρμοδίου καὶ Ἀριστογείτονος; ὁ δὲ Δῆμός ἐστιν ὁ θαυμάζων τὸν ἀλλαντοπώλην ἐπὶ τῇ φιλοτιμίᾳ τῶν καθισμάτων. εἰς Ἁρμόδιον δὲ καὶ Ἀριστογείτονα τὸ γένος ἀνήνεγκεν αὐτοῦ, ἐπεὶ καὶ οὗτοι εὐνοίας πολλάκις ἀπηνέγκαντο δόξαν, ἐπιθέμενοι τοῖς τυράννοις καὶ τὸν Ἱππίαν διαχειρισάμενοι, ὡς φθάσαντες προείπομεν.
ἔγγονος ἀπόγονος.
τῶν Ἁρμοδίου υἱῶν.
εἰς Ἁρμόδιον καὶ Ἀριστογείτονα τὸ γένος ἀνῆγεν αὐτοῦ ὁ ἀλλαντοπώλης, ἐπεὶ καὶ οὗτοι πολλάκις εὐνοίας ἀπηνέγκαντο δόξαν, ἐπιθέμενοι τοῖς τυράννοις καὶ τὸν Ἱππίαν διαχειρισάμενοι, ὡς φθάσαντες εἴπομεν. τοῦτο δὲ πρῶτον δείκνυσιν αὐτοῦ τὴν εἰς τὴν πόλιν εὔνοιαν.
Ἁρμοδίου οὗτος εὔνους ἦν τῇ πόλει.
τοῦτό γέ τοι: πρῶτον ἐπιδείκνυσι τὴν εἰς τὴν πόλιν εὔνοιαν.
γε γάρ.
ἀπὸ μικρῶν ἀπὸ βραχέων καὶ τῶν τυχόντων παντάπασιν.
θωπευματίων κολακειῶν, θωπεύειν γὰρ τὸ κολακεύειν.
συνεῖλες: ἤγρευσας, ὑποχείριον ἐποίησας δελεάσμασιν, ἀπάταις. ἰδίως δὲ δέλεαρ καλοῦμεν τὴν τοῖς ἰχθύσιν ὑποβαλλομένην τροφὴν εἰς ἀπάτην τοῦ ἀγρευθῆναι. ἀπὸ μεταφορᾶς οὖν ἐκείνων φησίν.
εἷλες ἤγρευσας.
δελεάσμασι τὴν τοῖς ἰχθύσιν ὑποβαλλομένην τροφὴν εἰς τὸ ἀγρευθῆναι δέλεαρ καλοῦσι κυρίως.
περιδόσθαι: συνθήκην θεῖναι. Ὅμηρος «δεῦρό νυν τρίποδος περιδώμεθα».
περὶ τῆς κεφαλῆς περιδόσθαι ἐπὶ τῆς κεφαλῆς συνθήκην θεῖναι.
περιδόσθαι συμφωνίαν ποιήσασθαι ἢ συνθήκην θέσθαι.
ἐν ταῖς πιθάκναις: πιθοκοίταις, ἑτοίμοις τόποις. ὅτι διὰ τὸν πόλεμον οἱ Ἀθηναῖοι ἐκ τῶν ἀγρῶν εἰσερχόμενοι ἐν ταῖς πιθάκναις ἢ ἐν τοῖς σπηλαίοις ᾤκουν τῇ σπάνει τῶν οἰκημάτων.
ταῖς πιθάκναις τοῖς πιθοκοίταις.
γυπαρίοις: εἶδος ὀρνέου γῦπες. ἔπαιξε δὲ τὸ ὄνομα διὰ τὸ ἐπιφερόμενον. δοκεῖ γάρ πως παρόμοια τὰ ὀνόματα ταῦτα εἶναι, «γυπαρίοις» καὶ «πυργιδίοις». ἢ διὰ τὸ τοὺς ὄρνις τούτους μάλιστα τοῖς πύργοις ἐπικαθῆσθαι καὶ τοῖς τείχεσιν, εἰς οὓς οἱ Ἀθηναῖοι ἐκάθευδον διὰ τὸν πόλεμον φρουροῦντες τὴν πόλιν. ἄλλως: ἀντὶ τοῦ ἐν φωλεοῖς καὶ καλιαῖς καὶ στενοῖς χωρίοις. Κράτης δέ φησιν ὅτι πᾶσαν στενὴν κατάδυσιν οὕτως ὠνόμαζον.
οὐκ ἐλεαίρεις: οὐ κατοικτείρεις. δείκνυσι δὲ διὰ τούτων ὅτι ὁ κωλύων παύσασθαι τὸν πόλεμόν ἐστιν ὁ Κλέων. ὅπερ οὖν καὶ Θουκυδίδης ἱστορεῖ διὰ τούτων· «ἐπειδὴ καὶ ἡ ἐν Ἀμφιπόλει ἧσσα τοῖς Ἀθηναίοις ἐγένετο, καὶ ἐτεθνήκει Κλέων τε καὶ Βρασίδας, οἵπερ ἀμφότεροι μάλιστα ἠναντιοῦντο τῇ εἰρήνῃ, ὁ μὲν διὰ τὸ εὐτυχεῖν τε καὶ τιμᾶσθαι ἐκ τοῦ πολεμεῖν, ὁ δὲ γενομένης εὐτυχίας καταφανέστερός τε νομίζων εἶναι κακουργῶν καὶ ἀπιστότερος διαβάλλων.»
ἔτος ὄγδοον τοσαῦτα ἔτη εἶχον πολεμοῦντες.
ἐλεαίρεις ἐλεεῖς.
γυπαρίοις εἶδος ὀρνέου οἱ γῦπες· ἤγουν καλιαῖς ὀρνέων.
οὐκ ἐλεαίρεις ἤγουν οὐ κατοικτείρεις.
βλίττεις: βλίττειν ἐστὶ τὸ ἐκπιέζειν τὰ κηρία τῶν μελισσῶν.
Ἀρχεπτολέμου δὲ φέροντος: παρʼ ἱστορίαν τοῦ Ἀρχεπτολέμου ἐμνημόνευσεν. ὄγδοον γὰρ ἔτος ἔχοντος τοῦ πολέμου τούτου, ἔτι ζῶντος τοῦ Κλέωνος, ἐνιαύσιον ἐποιήσαντο πρὸς ἀλλήλους ἐκεχειρίαν οἱ Ἀθηναῖοι καὶ οἱ Πελοποννήσιοι, πρεσβείαν πέμψαντες πρὸς ἀλλήλους, οὐ μὴν Ἀρχεπτολέμου πρεσβεύοντός τινος, ἀλλὰ τῶν Λακεδαιμονίων ἦν πρεσβευτὴς Ταῦρος, Ἐχετιμίδης, Ἀθήναιος, Περικλείδας, Αἰνείας, Σισυφαμίδας Ἀριστοδήμου, Σικυωνίων δὲ Δημότιμος Ναυκράτους, Μενεκράτης Ἀμφιδώρου, Ἐπιδαυρίων δὲ Ἀμφίας, Ἀθηναίων δὲ οἱ στρατηγοὶ Νικίας ὁ Νικηράτου, Αὐτοκλῆς Τολμαίου. ἐγένετο δὲ ὁ πόλεμος ἐπὶ ὀκτωκαίδεκα ἔτη. καὶ οὕτως ἡ πρεσβεία τοῦ Κλέωνος ζῶντος, ἡ δὲ εἰρήνη μετʼ ἐνιαυτὸν ἐγένετο. εἰκὸς οὖν Ἀρχεπτολέμου μνημονεῦσαι χρησάμενον τῷ ὀνόματι ἵνα μᾶλλον ἔξαρχον ἐπιδείξῃ τοῦ πολέμου τὸν Κλέωνα, ὅτι Ἀρχεπτολέμου εἰρήνην διδόντος οὐ κατεδέξατο Κλέων. βλίττεις ἀμέλγεις.
βλίττεις: βλίττειν ἐστὶ τὸ ἐκπιέζειν τὰ κηρία τῶν μελισσῶν.
βλίττεις βλίττειν γὰρ τὸ ἀμέλγειν καὶ τὸν δῆμον.
βλίττεις ἐκπιέζεις.
βλίττεις ἀμέλγεις· κυρίως δὲ τὸ ἐκπιέζειν τὰ κηρία τῶν μελισσῶν βλίττειν λέγεται.
ἐξεσκέδασας: διετάραξας· δείκνυσιν οὖν ὅτι οὗτος ἦν αἴτιος τούτου.
ῥαθαπυγίζων: τῇ πυγῇ ῥόθον ποιῶν, τουτέστι τὴν πυγὴν τῇ χειρὶ παίων ἢ τῷ ποδὶ τύπτων. ἄλλως: λάθρα τύπτων κατὰ τῆς πυγῆς πλατείᾳ τῇ χειρὶ καὶ πλατεῖ τῷ ποδί. τῇ πυγῇ ῥόθον ποιῶν. γελοίου δὲ χάριν τούτῳ ἐχρήσατο.
προκαλοῦνται: παρέχουσιν, εὐτρεπίζουσιν. εὐκαίρως δὲ τῷ «προκαλοῦνται» ἐχρήσατο, ἵνα μᾶλλον τοὺς Λακεδαιμονίους ἐπιδικαζομένους τῆς εἰρήνης δείξῃ καὶ ἐπιθυμοῦντας.
αἳ αἱ πρεσβεῖαι.
ῥαθαπυγίζων τῇ χειρὶ ἢ τῷ ποδὶ ἐν τῇ πυγῇ ῥόθον ποιῶν.
προκαλοῦνται ἵνα δείξῃ τῆς εἰρήνης ἐπιθυμοῦντας τὸ «προκαλοῦνται» εἴρηκεν.
ἐν τοῖς λογίοισιν ἢ ἐν τοῖς χρησμοῖς, ἐν τοῖς θείοις λόγοις.
Ἑλλήνων ἄρξῃ πάντων πιθανῶς εἰσάγει τὰς ὑποσχέσεις τοῦ Κλέωνος περὶ τῶν ἐνεστηκότων καὶ μελλόντων.
ὡς τοῦτον δεῖ ποτʼ ἐν Ἀρκαδίᾳ: νικήσαντα τοὺς Πελοποννησίους δικάσαι μέχρις Ἀρκαδίας, λαμβάνοντα μισθὸν πεντώβολον, ἀλλʼ οὐ τριώβολον.
πεντώβολον ὡς ἐν τῇ ἡλιαίᾳ λαβεῖν τῆς Ἀττικῆς πεντώβολον ἐν τῇ Ἀρκαδίᾳ νικήσαντα τοὺς Πελοποννησίους.
τοῦτον δῆμον.
δεῖ ἀπόκειται.
Ἀρκαδίᾳ πόλις.
ποτʼ νικήσαντα τοὺς Πελοποννησίους.
πεντώβολον ἡλιάσασθαι δικάσαι λαμβάνοντα πεντώβολον ἢ τριώβολον.
ἢν ἀναμείνῃ ἐὰν ὑπομείνῃ καὶ πολεμῶν μὴ ὀκνήσῃ.
εὖ καὶ μιαρῶς: ἀλλήλοις ἐναντία. εἰ γὰρ εὖ, πῶς μιαρῶς; εἰ δὲ μιαρῶς, πῶς εὖ; πλὴν εἰ μὴ τοῦτο λέγει, ὅτι ἀνενδεῶς τὸ τριώβολον αὐτῶν φροντίσω καὶ ποιήσω λαμβάνειν, οὐ περιεργασόμενος οὔτε εἰ ἀπὸ δικαίου οὔτε εἰ ἀπὸ ἀδίκου πορισθήσεται τὰ πράγματα. πιθανῶς δὲ τὰς ὑποσχέσεις τοῦ Κλέωνος περὶ τῶν ἐνεστηκότων καὶ μελλόντων.
ἐξευρίσκων μηχανώμενος.
ἕξει ὁ ἄρχων.
εὖ καὶ μιαρῶς ἐναντία ταῦτα· πλὴν εἰ μὴ τοῦτο λέγει, ὅτι οὐ περιεργάσομαι οὔτε εἰ ἐκ δικαίου οὔτε εἰ ἐξ ἀδίκου πορίσεσθε τὰ πράγματα.
καὶ δωροδοκῇς καὶ δῶρα δέχῃ· καὶ δωροδόκος, ὁ δῶρα δεχόμενος.
ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης: ὑπὸ τῶν περιεστώτων κακῶν καὶ τῶν τοῦ πολέμου δυσχερῶν συνεχόμενος μὴ ἐλέγχῃ τὰ σὰ κακουργήματα. ὁμίχλη δὲ ἐπὶ τοῦ τεθολωμένου ἀέρος καὶ μὴ διαυγοῦς μηδὲ λαμπροῦ τάσσεται. ὁ δὲ ὅλος νοῦς, ὅτι οὐ τῷ δήμῳ φίλα φρονῶν πείθεις αὐτὸν Ἀρκάσι πολεμεῖν, ἀλλʼ ἵνα περὶ τὸν πόλεμον ἀσχολούμενος μὴ περιεργάζηται τὰ σὰ πανουργήματα.
ὁμίχλη κυρίως ἐπὶ τοῦ τεθολωμένου καὶ μὴ διαφανοῦς ἀέρος τάσσεται, νῦν δὲ ἐπὶ τῶν δυσχερῶν τοῦ πολέμου. λέγει δʼ ὅτι οὐ τῷ δήμῳ φίλα φρονῶν πείθεις αὐτὸν Ἀρκάσι πολεμεῖν, ἀλλʼ ἵνα περὶ τὸν πόλεμον ἀσχολούμενος μὴ περιεργάζηται τὰ σὰ πανουργήματα.
τῆς ὁμίχλης τῶν ἐκ τοῦ πολέμου δυσχερῶν.
πρὸς σὲ κεχήνῃ εἰς σὲ ἀποβλέπῃ καὶ πειθαρχῇ.
κεχήνῃ χάσκῃ καὶ ἀποβλέπῃ.
οὗτος ὁ Δῆμος.
εἰρηναῖος μετὰ εἰρήνης.
χίδρα: τινὲς ἄγρια λάχανα, οἱ δὲ τὰ ὄσπρια. κυρίως δὲ τὰ ἀπὸ χλωρᾶς κριθῆς. χίδρα δὲ εἴρηται παρὰ τὸ χεῖσθαι, ἢ τὰ τῇ χειρὶ δρεπόμενα.
καὶ στεμφύλων εἰς λόγον ἔλθῃ: καὶ προσομιλήσῃ τοῖς στεμφύλοις, ἢ πλησιάσῃ. στέμφυλα δὲ ἐκάλουν οἱ παλαιοὶ τὰ τῶν ἐλαῶν ἀποπιέσματα· περιπτίσματα δὲ τὰ τῶν ἀμπέλων.
ἀναθαρρήσῃ θαρσαλεώτερος γένηται.
εἰς λόγον ἔλθῃ φροντίδα κοινωνήσῃ.
… ἀντὶ τοῦ ἀπερίεργόν τινα βίον ζήσῃ. Γ
χίδρα ἄγρια λάχανα, οἱ δὲ ὄσπρια ἢ χλωρὰς κριθάς.
στεμφύλων εἰς λόγον ἔλθῃ προσομιλήσῃ τοῖς στεμφύλοις ἢ πλησιάσῃ.
παρεκόπτου: παρῄρου, ἐλυμαίνου. ἀπὸ μεταφορᾶς τῶν παρακοπτομένων τὰ πτερὰ ὀρνέων. ἰδίως δὲ τὸν μισθὸν τῶν στρατευομένων οἱ παλαιοὶ μισθοφορὰν ἐκάλουν. φησὶν οὖν ὅτι τοῦ πολέμου ἀπαλλαγέντες ἐπιγνώσονται τὴν βλάβην, ἣν διὰ τῆς μισθοφορᾶς αὐτοὺς ἔβλαπτες, πλείονα αὐτοὺς ἀγαθὰ παραιρούμενος, ὧν ἀπολαύειν ἐδύναντο εἰρήνην ἄγοντες.
παρεκόπτου παρῄρου, ἐλυμαίνου.
δριμὺς ἤγουν ὀργῆς γέμων, τραχύς.
κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων καταδικάσαι προῃρημένος.
ἰχνεύων ἐρευνῶν.
ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ: παρακρούῃ καὶ παραλογίζῃ καὶ παραπλανᾷς καὶ ὀνειροπολεῖς ὀνείρους ὁρῶν.
ἃ ὧν, πραγμάτων ἐκείνων.
ὀνειροπολεῖς φαντάζῃ.
περὶ σαυτοῦ περὶ τοῦ Δήμου.
διαβάλλειν ἤγουν διαβολῇ χρῆσθαι.
πεποιηκότα καὶ ταῦτα δηλονότι.
ὦ πόλις Ἄργους ἀπὸ τοῦ Τηλέφου Εὐριπίδου. τὸ δὲ «κλύεθʼ οἷα λέγει» ἀπὸ τῆς Μηδείας.
σὺ σὺ δεικτικῶς.
ἐπιχειλῆ: τουτέστι χείλη μὴ ἔχουσαν. αἰνίττεται δὲ διὰ τούτου τὴν ἱστορίαν Θεμιστοκλέους, ὅτι τὴν πόλιν ἐτείχισε, καὶ ταῦτα παρὰ γνώμην τῶν Πελοποννησίων ἀπατήσας αὐτούς. φασὶ γὰρ τῶν Λακεδαιμονίων μαθόντων ἐκτειχίζεσθαι τὰς Ἀθήνας καὶ μὴ ἐπιτρεπόντων, καταστρατηγῆσαι τὸν Θεμιστοκλέα ἐπὶ τῷ δεῖξαι τοῖς Λακεδαιμονίοις ὅτι ἐπὶ τῷ κοινῷ τῆς Ἑλλάδος συμφέροντι τειχίζοιεν τὴν πόλιν. χειροτονηθεὶς δὲ πρεσβευτὴς τοῖς μὲν Ἀθηναίοις ἔδωκεν ἐντολὰς τειχίζειν πάσῃ σπουδῇ τὴν πόλιν, μὴ φειδομένους μήτε ἰδίου μήτε δημοσίου τινὸς οἰκοδομήματος, τοῖς δὲ συμπρεσβευταῖς προσέταξε βράδιον ἐλθεῖν εἰς τὴν Λακεδαίμονα. αὐτὸς δὲ ἀφικόμενος ἐκεῖσε καὶ τῶν Λακεδαιμονίων ἀξιούντων αὐτὸν εἰς τὸ κοινὸν παρεῖναι, καὶ λέγειν ὧν χρῄζων ἀφῖκται, τὸ μὲν πρῶτον εἰς τὴν παρουσίαν ὑπερετίθετο τῶν πρεσβέων· μὴ γὰρ ἀσφαλὲς ὑπάρχειν αὐτῷ κοινὰς ἐντολὰς λαβόντι μόνῳ ἀποπληρῶσαι τὴν πρεσβείαν. καὶ ᾔσχαλλεν ὅτι μήπω παρεγένοντο. ὡς δὲ χρόνος ἱκανὸς διεγένετο καὶ οἱ συμπρέσβεις παρῇσαν, ἤδη δὲ τοῦ τείχους ἱκανῶς προκεχωρηκότος τοῖς Λακεδαιμονίοις ἤγγελτο ὅτι τετειχισμέναι λοιπὸν εἶεν Ἀθῆναι, παρελθὼν ἔπειθεν αὐτοὺς μὴ ταχέως πιστεύειν τοῖς λεγομένοις, μηδὲ τοῖς βουλομένοις εἰς ἔχθραν καταστῆσαι τὴν πόλιν, ἀλλʼ ἐπιλεξαμένους αὐτῶν ἄνδρας τοὺς εὐνοίᾳ καὶ πίστει διαφέροντας ἐπόπτας ἐκπέμψαι. μέχρι δὲ τῆς ἐκείνων παρουσίας ὁμηρὸν ἑαυτὸν κατεπηγγέλλετο, κἀν τούτῳ τριβήν τινα χρόνου ἐμποιῶν. πεισθέντων οὖν Λακεδαιμονίων καὶ τοὺς μάλιστα διαφέροντας εὐνοίᾳ καὶ πίστει τῶν πολιτῶν πεμψάντων, λάθρα τοῖς Ἀθηναίοις πέμψας προσέταξε μὴ πρότερον τοὺς Λακεδαιμονίων ἄνδρας ὀπίσω πάλιν ἐλθεῖν ἐᾶσαι, πρὶν αὐτόν τε καὶ τοὺς συμπρέσβεις ἀπολύσωσι Πελοποννήσιοι. ἔστιν οὖν τὸ νόημα ὑπερβατόν. ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· ὅστις ἐποίησε μεστὴν ἡμῶν καὶ ὁλόκληρον εὑρὼν τὴν πόλιν ἀτείχιστον οὖσαν. ἄλλως: ἐπιχειλῆ: ἐνδεᾶ. ἐπιχειλὲς γὰρ μέτρον λέγεται τὸ μὴ πλῆρες, ἀλλʼ ἀπομεσούμενον. αἰνίττεται δὲ ὅτι αὐτὸς τὴν πόλιν ἐτείχισεν.
ἐπιχειλῆ ἐνδεᾶ.
καὶ πρὸς τούτοις ἀριστώσῃ: καὶ πρὸς τούτοις ἄριστα τῆς πόλεως ἐχούσης. ἔπαιξε δὲ τὸ «ἀριστώσῃ» πρὸς τὰ ἐπιφερόμενα.
τὸν Πειραιᾶ: καὶ τὸν Πειραιᾶ γὰρ ἐτείχισεν, ὃς ἀπεῖχε τῆς πόλεως σταδίους λεʹ, παρὰ θάλατταν ὤν. ἔπαιξε δὲ τὸ «ἀριστώσῃ» πρὸς τὰ ἐπιφερόμενα· πρὸς ὃ ἐπιφέρει καὶ τὸ «ἰχθῦς παρέθηκεν».
προσέμαξεν: προσέθηκε, προσεκόλλησεν. μάττειν γὰρ λέγεται τὸ ἀναμιγνύναι καὶ φυρᾶν καὶ εἰς ἓν συνάγειν τὰ ἄλευρα. ἑξῆς οὖν τὸ μάττειν προσήνεγκε, διὰ τὸ προειρηκέναι «ἀριστώσῃ». αἰνίττεται δὲ διὰ τούτων τὰ μακρὰ τείχη παρὰ τοῖς Ἀθηναίοις καλούμενα. μακρὰ δὲ ἐλέγοντο διὰ τὸ ἀπὸ τῆς πόλεως διήκειν μέχρι τοῦ Πειραιέως. ἄλλως: ἐμπόριον ὁ Πειραιεὺς τῶν Ἀθηναίων, ἐπὶ τῇ θαλάττῃ κείμενος, ἀπὸ πέντε τῆς πόλεως σημείων.
καὶ οὕτως ἐτείχισε καὶ τὸν Πειραιᾶ, ἀπέχοντα τῆς πόλεως σταδίους λεʹ, παρὰ θάλατταν ὄντα. πρὸς δὲ τὸ «ἀριστώσῃ» παίζων ἐπήγαγε τὸ «ἰχθῦς παρέθηκεν».
ἀριστώσῃ ἄριστα ἐχούσῃ τῇ πόλει· καὶ τὸν Πειραιᾶ γὰρ ἐτείχισεν.
προσέμαξεν προσπαρέθηκε, προσεκόλλησε.
ἰχθὺς καινοὺς παρέθηκεν: οἷον ἐκ τοῦ Πειραιέως ἐποίησεν αὐτὸν ἰχθύας ἔχειν. τὸν γὰρ Πειραιᾶ Θεμιστοκλῆς προσέβαλε τῇ πόλει. τὸ δὲ «παρέθηκε», προσέθηκε, προσεκόλλησε τὰ μακρὰ τείχη.
ἰχθῦς παρέθηκεν οἷον ἐκ τοῦ Πειραιῶς ἐποίησεν αὐτοὺς ἰχθύας ἔχειν. προσεκόλλησε τὰ μακρὰ τείχη λεγόμενα μέχρι τοῦ Πειραιῶς.
μικροπολίτας: διὰ τὴν ἐκ τοῦ πολέμου στενοχωρίαν τῶν ἀναλωμάτων καὶ τὴν τῶν ἀνδρῶν σπάνιν συνέστειλαν τὰ τείχη.
διατειχίζων: συνάγων καὶ συστέλλων τὰ τείχη. διὰ γὰρ τὸν πόλεμον καὶ τὰ ἐπὶ τοῖς φρουρίοις ἀναλώματα καὶ τὴν τῶν ἀνδρῶν σπάνιν συνέστειλαν τὰ τείχη.
κἀκεῖνος μὲν φεύγει τὴν γῆν: ἐξωστράκισε γὰρ τὸν Θεμιστοκλέα ὁ δῆμος· ἢ διὰ τὸν χρησμόν φησι τοῦτο.
σὺ δʼ Ἀχιλλείων ἀπομάττῃ: σὺ δὲ τῆς ἐν πρυτανείῳ σιτήσεως μετέχεις. ἐκαλοῦντο γὰρ Ἀχίλλειαι κριθαί τινες καθαραὶ.
κἀκεῖνος μὲν φεύγει τὴν γῆν ὁ δῆμος ἐξωστρακίσθη ἀπὸ τῆς γῆς.
ἀπομάττῃ ἀπολαύῃς.
κἀκεῖνος μὲν φεύγει ἐξωστράκισε γὰρ αὐτὸν ὁ δῆμος, τὸν Θεμιστοκλέα.
Ἀχιλλείων κριθῶν καθαρῶν οὕτως ὠνομασμένων ὡς εὐγενῶν.
μὴ σκέρβολλε: μὴ λοιδόρει. δηλοῖ δὲ καὶ τὸ κερτομεῖν. κεῖται δὲ νῦν ἡ λέξις ἀντὶ τοῦ μὴ ποίκιλλε. καὶ Καλλίμαχος «σκέρβολα μυθήσαντο».
ὁτιή διότι.
πονηρά πικρά.
ἐγκρυφιάζων: ἐμφωλεύων καὶ ἀποκρύπτων. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἐλάνθανές με ῥᾳδιουργῶν περὶ τὴν πόλιν. ἀπὸ δὲ τοῦ ἐγκρυφίου ἄρτου μετήνεγκεν. οἷον λανθάνων καὶ ἐγκρύπτων σεαυτόν.
πολλοῦ πρὸ πολλοῦ.
ἐλελήθεις λείπει καὶ νῦν.
ἐγκρυφιάζων ἀπὸ τοῦ ἐγκρυφίου ἄρτου μετήνεγκε τὸ «ἐγκρυφιάζων», ἤγουν ἐμφωλεύων καὶ ἀποκρύπτων σεαυτόν.
διπλῆ δὲ καὶ εἴσθεσις εἰς περίοδον ἀναπαιστικὴν τετρακαιεικοσίμετρον δωδεκάκωλον.
ὁπόταν χασμᾷ: ὁπότε μετεωροφρονεῖς· οἷον, περὶ ἄλλα τὴν διάνοιαν ἔχεις.
χασμᾷ χάσκῃς.
