| α 1 | ἄλφα · τὸ στοιχεῖον· παρὰ τὸ ἀφλῶ, τὸ εὑρίσκω· πρῶτον γὰρ τῶν ἄλλων στοιχείων εὑρέθη. ἢ ἀπὸ τοῦ κατὰ ἀμοιβὰς πολιτεύεσθαι, ἄλφειν γὰρ τὸ ἀμείβειν |
| α 2 | ἀάλιον · ἄτακτον, ἀκρατές· ἀπὸ τοῦ ἁλῶ, τὸ κρατῶ, καὶ στερήσει τοῦ α ἀάλιον. ἅλιον δὲ τὸ μάταιον |
| α 3 | ἀασάμην · σημαίνει τὸ ἐβλάβην· ἀπὸ τοῦ ἄω, τὸ βλάπτω, ὁ μέλλων ἄσω, ὁ ἀόριστος ἆσα, ὁ μέσος ἀσάμην καὶ πλεονασμῷ τοῦ α ἀασάμην |
| α 4 | ἀάσχετον · ἀκατάσχετον· ἀπὸ τοῦ σχῶ σχήσω ἔσχηκα ἔσχεμαι ἔσχεσαι ἔσχεται σχετόν καὶ ἄσχετον καὶ ἄσχετον καὶ ἀάσχετον |
| α 5 | ἀάπτους · Ὅμηρος · ἀάπτους χεῖρας ἐφείω. παρὰ τὸ ἅπτω ἁπτούς καὶ ἀάπτους, ἤγουν τὰς ἄγαν ἁπτομένας ἐπιτάσει τοῦ α · ἢ ὧν οὐκ ἄν τις ἅψαιτο, οἱονεὶ ἀπροσίτους, ἀπροσπελάστους. τὸ δὲ καθαπτὸς ἐν πεύκαισι Παρνασοῦ παρ’ Εὐριπίδῃ ἐκ τοῦ καθάπτω γέγονε καθαπτός. οὕτως Φίλων. ὁ δὲ Ἡρωδιανὸς τὰς μὴ δυναμένας φθαρῆναι λέγει σημαίνειν τὸ ὄνομα· κατασκευάζει γὰρ αὐτὸ οὕτως· ἔστιν ἴψ ζῷον ἐσθίον τὰ ξύλα καὶ κλίνεται ἰπός· ἐκ τούτου γίνεται ἰάπτω, ἐξ οὗ ῥηματικὸν ὄνομα ἰάπτους καὶ κατὰ στέρησιν ἀϊάπτους καὶ κατ’ ἔλλειψιν τοῦ ι ἀάπτους |
| α 6 | ἀάπτους · ἀπροσπελάστους. α |
| α 7 | ἀάθη · ἠπατήθη. α |
| α 8 | ἄατος · ἀβλαβής. α |
| α 9 | ἀάθης · ἥμαρτες. α |
| α 10 | ἀαδεῖν · ὀχλεῖν, ἀπορεῖν. α |
| α 11 | ἄασας · ἔβλαψας· ἀπὸ τοῦ ἄω, τὸ βλάπτω, ὁ μέλλων ἄσω, ὁ δεύτερος ἀόριστος ἆσα καὶ ἐπιτάσει τοῦ α ἄασα · ἆσέ με δαίμονος αἶσα κακή |
| α 12 | ἄατος · ἄνευ βλάβης, ὅ ἐστιν ἀβλαβής· ἄτη γὰρ ἡ βλάβη. δύναται δὲ καὶ ὁ χαλεπὸς ἀκούεσθαι ἄατος καὶ ὁ βλαβερός, ἴσως καὶ αὐτὸ παρὰ τὴν ἄτην ἐπιτάσει τοῦ α. οὕτως Μεθόδιοσ. ἢ ἀπὸ τοῦ ἄω, τὸ βλάπτω, ἄσω ἄτος καὶ ἄατος |
| α 13 | ἄβαξ · κυρίως ὁ μὴ ἔχων βάσιν· καταχρηστικῶς δὲ καὶ ἐπὶ οἱασδήποτε σανίδος. οὕτως Ὠρίων. γίνεται δὲ παρὰ τὸ βῶ, τὸ βαίνω |
| α 14 | ἀβάκησαν · ἀντὶ τοῦ ἠγνόησαν. καθίσταται δὲ ὁ σχηματισμὸς οὗτος οὕτως· ἔστι ῥῆμα φῶ, τὸ λέγω, παράγωγον φάζω καὶ κατὰ τροπὴν βάζω, ὁ μέλλων βάξω, ὁ παρακείμενος βέβαχα βέβαγμαι βέβακται βακτός, ὡς |
| α 15 | ἀβάκησαν · ἀντὶ τοῦ ἠγνόησαν, ἔστι δὲ ἡ λέξις ῥητορική· οἷον · «τῷ δ’ ἴκελος Τρώων κατέδυ πόλιν οἱ δ’ ἀβάκησαν», ἀντὶ τοῦ ἠγνόησαν· σημαίνει δὲ καὶ τὸ ἠσυνέτησαν, παρ’ ἄλλοις δὲ τὸ ἡσύχασαν. ἔστι βάζω, τὸ λέγω, ὅπερ ἀπὸ τοῦ βοάζω κατὰ συγκοπὴν γίνεται, οἷον · εὖ μὲν βάζουσι· τούτου ὁ παθητικὸς παρακείμενος βέβακται, οἷον · «ἔπος δ’ εἴ πέρ τι βέβακται», καὶ ὥσπερ παρὰ τὸ φυλάσσω πεφύλακται φυλακτός καὶ. τέτακται τακτός, ἐξ οὗ καὶ τὸ ἄτακτος ἀτακτῶ, οὕτως καὶ βέβακται βακτός καὶ ῥῆμα ἐξ αὐτοῦ ἀβακτῶ, ὡς εἴπομεν ἄτακτος ἀτακτῶ, καὶ ὑφαιρέσει τοῦ τ ἀβακῶ, ὅθεν τὸ ἀβακῆσαι, σημαίνει δὲ τὸ ἀγνοῆσαι· οἱ γὰρ ἀγνοοῦντες οὐκ ἔχουσιν, ὅ τι λέγουσιν· ἔστιν οὖν τὸ τοιοῦτον, ὅτι ἄφωνοι δι’ ἄγνοιαν ἐγένοντο. Δύναται δὲ καὶ ἄλλως γενέσθαι· παρὰ τὸ βάζω γίνεται ἀβακής ἀβακῶ, ὡς εὐσεβής εὐσεβῶ· κέχρηται δὲ τῇ λέξει Σαπφώ |
| α 16 | ἀβακής · ἀπὸ τοῦ βάζω, τὸ λέγω, οἷον · «εὖ μὲν βάζουσι, κακῶς δ’ ὄπισθεν φρονέουσιν»· ἐξ αὐτοῦ γίνεται ἀβακής· κέχρηται δὲ αὐτῷ Σαπφώ, οἷον ·. ἀλλά τις οὐκ ἄμμιν παλίγκοτον ὄργανον, ἀλλ’ ἀβάκην πάμφρενα ἔχω, ἀντὶ τοῦ ἡσύχιον καὶ πρᾶον. παρὰ τὸ ἀβακής οὖν γίνεται ἀβακῶ, ὥσπερ εὐσεβής εὐσεβῶ· γίνεται δὲ καὶ ἀβακίζω· φησὶν Ἀνακρέων · ἐγὼ δὲ μισέω πάντας, οἳ χθονίους ἔχουσι ῥυθμούς, καὶ χαλεπῶς μεμάθηκα ὡς μεγίστη τῶν ἀβακιζομένων, ἀντὶ τοῦ τῶν ἡσυχίων καὶ μὴ θορυβωδῶν. ἐξ οὗ καὶ ἐπίρρημα ἀβακέως, τὸ ἡσύχως · ἀβακέως εὕδοντι ἀφέλῃ, ἤγουν ἡσύχως προορώμενος τὸ μὴ ἀναστῆσαι κοιμώμενον, ὥσπερ εὐσεβής εὐσεβέωσ. οὕτως φησὶν Ἡρωδιανὸς εἰς τὸ Μέγα Ἐπιμερισμόν |
| α 17 | ἀβαρνίδα · οἷον · Περκώτην δ’ ἐπὶ τῇ καὶ Ἀβαρνίδα ἠμαθόεσσαν. Περκώτη δέ ἐστι πόλις Τροίας, Ἀβαρνὶς δὲ πόλις Λαμψάκου. ὠνομάσθη δὲ ἐκ τοιαύτης αἰτίας· Διονύσου ἐρασθεῖσα Ἀφροδίτη. ἐμίγη αὐτῷ καὶ ἔτεκεν ἐξ αὐτοῦ παῖδα, ὃν Πρίηπον ὀνομασθῆναί φασιν, ἄσχημον καὶ βαθυαίδοιον, καὶ τοῦτον ἀπαρνήσασθαι τὴν Ἀφροδίτην καὶ ἀπὸ τούτου Ἀπαρνίδην καὶ κατὰ ἐναλλαγὴν τοῦ π εἰς β Ἀβαρνίδα. τὸ ἐθνικὸν Ἀβαρναῖος καὶ τὸ θηλυκὸν Ἀβαρναίη |
| α 18 | ἀβάκαινον · πόλις Σικελίας. οὐ δύναται. τὸ ἐθνικὸν Ἀβακαινῖνος, ὡς Ἀκραγαντῖνος Βρεντησῖνος Ἀρρητῖνος Ἀσσωρῖνος |
| α 19 | ἀβαντίς · ἡ Εὔβοια |
| α 20 | ἄβαρνος · πόλις |
| α 21 | ἄβδηρα · πόλις Θρᾴκης ἢ Ἰβηρίας |
| α 22 | ἀβίλη · πόλις ἐν τῷ Ἰορδάνῃ |
| α 23 | ἄβολλα · πόλις Σικελίας· τὸ ἐθνικὸν Ἀβολλαῖος |
| α 24 | ἀβοριγῖνες · ἔθνος Ἰταλικόν. οὐκ ἀπὸ τῆς Ἀβοριγῖνος εὐθείας, ὡς Λεοντῖνος, ἀλλ’ ὡς δελφίν δελφῖνος |
| α 25 | ἀβρεττινή ἢ Ἀβρεττηνή · χώρα Μυσίας, ἀπὸ Βρεττίας νύμφης. τὸ ἐθνικὸν Ἀβρεττηνοί |
| α 26 | ἀβυδών · χώρα Μακεδονίας· καὶ κλίνεται Ἀβυδῶνος, ὡς Καλυδῶνος· τὸ ἐθνικὸν Ἀβυδώνιος, ὡς Καλυδώνιος |
| α 27 | ἀβώνου τεῖχος · πόλις ἐν τῷ Εὐξείνῳ πόντῳ. καὶ Ἀβωνοτειχίτης τὸ ἐθνικόν |
| α 28 | ἀβληχρόν · βληχρόν, τὸ ἀσθενές, καὶ κατ’ ἐπίτασιν τοῦ α ἀβληχρόν· λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ ἰσχυροῦ. παρὰ τὸ βάλλειν, ὃ ποτὲ μὲν τὸ καταβάλλειν εἰς γῆν καὶ δύνασθαι ἀναιρεῖν σημαίνει, ποτὲ δὲ τὸ καταβάλλεσθαι εἰς γῆν. οὕτως ὁ Ὠρίων. ἔστι δὲ ῥητορικὴ ἡ λέξις |
| α 29 | ἄβδηρα · ἡ θάλασσα. καὶ ὄνομα πόλεως, τὸ ἐθνικὸν Ἀβδηρίτης «ἔρρει σοι τὸ μειράκιον ὁ Καλλίας, ὦ Πρωταγόρα, καὶ πέπραγε κακῶς, ἐπειδὴ σὺ τὴν ταχίστην Ἀβδήραδε Ἀθήνηθεν ἀναπέπλευκας.» |
| α 30 | ἄβυσσος · δύω, τὸ ὑπεισέρχομαι, κατὰ τροπὴν βύω βύσω βέβυκα βέβυσμαι βέβυσαι βυσσός καὶ ἄβυσσος, ἐν ᾗ οὐδεὶς εἰσέρχεται διὰ τὸ βάθος |
| α 31 | ἀβέλτερος · ἀνόητος, ὁ τὸ βέλτιον μὴ γινώσκων· γίνεται δὲ ἐκ τοῦ βέλτερος, καὶ μετὰ τοῦ στερητικοῦ α ἀβέλτερος. καὶ τὸ θηλυκὸν ἀβελτερία καὶ ἀβελτηρία. τὸ βέλτερος ἀπὸ τοῦ βάλλω τύπου συγκριτικοῦ, οὐχὶ δὲ συγκριτικόν· ὥσπερ γὰρ παρὰ τὸ φέρω φέρτερος, οὕτω παρὰ τὸ βάλλω βέλτερος. α |
| α 32 | ἀβλεμέως · ὃ σημαίνει τὸ ἀφροντίστως· παρὰ τὸ μέλλειν ἀμελέως καὶ ἐν ὑπερθέσει ἀλεμέως καὶ κατὰ πλεονασμὸν τοῦ β ἀβλεμέως. οὕτως Ὠρίων |
| α 33 | ἀβέβηλα · τὰ ἱερὰ καὶ ἀβδέλυκτα |
| α 34 | ἀββάλλου · εἰς τὸ ἀββαλόμεθα |
| α 35 | ἀβλῆτα · καινόν· ἢ τὸν κακόβλητον· παρὰ τὸ βέβληται. ἢ τὸν καινὸν καὶ μήπω βεβλημένον ἀλλὰ νεοπαγῆ καὶ ἀκέραιον τὸν ἰὸν ἐν αὑτῷ ἔχοντα. κλίνεται δὲ διὰ τοῦ τος οἷον ἀβλής ἀβλῆτος· τὰ γὰρ εἰς λήγοντα ὀξύτονα σύνθετα ἀπὸ ῥημάτων γινόμενα μίαν συλλαβὴν φυλάττοντα τοῦ παθητικοῦ παρακειμένου διὰ καθαροῦ τοῦ τος κλίνονται, εἴτε εἰς ως ὦσιν, εἴτε εἰς ης εἴτε εἰς ας οἷον κέκραται χαλκοκράς χαλκοκρᾶτος, ὁ χαλκῷ κεκραμένος, νεοκράς νεοκρᾶτος, ὁ νεωστὶ κεκραμένος, βέβληται ἀβλής ἀβλῆτος, τέτρωται ἀτρώς ἀτρῶτος, ὁ μὴ τρωθείς |
| α 36 | ἄβρα · οὔτε παρὰ χεῖρα θεράπαινα |
| α 37 | ἀβυρτάκη · βαρβαρικόν τι ἔδεσμα σινάπεως |
| α 38 | ἄβολος · ὁ μηδέπω ἐκβεβληκὼς τοὺς ὀδόντας ἵππος, ἤγουν ὁ πῶλος. καὶ γνώμων ὁ ὀδούς, ὅτι ἀπὸ τούτου ἡ ἡλικία γνωρίζεται τῶν πώλων τε καὶ μόσχων δυνάμενοι |
| α 39 | ἁβροείμονες · λαμπροφόροι τοῦ βάρους ἄβαρος καὶ ἁβρόσ |
| α 40 | ἀβολήτωρ · βολῶ καὶ ἀντιβολῶ· παρὰ τὸ ἀβολήτωρ, ὁ μὴ παρακαλῶν |
| α 41 | ἀβρότων · κογχυλίου εἶδος, οἱ δὲ ἀκρίδων, αἵτινες πολλαὶ γινόμεναι, φασίν, καί ἐστιν ἀντὶ τοῦ λῃστῶν |
| α 42 | ἀβίων · ἤτοι βίοις μὴ χρωμένων, ὅ ἐστι νόμοις καὶ πολιτείαις. ἢ βιοῖς μὴ χρωμένων, ὅ ἐστι τόξοις. ἢ τὸ α ἐστὶν ἐπιτατικόν, ἵνα ᾖ πολυβίων |
| α 43 | ἄβρομοι · οἱ ἄγαν βρομοῦντες, ὅ ἐστιν ἠχοῦντες· παρὰ τὸ βρόμος, ὃ σημαίνει τὸν ἦχον· τοῦτο παρὰ τὸ βρέμω |
| α 44 | ἀβρότη · ἡ νύξ· ἐν ᾗ βροτὸς οὐ φαίνεται. ἢ κατὰ παράλειψιν τοῦ μ ἀβρότη· ἀμβρότη γὰρ ἦν, οἷον ἀθανάτη. ἢ ἀβρότη, καθ’ ἣν βροτοὶ οὐ φοιτῶσιν |
| α 45 | ἀβρά · ὀξυτόνως ἡ τρυφερὰ καὶ μαλακή. ἄβρα δὲ βαρυτόνως ἡ θεράπαινα. α |
| α 46 | ἁβρός · ὁ κούφως βαίνων, κατὰ στέρησιν τοῦ βάρους· παρὰ τὸ βάρος καὶ μετὰ τοῦ στερητικοῦ α ἄβαρος καὶ κατὰ συγκοπὴν ἁβρός· τὸ δὲ βάρος παρὰ τὸ βίᾳ αἴρεσθαι |
| α 47 | ἀβροτάξομεν · κυρίως ἐπὶ τῶν τοξοτῶν τοῦ βροτοῦ ἀποτυχεῖν ὡς ἐν πολέμῳ. λέγεται δὲ καὶ τὸ ἁπλῶς ἀποτυχεῖν · ἤμβροτες οὐδ’ ἔτυχες. τὸ δὲ θέμα ἀβροτάζω, ὁ μέλλων ἀβροτάξω καὶ τὰ λοιπὰ δῆλα. τὸ ἄλφα μετὰ τοῦ γ |
| α 48 | ἀγαθός · παρὰ τὸ ἀγάζω, τὸ θαυμάζω, ὁ μέλλων ἀγάσω, ὁ παρακείμενος ἤγακα, ὁ παθητικὸς ἤγασμαι ἤγασαι ἤγασται καὶ ἀγαστός, ἀποβολῇ τοῦ ς καὶ τροπῇ τοῦ τ εἰς θ ἀγαθός, ὡς κρεμάστρα κρεμάθρα. τὸ δὲ ἀγάζω παρὰ τὸ ἀγῶ· καὶ ὡς σκεδῶ σκεδάζω, οὕτως ἀγῶ ἀγάζω. ἐκ δὲ τοῦ ἀγῶ παράγωγον ἄγημι, οὗ τὸ παθητικὸν ἄγαμαι. οὕτως Ὠρίων |
| α 49 | ἀγοράζειν · πολλοὶ μὲν παρ’ αὐτοῖς ἐπὶ τοῦ ἐν ἀγοραῖς διατρίβειν· εἴρηται δὲ καὶ ἐπὶ τοῦ ἀγοράζειν |
| α 50 | ἄγαμαι · ἄγαμαι αὐτοῦ, πολλάκις· ἀπογνῶναι δὲ αὐτοῦ καὶ αὐτόν, ὁμοίως καὶ τὸ κρατῆσαι αὐτοῦ καὶ τὸ ἀφελέσθαι καὶ τὸ ἀφαιρεῖσθαι ἐπιλαθέσθαι ποθεῖν |
| α 51 | ἀγαίεται · βασκαίνει, ὀργίζεται, χολοῦται · τῷ δ’ ἦ τοι Ζεὺς αὐτὸς ἀγαίεται. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ φθονεῖν πολλάκις καὶ ἐπὶ τοῦ θαυμάζειν |
| α 52 | ἄγγαροι · οἱ ἐκ διαδοχῆς γραμματηφόροι. οἱ δὲ αὐτοὶ καὶ ἀστάνδαι. λέγεται δὲ καὶ ἀγγαροφορεῖν ἐπὶ τὸ φορτία φέρειν |
| α 53 | ἀγκαλιαγωγοί · οἱ ἀγκαλίδας, ἀγκαλιδοπῶλαι δὲ οἱ πιπράσκοντες |
| α 54 | ἄγαλμα · ἀγαλλίαμα, καλλώπισμα, πᾶν ἐφ’ ᾧ τις ἀγάλλεται. ἄλλοι δὲ ἄγαλμα εἶπον τὸ ξόανον. τὸ δὲ ἄγαλμα παρὰ τὸ ἀγάλλω, τοῦτο παρὰ τὸ ἀγλαόν, τοῦτο παρὰ τὸ αἴγλη. ἢ παρὰ τὸ ἄγαν καὶ τὸ ἅλλω, τὸ πηδῶ |
| α 55 | ἀγάλακτες · οἱ ἀδελφοί, οἱονεὶ ὁμογάλακτές τινες ὄντες. ἢ οἱ τὸ αὐτὸ γάλα σπάσαντες. οὕτως Ὠρίων |
| α 56 | ἀγαθίς · τὸ τοῦ σχοινοῦ καρβάνιον ἀγαθῶν ἀγαθίδες |
| α 57 | ἄγη · κλάσις ξίφους. α |
| α 58 | ἀγαυός · ὁ θαυμαστός. α |
| α 59 | ἄγαμαί σου τοῦδε· «τίς γὰρ ἂν οὐκ ἄγαιτο τῶν ἀνδρῶν ἐκείνων τῆς ἀρετῆς». καὶ ἄγαμαί σε τοῦδε· «Ὦ Σώκρατες, ὡς ἄξιος εἶ ἄγασθαι τῆς ὁρμῆς τῆς ἐπὶ τοὺς λόγους». καὶ «ἀγασθέντες αὐτά» |
| α 60 | ἀγαπῶ ταῦτα καὶ ἀγαπήσας τούτοις ἀντὶ τοῦ ἀρκεσθείς, οἷον · «οὐκ ἔστιν ὅπως ἀγαπήσας τοῖς πεπραγμένοις ἡσυχίαν σχήσει», ἀντὶ τοῦ ἀρκεσθείς |
| α 61 | ἀγανακτῶ τούτοις καὶ ἀγανακτῶ τούτων, καὶ πάλιν ταῦτα ἀγανακτῶ καὶ τούτοις ἀγανακτῶ καὶ τούτοις ἀγανακτῶ |
| α 62 | ἄγλιθες · ἐξ ὧν σύγκειται |
| α 63 | ἀγαμέμνων · τὸ ἄγαν τιθέμενον καθόλου συστέλλει τὸ δεύτερον α καὶ μονὴν ποιεῖ τοῦ ν καὶ τροπὴν καὶ ἀποβολήν· μονὴν μὲν οὖν ποιεῖ ἐν τῷ ἀγάννιφος τροπὴν δὲ ἐν τῷ Ἀγήνορος, ἀποβολὴν δὲ ἐν τῷ ἀγακλειτός Ἀγασθένης Ἀγαμέμνων. ἔστι δὲ ὅτε καὶ τὸ κατ’ ἀρχὰς α τρέπει, ὡς ἐν τῷ κατ’ ἠγάθεον Νυσήϊον· τοῦτο δὲ ποιητικόν |
| α 64 | ἀγανοῖς · προσηνέσι, ἄγαν γίνεται καὶ τοῦ αἰνεῖσθαι, ὅθεν καὶ ἀγανή |
| α 65 | ἀγαπήνωρ · ὁ ἀγαπῶν τὴν ἠνορέην, τουτέστι τὴν ἀνδρείαν ἐπιτηδεύων |
| α 66 | ἀγάπη · παρὰ τὸ ἄγαν πιότητα ἔχειν |
| α 67 | ἀγασάμενοι · θαυμάσαντες· παρὰ τὸ ἀγάζω, τὸ θαυμάζω |
| α 68 | ἀγαστόρων · τῶν ὁμογάστρων τρόφον· κλίνεται δὲ τρόφις τρόφιδος |
| α 69 | ἀαγές · ἄθραυστον, ἀαγής καὶ τὸ οὐδέτερον ἀαγές· ἢ τὸ ἄθραυστον κατὰ στέρησιν ἢ τὸ πολύθραυστον |
| α 70 | ἀγαυός · ἐκ τοῦ ἀγῶ, ἢ παρὰ τὸ γαίω ἀγαυός |
| α 71 | ἀγαυρός · ὁ ἔνδοξος· παρὰ τὸ γαυριῶ γίνεται γαῖος· ἢ παρὰ τὸ ἄγη ὑπερήφανον |
| α 72 | ἀγαυρίαμα · παρὰ τὸ γίνεται γαῖρος καὶ τροπῇ τοῦ ι ὡς κλαίω κλαύσω, καίω καύσω, καὶ ἀγαυριᾶν, τὸ Μεθόδιος |
| α 73 | ἀγαυγή · οἷον αὐγή |
| α 74 | ἀγερσικύρηλιν · κύβηλις, πέλεκυν |
| α 75 | ἀγελαῖος · ἰδιώτης, ἄγω |
| α 76 | ἀγορὰ ἐφορία · ἡ σύνοδος ἡ πρὸς τοῖς, οἱ ὅμοροι ὅπου συνιόντες ἐβουλεύοντο |
| α 77 | ἀγαί · τραύματα, τρώσεις. αἰγιαλοὶ κατὰ τοὺς Ἴωνας. α |
| α 78 | ἀγωνίζεσθαι περὶ πράγματος καὶ ἀγωνίζεσθαι περὶ πρᾶγμα · ἀνάγγειλον ἡμῖν· περὶ τὸ πρᾶγμα ἠγωνίσω |
| α 79 | ἀγαπώμενος ὑπὸ τούτων καὶ ἀγαπώμενος τούτοις |
| α 80 | ἀγγελή · δῆμος τῆς Πανδιονίδος φυλῆς· καὶ ὁ δημότης ἐπιρρηματικῶς Ἀγγελῆθεν ἐκ τόπου, εἰς τόπον Ἀγγελῆνδε, ἐν τόπῳ Ἀγγελῆσιν. ὀξύνεται δὲ ὡς τὸ Περγασή καὶ κεφαλή |
| α 81 | ἀγγεῖλαι · κυρίως τροπῇ τοῦ ν εἰς τὸ γ |
| α 82 | ἀγγεῖον · ἀπὸ τοῦ δι’ αὐτοῦ Ὠρίων |
| α 83 | ἀγγαροφορεῖν · τὸ κατὰ φορτίον |
| α 84 | ἄγγελος · ὥσπερ ἀπὸ τοῦ τὸ ἄγω ἄγελος καὶ ἄγγελος· τὰ γοῦν ἀρχάγγελος εὐάγγελος χαράγγελοσ |
| α 85 | ἀγγελίην · οἷον · ἀγγελίην ἐλθόντα, ἀντὶ τοῦ, ἤτοι πρέσβιν, ὡς ἐνταῦθα |
| α 86 | ἀγερμός · οὐκ ἀγυρμός συναθροισμόν |
| α 87 | ἀγελείη · ἡ Ἀθηνᾶ ὅ ἐστι λαφυραγωγίαν, ἤτοι ἡ λαφυραγωγὸς Ἀθηνᾶ |
| α 88 | ἄγγωνες · δοράτια σμικρά |
| α 89 | ἀγγρίς · σημαίνει τὴν ὀδύνην· παρὰ τὸ ἀγγρίζειν, τὸ ὀδυνᾶν |
| α 90 | ἀγέρωχος · ῥητορικὴ γερουχεῖν. οὕτως Ὠρίων |
| α 91 | ἀγησίλαος καὶ ἀγεσίλαος · ἐπώνυμον Καλλίμαχος · φοιτάσει μεγάλῳ Ἀγεσιλάῳ. εἴρηται δὲ παρὰ τὸ ἄγειν τοὺς λαούς· ἄρχων γὰρ τῶν θανόντων |
| α 92 | ἀγέραστος · οἱ μὲν, γεράσω γεγέρακα γεγέρασμαι γεγέρασαι γεγέρασται γεραστός καὶ ἀγέραστος |
| α 93 | ἀγείρατον · ἀγέρατον· γέρας γὰρ ἡ τιμὴ τοῦ ι |
| α 94 | ἀγήραον · ἄφθαρτον, μὴ γηράσκοντα· παρὰ τὸ γῆρας |
| α 95 | ἀγείρω · τὸ γει ἐκ τοῦ ἄγω |
| α 96 | ἄγη · σημαίνει θαυμάζω· γέγονε δὲ παρὰ ἔμεινεν |
| α 97 | ἀγειρέθω · ἐκ τοῦ, κατὰ παραγωγὴν Ἀττικήν. ἀγερέθω ἀπέβαλε τὸ ι |
| α 98 | ἀγήνωρ · ἐκ τοῦ ἄγαν εὐήνωρ Ἀντήνωρ ἀγήνωρ· τὸ δὲ Νικάνωρ κατὰ τροπὴν γέγονε Βοιωτικὴν τοῦ η εἰς α |
| α 99 | ἀγῆλαι · τιμῆσαι θεόν ἀγελοῦμεν |
| α 100 | ἀγή · ἡ κλάσις τοῦ κύματος· ἀπὸ τοῦ ἀγῶ, τὸ κλάνω, ἀγή |
| α 101 | ἀγηλάτῳ · ἐὰν μὲν δασέως, τῷ τοὺς ἀσεβεῖς ἐλαύνοντι· ἐὰν δὲ ψιλῶς, τῷ ἄγαν ἐλαυνομένῳ. λέγει δὲ τῷ κεραυνῷ |
| α 102 | ἀγήνωρ · ὁτὲ μὲν ἐπὶ ἐπαίνου λαμβάνεται καὶ σημαίνει τὸν ἀνδρεῖον, ἐτυμολογεῖται δὲ παρὰ τὸ ἄγαν τῇ ἠνορέῃ χρῆσθαι, ὅ ἐστι τῇ ἀνδρείᾳ · ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ· ὁτὲ δὲ ἐπὶ ψόγου, ὡς ἐνταῦθα · ὁ δ’ ἀγήνωρ ἐστὶ καὶ ἄλλως, ὁ ἄγαν ὑβριστὴς καὶ διὰ τὴν ἀνδρείαν εἰς ὕβριν ἐκπεπτωκώς |
| α 103 | ἀγητοί · θαυμαστοί |
| α 104 | ἄγημα · τὸ προϊὸν τοῦ βασιλέως τάγμα |
| α 105 | ἀγηνορίαις · αὐθαδείαις, ὑπερηφανίαις. ἡ ἀγηνορία |
| α 106 | ἀγήοχα · ἄγω ἄξω ἦχα καὶ Ἀττικῶς ἄγηχα, καὶ ἐπεὶ |
| ο 1 | οὐκ ἔμελλεν ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, ἐπλεόνασεν ἡ γο συλλαβὴ καὶ ἐγένετο ἀγήγοχα, ὥσπερ ἀπὸ τοῦ ἔδω, ὁ μέσος παρακείμενος ἦδα καὶ Ἀττικῶς ἔδηδα, ἐξ οὗ καὶ τὸ ἐδηδώς· τοῦτο τὸ ἀγήγοχα τροπῇ τοῦ η εἰς τὴν ει δίφθογγον καὶ ἀποβολῇ τοῦ γ γίνεται ἀγείοχα. τὸ μέντοι ἀγείοχα Βοιώτιόν ἐστιν |
| α 107 | ἀγηγέρατο · συνηθροισμένοι ἦσαν· ἐκ τοῦ ἀγείρω, ὁ μέλλων ἀγερῶ, ὁ παρακείμενος ἤγερκα, ὁ παθητικὸς ἤγερμαι, τὸ τρίτον ἤγερται καὶ Ἀττικῶς ἀγήγερται καὶ Ἰακῶς ἀγηγέραται προσόδῳ τοῦ α ὡς ἐσπάραται, ὁ ὑπερσυντέλικος ἠγέρμην καὶ Ἀττικῶς ἀγηγέρμην, ἤγερσο καὶ ἀγήγερσο, ἤγερτο καὶ ἀγήγερτο καὶ Ἰακῶς ἀγηγέρατο. ἰστέον δέ, ὅτι καὶ τὸ ρ στοιχεῖον ἕν ἐστι τῶν ἀμεταβόλων. λέγει δὲ ὁ κανών, ὅτι πᾶν τρίτον ἑνικῶν ἔχον πρὸ τοῦ τ ψιλὸν τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ καὶ προσθήκῃ τοῦ α ποιοῦσιν οἱ Ἴωνες τὸ τρίτον τῶν πληθυντικῶν. καὶ φήσειέ τις διὰ τὸν κανόνα μὴ δύνασθαι ἀγηγέρατο γενέσθαι, οὐ γάρ ἐστι τὸ πρὸ τοῦ τ ρ ψιλόν; μανθανέτω, ὡς κανών ἐστιν ἕτερος ὁ λέγων «τὸ ρ μετὰ τῶν δασέων δασύ ἐστι καὶ μετὰ τῶν ψιλῶν ψιλόν ἐστιν». εἰκότως οὖν ἀγηγέρατο γέγονεν, ὡς ἐσπάρατο· ἐδείχθη γὰρ τὸ ρ ψιλόν |
| α 108 | ἀγινεῖ · ἐκ τοῦ ἄγω τοῦ σημαίνοντος τὸ φέρω γίνεται κατὰ πλεονασμὸν τοῦ ν ἄγνω ἀγνῶ καὶ ἀγινῶ. τὸ δὲ ν πέφυκε πλεονάζειν |
| α 109 | ἀγκάς · τὰς ἀγκάλας |
| α 110 | ἀγκύλος · παρὰ τὸ ἄγω γίνεται ἀγκύλος· δεῖ δὲ γινώσκειν, ὅτι τὸ ἀγκύλον τρία σημαίνει· τό τε σκολιόν, ὡς ἐνταῦθα καὶ τὸ περιφερὲς κατὰ σχῆμα, ὡς ἐν τῷ ἀγκύλα τόξα, καὶ τὸ ἰσχυρόν, ὡς ἐν τῷ ἀγκύλον ἅρμα. οὕτως εὗρον ἐν Ὑπομνήμασιν Ἰλιάδος. τὸ κυ ψιλὸν διὰ τί; τὰ διὰ τοῦ υλος ὀνόματα διὰ τοῦ υ ψιλοῦ γράφονται, οἷον Κρωβύλος, σημαίνει δὲ τὸν πορνοβοσκόν, Αἰσχύλος ἀγκύλος |
| α 111 | ἀγκονίδες · αἱ ὑπηρέτιδες· εἴρηται δὲ παρὰ τὸ ἐγκονεῖν, ὅ ἐστι μετὰ σπουδῆς ἐνεργεῖν |
| α 112 | ἀγάθεια · πόλις Φωκίδος. ὁ πολίτης Ἀγαθεύς |
| α 113 | ἀγάθυρσος · πόλις Σικελίας. ὁ πολίτης Ἀγαθυρσαῖος |
| α 114 | ἀγκύριον · πόλις Ἰταλίας. ὁ πολίτης Ἀγκύριος ἢ Ἀγκυρεύς, ὡς Σκοτιεύς, ἢ Ἀγκυριανός, ὡς Ἀδριανός |
| α 115 | ἄγκυρα · πόλις Γαλατίας |
| α 116 | ἀγκυρῶν · πόλις Αἰγύπτου |
| α 117 | ἀγκών · πόλις Πικεντίνων |
| α 118 | ἁγνώνεια · πόλις Θρᾴκης |
| α 119 | ἀγορά · πόλις ἐν Χερρονήσῳ |
| α 120 | ἀγοραῖον τεῖχος · πόλις Εὐρώπης |
| α 121 | ἀγορησσός · πόλις |
| α 122 | ἀγραυλή · δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς |
| α 123 | ἀγραῖοι · ἔθνος Ἀράβιον. ἔστι δὲ καὶ ἕτερον ἔθνος πλησίον Ἀκαρνάνων |
| α 124 | ἀγκυλοχείλης · παρὰ τὸ χεῖλος καὶ τὸ ἀγκύλον γίνεται ἀγκυλοχείλης |
| α 125 | ἀγκοίνη · ἀπὸ τοῦ ἀγκών ἀγκώνη καὶ ἀγκοίνη |
| α 126 | ἄγκιστρον · παρὰ τὸ ἄγω ἄγιστρον καὶ ἄγκιστρον |
| α 127 | ἀγραφίου · εἶδος δίκης κατὰ τῶν ὀφειλόντων τι τῷ δημοσίῳ καὶ ἐπιγεγραμμένων μέν, ἀπαλειφθέντων δὲ πρὶν ἀποδοῦναι· ἐνίοτε δὲ καὶ κατὰ τῶν ἐγγραφόντων τοὺς μὴ ὀφείλοντας |