τῶν εὐθυνῶν: τῶν δικῶν, λογισμῶν. οἱ γὰρ χειρίσαντές τι τῶν κοινῶν καὶ διοικήσαντες τῶν ἀνηλωμένων χρημάτων εὐθύνας καὶ λογισμοὺς ἐδίδοσαν.
ἐκκαυλίζων: ἀπὸ τῶν τὰ λάχανα ἀποκλώντων τῇ μεταφορᾷ ἐχρήσατο· οἷον ἀνασπῶν καὶ ἀναιρῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· μισθὸν λαμβάνων παρὰ τῶν διοικούντων τὰ κοινὰ ἐκκόπτει αὐτῶν τὰς δίκας, ἵνα μὴ ὁ δῆμος εὐθύνας λαμβάνειν παρʼ αὐτῶν δύνηται.
εὐθυνῶν δικῶν, κρίσεων.
ἐκκαυλίζων συντρίβων.
εὐθυνῶν τῶν δικαίων παραλογισμῶν.
ἐκκαυλίζων ἀνασπῶν καὶ ἀναιρῶν.
καταβροχθίζει: καταπίνει.
ἀμφοῖν χειροῖν: ἀμφοτέραις ταῖς χερσί, τουτέστιν ἀπλήστως καὶ λαβρῶς καὶ ἀφειδῶς.
καταβροχθίζει λάβρως καταπίνει.
ἀμφοῖν χειροῖν ἀμφοτέραις χερσί.
μυστιλᾶται: κατατρώγει. ἰδίως δὲ παρὰ τοῖς Ἀττικοῖς μυστίλην ἐκάλουν τὸν ἄρτον τὸν τοῖς κυσὶ παραβαλλόμενον. ἄλλως: μυστίλη ὁ κοῖλος ἄρτος, ᾧ δύναταί τις καὶ ζωμὸν ἀρύσασθαι.
μυστιλᾶται κατατρώγει· μύστιλον γὰρ τὸν κοῖλον ἄρτον ἔλεγον Ἀττικοί.
οὐ χαιρήσεις οὐ χαίρων ἀπαλλάξεις.
αἱρήσω: διελέγξω· ἔλαβε δὲ τοῦτο ἀπὸ τοῦ «χαιρήσεις».
ἄλλως: κλοπῆς σου κατηγορήσας καταδίκης αἴτιός σοι γενήσομαι, νικήσας σε.
αἱρήσω διελέγξω, φθερῶ, ἀπὸ τοῦ χαιρήσω.
τί θαλαττοκοπεῖς: ἐθαλαττοκράτουν γὰρ οἱ Ἀθηναῖοι· ὡς τοῦ Κλέωνος συνεχῶς προφερομένου τὴν κατὰ θάλατταν δυναστείαν. πλατυγίζειν δὲ κυρίως τὸ ἐπιτιθέναι πλαταγώνιον τῇ ἀριστερᾷ χειρὶ καὶ παίειν τῇ δεξιᾷ καὶ ἦχον ἀποτελεῖν.
ἄλλως: τί ταράττῃ καὶ θορυβῇ; ἔλαβε δὲ τὴν χρῆσιν τοῦ ὀνόματος ἀπὸ τῆς θαλάττης. ἐπειδὰν γὰρ ὑπὸ σφοδροτέρων ἀνέμων ταραχθῇ τὰ κύματα, ἀλλήλοις συγκρούουσιν.
θαλαττοκοπεῖς καὶ πλατυγίζεις: ἄμφω μεγαλορρημοσύνης δείγματα. τί, φησί, μεγαλορρημονεῖς καὶ πλατύνῃ καὶ ἀλαζονεύῃ; ἀπὸ δὲ τοῦ πλατυτέρου μέρους τῆς κώπης, ὃ τῇ θαλάττῃ μᾶλλον προσερείδεται καὶ τύπτον τὸ ὕδωρ τῇ εἰρεσίᾳ ἀπεργάζεται κτύπον, ἡ μεταφορά. ἀκολούθως δὲ τῷ «θαλαττοκοπεῖς» ἐπήγαγε τὸ «πλατυγίζεις».
… ταράττῃ καὶ θορύβει καὶ ἀλαζονεύῃ· τὴν χρῆσιν δὲ ἔσχε τῶν ῥημάτων ἀπὸ τῆς θαλάττης καὶ τῆς πλάτης, ἤτοι τῆς κώπης.
ὢν καὶ ταῦτα.
δωροδοκήσαντʼ ἐκ Μιτυλήνης: ὄντως ἐδωροδόκησεν ὁ Κλέων ἐκ Μιτυλήνης. οὐ μόνον δὲ τὸ δῶρα διδόναι καὶ ἀναπείθειν, ἀλλὰ καὶ τὸ λαμβάνειν δωροδοκῆσαι λέγεται. πόλις δὲ Λέσβου τῆς νήσου Μιτυλήνη, φίλη μὲν Ἀθηναίοις καὶ σύμμαχος, ὕστερον δὲ νεωτερίσασαν καὶ ἀποστᾶσαν κατέστρεψαν μὲν πάλιν οἱ Ἀθηναῖοι Χάρητος στρατηγοῦντος, συμβουλεύσαντος δὲ Κλέωνος ἐψηφίσαντο παῖδας μὲν καὶ γυναῖκας ἡβηδὸν ἀποκτεῖναι Μιτυληναίων, ἐξανδραποδίσασθαι δὲ πᾶσαν τὴν πόλιν. καὶ ναῦν ἐξέπεμψαν εὐθὺς ἀγγέλλουσαν τὰ βεβουλευμένα τῷ Χάρητι. τῇ δευτεραίᾳ δὲ μετανοοῦντας αἰσθόμενος ἐπὶ τοῖς γνωσθεῖσι Διόδοτος, εἷς καὶ αὐτὸς ὢν τῶν πολιτευομένων τότε, γενομένης δὶς τῆς ἐκκλησίας, καὶ οὐδὲν οὐκ ἀντιλέγοντος τοῦ Κλέωνος, καὶ παρακελευομένου ἅπαξ τοῖς δόξασιν ἐμμένειν, παρελθὼν μεταγνῶναι τοὺς Ἀθηναίους ἔπεισεν. ἦσαν γὰρ καὶ ἄλλοι τινὲς τὰ τῶν Μιτυληναίων φρονοῦντες, οὐ μὴν ἀλλὰ καὶ αὐτῶν ἄνδρες Μιτυληναίων κατά τινα πρεσβείαν ἀφιγμένοι πείθουσι διὰ τάχους ἑτέραν πέμψαι τριήρη, ἀπαγορεύουσαν τῷ Χάρητι μηδὲν διαπράξασθαι τῶν πρότερον ἐπεσταλμένων. τοὺς δὲ ναύτας τῆς δευτέρας τριήρους τῇ τε ἄλλῃ παρακλήσει καὶ δώρων ὑποσχέσει προὐτρέψαντο πάσῃ σπουδῇ περὶ τὸν πλοῦν χρήσασθαι προθύμως, ὡς ἂν τὴν προτέραν τριήρη φθάσαιεν. οἱ δέ, ἅτε καὶ ἐπὶ χρηστὸν πλέοντες πρᾶγμα καὶ ταῖς παρακλήσεσιν εἴξαντες, τοσαύτῃ περὶ τὴν εἰρεσίαν ἐχρήσαντο σπουδῇ, ὥστε οὐκ ἔφθη καταπλεύσασα ἡ προτέρα ναῦς, καὶ ὁ Χάρης λαβὼν τὰ γράμματα, .... παρὰ τοσοῦτον κινδύνου ἡ Μιτυλήνη ἦλθεν. ἀπὸ ταύτης οὖν φησιν αὐτὸν ἐπιδείξειν τὸ ἀργύριον εἰληφότα, λεληθότως δὲ πάλιν αὐτὸν εἰς ὠμότητα διαβάλλει τῶν τρόπων. οὐ γὰρ φαίνεται λαβὼν πλεῖν ἢ μνᾶς μʹ παρὰ τῶν Μιτυληναίων ὁ Κλέων μισθόν. πιθανῶς δὲ ἐπλάσατο αὐτὸν εἰληφέναι, ἐπειδὴ ἐκεῖνός φησιν αὐτὸν δέκα μυριάδας πόλεως κεκλοφέναι. φιλονεικεῖ δὲ ἐν πᾶσιν αὐτὸν ἀμείβεσθαι τοῖς ἴσοις.
ἱστορία ὅπως παρεστήσατο Χάρης Λέσβον: πόλις Λέσβου τῆς νήσου Μιτυλήνη, φίλη μὲν Ἀθηναίων καὶ σύμμαχος, ὕστερον δὲ νεωτερίσασαν καὶ ἀποστᾶσαν κατέστρεψαν Ἀθηναῖοι Χάρητος στρατηγοῦντος. συμβουλευσαμένου δὲ Κλέωνος ἐψηφίσαντο παῖδας μὲν καὶ γυναῖκας ἀποκτεῖναι Μιτυληναίων, ἐξανδραποδίσαι δὲ πᾶσαν τὴν πόλιν. καὶ ναῦν εὐθὺς ἐξέπεμψαν ἀγγέλλουσαν τὰ βεβουλευμένα τῷ Χάρητι. Διόδοτος δὲ εἷς ὢν τῶν πολιτευομένων αἰσθόμενος μεταγνόντας ἐπὶ τοῖς προτέροις, δευτέρας ἐκκλησίας γενομένης, παρελθὼν πείθει αὐτοὺς μεταβουλεύσασθαι ἐπὶ τοῖς δεδογμένοις. οὐ μὴν ἀλλὰ καὶ τῶν Μιτυληναίων ἄνδρες κατά τινα πρεσβείαν ἀφιγμένοι πείθουσι δώροις τὸν Κλέωνα συμβουλεύσασθαι Ἀθηναίοις ἀνατρέψαι ἃ πρότερον αὐτοῖς κατὰ τῶν Μιτυληναίων συνεβουλεύσατο. καὶ πείσας αὐτοὺς ἑτέραν αὖθις ναῦν ἐκπέμπει πάσῃ σπουδῇ, ἀπαγορεύουσαν μηδὲν διαπράξασθαι τὸν Χάρητα τῶν πρότερον ἐπεσταλμένων· οἱ δὲ ἐν αὐτῇ τοσούτῳ τάχει ἐχρήσαντο ὥστε καταλαβεῖν τὴν προτέραν ναῦν μήπω φθάσασαν κατᾶραι εἰς τὸν λιμένα. Χάρης δὲ λαβὼν τὰ δεύτερα γράμματα ἀπέστη τοῦ κακόν τι ποιῆσαι Μιτυληναίους. παρὰ τοσοῦτον κινδύνου ἦλθεν ἡ Μιτυλήνη. ἀπὸ ταύτης οὖν φησὶν αὐτὸν ἀποδείξειν ἀργύριον εἰληφότα. τοῦτο δὲ εἶπεν, ἐπειδὴ πρότερον ἐκεῖνος αὐτόν φησι δώδεκα μυριάδας ἐκ τῆς πόλεως κεκλοφέναι, φιλονεικῶν τοῖς ἴσοις ἀμείβεσθαι.
δωροδοκήσαντʼ δῶρα λαβόντα.
Μιτυλήνης πόλις Λέσβου τῆς νήσου.
ὦ πᾶσιν ἀνθρώποις: διπλῆ καὶ ἔκθεσις οὐ κατʼ ἴσον τοῖς ἀναπαίστοις εἰς ἰάμβους τετραμέτρους καταληκτικοὺς οεʹ.
εἰ γὰρ ὧδʼ ἐποίσεις: εἰ γὰρ εἰς τέλος ἐναντιούμενος αὐτῷ παραμείνῃς πρὸς τὴν γραφὴν τῆς κατηγορίας· εἰ γὰρ οὕτω τῇ κατηγορίᾳ χρήσῃ.
ὧδʼ ἐποίσεις ἤγουν οὕτω τῇ κατηγορίᾳ χρήσῃ.
καθέξεις μέλλεις κατακρατήσειν.
τῶν συμμάχων τʼ ἄρξεις: ἔπαιξε παρὰ τὸ θαλασσοκρατεῖν τοὺς Ἀθηναίους καὶ τοὺς νησιώτας ἔχειν ὑποτελεῖς φόρων.
τῶν συμμάχων ἐκφέρων τοὺς ὑπηκόους.
ἔχων τρίαιναν ἐπειδὴ ἐθαλασσοκράτουν.
ἐργάσῃ: συνάξεις. τὸ δὲ «σείων» οἷον διασείων καὶ ἀπαιτῶν.
ἐργάσῃ ἤγουν τῇ τριαίνῃ.
λαβήν: ἀφορμήν, λῆμμα, ὡς παλαιστῇ.
μὴ ὅρα ἵνα ... καὶ ἐᾶν.
λαβὴν ὡς ἐπὶ παλαιστοῦ.
κατεργάσῃ γάρ: νικήσεις, περιέσῃ αὐτοῦ σῶμα ἔχων ἰσχυρὸν καὶ στερρότατον, τουτέστιν ἑταιρίαν ἔχων τοιαύτην.
κατεργάσῃ καὶ ἀπολέσεις.
πλευρὰς .... τοιαύτας ἤγουν συμμάχους τοιούτους, τουτέστιν ἡμᾶς.
οὐκ ὦγαθοί: οὐ ταῦτα τοῦτον ἕξει τὸν τρόπον, ὡς ὑμεῖς φατὲ καὶ προσδοκᾶτε.
μὰ τὸν Ποσειδῶ: ὅτι περὶ τριαίνης εἰπὼν καὶ «σείων καὶ ταράττων» τὸν Ποσειδῶνα ὄμνυσιν.
τὸν Ποσειδῶνα δὲ ὄμνυσι πρὸς τὰ ὑπὸ τοῦ χοροῦ ῥηθέντα.
ταύτῃ κατά τινα τρόπον, οὕτως.
οὐκ ὦγαθοὶ ταῦτʼ ἐστίν: εἴσθεσις ἑτέρας διπλῆς ἀμοιβαίας ἐκ στίχων ἰαμβικῶν τετραμέτρων καταληκτικῶν ξηʹ, ὧν τελευταῖος «ἀπομυξάμενος ὦ Δῆμʼ ἐμοῦ πρὸς τὴν κεφαλὴν ἀποψῶ». ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος· ἐπὶ δὲ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.
μὰ τὸν Ποσειδῶ οὕτως πρὸς τὰ εἰρημένα, τὸ «τρίαιναν σείων καὶ ταράττων», καὶ αὐτὸς τὸν Ποσειδῶνα ὄμνυσιν.
ἐπιστομίζειν: κατασιγάζειν, ἐπὶ στόμα ἔχειν τῶν κατʼ ἐμοῦ, λέγων καὶ διαβάλλων, μηδὲ φωνὴν ἐᾶν προϊέναι.
ἐπιστομίζειν κατασιγάζειν.
τῶν ἀσπίδων τῶν ἐκ Πύλου: πάλιν ὁ Κλέων τὰ περὶ Πύλον θρυλεῖ καὶ Σφακτηρίαν καὶ τὰ τῶν αἰχμαλώτων. ἔθος δὲ ἦν τὰ ἀπὸ τῶν πολεμίων ὅπλα ἐν τοῖς ἱεροῖς ἀνατιθέναι. ἕως οὖν, φησίν, ἀνάκειται τὰ ἀπὸ Πύλου καὶ Σφακτηρίας ὅπλα, ἅπερ ἀνέθηκα τοῖς θεοῖς νικήσας, οὐδεὶς τῶν ἐχθρῶν τολμήσει κατʼ ἐμοῦ λέγειν.
ἕως ἂν ᾖ τι τῶν ἀσπίδων: τὴν Πύλον λέγει. πιθανῶς δὲ τὸν Κλέωνα ἑνὶ μόνῳ κατορθώματι ποιεῖ ἐπερειδόμενον.
τῶν ἐκ Πύλου ὄντων.
τῶν ἀσπίδων ἅσπερ ἀνέθηκα τοῖς θεοῖς νικήσας καὶ παραστησάμενος Πύλον.
λαβὴν γὰρ ἐνδέδωκας: κατὰ σεαυτοῦ. οἷον ἀφορμὴν κατὰ σοῦ κατηγορίας. ἀπὸ δὲ τῶν ἀσπίδων τὴν λαβὴν εἶπεν.
ἐκ προνοίας ἐξεπίτηδες.
προνοίας προμηθίας.
αὐτοῖσι τοῖς πόρπαξι: σὺν αὐταῖς ταῖς ὀχάναις. πόρπαξ, ἐν ᾧ τὴν ἀσπίδα κατέχουσι, ὃ καλεῖται ὀχάνη. ἀνετίθεσαν δὲ τὰ ἐκ τῶν πολεμίων ὅπλα ἄνευ τῶν ὀχάνων, ἵνα μὴ ἑτοίμως ἔχωσιν αὐτοῖς χρῆσθαι.
ταύτας ἤγουν τὰς ἀσπίδας.
τοῖς πόρπαξι ἤγουν τὰ ὀχάνικα.
μέσον τῶν ἀσπίδων ἦν πόρπαξ, ὅνπερ ὀχάνην ἐκάλουν, διʼ ἧς ἔφερον τὴν ἀσπίδα. περιφερὴς δὲ οὖσα ἡ ἀσπὶς ἐκινεῖτο κυκλικῶς διὰ τοῦ πόρπακος. ἀνετίθεσαν δὲ ταύτας τὰς ἀσπίδας ἄνευ τοῦ πόρπακος, ἵνα μὴ ἑτοίμως αὐταῖς ἔχωσι χρῆσθαι.
τοῖς πόρπαξι ταῖς ὀχάναις ἐν αἷς τὴν ἀσπίδα κατέχουσι· μέσον γὰρ τῶν ἀσπίδων ἦν πόρπαξ.
μηχάνημα στρατήγημα, πανούργημα.
μηχάνημα πανουργία.
τοῦτο τὸ κολάσαι.
ἐκγένηται δυνατὸν γένηται.
ἐκγένηται ἐκτελεσθῇ.
στῖφος: σύστημα, πλῆθος. τοῦτο δὲ ἔτρεφεν ὁ Κλέων, ἵνα ἔχῃ, φησί, συνερχόμενον αὑτῷ πρὸς τὴν πολιτείαν.
στῖφος σύστημα, πλῆθος.
νεανιῶν ἤγουν νέων ἀνδρῶν. ἀπὸ τοῦ εἴκοσι δὲ καὶ ἐπάνω ἐστὶ νεανίας.
τούτους περιοικοῦσι ἤγουν κύκλῳ κατοικοῦσι τούτων.
εἰς ἕν ἐστι συγκεκυφός: συνελθόν· ἀντὶ τοῦ ὁμονοοῦσιν ἑαυτοῖς καὶ συμπνέουσιν.
συγκεκυφός συντεῖνον, συντρέχον.
συγκεκυφός ὁμονοοῦν, ἀντὶ τοῦ συνελθόντες αὐτῷ συμπνέουσιν.
ὥστε εἰ σὺ βριμήσαιο: εἰ βουληθείης αὐτὸν ἐξοστρακίσαι, τουτέστιν ἐξορίσαι. παροξῦναι δὲ δεῖ τὸ ὀστρακίνδα καὶ πάντα τὰ τοιαῦτα ἐπὶ παιδιᾶς τασσόμενα. ΓΘ
ὀστρακίνδα: ἔστι μὲν ὄνομα παιδιᾶς. θέλει δὲ εἰπεῖν, εἰ θελήσειας αὐτὸν ἐξοστρακισθῆναι. ὁ δὲ τρόπος τοιοῦτος τοῦ ἐξοστρακισμοῦ. προεχειροτόνει ὁ δῆμος ὄστρακον εἰσφέρειν, καὶ ὅταν δόξῃ, ἐφράττετο σάνισιν ἡ ἀγορὰ καὶ κατελείποντο εἴσοδοι δέκα, διʼ ὧν οἱ εἰσιόντες κατὰ φυλὰς ἐτίθεσαν ὄστρακον, ἐντιθέντες τὴν ἐπιγραφήν. ἐπεστάτουν δὲ οἵ τε ἐννέα ἄρχοντες καὶ ἡ βουλή. ἀριθμηθέντων δέ, ᾧ πλεῖστα γένοιτο καὶ μὴ ἐλάττω ἑξακισχιλίων, τοῦτον ἔδει ἐν δέκα ἡμέραις μεταστῆναι τῆς πόλεως. εἰ δὲ μὴ γένοιτο ἑξακισχίλια, οὐ μεθίστατο. οὐ μόνον δὲ Ἀθηναῖοι ὠστρακοφόρουν, ἀλλὰ καὶ Ἀργεῖοι καὶ Μιλήσιοι καὶ Μεγαρεῖς. σχεδὸν δὲ οἱ χαριέστατοι πάντες ὠστρακίσθησαν, Ἀριστείδης, Κίμων, Θεμιστοκλῆς, Θουκυδίδης, Ἀλκιβιάδης. μέχρι δὲ Ὑπερβόλου ὁ ὀστρακισμὸς προελθὼν ἐπʼ αὐτοῦ κατελύθη, μὴ ὑπακούσαντος τῷ νόμῳ διὰ τὴν ἀσθένειαν τὴν γεγενημένην τοῖς Ἀθηναίων πράγμασιν ὕστερον.
βριμήσαιο τουτέστιν ἀπειλήσειας, ὀργισθείης.
… ἤγουν εἰ βουληθείης αὐτὸν ἐξορίσαι.
ὀστρακίνδα ὄνομα παιδιᾶς.
τὰς εἰσβολὰς τῶν ἀλφίτων: τὰ σιτοφυλάκια, τὰς ἀποθήκας παραλάβοιεν φθάσαντες. ἢ εἰσβολὰς ὡσεὶ ἔλεγε τὰς τῆς χώρας. εἰσβολὰς δὲ ἔλεγον τοὺς τόπους διʼ ὧν εἰσέβαλλον οἱ πολέμιοι.
τὰς εἰσβολὰς τῶν ἀλφίτων ἤγουν τὰ σιτοφυλάκια.
ἔχουσι γὰρ πόρπακας: ὡς δέον τὰς ἀνατιθεμένας ἀσπίδας μὴ ἔχειν πόρπακας, ὑπὲρ τοῦ μὴ ἐξεῖναι τοῖς ἐπιχειροῦσι κατὰ τοῦ δήμου ἐξ ἑτοίμου χρήσασθαι ταῖς ἀσπίσιν.
ἔχουσι αἱ ἀσπίδες.
κρουσιδημῶν: ἀντὶ τοῦ κατακρούων τῇ βοῇ. ἐλυμαίνου τὸν Δῆμον, ἀπατῶν καὶ παρακρουόμενος τῇ βοῇ. ἔστι γὰρ παρὰ τὸ κρουσιμετρεῖν, ὃ λέγεται ἐπὶ τῶν τοῖς μέτροις παραλογιζομένων.
παρεκόπτου παρεκρούου, ἠπάτας.
κρουσιδημῶν παρακρούων καὶ ἀπατῶν τὸν δῆμον.
μὴ τοῦ λέγοντος ἴσθι μὴ τοῖς διαβάλλουσι πείθου.
ἴσθι ὕπαρχε.
ὢν καὶ ταῦτα.
ἐν τῇ πόλει ξυνιστάμενον κατὰ τῆς πόλεως τινῶν λογιζομένων καὶ ὁμοῦ συνισταμένων.
ξυνιστάμενον γινόμενον.
εὐθέως παρευθύς.
κέκραγα βοῶ.
ξυνιστάμενον ὃ κατὰ τῆς πόλεως τινὲς κακὸν κατεσκεύαζον.
ἐγχέλεις ἡ ἔγχελυς τῆς ἐγχέλυος.
καταστῇ: κατάστασιν λάβῃ, ἐν εὐδίᾳ ᾖ. ἐπειδὴ αἱ ἐγχέλεις, μὴ δυνάμεναι νήχεσθαι, ἐν τῇ ἰλύϊ εἰσίν. οἱ οὖν θηρῶντες τὸ ὕδωρ ταράττοντες ἀγρεύουσι τὰς ἐγχέλεις.
καταστῇ κατάστασιν λάβῃ.
αἱροῦσι λαμβάνουσι.
κάττυμα τομάτιον.
παρὰ σεαυτοῦ ἀπό, ἤγουν ἀπὸ τοῦ οἰκείου θελήματος.
ἔγνωκας πρὸς τὸν Δῆμον λέγει τοῦτο.
ζεῦγος πριάμενος: πλείονα εὔνοιαν ἔδειξεν, ὅτι καὶ πριάμενος ἔδωκεν, ὁ δὲ ἔχων προῖκα οὐ δέδωκεν· οὐδʼ εἴ τι χρήσιμον ἔχει, τῇ πόλει χαρίζεται.
ὅσων διά.
τοῖσι δακτύλοισι: πρὸς τὸ μὴ πταίειν διὰ τὰς ἐμβάδας· ἅμα δὲ καὶ τοῖς δακτύλοις τῶν χειρῶν, διὰ τὸ μὴ κλέπτειν.
ὅσων τῶν πραγμάτων, ἢ ἕνεκα ἐκείνων.
τὸν Γρύττον ἐξαλείψας: οἱ μὲν ἀντὶ τοῦ τὸ τυχὸν παρὰ τὸν ἐν τοῖς ὄνυξι ῥύπον, ὃν λέγουσι γρῦ. οἱ δὲ Γρύττον τινὰ ἐπὶ κιναιδίᾳ διαβάλλουσι. τῶν ἐπὶ μαλακίᾳ γὰρ διαβαλλομένων ὁ Γρύττος. οἱ δὲ Γρύππον διὰ τοῦ πῖ· ὃς ἦν καταπύγων. ἄλλως: ὑγρόν τινα καὶ κατωφερῆ, ὃς διὰ τὴν πολλὴν ὑγρότητα ἐν τοῖς ἑταιρείοις διέτριβεν. ὁ δὲ Κλέων δημαγωγῶν θάνατον αὐτῷ ἐπέθηκε τὴν ζημίαν.
βινουμένους πορνευομένους.
τῶν ἐπὶ κιναιδίᾳ διαβαλλομένων ὁ Γρύττος, ὃς διὰ τὸ ὕγρος τις εἶναι καὶ καταφερὴς πρὸς λαγνείαν ἐν τοῖς ἑταιρείοις διέτριβεν. ὁ δὲ Κλέων δημαγωγῶν θάνατον αὐτῷ ἐπέθηκε τὴν ζημίαν.
Γρύττον τὸν ῥύπον τῆς πορνείας, ἢ Γρύττον τινὰ πόρνον διαβάλλει.
πρωκτοτηρεῖν: πρωκτὸν ἐπιτηρεῖν τῶν πορνευομένων.
πρωκτοτηρεῖν σκοπεῖν καὶ τηρεῖν.
τοὺς κινουμένους τοὺς πορνευομένους.
ἵνα μὴ ῥήτορες γένοιντο: ἀπείρητο γὰρ τοῖς τοιούτοις ἀγορεύειν. διαβάλλει δὲ τοὺς ῥήτορας ὡς τοιούτους.
τονδὶ ἤγουν τὸν Δῆμον.
τηλικουτονὶ ἤγουν γέροντα.