| α 128 | ἀγκυλομήτεω · γίνεται ἐκ τοῦ ἀγκύλον, τὸ πανοῦργον, καὶ τοῦ μῆτις, ὅπερ ἀπὸ τοῦ μήδω, τὸ βουλεύομαι, γέγονεν. κλίνεται δὲ οὕτως· ἀγκυλομήτης ἀγκυλομήτου κοινῶς, Δωρικῶς ἀγκυλομήτα, Βοιωτικῶς καὶ Αἰολικῶσ ἀγκυλομήταο καὶ Ἰωνικῶς ἀγκυλομήτεω |
| α 129 | ἀγμούς · τοὺς ὀρεινοὺς καὶ κρημνώδεις τόπους |
| α 130 | ἀγκών · ἀπὸ τοῦ ἑτέρῳ ὀστέῳ ἐγκεῖσθαι ἐγκών καὶ ἀγκών |
| α 131 | ἄγκη · τὰ τῶν ὀρῶν κοιλώματα· ἀπὸ τοῦ συγκεκλεῖσθαι καὶ συνάγεσθαι ἐν αὐτοῖς τὰ ξύλα. παρὰ τὸ ἄγω, τὸ φέρω, ἄγη καὶ πλεονασμῷ τοῦ κ ἄγκη· ἢ παρὰ τὸ κέω κῶ, τὸ δηλοῦν τὸ κεῖσθαι, γέγονεν ἄγκος, ἐν ᾧ ἐστι συνάγεσθαί τε καὶ κεῖσθαι |
| α 132 | ἀγλαά · τὰ λαμπρά· παρὰ τὴν αἴγλην, τουτέστι τὴν λαμπρότητα, ἐφ’ οἷς τις ἀγάλλεται· ἢ παρὰ τὸ ἄγαν ἅλλεσθαι ἀγαλαά καὶ κατὰ συγκοπὴν ἀγλαά. ἔστι δὲ εὐθεῖα τῶν πληθυντικῶν· ἡ εὐθεῖα τῶν ἑνικῶν τὸ ἀγλαόν |
| α 133 | ἀγλαΐα · ἀπὸ τοῦ ἀγλαός ἀγλαΐα· τὸ δὲ ἀγλαός παρὰ τὴν αἴγλην |
| α 134 | ἀγλευκής · παρὰ τὸ γλυκύς πλεονασμῷ τοῦ ε καὶ προσθήκῃ τοῦ στερητικοῦ α ἀγλευκής· ἢ παρὰ τὸ γλεῦκος ἀγλευκής κατὰ στέρησιν καὶ ἀγλευκέστατον, ἀντὶ τοῦ ἀηδέστατον |
| α 135 | ἀγλαϊεῖσθαι · τὸ καλλωπίζεσθαι· ἀγλαΐζω ἀγλαΐσω ἀγλαϊῶ |
| α 136 | ἁγνός · παρὰ τὸ ἅζω, τὸ σέβομαι, ἅζος ἁγός ἁγανός καὶ ἁγνός· τὸν γὰρ ἁγνὸν καὶ ἅγιον πάντες σεβόμεθα |
| α 137 | ἄγνος · τὸ φυτόν, ἄγονόν τι ὂν παρὰ τὸ τοὺς ἐσθίοντας ἀγόνους τηρεῖν |
| α 138 | ἀγνοῶ · παρὰ τὸ νοῶ καὶ πλεονασμῷ τοῦ γ γνοῶ καὶ μετὰ τοῦ στερητικοῦ α ἀγνοῶ |
| α 139 | ἀγνυμένων · συντριβομένων |
| α 140 | ἀγνώς · ὁ ἄγνωστος· διὰ τοῦ ω μέγα, καὶ κλίνεται ἀγνῶτος |
| α 141 | ἀγορεύω · παρὰ τὸ ἀγορά, τοῦτο παρὰ τὸ ἀγείρω, τοῦτο παρὰ τὸ ἄγω καὶ τὸ εἴρω, τὸ λέγω· ὁ πρὸς τὸ λέγειν συναθροιζόμενος |
| α 142 | ἄγρει · ἀντὶ τοῦ ἄγε· Ὅμηρος · ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην |
| α 143 | ἀγρεύς · ὁ Ἥρως· εἴρηται παρὰ τὸ ἐν ἀγρῷ γεγεννῆσθαι· ἀπὸ γὰρ Κυρήνης καὶ Ἀπόλλωνος ἦν |
| α 144 | ἄγραυλοι · ἐν ἀγρῷ αὐλιζόμενοι |
| α 145 | ἀγρόμενοι · ἀγειρόμενοι· ἀγείρω καὶ κατὰ συγκοπὴν ἄγρω, ὥσπερ παρὰ τὸ ἐγείρω ἔγρω |
| α 146 | ἀγοράασθαι · ἐκ τοῦ ἀγορῶ· καὶ περισπᾶται· τὰ γὰρ εἰς ρω λήγοντα ῥήματα τῷ ο παραληγόμενα περισπῶνται, οἷον δημηγορῶ ἀλληγορῶ ἐγρηγορῶ συνηγορῶ κατηγορῶ μακρηγορῶ |
| α 147 | ἄγον · ῥῆμα ὁριστικὸν παρατατικόν· ποιητικὸν γάρ ἐστι, τὸ γὰρ ἀκόλουθόν ἐστιν ἦγον |
| α 148 | ἀγορητής · ὁ ῥήτωρ, ὁ ἀγορεύειν καὶ λέγειν εἰδώς. α |
| α 149 | ἄγυλλα · πόλις Τυρρηνίας |
| α 150 | ἀγορή · παρὰ τὸ ἀγείρω, τὸ συναθροίζω καὶ ἐκκλησιάζω, γίνεται ἀγορή, ὅπερ σημαίνει ἐκκλησίαν, συνέδριον. τὸ δὲ ἀγείρω παρὰ τὸ ἄγω |
| α 151 | ἀγοραῖος · ὁ Ἑρμῆς ὁ ἐν τῇ ἀγορᾷ ἱδρυμένος. α |
| α 152 | ἀγορανόμοι · οἱ τὰ κατὰ τὴν ἀγορὰν διοικοῦντες ἄρχοντες |
| α 153 | ἀγοστός · ὁ ἀγκών· ὁ ἄγαν ὀστώδης τόπος. παρὰ τὸ συναγωγὴν καὶ ἐπίκαμψιν ἔχειν τῆς χειρός. ἢ παρὰ τὸ δύνασθαι τούτῳ τινὰ ἄγχειν, τουτέστι πνίγειν. ἢ διὰ τὸ ἐπάγεσθαι τὴν χεῖρα, οἷον ἄγνυσθαι· ὥσπερ γὰρ παρὰ τὸ πολλός πολλοστός, οὕτω παρὰ τὸ ἄγω ἀγοστός |
| α 154 | ἀγκών · τὸ στόμα · παρὰ τὸ ἄγαν ὀστῶδες εἶναι. α |
| α 155 | ἄγρα · Δήμητρος ἱερόν |
| α 156 | ἀγρυπνία · ἀϋπνία καὶ κατὰ πλεονασμὸν τοῦ γ καὶ τοῦ ρ γίνεται ἀγρυπνία |
| α 157 | ἀγροτέρας ἐλάφους · ἀγηροτέρας καὶ κατὰ συγκοπὴν ἀγροπτέρας, διὰ τὸ πολυχρόνιον τοῦ ζῴου, ὡς ὁ χρησμὸς δηλοῖ · ἐννέα γὰρ ζώει γενεὰς λακέρυζα κορώνη ἀνδρῶν γηρώντων· ἔλαφος δέ τε τετρακόρωνος. ἢ ἀγριωτέρας καὶ κατὰ συγκοπὴν ἀγροτέρας |
| α 158 | ἀγροτέρη · οὐκ ἀπὸ τοῦ ἄγριος, ἀγριώτερος γὰρ ἦν ἄν, ἀλλὰ παρὰ τὸν ἀγρόν ἀγρότερος πεποίηται· ἀπαρασχημάτιστον γάρ |
| α 159 | ἄγριος · ὁ ἀνήμερος· προπαροξυτόνως καὶ διὰ τοῦ ι γράφεται· ἀπὸ τοῦ ἀγρός πρὸς ἀντιδιαστολὴν τοῦ ἀγρεῖος, τοῦ διὰ τῆς ει διφθόγγου γραφομένου καὶ προπερισπωμένου |
| α 160 | ἀγρός · παρὰ τὴν ἄγραν, ἐν ᾧ αὕτη γίνεται. ἢ παρὰ τὸ ἀρῶ, τὸ ἀροτριῶ, ἀρός καὶ ἀγρός |
| α 161 | ἀγρώσσω · παράγωγος ὁ χαρακτήρ· ἀπὸ τοῦ ἀγρός ἀγρώσσω· καὶ ἀγρωσταί οἱ κυνηγέται, ἀπὸ τοῦ ἀγρώσσω· τὰ γὰρ δύο σς τὰ ἓξ λαμβάνει φωνήεντα οἷον ἄλλος ἀλλάσσω τὸ α παρὰ τὴν πυρός γενικὴν πυρέσσω τὸ ε πτήσσω τὸ η δειδίσσω τὸ ι τὸ δὲ ο οὐκ ἔχει ἀφύσσω, τὸ ἀπαντλῶ, τὸ υ καταρώσσω ὀνειρώσσω ἀγρώσσω τὸ ω ὥστε ἔχεις μὲν δοῦναι τὸ ο οὐκ ἐν παραγωγῇ δέ |
| α 162 | ἀγχίσης · παρὰ τὸ ἄγχι, τὸ ἐγγύς, γενέσθαι τῆς Ἀφροδίτης. τὰ δὲ παρὰ τὸ ἄγχι καὶ ἀρι καὶ ἐρι καὶ τὴν ἀμφί καὶ τὴν ἀντί καὶ τὴν ἐπί πρόθεσιν διὰ τοῦ ι γράφονται· ἀρίδηλος ἐριβρεμέτης ἀμφίρρυτος ἐπίρρημα ἀντίθεος ἀγχίσπορος ἀγχίθυρος ἀγχίμαχος · οὕτως καὶ Ἀγχίσης. τὰ δὲ παρὰ τὸ ἄγχι σύνθετά εἰσι χωρὶς τοῦ Ἀγχίσης· ἀπὸ γὰρ τοῦ ἄγχι παρήχθη καί ἐστιν ἁπλοῦν. ἄλλως τε τὰ διὰ τοῦ ισης διὰ τοῦ ι γράφονται· Ἀντίσης, Ἀμφίσης, Ἐρίσης ὄνομα κύριον, Κυρίσης ποταμὸς Κελτικῆς, Τιπενίσης ἐθνικόν |
| α 163 | ἀγύρτας · λωποδύτας, ἐπαίτας, φιλοκερδεῖς. καὶ ἀγύρτης· εἶδος βώλου καὶ ὁ ἀλαζὼν καὶ ὁ ἀπατεών. παρὰ τὸ ἀγείρω, τὸ περιιέναι καὶ περινοστεῖν ἐπὶ νίκῃ ἢ ἑτέρῳ τινὶ τοιούτῳ. λέγονται δὲ ἀγυρτικὰ καὶ τὰ χυδαῖα ψεύσματα |
| α 164 | ἀγροιώτης · ὁ ἄγροικος, ἢ ὁ ἀγροικικός· ἔστιν ἀγρός, ἐκ τούτου ἀγρότης, ὡς δῆμος δημότης, καὶ κατὰ πλεονασμὸν τοῦ ι ἀγροίτης καὶ κατ’ ἐπένθεσιν τοῦ ω ἀγροιώτης |
| α 165 | ἀγρίφη · ἡ σκάφη |
| α 166 | ἀγύρινα · πόλις Σικελίας |
| α 167 | ἀγυιά · τόπος δηλῶν τὴν ἐν τῇ πόλει πορευτὴν ὁδόν. ὁ τοπίτης ἀγυιεύς, καὶ «κίων ἀγυιεύς», καὶ ἀγυιάτης, τουτέστιν ὁ ἐφόδιος, καὶ θηλυκὸν ἀγυιᾶτις, καὶ τὰ προπύλαια τοῦ ἀγυιέως ἀγυιάτιδες λέγονται. τὸ τοπικὸν ἀγυιαῖος· Σοφοκλῆς · ἀλλ’ ὦ πατρῴας γῆς ἀγυιαίου πέδον |
| α 168 | ἀγχίση · πόλις Ἰταλίας |
| α 169 | ἀγχιάλη · πόλις Κιλικίας |
| α 170 | ἀγυιά · ἡ ὁδός· παρὰ τὸ ἄγω, τὸ πορεύομαι |
| α 171 | ἄγυρις · ἡ ἄθροισις· παρὰ τὸ ἀγείρω, εἰς υ ἄγυρις |
| α 172 | ἄγρωστις · ἔστιν ἔδω, τὸ ἐσθίω, τὸ δεύτερον ἦσαι, τὸ τρίτον ἦσται καὶ ἐξ αὐτοῦ ἦστις, ὅθεν τὸ νῆστις μετὰ τοῦ νη στερητικοῦ. καὶ ἐπειδὴ τὰ ἀπὸ γίνεται ἔστις, καὶ μετὰ τοῦ ἀγρός ἀγροέστις, συναιρέσει τοῦ εο ἄγρουστις καὶ τροπῇ Δωρικῇ τῆς ου διφθόγγου εἰς ω μέγα ἄγρωστις, ἡ ἐν τῷ ἀγρῷ τροφὴ τῶν ἀλόγων ζῴων |
| α 173 | ἄγχι · σημαίνει ἀγχόθι καὶ ἄγχι κατὰ συγκοπήν |
| α 174 | ἄγχειν · παρὰ τὸ ἄγω ἄγειν· τὸ τὸν λάρυγγα συνάγειν, καὶ πλεονασμῷ τοῦ χ ἄγχειν. οὕτως Ὠρίων |
| α 175 | ἀγχλάσας · ἀναχαλάσας, ἀνακουφίσας, ἀναβαστάσας |
| α 176 | ἀγχίμολον · ἐγγύς, πλησίον· παρὰ τὸ ἄγχι καὶ τὸ μολῶ, τὸ παραγίνομαι |
| α 177 | ἀγχιστῖναι · ἀπὸ τοῦ ἄγχιστος ἄγχιστος καὶ ἀγχιστίνδην, τὸ κατὰ ἀγχιστείαν, ὡς παρὰ τὸ ἄριστος ἀριστίνδην ἐπίρρημα ἀντὶ τοῦ ἀρίστως καὶ παρὰ τὸ πλοῦτος πλουτίνδην ἀντὶ τοῦ πλουσίως· εὕρηται δὲ τὰ τοιαῦτα ἐπιρρήματα παρὰ τῷ σοφῷ Ἀριστείδῃ |
| α 178 | ἄγχαυρον · τὸ καλούμενον λυκόφως· σημαίνει δὲ τὴν ὀρθρινὴν τὴν πλησίον τῆς αὔρας, ἤγουν τῆς ἡμέρας· ἀγχίαυρος καὶ ἄγχαυρος· αὔρα δὲ ἡ ἡμέρα |
| α 179 | ἀγών · οὐχ εὗρον αὐτοῦ ἐτυμολογίαν. ἐγὼ δέ φημι· παρὰ τὸ ἄγω γίνεται ἀγών, ὁ φέρων πολλὴν ὄχλησιν καὶ ἀδημονίαν. σημαίνει δὲ τὸ ἀγών πέντε· ἀγών καὶ τὸ ἄθροισμα · Ἥρη μὲν μετ’ ἀγῶνα νεῶν· ἀγών καὶ τὸ ἆθλον καὶ ὁ ναός · θεῖον δύσονται ἀγῶνα· ἀγών καὶ ὁ τόπος · λείηναν δὲ χῶρον, καλὸν δ’ εὔρυναν ἀγῶνα· ἀγών καὶ τὸ πλῆθος · λῦτο δ’ ἀγών |
| α 180 | ἀγχώμαλα · παρὰ μικρὸν ἴσον, ἐγγὺς τοῦ ὁμαλοῦ· ἀπὸ τοῦ ἄγχι, ὃ σημαίνει τὸ ἐγγύς, καὶ τὸ ὁμαλόν γέγονεν ἀγχώμαλον |
| α 181 | ἀγυιά · τὰ διὰ τοῦ υια θηλυκὰ ὀνόματα ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα τῷ ι θέλουσι παραλήγεσθαι, οἷον Ἅρπυια Εἰλείθυια αἴθυια ἄγυια Ὠρείθυια μάθυια. σεσημείωται τὸ μητρυιά παραληγόμενον τῷ ι καὶ ὀξυνόμενον. ὡσαύτως καὶ τὸ ἀγυιά, ὃ δηλοῖ τὴν ὁδόν |
| α 182 | ἀγωνία · ἐπὶ τοῦ εἰς ἀγῶνα μέλλοντος κατιέναι· καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ ἁπλῶς φόβου |
| α 183 | ἀγγελλόντων · ἀντὶ τοῦ ἀγγελλέτωσαν ὁμόφωνον ποιοῦσι τῷ τρίτῳ δυϊκῶν τυπτέσθωσαν, λέγετε λεγόντων ἀντὶ τοῦ λεγέτωσαν. καὶ ὁ θεολόγος Γρηγόριος · «ἀλλὰ ταῦτα μὲν παιζόντων Ἑλλήνων παῖδες», ἀντὶ τοῦ παιζέτωσαν.. τὸ ἄλφα μετὰ τοῦ δ |
| α 184 | ἀδαγμός · ὁ κνησμός |
| α 185 | ἄδανα · Κίλισσα πόλις, ἀπὸ Ἀδάνου τινός. ὁ πολίτης Ἀδανεύς, ὡς Γάργαρα Γαργαρεύς. ἔστι δὲ καὶ ἑτέρα πόλις ἐν μεσογείῳ τῆς Ἀραβίας |
| α 186 | ἀδέρκων · πόλις Ἰβηρίας. ὁ πολίτης Ἀδερκωνίτης, ὡς Ἀσκαλωνίτης |
| α 187 | ἀδιαβηνή ·. ὁ πολίτης Ἀδιαβηνός |
| α 188 | ἄδουλις · πόλις Αἰθιόπων |
| α 189 | ἀδράμυττις · νῆσος κατὰ τὴν Λυκίαν. τὸ ἐθνικὸν Ἀδραμυττίτης, ὡς Ναύκρατις Ναυκρατίτης |
| α 190 | ἀδέκαστος · δίκαιος δῶρα |