ἀμφιμασχάλου: χειριδωτοῦ ἱματίου, οἳ δὲ δουλικοῦ. ἄλλως: μικροῦ χιτωνίσκου. ἦν δὲ καὶ ἑτερομάσχαλος ὁ τῶν ἐργατῶν, οὗ τὴν μίαν μασχάλην ἔρραπτον. ΓΘ ἄλλως: ἑκατέρωθεν ἔχοντος χειρῖδας οὐ μακράς, ἀλλʼ ἕως τῶν μασχαλῶν.
ἀμφιμάσχαλον ἔλεγον χιτῶνα τὸν ἑκατέρωθεν ἔχοντα χειρῖδας, οὐ μακρὰς ἀλλʼ ἕως τῶν μασχαλῶν· ἦν δὲ καὶ ἑτερομάσχαλος ὁ τῶν ἐργατῶν, οὗ τὴν μίαν μασχάλην ἔρραπτον.
χειμῶνος ὄντος καὶ ταῦτα.
δίδωμι παρεπιγραφή· δίδωσι γὰρ τὸν χιτῶνα.
σοι πρὸς τὸν Δῆμον.
ὁ Πειραιεύς ἐπεὶ καὶ τοῦτον ἐτείχισεν.
οὐ μεῖζον εἶναι φαίνεται: ὅτι σοφίας δόξαν ἀπηνέγκατο ὁ Θεμιστοκλῆς, σαφηνίσας Ἀθηναίοις τὸν δοθέντα χρησμόν, «τεῖχος Τριτογενεῖ ξυλινὸν διδοῖ εὐρυόπα Ζεύς.» ἄλλων γὰρ ἄλλα λεγόντων, Θεμιστοκλῆς ἔφη τὰς τριήρεις λέγειν ξυλινὸν τεῖχος.
φαίνετʼ ἐξεύρημα: τὸ ἐξεύρημα τοῦ χιτῶνος. τινὲς «τοῦδʼ εἵμωνος». ὅτι σοφίας δόξαν ἀπηνέγκατο ὁ Θεμιστοκλῆς, περὶ οὗ ἄνω ἐγράφη.
πιθηκισμοῖς: ἀπάταις καὶ κολακεύμασιν. ἄλλως: μιμήμασιν. ὡς καὶ αὐτοῦ ταῦτα πεποιηκότος.
οἵοις πιθηκισμοῖς καὶ ὑφʼ οἵων πιθηκισμοῖς.
ὅταν χεσείῃ: οἱ γὰρ ἀνιστάμενοι ἐκ τῶν συμποσίων πρὸς τὸ ἀποπατῆσαι πολλάκις τοῖς ἀλλοτρίοις ὑποδήμασι χρῶνται ἤτοι σπεύδοντες ἢ καὶ ἀγνοοῦντες ὑπὸ τῆς μέθης.
ὑπερβαλῇ νικήσεις.
θωπείαις κολακείαις.
αὐτὸν τὸν Δῆμον.
προσαμφιῶ τοδί: πρὸς οἷς ἔχει ἐνδύσω. παρεπιγραφὴ δέ· δίδωσι γὰρ ὁ Κλέων αὐτῷ χιτῶνα.
ἰαιβοῖ δυσῶδες αὐτὸ εὑρών, ἀηδιζόμενος ὁ Δῆμός φησιν.
βύρσης κάκιστον ὄζων: ἀηδισθεὶς ὁ Δῆμος καὶ μυσαττόμενος τὴν ὀσμὴν τοῦ βυρσοδέψου ταῦτά φησιν.
… ἤγουν διὰ τὸ δυσῶδες τοῦ ἱματίου. Γ
ἐπίτηδες ἐπʼ αὐτὸ τοῦτο.
ἤμπισχεν ἐνέδυεν.
ἀποπνίξῃ τῇ ὀσμῇ.
τὸν καυλὸν οἶσθʼ ἐκεῖνον: τὴν ῥίζαν τοῦ σιλφίου. σίλφιον δὲ φυτάριόν ἐστι κάκοσμον. Ἀρισταῖος δὲ ὁ Ἀπόλλωνος καὶ Κυρήνης πρῶτος τὴν ἐργασίαν τοῦ σιλφίου ἐξεῦρεν ὥσπερ καὶ τοῦ μέλιτος.
τὸν καυλὸν τὴν ῥίζαν.
Ἀρισταῖος ὁ Ἀπόλλωνος καὶ Κυρήνης πρῶτος τὴν ἐργασίαν τοῦ σιλφίου ἐξεῦρεν ὥσπερ καὶ τοῦ μέλιτος.
τὸν καυλὸν οἶσθʼ ἐκεῖνον τὴν ῥίζαν τοῦ σιλφίου, ὃ φυτόν τι ἐστὶ κάκοσμον.
τὸν ἄξιον γενόμενον: ὅτι καὶ νῦν εὔωνον καὶ ὀλίγης τιμῆς πιπρασκόμενον.
οἶδα μέντοι: ὅτι καὶ τῷ ὀπῷ καὶ τῇ ῥίζῃ καὶ τῷ καυλῷ τοῦ σιλφίου ἐχρῶντο.
ἄξιον εὔωνον.
ἔσπευδʼ διὰ σπουδῆς μετεχειρίσατο.
Ἡλιαίᾳ μέγιστον δικαστήριον ἦν ἐν Ἀττικῇ οὕτω καλούμενον διὰ τὸ ὕπαιθρον εἶναι, ὡς εἴρηται.
οἱ δικασταί: οἱ ἡλιασταί. τὸ μέγα δὲ δικαστήριον ἐν τῇ Ἀττικῇ Ἡλιαία, καὶ οἱ δικασταὶ ἡλιασταί.
δικασταί οἱ ἐν Ἡλιαίᾳ.
κόπριος: κηπουρός, παρὰ τὴν κόπρον. ἄλλως: δῆμος τῆς Ἀττικῆς· ἢ τὸν κοπρολόγον λέγει.
κόπριος κηπωρός. ἀπὸ τοῦ κόπρος.
πυρροί ἤγουν ἀπὸ ἐντροπῆς.
Πυρράνδρου: ἀπὸ τοῦ «πυρροὶ» ἔπαιξε τὸ ὄνομα. ἦν δὲ οὗτος ὁ Πύρρανδρος πονηρὸς καὶ συκοφάντης.
βωμολοχεύμασι: κακουργήμασι, κολακεύμασιν, ἢ ἀπάταις. βωμολόχοι δέ εἰσιν οἱ περὶ τοὺς βωμοὺς λοχῶντες ἐπὶ τῷ ἁρπάζειν.
ἡ θεός ἤγουν ἡ Ἀθηνᾶ.
νικήσεις ἀλλαντοπῶλα.
μισθοῦ τρύβλιον: ὀξύβαφον. ἀντὶ τοῦ εἰπεῖν ὀσπρίου, ἢ ἄλλου τινὸς προσφαγίου, «μισθοῦ» εἶπε διὰ τὸν δικαστικὸν μισθόν.
κυλίχνιον: ἔκπωμα, ὃ νῦν λέγουσι πυξίδιον. ἔχουσι δὲ οἱ ἰατροὶ τὰ πυξίδια, ἐν οἷς προσβάλλουσι τὰ πάσματα.
κέρκον λαγώ: τὴν οὐράν. ἁπαλὸν δὲ καὶ τρυφερὸν τὸ τοῦ λαγὼ ἔριον, ὥστε ἀντὶ σπόγγου χρήσασθαι. ἄλλως: διὰ τὸ ἁπαλὸν εἶναι, ὥστε τὰς λήμας περιψῆν.
περιψῆν: ἀντὶ τοῦ καταμάσσειν, ἀποσπογγίζειν. φιλονεικεῖ δὲ ἕκαστος ὑπερβαλεῖν ταῖς δωρεαῖς.
κέρκον λαγὼ οὐρὰν λαγωοῦ διὰ τὸ μαλακὸν εἶναι ὥστε τὰς λήμας περιψᾶν.
ἐμοὶ μὲν οὖν: διπλῆ καὶ εἴσθεσις εἰς ἀμοιβαῖον μέλος τῶν ὑποκριτῶν κώλων λʹ, πάντων ἰάμβων, ὧν τὰ πρῶτα δύο μονόμετρα, τὰ ἑξῆς δίμετρα ἀκατάληκτα, τὸ δὲ τελευταῖον τρίμετρον καταληκτικόν.
… ἢ ὁ Κλέων ἢ ὁ ἀλλαντοπώλης. Γ
μὲν οὖν μᾶλλον.
ἐμοῦ ἐπὶ τὴν κεφαλὴν ἀποψῶ.
τριηραρχεῖν: ἀπειλεῖ λειτουργίαν αὐτῷ. λειτουργία γὰρ παρὰ Ἀθηναίοις δαπανηρὰ τὸ τριηραρχεῖν. ἔδει γὰρ τὴν τριήρη πάντα ἔχειν πρὸς πόλεμον εὐτρεπῆ, ἅπερ παρεσκεύαζεν ὁ τὴν λειτουργίαν ταύτην προβληθείς. ἄλλως: ἐπειδὴ οἱ στρατηγοί, εἴ τινα εἶχον ἐχθρόν, εἰς τριηραρχίαν ἐνέβαλλον, ὅπως ἂν αὐτῷ ὁ βίος ἀναλίσκοιτο. εἰ δέ τις ὑπερβαλλόντως ἀπεχθάνοιτο, παλαιὰς ναῦς αὐτῷ ἐδίδοσαν, ὅπως ἂν οἴκοθεν καινὰς ἀντʼ αὐτῶν κατασκευάσῃ, καὶ πάντῃ ἄποροι ἐγίγνοντο.
τριηραρχεῖν ἤγουν ἄρχειν τριήρους.
δαπανηρὸν ἦν παρʼ Ἀθηναίοις τὸ τριηραρχεῖν. ἔδει γὰρ τὴν τριήρη πάντα ἔχειν τὰ πρὸς πόλεμον εὐπρεπῆ, ἅπερ παρεσκεύαζεν ὁ εἰς τὴν λειτουργίαν ταύτην προβληθείς. εἴ τινα οὖν ἐχθρὸν εἶχον οἱ στρατηγοί, εἰς τριηραρχίαν ἐνέβαλον, ὅπως ἂν ὁ βίος αὐτοῦ ἀναλίσκοιτο. εἰ δέ τις ὑπερβαλλόντως ἀπεχθάνοιτο, παλαιὰς ναῦς αὐτῷ ἐδίδοσαν, ὅπως ἂν οἴκοθεν καινὰς ἀντʼ αὐτῶν κατασκευάσῃ καὶ πάντῃ ἄπορος γίγνοιτο.
… ἀπειλεῖ αὐτῷ λειτουργίαν.
ἀναλίσκοντα καταδαπανῶντα.
οὐκ ἐφέξεις οὐ παύσῃ.
οὐδὲν οὐδαμῶς.
ναυπηγούμενος καταβάλλων τὰ τῶν ναυπηγῶν.
διαμηχανήσομαι διαπράξομαι.
διαμηχανήσομαι ἐπιτηδεύσομαι.
ἀνὴρ παφλάζει: ἐπειδὴ ἑώρα τὸν Κλέωνα κεκραγότα καὶ παφλάζοντα τῷ λόγῳ, τῇ μεταφορᾷ ἐχρήσατο ἀπὸ τοῦ χαλκείου ἐν τῷ πυρὶ κειμένου. ἐπειδὰν γὰρ ἴδωμεν τοῦτο ὑπερζέον, τῶν ὑποκειμένων ξύλων ὑφαιροῦμεν καὶ τοῦ ὕδατος, ἵνα μὴ ὑπερχυθέντος τοῦ ὕδατος τὸ πῦρ σβεσθῇ. χαριέντως δὲ ὡς μαγείρῳ. ἄλλως: ἐντεῦθεν διακέκριται τοῖς προσώποις. εἰσὶ δὲ ἴσα ὅλα καὶ ὅμοιον ποιεῖ τὸ ὅλον περιοδικόν. τὸ δὲ τελευταῖον ἑτέραν ἔχει διαίρεσιν, τὴν εἰς τρίμετρον καταληκτικόν.
ἀνὴρ παφλάζει: παφλάζειν τοῦ καχλάζειν διαφέρει. παφλάζειν μὲν ἐπὶ ἤχου λεβήτων θερμὸν ἀναζέοντος· ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ παμφαλάζειν καὶ πολλῷ πυρὶ ἅλλεσθαι. καχλάζειν δὲ ἐπὶ κτύπου ῥοῆς ὕδατος, ἀπὸ τοῦ ἐπὶ καχλήκων ξηρῶν ἠχεῖν.
παφλάζει βράζει καὶ τετάρακται. πεποίηται δὲ παρὰ τὸ πάφλα. τὸ δὲ ἑξῆς, ἀνὴρ παφλάζει ὑπερζέων.
ὑφελκτέον ἄξιον, ὕπαρχον ὑφελκύσαι.
ὑφελκτέον ἀφαιρετέον.
τῶν δᾴδων: ἔδει εἰπεῖν τῶν κρεῶν. ἔστι γὰρ ἀπὸ μεταφορᾶς τῶν ἑψόντων, οἵτινες, ὅταν παφλάζῃ, τῶν ὑποκειμένων ξύλων ἀφαιροῦνται καὶ τῶν κρεῶν.
ἀπαρυστέον: ἀφαιρετέον. «τῶν ἀπειλῶν» δὲ εἶπεν ἀντὶ τοῦ εἰπεῖν «τοῦ ζέματος». ἐπειδὴ τῶν ὑπερζεόντων ἀπαρύονται, ἵνα μή τι ὑπερχέηται. μαγειρικῶς δὲ ταῦτα.
ἀπαρυστέον ἄξιον, ὕπαρχον ἀπαρύσαι καὶ ἀντλῆσαι.
τοῦτο ποιεῖν εἰώθασιν. ὑπερζέοντος καὶ παφλάζοντος τοῦ λέβητος ἢ τῆς χύτρας τῶν κρεῶν ἔδει.
ἀπαρυστέον ἐκβλητέον.
ταυτῃί: ἴσως κρεάγραν ἔδειξεν ὡς μάγειρος.
ταυτῃί ὑπὸ ταύτης.
ταυτῃί τῇ κρεάγρᾳ.
ἰπούμενος ταῖς εἰσφοραῖς: θλιβόμενος ταῖς συντελείαις, ταῖς ἀπαιτήσεσι, πολλὰ εἰσφέρειν ἀναγκαζόμενος.
σπεύσω σε: σπεύσω εἰς σὲ καὶ σπουδάσω. ἐπειδὴ οἱ στρατηγοί, ἐχθρούς τινας ἔχοντες πένητας, ἐνέγραφον τῷ πρώτῳ τάγματι, ὅπως μὴ ἀρκοῦντες πρὸς τὰς μεγάλας ζημίας, ἄποροι γένωνται.
σπεύσω σε σπευδάσω εἰς σέ.
ἐγγραφῇς καταταγῇς.
εὔχομαι ἀντὶ τοῦ καταρῶμαι.
τευθίδες: εἶδος ἰχθύων.
τευθίδων πεπληρωμένον.
τάγηνον τηγάνιον.
σίζον: ποιὸν ἦχον ἀποτελοῦν.
ἐφεστάναι καὶ ἐπάνω τοῦ πυρὸς ἑστάναι.
ἐφεστάναι σίζον ἵστασθαι καὶ ἦχον ἀποτελεῖν.
ἐφεστάναι ἐν τῷ πυρί.
σίζον ἠχοῦν.
γνώμην βουλήν.
ἐρεῖν λέξειν.
περὶ ἕνεκα.
Μιλησίων: ὡς ἐκεῖθεν δωροδοκοῦντος. μέτοικοι δὲ Ἀθηναίων οἱ Μιλήσιοι.
ἢν κατεργάσῃ: ἐὰν διαπράξῃ ἅπερ αὐτοῖς ἐπηγγείλω.
τῶν τευθίδων τῶν ἰχθύων.
ἐμπλήμενος ἐμπλησθείς.
φθαίης ἔτʼ εἰς ἐκκλησίαν ἐλθών προλάβοις ἔτι εἰς ἐκκλησίαν ἐλθών.
μεθήκοι μετέλθοι, καλῶν σε δηλονότι.
μεθήκοι μετακαλέσαιτό σε.
… καὶ τοῦτο παρατέλευτον.
εὖ γε νὴ τὸν Δία: διπλῆ καὶ τοῦ χοροῦ περίοδος δίκωλος ἐν ἐπεισθέσει, ὧν τὸ πρῶτον ἐκ τροχαϊκῆς βάσεως καὶ ἀναπαιστικῆς, καὶ ἑφθημιμερὲς ἢ Ἰωνικόν, ἀπὸ μὲν τριμέτρου καταληκτικόν. ἀτακτότερον δὲ ἔχει τὴν τροχαϊκὴν βάσιν ἑπτάσημον. τὸ δὲ δεύτερον πενθημιμερὲς κοινὸν δακτυλικὸν καὶ ἀναπαιστικόν. ἐπίτηδες δὲ διαλελυμένως μιμούμενος τὸν πεζὸν λόγον. ἔστι δὲ πολλὰ καὶ παρʼ Εὐπόλιδι σεσημειωμένα.
διπλῆ καὶ ἐν ἐκθέσει ἴαμβοι τρίμετροι ἀκατάληκτοι λʹ.
κἀμοὶ δοκεῖ, καὶ τἆλλα: κορωνὶς ἑτέρα εἰσιόντων τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι λʹ, ὧν τελευταῖος «ἰδοὺ ἰδοὺ νὴ τὸν Δίʼ οὐδὲν κωλύει».
ἀγαθὸς πολίτης: ὁ ἀλλαντοπώλης δηλονότι. δοκεῖ μοι, φησί, καλὸς εἶναι πολίτης, οἷος οὐδεὶς ἄλλος γένοιτʼ ἂν ἐν παντὶ χρόνῳ.
τοῖσι πολλοῖς τοὐβολοῦ: τοῖς εὐώνοις, τοῖς Ἀθηναίοις. οὕτως γὰρ λέγεται ἐπὶ τῶν πολλῶν τοῦ ὀβολοῦ πωλουμένων.
ἐσκορόδισας: ἀήδισας ἢ ἐπίκρανας ἢ ἐδρίμυξας ἢ κλαῦσαι πεποίηκας. ἀπὸ τῶν σκόροδα τριβόντων.
ὦ Παφλαγών πρὸς τὸν Κλέωνα.
ἐσκορόδισας δριμύτητος ἐνέπλησας.
τὸν δακτύλιον τὴν σφραγῖδα, τῆς ἀρχῆς τὸ σημεῖον.
ὡς οὐκέτι ἐμοὶ ταμιεύσεις: ὡς οὐκέτι ἐπιμελήσῃ τῶν ἐμῶν χρημάτων, οὐδὲ ταμίας μοι ἔσῃ, τουτέστι διοικήσεις τὰ πρυτανεῖα.
ἐμοῦ πανουργότερος: ἑαυτὸν διαβάλλει ὁ Κλέων, ἐκείνῳ ψόγον ἐπιφέρειν βουλόμενος.
ὁ δακτύλιος ὃν ἐφόρει τῆς ἀρχῆς ὄντα σημεῖον.
ἀλλʼ ἦ ὄντως.
ἦ οὐ συνίζησις.
δημοῦ βοείου: παρὰ τὸν δῆμον ἐποίησε δημὸν ὀξυτόνως. ὀλίγον οὖν δεῖ τῷ τόνῳ παρεγκλίνειν. λέγει δὲ καὶ ταῦτα ἐπειδὴ ὡς ἀναίσθητον διαβάλλει τὸν Δῆμον. ἐπειδὴ τῷ θρίω περιβάλλοντες τὸ λίπος ὤπτων. θρῖον δὲ τὸ τῆς συκῆς φύλλον. ἄλλως: λίπους βοείου. ταῦτα δὲ εἰς ἀναισθησίαν τοῦ δήμου. καὶ ἐν Σφηξὶ «ἵστη βόειον δημόν». θρῖον δὲ σκεύασμά τι μετὰ ἐγκεφάλου γιγνόμενον.
θρῖον: χόνδρος ἢ ὄρυζα ἕψεται, ἢ σεμίδαλις ἀρκούντως. εἶτα ἐπιχεῖται τὸ ὕδωρ, καὶ φυρᾶται τὸ ἡψημένον μετὰ ἁπαλοῦ τυροῦ καὶ ᾤων ὀλίγων. εἶτα περιλαμβάνεται φύλλοις συκίνοις ὅλον καὶ περιειλεῖται καννάβῳ ἢ παπύρῳ ἢ λίνῳ, καὶ καθίεται εἰς ζωμὸν κρεῶν ἡψημένων, ἄχρι τοῦ λαβεῖν ἱκανὴν ἕψησιν. εἶτα ἐξαίρεται καὶ τῶν φύλλων περιαιρεθέντων εἰς λοπάδα νέαν ζέοντος μέλιτος ἐμβάλλεται καὶ παρατίθεται. ἄλλως .... στρεφόμενον δέ, ὅταν ἱκανῶς ἔχῃ καὶ ξανθὸν γένηται, ἐξαιρεθὲν παρατίθεται μέλιτος περιχυθέντος, ἢ ἀπὸ τοῦ ἑφθοῦ, ἢ ἀπὸ τοῦ ἄλλου. θρῖον δὲ καλεῖται ἀπὸ τῶν φύλλων τῆς συκῆς, ἅτινα οὕτω καλεῖται.
καὶ Θρύον μὲν πόλις, ὡς τὸ «Θρύον, Ἀλφειοῖο πόρον, εὔκτιτον Αἰπύ».
παρὰ τὸν Δῆμον ἐποίησεν ὄνομα δημὸν ὀξυτόνως, ὃ σημαίνει τὸ λίπος. θρῖον δέ ἐστι τὸ τῆς συκῆς φύλλον ᾧ περιβάλλοντες τὸ λίπος ἕψουσι. κατασκευάζεται δὲ οὕτω. χόνδρος ἢ ὄρυζα ἕψεται ἢ σεμίδαλις ἀρκούντως, εἶτα ἀποχεῖται τὸ ὕδωρ καὶ φυρᾶται τὸ ἡψημένον μετὰ ἁπαλοῦ τυροῦ καὶ ᾤων ὀλίγων. εἶτα περιειλεῖται καννάβῳ ἢ λίνῳ ἢ παπύρῳ, καὶ καθίεται εἰς ζωμὸν κρεῶν ἡψημένων ἄχρι τοῦ λαβεῖν ἱκανὴν ἕψησιν. εἶτα ληφθὲν ἐκεῖθεν ἐμβάλλεται εἰς λοπάδα νέαν ζέοντος μέλιτος καὶ ἑψεῖται στρεφόμενον. ὅτε δὲ ἱκανῶς ἑψηθῇ καὶ ξανθὸν γένηται, ἐξαιρεθὲν παρατίθεται εἰς βρῶσιν μέλιτος ἐπιχυθέντος ἀπὸ τοῦ ἑφθοῦ ἢ ἑτέρου.
δημοῦ λίπους.
θρῖον φύλλον συκῆς, ἐπειδὴ τῷ θρίῳ περιβάλλοντες τὸ λίπος ὤπτων.
λάρος κεχηνώς: τὸν Κλέωνα λέγει διὰ τὸ ἁρπακτικόν. ἀπὸ τούτου δὲ ὡς κλέπτην τὸν Κλέωνα διαβάλλει. καὶ ὁ λάρος γὰρ ζῶόν ἐστιν ἀδηφάγον. τὴν δὲ «πέτραν» διὰ τὸ βῆμα τὸ ἐν τῇ πνυκί.
ἀπόφερʼ μακρὰν φέρε.
τὸν Κλεωνύμου: ὡς δαπανηρὸν καὶ ἐν τρυφῇ ζῶντα κωμῳδεῖ καὶ διαβάλλει τὸν Κλεώνυμον,
τὸν ἐμὸν δακτύλιον.
παρʼ ἐμοῦ δὲ τουτονὶ λαβών: δακτύλιον ἄλλον δίδωσι. καὶ ἔστι παρεπιγραφή.
… Κλέων πρὸς τὸν ἀλλαντοπώλην. Γ
ταμίευέ μοι διοίκει τὰ δημόσια.
νυν δή.
μολγὸν γενέσθαι: Φαεινὸς «μολγὸν» ἀντὶ τοῦ τυφλόν. Ἡρόδοτος δὲ ἱστορεῖ τούτους ἐπάνω τῆς Σκυθίας εἶναι. ἄλλως: πένητα, παρὰ τὸ ἀμέλγεσθαι καὶ ζημιοῦσθαι. ἄλλως: Σύμμαχος· ἔοικε χρησμός τις εἶναι. ἐν γὰρ τοῖς Γεωργοῖς οὕτως ἔχει: «ὅτῳ δοκεῖ σοι δεῖν μάλιστα τῇ πόλει. ἐμοὶ μὲν ἐπὶ τὸν μολγὸν εἶναι οὐκ ἀκήκοας.» Ἐρατοσθένης· μολγὸν καὶ ἀμολγὸν τὸν αὐτόν· ἀμολγοὺς δὲ παρὰ τούτοις φησὶ λέγεσθαι τοὺς ἀμέλγοντας τὰ κοινά. Ἡσίοδος δὲ «μᾶζά τʼ ἀμολγαίη.» οἱ δὲ ἀντὶ τοῦ ἀκμαῖον. παρὰ δὲ τοῖς κωμικοῖς μόλγης ὁ μοχθηρός, ὥσπερ γόης· οὕτω Σωκράτης. ἄλλως: «μολγὸν» τινὲς μὲν γλαυκόν, οἱ δὲ τὸν βραδύν. οἷον ἀμολγὸν καὶ κλέπτην τῶν δημοσίων. μολγοὺς γὰρ ἔλεγον τοὺς ἐξαμέλγοντας καὶ κλέπτοντας τὰ κοινά.
μολγὸν τυφλόν, πένητα.
δεῖ ἀπόκειται.
Ἡρόδοτος τοὺς Μολγοὺς ἐπάνω τῆς Σκυθίας ἱστορεῖ εἶναι. οἱ δέ φασι τοὺς πένητας, παρὰ τὸ ἀμέλγεσθαι. Σύμμαχος δέ φησιν ὅτι ἔοικε χρησμός τις εἶναι. ἐν γὰρ τοῖς Γεωργοῖς οὕτως ἔχει· «ὅτῳ δοκεῖ σοι δεῖν μάλιστα τῇ πόλει. ἐμοὶ μὲν ἐπὶ τὸν μολγὸν οὐκ ἀκήκοας;» παρὰ δὲ τοῖς κωμικοῖς μόλγης ὁ μοχθηρός, ὥσπερ τὸ γόης. οὕτω Κράτης.
μολγὸν τυφλόν, οἱ δὲ τὸν γλαυκὸν λέγουσιν ἢ τὸν βραδύν, ἢ ἀμολγὸν καὶ κλέπτην, μολγοὺς γὰρ ἔλεγον τοὺς ἀμέλγοντας.