| α 191 | ἀδελφός · δελφὺς, καλεῖν |
| α 192 | ἀδελφιδοῦς · ἰστέον, ὅτι τὰ εἰς δους λήγοντα εἰς ου ἀδελφιδοῦ, ἔστι δὲ ὁ ἀνεψιός, ὁ θυγατριδοῦς τοῦ θυγατριδοῦ, ἔστι δὲ ὁ ἔγγονοσ. γέγονε δὲ ἀπὸ τοῦ ἀδελφιδέος καὶ θυγατριδέος κατὰ κρᾶσιν, οὐχ ὥς τινες λέγουσι, τὸ ἐναντίον ἀπὸ τοῦ ἀδελφιδοῦς ἀδελφιδέος· οὐδέποτε γὰρ εὐθεῖα διαλύεται, τὸ γὰρ εἷς ἕεις πλεονασμὸν ἔχει τὸ ε. πρὸς δὲ τοὺς λέγοντας, ὅτι εἰ γέγονε τὸ ἀδελφιδοῦς καὶ θυγατριδοῦς ἐκ τοῦ ἀδελφιδέος καὶ θυγατριδέοσ ἔδει ὀξύνεσθαι, λέγομεν, ὅτι πρὸς τὸν χαρακτῆρα τῶν εἰς ους ἁπλῶν περισπῶνται |
| α 193 | ἀδαξῆσαι · σημαίνει τὸ κνῆσαι |
| α 194 | ἀδαήμων · ἄπειρος· ἀπὸ τοῦ δαίω, τὸ μανθάνω, δαῶ δαήσω δαήμων καὶ ἀδαήμων· ἐκ τοῦ δαίω δαῶ συστολῇ τοῦ τόνου |
| α 195 | ἀδδεές · ἄφοβε· ἀπὸ τοῦ δέος καὶ ἀδεής, τὸ θηλυκὸν ἀδεής καὶ τὸ οὐδέτερον τὸ ἀδεές καὶ ἐν πλεονασμῷ ἑτέρου δ γίνεται ἀδδεές |
| α 196 | ἀδευκής · ὁ ἀπροσδόκητος καὶ ἄγνωστος ἀδευκής |
| α 197 | ἀδήριτος · ἔστι δῆρις δηρίω, ὥσπερ κόνις τὴν ει δίφθογγον· ἀδήριτος ἄτιτος Θεοδώρητος λήϊτος ἐπίκτητος σῖτος λιτός μιτός, χωρὶς εἰ διὰ τοῦ ιτος |
| α 198 | ἀδευκέος · ἀπεοικυίας, Πολυδεύκης ἐκλήθη |
| α 199 | ἀδέψητον · σημαίνει ὠμόν, γίνεται |
| α 200 | ἀδηφάγος · παρὰ τὸ ἄδην ἀδδηφάγος |
| α 201 | ἁδεῖν · τὸ ἀρέσαι ἐξ οὗ καὶ τὸ ἅδε δ’ Ἕκτορι μῦθος, ὁ δεύτερος μέλλων ἁδῶ καὶ τὸ ἀπαρέμφατον ἁδεῖν |
| α 202 | ἀδράνη · πόλις Θρᾴκης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης κεῖται. τὸ ἐθνικὸν Ἀδρηνήτης, ὡς Συήνη Συηνήτης· δύναται δὲ καὶ Ἀδρηναῖος, ὡς Κυρήνη Κυρηναῖος |
| α 203 | ἀδρανόν · πόλις Σικελίας, ποταμὸν ὁμώνυμον ἔχουσα |
| α 204 | ἀδράστεια · πόλις, ἀπὸ Ἀδράστου βασιλέως |
| α 205 | ἀδρία · πόλις, καὶ παρ’ αὐτὴν κόλπος Ἀδρίας· ἡ χώρα δὲ τοῖς βοσκήμασίν ἐστιν ἀγαθή, καὶ δὶς τίκτειν τὸν ἐνιαυτὸν καὶ διδυμοτοκεῖν, πολλάκις δὲ καὶ τρεῖς, τέσσαρας καὶ πέντε ἐρίφους τίκτειν. ὁ πολίτης Ἀδριανός, ὡς Ἀσία Ἀσιανός· καὶ Ἀδριάτης Ἀδριατικός |
| α 206 | ἄδην · τὸ κεκορεσμένως ἐξ οὗ παράγωγον ἀέδω καὶ ἄδην ἡδονήν, οἷον · ἥσατο δεινῶς. λαμβάνεται, ἢ ἀπὸ τοῦ ἄσω ὦ ᾆς ᾆ, τὸ δηλοῦν ἄδην. οὕτως Ὠρίων |
| α 207 | ἀδικίου · ὄνομα δίκης κατὰ τῶν ὁπωσοῦν ἀδικούντων· τῆς δὲ, ἀποτιννύμενον ἁπλοῦν |
| α 208 | ἀδηκότες · κεκμηκότες, ἀηδῶ οὖν ἀηδήσω, συγκοπῇ τοῦ η ἀδήσω |
| α 209 | ἅιδης · χωρίον ἀφεγγὲς καὶ σκότους αἰωνίου πεπληρωμένον. ἐτυμολογεῖται ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ εἴδω, τὸ βλέπω, εἰς ὃν οὐδεὶς δύναται βλέψαι. ἢ ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ ἥδω, τὸ εὐφραίνω, ὁ εὐφραίνων οὐδένα |
| α 210 | ἄδδιξ · μέτρον τετραχοίνικον |
| α 211 | ἀδινάων · παρὰ τὸ ἀδινῶν καὶ ἀδινάων ἀδινός, τάχα ταχινός |
| α 212 | ἀδίοπον · ἄναρχον καὶ ἀφύλακτον· ἀπὸ τοῦ διέπω, δίοποι γὰρ λέγονται οἱ τῆς νεὼς φύλακες |
| α 213 | ἀδινώτερος · παρὰ τὸ ἀδινός, τὸ θηλυκὸν ἀδινή, τὸ συγκριτικὸν ἀδιαλείπτως |
| α 214 | ἀδινῷ · ἀδιαλείπτῳ· παρὰ τὸ ἄδην ἐπίρρημα |
| α 215 | ἄδροττα · οὐδετέρως, χωρίον ἐν Λυδίᾳ |
| α 216 | ἀδρύμης Ἀδρύμητος· πόλις Λιβύης. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως |
| α 217 | ἀδμολίη · ἡ ἄγνοια· εἴρηται δὲ παρὰ καὶ ἀϊδμονία, καὶ συγκοπῇ καὶ τροπῇ ἀδμολίη |
| α 218 | ἀδμήτην · ἀδάμαστον τὸ δαμάζω, ὁ μέλλων δμήσω δέδμηκα δέδμημαι δέδμηται δμήτης καὶ ἀδμήτης. καὶ ἀδμής ἀδμῆτος, ὡς ἀκμής ἀκμῆτος, ὃ δηλοῖ τὸν ἰσχυρὸν καὶ ἀκοπίαστον |
| α 219 | ἀδῄωτον · ἀπόρθητον· παρὰ τὸ δῃῶ, τὸ σημαῖνον δῃῶ, τοῦ ι ἀνεκφωνήτου ὄντος |
| α 220 | ἀδρηστίνη · τὰ διὰ τοῦ ινη ὄνομα κύριον |
| α 221 | ἀδολεσχία · ἀδολεσχίαν ἐκάλουν τινὲς οὐ τῆς ἀηδίας καὶ τῆς λέσχης συγκείμενον ἐξ ἰδίας λέξεως καὶ ἀρεσκούσης ὑπολήψεως. διὸ καὶ ἀδολέσχας τοὺς φυσικοὺς ἐκάλουν. λέγω δ’ Ὦρον καὶ Σωκράτην πτωχὸν ἀδολέσχην ἔφη καὶ Εὔπολις · ἀλλ’ ἀδολεσχεῖν αὐτὸν ἐκδίδαξον, ὦ σοφιστά. ἢ παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι, οὗ ὁ δεύτερος ἀόριστος ἅδον λέσχη, τοῦτο παρὰ ποιοῦντες καὶ ἐν αὐτῷ καθεζόμενοι σημαίνει δὲ τέτταρα· τὸ φιλοσοφῶ · ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου· καὶ τὸ παίζω, ὡς τὸ «ἐξῆλθεν πεδίον»· τὸ φλυαρῶ· «τί ἀδολεσχεῖς, ἄνθρωπε;» καὶ τὸ ὀλιγωρῶ, ὡς τὸ ἠδολέσχησα καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου |
| α 222 | ἀδράφαξυς · λάχανόν τι ἄγριον |
| α 223 | ἄδρυξ · ὡς Ἔρυξ Ἄδρυξ ἀρσενικῶς, πόλις Συρακοσίων |
| α 224 | ἁδρός · ὁ χονδρός, χονδροῖς. οὕτως Ὠρίων |
| α 225 | ἀδόροισιν · Ἀντίμαχος · ἐν δ’ ἀδόροισι χεύειν εὐήλατον ἄλφι· δοροὶ δοροί, καὶ κατὰ πλεονασμὸν ἄδοροι. ἢ ἀντὶ τοῦ κακόδοροι. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν |
| α 226 | ἀδρανής · δραίνω, τὸ πράττω, παράγεται ἀπὸ τοῦ δρῶ, δρανῶ ἀνίσχυρος καὶ μηδὲν πρᾶξαι δυνάμενος θηλυκόν |
| α 227 | ἀδραστεϊδῶν · Ἄδραστος θάλος. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν |
| α 228 | ἀδρίας · τὸ πέλαγος, Εὔδοξος δὲ ἐννάτῳ Ἱστοριῶν τοῦ Μεσαππίου Πάσωνος. Φλέγων ἐν Ὀλυμπιάσιν. οὕτως Ὠρίων |
| α 229 | ἀδύτῳ · τῷ ἐνδοτάτῳ, ἄδυτος |
| α 230 | ἄδωνις · δύναται ὁ καρπὸς εἶναι ὁ ἄδωνις ὁ ἀρέσκων. οὕτως Ὠρίων |
| α 231 | ἁδρύνω · τὸ αὐξάνω. Νίκανδρος ἔνθα · ῥωγαλέον κοτίνοιο. τὸ ἄλφα μετὰ τοῦ ε |
| α 232 | ἀεθλεύειν · ἀγωνίζεσθαι τροπῇ τοῦ τ εἰς θ ἆθλον λεγόμενον σημαίνει τὸν τόπον· δηλοῖ δὲ καὶ τὸ ἀγώνισμα διδόμενον · νηῶν δ’ ἔκφερ’ ἄεθλα λέβητάς τε τρίποδάς τε |
| α 233 | ἀερία · ἡ Αἴγυπτος |
| α 234 | ἀεικίας · τὰς ὑβριστικὰς αἰσχύνας, ἀεικίας |
| α 235 | ἀεικέλιος · ἀπρεπής εἴκελος καὶ εἰκέλιος καὶ ἀεικέλιος εἰ δ’ ἁπλοῦν, διφορεῖται |
| α 236 | ἄεισι · παρὰ τὸ ἄω καὶ κατ’ ἐπέκτασιν ἄητον, οἷον Ὅμηρος · Βορέης καὶ Ζέφυροσ τώ τε Θρῄκηθεν ἄητον· ἐξ οὗ ἄεισι. οὕτω Φίλων ἱστορεῖ αὐτό ἄεντες |
| α 237 | ἀείδελον · σημαίνει, καὶ ἐν συνθέσει ἀείδελος, ὁ μὴ θεωρούμενος, ὡς Ἡσίοδος περὶ Αὐτολύκου · ὅττι κε χερσὶ λάβεσκεν, ἀείδελα πάντα τίθεσκεν· κλέπτης γὰρ ὢν ὁ Αὐτόλυκος ἔκλεπτε τοὺς ἵππους καὶ ἀλλοφανεῖς αὐτοὺς ἀπετέλει, ἐνήλλασσε γὰρ τὰς χροιὰς αὐτῶν. παρὰ δὲ Νικάνδρῳ ἀπὸ τοῦ εἴδω, τοῦ σημαίνοντος τὸ γινώσκω ἢ τὸ βλέπω, γέγονεν ἰδνὸν καὶ μετὰ τοῦ δῆλος γέγονεν ἀϊδνόδηλον καὶ κατὰ συγκοπὴν ἀΐδηλον |
| α 238 | ἆθλον · ἀπὸ τοῦ ἐθέλω ἐθέλον, καὶ μετὰ, πάνυ θέλω, καὶ ἐν συγκοπῇ τὸ ἀρσενικόν |
| α 239 | ἀειλογία · τὸ ἀεὶ ὑπέχειν |
| α 240 | ἄειλα · τὰ πολύσκια τῆς ἕλη |
| α 241 | ἀείζωτος · ἄζωτός ἐστιν ἡ ναῦς καὶ ἀνυπήλιφος· ἀζώτους δὲ λέγει τὰς ἀνασεσυρμένας γυναῖκας |
| α 242 | ἀεικής · ὁ μὴ εἴκων, ὁ σκληρός· εἴκω εἰκής καὶ ἀεικής ἀεικές |
| α 243 | ἀείδω · ἀντιπαράκειται, τὸ δὲ εἴδω σύνθετον εἰς ὄνομα ὁ ἄπειρος καὶ ἄγνωστοσ καὶ πολύϊδος, ὁ πολύγνωστος, καὶ παραγόμενον ὡσαύτως ἀποβάλλει τὸ ε οἷον ἴδμων ἴστωρ. ἰστέον δέ, ὅτι, ὥσπερ κατὰ τὴν κοινὴν τὰ πεπονθότα, οἷον τὸ πατρός μητρός ἀνδρός, οὕτω καὶ τὸ ἀείδω ᾄδω εἰς α μακρὸν κατὰ κρᾶσιν τοῦ ε καὶ α · τὸ δὲ ι προσγράφεται |
| α 244 | ἀεικίσωσιν · ὡς εὐγενής, ἀεικίζω, ὅπερ ἀπὸ τοῦ εἴκω. ἢ παρὰ τὸ αἰκίζω τοῦ ε · εὐλὰς ἐγγείνωνται, ἀεικίσωσι δὲ νεκρόν |
| α 245 | ἀέκητι · ἀεκάζω ἀεκατί, καὶ τροπῇ Ἰωνικῇ ἀέκητι· αἱ γὰρ ἀποβολαὶ πολλάκις ἀναβιβάζουσι καὶ τοὺς τόνους |
| α 246 | ἀεκήλια · ἀπὸ μεταφορᾶς τοῦ ἑκήλου οὐχ οἷόν τέ ἐστιν ἡσυχάζειν πάθοι |
| α 247 | ἀειρομένη · ἐκ τοῦ ἀείρω, τοῦτο παρὰ τὸ αἴρω. ἢ ἀπὸ τοῦ ἀήρ ἀείρω |
| α 248 | ἄελλα · ἡ ἄγαν, καὶ ἐξ αὐτοῦ ἄελλα |
| α 249 | ἀελλής · παρὰ τὸ ἕλλω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀελλής, ὥσπερ ἀτερπής, ἐξ οὗ καὶ τὸ ἀολλέες καὶ τὸ ἀολλίζω γεραιάς |
| α 250 | ἀελπτέοντες · ἀνελπιστοῦντες, οὐκ ἐλπίζοντες· ἀπὸ τοῦ ἔλπω ἔλπτω ἀέλπτω |
| α 251 | ἀελλόπος · ἰστέον, ὅτι τὰ παρὰ τὸ πούς σύνθετα τὴν ἀποβολῇ τοῦ ς ποιοῦντα τὴν γενικὴν Ἀττικά εἰσιν τοῦ Οἰδίπου. δέχονται δὲ καὶ κλίσιν ἑτέραν, οἷον ξυλοπόδης ξυλοπόδου, Οἰδιπόδης Οἰδιπόδου· καὶ Οἰδιπόδα καὶ ξυλοπόδα Δωρικῶς. ἰστέον δέ, ὅτι, γυνή· καὶ ἀρτίπος καθ’ Ὅμηρον καὶ πολύπος. οὕτως ὁ Χοιροβοσκός |
| α 252 | ἀέντες · ἔστιν ἀῶ περισπώμενον, ὅτι δέ ἐστι περισπώμενον δῆλον, καὶ πληθυντικῶν εὐθεῖα ἀέντες ἐρρήθη · πνοιῇσι λιγυρῇσι διασκιδνᾶσιν ἀέντες |
| α 253 | ἀένναος · νάω νάος καὶ ἐν συνθέσει ἀένναος, ὁ ἀεὶ ῥέων |
| α 254 | ἀέξει · αὔξει, ὡς τὸ ἀνδρὶ δὲ κεκμηκότι μένος μέγα οἶνος ἀέξει |
| α 255 | ἄερθεν · ἀείρω, ἄερμαι, ὁ ἀόριστος ἀέρθην, τῶν πληθυντικῶν τὸ πρῶτον ἀέρθημεν, καὶ ἐκβολῇ τοῦ η καὶ μ μετάγεται εἰς τρίτον τῶν πληθυντικῶν ἀντὶ τοῦ ἀέρθησαν, ὡς τὸ ἐκοσμήθημεν καὶ Ἰωνικῶς κοσμήθησεν, κόσμηθεν ἀντὶ τοῦ ἐκοσμήθησαν, ὡς τὸ αὐτὰρ ἐπεὶ κόσμηθεν Ἀχαιοί. ἡ μετοχὴ ὁ ἀερθείς τοῦ ἀερθέντος, καὶ ἄερθεν ὡς τὸ κόσμηθεν |
| α 256 | ἀερσίποδες · οἱ αἴροντες εἰς ὕψος τοὺς πόδας· παρὰ τὸ ἀείρω ἀερσίποδες |
| α 257 | ἀεσίφρων · ὁ μὴ διεγηγερμένας ἔχων τὰς φρένας· ἔστιν ἄω, τὸ κοιμῶμαι ἀέσσεται |
| α 258 | ἀεργία · Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις · ἔργον δ’ οὐδὲν ὄνειδος, ἀεργίη δέ τ’ ὄνειδος· εἰ δέ κεν ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς πλουτεῦντα· πλούτῳ δ’ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ, οὐ πάντως, ἀλλ’ ὁ πλοῦτος ὑπουργεῖ· εἰ μὴ γὰρ ὁ πλοῦτος ὑπουργήσει, οὐ παιδεύεταί τις τὰ λοιπὰ οὐδὲ πρὸς ἀρετὴν ἐκδίδωσιν ἑαυτόν. κἂν ἐκδῷ δέ, δυσκατόρθωτον αὐτῷ φανήσεται τὸ ἔργον παρὰ τὴν τῶν ἐπιτηδείων χρείαν ὑστερούμενος· ὥσπερ γὰρ ἕπεται τῇ ὑγείᾳ ἡ ἰατρική, οὕτως τῇ ἀρετῇ ὁ πλοῦτος. τὸ ἄλφα μετὰ τοῦ ζ |
| α 259 | ἀζεΐδαο · εἰς τὴν Βοιωτίαν, οἷον · δόμῳ Ἄκτορος Ἀζεΐδαο. εὗρον ἐν Ὑποθέσει Βοιωτίας σχόλιον Ἀζεΐδαο |
| α 260 | ἄζειν · τὸ στόμα ἀθρόως προσπνεῖν |
| α 261 | ἀζηχές · ἀδιαλείπτως ἄδην δέ ἐστι τὸ ἀδιάλειπτον, ἢ τὸ μεγαλόηχον, οἷον · ἀζηχὲς μεμακυῖαι, ἢ ἀπὸ τοῦ ἀδιεχές εἶναι, οἱονεὶ τὸ ἡνωμένον καὶ ἀδιάλειπτον καὶ διέχειαν ἢ χωρισμὸν καὶ διακοπὴν μὴ ὑφιστάμενον, καὶ συγκοπῇ τοῦ ι καὶ ἐκτάσει τοῦ ε εἰς η καὶ τροπῇ Δωρικῇ τοῦ δ εἰς τὸ συγγενὲς ζ ἀζηχές. σημαίνει δὲ καὶ τὸ σκληρὸν ἀπὸ τοῦ ἄζη, ὃ σημαίνει τὴν ξηρασίαν |
| α 262 | ἄζη · ἡ ξηρασία, ὅτι τοῦ ζῆν καὶ θάλλειν ἐστέρηται |
| α 263 | ἀζαλέην · σκληράν· παρὰ τὸ οὕτως Ὠρίων. ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ Περὶ πάθους λέγει, ὅτι, τὸν Ἀλκμᾶνα εἰπεῖν · ἀγίσδεο αὐτός ἅζεο. ἀντὶ γὰρ τοῦ ἁγίζου καὶ ἅζου, ἤτοι ξηραίνου, εἰπεῖν ἀγίσδεο εἶπεν |
| α 264 | ἀζήν · σημαίνει, σεσημείωται ὁμοίως καὶ τὸ ἀδήν τὸ α καὶ μέρος σώματος σημαίνοντα ἢ πάθος τρέπει τὸ η εἰς ε οἷον αὐχήν αὐχένος, ἀδήν ἀδένος, ἀζήν ἀζένος· τὸ γὰρ λειχήν λειχῆνοσ οὐκ ἔχει τὸ α |
| α 265 | ἀζανία · μέρος τῶν Ἀρκάδων |
| α 266 | ἀζανοί · Φρυγίας πόλις |
| α 267 | ἀζειῶται · ἔθνος τῆς Τρωάδος |
| α 268 | ἄζιλις · πόλις Λιβύης· τινὲς Ἄζιρις λέγουσι μετὰ τοῦ ρ · Χάραξ δὲ Ἄζιρον λέγει |
| α 269 | αἰζήν · Ταντάλου παῖς, ἀφ’ οὗ ἐν Φρυγίᾳ πόλις Αἰζανοί. Ἀζανοί |
| α 270 | ἄζωρος · πόλις |
| α 271 | ἄζωτος · πόλις Παλαιστίνης. τὸ α μετὰ τοῦ η |
| α 272 | ἀηδών · παρὰ τὸ ἀείδω ἀειδών καὶ τροπῇ τῆς ει διφθόγγου εἰς η Αἰολικῶς ἀηδών. οὕτως Ὠρίων. ἄλλοι δὲ τροπῇ μόνον γεγονέναι τοῦ ε εἰς η λέγουσι καὶ μεῖναι προσγεγραμμένον τὸ ι. ἕτεροι δὲ ἀπὸ τοῦ ἥδω, τὸ εὐφραίνω, καὶ τοῦ α κατ’ ἐπίτασιν ἡ κατὰ πολὺ ἥδουσα ἡμᾶς ἐν τῷ λέγειν |
| α 273 | ἄη · ὥσπερ παρὰ τὸ φιλῶ γίνεται ἐφίλει καὶ κατὰ Αἰολεῖς ἄη · μῆνα δὲ πάντ’ ἄληκτος ἄη νότος |
| α 274 | ἀήδιζον · ἰστέον ῥήματα χρονικῶς αὔξονται αἴρω ᾖρον, αἰτῶ ᾔτουν. δεῖ δὲ προσθεῖναι συναρχομένους πολλάκις οἷον ἄγω ἄγεν · ἄγεν δέ ἑ μοῖρα βαρεῖα, καὶ ἅψατο δ’ ἡμιόνων, ἀντὶ τοῦ ἥψατο, καὶ χωρὶς τῶν ἀπὸ προθέσεων ἀρχομένων, οἷον ἀναγινώσκω ἀνεγίνωσκον, καὶ ἀνέρχομαι ἀνηρχόμην· ἐπὶ τούτων γὰρ ἡ ἀρχὴ τοῦ ἐνεστῶτος ἐφυλάχθη καὶ ἐν τῷ παρατα. τικῷ καὶ χωρὶς τοῦ εὐαρεστῶ εὐηρέστουν καὶ εὐορκῶ εὐώρκουν· ἐπὶ τούτων γὰρ ἔσωθεν ἐγένετο ἡ κλίσις ἀηθέσσω δέ ἐστι τὸ ἀήθης ὑπάρχω. καὶ χωρὶς τοῦ ἐν τῇ συνηθείᾳ λεγομένου ἀηδίζομαι ἀηδιζόμην. λέγεται δέ, ὅτι καὶ τὸ ἀΐω, τὸ ἀκούω, διὰ τοῦτο οὐ τρέπεται τὸ α εἰς η ἵνα μὴ συνεμπέσῃ τῷ ἦεν, τῷ γενομένῳ ἀπὸ τοῦ ἔω τοῦ σημαίνοντος τὸ ὑπάρχω· ἐπὶ δὲ τοῦ ἀΐω, ἵνα μὴ συνεμπέσῃ τῷ ᾖεν, ὃ σημαίνει τὸ ἐπορεύετο· ἔστι γὰρ εἴω, τὸ πορεύομαι, ὁ μέλλων εἴσω, ὁ παρακείμενος ἄχρηστος, ὁ μέσος εἴα καὶ ἐν διαλύσει ἔϊα καὶ τροπῇ τοῦ ε εἰς η ἤϊα ἤϊας ἤϊε· τὸ δὲ ἀηθέσσω τὸ η. ἰστέον δέ, ὅτι ἡ ευ δίφθογγος ὡς μὴ ἔχουσα γνήσιον μέγεθος ὀφείλει τρέπειν τὸ ε εἰς η ὡς καὶ παρ’ Ἀττικοῖς· ηὐφράνθην γὰρ λέγουσι καὶ ηὐχόμην. ἀλλ’ ἐπεκράτησε κατὰ τὴν κοινὴν διάλεκτον ἡ ευ δίφθογγος μὴ τρέπεσθαι· εὐφραινόμην, εὐχόμην, εὐχαρίστουν, καὶ ἴσως χάριν εὐφωνίας. ἰστέον δέ, ὅτι παρὰ τοῖς Ἀττικοῖς ἐπὶ τῶν ἀπὸ προθέσεως γινομένων ἔστιν ὅτε ἔξωθεν γίνεται ἡ κλίσις, οἷον ἀντιδικῶ ἠντιδίκουν, ἐδιακόνουν, δεδιακόνηκα, ἠντιβόλουν, ἠμφιεννύμην, ὁτὲ δὲ ἔσωθεν καὶ ἔξωθεν γίνεται ἡ κλίσις· ἐνοχλῶ ἠνώχλουν, ἠνώρθουν, ἐπαρῴνουν, ἠνειχόμην |
| α 275 | ἀήρ · παρὰ τὸ, παρὰ τὸ αἴρω. ἢ παρὰ τὸ ἄω, τὸ πνέω, ἀήρ· ἡ γὰρ κίνησις αὐτοῦ ποιεῖ τὸν ἄνεμον |
| α 276 | ἀήσυλος · ὁ ἡμαρτημένος· ἀπὸ τοῦ ἄσω μέλλοντος, τοῦ δηλοῦντος γίνεται ὄνομα ῥηματικὸν ἄσυλος καὶ κατὰ πλεονασμὸν τοῦ η ἀήσυλος οὕτως Ὠρίων. ἢ ἀπὸ τέρποντα, ἄτακτα καὶ μωρά, ἢ ἄδικα καὶ ἁμαρτωλά |
| α 277 | ἀήσυρον · ἀσθενές, κενόν |
| α 278 | ἀήτης · ὁ ἄνεμος, ἀήσω καὶ ὄνομα ῥηματικὸν ἀήτης. οὕτως Ὠρίων |
| α 279 | ἄητον · ὥσπερ παρὰ τὸ, καὶ παρ’ Αἰολεῦσιν ἄητον ὡς ποίητον· εἰ γὰρ ἦν βαρύτονον, ἄετον ὤφειλεν εἶναι, ὡς λέγετον τύπτετον. ἢ παρὰ τὸ ἄω γίνεται παράγωγον ἄημι καὶ τὸ τρίτον ἄησι καὶ τὸ δυϊκὸν ἄετον καὶ κατ’ ἐπέκτασιν ἄητον. οὕτως ὁ Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ |
| α 280 | ἀήθης εἰμὶ τούτῳ τῷ πράγματι· καὶ τούτου τοῦ πράγματος. τὸ ἄλφα μετὰ τοῦ θ |
| α 281 | ἀθαμάντιον · καί μιν ἑῶν μήλων θέσαν ἤρανον, ὅσς’ ἐνέμοντο ἂμ πεδίον Φθίης Ἀθαμάντιον ἀμφί τ’ ἐρυμνὸν Ὄρθυν καὶ ποταμοῦ ἱερὸν ῥόον Ἀπιδανοῖο. ἔστι δὲ πεδιὰς ἐν Θεσσαλίᾳ καλουμένη Ἀθαμαντία, ἢ μᾶλλον Ἀθαμανία, τὸ ἐθνικὸν Ἀθαμᾶνες, διὰ τὸ, ἰδίου υἱοῦ. Μελικέρτου, εἰς τὰ Ἀργοναυτικὰ Ἀπολλωνίου |
| α 282 | ἀθέμιστος · ἄδικος, ἄνομος· θέμις, θέμιδος, Ἰωνικῶς θέμιτος, θέμιστος καὶ ἀθέμιστος |
| α 283 | ἀθέριζον · τὸ ἐκρίπτειν θερίζω καὶ μετὰ τοῦ στερητικοῦ α ἀθερίζω. καὶ Ὅμηρος · οὔ ποτέ μοί γ’ ἀθέριζον, ἀντὶ τοῦ ἀπέρριπτον. τὸ δὲ θέρος παρὰ τὸ θέρω, τὸ θερμαίνω, ὁ μέλλων θερῶ θερμός. ἰστέον δέ, ὅτι οἱ Αἰολεῖς ἐπὶ τῆς εἰς ρω ληγούσης πέμπτης συζυγίας τῶν βαρυτόνων ποιοῦσιν ἰδίους μέλλοντας προσόδῳ τοῦ ς καὶ ἀναβιβάσει τοῦ τόνου, οἷον σπείρω σπερῶ σπέρσω, κείρω κερῶ κέρσω, ὄρω ὀρῶ ὄρσω, ὅθεν τὸ ὦρτο θέρω θερῶ θέρσω |
| α 284 | ἀθέσφατον · πολύν, θέσφατος καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθέσφατος καὶ ἀθέσφατον, ὃ οὐδὲ θεὸς ἑρμηνεύει διὰ τὸ πλῆθος |
| α 285 | ἀθηνᾶ · οἱονεὶ μαζόν. γίνεται ὄνομα ῥηματικὸν θήνη καὶ μετὰ τοῦ στερητικοῦ α Ἀθήνη ἀμήτωρ γάρ ἐστιν ἡ θεὰ ἔστι δὲ Ἀθηνάα, ὥσπερ Ναυσικάα κατὰ κρᾶσιν τῶν δύο αα οὕτως καὶ Ἀθηνᾶ. ἐπιδέχεται δὲ εὐθείας τέσσαρας· ἔστι γὰρ Ἀθήνη Ἀθάνα Ἀθηναία καὶ Ἀθηνᾶ |
| α 286 | ἀθήνῃσι, θήβῃσι · ἔχουσι Ἀθήναις καὶ Θήβαις, καὶ κατ’ ἐπέκτασιν γίνεται Ἀθήναισι καὶ Θήβαισι καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η Ἀθήνῃσι καὶ Θήβῃσι, καὶ μένει τὸ ι προσγεγραμμένον |
| α 287 | ἀθηρηλοιγόν · τὸ πτύον τὸ τοὺς καρποὺς διαλέγον καὶ διαχωρίζον· καὶ ἀθερολόγον τὸ αὐτό. γίνεται δὲ ἀθηρηλοιγόν κατὰ τροπὴν τῶν βραχέων φωνηέντων εἰς τὸ μακρὸν η καὶ κατὰ πλεονασμὸν τοῦ ι ὑφ’ ἓν δὲ ὀξυτόνως ἀναγνωστέον. οὕτως Ὠρίων |
| α 288 | ἆθλος · ὅτι μετὰ τὸν κατακλυσμὸν ἐξηργηκότων ἤδη καλοῦνται |
| α 289 | ἀθλήσας · τὸν μὲν ἐγὼν ἔνθ’ ἐρρυσάμην καὶ ἀνήγαγον αὖτις Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα πολλά περ ἀθλήσαντα |
| α 290 | ἀθάρραβις · πόλις Αἰγύπτου |
| α 291 | ἄθλιβις · πόλις Αἰγύπτου· ὁ πολίτης Ἀθλιβίτης. Νικάνωρ δὲ διὰ τοῦ ρ |
| α 292 | Ἄθμονον · οὐδετέρως, δῆμος τῆς Κεκροπίδος φυλῆς |
| α 293 | ἀθριβίς · πόλις Αἰγύπτου. τὸ Δέντα τῆς νησιευομένης Αἰγύπτου ἐστὶ κεφαλὴ κατὰ καρδίας σχῆμα τῶν περιεχομένων τῷ Νείλῳ μεθυσκόμενον, ὅθεν τὸν νομὸν Ἀθριβὴν προσαγορεύουσιν, ὅπερ, καρδίαν· οὕτως Ἀππίων. οὕτως Ὠρίων |
| α 294 | ἀθίγγανος · ὁ μὴ θέλων τινὶ προσεγγίσαι· ἀπὸ τοῦ θίγω, τὸ θιγγάνω· οἱ γὰρ λαμβάνουσιν |
| α 295 | ἄθροος · θροῦς λέγεται θρόος· ἐκ ταύτης τῆς γενικῆς ἡ εὐθεῖα κατὰ ἀναβιβασμὸν τοῦ τόνου θρόος· οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυς· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἄθροος· παροξύνεται δὲ ἐπὶ τοῦ ἀθροίζειν |
| α 296 | ἀθρῶν · τὸ μετ’ ἐπιτάσεως ἐπιτάσει ἀθρῶ. ἢ ἀπὸ τοῦ ἀθρῶ |
| α 297 | ἀθροίζω · ἐκ τοῦ θροῦς ἢ θρόοσ, ὃ, συναίρεσιν καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθροίζω |
| α 298 | ἄθηλον · τὸ μὴ τεθηλακός |
| α 299 | ἀθέλδεται · διηθεῖται |
| α 300 | ἀθύρ · ὁ μήν, καλοῦσιν Ἀθώρ, καὶ μῆνά γε τὸν τρίτον τοῦ ἔτους ἐπώνυμον ταύτῃ πεποιήκασιν |
| α 301 | ἀθύρματα · παρὰ τὸ θύω, τὸ ὁρμῶ· θύω θύρω θεάματα |