μέχρι τοῦ μυρρίνου: μέχρι τῆς κεφαλῆς· ἐπειδὴ οἱ ἄρχοντες μυρρίνῃ ἐστεφανοῦντο. ἢ ἀπὸ τοῦ ἐσκολύφθαι τὸ αἰδοῖον εἰς τέλος καὶ ὁλόκληρον. μύρτον δὲ ἐκάλουν οἱ παλαιοὶ τὸ γυναικεῖον αἰδοῖον.
ψωλὸν παρατεταμένον ἔχοντα τὸ μόριον.
οἵ γʼ ἐμοί χρησμοί.
ἁλουργίδα: πορφυρᾶν χλανίδα. ἐπειδὴ τὸ ῥόδον πορφυροῦν, τῷ στεφάνῳ τῶν ῥόδων τὴν «ἁλουργίδα» ἐπήνεγκεν.
ἁλουργίδα πορφυροῦν ἱμάτιον.
ἁλουργίδα πεποικιλμένην περικεφαλαίαν.
κατάπαστον κατάχρυσον.
χρυσοῦ διώξεις: τῷ «διώξεις», ἔχοντι λόγον πρὸς τὰ προκείμενα, ἐπήνεγκε παρὰ τὴν φωνὴν τὸ Σμικύθην καὶ κύριον», ὥσπερ ἐν ταῖς εἰσαγωγαῖς τῶν ἐγκλημάτων κηρύττειν εἰώθασιν, ἐπειδὰν γυναικὶ ἐπιφέρηται ἔγκλημα. οὕτω γὰρ προκαλεῖσθαι εἰώθασιν ἐν τῷ δικαστηρίῳ, «ἡ δεῖνα καὶ ὁ κύριος», τουτέστιν ὁ ἀνήρ. ἅμα οὖν ὡς γυναικώδη τὸν Σμικύθην κωμῳδεῖ καὶ ἔχοντα κύριον ὥσπερ αἱ θήλειαι. ὁ δὲ Σμικύθης Θρᾳκῶν βασιλέυς. «Κύριον» δὲ ἀντὶ τοῦ Κύρου τοῦ Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως, ὃς κατʼ ἐκείνους τοὺς χρόνους τῆς Λυδίας πεμφθεὶς σατραπεύειν, Λακεδαιμονίοις προσθέμενος εἰς πόλεμον τὸν πρὸς Ἀθηναίους ἐχορήγησε χρήματα. ἄλλως: τὸν Σμικύθην κωμῳδεῖ ὡς κίναιδον. «κύριον» δὲ λέγει τὸν ἄνδρα. οὕτω γὰρ ἐπεγράφοντο ἐν τοῖς δικαστηρίοις, «Ἀσπασία καὶ κύριος», τουτέστι Περικλῆς.
κύριον τὸν ἄνδρα, τὸν Περικλῆν.
ἐν τῷ δικαστηρίῳ κηρύττειν εἰώθασιν, ἐπειδὰν γυναικὶ ἐπιφέρηται ἔγκλημα, «ἡ δεῖνα καὶ ὁ κύριος», τουτέστιν ὁ ἀνήρ. ἅμα οὖν ὡς γυναικώδη τὸν Σμικύθην κωμῳδεῖ, καὶ ἔχοντα κύριον ὡς αἱ θηλεῖαι· ὁ δὲ Σμικύθης Θρᾴκης βασιλεύς. ἢ ὡς ἔχοντα κύριον Κῦρον τὸν Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως, ὃς κατʼ ἐκείνους τοὺς χρόνους τῆς Λυδίας πεμφθεὶς σατραπεύειν, Λακεδαιμονίοις προσθέμενος εἰς πόλεμον τὰ πρὸς Ἀθηναίους ἐχορήγησε χρήματα.
Σμικύθην τοῦτον κωμῳδεῖ ὡς κίναιδον.
ἔνεγκʼ ὦ Κλέων.
οὑτοσί ἀλλαντοπώλης.
αὐτῶν χρησμῶν.
ἥδιστον φάος: κορωνίς, ἐξιᾶσι γὰρ οἱ ὑποκριταί, καὶ ἐν εἰσθέσει τοῦ χοροῦ ἑξὰς μονοστροφικὴ τετρακώλους ἔχουσα τὰς περιόδους ἐκ τριῶν γλυκωνείων καὶ τοῦ φερεκρατείου. συνῆπται δὲ τῇ λέξει καὶ μόνον διακέκριται τὸ φερεκράτειον. παράγραφοι δὲ ἁπλαῖ μὲν πέντε, ἡ δὲ ἕκτη διπλῆ καὶ μετὰ κορωνίδος.
ἥδιστον φάος ἡμέρας: κορωνὶς καὶ εἴσθεσις χοροῦ μονοστροφικὴ ἐκ κώλων ἀντισπαστικῶν ἐπιμεμιγμένων ἐπιτρίτοις, διτροχαίοις, διϊάμβοις, χοριάμβοις καὶ βακχείοις κδʹ, τετρακώλους τὰς περιόδους ἔχουσα. εἰσὶ δὲ τὰ μὲν τρία ἑκάστης περιόδου κῶλα δίμετρα ἀκατάληκτα, ἃ καλεῖται γλυκωνεῖα, ὡς εἴρηται, διὰ τὸ ἀντὶ τοῦ ἀντισπάστου ὡς ἐπὶ τὸ πλεῖστον ἐπίτριτον ἔχειν τέταρτον ἐν τῇ πρώτῃ χώρᾳ, τὴν δὲ ἑξῆς ὡς ἐπὶ τὸ πλεῖστον ἐκ διϊάμβου ἢ διτροχαίου. τὸ δὲ τέταρτον κῶλον δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται φερεκράτειον διὰ τὸ ἀντὶ τοῦ ἀντισπάστου ἔχειν ὡς ἐπὶ τὸ πλεῖστον ἐν τῇ πρώτῃ χώρᾳ ἐπίτριτον καὶ αὐτὸ τέταρτον ἢ διτρόχαιον, ἐν δὲ τῇ δευτέρᾳ βακχεῖον. τίθεται δὲ ἐν τῷ τέλει ἑκάστης περιόδου, ὡς καὶ ὁ ἐξηγητής φησιν, ἡ παράγραφος, ἐν δὲ τῇ ἕκτῃ περιόδῳ παράγραφος καὶ κορωνίς.
ἥδιστον φάος ἡμέρας ἀπʼ Εὐριπίδου.
ἔσται γενήσεται.
τοῖς παροῦσι ἐγχωρίοις τοῖς οὖσι κατὰ τὸν νῦν καιρόν.
τοῖσιν ἀφικνουμένοις: τοῖς μέλλουσιν ἔσεσθαι ἢ τοῖς μετὰ ταῦτα ἐσομένοις· ἢ καὶ τοῖς ἐπιδημοῦσι τῶν ξένων, ἵνʼ ἐπιδεικνύῃ τὸν Κλέωνα κἀν τούτῳ πονηρόν, ὅτι μηδὲ τούτων φείδεται, ἀλλʼ ἐπίσης ἅπαντας συκοφαντεῖ.
ἀργαλεωτάτων δυσκόλων, ψυχρῶν.
ἐν τῷ δείγματι τῶν δικῶν: Σύμμαχος· σκέψασθε τί δή ποτέ ἐστι τὸ δεῖγμα τῶν δικῶν. παρεῖται γάρ, φησίν, εἰ μὴ τὸ δεῖγμα τόπος ἐστὶν ἐν Πειραιεῖ, ἔνθα πολλοὶ συνήγοντο ξένοι καὶ πολῖται καὶ ἐλογοποίουν. τὸ δὲ «τῶν δικῶν» προσέθηκεν, ἵνα διαβάλλῃ τὸ φιλόδικον τῶν Ἀθηναίων. ἄλλως: ἐν τῷ Πειραιεῖ, ἐπεὶ ἐκεῖ οἱ ἔμποροι τὰ δείγματα τῶν πωλουμένων ἐτίθεσαν. ἅμα δὲ ἔσκωψε τὸ φιλόδικον τῶν Ἀθηναίων.
ἐν τῷ δείγματι τῶν δικῶν ἐν τῷ Πειραιεῖ, ἤγουν ἐν ᾧ δείκνυνται αἱ δίκαι.
δείγματι τόπος ἐν Πειραιεῖ, ἔνθα πολλοὶ συνήγοντο ξένοι.
ὡς ὅτι.
εἰ μή γέ μοι ἐγένετο.
ἤστην ὑπῆρχον.
δοῖδυξ οὐδὲ τορύνη παρʼ ὑπόνοιαν ἐπήνεγκε. τορύνη δὲ τὸ τῆς χύτρας κινητήριον.
δοῖδυξ: παροιμία, δοῖδυξ αὔξει, ἐπὶ τῶν λίαν μικρῶν. ταῦτα δὲ ὡς πρὸς τὸν Κλέωνα πάντα συνταράττοντα.
δοῖδυξ οὐδὲ τορύνη: παρʼ ὑπόνοιαν ἐπήνεγκε ταῦτα ὡς πρὸς Κλέωνα πάντα συνταράττοντα. ἔστι δὲ καὶ παροιμιῶδες, δοῖδυξ αὔξει, ἐπὶ τῶν ἄγαν μικρῶν. τορύνη δὲ τὸ τῆς χύτρας κινητήριον.
δοῖδυξ τριβεύς.
τορύνη κουτάλη.
τορύνη τὸ τῆς χύτρας κινητήριον.
ὑομουσίας: χοιρωδίας, ἀπαιδευσίας.
οἳ ξυνεφοίτων ἤγουν οἱ συμμαθόντες.
ξυνεφοίτων συνεμάνθανον αὐτῷ.
τὴν Δωριστί: τῷ ὀνόματι παίζει διὰ τὸ δωροδοκεῖσθαι. διαβάλλει οὖν αὐτὸν ὡς κλέπτην καὶ δωροδοκούμενον. Δώριος δὲ οὕτω καλεῖται μία τῶν ἁρμονιῶν, ὡς καὶ Λύδιος καὶ Φρύγιος καὶ Βοιώτιος. ἄλλως: οὐδεμίαν ἁρμονίαν θέλει μαθεῖν ἄλλην, μόνην δὲ τὴν τοῦ δωροδοκεῖν ἐπώνυμον.
ἁρμόττεσθαι παιδεύεσθαι.
τὴν Δωριστὶ ἤγουν τὴν τοῦ δωροδοκεῖν ἐπώνυμον. διαβάλλει δὲ αὐτὸν ὡς κλέπτην καὶ δωρόδοκον.
ἄλλην ἁρμονίαν.
ἁρμόττεσθαι ἁρμονίαν· ἡ μὲν γὰρ τῶν ἁρμονιῶν Δώριος, ἡ δὲ Λύδιος, ἡ δὲ Φρύγιος, ἡ δὲ Βοιωτός.
ὀργισθέντʼ εἰς ὀργὴν ἐμπεσόντα.
ὡς ἁρμονίαν: ἁρμονίαν οἱ μουσικοὶ καλοῦσι τὸ εὖ καὶ ἐπισταμένως εἶναι τὰς νευρὰς ἐν τοῖς κρούμασι τῶν ᾀσμάτων. ἐν ἤθει οὖν ταῦτά φησιν, ὅτι Κλέων ἑτέραν μουσικὴν οὐ μετεχειρίζετο οὐδὲ μανθάνειν ἐβούλετο, ταύτης δὲ μόνης μετεποιεῖτο καὶ ἔμπειρος ἦν.
διπλῆ μετὰ κορωνίδος, ὅτι εἰσιᾶσιν οἱ ὑποκριταί, καὶ εἰσὶν ἴαμβοι τρίμετροι ἀκατάληκτοι ιηʹ.
ἰδοὺ θέασαι: κορωνὶς εἰσιόντων αὖθις τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ καὶ δακτυλικοὶ ϟϛʹ. ὧν προτίθενται στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ιζʹ· τὸ γὰρ ιεʹ δίμετρόν ἐστιν ἀκατάληκτον. ἐπὶ τῷ τέλει παράγραφος. περὶ δὲ τῶν ἑξῆς ἐν ἑκάστῃ περιόδῳ εἴρηται τίνος μέτρου εἰσίν. Ἡφαιστίων δέ φησιν ὅτι εἰώθασιν οἱ δραματοποιοὶ μεταξὺ ἰαμβείων τινῶν γράφειν ἑτέρῳ μέτρῳ ὁποσασοῦν στροφάς, εἶτα πάλιν περάναντες διʼ ἰαμβείων τὸ προκείμενον κατὰ διέχειαν ἀνταποδιδόναι τὰς στροφάς. ἐφʼ ἑκάστης οὖν στροφῆς τίθεται παράγραφος.
ἰδοὺ θέασαι: ἔξεισιν ἐπὶ τῶν μεταφρένων ἀγγεῖον φέρων πεπληρωμένον χρησμῶν, καὶ λέγει ὅτι τοσοῦτον ἄχθος βαστάζων ὅμως ἅπαντας ἐξάγειν οὐκ ἐδυνήθην τοὺς χρησμούς. καὶ ὁ ἕτερος ὁμοίως τὸ αὐτὸ ποιεῖ. τοῦτο γὰρ ἐπηγγελμένοι εἰσῆλθον, ἐξοίσειν τοὺς χρησμοὺς οὓς ἔχουσι περὶ τοῦ δήμου.
ἅπαντας τοὺς χρησμούς.
εἰσιᾶσιν οἱ ὑποκριταὶ ἐπὶ τῶν μεταφρένων ἀγγεῖα φέροντες πεπληρωμένα χρησμῶν. τοῦτο γὰρ ἐπηγγείλαντο, ἐξοίσειν τοὺς χρησμοὺς οὓς ἔχουσι περὶ τοῦ δήμου.
οὐχ ἅπαντας ἐκφέρω ὡς καὶ ἄλλων ἔνδον ὄντων χρησμῶν τὸ «οὐχ ἅπαντας ἐκφέρω» φησίν.
χεσείω: ὑπὸ τοῦ βάρους τῶν βιβλίων τῶν τοὺς χρησμοὺς ἐχόντων «χεσείω» φησίν. ὡς δὲ ἔνδον καὶ ἄλλων ὄντων χρησμῶν τὸ «οὐχ ἅπαντας ἐκφέρω» φησίν.
χεσείω μέλλω χεσεῖν.
ἔτι ἀκμήν.
καὶ ξυνοικία δύο: δυϊκῶς ἐπήγαγε τὸ «ξυνοικία». λέγονται δὲ ξυνοικίαι καὶ μικραὶ οἰκίαι καὶ ἀποστάσεις, ἢ οὓς νῦν φανόπτας φαμέν.
φλυαρία δὲ τοῦτο· ξυνοικία γὰρ καὶ τὰ κατώγεα λέγονται.
ὑπερῷον τὸ εἰς ὕψος διῆκον οἴκημα.
ξυνοικία ξυνοικίαι λέγονται αἱ μικραὶ οἰκίαι καὶ ἀποστάσεις, ἢ οὓς νῦν φανόπτας φαμέν.
Γλάνιδος: ἔπαιξε πρὸς τὴν κατάληξιν τὸν Βάκιν καὶ τὸν Γλάνιν εἰπών. ἔστι δὲ εἶδος ἰχθύος ὁ γλάνις.
γεραιτέρου συνετωτέρου.
περὶ σκόμβρων νέων: εἶδος ἰχθύων οἱ σκόμβροι παρόμοιοι τοῖς μικροῖς θύννοις. «νέων» δέ, νεωστὶ τεταριχευμένων. ἔπαιξε δὲ ὡς μάγειρος.
σκόμβρων ἰχθύες οἱ σκόμβροι παρόμοιοι τοῖς μικροῖς θύννοις.
τὸ πέος οὑτοσὶ δάκοι ἔπαιξεν.
δάκοι εἴθε.
τὸ πέος τὸ αἰδοῖον αὐτοῦ ἢ κόπρον· ἔπαιξεν ἐνταῦθα.
ὅπως καὶ πῶς.
νυν δή.
ὁ δοθεὶς χρησμὸς τοῖς Ἀθηναίοις οὗτος· «εὔδαιμον πτολίεθρον Ἀθηναίης ἀγελείης, πολλὰ ἰδὸν καὶ πολλὰ παθὸν καὶ πολλὰ μογῆσαν, αἰετὸς ἐν νεφέλῃσι γενήσεαι ἤματα πάντα.»
ὡς ἐν νεφέλῃσιν αἰετὸς γενήσομαι: ἐγένετο χρησμὸς τοῖς Ἀθηναίοις, ἐπὶ τοῦ δήμου αὐτῶν λεγόμενος, «αἰετὸς ἐν νεφέλῃσι γενήσεαι», οἷον ὑπερέξεις ἁπάντων ὥσπερ αἰετὸς τῶν ὀρνέων· οὗ νῦν μέμνηται. τούτου δὲ τοῦ χρησμοῦ καὶ ἐν Ὀρνῖσι καὶ ἐν Δαιταλεῦσι μέμνηται.
ὡς ὅτι.
… χρησμός· «αἰετὸς ἐν νεφέλῃσι γενήσεται ἤματα πάντα».
ἄκουε δὴ νῦν: ὁ πρῶτος στίχος ἐνταῦθα ἰαμβικὸς τρίμετρος ἀκατάληκτος, οἱ δὲ ἑξῆς ἓξ δακτυλικοὶ ἑξάμετροι καταληκτικοὶ εἰς δισύλλαβον, οἳ καὶ καλοῦνται ἔπη κυρίως, ὡς Ἡφαιστίων φησί. κατὰ μονοποδίαν γὰρ μετρεῖται, ὡς εἴρηται, δακτυλικά. ἐπὶ τῷ τέλει παράγραφος.
ἐν ἐκθέσει στίχοι ἐπικοὶ ἕξ.
φράζευ διανοοῦ.
Ἐρεχθεΐδη ὦ υἱὲ τοῦ Ἐρεχθέως.
ὁδόν ὑπόθεσιν.
διὰ τριπόδων ἐριτίμων: ἀπὸ τῶν τριπόδων. ἐφʼ ὧν ἐκαθέζετο ἡ πρόμαντις. «ἐριτίμων» δέ, πάνυ τιμίων. τὸ γὰρ «ἐρι–» ἐπίρρημά ἐστιν ἐπιτάσεως, ὡς τὸ «ἐρίηρες» καὶ «ἐριβώλακα» καὶ «ἐρικυδέα», τὴν μεγάλως ἔνδοξον.
«τριπόδων» δὲ διὰ τὸ γιγνώσκειν τὰ ἐνεστῶτα, τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα.
ἴαχεν ἐβόησεν.
ἐξ ἀδύτοιο ἤγουν ἐκ τοῦ ναοῦ διʼ οὗ οὐκ εἰσέρχεταί τις.
ἐριτίμων τῶν ἄγαν ἐντίμων.
τριπόδων ἐφʼ ὧν ἐκαθέζετο ἡ πρόμαντις.
ἐριτίμων πάνυ τιμίων.
σῴζεσθαι σῴζειν καὶ περὶ πολλοῦ ποιεῖσθαι.
καρχαρόδοντα ἀραιοὺς ἔχοντα τοὺς ὀδόντας.
πρὸ σέθεν λάσκων πρὸ σοῦ ἢ ὑπὲρ σοῦ ὑλακτῶν.
χάσκων: δάκνων. γράφεται δὲ καὶ λάσκων, ἀντὶ τοῦ φωνῶν καὶ ὑλακτῶν ὑπὲρ σοῦ.
λάσκων φωνῶν, ὑλακτῶν.
κἂν μὴ δρᾷ ταῦτα: κἂν μὴ ποιήσῃ ταῦτα ὁ κύων, ἀπολεῖται.
ἀπολεῖται ὁ κύων δηλονότι.
κατακράζουσι: καταθορυβοῦσιν. ἰδίως δὲ νῦν ἐπὶ ὀρνέων. τὸ δὲ κράζειν ἀντὶ τοῦ κρώζειν. ἄλλως: οἱ ἄλλοι ῥήτορες κράζουσι, θορυβοῦσιν.
μίσει ὑπὸ τοῦ μίσους.
σφε αὐτόν.
κατακρώζουσι καταβοῶσιν.
ἰδίως νῦν ἐπὶ τῶν ὀρνέων τὸ κρώζειν ἀντὶ τοῦ κράζειν. οἱ ἄλλοι δὲ ῥήτορες θορυβοῦσι, φασίν.
κατακρώζουσι καταθορυβοῦσιν.
καὶ ἐν εἰσθέσει στίχοι ἰαμβικοὶ θʹ.
ταυτὶ μὰ τὴν Δήμητρα: οἱ ἑξῆς τῶν εἰρημένων οὗτοι στίχοι ἰαμβικοί εἰσι τρίμετροι ἀκατάληκτοι θʹ. ἐπὶ τῷ τέλει παράγραφος.
ταυτὶ ἤγουν τὰ λόγια ἅπερ εἶπες.
ἐγὼ οὐκ συνίζησις.
πρὸ σοῦ ἀπύω ὑλακτῶ ὑπὲρ σοῦ.
ἀπύω ὑλακτῶ, βοῶ.
εἶπε ὁ Φοῖβος προσέταξεν.
σῴζεσθαι ἤγουν σῴζειν καὶ περὶ πολλοῦ ποιεῖσθαι.
ὥσπερ θύρας σου: οἱ γὰρ ἀποκλειόμενοι κύνες τὰς θύρας περιεσθίουσι βουλόμενοι ἑαυτοῖς ποιῆσαι ἔξοδον.
λήψομαι λάβω.
ὁ χρησμὸς ὁ περὶ τοῦ κυνὸς ὁ ἐν τῷ χρησμῷ κύων.
καὶ ἐν ἐκθέσει στίχοι ἐπικοὶ ιʹ.
φράζʼ Ἐρεχθεΐδη: οἱ ἑξῆς οὗτοι στίχοι δακτυλικοί εἰσιν ὅμοιοι τοῖς εἰρημένοις εʹ· ἐπὶ τῷ τέλει παράγραφος.
ἀνδραποδιστήν: σωματέμπορον, τοὺς ἐλευθέρους καταδουλούμενον.
ὃς κέρκῳ σαίνων: τῇ οὐρᾷ σαίνων, οἷον ὑποτρέχων καὶ κολακεύων. ἔπαιξε δὲ παρὰ τὴν παροιμίαν «σαίνεις δάκνουσα καὶ κύων λαίθαργος εἶ». ἐπὶ τῶν ὑποκρινομένων δῆθεν εὐνοεῖν, ἐπιβουλευόντων δὲ λάθρᾳ.
ἄλλοσε χάσκῃς ἤγουν ὅταν περὶ ἄλλα τὴν διάνοιαν ἔχῃς.
ἐξέδεται ἐκτρώγει.
τοὔψον τὸ βρῶμα.
που ἴσως.
ἐς τοὐπτάνιον: ἀντὶ τοῦ ἐπὶ τὸ πρυτανεῖον εἰπεῖν, εἶπεν «εἰς τοὐπτάνιον», τουτέστι τὸ μαγειρεῖον.
ὀπτάνιον: οὕτως καὶ ἐν ἄλλαις βʹ.
κυνηδὸν καὶ δίκην κυνός.
νύκτωρ τὰς λοπάδας: ὅτι τοὺς φόρους τῶν νήσων καὶ τῶν πόλεων ἀφήρπαζεν. ὡς οἱ κύνες εἰς τὰ μαγειρεῖα εἰσιόντες περιλείχουσι τὰς λοπάδας καὶ τὰς χύτρας, οὕτω καὶ ὁ Κλέων, ἐάν τι τοῖς νησιώταις περιλειφθῇ, καὶ τοῦτο λαμβάνει. ἄλλως: ἔπαιξε πρὸς τὸ γιγνόμενον ὑπὸ τῶν κυνῶν. οὗτοι γὰρ ἁρπάσαντές τι εἰώθασιν εἰς τοὺς ἡσυχίαν ἔχοντας τόπους ἀναχωρήσαντες ἐμφορεῖσθαι.
«νύκτωρ» δὲ εἶπε διὰ τὸ τοὺς ἁρπάσαντάς τι κύνας εἰς τὴν ἡσυχίαν αὐτῶν ἐμφορεῖσθαι.
καὶ τὰς νήσους διαλείχων: ὅτι ἀντὶ τοῦ εἰπεῖν τὰς χύτρας παρʼ ὑπόνοιαν εἶπε «τὰς νήσους»: τουτέστι τοὺς τῆς πόλεως φόρους διαρπάζων καὶ τοὺς νησιώτας διασείων.
ἔπαιξε πρὸς τὸ γινόμενον ὑπὸ τῶν κυνῶν. οὗτοι γὰρ ἁρπάσαντές τι ἐν ἡσυχίᾳ τότε ἀναχωρήσαντες ἐμφοροῦνται.
ὥσπερ οἱ κύνες τὰ μαγειρεῖα εἰσιόντες περιλείχουσι τὰς λοπάδας, οὕτως ὁ Κλέων τοὺς φόρους τῶν πόλεων καὶ τῶν νήσων ἀφήρπαζεν. ἀντὶ τοῦ εἰπεῖν δὲ τὰς χύτρας παρʼ ὑπόνοιαν εἶπε «τὰς νήσους», ὅτι καὶ τὰς πόλεις καὶ τὰς νήσους διέσεισε καὶ τοὺς φόρους ἐλάμβανεν.
ἴαμβοι βʹ.
νὴ τὸν Ποσειδῶ: οἱ ἑξῆς οὗτοι στίχοι, ὁ μὲν πρῶτος καὶ δεύτερος εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι, οἱ δὲ λοιποὶ δʹ δακτυλικοὶ ὅμοιοι τοῖς εἰρημένοις. ἐπὶ τῷ τέλει παράγραφος.
… πρὸς τὸν ἀλλαντοπώλην.
ἐν ἐκθέσει ἐπικοὶ δʹ.
ἱεραῖς μεγάλαις.
κώνωψι: τοῖς ῥήτορσιν, ἤγουν τοῖς Μήδοις λέγει.
κώνωψι ῥήτορσιν.
μαχεῖται μέλλει μαχήσεσθαι.
ὥς τε περὶ σκύμνοις: ὡς λέων ὑπερμαχῶν τῶν σκύμνων.
ὥς τε καθά.
περὶ σκύμνοισι ἤγουν περὶ τοῖς γεννήμασιν αὐτοῦ.
βεβηκώς ἀντὶ
φυλάξαι ἀσφαλίσαι.
τεῖχος ποιήσας: τὰς ναῦς φησί. οὗτος δὲ ὁ χρησμὸς ἐπιόντος τοῦ βαρβάρου ἐδόθη. ἀγνοούντων δὲ αὐτῶν καὶ βουλομένων ξυλίνῳ τειχίσαι τὴν πόλιν τείχει, Θεμιστοκλῆς ὁ στρατηγὸς νοήσας τὸν χρησμὸν εἶπε τεῖχος τὰς ναῦς λέγειν. μετέστησαν δὲ τότε εἰς Σαλαμῖνα. ἔστι δὲ ὁ χρησμός «τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρυόπα Ζεύς.»
περὶ τούτου τοῦ χρησμοῦ εἴρηται ἄνω που, ὅτε περὶ Θεμιστοκλέους ἐμνήσθη.
τεῖχος τὰς ναῦς λέγει.
πύργους οἷον ὅπλα.
καὶ ἐν εἰσθέσει ἴαμβοι ιʹ.
Ἀντιλέων: οὗτος πονηρὸς κωμῳδεῖται καὶ πολυπράγμων. προειρήκει δὲ ὁ Κλέων ἀντὶ τοῦ λέοντος αὐτῷ εἶναι φύλαξ.
σιδηροῦν τεῖχός ἐστι καὶ ξύλινον: ἀντὶ τοῦ ἐκ ξύλων σιδηρῶν· οὕτω τὸ ἑξῆς.
τεῖχος ποιήσας ξύλινον: ἀντὶ τοῦ ἐκ ξύλων σιδηρῶν. παίζει δὲ πρὸς τὸν χρησμόν. ἐκεῖνος δὲ ὁ χρησμὸς τὰς ναῦς ἔλεγεν ἐπιόντος τοῦ βαρβάρου. ἀγνοούντων δὲ αὐτῶν καὶ μὴ βουλομένων ξυλίνῳ τείχει περιτειχίσαι τὴν ἀκρόπολιν, Θεμιστοκλῆς ὁ στρατηγὸς νοήσας τὸν χρησμὸν εἶπε τεῖχος τὰς ναῦς λέγειν τὸν θεόν.
ξύλων ξύλινον.
σῴζειν φυλάττειν.
πεντεσυρίγγῳ: πέντε ὀπὰς ἔχοντι, διʼ ὧν οἵ τε πόδες καὶ αἱ χεῖρες καὶ ὁ τράχηλος ἐνεβάλλετο. λέγει δὲ τὴν ποδοκάκην.
πεντεσυρίγγῳ ξύλῳ: τὴν ποδοκάκην φησί, πεντεσύριγγον ξύλον πέντε ὀπὰς ἔχον, ἐν αἷς οἵ τε πόδες καὶ αἱ χεῖρες καὶ ὁ τράχηλος ἐνεβάλλοντο.
πεντεσυρίγγῳ ξύλῳ τῇ ποδοκάκῃ φησίν.
τὰ λόγιʼ: ἀντὶ τοῦ ἤδη δεσμεύσω αὐτόν. ΓΓ
τελεῖσθαι ἀντὶ τοῦ πληροῦσθαι· ἔστι δὲ καὶ τελεῖον ἀρεστόν. φαίνεται τὰ μυστήρια ἀντὶ τοῦ διδάσκεται.
μὴ πείθου· φθονεραὶ γάρ: οἱ ἑξῆς οὗτοι στίχοι δακτυλικοί εἰσιν ὅμοιοι τοῖς εἰρημένοις ιʹ. ἐπὶ τῷ τέλει παράγραφος.
κορῶναι: τοὺς ἐχθροὺς κορώνας φησίν. ΓΓ
ἐπικρώζουσι βοῶσι.
ἀλλʼ ἱέρακα φίλει: ἑαυτὸν λέγει· ἀντὶ τοῦ ἐμέ. ΓΘ
ἱέρακα ἤγουν ἐμέ.
συνδήσας Λακεδαιμονίων: πάλιν τὴν ἀναφορὰν ποιεῖται ἐπὶ τὴν Πύλον καὶ τὴν Σφακτηρίαν καὶ τοὺς αἰχμαλώτους τοὺς τʹ, οὓς ἔλαβε Δημοσθένης ἐπὶ Σικελίαν ἀπιών, ἤγαγε δὲ Κλέων.
κορακίνους: ἔπαιξεν ἀντὶ τοῦ κούρους. ΓΘ
παρεκινδύνευσε: πέρυσι γὰρ ὑπέσχετο τοῖς Ἀθηναίοις ὁ Κλέων κατορθῶσαι τὸν ἐν τῇ Πύλῳ πόλεμον ἕως ἡμερῶν κʹ. καὶ θαυμάσαντες πάντες ἔλεγον αὐτὸν μεθύειν. καὶ Θουκυδίδης δέ φησιν ὅτι τῇ ἀπονοίᾳ τῆς ὑποσχέσεως ἐθαύμαζον οἱ Ἀθηναῖοι καὶ ἐγέλων.
Παφλαγὼν ὁ Κλέων.
Κεκροπίδη: ἀπὸ τοῦ Κέκροπος τοῦ διφυοῦς τὸ γένος κατάγων.
τὸ δὲ «κακόβουλε» ἀπὸ ἱστορίας τοῦ Ποσειδῶνος καὶ τῆς Ἀθηνᾶς. ἐν ᾗ ὁ μὲν Ποσειδῶν πηγὰς ἀνέδωκεν, ἡ δὲ Ἀθηνᾶ τὴν ἐλαίαν. οὗ χάριν ᾑρετίσαντο ταύτην βασιλεύειν τῆς χώρας. διὸ καὶ τὴν περὶ τῇ τοῦ Ποσειδῶνος ὀργῇ γενομένην κακοβουλίαν αὐτοῖς ἡ Ἀθηνᾶ μετατρέπει εἰς εὐβουλίαν.
καί κε γυνὴ φέροι: ἡ ἱστορία τοῦτον τὸν τρόπον ἔχει· ὅτι διεφέροντο περὶ τῶν ἀριστείων ὅ τε Αἴας καὶ ὁ Ὀδυσσεύς, ὥς φησιν ὁ τὴν μικρὰν Ἰλιάδα πεποιηκώς· τὸν Νέστορα δὲ συμβουλεῦσαι τοῖς Ἕλλησι πέμψαι τινὰς ἐξ αὐτῶν ὑπὸ τὰ τείχη τῶν Τρώων, ὠτακουστήσοντας περὶ τῆς ἀνδρείας τῶν προειρημένων ἡρώων. τοὺς δὲ πεμφθέντας ἀκοῦσαι παρθένων διαφερομένων πρὸς ἀλλήλας. ὧν τὴν μὲν λέγειν ὡς ὁ Αἴας πολὺ κρείττων ἐστὶ τοῦ Ὀδυσσέως, διερχομένην οὕτως, «Αἴας μὲν γὰρ ἄειρε καὶ ἔκφερε δηϊοτῆτος ἤρω Πηλείδην, οὐδʼ ἤθελε δῖος Ὀδυσσεύς.» τὴν δʼ ἑτέραν ἀντειπεῖν Ἀθηνᾶς προνοίᾳ, «πῶς ἐπεφωνήσω; πῶς οὐ κατὰ κόσμον ἔειπες; καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη, ἀλλʼ οὐκ ἂν μαχέσαιτο». τοῦτο δὲ ἵνα δείξῃ ὡς Δημοσθένους, οὐ τοῦ Κλέωνος, τὸ κατόρθωμα. ἄλλως: τοῦτο ἐκ τοῦ Κύκλου ἀφείλκυσται. λέγεται δὲ ἀπὸ τῶν Τρῳάδων κρινουσῶν τὸν Αἴαντα καὶ τὸν Ὀδυσσέα. λέγεται δὲ ὅτι οὐ τὸ τοῦ Αἴαντος ἔργον, ἀλλὰ τὸ τοῦ Ὀδυσσέως. ταῦτα δὲ λέγει διὰ τὰ ἐν Πύλῳ, ἃ Δημοσθένης μὲν προήνυσεν, οὗτος δὲ ἰδιοποιήσατο.
φέροι ὑπομένοι.
ἐπεί κεν ἀντὶ τοῦ πῶς ἄν.
χέσαιτο .... μαχέσαιτο ἔπαιξε πρὸς τὸ τέλος τοῦ στίχου.
πρὸ Πύλου Πύλον: πρὸς τὴν κατάληξιν ἔπαιξεν, ὅτι ἀεὶ προσκορής ἐστι περὶ Πύλου λέγων.
ἔστι Πύλος: τοῦτο χρησμός ἐστιν, «ἔστι Πύλος πρὸ Πύλοιο, Πύλος γε μὲν ἔστι καὶ ἄλλη.».
τὰς πυέλους: ἀντὶ τοῦ τὴν ἐν Πύλῳ πρᾶξιν Δημοσθένους. ἔπαιξε δὲ τῷ ὀνόματι, διὰ τὸ συνεχῶς τῆς Πύλου μεμνῆσθαι τὸν Κλέωνα.
πυέλους: λέγει τὰς λεκάνας. ἔπαιξε δὲ τῷ ὀνόματι, διὰ τὸ συνεχῶς τῆς Πύλου μεμνῆσθαι τὸν Κλέωνα.
τὰς πυέλους: τὰς ἐμβάσεις.
πυέλους λεκάνας.
ἀποδοθήσεται: ὡς τοῦ Κλέωνος ἀποστεροῦντος.
Αἰγείδη φράσσαι: ἐν ἐκθέσει ἐπικοὶ τρεῖς.
Αἰγείδη φρᾶσαι: οἱ ἑξῆς οὗτοι στίχοι δακτυλικοί εἰσιν ὅμοιοι τοῖς εἰρημένοις γʹ. ἐπὶ τῷ τέλει παράγραφος.
ἀπὸ δὲ τῶν βʹ ζῴων διαβάλλει τὸν Κλέωνα ὡς ἀναιδῆ καὶ πανοῦργον.
μή σε δολώσῃ: μὴ δόλῳ σε ὑπέλθῃ.
φράσαι διάγνωθι.
κυναλώπεκα πανοῦργον.
λαίθαργον: λαίθαργοι κύνες λέγονται αἱ λάθρᾳ προσιοῦσαι καὶ δάκνουσαι. παρὰ δὲ τὴν παροιμίαν ἔπαιξεν, «σαίνεις δάκνουσα καὶ κύων λαίθαργος εἶ.»
λαίθαργον: τὸν λάθρᾳ προσιόντα καὶ δάκνοντα. περὶ δὲ τῆς παροιμίας ἔπαιξε «σαίνεις δάκνουσα καὶ κύων λαίθαργος εἶ.»
πολύιδριν: ὅτι πολύπειροι αἱ ἀλώπεκες. καὶ παροιμία «πόλλʼ οἶδʼ ἀλώπηξ, ἀλλʼ ἐχῖνος ἓν μέγα.»
κερδώ ἀλώπεκα.
πολύιδριν λέγει τὸν Κλέωνα ἀλώπεκα, ὅτι πολύπειροι αἱ ἀλώπεκες. καὶ παροιμία «πόλλʼ οἶδʼ ἀλώπηξ, ἀλλʼ ἐχῖνος ἓν μέγα». ἔπαιξε δὲ παρὰ τὴν ἑτέραν παροιμίαν «σαίνεις δάκνουσα καὶ κύων λαίθαργος εἶ.»
λαίθαργον λαίθαργοι κύνες αἱ λάθρᾳ προσιοῦσαι καὶ δάκνουσαι.
πολύιδριν ὅτι πολύπειροι αἱ ἀλώπεκες.
Φιλόστρατος ἡ κυναλώπηξ: οὕτως ἐκαλεῖτο Φιλόστρατος. λέγει δὲ αὐτὸν καὶ πορνοβοσκὸν καὶ καλλωπίστην.
ἐν εἰσθέσει δὲ ἴαμβοι δέκα, σὺν οἷς προαναφωνεῖ ἅμα τὸ «εἶεν».
οὐ τοῦτό φησιν: οἱ ἑξῆς οὗτοι στίχοι ἰαμβικοί εἰσι τρίμετροι ἀκατάληκτοι ηʹ. ἑξῆς δὲ κῶλον ἰαμβικὸν μονόμετρον βραχυκατάληκτον. λείπεται γὰρ ὅλου ποδὸς πρὸς τὴν συζυγίαν. καὶ ἑξῆς αὖ στίχος ἰαμβικὸς τρίμετρος ἀκατάληκτος. ἐπὶ τῷ τέλει παράγραφος.
ἀλλὰ ναῦς ἑκάστοτε: τὰς ἐκπεμπομένας ἀπὸ τῶν νήσων ἀναπράττεσθαι τοὺς φόρους. οἱ δὲ ἐκπεμπόμενοι πολλὰ ἐκέρδαινον.
ταχείας ἀργυρολόγους: πολεμίας, τὰς συλλεγούσας ἀργύριον καὶ λήμματα αὐτῷ περιποιούσας. ἐλέγοντο δὲ πάραλοι καὶ σαλαμίνιαι.
ἀπαυδᾷ λέγει καὶ προστάττει.
τριήρης ἡ ναῦς.
πρὸς σύν.
ἀλωπεκίοις τοὺς στρατιώτας: ὡμοίωσε, φησίν, αὐτοὺς ἀλώπηξιν. τοῦτο δέ φησι, παρʼ ὅσον παραπλέοντες οἱ ναῦται ἐξορμῶσιν, ἔπειτα ἐπειδὰν παρίωσιν ἀμπέλους, πορθοῦσι τοὺς βότρυας διαρπάζοντες.
ᾔκασεν ἐξωμοίωσεν.
τοῦτό φησι παρόσον παραπλέοντες οἱ ναῦται ἐξορμῶσιν, ἔπειτα παρερχόμενοι εἰς ἀμπέλους πορθοῦσι τοὺς βότρυας διαρπάζοντες, ἢ καὶ τοὺς ἄλλους ἀγροὺς ἐκπορθοῦσι τῶν νεῶν ἐκπηδήσαντες.
… ἀλώπηξιν ὡμοίωσε, φησίν, αὐτούς.
ὁτιὴ βότρυς τρώγουσιν: ἐκπηδῶντες τῶν νηῶν τοὺς ἀγροὺς πορθοῦσι.
χωρίοις ἀγροῖς.
τούτοις ὁ μισθός: αἰνίττεται διὰ τούτων περὶ τῶν θεωρικῶν χρημάτων, ὅτι χρὴ μᾶλλον τοῖς στρατευομένοις αὐτὰ δίδοσθαι.
εἶεν ὑπάρχοιεν.
ἀλωπεκίοισι ἤγουν τοῖς στρατιώταις τοῖς ἐν ταῖς ὑπαρχείων ναυσί.
εἶεν ἰαμβικὸν μονόμετρον βραχυκατάληκτον.
ἡμερῶν τριῶν: εἰώθασιν εἰς τὸν πόλεμον οἱ στρατιῶται ἐξερχόμενοι λαμβάνειν τροφὴν ἡμερῶν τριῶν.
ποριῶ ἐξευρήσω.
ἐξαλέασθαι διαφυγεῖν.
ἐξαλέασθαι ἐκφυγεῖν.
ἐξαλέασθαι φυγεῖν.
Κυλλήνην: Κυλλήνη ὄρος ἐστὶ τῆς Ἀρκαδίας. διʼ ὅ τι δὲ ἐχρήσατο τῷ ὀνόματι, δῆλον ἀπὸ τῶν ἑξῆς· ἵνα παρονομάσῃ τὴν κυλλὴν χεῖρα, εἰς δωροδοκίαν καὶ διασεισμὸν διαβάλλων τὸν Κλέωνα. οἱ γὰρ διασείοντές τινας καὶ δωροδοκοῦντες κοιλαίνουσι τὴν χεῖρα, καὶ ὑποβάλλοντες ὑπὸ τὸ ἱμάτιον αἰτοῦσιν
Λητοΐδης ὁ Ἀπόλλων.
τίνος χάριν τῷ ὀνόματι τῆς Κυλλήνης ἐχρήσατο δῆλον ἀπὸ τῶν ἑξῆς. παρωνόμασε γὰρ τοῦ κοιλαίνειν τὸν Κλέωνα τὴν χεῖρα καὶ δωροδοκεῖσθαι. οἱ γὰρ διασείοντές τινας καὶ δωροδοκοῦντες κοιλαίνουσι τὴν χεῖρα, καὶ ὑποβάλλοντες ὑπὸ τὸ ἱμάτιον αἰτοῦσιν.
Κυλλήνην πόλις Ἀρκαδίας.
Κυλλήνην, μή σε δολώσῃ διαβάλλει αὐτὸν εἰς δωροδοκίαν.
τὴν τούτου χεῖρʼ ἐποίησε: ἐκ μεταφορᾶς τῶν παιδίων τῶν αἰτούντων καὶ κοιλαινόντων τὰς χεῖρας ᾐνίξατο.
ἐποίησε εἶπεν.
ἔμβαλε κυλλῇ: οἱ μάγειροι ἐπειδὰν πλάττωσί τι, λέγουσιν «ἔμβαλε τῇ λαιᾷ».
τὴν Διοπείθους: σεσίνωτο τὰς χεῖρας ὁ Διοπείθης καὶ ἦν κυλλός .... κατὰ καιρὸν οὖν διαβάλλει αὐτὸν ὡς κλέπτην. ἦν δὲ καὶ Νικίου ἑταῖρος.
ᾐνίξατο αἰνιγματωδῶς εἶπε.
καλὸς γὰρ ἦν ὁ Διοπείθης τὰς χεῖρας. κατὰ καιρὸν οὖν διαβάλλει αὐτὸν ὡς κλέπτην. ἦν δὲ καὶ Νικίου ἑταῖρος.
πτερυγωτός: πρὸς τὸν αἰετὸν ἐχρήσατο τῷ «πτερυγωτός». χρησμὸς γὰρ ἐξέπεσε τοῖς Ἀθηναίοις, ὡς ἄρα δέοι αὐτοὺς τοσοῦτον διενεγκεῖν τῶν ἄλλων ἀνθρώπων, ὅσον αἰετὸς τῶν πτηνῶν.
προείρηται περὶ τοῦ χρησμοῦ τούτου. φησὶ δὲ ὡς ἄρα δέοι τοσοῦτο διενεγκεῖν τοὺς Ἀθηναίους τῶν ἄλλων ἀνθρώπων, ὅσον ἀετὸς τῶν πτηνῶν.
πτερυγωτός πτηνός. πρὸς τὸ «ἀετὸς» δὲ ἐχρήσατο καὶ τῷ «πτερυγωτός».
καὶ γὰρ ἐμοί ἔστι καὶ ἐμοὶ χρησμὸς δηλονότι.
θαλάττης ἄρξεις δηλονότι.
ἐν Ἐκβατάνοις: ἐν τῇ βαρβάρων χώρᾳ. Σοῦσα γὰρ καὶ Ἐκβάτανα τῆς Περσίδος χώρας πόλεις. ἄρξεις οὖν, φησίν, οὐχ Ἑλλήνων μόνον ἀλλὰ καὶ βαρβάρων.
χὤτι γʼ ἐν Ἐκβατάνοις: ἐν τῇ Περσίδι. Σοῦσα γὰρ καὶ Ἐκβάτανα πόλεις αὐτόθι, ὧν ἐν μὲν τῇ ἑτέρᾳ ἐχείμαζεν ὁ βασιλεύς, ἐν δὲ τῇ ἑτέρᾳ ἐθέριζεν.
δικάσεις κρινεῖς.
λείχων ἐπίπαστα ἀντὶ τοῦ κρίνων· ἐχρήσατο δὲ τῇ λέξει ὡς μάγειρος.
χὤτι γʼ ἐν Ἐκβατάνοις οὐ μόνον Ἑλλήνων ἀλλὰ καὶ ἐν βαρβάρων χώραις, φησίν, ἄρξεις.
καταχεῖν: ὅτι τὸ «καταχεῖν» οὐ πάντως ἐπὶ ὑγροῦ, ἀλλὰ καὶ τὴν ἀμβροσίαν ἐπιφέρει, ὅ ἐστι ξηρόν. ἀρύταινα δὲ χαλκοῦν σκεῦος, ᾧ τὸ ἔλαιον ἐγχέουσιν εἰς τοὺς λύχνους.
καταχεῖν ἀμβροσίαν ἐπιφέρειν. οὐ γὰρ μόνον ἐπὶ ὑγροῦ τὸ καταχεῖν. ἀρύταινα δὲ χαλκοῦν σκεῦος.
ἐκ πόλεως ἐλθεῖν: ἐκ τῆς ἀκροπόλεως. γλαῦξ δὲ ἱερὸν ὄρνεον Ἀθηνᾶς. ἐνετετύπωτο δὲ τῷ Ἀττικῷ νομίσματι.
ἀρυβάλλῳ: πλεκτόν τι βαλλάντιόν ἐστιν ὁ ἀρύβαλλος, ὅπερ ἑλκόμενον κλείεται καὶ ἀνοίγεται, παρὰ τὸ ἀρύειν καὶ βάλλειν.
κατασπένδειν: χεῖν. χεῖσθαι δὲ λέγεται οὐ μόνον τὰ ὑγρά, ἀλλὰ καὶ τὰ στερεά, ὡς καὶ νῦν ἐπὶ ἀμβροσίας ἔταξεν.
ἀρυβάλλῳ ἀγγείῳ.
κατασπένδειν καταχέειν· καὶ τοῦτο οὐ μόνον ἐπὶ ὑγροῦ, ἀλλὰ καὶ ἐπὶ τροφῆς νῦν εἴρηται.
σκοροδάλμην διὰ τὸ δριμύ.
ἰοὺ ἰού ἰαμβικὸν μονόμετρον ἀκατάληκτον.
ἰοὺ ἰού: ἔκθεσις κορωνίδος ἐκ στίχων ἰαμβικῶν ὧν προτίθεται τὸ παρὸν κῶλον ἰαμβικὸν μονόμετρον ἀκατάληκτον· οἱ δέ εἰσι τρίμετροι ἀκατάληκτοι ιδʹ, ὧν τελευταῖος «τρέχοιμʼ ἂν ἤδη πρότερος:: οὐ δῆτʼ, ἀλλʼ ἐγώ». ἐπὶ τῷ τέλει κορωνίς, ἐξιόντων τῶν ὑποκριτῶν.
ἐπιτρέπω δίδωμι.
γερονταγωγεῖν: ἔπαιξε παρὰ τὸ δημαγωγεῖν. τοῦτο δὲ λέγει ὁ Δῆμος, ὡς τοῦ Κλέωνος κατεγνωσμένου. ὅλον δὲ τὸ ἰαμβικὸν παρῴδησεν ἀπὸ Πηλέως Σοφοκλέους.
ποριῶ μέλλω παρέξειν.
βίον ζωήν.
Θουφάνους: ὡς κόλακα κωμῳδεῖ τοῦτον καὶ ἀπατεῶνα, καὶ τῷ Κλέωνι συνόντα διὰ κολάκειαν. ἦν δὲ ὑπογραμματεύς.
ʼσκευασμένα ηὐτρεπισμένα.
ἐγὼ δὲ ποριῶ.
διαμεμαγμένας πεφυραμένας.
διαμεμαγμένας διαπεφυραμένας, ἢ εἶδος πλακοῦντος.
καὶ τοὖψον: καὶ τὸ ὄψον. τὸ δὲ ἑξῆς, μόνον τῷ ἐσθίειν σχόλαζε· τοιαύτην γὰρ ἐγώ σοι ἀφθονίαν παρέξω.
ἀνύσατε: ἔργῳ πληρώσατε καὶ μὴ λόγοις μόνοις ἐπαγγέλλεσθε.
σφῶϊν συνίζησις.
εὖ ποιῇ ἐν τῷ κομίσαι.
τὰς ἡνίας: τὴν ἐξουσίαν. τροπικῶς ἀπὸ τῶν ἁρμάτων. ταῖς γὰρ ἡνίαις ἡνιοχοῦνται οἱ ἵπποι· καὶ οἱ δῆμοι δὲ διὰ τῶν πολιτευομένων.
τρέχοιμʼ ἄν: ἐγγύθεν ἀπὸ τοῦ τὰς ἡνίας τὸ «τρέχοιμι» ἐπήγαγεν. διαβάλλει δὲ πάλιν τοὺς Ἀθηναίους ὡς ἥττονας κέρδους.
ὦ Δῆμε: διπλῆ καὶ ἐν εἰσθέσει μέλος μονοστροφικὸν ἀμοιβαῖον περιόδων τεσσάρων ἐναλλὰξ τοῦ χοροῦ καὶ τοῦ ὑποκριτοῦ. δεκάκωλοι δέ εἰσιν αἱ περίοδοι, Ἰωνικαὶ ἀπὸ μείζονος, ὧν τὰ μέν ἐστιν ἑφθημιμερῆ, δύο δὲ ἡμιόλια, τὸ τέταρτον καὶ τὸ δέκατον.
ὦ Δῆμε καλήν γʼ ἔχεις: κορωνὶς καὶ ἐν εἰσθέσει μέλος τετράστροφον ἀμοιβαῖον περιόδων δʹ ἐναλλὰξ τοῦ χοροῦ καὶ τοῦ ὑποκριτοῦ. δεκάκωλοι δέ εἰσιν αἱ περίοδοι, τὸ δὲ μέτρον Ἰωνικὸν ἀπὸ μείζονος, ὧν τὰ μέν ἐστι δίμετρα καταληκτικὰ ἤτοι ἑφθημιμερῆ οἷς καὶ Ἀνακρέων ἐχρήσατο, τὰ δὲ ἡμιόλια ἤτοι δίμετρα βραχυκατάληκτα, τὸ τέταρτον καὶ δέκατον ἑκάστης στροφῆς. ἔστι δὲ ἡμιόλιον ὡς εἴρηται τὸ ἔχον τὸ ὅλον καὶ τὸ ἥμισυ τοῦ ὅλου. ταῦτα δὲ τὰ κῶλα ἔχει μὲν τὸν Ἰωνικὸν πόδα, τὰς δʹ συλλαβάς, ἤτοι τὸν παιῶνα, ἔχει δὲ καὶ τὸ δεύτερον τούτου τὰς δύο. μετὰ δὲ περίοδον ἑκάστην τίθεται παράγραφος, ὡς καὶ ἄνω εἴρηται, ἐν δὲ τῇ τελευταίᾳ περιόδῳ παράγραφος καὶ κορωνίς.
ὅτε ἐπειδή.
δεδίασι φοβοῦνται.
εὐπαράγωγος εὐπειθής.
εὐπαράγωγος εὐκόλως πιθόμενος καὶ ἐξαπατώμενος. καὶ παράγεται ἀντὶ τοῦ ἐξαπατᾶται.
εὐπαράγωγος εὐκόλως ὑπείκων τοῖς κολακεύμασιν.
τόν τε λέγοντʼ τὸν ἐπαινοῦντά σε.
κέχηνας τεταμένος ὁρᾷς.
νοῦς οὐκ ἔνι ταῖς κόμαις: οἷον ἐν τῷ ἐγκεφάλῳ ὑμῶν· ὅτι ἐκόμων οἱ ἱππεῖς. ἐγκέφαλος οὐκ ἔστιν ὑμῖν, οὐδὲ ἐστὲ φρενήρεις.
ταῖς κόμαις ἤγουν τῷ ἐγκεφάλῳ.
σκώπτει τοὺς ἱππέας ὡς κομῶντας καὶ ἀνοήτους.
ὅτε ἐπειδή.
ἠλιθιάζω: ἀναισθητῶ, προσποιοῦμαι ἠλίθιος εἶναι. ἀναίσθητοι γὰρ οἱ λίθοι, ἀφʼ οὗ καὶ τὸ ἠλίθιος. ἢ ἀντὶ τοῦ ἀνοηταίνω.
ἠλιθιάζω τὴν ἄνοιαν ὑποκρίνομαι.
ἠλιθιάζω προσποιοῦμαι ἠλίθιος εἶναι, ἤγουν ἑκὼν ἀνοηταίνω.