| α 302 | ἄθως · Ἥρη δὲ νισσομένοισιν Ἄθω ἀνέτειλε κολώνη· ἀκρωτήριον Θρᾴκης. Σοφοκλῆς · Ἄθως σκιάζειν ὦτα Λημνίας βοός· ἐν γὰρ τῇ Λήμνῳ βοῦς χαλκῆ ἵδρυται, ἐφ’ ᾗ τοῦ Ἄθω ἡ σκιὰ φθάνει |
| α 303 | ἄθως · ὄρος Θρᾴκης· ἀπὸ τοῦ Ἄθω γίγαντος. τὸ τοπικὸν Ἄθωος χωρὶς τοῦ ι καὶ Ἄθωοι οἱ ἐνοικοῦντες, τὸ θηλυκὸν Ἀθωΐς. καὶ Ἄθωος, ὡς τὸ Κῶς Κῶος, καὶ κατὰ συναίρεσιν Ἄθους. ἔστι καὶ Ἄθωος πόλις ἐπὶ τῷ Ἄθῳ, ὁ πολίτης Ἀθωΐτης |
| α 304 | ἀθῷος · ὥσπερ, τὸ καταβάλλω γίνεται θῳή· ὁ γὰρ ζημιούμενος καταβάλλεταί τι. οὐκ ὀφείλει ἔχειν τὸ ι · παραλόγως γὰρ ἔχει αὐτό, ἐπειδὴ εὕρηται θωϊή, ὡς παρὰ Ἀρχιλόχῳ. τούτου χάριν τὸ ἀθῷος ἀπὸ τοῦ θῳή γινόμενον ἔχει τὸ ι. ὤφειλε δὲ προπαροξυτόνως, ἐπειδὴ τὰ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκῶν εἰς ος γινόμενα, κωλύσει, οἷον κεφαλή ἀκέφαλος, ψυχή ἄψυχος,. ὀδμή ἄοδμος, σοφία ἄσοφοσ· οὕτως οὖν καὶ ἐκ τοῦ θῳή γέγονε τὸ ἀθῷος. ὤφειλε προπαροξύνεσθαι· πρόσκειται ἐν τῷ κανόνι «εἰ μὴ χαρακτὴρ κωλύσει» διὰ τὸ κάρη, ἔχοντα τὸ ι διὰ τὸ λαγωός καὶ πατρωός ὑπὲρ δύο συλλαβὰς διὰ τὸ κολοιός, σημαίνει δὲ τὰ σίδηρα, ἃ φοροῦσιν οἱ κατάδικοι, ἅπερ ἐν τῇ συνηθείᾳ κλοιά λέγονται. οὕτως ὁ Χοιροβοσκός |
| α 305 | ἄθωος · σημαίνει δὲ τὸν ἐν τῷ Ἄθῳ ὄρει, διὰ τοῦ ωος παραγόμενα σὺν τῷ ι οὕτω καὶ Ἄθως ἀποβάλλει. οὕτως ὁ Χοιροβοσκός |
| α 306 | ἀθώου διός · Διὸς ἱερὸν ἐν ἄκρᾳ τοῦ Ἄθω ὄρους Ἀθώου καλουμένου. τὸ ἄλφα μετὰ τοῦ ι |
| α 307 | αἴγινα · τὰ διὰ τοῦ ινα ἀποστρέφονται τὴν ει χωρὶς τοῦ πεῖνα, οἷον γέρινα, τὸ ἁπαλόν, Βέμβινα Καμάρινα Βέλβινα,. ὄνομα διὰ δύο λέγουσι νν. Καμάρινα δὲ λίμνη δηλοῖ · μὴ κίνει Καμάριναν, ἀκίνητος γὰρ ἄμεινον· εἴρηται δὲ διὰ φθορὰ ἐγένετο σώματος. οὕτω καὶ Αἴγινα |
| α 308 | αἴ · σημαίνει εὐκτικοῦ ἐπιρρήματος τραπέντος τοῦ ε εἰς α . ἔστιν οἷον οὗτος πατὴρ τῆς παιδός; εἰ γὰρ ὤφειλεν, ἀντὶ τοῦ εἴθε. καὶ πάλιν · εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσι καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει, ἀντὶ τοῦ εἴθε. καὶ πάλιν · εἴ μοι γένοιτο παρθένος καλή τε καὶ τέρεινα. τοῦτο τὸ εἰ γίνεται αἰ τοῦ ε τραπέντος εἰς α |
| α 309 | αἰάζειν · παρὰ, ὡς ἀπὸ τοῦ λίαν λιάζω |
| α 310 | αἰαίη · ἡ Μήδεια · Αἰαίη δολόεσσα· καὶ Αἰαίη Μήδεια Πελασγίδων αἶαν ἵκηται, ἀπὸ Αἰαίης πόλεως Ἡλίου |
| α 311 | αἶα · ἡ γῆ· παρὰ τὸ γαῖα ἀποβολῇ αἶα |
| α 312 | αἰγίς · ἡ τοῦ Διός αἰγίδες καὶ καταιγίδες· τὸ δὲ αἰγίς παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ |
| α 313 | αἰγυπτιάζειν · τὸ πανουργεῖν καὶ κακοτροπεύεσθαι |
| α 314 | αἰγανέη · ἀκόντιόν τι μικρόν ἄγρας |
| α 315 | αἴγειρος · διὰ, τοῦ ι · καὶ ἀγέρων ἔφυσαν εὐγενέστεραι, τὸ δὲ εὐγενέστεραι σημαίνει τὸ εὐθαλέστεραι μάγειρος, πέσσω πέπειρος οὕτως οὖν καὶ ἀΐσσω τουτέστιν εἰς ὕψος αἴρεσθαι καὶ αὔξεσθαι· Ὅμηρος · μακεδνῆς αἰγείροιο. πρόσκειται, ὅτι τὸ παρὰ Θεοκρίτῳ, οἷον · καὶ ἀπ’ Ἀγίρω ἰσχάδα τρώγοις, διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τοῦ Αἴγιρος, ἔστιν δὲ ὄνομα οἷον· καὶ ἀπ’ Αἰγείρω ἰσχάδα τρώγοις. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὴν ἀκτῖνα |
| α 316 | αἰγίλιψ · δύσβατος γέγονε δὲ παρὰ καὶ ἀποβολῆ τοῦ ε λίψ καὶ ἐν συνθέσει μετὰ τῆς αἴξ αἰγός αἰγίλιψ, εἰς ὃν τόπον μόλις καὶ αἲξ δύναται ἀναβῆναι· ἢ τόπος ὁ καὶ τῶν αἰγῶν λειπόμενος διὰ τὸ ὑψηλὸν καὶ ἄναντεσ |
| α 317 | αἰγιάλεια · ὄνομα, Διομήδους γυνή |
| α 318 | αἰγάς · Ἑλίκην τε καὶ Αἰγάς· πόλις, Αἰγαῖος |
| α 319 | αἴγισθος · παρὰ αἴξ αἰγόσ Αἴγιθος καὶ ἐν πλεονασμῷ ἱστοροῦσι γὰρ αὐτὸν αἰγείῳ γάλακτι τροφῇ χρήσασθαι |
| α 320 | αἰγίλουρος · αἴλουρος αἰγίλουρος. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν |
| α 321 | αἴγλη · παρὰ αἴγλη. οὕτως εὗρον ἐν Ἐπιμερισμῷ τοῦ Ψαλτηρίου. σημαίνει δὲ τὴν λαμπηδόνα |
| α 322 | αἰγαῖον πέλαγος · Ἀγέτης Εὐβοίας· νῆσος ἐκλήθη. οἱ δέ, ὅτι ἀπὸ Ποσειδῶνος ὠνομάσθη, οὕτω γὰρ λέγεται ὁ θεός οἱ δὲ, παραπλέοντι νήσῳ. οὕτως Ὠρίων ὁ Θηβαῖος |
| α 323 | αἴγυπτος · ἀπὸ ἢ ἀπὸ τοῦ Αἰγύπτου ποταμοῦ ἤτοι τοῦ Νείλου διὰ τὸ αἶγας πίονας ἔχειν. οὕτως Ὠρίων ὁ Θηβαῖος |
| α 324 | αἰγυπιοῖσιν · οἱ μὲν ἀΐσσω |
| α 325 | αἰγιαλός · παρὰ τὸ τὴν ἁλός. ἢ ἀπὸ τοῦ γαίω, τὸ γαυριῶ. ἢ ἀπὸ τοῦ δίκην αἰγὸς ἅλλεσθαι ἐν αὐτῷ τὰ κύματα |
| α 326 | αἰγοφάγος · ὁ Ζεύς, ὡς παρὰ Νικάνδρῳ ἐν Θηριακοῖς |
| α 327 | αἰαίην δ’ ἐς νῆσον · ἀπὸ τοῦ αἲ αἴ θρηνητικοῦ ἐπιρρήματος· λέγεται δὲ τῆς Κίρκης τὴν νῆσον πλησίον οὖσαν τοῦ Ἅιδου, ὅθεν καὶ τὸ ὄνομα εἴληπται ἀπὸ τῶν στεναγμάτων τῶν ἐν αὐτῇ. οὕτως Ἡρωδιανός |
| α 328 | αἰδοῖα · παρὰ τὴν αἰδῶ· γυμνῶσαι γὰρ ταῦτα αἰδούμεθα αἰδοῖα. οὕτως Ὠρίων |
| α 329 | αἰδοιέστατον · ὥσπερ δὲ καὶ οὗτοι διὰ τοῦ ες σχηματίζουσιν, οὕτως καὶ οἱ Ἀττικοὶ διὰ τοῦ ις ποτίστατον λέγοντες καὶ λαχνίστατον καὶ ψευδίστατον. Ἀριστοφάνης · ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται· καὶ πάλιν · τῶν ἐμῶν γὰρ οἰκετῶν εὐνούστατον ἡγοῦμαι καὶ κλεπτίστατον· καὶ λαλίστερον εὕρηκά σε· καὶ πτωχίστερον καὶ ψευδίστατον. Πλάτων · ἵν’ ἀπαλλαγῶμεν ἀνδρὸς ἁρπαγιστάτου· καὶ πλουτίστατος λέγεται καὶ πληκτίστατος. ὁμοίως καὶ διὰ τοῦ αι ἰσαίτατος ἀσμεναίτατον πανουργιαίτατα ἡσυχαίτερον. ἀσμεναίτατα μέντοι Πλάτων ἐν α Πολιτείας καὶ ἰσαίτερον καὶ ἐν Πολιτικῷ πλησιαίτερον καὶ ἡσυχαίτατον. Ξενοφῶν δὲ καὶ πλησιαίτατα καὶ φιλαίτατα |
| α 330 | ἀϊδνόδηλον · ἀπὸ τοῦ εἴδω, τοῦ σημαίνοντος τὸ γινώσκω ἢ τὸ βλέπω, γίνεται ἰδνόν καὶ μετὰ τοῦ δῆλος ἀϊδνόδηλον |
| α 331 | αἰδοῖος · αἰδοῦς, οἷον · αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινός τε. ἀπὸ τοῦ αἰδώς γίνεται αἰδῷος καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ ῳ εἰς τὴν οι δίφθογγον αἰδοῖος καὶ ἠοῖος. ἔχει δὲ τὸ ι · τὰ γὰρ ἀπὸ τῶν εἰς ως διὰ τοῦ ῳος παράγωγα καὶ σὺν τῷ ι γράφονται καὶ προπερισπῶνται· Μίνως Μινῷος, ἥρως ἡρῷος, πάτρως πατρῷος, ἠώς ἠῷος καὶ αἰδώς αἰδῷος· καὶ κατὰ τροπὴν Βοιωτικὴν τῆς ωι διφθόγγου εἰς τὴν οι δίφθογγον ἠοῖος καὶ αἰδοῖος. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὴν Ποσότητα |
| α 332 | αἰδομένω · αἰδεσθέντε · τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα στήτην. αἰδέω αἰδῶ, ὁ παθητικὸς, αἰδούμενος, τὸ δυϊκὸν αἰδεομένω αἰδουμένω καὶ ἀποβολῇ τοῦ υ αἰδομένω. οὕτως εὗρον ἐν Ἐπιμερισμοῖς τῆς Α |
| α 333 | ᾄδω · ἀπὸ τοῦ εἴδω γίνεται ἀείδω καὶ ἀποβολῇ τοῦ ι καὶ κράσει τῶν δύο αα εἰς α μακρόν ᾄδω καὶ ἔχει τὸ η ἐν τῷ παρατατικῷ. ἄξιον δὲ, τὸ α μακρὸν ὂν τρέπεται μέγεθος. οὕτως Ζήνων |
| α 334 | αἰδέσσεται · αἰδεσθῇ, καὶ ὅς μέν τ’ αἰδέσσεται. ὁ μέλλων αἰδέσω, ὁ μέσος μέλλων πρῶτος αἰδέσομαι καὶ αἰδέσεται καὶ πλεονασμῷ τοῦ ἑτέρου ς Αἰολικῶς αἰδέσσεται· οἱ γὰρ Αἰολεῖς διπλασιάζουσι τὰ σύμφωνα, οἷον · ὁππότε κέ σφ’ ὀϊζὺς ἔχῃ κρυεροῖο λιμοῖο, καὶ τόσον τόσσον |
| α 335 | αἰδεῖσθαί θ’ ἱερῆα · αἰδοίους τοὺς ἱκέτας λέγει διὰ τὸ αἰδοῦς ἀξίους εἶναι, ἤγουν ἐντροπῆς. οὐ γὰρ τοὔνεκ’ ἐγώ ς’ αἰδήσομαι, οὐ διὰ τὸ ψεύσασθαί σε περὶ Ὀδυσσέως διὰ τοῦτο προσήσομαί σε ὡς ἱκέτην. αἰδεῖσθαί θ’ ἱερῆα. καὶ αἰδοῖος μέν τ’ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσι, προσδεκτὸς μετὰ αἰδοῦς· ἐξηγεῖται οὖν τί ποτέ ἐστιν τὸ αἰδοῖος ἐπενεγκών · σόν τε νόον σά τε γούναθ’ ἱκάνω, ἀντὶ τοῦ ἱκετεύω |
| α 336 | αἰδοιέστατον · ἰστέον, ὅτι οἷον · ἐγὼ γένος μέν εἰμι μικρῆς ἀρχέστατον· καὶ ποιητικά ἐστι κατ’ ἔθος γινόμενα Ἰώνων. τὰ γὰρ διὰ τοῦ ο συγκριτικὰ οὗτοι διὰ τοῦ ες προφέρουσιν, οἷον δικαιέστερος καὶ ἀρχέστερος καὶ ἀφθονέστερος· ὤφειλε γὰρ τὰ τοιαῦτα δικαιότερος αἰδοιότερος ἀφθονότερος καὶ ἀρχαιότερος. οὕτως Φιλόξενος |
| α 337 | αἰδῶ · ἰστέον, ὅτι ἡ αἰδὼ ὡς ἐνταῦθα · τά τ’ αἰδῶ ἀμφικαλύπτει. οὐ γὰρ, κράσεως· ἀπὸ γὰρ τοῦ αἰδόα αἰδῶ. περὶ τούτου οὕτως εὗρον |
| α 338 | αἰεὶ νέον ἐρχομενάων · ἠΰτ’ ἔθνεα εἶσι μελισσάων ἁδινάων πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων, τὸ δὲ «νέον ἐρχομενάων» ἀντὶ τοῦ «νεωστὶ ἀεὶ ἐρχομένων» τὸ συνεχῶς προΐστασθαι, ὡς νεωστὶ δοκεῖν αὐτὰς ἔρχεσθαι ἡ πτῆσις ἀποτεταμένη γίνεται ἐφίζουσι. κατ’ ὀλίγον οὖν ἡ πτῆσις ὥσπερ ἄρτι ἐρχομένων γίνεται καὶ φαντασίαν ὥστε περιέχειν ὡς ἄρτι ἐξορμωμένων ἐστί. συμβέβηκε ἀπ’ ἀρχῆς ἕως πέρατος οὕτως εὗρον ἐν Ὑπομνήματι Ἰλιάδος. ἐμοὶ ὅτι γὰρ τὸ ἔαρ· δηλοῖ, ἐπάγει · βοτρυδὸν δὲ πέτονται ἐπ’ ἄνθεσι εἰαρινοῖσιν |
| α 339 | αἰειγενέτῃσι · ἐκ τοῦ ἀεί καὶ τοῦ γενέτης· τὸ δὲ γενέτης ἢ ἐκ τοῦ γείνω, τὸ ὑπάρχω, γενῶ γενέτης· ἢ ἐκ τοῦ γεννάω γεννῶ |
| α 340 | αἰέλουρος · τοῦτο παρὰ γὰρ τὸ αἰόλον καὶ τὴν οὐρὰν ἐτυμολογεῖται αἰέλουρος. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν |
| α 341 | αἰετός · οἷον καὶ αὐτίκα δ’ αἰετὸν ἧκε, τελειότατον πάντων πετεηνῶν· τελειότατον δὲ γέγονεν αἰετός, ὅθεν ἀναλογώτερον οὕτως Ὠρίων |
| α 342 | αἰζηός · ὥσπερ ἀπὸ τοῦ Αἰτωλός, γράφεται δὲ τὸ αἰζηός κατὰ τὴν παραλήγουσαν διὰ τοῦ η ἐπειδὴ τὰ εἰς ος λήγοντα καθαρὰ ἁπλᾶ, παραληγόμενα οὐκ ἔστιν πηός,. καὶ αὐτὸ ἐκ πάθους, τὸ παληός ἀρχηός Ἀχηός Βοιώτιά εἰσι Λακωνικά. πρόσκειται «ἁπλᾶ» διὰ τὸ Πολύνηος Εὔνηος Ἐχένηος θερμὸν εἶναι |
| α 343 | αἰήτης · κατὰ πλεονασμὸν τοῦ ι ἀήτης γάρ · Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι· ἔδει εἰπεῖν, εἰς η |
| α 344 | αἰηνές · τὸ δεινὸν, εἴρηται δὲ παρὰ ἀποθνῄσκοντα |
| α 345 | αἰθάλειος · τὰ ἀπὸ τῶν εἰς λος βαρυτόνων ὑπὲρ δύο συλλαβὰς ὄντων μὴ ἐθνικὰ διὰ τῆς ει διφθόγγου γράφονται· αἰόλος, ὁ κατάστικτος, αἰόλειος, ὁ ποικίλος· αἴθαλος αἰθάλειος, σημαίνει δὲ τὸν καπνόν· δαίδαλος, ὁ ποικίλος, δαιδάλειος. μέγαλοσ μεγάλειος, ὡς ἀπὸ τοῦ μεγάλεος. «βαρύτονα» πρόσκειται διὰ τὸ ὀμφαλός ὀμφάλιος, «μὴ ἐθνικά» διὰ τὸ Εὐδαιμόνιος |
| α 346 | αἶθος · ἰστέον, ὅτι αἶθος ἐστὶν ὁ καίων· παρὰ τὸ αἴθω, τὸ καίω, αἰθός δὲ ὁ καιόμενος. οὕτω Φιλόξενος εἰς τὸ Ῥηματικόν |
| α 347 | αἰθύσσειν · ἀνασείειν, ἀνακαίειν |
| α 348 | αἴθω · τὸ καίω· ἐκ τοῦ δαίω, τὸ καίω, ὑπερβιβασμῷ αἴδω καὶ τροπῇ τοῦ δ εἰς θ αἴθω. ἐκ δὲ τοῦ αἴθω γίνεται αἰθός, ὁ μέγας ἢ μέλας. καὶ αἴθων ἀνδρεῖος ἢ πολεμικός |
| α 349 | αἴθινα · τὰ εὔκαυστα καὶ καύσιμα ξύλα |
| α 350 | αἰθαλίδαι · δῆμος τῆς Λεοντίδος |
| α 351 | αἶα · πόλις Κόλχων, κτίσμα Αἰήτου, θαλάσσης ἀπέχουσα στάδια τριακόσια. ἔστι δὲ καὶ ἄλλη Θετταλίας. καὶ Αἶα Μακεδονίας πηγή |
| α 352 | αἰαμήνη · Ναβαταίων χώρα |
| α 353 | αἰανή · πόλις Μακεδονίας· ἀπὸ Αἰανοῦ παιδὸς Ἐλύμου τοῦ βασιλέως Τυρρηνῶν. τὸ ἐθνικὸν Αἰαναῖος· Ἰχναῖος γὰρ λέγεται καὶ Ἐδεσσαῖος καὶ Βερροιαῖος |
| α 354 | αἰανῖτις · Ναβαταίων χώρα |
| α 355 | αἰάντιον · πόλις. Αἰανῖτις |
| α 356 | αἰβοῦδαι · νῆσοι πέντε |
| α 357 | αἴβουρα · πόλις Ἰβηρίας. ὁ πολίτης Αἰβουραῖος, ὡς ἄρουρα ἀρουραῖος, Κόλουρα Κολουραῖος |
| α 358 | αἰγά · τῆς Αἰολίδος ἄκρα |
| α 359 | αἰγαί · πόλις Κιλικίας· ἔστι καὶ Μακεδονίας καὶ Αἰτωλίας καὶ Εὐβοίας. τὸ ἐθνικὸν ἀπὸ μὲν δισυλλάβου Αἰγαῖος, ἀπὸ δὲ τρισυλλάβου Αἰγεάτης |
| α 360 | αἴγειρα · πόλις Ἀχαΐας |
| α 361 | αἰγείρουσσα · πόλις τῆς Μεγαρίδος |
| α 362 | αἰγηίς · φυλή, ἀπὸ Αἰγέως. οἱ φυλῖται Αἰγεῖδαι. καὶ Αἰγεία θάλασσα |
| α 363 | αἰγιαλός · πόλις |
| α 364 | αἰγικόρεως · φυλὴ παλαιά |
| α 365 | αἰγιλιά · δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δημότης Αἰγιλιεύς. Αἰγιλιάνδε, Αἰγιλιοῖ. ἔστι καὶ νῆσος |
| α 366 | αἴγινα · νῆσος μία τῶν Κυκλάδων, ἀπὸ τῆς Ἀσωποῦ θυγατρός Αἰγίνης. ὁ πολίτης Αἰγινεύς ἢ Αἰγινήτης |
| α 367 | αἰγίνιον · πόλις Ἰλλυριῶν |
| α 368 | αἴγιον · πόλις Ἀχαΐας. ὁ πολίτης Αἰγιεύς |
| α 369 | αἰγόσθενα · πόλις Μεγαρίδος, οὐδετέρως |
| α 370 | αἶγυς · πόλις Λακωνική |
| α 371 | αἰγώνεια · πόλις Μηλιέων |
| α 372 | αἴγωστις · πόλις Λοκρίδος |
| α 373 | αἰδηψός · πόλις Εὐβοίας |
| α 374 | αἰθικία · ἡ Κιλικία. τὸ ἐθνικὸν Αἴθικες |
| α 375 | αἰθιόπιον · χωρίον Λυδίας· ἢ Εὐβοίασ, ἀφ’ οὗ ἡ Ἄρτεμις Αἰθιοπία |
| α 376 | αἰθυσσεῖς · ἔθνος Λιβυκόν |
| α 377 | αἴκαλον · φρούριον τῆς Ἰταλίας |
| α 378 | ἀΐλανον · πόλις Ἀραβίας· τινὲς δὲ κώμην αὐτὴν λέγουσιν |
| α 379 | αἰλία · πόλις Παλαιστίνης, ἡ πάλαι Ἱεροσόλυμα· ἀπὸ Αἰλίου Ἀδριανοῦ. ὁ πολίτης Αἰλιώτης |
| α 380 | αἴθωνι · λαμπρῷ γίνεται |
| α 381 | αἴθωνας · τοὺς πρὸς πῦρ ἐμπυριβήτας |
| α 382 | αἰθούσῃσι · στοαῖς ἡλίου· ἢ αἴθουσαι διὰ τὸ αἴθεσθαι, διὰ τὴν τοῦ ἡλίου βολήν |
| α 383 | αἰθαλίδην · οἷον · Αἰθαλίδην κήρυκα θοόν, τῷ πάρεστι μέλεσθαι ἀγγελίας καὶ σκῆπτρον ἐπέτραπεν Ἑρμείας. ὁ Αἰθαλίδης, καὶ μίαν ἡμέραν ὑπὸ τὸν Ἅιδην διῆγεν, ἑτέραν δὲ ἐπὶ τὴν γῆν |
| α 384 | αἰθάλη · ἡ Λῆμνος ἐκαλεῖτο ἀπὸ χαλκείων. Αἰθαλίτης τὸ ἐθνικόν. ἀπὸ δὲ τοῦ Αἰθάλεια Αἰθαλείτης. αἰθάλη δὲ παρὰ τὸ αἴθω, τὸ καίω, γέγονε. τὰ δὲ παρὰ τὸ αἴθω, ὃ δηλοῖ τὸ καίω, γινόμενα διὰ ὅμοια |
| α 385 | αἴθοπα οἶνον · τὸν καυστικόν |
| α 386 | αἰθήρ · παρὰ τὸ αἴθω, τὸ καίω, αἰθήρ· πυρώδης γὰρ ὁ τόπος |
| α 387 | αἴθρῳ καὶ καμάτῳ · ὅτι ἐπιμελῶς ἀγνοοῦντες τὸ ἀληθὲς τῆς γραφῆς · λύθρῳ καὶ καμάτῳ ἔφασαν· τῷ γὰρ ναυαγοῦντι οὔτε ἱδρὼς, δείελον · εἰς ὅ κεν ἔλθῃ δείελος ὀψὲ δύων |
| α 388 | αἴθρῳ · τῷ ψύχει, ἀπὸ τῆς αἰθρίας |
| α 389 | αἰθρηγενέτης · ὁ βορέας, ὁ αἴθρου καὶ ψύχους αἴτιος. τὰ διὰ τοῦ ετης ἀρσενικὰ βαρύτονα, εἴτε ἁπλᾶ, εἴτε σύνθετα, διὰ τοῦ ε ψιλοῦ γράφονται, οἷον μητιέτης λογοθέτης, πλὴν τοῦ προσαίτης καὶ εὐχαίτης. ἡ γενικὴ αἰθρηγενέτου· ὁ κανών· τὰ εἰς ης ἀρσενικὰ μὴ ὄντα σύνθετα ἀπὸ τοῦ κρατῶ ἢ κράτος μηδὲ ἔχοντα οὐδέτερον εἰς ου ἔχει τὴν γενικήν |
| α 390 | αἴθουσαι · αἱ στυλωταὶ, οἷον · πῦρ, ἕτερον μὲν ὑπ’ αἰθούσης εὐερκέος αὐλῆς· ἤ, ὡς ἔνιοι, καταλαμπόμεναι |
| α 391 | αἰθέρος ἐκ δίης · οἷον · αἰθέρος ἐκ δίης ὅτε Ζεὺς λαίλαπα τείνει, ὅτε, φησίν, ὁ Ζεὺς μετὰ τὴν αἰθρίαν, διεγείρει |
| α 392 | αἰκίζω · ἀπὸ τοῦ τὸν σκληρόν, ἀπότομον, ἀεικίζω τοῦ ε καὶ συναιρέσει τοῦ αϊ εἰς τὴν αι δίφθογγον αἰκίζω |
| α 393 | αἴλιος · Ἀδριανὸς χρηματίζουσι· καὶ Αἰλίαι πόλεις Παλαιστίνης, ὁ πολίτης Αἰλιώτης |
| α 394 | αἱμασιά · τὸ ἐκ χαλίκων ὑπὸ τῶν κειμένων ἀκανθῶν τοῖς σωροῖς τῶν λίθων, ὡς παρὰ Νικάνδρῳ · τρόχμαλά θ’ αἱμασιά τε καὶ ἰλύος ἐρέοντες. ἔστι δὲ καὶ ῥητορικὴ ἡ λέξις. οὕτως Ὠρίων |
| α 395 | αἷμα · παρὰ τὸ αἴθω, τὸ καίω, ᾖσμαι ὁ παθητικὸς παρακείμενοσ, αἷσμα καὶ αἷμα |
| α 396 | αἱμύλος · ἔμπειρος, συνετός, κολακευτικός. ἔστι δαίω αἵμων · αἵμονα θήρης. τούτου τὸ ὑποκοριστικὸν αἱμύλος καὶ τὸ κτητικὸν αἱμύλιος, καὶ αἱμυλίοις, τουτέστι καὶ συνετοῖς, ὥσπερ Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις · ἀλλ’ ὅτε δή ῥ’ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθηνᾶν τέξεσθαι, τότ’ ἔπειτα λόγοις φρένας ἐξαπατήσας αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδύν, Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος· τὼ γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληΐδα τιμὴν ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν ἀειγενετάων· «τὼ γάρ οἱ» ὁ Οὐρανὸς καὶ ἡ Γῆ αὐτῷ εἶπον καταπιεῖν αὐτήν, ἵνα μὴ ὁ γεννώμενος ἐξ αὐτῆς ἐπικρατέστερος γένηται· εἰκὸς γὰρ ἦν αὐτὴν τῇ μητρὶ ῥέπουσαν στασιάσαι. οὕτως Ὠρίων |
| α 397 | αἱμωδεῖν · τὸ κνησμοῦ, ὡς καὶ αἱμάσσεσθαι. παρὰ νάρκη. οὕτως Μεθόδιος |
| α 398 | αἵμων · ὁ ἔμπειρος, οἷον · αἵμονα θήρης, τουτέστιν εἰδήμονα. παρὰ τὸ δαίω ὄνομα κύριον Ἀλάστορά τε Χρόμιόν τε Αἵμονά τε κρείοντά τε |
| α 399 | αἱμούς · τοὺς δρομούς· Αἰσχύλος |
| α 400 | αἰνείας · ὁ ἥρως, ὁ υἱὸς Ἀγχίσου· παρὰ τὸ αἰνόν, τὸ δεινόν, γίνεται Αἰνέας καὶ Αἰνείας. οὕτως Μεθόδιος. ἰστέον δέ, ὅτι τὸ Αἰνείας κλίνεται Αἰνεία Δωρικῶς· καὶ οἱ μὲν Ἴωνες προστιθέασι τὸ ο κατὰ τὴν Δωρικὴν γενικὴν καὶ κλίνουσιν Αἰνείαο· οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι τὸ ο τῆς ληγούσης καὶ συστέλλουσι τὸ α εἰς ε Αἰνείεω κλίνοντεσ. πᾶσα γὰρ γενικὴ ὀνόματος εἰς φωνῆεν λήγουσα καὶ περιττοσυλλαβοῦσα τῆς ἰδίας εὐθείας ἢ ἐκτείνει τὴν παραλήγουσαν καὶ συστέλλει τὴν λήγουσαν, οἷον καλοῖο σοφοῖο, ἢ ἐκτείνει τὴν λήγουσαν καὶ συστέλλει τὴν παραλήγουσαν, οἷον Ἀτρείδεω Πριαμίδεω, ἐν οἷς ἦν καὶ τὸ Αἰνείαο, τὸ α μακρόν. πρόσκειται «εἰς φωνῆεν λήγουσα» διὰ τὸ Δημοσθένεος Δημοσθένους· οὐ λήγει γὰρ εἰς φωνῆεν αὕτη ἡ γενική. πρόσκειται «περιττοσυλλαβοῦσα» διὰ τὸ ἄνθρωπος ἀνθρώπου, Χρύσης Χρύσου· ἐπὶ τούτου γὰρ ἡ γενικὴ εἰς φωνῆεν λήγει ἀλλ’ ὀξύνονται ἀμφότερα ἀλλ’ οὐ περιττοσυλλαβεῖ τῆς ἰδίας εὐθείας. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸν δεύτερον αὑτοῦ κανόνα |
| α 401 | αἵνειν · τὸ ἀναβράττειν τὸν ἀληλεσμένον σῖτον, τουτέστιν ἀναδεύειν καὶ ἀνακινεῖν τὰς κριθὰς ὕδατι φυρῶντα |
| α 402 | αἰναρέτα · ἐπὶ κακῷ κεκτημένε τὴν ἀρετήν· αἰνόν γὰρ τὸ κακὸν καὶ δεινόν. τοῦ δὲ αἰναρέτας ἡ κλητικὴ ὡσαύτως ἔχει τὸ η τῇ εὐθείᾳ |
| α 403 | αἱμονία · ἡ Θετταλία, ἀπὸ Αἵμονος. Αἵμων δὲ ὁ υἱὸς μὲν Χλώρου τοῦ Πελασγοῦ, πατὴρ δὲ Θεσσαλοῦ |
| α 404 | αἴνιγμα · παρὰ τὸ αἰνίσσω, τὸ ἐν παραβολαῖς λέγω, τοῦτο παρὰ τὸ αἰνός, ὃ σημαίνει τὸν δεινὸν καὶ φοβερόν. αἴνιγμα δὲ ὁ δεινὸς καὶ σκοτεινὸς λέγεται |
| α 405 | αἰνετός · ἐκ τοῦ αἰνέσω ᾔνεσμαι ᾔνεσται αἰνεστός καὶ αἰνετός κατ’ ἔνδειαν τοῦ ς. οὕτως Φιλόξενος ἱστορεῖ αὐτό |
| α 406 | αἰνίζομαι · ἐπαινῶ · Ὀθρυονεῦ, περὶ δή σε βροτῶν αἰνίζομ’ ἁπάντων |