βρύλλων: ἐξαπατώμενος, ὑποπίνων καὶ μεθύων. Σύμμαχος δὲ ὑποπίνων, ἐκ μιμήσεως τῆς τῶν παίδων φωνῆς.
βρύλλων πίνων, κερδαίνων.
βρύλλων ἐξαπατώμενος ὑπό τινων καὶ μεθύων.
Σύμμαχος τὸ «βρύλλων» ἀντὶ τοῦ ὑποπίνων φησίν, ἐκ μεταφορᾶς τῆς τῶν παίδων φωνῆς. ἦχον γάρ τινα ποιοῦσι τὰ παιδία πίνοντα.
προστάτην: τὸν προϊστάμενον τοῦ δήμου, τουτέστι δημαγωγόν. ΓΘ
προστάτην δημαγωγόν.
ὅταν ᾖ πλέως: Φαεινός, ἀντὶ τοῦ πλήρης. τουτέστιν ὅταν ηὐξῆσθαι δοκῇ καὶ μέγας εἶναι.
πλέως πλήρης χρημάτων.
ἄρας ἐπάταξα: κατέβαλον, ἐκ μεγάλου καὶ λαμπροῦ ταπεινὸν ἐποίησα, τουτέστιν ἐάσας πλουτῆσαι δημεύω.
εἴ σοι πυκνότης: σύνεσις, φρόνησις. εἰ συνεχῶς καὶ περὶ πάντας οὕτω φρονοίης.
τούτῳ τῷ τρόπῳ.
ἐπίτηδες κατʼ ἐπιτηδειότητα.
ὥσπερ δημοσίους τρέφεις: λείπει βοῦς ἢ ταύρους, ἢ ἄλλο τι τοιοῦτον θῦμα. ἢ δημοσίους τοὺς λεγομένους φαρμακούς, οἵπερ καθαίρουσι τὰς πόλεις τῷ ἑαυτῶν φόνῳ. ἢ τοὺς δημοσίᾳ τρεφομένους.
δημοσίους λείπει βοῦς ἢ ταύρους ἢ ἄλλο τι τοιοῦτον εἰς θῦμα.
δημοσίους λέγει τοὺς λεγομένους φαρμακούς, οἵπερ καθαίρουσι τὰς πόλεις τῷ ἑαυτῶν φόνῳ. ἔτρεφον γάρ τινας Ἀθηναῖοι λίαν ἀγεννεῖς καὶ πένητας καὶ ἀχρήστους, καὶ ἐν καιρῷ συμφορᾶς τινος ἐπελθούσης τῇ πόλει, λιμοῦ λέγω ἢ τοιούτου τινός, ἔθυον τούτους ἕνεκα τοῦ καθαρθῆναι τοῦ μιάσματος καὶ τῆς ἑαυτῶν κακίας, καὶ θεραπείαν εὑρεῖν τοῦ ἐπικειμένου κακοῦ. οὓς καὶ ἐπωνόμαζον καθάρματα. μέμνηται τούτων ἐν Βατράχοις «οἷσιν ἡ πόλις πρὸ τοῦ οὐδὲ φαρμακοῖσιν εἰκῆ ῥᾳδίως ἐχρήσατʼ ἄν».
κᾆθʼ ὅταν μή σοι τύχῃ ὄψον ὄν: τροπικῶς· ὅταν μή σοι πόρος χρημάτων ᾖ.
ὄψον ἤγουν πλοῦτος καὶ πόρος χρημάτων.
ὃς ἂν ᾖ παχύς: πλούσιος. ἡ μεταφορὰ ἀπὸ τῶν χοίρων.
τούτων ἀπό.
ἐπιδειπνεῖς: δημεύεις αὐτῶν τὰς οὐσίας. παρέλκει δὲ ἡ ἐπί. ἢ παρὰ τὸ εἰκός. κάλλιον δὲ «ἐπὶ τῷ θῦσαι δειπνεῖς». ΓΘ
περιέρχομαι: ἐνεδρεύω, ἀπατῶ. ἢ σοφίζομαι καὶ ὑπέρχομαι.
ἐξαπατύλλειν ἐξαπατᾶν.
οὐδὲ δοκῶν ὁρᾶν: οὐδὲ προσποιούμενος εἰδέναι ἅπερ ἠδίκουν. ΓΓ
οὐδὲ δοκῶν ὁρᾶν προσποιούμενος μὴ εἰδέναι.
ἐξεμεῖν ἐκβάλλειν τὰ συναχθέντα χρήματα.
ἅττʼ ἂν κεκλόφωσί μου ὅσα ἂν κεκλοφότες ὦσιν ἐκ τῶν δημοσίων χρημάτων.
κημόν: κημὸς ὁ κάδος τῶν δικαστῶν, ἔνθα ἔβαλλον τὰς ψήφους. ἄλλως: κημὸς ὁ ἐπὶ τοῦ καδίσκου, εἰς ὃν τὰς ψήφους καθίεσαν ἐν τοῖς δικαστηρίοις. Κρατῖνος δὲ αὐτὸν ἐν Νόμοις σχοίνινον ἠθμὸν καλεῖ. τοιοῦτος γὰρ ἐγίγνετο καὶ ἦν παρόμοιος χώνῃ, ὡς καὶ Σοφοκλῆς ἐν Ἰνάχῳ. ὕστερον δὲ ἀμφορεῖς δύο ἵσταντο ἐν τοῖς δικαστηρίοις, ὁ μὲν χαλκοῦς, ὁ δὲ ξύλινος. καὶ ὁ μὲν κύριος ἦν, ὁ δὲ ἄκυρος. ἔχει δὲ ὁ χαλκοῦς, ὥς φησιν Ἀριστοτέλης, διερρινημένον ἐπίθεμα, εἰς τὸ αὐτὴν μόνην τὴν ψῆφον καθίεσθαι. πρὸς τοῦτο οὖν ὁ κημός. ἀντὶ δὲ ψήφων ταῖς χοιρίναις οἱ δικασταὶ ἐχρῶντο. αὗται δὲ κόγχαι τινές εἰσιν, ὥς φησιν Ἐπαφρόδιτος ἐν ταῖς λέξεσιν. καὶ ὁ τοῖς ἵπποις δὲ περιτιθέμενος οὕτως ἐκαλεῖτο κημός, ὁ καλούμενος φιμός, ὡς Ξενοφῶν ἐν τοῖς περὶ ἱππικῆς. πλέγμα τι ἐκ σχοινίων γιγνόμενον ὅμοιον ἠθμῷ, ᾧ τὰς πορφύρας λαμβάνουσιν, εἰς ὃ αἱ πορφύραι καὶ τὰ κογχύλια εἰσέρπουσιν. ἐν αὐτοῖς δὲ τούτοις ἔστι καὶ τὸ δέλεαρ, ὥς φησιν Ἡρωδιανός, παρατιθέμενος τὰ Σοφοκλέους ἐκ Ποιμένων «κημοῖσι πλεκτοῖς πορφύρας θηρᾷ γένος». Αἰσχύλος ἐν Λυκούργῳ ἀλληγορικῶς τοὺς δεσμοὺς κημοὺς εἴρηκε διὰ τούτων «καὶ τούσδε κημοὺς στόματος». ἄλλως: Φαεινός· κημὸς ὁ χάβος, ὁ περιτιθέμενος τοῖς ἵπποις. καὶ κημῶσαι τὸ συγκλεῖσαι. καὶ οἱ ἰατροὶ δὲ κημῶσαι λέγουσι τὸ τὸν ὀφθαλμὸν φιμῶσαι καὶ μῦσαι.
καταμηλῶν: καταμηλοῦν μὲν ἔλεγον τὸ τὴν μήλην καθίεσθαι ὑπὸ τοῦ ἰατροῦ εἰς τὸν λαιμόν, ὡς ποιοῦσι καὶ οἱ ἐμοῦντες. κημὸς δὲ ἐκαλεῖτο τὸ ἐπιτιθέμενον πλέγμα τῷ καδίῳ, διʼ οὗ οἱ δικασταὶ καθίεσαν τὰς ψήφους. τὸ ὅλον οὖν βούλεται ὅτι καταψηφιζόμενος αὐτῶν καὶ δικάζων ἀναγκάζω ἐμεῖν τὰς κλοπάς. ἄλλως: «καταμηλῶν» ἀντὶ τοῦ καταδικάζων καὶ ἐξοστρακίζων, ἀπὸ μεταφορᾶς τῶν ἰατρῶν τῶν δοκιμαζόντων διὰ τῆς μήλης.
κημὸν χάβον.
καταμηλῶν καθιεὶς τοῦ λαιμοῦ.
κημὸς ἐκαλεῖτο ὁ κάδος τῶν δικαστῶν ἔνθα ἔβαλλον τὰς ψήφους. δύο δὲ ἵσταντο ἐν τοῖς δικαστηρίοις κάδοι, ὁ μὲν χαλκοῦς, ὁ δὲ ξύλινος, καὶ ὁ μὲν κύριος, ὁ δὲ ἄκυρος. ἔχει δὲ ὁ χαλκοῦς, ὥς φησιν Ἀριστοτέλης, διερρινημένον ἐπίθεμα εἰς τὸ αὐτὴν μόνην τὴν ψῆφον καθίεσθαι. πρὸς τοῦτο οὖν ὁ κημός. ἀντὶ δὲ ψήφων ταῖς χοιρίναις οἱ δικασταὶ ἐχρῶντο. αὗται δὲ κόγχαι τινὲς ἦσαν, ὥς φησιν Ἐπαφρόδιτος ἐν ταῖς λέξεσι. λέγεται δὲ κημὸς καὶ ὁ τοῖς ἵπποις περιτιθέμενος ἤγουν ὁ καλούμενος φιμός. πλέγμα δέ τί ἐστιν ἐκ σχοινίων ὅμοιον ἠθμῷ, ᾧ τὰς πορφύρας λαμβάνουσιν, εἰς ὃ αἱ πορφύραι καὶ τὰ κογχύλια εἰσέρπουσιν. ἐν αὐτοῖς δὲ τούτοις ἐστὶ καὶ τὸ δέλεαρ, ὥς φησιν Ἡρωδιανός, παρατιθέμενος τὰ Σοφοκλέους ἐκ Ποιμένων «κημοῖσι πλεκταῖς πορφύρας φέρει γένος.» καὶ Αἰσχύλος ἐν Λυκούργῳ ἀλληγορικῶς τοὺς δεσμοὺς κημοὺς εἴρηκε διὰ τούτων «καὶ τούσδε κημοὺς στομάτων».
κημὸν φιμόν.
καταμηλῶν εἰσάγων ἐν τῷ στόματι αὐτοῦ καθὰ ποιοῦσιν ἰατροὶ τοῖς ἐμοῦσιν.
ἄπαγʼ εἰς μακαρίαν: γράφεται «ἔρρʼ εἰς μακαρίαν», ἀντὶ τοῦ εἰς ὄλεθρον κατʼ εὐφημισμόν. ἐπεὶ καὶ οἱ τεθνεῶτες μακαρῖται λέγονται. ἄλλως: Μακαρία Ἡρακλέους θυγατήρ, ἣν οἱ Ἀθηναῖοι ὑπὲρ αὐτῶν θανοῦσαν πολυτελῶς ἔθαψαν. ἄλλως: κατὰ τὴν Εὐρυσθέως ἐπὶ τὰς Ἀθήνας στρατείαν λόγος Ἡρακλέους θυγατέρα, Μακαρίαν τοὔνομα, ἑαυτὴν ὑπὲρ τῆς πόλεως εἰς σφαγὴν μεταδοῦναι. τοὺς οὖν Ἀθηναίους κατὰ τιμὴν τῆς παιδὸς αὐτοῦ ἄνθη καὶ στεφάνους παρακελεύεσθαι τοῖς ἄλλοις, .... ὡς τὴν παροιμίαν ἐλθεῖν καὶ ἐπὶ τῶν προθυμουμένων τι. αὖθις δὲ καταχρηστικῶς ὡς ἐπὶ πάσης ἀφοσιώσεως. ἄλλως: παροιμιῶδες. ἀπὸ Μακαρίας τῆς Ἡρακλέους θυγατρὸς ἐπιδιδούσης ἑαυτὴν ὑπὲρ τῶν ἀδελφῶν ἀποθανεῖν. ἔθαψαν δὲ αὐτὴν οἱ Ἀθηναῖοι θαυμάσαντες καὶ μεγάλως μακαρίσαντες. τοῦτο δʼ ἐγένετο κατὰ τὴν Εὐρυσθέως ἐπὶ τὰς Ἀθήνας στρατείαν.
ἄπαγʼ εἰς μακαρίαν ἐκποδών ἢ ὁ Κλέων ἢ ὁ δῆμος.
μακαρίαν κατʼ εὐφημισμόν.
φθόρε ὀλέθριε.
εἰς μακαρίαν εἰς ὄλεθρον, κατʼ εὐφημισμόν.
φθόρε ὄλεθρε, φθοροποιέ.
μέντοι δέ.
προσδοκῶν ἐπιτηρῶν, σκοπῶν.
δρᾶσον δράσεις.
εἰ δὲ μή οὐκ οἶδα.
δρᾶσον Ἀττικῶς ἀντὶ τοῦ δράσεις.
ἀπὸ βαλβίδων: βαλβὶς ἡ ἄφεσις τῶν δρομέων. μετήνεγκεν οὖν ἀπὸ τῶν περὶ δρόμους ἁμιλλωμένων ἐν τοῖς ἄγωσιν.
βαλβὶς δὲ καλεῖται τὸ ἐν τῇ ἀρχῇ τοῦ δρόμου κείμενον ἐγκαρσίως ξύλον, ὃ καὶ ἀφετηρίαν καλοῦσιν, ὅπερ μετὰ τὸ ἑτοιμασθῆναι τοὺς δρομεῖς εἰς τὸ δραμεῖν ἀφαιρούμενοι ἀφίεσαν τρέχειν· ἀφʼ οὗ καὶ ἀφετηρία ἐκλήθη. βαλβὶς δὲ ἀπὸ τοῦ εἰσβάλλεσθαι βάδην. πρῶτον γὰρ εἰσέρχονται βάδην, εἶτα τοῦ δρόμου ἄρχονται.
ὑποθεῖν οὐκ ἐῶ: ὑποτρέχειν καὶ ὑποσκελίζειν καὶ ἐμποδὼν ἵστασθαι.
ἄπιτον ἀπέλθετον.
θέοιτʼ ἂν τρέχετε.
ἀλλʼ ἦ ὄντως.
ἢ ʼγὼ θρύψομαι: ἀντὶ τοῦ συντριβήσομαι, ἢ σφόδρα τρυφήσω καὶ σεμνυνοῦμαι.
ἢ καὶ.
μαζίσκην ἄρτον πεφυραμένον.
ἐκ τῶν ὀλῶν: ὀλαὶ αἱ μεθʼ ἁλῶν μεμιγμέναι κριθαί, καὶ τοῖς θύμασιν ἐπιβαλλόμεναι. πάλιν δὲ εὐφυῶς ὑπομιμνήσκει τῶν ἐν Πύλῳ.
ὀλῶν κριθῶν.
τῶν ὀλῶν τῶν αἱμάτων ἤγουν ἐκ τῆς ἐκεῖ νίκης.
μεμαγμένην κατεσκευασμένην.
μεμυστιλημένας: κατειργασμένας ἤδη καὶ ἑτοίμους, τουτέστι μεμασημένας.
μυστίλας τροφάς.
τῇ χειρὶ τἠλεφαντίνῃ: δύο εἰσὶν ἐπὶ τῆς ἀκροπόλεως Ἀθηνᾶς ναοί, ὁ τῆς πολιάδος καὶ ἡ χρυσελεφαντίνη, ἣν ἀπὸ τῶν Μηδικῶν σκύλων κατεσκεύασαν Φειδίου πλάσαντος. ἄλλως: ὡς ἐπὶ ἀγάλματος εἶπε διὰ τὸ μέγεθος τῆς μάζης.
τῆς θεοῦ ἤγουν τῆς Ἀθηνᾶς.
τἠλεφαντίνῃ τῇ λαμπρᾷ καὶ λευκῇ.
ὡς μέγαν ἄρʼ εἶχες: λεληθότως σεμνολογεῖ τὸ μέγεθος τοῦ ἀγάλματος διὰ τούτου.
λεληθότως σεμνολογεῖ τὸ μέγεθος τοῦ ἀγάλματος διὰ τοῦ εἰπεῖν τὸν δάκτυλον αὐτοῦ μέγαν, ὥσπερ καὶ διὰ τοῦ εἰπεῖν ἐν χειρὶ ἐλεφαντίνῃ τὴν λευκότητα καὶ λαμπρότητα καὶ τὸ κάλλος αὐτοῦ. ἕκαστος δὲ φιλονεικεῖ δεῖξαι τὴν τῆς Ἀθηνᾶς εὔνοιαν ἐν τῇ πόλει, ὡς εἰ τοῦτο δείξειε καὶ τὴν ἑαυτοῦ οἴεται δήλην ποιῆσαι πρὸς τὴν πόλιν εὔνοιαν.
εὔχρων ἔχον καλὴν χροιάν, εὐειδές.
ἔτνος γε πίσινον φάβα.
ἐτόρυνε: ὅτι τὰ ὄσπρια ἐν τῇ ἑψήσει διαθρύπτονται.
ἡ Παλλὰς ἡ Πυλαιμάχος: πάλιν διὰ τὸ ἐν Πύλῳ κατόρθωμα.
ἐτόρυνε ἐτάραξε.
ἡ Πυλαίμαχος ἡ ποιησαμένη μάχην ἐν τῇ Πύλῳ.
ἡ Πυλαίμαχος ἡ ἐν Πύλῳ μαχομένη.
αὔθʼ αὐτό.
ἡ θεός σʼ ἐπισκοπεῖ: προΐσταται καὶ φυλάσσει.
ἐπισκοπεῖ φυλάττει.
ἐπισκοπεῖ ἐπιτηρεῖ, εἰσφυλάττει, προΐσταταί σου.
καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ: ἀντὶ τοῦ ὑπερμαχεῖ καὶ ὑπερασπίζει σου. ἀντὶ δὲ τοῦ εἰπεῖν «περικεφαλαίαν», «χύτραν» εἶπε.
ὑπερέχει σου χύτραν ἐπὶ τῆς κεφαλῆς σου τίθησι. «περικεφαλαίαν» ὤφειλεν εἰπεῖν, ὁ δὲ «χύτραν» εἶπεν ὡς μάγειρος.
οἰκεῖσθʼ σῴζεσθαι.
τήνδε τὴν πόλιν τῶν Ἀθηναίων.
ἡμῶν καὶ ἐπάνω· ἕνεκεν.
τὴν χύτραν ἤγουν τὴν χεῖρα.
εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε ἤγουν εἰ μὴ προφανῶς ὑπʼ ἐκείνης ἐφυλαττόμεθα.
τὴν χύτραν τὴν χεῖρα δέον εἰπεῖν.
ἡ Φοβεσιστράτη: ἡ φοβοῦσα τὸν στρατόν· ἑξῆς δὲ τίθησι τὰ ἐπίθετα τῆς θεοῦ.
τέμαχος τόμον ἰχθύος.
ἡ Φοβεσιστράτη ἤγουν ἡ Ἀθηνᾶ ἡ εἰς φόβον ἐμβάλλουσα τὸν στρατόν.
ἡ Ὀβριμοπάτρα ἕτερον ὄνομα τῆς Ἀθηνᾶς. ἤγουν ἡ ἔχουσα ὄβριμον καὶ ἰσχυρὸν πατέρα.
Ὀβριμοπάτρα ἡ ἰσχυρὸν ἔχουσα πατέρα, τὸν Δία.
χόλικος: χόλικες τὰ παχέα ἔντερα. «χόλικος» δὲ καὶ «ἠνύστρου» ἐκ παραλλήλου τὸ αὐτό. ταῦτα δὲ ἐγκατώδη κρέα. «τόμον» δὲ οἷον τέμαχος. «ἤνυστρον» δὲ ἡ κάτω κοιλία.
χόλικος παχέος ἐντέρου.
ἠνύστρου στέρνου.
τόμον κόμμα.
ἠνύστρου τῆς κάτω κοιλίας.
τόμον τέμαχος.
μεμνημένη ἐνθυμουμένη.
ἡ Γοργολόφα: ἡ ἐκ τῆς κεφαλῆς τῆς Γοργοῦς τὴν περικεφαλαίαν ἔχουσα. ἐλατὴρ δὲ πέμματος εἶδος. τινὲς μὲν ἄζυμα, τινὲς δὲ πεπτά, ὧν εἷς καὶ Εὐριπίδης. ἔπαιξε δὲ τοῖς ὀνόμασι διὰ τὴν περὶ τὰ ναυτικὰ τῶν Ἀθηναίων ἐμπειρίαν.
τουτουῒ ἀπό, ἤγουν μέρος.
ἡ Γοργολόφα ἡ ἐκ τῆς κεφαλῆς τῆς Γοργοῦς τὴν περικεφαλαίαν ἔχουσα.
ἐλαύνωμεν κωπηλατῶμεν.
ἐλατῆρος πέμματος εἶδος. τινὲς δὲ ἄζυμα, Εὐριπίδης δὲ πεπτά.
παίζει τὸ «ἐλατῆρος» εἰπὼν διὰ τὴν περὶ τὰ ναυτικὰ τῶν Ἀθηναίων ἐμπειρίαν. ἐλατῆρες γὰρ καὶ οἱ τὰς κώπας ἐλαύνοντες, καὶ ἐλατὴρ εἶδος πέμματος.
ἐντερόνειαν: τὰ ἐγκοίλια, τὰ ἀπὸ τῆς τρόπιδος ἀνερχόμενα ξύλα, ἐντερόνεια καλεῖται. ἄλλως: οἱ μὲν τὸ τῶν νεῶν ἔδαφος. οἱ δὲ τὰ ἐγκοίλια. βέλτιον δὲ τὴν τῶν ἐγκοιλίων ὕλην λέγειν. ταῦτα δὲ Ἡρωδιανὸς ἐν τῇ καθόλου προπαροξύνει. «καὶ ἡ ἐντερόνεια δὲ τούτῳ τῷ λόγῳ ὤφειλε συστέλλειν τὸ α καὶ προπαροξύνειν. οὕτω γὰρ τὴν ἐντεριώνην Ἀριστοφάνης ἐν τοῖς Ἱππεῦσιν εἶπεν, ὅπερ ἐστὶ τὸ μεσαίτατον τῆς νεώς, ὅ ἐστι συνεκτικώτατον, ἥτις ἐστὶ τρόπις, ὑπὸ δὲ τῶν ἄλλων μήτρα καλεῖται. φησὶ δὲ ὁ κωμικὸς εἰς τὰς τριήρεις ἐντερόνειαν ἡ θεόςεἰ μὴ ἄρα ποιητική ἐστιν ἡ ἔκτασις.»
τὰ ἐγκοίλια τῆς νεὼς ξύλα τὰ εἰς τὴν τρόπιν προσηλωμένα «ἐντερόνεια» καλεῖται. νῦν δὲ ὅλην τὴν τρόπιν ἐντερόνειαν καλεῖ, ἥτις ὑπὸ τῶν ἑτέρων μήτρα καλεῖται. ἔστι δὲ τὸ μεσαίτατον τῆς νεώς.
τρία καὶ δύο: τρία μέρη ὕδατος ἐπιδεχόμενον, οἴνου δὲ δύο. ἀρίστη δὲ κρᾶσις οἴνου δύο μέρη καὶ ὕδατος τρία.
ἔχε λάμβανε.
κεκραμένον οἶνον.
ὡς λίαν.
ἡδύς ὁ οἶνος.
κεκραμένον τρία καὶ δύο: τὰ τοῦ ὕδατος μέρη.
τὰ τρία μέρη.
ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν: εὐκαίρως τῷ ἐπιθέτῳ ἐχρήσατο, ἵνα παίξῃ παρὰ τὰ τρία καὶ δύο. βούλεται δὲ δηλοῦν ὅτι καὶ ἡ Ἀθηνᾶ τοιοῦτον αὐτὸν ἐποίησεν, ὡς δύνασθαι τρία μέρη φέρειν ὕδατος. ἢ ὡς ἀπὸ τῶν τριῶν κραμάτων. ἢ ὡς ἀπὸ Τρίτωνος, ποταμοῦ Λιβύης, παρʼ ᾧ ἐτέχθη ἡ Ἀθηνᾶ.
ἡ Τριτογενὴς ἤγουν ἡ Ἀθηνᾶ, ἡ γεννηθεῖσα ἐκ τῆς Τριτῶ, ἤγουν ἐκ τοῦ κεφαλαίου.
ἐνετριτώνισεν τρία μέτρα φέρειν ὕδατος ἐποίησε.
νυν δή.
τόμον τέμαχος.
λαγῷα λείπει τὰ κρέα.
θυμέ ψυχή.
βωμολόχον πανοῦργον, λῃστρικόν.
ἔξευρέ τι μηχανήν τινα εὗρε.
ὁρᾷς τάδε: τὰ λαγῷα δείκνυσιν αὐτῷ καὶ χλευάζει ὡς οὐκ ἔχοντα.
τίνες: οἱ μὲν τὸ αὐτὸ πρόσωπον, ἵνʼ ᾖ «τινές»· οἱ δὲ τοῦ Κλέωνος, ἵνʼ ᾖ ἐρωτηματικῶς.
ἐάσεις λείπει «ἐπιφοιτῆσαι».
τὰ λαγῷʼ ἅ σοι φέρω: ὁ Ἀγοράκριτος μεθόδῳ χρῆται πρὸς Κλέωνα, καὶ ἁρπάζων τὰ τοῦ Κλέωνος λαγῷα δίδωσι τῷ Δήμῳ. ἄλλως: ἀπατήσας Ἀγοράκριτος τὸν Κλέωνα τὰ τούτου λαγῷα προσήνεγκε τῷ Δήμῳ.
… ἀπατήσας τὰ Κλέωνος ἤγαγε τῷ Δήμῳ.
ὁ Ἀγοράκριτος μεθόδῳ ἐχρήσατο πρὸς τὸν Κλέωνα, ἵνα αὐτοῦ ἀτενίσαντος ἑτέρωθι εὐχερῶς αὐτὸς ὑφαρπάσῃ τὰ λαγῷα κρέα, ἃ καὶ λαβὼν δίδωσι τῷ Δήμῳ. διὸ «ἀδίκως» φησὶν «ἥρπασας τἀμά.»
… ἀπατήσας τὸν Κλέωνα κρέα ἤνεγκε τῷ Δήμῳ ὁ Ἀγοράκριτος ὑφελὼν αὐτά.
καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου: ἥρπασας δηλονότι, ἀπὸ Δημοσθένους τοῦ στρατηγοῦ.
εἴπʼ εἰπέ.
τὸ μὲν νόημα τῆς θεοῦ: τοῦτο πρὸς τὴν ἀλαζονείαν τῶν δημαγωγῶν. εἰώθασι γὰρ λέγειν ὅτι ἡ μὲν θεὸς ὑπέβαλέ μοι, ἔπραξα δὲ ἐγώ. οὕτω γὰρ οἱ δημαγωγοὶ ἀστεϊζόμενοι ἔλεγον τὰς ἑαυτῶν ἐπινοίας τῆς θεοῦ.
οὕτως οἱ δημαγωγοὶ ἔλεγον ὑπʼ ἀλαζονείας ἀστεϊζόμενοι δῆθεν, «ἡ μὲν θεὸς ὑπέβαλέ μοι, ἐγὼ δὲ ἥρπασα», τὰς ἑαυτῶν πονηρὰς ἐπινοίας τῇ θεῷ προσάπτοντες.
οὐ γὰρ ἀλλὰ ἀντὶ τοῦ καὶ γάρ.
τοῦ παραθέντος τὴν τροφήν.
ὑπεραναιδεσθήσομαι: ἀντὶ τοῦ τῇ ἀναιδείᾳ νικηθήσομαι, οἷον ἀναιδέστερός μου φανήσεται.
νῶϊν συνίζησις.
δόξαιμι νομισθείην.
τὴν ἐμὴν κίστην: τὴν κιβωτόν· ταύτῃ δὲ διενήνοχεν, ὅτι ἡ μὲν εἰς ὑποδοχήν ἐστιν ἐδεσμάτων, ἡ δὲ ἱματίων καὶ χρυσοῦ, ἡ κιβωτός.
διενήνοχε κίστη καὶ κιβωτός. καὶ ὅτι ἡ μὲν εἰς ὑποδοχήν ἐστιν ἐδεσμάτων, ἡ δὲ ἱματίων καὶ χρυσοῦ, ἡ κιβωτός. καὶ ἡ μὲν εἴη ἂν ἀπὸ τοῦ κεῖσθαι ἐν αὐτῇ σιτία, ἡ δὲ ἀπὸ τοῦ κεῖσθαι ἐν αὐτῇ βίον, ἤγουν χρήματα, ἐξ ὧν τὰ πρὸς ζωὴν ποριζόμεθα.
τὴν κίστην τὴν κιβωτόν.
βασάνισον ἀντὶ τοῦ γίγνωσκε.
βασάνισον διάκρινον.
κἀμέλει μὴ φρόντιζε.
… διχῶς· «ἅπαντα γάρ σοι πατρίδιον παρεφόρουν».
τὰ τοῦ δήμου φρονεῖ: ἀντὶ τοῦ οὐ δωροδοκεῖται. τὴν τοῦ ἀλλαντοπώλου δέ φησιν, ὅτι πάντα τῷ Δήμῳ παρέθηκεν.
… ἀντὶ τοῦ πάνυ πολὺ τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο.
τυννουτονί: συλλαβὼν τοὺς δακτύλους φησί. Φαεινὸς δὲ ἀντὶ τοῦ μικρόν.
τυννουτονί κόμμα.
ἐγὼ δέ τυ: τὸ «τύ» Δωρικῶς ἀντὶ τοῦ σέ. ἔπαιξε δὲ παρὰ τὸ δωροδοκεῖν, Δωριστὶ εἰρηκώς. τὸ δὲ «ἐστεφάνιξα» ἀντὶ τοῦ ἔστεψα, στεφάνοις ἐτίμησα. δημοσίᾳ γὰρ ἐτιμήθη ὁ Κλέων στεφάνῳ. μιμεῖται δὲ τοὺς εἵλωτας, ὅταν στεφανῶσι τὸν Ποσειδῶνα.
ἐστεφάνιξα στεφάνοις ἐτίμησα.
περιθῶ περιβάλλω.
εἴ τι ξυνοίσεις: εἰ συμφωνήσεις καὶ μεθέξεις.
εὕστραις: ἀντὶ τοῦ φλογίστραις, ὅπου τὰ ἱερεῖα θύεται. λέγει δὲ ὡς μάγειρος. ἄλλως: ἐν τοῖς μαγειρείοις. εὕστρα γὰρ τὸ μαδιστήριον, ἀπὸ τοῦ εὕειν καὶ φλογίζειν τοὺς χοίρους. τὸ δὲ «ἡρμοττόμην» ὡς πρὸς μουσικὴν ἀντὶ τοῦ ἐπαιδευόμην. ὁ δὲ στίχος ἐκ Τηλέφου Εὐριπίδου. ἄλλως: εὕστρα ἡ ὡρίμη κριθή. εἴρηται δὲ καὶ ἀμφίκαυστις παρὰ κωμικοῖς καὶ τραγικοῖς ἀπὸ τοῦ περικεκαῦσθαι. οἱ δὲ τὴν πρώτην ἔκφυσιν τῶν πυρῶν, ἣν λήϊον προσαγορεύουσιν ὡραῖον, διὰ τὸ τοὺς πρωΐμους καέντων τῶν ἀχύρων ἐπιτηδείους εἶναι εἰς τροφήν.
κονδύλοις ὑπὸ κονδύλων.
εὕστρα ἡ φλογίστρα ὅπου τὰ ἱερεῖα θύεται. λέγει δὲ ὡς μάγειρος. ἢ εὕστραν λέγει τὸ μαδιστήριον, ἀπὸ τοῦ εὕειν καὶ φλογίζειν τοὺς χοίρους. τὸ δὲ «ἡρμοττόμην» ὡς πρὸς μουσικήν, ἀντὶ τοῦ ἐπαιδευόμην.
εὕστραις φλογίστραι ὅπου τὰ ἱερεῖα θύεται.
ἡρμοττόμην ἐπαιδευόμην.
εἶεν ἰαμβικὸν μονόμετρον βραχυκατάληκτον.
ἐν ἐν τῷ οἴκῳ.
ἐπιορκεῖν λείπει τὸ ἐμάνθανον.
… ὁ στίχος ἐκ Τηλέφου Εὐριπίδου.
ἐργάσῃ μέλλεις ἐργάσασθαι.
ἐξανδρούμενος: τὴν ἡλικίαν ἔχων εἰς ἄνδρα.
ἐξανδρούμενος ἀνὴρ ὤν, εἰς ἄνδρας τελῶν.
ἐξανδρούμενος εἰς ἀνδρῶν ἡλικίαν ἐλθών.
ἠλλαντοπώλουν ἀλλᾶντας ἐπώλουν.
βινεσκόμην ἐσυνουσιαζόμην.
ὀχούμεθα φερόμεθα.
οὗ τὸ τάριχος ὤνιον: εὔωνον. ὅπου τὸ ταριχοπωλεῖον, ἀντὶ τοῦ ὅπου τὰ εὐτελῆ πωλεῖται.
οὗ ὅπου.
τάριχος παστόν.
ὤνιον εὔωνον.
οὗ τὸ τάριχος ὤνιον ἤγουν ὅπου καὶ τὰ εὐτελῆ πωλεῖται.
… τοῦ Σοφοκλέους. Γ
πέπρακται ἐπράχθη.
κυλίνδετʼ εἴσω: ἑαυτὸν λέγει ὁ Κλέων. ταῦτα δὲ ἐκ Βελλεροφόντου Εὐριπίδου. τὸ δὲ «κυλίνδετʼ» ἀντὶ τοῦ κομίζετε.
κυλίνδετʼ ἄγετε, κομίζετε.
τόνδε τὸν δυσδαίμονα ἤγουν ἐμέ.
σὲ δʼ ἄλλος τις: λείπει «ἀνήρ». παρῴδησε δὲ ἐξ Ἀλκήστιδος Εὐριπίδου· ἔχει δὲ οὕτως· «σὲ δʼ ἄλλη τις γυνὴ κεκτήσεται, σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δʼ ἴσως».
λείπω ἀφίημι.
Ἑλλάνιε Ζεῦ: Ἑλλάνιος Ζεὺς ἀπὸ τοῦ αὐχμοῦ ποτε γενομένου, ὅτε ὁ Αἰακὸς συναγαγὼν τοὺς Πανέλληνας ἐξιλεώσατο τὸν Δία. τοῦτο δὲ λέγει ὁ ἀλλαντοπώλης, εἰληφὼς τὸν στέφανον. Ἑλλάνιος δὲ Ζεὺς τιμᾶται ἐν Αἰγίνῃ.
Ἑλλάνιος Ζεὺς τιμᾶται ἐν Αἰγίνῃ. αὐχμοῦ γάρ ποτε ἐν Ἑλλάδι γενομένου Αἰακὸς συναγαγὼν τοὺς Πανέλληνας ἐξιλεώσατο τὸν Δία καὶ ὑετὸν ἀπέστειλε. τιμᾶται οὖν ἔκτοτε Ζεὺς Ἑλλάνιος.
ὦ χαῖρε καλλίνικε τοῦτο λέγει ὁ χορὸς πρὸς τὸν ἀλλαντοπώλην.
Φανός: Σύμμαχος· φαίνεταί τις γραμματεὺς οὗτος· τῶν πάνυ σπανίων ὄνομα κύριον. κωμῳδεῖ δὲ αὐτὸν ὡς φιλόδικον. Φαεινὸς δέ· φανὸς ὁ καταγγέλλων καὶ φανεροποιῶν τὰ πράγματα καὶ μηνύων, ἀπὸ τοῦ φαίνειν, ὅ ἐστι συκοφαντεῖν. Φανὸς γὰρ κακοπράγμων ἐγένετο φιλόδικος γραμματεύς. ἐπὶ δήμου δὲ ὑπογραφεὺς ἐλέγετο, ὁ δὲ τοῦ βουλευτηρίου ἀντιγραφεύς. δημοσίου δὲ γενομένου ἐγκλήματος ἔγραφον ἀμφότεροι τὰ λεγόμενα.
Φανὸς οὗτος κακοπράγμων καὶ φιλόδικος γραμματεύς.
ὁ μὲν τοῦ δήμου γραμματεὺς ὑπογραφεὺς ἐλέγετο, ὁ δὲ τοῦ βουλευτηρίου ἀντιγραφεύς. τὰ γὰρ ἐν τούτοις λεγόμενα ἔγραφον ἀμφότεροι. Φαεινὸς οὖν τὸν Φανὸν ἀπὸ τοῦ φαίνειν καὶ φανερὰ ποιεῖν τὰ πράγματα λέγει. ἢ ἀπὸ τοῦ φαίνειν, ὅ ἐστι συκοφαντεῖν. κακοπράγμων γὰρ ἦν καὶ φιλόδικος.
ἐν τἀγορᾷ ἐτυμολογεῖ τὸ ὄνομα.
ἐν τἀγορᾷ δημηγορίᾳ.
ἐβοσκόμην διῆγον, ἐτρεφόμην.
ἐπιτρέπω ἐκδίδωμι.
παραδίδωμι ἤγουν σοί, τῷ Ἀγορακρίτῳ.
τὸν Παφλαγόνα τὸν Κλέωνα.
παραδίδωμι αὐτῷ.
ὁμολογεῖν σε συγκατατίθεσθαι καὶ σέ.
τῇ Κεχηναίων πόλει: Ἀθηναίων, ὡς ληρούντων αὐτῶν. ἔπαιξε παρὰ τὸ «Ἀθηναίων». ἀπὸ δὲ τοῦ κεχηνέναι ἔλαβε τὸ ὄνομα, ὡς μετέωρα τῶν Ἀθηναίων φρονούντων.
Κεχηναίων ἤγουν τῶν Ἀθηναίων.
Κεχηναίων ἔπαιξεν ἀπὸ τοῦ κεχηνέναι αὐτοὺς τοῖς κόλαξι. προείρηκε γὰρ πρότερον «τὸν λέγοντα κέχηνας».
κορωνὶς δέ, ἐξιᾶσι γὰρ οἱ ὑποκριταί, καὶ ἔστι συζυγία ἐπιρρηματική, ἧς αἱ μὲν μελικαὶ περίοδοι δεκάκωλοί εἰσι, καὶ αὐτῶν τὸ μὲν πρῶτον ἰαμβικὸν ἑφθημιμερές, τὸ δὲ δεύτερον δακτυλικὸν τρίπουν εἰς δισυλλαβίαν, .... τὸ δὲ τέταρτον τροχαϊκὸν ἑφθημιμερές. τὸ πέμπτον ἐκ τροχαϊκῆς βάσεως καὶ δακτυλικοῦ πενθημιμεροῦς. τὸ ἕκτον ἰαμβικὸν δίμετρον. τὸ ἕβδομον ὁμοίως τῷ πέμπτῳ. τὸ ὀγδόον προσοδιακὸν δωδεκάσημον διαφόρως προσέλαβεν. τὸ ἔνατον ἀναπαιστικόν. τὸ δέκατον ἰαμβικὸν τρίμετρον καταληκτικόν.
τί κάλλιον ἀρχομένοισι: τοῦτο ἀρχὴ προσοδίου Πινδάρου. ἔχει δὲ οὕτως «τί κάλλιον ἀρχομένοισιν ἢ καταπαυομένοισιν, ἢ βαθύζωνόν τε Λατὼ καὶ θοᾶν ἵππων ἐλάτειραν ἀεῖσαι»;
ἀρχομένοισι λέγειν δηλονότι.
… ὑπόστασις τὸ σχῆμα.
καταπαυομένοισιν τέλος λαμβάνουσιν.
θοᾶν Δωρικόν· καὶ θοῶν.
ἐλατῆρας ἤγουν τοὺς ἐλαύνοντας τοὺς ἵππους.
ἀείδειν εὐφημεῖν, ὑμνεῖν.
Λυσίστρατον κωμῳδεῖται ὡς κόλαξ οὗτος.
μηδὲ Θούμαντιν: οὗτοι πένητες διεβάλλοντο. δεῖ οὖν, φησί, τοὺς μὲν ἱππέας ἐπαινεῖν, ἐκείνους δὲ τοὺς πένητας μὴ διαβάλλειν.
Λυσίστρατον οὗτος ὡς κόλαξ κωμῳδεῖται καὶ ὡς πένης· καὶ ὁ Θούμαντις. δεῖ οὖν, φησί, τοὺς ἱππέας ἐπαινεῖν, ἐκείνους δὲ τοὺς πένητας μὴ διαβάλλειν.
μηδὲ ποιεῖν ἐστι κακὸν δηλονότι.
Θούμαντιν πένης οὗτος καὶ μάντις.
Θούμαντιν ἐς τόν.
ἀνέστιον ἄοικον.
αὖ πάλιν.
λυπεῖν θλίψιν ποιεῖν.
ἑκούσῃ βουλομένῃ.
θαλεροῖς δακρύοις: ἀντὶ τοῦ ἀεὶ μετὰ δακρύων ἱκετεύει σε τῆς πενίας ἕνεκεν, ἀπαλλαγῆναι ταύτης ἀξιῶν. ἱκετεύει δὲ ἁπτόμενος τῆς σῆς φαρέτρας διὰ τὸ κακῶς πένεσθαι.
θαλεροῖς σὺν πολλοῖς.
πεινῇ πεινᾷ.
θαλεροῖς διύγροις.
φαρέτρας βελοθήκης.
δίᾳ ἤγουν τῷ ἐνδίῳ.
Πυθῶνι ἐν Πυθῶνι.
λοιδορῆσαι: τῆς παραβάσεώς ἐστι μέρος. κωμῳδεῖ δὲ καὶ καθάπτεται Ἀριφράδους ὡς ἀσελγαίνοντος καὶ ἀσχημονοῦντος αἰσχρῶς, καὶ παρὰ φύσιν προσιόντος ταῖς γυναιξί. τὸ δὲ τοὺς πονηροὺς λοιδορεῖσθαι τιμὴ γίγνεται τοῖς ἀγαθοῖς.
οὐδὲν οὐδαμῶς.
ἐπίφθονον βαρύ.
παράβασις· ἐστὶ ὁ χορός.
λοιδορῆσαι σκῶψαι.
οὐδέν ἐστʼ ἐπίφθονον ἤγουν οὐ δόξειεν ἀπὸ φθόνου γίνεσθαι.
εὖ λογίζεται ὀρθῶς σκοπεῖ τὰ πράγματα.
ὃν δεῖ πόλλʼ ἀκοῦσαι: οἷον ὃν δεῖ λοιδορηθῆναι. λέγει δὲ τὸν Ἀριφράδην.
οὗτος ἦν ἔνδηλος: ὃν θέλω λέγειν ὑμῖν οὐκ ἔστιν ἐπίσημος· τούτου χάριν διʼ ἑτέρου τοὺς τρόπους δηλῶσαι θέλω. τοῦτο δὲ λέγει, ὡς τοῦ Ἀριγνώτου μὲν γιγνωσκομένου, Ἀριφράδους δὲ ἀσήμου ὄντος ἄλλως: τὸν Ἀριφράδην λέγει. Ἀριφράδους δὲ δύο παῖδες, Ἀρίγνωτος καὶ Ἀριφράδης ὁμώνυμος τῷ πατρί.
ἐμνήσθην ἐμεμνήμην.
Ἀρίγνωτον γὰρ: ἀντὶ τοῦ ἔστι γὰρ δῆλος, καὶ οὐκ ἔστιν ὅστις οὐκ οἶδεν αὐτόν. οὗτος οὖν ὁ Ἀρίγνωτος διεβάλλετο καὶ ὡς ἀρρητοποιός. Ἀρίγνωτος δὲ οὗτος κιθαρῳδὸς ἦν. διόπερ καὶ τὸν ὄρθιον νόμον ἔφη αὐτὸν εἰδέναι. δοκεῖ δὲ καὶ παροιμιώδης εἶναι ὁ λόγος, ὅστις οἶδε τὸ λευκὸν καὶ τὸ μέλαν· παρὰ τοῦτο οὖν ἐποίησεν. εἰρωνεύεται δὲ πρὸς αὐτόν, ὅτι οὐκ ἂν αὐτοῦ ἐμνήσθην χρηστοῦ ὄντος, εἰ μὴ εἶχε πονηρὸν ἀδελφόν. ὁ γὰρ Ἀρίγνωτος ὕστατος ἦν.
Ἀρίγνωτον ἀπὸ τοῦ ἀρι, ἀντὶ τοῦ ἄγαν, καὶ τοῦ γνωστόν.
… ὡς τοῦ Ἀριγνώτου μὲν γινωσκομένου, Ἀριφράδου δὲ ἀσήμου ὄντος, ἀπὸ δὲ τούτου γινωσκομένου.
οὗτος ὁ Ἀρίγνωτος διεβάλλετο ὡς ἀρρητοποιός. δοκεῖ ὁ λόγος παροιμιώδης ἐπὶ τῶν ἄγαν φανερῶν, ὅστις οἶδε τὸ λευκὸν καὶ τὸ μέλαν. παρὰ τοῦτο οὖν ἐποίησεν. εἰρωνεύεται δὲ πρὸς αὐτὸν ὅτι οὐκ ἂν αὐτοῦ ἐμνήσθη χρηστοῦ ὄντος εἰ μὴ εἶχε πονηρὸν ἀδελφόν.
ὅστις ἢ τὸ λευκόν: Ἀρίσταρχος· παρὰ τὸ λεγόμενον, εἴ τις οἶδε τὸ λευκὸν ἢ τὸ μέλαν. οἱ δὲ λέγουσιν Ἀρίγνωτον κιθαρῳδόν, ὃς ᾖδε τὸν ὄρθιον καλούμενον νόμον καὶ τὸν λευκόν, οἵτινες ἐθαυμάζοντο τῷ τότε χρόνῳ. ἄλλως: παροιμία ἐστίν, ἐπὶ τῶν πάνυ φανερῶν. ὃ οὖν θέλει εἰπεῖν, τοιοῦτόν ἐστιν· οὐδείς ἐστιν ὅστις οὐκ οἶδε τὸ λευκὸν ἢ τὸ μέλαν, ὁ μὴ ἐπιστάμενος.
ὅστις τὸ λευκὸν οἶδεν παροιμία ἐπὶ τῶν ἄγαν γιγνωσκόντων τὸ πρᾶγμα.
ὄρθιον νόμον ἐπεὶ κιθαρῳδὸς ἦν ὁ κωμῳδούμενος.
ὄρθιον νόμον εἶδος μέλους. μουσικὸς γὰρ ἦν.
ὄρθιον νόμον ὁ Ἀρίγνωτος οὗτος κιθαρῳδὸς ἦν, διʼ ὅπερ καὶ τὸν ὄρθιον νόμον ἔφη αὐτὸν εἰδέναι.
τοὺς τρόπους εἰς.
τοὺς τρόπους κατά.
αὐτῷ τῷ Ἀριγνώτῳ.
οὐ συγγενής οὐκ ἀδελφός, οὐχ ὅμοιος.
τοῦτο τὸ εἶναι πονηρός.
βούλεται ἐφίεται.
πονηρὸς τὸν Ἀριφράδην κωμῳδεῖ ὡς ἀσελγαίνοντα καὶ ἀσχημονοῦντα αἰσχρῶς καὶ παρὰ φύσιν προσιόντα ταῖς γυναιξίν.
προσεξηύρηκε ἤγουν πρὸς τῇ πονηρίᾳ.
λυμαίνεται βλάπτει.
ἐν κασαυρίοισι: διχῶς, ἐν κασαλβίοισι. ἀντὶ τοῦ ἐν πορνείοις.
τὴν ἀπόπτυστον δρόσον: τὴν τῶν αἰδοίων φησί, τουτέστι τὸ σπέρμα.
τὴν ἀπόπτυστον δρόσον τὸ σπέρμα τῶν αἰδοίων.
ἐσχάρας: τὰ χείλη τῶν γυναικείων αἰδοίων.
μολύνων γέρων γὰρ ἦν.
τὰς ἐσχάρας τὰς θυσίας.
Πολυμνήστεια: μέλη Πολυμνήστου Κολοφωνίου· κιθαρῳδὸς δὲ ἦν οὗτος· Κρατῖνος «καὶ Πολυμνήστειʼ ἀείδει, μουσικήν τε μανθάνει». κωμῳδεῖται δὲ καὶ οὗτος ἐν τοῖς αὐτοῖς. Πολύμνηστος δὲ καὶ Οἰώνιχος ὅμοιοι ἀρρητοποιοί.
Πολυμνήστειά φησι μέλη τὰ τοῦ Πολυμνήστου τοῦ Κολοφωνίου. κιθαρῳδὸς δὲ ἦν οὗτος. κωμῳδεῖται δὲ καὶ οὗτος ἐν τοῖς αὐτοῖς. Πολύμνηστος δὲ καὶ ὁ Οἰώνιχος ὅμοιοι ἀρρητοποιοί.
βδελύττεται ἀποστρέφεται, μισεῖ.
ἐκ ταὐτοῦ: ὅτι αἰσχρὸν τὸ τούτων ποτήριον, διὰ τὸ λείχειν αὐτοὺς τὰ γυναικεῖα αἰδοῖα.
ἦ πολλάκις ἐννυχίαισι Εὐριπίδειος ἡ παρῳδία, ἐξ Ἱππολύτου.
ἦ πολλάκις ἐννυχίαισι ἐξ Ἱππολύτου Εὐριπίδου.
ἦ ὄντως, νὴ Δία.
ἐννυχίαισι νυκτερίναις, ἤγουν κατὰ τὸν καιρὸν τῆς νυκτός.
φροντίσι συγγεγένημαι: ἐκ τοῦ «ὅστις οὖν τοιοῦτον ἄνδρα» φασί τινες Εὐπόλιδος εἶναι τὴν παράβασιν, εἴ γέ φησιν Εὔπολις «ξυνεποίησα τῷ φαλακρῷ».
φαύλως ὡς ἔτυχεν.
φαύλως εὐχερῶς.
ὁπόθεν ποτε κατὰ τίνα δήποτε τρόπον.
ἐσθίει Κλεώνυμος: τοῦτον ὡς δαπανηρὸν καὶ πολλάκις ἐσθίοντα διασύρει, ἅμα δὲ καὶ δειλόν.
ἐρεπτόμενον ἐμφαντικῶς ὡς ἐπὶ κτήνους.
ἐρεπτόμενον ὡς ἐπὶ κτήνους· ἐσθίοντα.
οὐκ ἂν οὐδαμῶς· καὶ οὐκ ἔστι δυνατόν.
τῆς σιπύης τῆς ἀρτοθήκης.
… ὡς φοβουμένων τῶν ἐξωθούντων αὐτόν. Γ
ἀντιβολεῖν φασί.
ὅμως ἤγουν παρʼ ὃ χρή.
ἴθʼ ὦ ἄνα: πορεύθητι· ὡς καὶ τὸ γειτνιᾶν αὐτῷ φοβουμένων τῶν ἐξωθούντων αὐτόν.
… σωματοποιεῖ τὰς τριήρεις.
λέξαι φασί.
οὐδὲ πυνθάνεσθε: οὐδὲ αἴσθεσθε. τὰς μηδέπω δὲ πλευσάσας παρθένους εἴρηκε, τὰς δὲ πλευσάσας γραίας.
ὦ παρθένοι τὰς οὔπω δὲ πλευσάσας παρθένους εἴρηκε.
… ὁ στίχος παρὰ τὰ ἐξ Ἀλκμαίωνος Εὐριπίδου.
πυνθάνεσθε ἀκούετε.
πυνθάνεσθε ἠκούσατε, ᾐσθάνθητε.
ἐς Καρχηδόνα: πόλις Θρᾴκης, παρὰ τὸ Βυζάντιον.
εἰς Καρχηδόνα ἀπελθεῖν δηλονότι.
ἡμῶν ἀφʼ.
ὀξίνην Ὑπέρβολον: ὀξίδες ἃ καλοῦμεν ὀξυβάφια, λυχνοποιὸς δὲ ὁ Ὑπέρβολος. τινὲς δὲ τὰ κεράμεα, ἅ ἐστιν ὄξους δεκτικά, κεραμεὺς δὲ ὁ Ὑπέρβολος. μετὰ δὲ τὴν ἀποβολὴν τοῦ Κλέωνος εὐθέως ὑπερεβάλλετο ὑπὸ τοῦ Ὑπερβόλου· μετʼ αὐτὸν γὰρ ἐπολιτεύσατο.
ἐν Νεφέλαις μὲν λυχνοποιὸν τὸν Ὑπέρβολον λέγει, ἐνταῦθα δὲ ὡς κεραμέα κωμῳδεῖ ὀξίδας ποιοῦντα. ὀξὶς γὰρ τὸ ὀξύβαφον ἀγγεῖον, ἤγουν τὸ ὄξους δεκτικόν.
ὀξίνην τὰς ὀξίδας ποιοῦντα· κεραμεὺς γὰρ ἦν.
Ὑπέρβολον μετὰ Κλέωνα Ὑπέρβολος ἐπολιτεύσατο.
δόξαι ὑπολαβεῖν.
ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει: ἥτις ἦν οὔπω δεδομένη τριηράρχῳ, μηδὲ πλεύσασα, ἀλλὰ νεωστὶ κατασκευασθεῖσα, ἣν ἄνω εἶπε παρθένον.
εἰπεῖν φασί.
ἆσσον πλησίον.
ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει οὐκ ἐδόθη τριηράρχῳ ἀνδρί, ἀλλʼ ἦν ἔτι παρθένος.
ἀποτρόπαιʼ λείπει «ὦ Ζεῦ».
ἐάν με χρῇ λείπει τὸ «ἀποδοθῆναι αὐτῷ».
ἀποτρόπαιʼ λείπει τὸ «Ζεῦ» ἢ «Ἄπολλον».
ἐάν με χρῇ λείπει «δοθῆναι».
ὑπὸ τερηδόνων: σηπεδόνων ἢ σκωλήκων.
Ναυφάντης γε τῆς Ναύσωνος: πεποίηται ταῦτα τὰ ὀνόματα παρὰ τὴν ναῦν· ἀπὸ κοινοῦ δὲ τὸ «ἄρξει».
οὐδέ ἄρξει.
εἴπερ ἐκ πεύκης γε κἀγώ: ὡσανεὶ ἔλεγεν «εἴπερ ἐξ ἀνθρώπων εἰμὶ κἀγώ». οὐχ ἁπλῶς δέ, ἀλλʼ οἷον «εἰ χολὴν ἔχω». ἀπὸ τούτου τὸ πευκεδανόν.
εἴπερ ἐπεὶ ἢ ἐάν.
ἐπηγνύμην ἐκατεσκευάσθην.
ταῦτʼ τὸ ἄρχειν ἐκεῖνον.
δοκῶ ἐδόκει μοι, κρίνω.
εἰς τὸ Θησεῖον: ἐνταῦθα οἱ καταφεύγοντες τῶν ἱκετῶν ἀσυλίαν εἶχον. μέσον δὲ τῆς πόλεως ἦν τῶν Ἀθηνῶν.
ἢ ʼπὶ τῶν σεμνῶν θεῶν: εἰς τὸ τῶν Ἐρινύων ἱερόν. καὶ ἐνταῦθα δὲ οἱ ἱκέται ἔφευγον.
ἐπὶ τῶν σεμνῶν θεῶν εἰς τὸ τῶν Ἐρινύων.
οἱ καταφεύγοντες εἰς τὸ Θησέως ἱερὸν τῶν οἰκετῶν ἀσύλως εἶχον. οὐ μόνον δὲ ἐν τούτῳ, ἀλλὰ καὶ εἰς τὸ τῶν Ἐριννύων. κατέφευγον γὰρ καὶ ἐν τούτῳ.
σεμνῶν θεῶν τῶν Ἐριννύων.
ἐγχανεῖται καταπτύσει, ἐνυβρίσει.
στρατηγῶν ἤγουν στολαρχῶν.
τὰς σκάφας τὰ ξύλινα ἀγγεῖα.
ἐπώλει τοὺς λύχνους: ὅτι λυχνοπώλης ἦν.
καθελκύσας εἰς τὴν θάλασσαν.
εὐφημεῖν χρή: στίχοι ἐν ἐκθέσει ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ ιεʹ.
κλείειν κατά.
ἥδε γέγηθεν: ὅτι φιλόδικοι οἱ Ἀθηναῖοι.
παιωνίζειν: ὕμνον παιᾶνα ἄδειν.
ἐπὶ καὶ μετὰ καὶ ἕνεκεν.
παιωνίζειν χρή.
τὸ θέατρον ἤγουν τοὺς ἀκροατάς.
ἐφʼ ὅτῳ κνισῶμεν ἀγυιάς: ἔθυον γὰρ πρὸ τῶν εὐαγγελιῶν πρὸ τῶν πυλῶν ἕκαστος. ἀγυιὰς δὲ τοὺς ἀγυιαίους θεούς. ἀντὶ τοῦ θυσίας ἐπιτελοῦμεν τοῖς θεοῖς.
ἔθος ἦν θύειν τοῖς ἐν ἀγυιαῖς ἱσταμένοις θεοῖς ἐπὶ ταῖς ἐρχομέναις ἀγγελίαις, ὡς ἂν εἰ ἀγαθαὶ εἶεν, ἐπινεύσαιεν ταύταις, εἰ δὲ τοὐναντίον, ἀποτρέψαιεν.
κνισῶμεν ἀγυιάς θύομεν τοῖς ἐν ἀγυιαῖς θεοῖς.
ἀφεψήσας: καλῶς ὡς μάγειρος, ὥσπερ ἡ Μήδεια λέγεται τὰς τροφοὺς τοῦ Διονύσου ἀφεψήσασα ἀνανεάσαι ποιῆσαι.
ἀφεψήσας ἀνανεάσαι ποιήσας ὥσπερ ἡ Μήδεια λέγεται τὰς τροφοὺς τοῦ Διονύσου ἀφεψήσασθαι.
ἰοστεφάνοις: ἴῳ στεφανουμέναις. ἴον δὲ καὶ λευκὸν ἄνθος καὶ μέλαν. κωμῳδεῖ δὲ τοὺς λυρικούς.
Ἀριστείδῃ πρότερον: ἄριστοι ἐγένοντο ἀμφότεροι, Ἀριστείδης τε ὁ δίκαιος ἐπικαλούμενος καὶ Μιλτιάδης ὁ στρατηγός· οὗτος ἐν Μαραθῶνι ἐστρατήγησε. τοιοῦτος οὖν, φησίν, ὁ Δῆμος, καὶ ἐν τοιαύτῃ καταστάσει οἷος ἦν πολιτευομένων ἐκείνων.
οἷόσπερ τοιοῦτος ἐγένετο καὶ νῦν.
ξυνεσίτει συνήσθιε.
ψόφος κτύπος.
ἀλλʼ ὀλολύξατε: εὔξασθε, ἀνευφημήσατε· καὶ Ὅμηρος «αἳ δʼ ὀλολυγῇ πᾶσαι».
ὀλολύξατε εὔξασθε, εὐφημήσατε.
ἵνʼ ὅπου.
ἀριζήλωτοι: πλήρεις ἢ γέμουσαι κατορθωμάτων.
… ἀπὸ Πινδάρου παρῴδηται.
μόναρχον τὸν Δῆμον.
τεττιγοφόρος: ἔθος ἦν τοῖς Ἀθηναίοις τὸ παλαιὸν τέττιξι χρυσοῖς ἀναδεῖσθαι τὴν κόμην, ὡς Θουκυδίδης. οὕτω δὲ οἱ εὐγενεῖς ἐφόρουν παῖδες καὶ ἄνδρες ἀναπλέκοντες εἰς τὴν κεφαλήν. δηλοῖ δὲ ὅτι αὐτόχθονες ἦσαν.
τεττιγοφόρος φορῶν τοὺς τέττιγας· ἔθος γὰρ εἶχον φορεῖν τοὺς τέττιγας, ὡς ἐκ γῆς φυομένων καὶ ἐκείνων.
ὅδʼ ἐκεῖνος ὁ Δῆμος.
ὅδʼ ἐκεῖνος ποταμὸς ἡδὺς πιεῖν.
ὁρᾶν ὥστε.
τεττιγοφόρος πεπλεγμένος ἐν τέττιγι.
οὐ χοιρινῶν ὄζων: ὅτι χοιρίναις ἐχρῶντο πρότερον πρὸ τῶν ψήφων· εἰσὶ δέ τινες κόγχαι θαλάσσιαι. «σπονδῶν» δέ, τῶν τῆς εἰρήνης.
χοιρινῶν ψήφων.
σπονδῶν φιλιῶν.
κατάλειπτος κατειλημμένος.
ὅτι χοιρίναις ἐχρῶντο πρότερον πρὸ τῶν ψήφων, ὡς προείρηται. εἰσὶ δὲ κόγχαι θαλάσσιαι.
σπονδῶν τῶν τῆς εἰρήνης.
τοὐν Μαραθῶνι τροπαίου: εἰκότως τούτου ἐμνημόνευσεν, ἐπειδὴ Ἀθηναῖοι μόνοι ἐν Μαραθῶνι τοὺς βαρβάρους ἐνίκησαν. ἡ γὰρ ἐν Σαλαμῖνι νίκη καὶ ἡ ἐν Πλαταιαῖς ἐδόκει κοινὸν ἔργον εἶναι πάντων τῶν Ἑλλήνων. ἄλλως: μόνου τούτου μέμνηται, ὅτι τὰ μὲν ἄλλα κατορθώματα κοινῇ πᾶσα ἡ Ἑλλὰς ἐποίησε κατὰ τῶν βαρβάρων, τὸ δʼ ἐν Μαραθῶνι μόνοι οἱ Ἀθηναῖοι.
καὶ τοὐν Μαραθῶνι τροπαίου: τῆς κατὰ τῶν βαρβάρων νίκης καὶ τοῦ τροπαίου οὗπερ ἔστησαν ἐν Μαραθῶνι καταναυμαχήσαντες αὐτοὺς καὶ νικήσαντες.
ἄξια πράττεις ἀντὶ τοῦ εὐτυχεῖς ἢ ἀξίως πολιτεύῃ τῆς πόλεως.
τροπαίου τῆς κατὰ τῶν βαρβάρων νίκης.
ὦ φίλτατʼ ἀνδρῶν: ἐν εἰσθέσει ἴαμβοι τρίμετροι ἀκατάληκτοι οδʹ, καὶ μετὰ τὸν τελευταῖον κορωνὶς ἡ τοῦ δράματος.
ἀλλʼ ὦ μέλε: τὸ «ὦ μέλε» οὐκ ἐπὶ βλασφημίας ἔταττον.
ὦ μέλε μέση λέξις τοῦτο.
νομίζοις ἐνόμιζες· τὸ εὐκτικὸν ἀντὶ τοῦ παρεληλυθότος.
ἦν ἀντὶ τοῦ ἔα, ὑπῆρχον.
ἐν τῇ ἐκκλησίᾳ: εἴ τις πρὸς χάριν λέγων κολακεύσειέ σε ἐρᾶν σου προσποιούμενος. τοιούτοις γὰρ οἱ στρατηγοὶ ἐκολάκευον τὸν δῆμον ῥήμασιν.
ὁπότʼ εἴποι τις εἴ τις πρὸς χάριν λέγων κολακεύσειέ σοι.
προβουλεύω ἤγουν προμηθεύομαι ὑπὲρ σοῦ.
κήδομαί σου καὶ προβουλεύω προσποιούμενος ἐρᾶν σου· τοιούτοις γὰρ οἱ στρατηγοὶ ἐκολάκευον τὸν δῆμον ῥήμασι.
τούτοις ἐπανάληψις.
ἀνωρτάλιζες: ἐμετεωρίζου καὶ μέγα ἐφρόνεις. ἢ ἀντὶ τοῦ ἀνεκουφίζου, ὠχοῦ, ἐπῄρου, καὶ ταχέως ἐπίστευες πρὶν δοκιμάσαι· ὀρταλίζειν δὲ λέγεται ἐπὶ τῶν ἀρχομένων ἀναπτερύσσεσθαι ὀρνίθων. ἄλλως: ὄρω ἐστὶ ῥῆμα βαρύτονον. ἔνθεν «ὅτε τʼ ὤρετο μητιέτα Ζεύς». ἀφʼ οὗ ὄνομα ῥηματικὸν ὄρτος, καὶ ὀρτῶ ῥῆμα. τὸ δὲ ὀρτῶ ῥῆμα ποιεῖ τὸ ὀρτίζω, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ὀρταλίζω. δηλοῖ δὲ τὸ ὀρταλίζειν τὸ ἀναρρίπτειν τὰ νήπια τῶν παιδίων. οἷον ὀρούειν ποιεῖν εἰς ὕψος· κατεχρῶντο δὲ τῇ λέξει καὶ ἐπὶ ἄλλης κινήσεως, ἥντινα ἔδει κινεῖσθαι.
κἀκερουτίας: τὴν κεφαλὴν ἀνέτεινες δίκην τῶν κερατοφόρων ζῴων. δηλοῖ δὲ τὸ γαυριᾶν. ὡς ἔλαφος, φησίν, ἠγάλλου τοῖς κέρασιν. ἀπὸ δὲ τῶν κερατοφυούντων ἡ λέξις. ἑξῆς οὖν τοῦ πτερόφυτον εἶπε τὸ κερατοφυεῖν.
ἀντὶ τούτων ἤγουν ἐπὶ τούτοις τοῖς λόγοις.
ἐξεπετάννυτο: ἐξηνοίγετο· τουτέστι ῥᾳδίως ἐπείθου τοῖς λέγουσι.
σκιάδειον: σκέπασμά τι, ὅπερ αἱ γυναῖκες παρὰ τοῖς Ἀθηναίοις ἔχουσι θεωροῦσαι ὑπὲρ τοῦ μὴ καίεσθαι τὰς ὄψεις ὑπὸ τοῦ ἡλίου· ἐκτείνεται δὲ καὶ συστέλλεται πρὸς τὸν κατεπείγοντα καιρόν.
ξυνήγετο τοιαῦτα γὰρ τὰ σκιάδεια.
σκέπασμά τι εἶχον παρὰ τοῖς Ἀθηναίοις αἱ γυναῖκες ἐν τοῖς ἀγροῖς ἐξερχόμεναι τοῦ μηκέτι καίεσθαι ὑπὸ τοῦ ἡλίου τὰς ὄψεις, ὅπερ ἐκάλουν σκιάδειον. ἐξετείνετο δὲ καὶ πάλιν συνεστέλλετο πρὸς τὴν τοῦ καιροῦ χρείαν.
γέρων ἀντὶ τοῦ λῆρος.
ποιεῖσθαι κατασκευάζειν.
καταμισθοφορῆσαι: εἰς μισθὸν ἀναλῶσαι, μισθὸν διδόναι ἐν τῇ ἐκκλησίᾳ καὶ τοῖς δικαστηρίοις, τὸν δικαστικὸν καὶ τὸν ἐκκλησιαστικόν.
παραδραμὼν παρευδοκιμήσας.
παραδραμὼν παρευδοκιμήσας, νικήσας.
τί κύπτεις;: ὡς αἰσχυνθέντος αὐτοῦ. δεῖ δὲ νοεῖν ὅτι ὁ Δῆμος ἀκηκοὼς ταῦτα ὑπʼ αἰδοῦς κατέκυπτε καὶ εἰς τὴν γῆν ἀτενῶς ἀπέβλεπεν αἰδούμενος ἐφʼ οἷς ἐδόκει μὴ καλῶς πράττειν.
οὐχὶ κατὰ χώραν μενεῖς;: οὐκ ἐπὶ σεαυτοῦ μενεῖς καὶ ἡσυχίαν σχήσεις;
οὗτος τί κύπτεις; ὑπʼ αἰδοῦς κατέκυψεν.
κατὰ χώραν ἐπὶ σεαυτοῦ, κατὰ σεαυτόν.
δεῖ νοεῖν ὅτι ὁ Δῆμος ἀκηκοὼς ταῦτα καὶ ὥσπερ αἰσχυνθεὶς ἐφʼ οἷς ἐδόκει μὴ καλῶς πράττειν κάτω εἰς γῆν ὑπʼ αἰδοῦς ἔβλεπεν.
… ἀτενὲς βλέπειν αἰδοῦμαι, φησίν, ἐφʼ οἷς ἔδοξα μὴ καλῶς πράττειν καὶ διὰ τοῦτο ὑπʼ αἰδοῦς κατακύπτω.
ξυνήγορος ῥήτωρ.
βωμολόχος πανοῦργος.
ἄλφιτα τροφή.
εἰ μὴ καταγνώσεσθε: εἰ μὴ κατακρινεῖτε καὶ καταδικάσετε.
καταγνώσεσθε καταδικάσῃ.
καταγνώσεσθε κατακρίνητε καὶ καταδικάσητε.
εἰς τὸ βάραθρον: τόπος Ἀθήνησι βαθύς, ὅπου καὶ τοὺς Δαρείου πρέσβεις ἔβαλον. πάντα δὲ τὰ ἐκεῖ βαλλόμενα ἀφανῆ ἐποίει.
βάραθρον τόπος Ἀθήνησι βαθὺς ἀφανῆ ποιῶν τὰ ἐκεῖ ἐμβαλλόμενα, ἐν ᾧ καὶ τοὺς Δαρείου πρέσβεις ἔβαλλον.
ἐκ τοῦ λάρυγγος: ὅτε γὰρ κατεπόντουν τινάς, βάρος ἀπὸ τοῦ τραχήλου αὐτῶν ἐκρέμων. φαίνεται δὲ ὁ Ὑπέρβολος ἤδη εἰσβὰς εἰς τὴν πολιτείαν. λέγεται δὲ καὶ λάρυγξ καὶ φάρυγξ.
Ὑπέρβολον ἀντὶ τοῦ λίθον.
δύο εἰσὶν ἐν τῷ τραχήλῳ αὐλοί, ὁ μὲν τὴν φωνὴν ἐξάγων, ὁ δὲ τὴν τροφὴν εἰσάγων. ἀλλʼ ὁ μὲν τὴν φωνὴν ἐξάγων αὐλὸς καλεῖται λάρυγξ, ἐξ οὗ καὶ τὸ λαρυγγίζειν, ὁ δὲ τὴν τροφὴν εἰσάγων φάρυγξ. φαίνεται δὲ καὶ ὁ Ὑπέρβολος ἤδη εἰσβὰς εἰς τὴν πολιτείαν.
ναῦς δʼ ἐλαύνουσι μακράς: πολεμίας. τὰς τριήρεις δέ φησι. τὰ δὲ στρογγύλα πλοῖα φορτηγά εἰσιν.
μακράς τριήρεις, πολεμίας.
μακράς τὰς πολεμικὰς τριήρεις φησίν.
καταγομένοις καταίρουσιν, ἐλλιμενίζουσιν.
ἐντελῆ τέλειον.
ὑπολίσποις: οἱ γὰρ Ἀθηναῖοι πάντες λεπτοὶ ἐτύγχανον τὰ ὀπίσθια ἀπὸ Θησέως· ὑπόλισπα δὲ τὰ τετριμμένα. κοινῶς γοῦν τοὺς Ἀθηναίους λισπόπυγάς φησι. καὶ πλάττονται τὸν περὶ Θησέως μῦθον, ὅτι ἑλκόμενος ὑπὸ τοῦ Ἡρακλέους κατέλιπεν ἐπὶ τῇ πέτρᾳ τὴν πυγήν. νῦν δὲ οἰκείως εἶπεν ἐπὶ τῶν ἐρεσσόντων διὰ τὴν καθέδραν λεπτοπύγων ὄντων. ἄλλως: ἐστενωμένοις. τοιαῦται δὲ αἱ πυγαὶ τῶν ναυτῶν διὰ τὴν συνεχῆ ἕδραν καὶ εἰρεσίαν.
ὑπολίσποις τετριμμένοις.
ὑπολίσποις τετριμμένοις τὰς πυγὰς καὶ λεπτοπύγοις ἀπὸ τῆς διηνεκοῦς καθέδρας.
ὑπόλισπα λέγονται τὰ τετριμμένα. Ἀθηναῖοι δὲ πάντες λεπτοὶ ἐτύγχανον τὰ ὀπίσθια ἀπὸ Θησέως. πλάττουσι τὸν περὶ Θησέως μῦθον, ὅτι ἑλκόμενος ὑπὸ Ἡρακλέους κατέλιπεν ὑπὸ τὴν πέτραν τὴν πυγήν. νυνὶ δὲ οἰκείως εἶπεν ἐπὶ τῶν ἐρεσσόντων διὰ τὴν καθέδραν λεπτοπύγων ὄντων ἢ ἐστενωμένων τὰς πυγάς. τοιαῦται γὰρ αἱ πυγαὶ τῶν ναυτῶν διὰ τὴν συνεχῆ ἕδραν καὶ ἠρεσίαν.
ἐν καταλόγῳ: ἐν τῷ καταλόγῳ, ἐν τοῖς πίναξιν, ἐφʼ ὧν ἐνέγραφον τῶν ἐκστρατευομένων τὰ ὀνόματα. ἐκαλοῦντο γὰρ κατάλογοι.
κατὰ σπουδὰς κατὰ ἄλλου σπουδήν.
κατὰ σπουδὰς ἤγουν κατὰ τὸν καιρόν.
σπουδὰς τὰς ἐπίτηδες φιλίας.
μετεγγραφήσεται μετατεθήσεται.
ἐγγεγράψεται ἐγγεγραμμένος διαμενεῖν.
τὸν πόρπακα τὸν Κλεωνύμου: δειλὸς γὰρ καὶ ῥίψασπις ὁ Κλεώνυμος.
… ῥίψασπις γὰρ οὗτος. Γ
οὐδʼ ἀγοράσει οὐ νῦν ἐν ἀγορᾷ διατρίψει.
ἀγοράσει δημηγορήσει.
Κλεισθένης καὶ Στράτων: γύννιδες οὗτοι καὶ πιττούμενοι τὰ γένεια, λεῖοι δὲ καὶ μαλακοί.
Κλεισθένης καὶ Στράτων οὗτοι λεῖοι τὰ γένεια καὶ μαλακοί.
τἀν τῷ μύρῳ: οὕτως Ἀττικοὶ ἀντὶ τοῦ ἐν μυροπωλείῳ, ἀπὸ τῶν πωλουμένων τοὺς τόπους καλοῦντες.
μύρῳ τόπος.
ὁ Φαίαξ: δεινὸς ῥήτωρ ὁ Φαίαξ οὗτος, ὡς καὶ ἀποφυγεῖν θανάτου ἐπʼ αὐτοφώρῳ κρινόμενος. κωμῳδεῖται δὲ ὡς παρακρούων τὰ μειράκια.
Φαίαξ δεινὸς ῥήτωρ οὗτος.
συνερκτικός: συνείρειν τοὺς λόγους καὶ συντιθέναι δυνάμενος εὐκόλως. «περαντικὸς» δέ, πέρας ἐπιτιθεὶς τοῖς λόγοις.
συνερκτικὸς συνεργητικός.
περαντικός ἤγουν πέρας ἐπάγων τοῖς αὑτοῦ λόγοις.
συνερκτικὸς συνείρειν τοὺς λόγους καὶ συντιθέναι δυνάμενος.
περαντικός πέρας ἐπιθεῖναι τοῖς λόγοις δυνάμενος.
κρουστικός: τὰ ὦτα τῶν ἀκροωμένων κρούων τῇ σφοδρότητι τῶν λόγων.
γνωμοτυπικὸς γνωμολογικός.
καταληπτικός: προκαταλαμβανόμενος τοὺς ἀκούοντας ὥστε θόρυβον μὴ κινῆσαι.
τοῦ θορυβητικοῦ λαοῦ.
καταδακτυλικός: ἀντὶ τοῦ συνουσιαστικὸς κατὰ τοῦ δακτυλίου, τοῦ πρωκτοῦ. «τοῦ λαλητικοῦ» δέ, τῶν λαλούντων ταῦτα, τῶν περὶ Κλεισθένη καὶ Στράτωνα. ἄδηλος δὲ ὁ στίχος, καὶ πάντες αὐτὸν ἐσημειώσαντο διὰ τὸ ἀκατάλληλον· ἄδηλον γὰρ τίς τίνι λέγει.
καταδακτυλικὸς ἀντὶ τοῦ συνουσιαστικός.
τοῦ λαλητικοῦ τῶν λαλούντων ταῦτα, τῶν περὶ Κλεισθένη καὶ Στράτωνα.
ἄδηλος οὗτος ὁ στίχος καὶ πάντες αὐτὸν ἐσημειώσαντο διὰ τὸ ἀκατάλληλον. ἄδηλον γὰρ τίς τίνι λέγει.
ὀκλαδίαν: συγκεκλασμένος δίφρος, καὶ ποτὲ μὲν ἐκτεινόμενος, ποτὲ δὲ συστελλόμενος.
νυν δή.
καὶ παῖδʼ ἐνόρχην: ἐπειδὴ παρὰ τοῖς βαρβάροις σπάδωνες, οὗτος ἐνόρχην δίδωσιν.
οἴσει κομίσει.
δοκῇ σοι περαίνειν καὶ κύφειν, κακεμφάτως.
τοῦτον τὸν παῖδα· παίζει δέ.
τριακοντούτιδες: πόρνας εἰσφέρει. διὸ καὶ φησίν, ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι.
σπονδάς: σπονδὰς ἐσπείσαντο μετὰ Εὐβοίας ἅλωσιν οἱ Ἕλληνες πρὸς ἑαυτούς, πρὸ τοῦ Πελοποννησιακοῦ πολέμου.
ὡς καλαί: εἰσῆλθον αἱ σπονδαί, ἑταῖραι ὡραῖαι ὑποκρινόμεναι τὰ πρόσωπα τῶν σπονδῶν· πρὸς ἃς λέγει ὁ Δῆμος.
ὡς λίαν.
εἰσῆλθον ἑταῖραι ὡραῖαι τὰς ὄψεις ὑποκρινόμεναι τὰς σπονδάς, πρὸς ἃς ὁ Δῆμος λέγει ταῦτα.
κατατριακοντουτίσαι εἰς συνουσίαν· παίζει γάρ.
κατατριακοντουτίσαι συνουσιάσαι.
οὐ γὰρ ὁ Παφλαγών: μετὰ τὴν Κλέωνος καὶ Βρασίδου τελευτὴν σπονδαὶ τοῖς Πελοποννησίοις καὶ Ἀθηναίοις ἐγένοντο τριακοντούτιδες. οὗτοι γὰρ ἠναντιοῦντο τῇ εἰρήνῃ. ἀποθανόντων οὖν αὐτῶν ἐγένοντο αἱ σπονδαί.
ἰέναι ἀπέρχεσθαι.
εἴφʼ εἰπέ.
τὰ κύνεια μιγνύς: συμφύρων τὰ τῆς πόλεως πράγματα. ὅτι καὶ οἱ μάγειροι τὰ κρέα μιγνύουσιν.
τοῖς ὀνείοις πράγμασιν τοῖς τοῦ ὄνου κρέασιν.
πράγμασιν ἤγουν κρέασιν ὤφειλεν εἰπεῖν· ἀντὶ δὲ κρεάτων εἶπε «πράγμασιν».
ἔθος ἐστὶ τοῖς μαγείροις καὶ πιπράσκουσι τὰ κρέα μιγνύειν κρέα προβάτων τε καὶ αἰγῶν καὶ προτιθέναι ὡς μόνων προβάτων καὶ ἐξαπατᾶν τοὺς ἀφελεστέρους.
τὸ λοῦτρον: τὸ ἀπόλουμα καὶ ῥυπαρόν, ὅ ἐστι τὸ ἀπόλουτρον.
οὗπερ τὸ πρᾶγμα ἐκεῖνο.
διακεκραγέναι καὶ ἀκατατάκτως.
τούτων ἤγουν ὧνπερ ποιῶν ἐργάσῃ.
εἰς τὴν ἕδραν εἰς τὴν προεδρίαν.
ἵνʼ ὅπου.
τὴν βατραχίδα: εἶδος ἐσθῆτος ἀνθίνης, ὅμοιον τῷ ὀνόματι ἐχούσης τὸ χρῶμα.
τὴν βατραχίδα: βατραχὶς εἶδος ἐσθῆτος, τῇ εἱλήσει πέλον ἐμφερές, εὐανθὲς τὸ χρῶμα κεκτημένη.
κἀκεῖνον ἐκφερέτω τις: αἰρόμενος ἐκφέρεται ὁ Κλέων.
ἐκφερέτω ἤγουν τὸν Κλέωνα.
ἵνʼ ἴδωσιν αὐτόν: τὸ ἑξῆς, ἵνα ἴδωσιν αὐτὸν οἱ ξένοι οἷς ἐλωβᾶτο.
ἐλωβᾶτο ἐλυμαίνετο.