| α 407 | αἶνος · νῦν δ’ αἶνον ἐρέω· παρὰ τὸ ἰαίνω, τὸ τέρπω καὶ εὐφραίνω καὶ διαχέω, οἷον · ἰαίνετο δὲ φρένας εἴσω. ἴαινος, τοῦ ι γίνεται αἶνος. αἶνος καὶ ὁ ἔπαινος προπερισπωμένως. καὶ ῥῆμα διαχέω, ἴαινος καὶ αἶνος. Αἶνος δὲ καὶ πόλις Θρᾴκης, τὸ ἐθνικὸν Αἴνιος |
| α 408 | αἰνός · ὁ φοβερὸς ἢ πονηρὸς τροπῇ τοῦ ε εἰς α καὶ ἀποβολῇ τοῦ δ αἰνός. ἢ παρὰ τὸ δαΐς, ὃ σημαίνει τὴν μάχην, γέγονε δαϊνός δαινόσ καὶ ἀφαιρέσει τοῦ δ αἰνός, ὁ μάχιμος · ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται, ὦ Μενέλαε, αἴ κε θάνῃς καὶ μοῖραν ἀναπλήσῃς βιότοιο, ἤγουν καὶ τὸν μεμοιραμένον σοι τοῦ βίου χρόνον ἀναπληρώσῃς. σημαίνει δὲ καὶ τὸ λίαν · αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο |
| α 409 | αἴνυμαι · τὸ ἀφαιρῶ ἢ τὸ λαμβάνω ἀρνῶ, ὥσπερ παρὰ τὸ περῶ περνῶ, ἀφ’ οὗ · περνὰς νήσων ἔπι τηλεδαπάων. παράγωγον αἴρνυμι καὶ αἴρνυμαι καὶ ἐκβολῇ τοῦ ρ αἴνυμαι. οὕτως Μεθόδιος |
| α 410 | αἴνεια · τόπος Θρᾴκης |
| α 411 | αἴνηθος · ὄρος. τὸ ἐθνικὸν Αἰνήθιος |
| α 412 | αἰνία · πόλις Περραιβῶν. Αἴνιος ποταμὸς αὐτῆς |
| α 413 | αἶνος · πόλις Θρᾴκης. ὁ πολίτη Αἰνίτης |
| α 414 | αἴξ · τὸ ζῷον· παρὰ τὸν ἀΐξω μέλλοντα, τὸν δηλοῦντα τὸ ὁρμῶ, ἀποβολῇ τοῦ ω γίνεται ἀΐξ καὶ κατὰ συναίρεσιν αἴξ, ὅθεν Ὅμηρος ἴξαλον εἶπεν αὐτήν, οἷον · ἰξάλου αἰγός |
| α 415 | αἰξωνεύεσθαι · τὸ κατηγορεῖν· βλάσφημοι γὰρ οἱ Αἰξωνεῖς. δῆμος δὲ ἡ Αἰξωνὴ τῆς Κεκροπίδος γῆς. ὁ δημότης Αἰξωνεύς ἐστι. καὶ Αἰξώνεια πόλις . Αἰξώνεια |
| α 416 | αἰολομίτρην · ποικίλην μίτραν ἔχοντα, ἐξ οὗ εὐκίνητον, πολεμιστήν |
| α 417 | αἰόλος · ἔστιν ὄνομα κύριον · Αἰόλος Ἱπποτάδης. ἔστι καὶ ἐπίθετον, ὃ δηλοῖ τὴν ἐνυπόστατον κίνησιν· ἔνθεν ἀΐειν, τὸ ὁρμᾶν, καὶ ἀΐσσειν. οὕτως Μεθόδιος |
| α 418 | αἰολοπώλους · ταχυπώλους ποικίλως ἱππαζομένους. γίνεται δὲ ἐκ τοῦ αἰόλλω, ὃ σημαίνει τὸ κινῶ, καὶ τὸ πῶλος· τοῦτο παρὰ τὸ ἐν τῇ πόᾳ ἅλλεσθαι πόαλος καὶ πῶλος, καὶ προπερισπᾶται, ἐπειδὴ τὰ εἰς ος δισύλλαβα προσπερισπώμενα ἐν τῇ συνθέσει προπαροξύνονται· οἶκος ἄοικος, κοῦρος ἐπίκουρος, οὕτως καὶ πῶλος αἰολόπωλος |
| α 419 | αἰολεῖς · Ὀρέστης ἀολλίζω. οὕτως Ὠρίων |
| α 420 | αἰπὰ ῥέεθρα · οἷον · βράχε δ’ αἰπὰ ῥέεθρα, ὑψηλά. παρὰ τὸ, τὸ ἀκρωτήριον. οὕτως Ὠρίων |
| α 421 | αἰπόλος · ὁ αἰγονόμος, ἤτοι, ἢ οἱ περὶ τὰ. αἰπά, ὅ ἐστι τοῖς ὑψηλοῖς τόποις, περιπολοῦντες αἰγοπόλια ὄντα |
| α 422 | αἰπεινῆς · ὑψηλῆς παρώνυμον |
| α 423 | αἶπος · ὑψηλὸς τόπος, ἀκρωτήριον |
| α 424 | αἰπόλος · ἐκ τοῦ αἴξ αἰγός καὶ τοῦ πολῶ, τὸ ἀναστρέφομαι, κατὰ συγκοπήν. διὰ τί οὐκ ἀναβιβάζει τὸν τόνον; ἐπειδὴ τὰ παρὰ τὸ πολῶ μὴ μετὰ προθέσεως συντιθέμενα πρὸ μιᾶς ἔχουσι τὸν τόνον· ὀνειροπόλος μυστηπόλος. πρόσκειται «μὴ μετὰ προθέσεως συντιθέμενα» διὰ τὸ ἀμφίπολος πρόπολος |
| α 425 | αἰπόλιον · τὰ παρὰ τὸ πόλος συντεθειμένα διὰ τοῦ ιον οὐδέτερα μονογενῆ ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα διὰ τοῦ ι γράφονται, οἷον παρθένιον κωδώνιον γενέθλιον συβόσιον συμπόσιον. πρόσκειται «μονογενῆ» διὰ τὸ Ἀνακτόρειον Ἡράκλειον |
| α 426 | αἰολία · νῆσος Αἰόλου |
| α 427 | αἰπύ · πόλις · καὶ ἐΰκτιτον Αἰπύ, ὡς νᾶπυ |
| α 428 | αἴπυτος · παρὰ τὸ αἰπύς, ὃ σημαίνει τὸν ὑψηλὸν τόπον· ὡς εὐρύς Εὔρυτος, οὕτως αἰπύς, ἔστι δὲ ὄνομα κύριον |
| α 429 | αἰπύκερως · ὑψηλὰ κέρατα ἔχων |
| α 430 | αἶρα · ἡ σφαῖρα· Καλλίμαχος · λάθρη δὲ παρ’ Ἡφαίστοιο καμίνοις ἔτρεφον αἰράων ἔργα διδασκόμενοι. παρὰ τὸ ῥαίω γίνεται ῥαῖα καὶ ἐν ὑπερθέσει αἶρα, ἡ τὰ τυπτόμενα διαφθείρουσα |
| α 431 | αἶρα · σπέρμα ἐστὶ σιτῶδες ἐκ παραφθορᾶς τοῦ σίτου γινόμενον· παρὰ τὸ ῥαίω, τὸ φθείρω |
| α 432 | ᾄρας · ὡς εἶδον τὸν νέκυν ἀείραντας Ἀχαιούς. ἔστιν ἀείρω, ὁ μέλλων ἀερῶ, ὁ ἀόριστος, τοῦ α |
| α 433 | αἰριπόλιοι δμωαί · Σιμωνίδης. ἐκ τοῦ αἰριπόλιοι συγκειμένου τοῦ ὀνόματος. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ Παθῶν |
| α 434 | αἰρεύμενον · λαμβάνοντα, αἴροντα· Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις περὶ τῆς ἐργασίας προτρέπων · ἐκ δ’ ἀγγέων ἐλάσειας ἀράχνια καί σε ἔολπα γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος. παρὰ τὸ αἱρῶ, τὸ σημαῖνον τὸ λαμβάνω· αἱρῶ οὖν αἱροῦμαι αἱρούμενον καὶ τροπῇ Αἰολικῇ αἰρεύμενον. σχόλιον· τοσαῦτα γάρ, φησί, ποιήσεις γεννήματα, ὥστε μὴ εὑρεθῆναι ἐν τοῖς ἀγγείοις σου ἀράχνια, ὅλα γὰρ πληρώσειας· τὰ γὰρ ἀράχνια ἐν τόποις γίνονται κούφοισ |
| α 435 | αἴρω · ἀπὸ τοῦ ἀείρω ἐστὶ κράσει τοῦ αε εἰς α μακρόν |
| α 436 | αἱρείτω · κατασχέτω |
| α 437 | αἰρόπινον · τὸ ἀραιὸν ποιεῖν ἀπεῖναι, ἤγουν πόρρω ποιεῖν, καὶ χωρίζειν. αἶρα δέ ἐστι σπέρμα, γινόμενον |
| α 438 | αἰραί · πόλις Μακεδονίας. καὶ ἄλλη Ἰωνίας |
| α 439 | αἶσα · πόλις Θρᾴκης προσεχὴς τῇ Παλλήνῃ |
| α 440 | αἰσών · πόλις Θεσσαλίας, ἀπὸ Αἴσωνος τοῦ Ἰάσονος πατρός |
| α 441 | αἰσύμη · πόλις Θρᾴκης· ὁ πολίτης Αἰσυμαῖος ὡς Δύμη Δυμαῖος |
| α 442 | αἴσθῃ · αἰσθάνομαι, οὐκ αἴσθομαι· καὶ αἰσθάνῃ. οὐκ αἴσθῃ· αἴσθῃ δὲ τὸ ὑποτακτικὸν ἐν χρήσει |
| α 443 | αἶσα · ἡ εἱμαρμένη, μοῖρα ἢ παρὰ τὸ ἴση εἶναι, ἡ μὴ μεταβαλλομένη· πᾶσι γὰρ ἴσως ἔπεισιν |
| α 444 | ἀΐσθω · ἀπὸ τοῦ ἀΐω ῥήματος τοῦ σημαίνοντος τὸ ἐκπνέω, ἤϊσμαι ἤϊσται, γίνεται παράγωγον ῥῆμα ἄϊστος, ἐκ τούτου γίνεται παράγωγον ῥῆμα ἀϊστῶ καὶ τροπῇ τοῦ τ εἰς θ καὶ κράσει ἀΐσθω, ἡ μετοχὴ ἀΐσθων. οὕτως καὶ παρὰ τὸ ἀγείρω ἤγερμαι ἤγερται ἐγερτός ἐγερτῶ καὶ κατὰ τροπὴν τοῦ τ εἰς θ ἐγέρθω |
| α 445 | αἰσιμία · ἡ μαντεία |
| α 446 | αἴσιμος · ὥσπερ παρὰ τὸ, οὕτως καὶ παρὰ τὸ αἶσα αἴσιμος, ὅθεν καὶ αἰσιμία |
| α 447 | αἱρήσειν · ἀπὸ τοῦ ἁλῶ, ὃ σημαίνει τὸ πορθῶ, πλεονασμῷ τοῦ ι καὶ τροπῇ τοῦ ἀμεταβόλου αἱρῶ, ὁ μέλλων αἱρήσω· συντάσσεται αἰτιατικῇ. σημαίνει δὲ καὶ τὸ προκρίνω, ἐξ οὗ καὶ τὸ προαιροῦμαι συντάσσεται αἰτιατικῇ. σημαίνει τὸ διαχωρίζω, ἐξ οὗ καὶ τὸ διαιρῶ συντάσσεται μετὰ γενικῆς καὶ αἰτιατικῆς. αἱρῶ, τὸ καταλαμβάνω. ἔστι καὶ αἴρω, τὸ κουφίζω καὶ αἴρω, τὸ προσφέρω. α |
| α 448 | αἴσυλα · ἁμαρτωλά, παράνομα, ἄδικα · ὃς οὐκ ὄθετ’ αἴσυλα ῥέζων. παρὰ τὴν αἶσαν, ἢ παρὰ τὸ ἄσω, τὸ βλάπτω, γίνεται ἄσυλος ἄσυλον καὶ ἐν πλεονασμῷ τοῦ ι αἴσυλον. ἢ παρὰ τὴν αἶσαν, ὃ σημαίνει τὸ καθῆκον, αἴσυλα καὶ μετὰ τῆς α στερήσεως ἀαίσυλα καὶ τὸ ἐτώσιον· παρὰ τὸ ἐτός, ὃ σημαίνει τὸ ἀληθές, γίνεται ἐτώσιον καὶ ἐν συνθέσει τῆς α στερήσεως ἀετώσιον ἀφαίρεσιν τοῦ α ἔμεινε τὸ αὐτὸ σημαινόμενον. ἐκ τούτου καὶ τὸ αἴσυλο ς, καὶ ἐν συνθέσει αἰσυλοεργός · ἢ παρὰ τὸ συλῶ ἄσυλος πλεονασμῷ τοῦ ἐπιτατικοῦ α ὡς τὸ « α πέλαγος», τὸ λίαν συλῶν. ἀντὶ δὲ τοῦ ι ἔστιν ὅτε καὶ τὸ η πλεονάζει, οἷον ἀήσυλος· ποτὲ δὲ καὶ ἀμφότερα ἐπιφέρεται καὶ ἔστιν αἰήσυλοσ |
| α 449 | αἰσυητήρ · ὁ ἐντρεχὴς καὶ κεκινημένος· τινὲς δὲ τὸν νεανίαν λέγουσιν. Ὅμηρος δὲ ἐπὶ, αἴσης παραγώγως· αἶσα αἴσω αἰσύω αἰσυτήρ καὶ πλεονασμῷ τοῦ η αἰσυητήρ |
| α 450 | αἰσυμνητήρ · ὁ βασιλεύς, ὁ τὸ καθῆκον ὑμνῶν. ἢ αἰσυμενετήρ τουτέστι τῶν αἰσίων μνήμην ποιεῖσθαι. ἢ αἰσιομήτης, ὁ αἴσια βουλεύων· ὁ γὰρ τύραννος τοὐναντίον. οὕτως Ὠρίων καὶ ἄλλοι |
| α 451 | αἰσύμηθεν · ἀπὸ τῆς Αἰσύμης πόλεως Θρᾴκης |
| α 452 | αἰσυπιός · Μηριόνης δ’ ἐξαῦτις ἐπάλμενος αἰσυπιὸς ὥς |
| α 453 | αἰτωλοί · οἱ ἀπὸ Ἰταλίας· οἱ τὴν Καλυδόνα κατοικοῦντες |
| α 454 | αἰσχρός · ὁ μετέχων αἰσχύνης· ἢ παρὰ τὸ αἶσχος αἰσχρός, ὡς παρὰ τὸ ψῦχος ψυχρός καὶ κῦδος κυδρός, καὶ ἀπὸ τῶν θηλυκῶν σάθη σαθρός, λύπη λυπηρός καὶ λυπρός. τὸ δὲ αἶσχος παρὰ τὸ ἴσχω ἴσχος καὶ μετὰ τοῦ στερητικοῦ α ἄϊσχος καὶ ἐν συναιρέσει αἶσχος ὃ οὐκ ἴσχειν δεῖ διὰ τὴν φαυλότητα· ἢ ἀπὸ τοῦ ἐπιτατικοῦ α τὸ πάνυ ἴσχον τοὺς λαμβάνοντας αὐτό. ἐκ τοῦ αἰσχρός αἰσχρότατος αἰσχρίων, καὶ ἐκβολῇ τοῦ ρ αἰσχίων αἴσχιστος |
| α 455 | αἰσχύλος · παρὰ τὸ αἶσχος Αἴσχρων Αἰσχινάδης· παρὰ τὸ εἶναι αἰδήμονα |
| α 456 | αἴσων · ὁ ἤρω γεγονέναι |
| α 457 | αἴτνη · ὄρος Σικελίας πάχνη |
| α 458 | αἴτιος · ἐκ τοῦ αἰτῶ αἴτιος· τὸ τι ι ὡς τὸ ἄρκιος. ἢ παρὰ τὸ ἄτη ἄτιος καὶ αἴτιος. α |
| α 459 | αἰχμάλωτος · παρὰ τὴν αἰχμήν, τουτέστι τὸ ξίφος, καὶ τοῦ ἁλῶ, τὸ πορθῶ, ἢ ἅλωμι. τὸ δὲ αἰχμή παρὰ τὸ ἀΐσσω, ὡς δράσσω δραχμή, τὸ λεπτὸν νόμισμα |
| α 460 | αἰχμητής · παρὰ τὴν αἰχμήν αἰχμητής, ὁ πολεμικός, ἡ εὐθεῖα τῶν πληθυντικῶν αἰχμηταί, ἡ γενικὴ τῶν αἰχμητῶν καὶ Δωρικῶς · αἰχμητάων. ἢ ἐκ τοῦ αἰχμάζω, ἢ ἀπὸ τοῦ αἰχμῶ, ὁ μέλλων αἰχμάσω, αἰχματής καὶ τροπῇ τοῦ α εἰς η αἰχμητής. τὰ δὲ ἀπὸ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων γινόμενα ὀνόματα εἰς της ὑπὲρ δύο συλλαβὰς ὀξύνονται· ἐραστής γελαστής θεατής. τὸ δὲ πεδήτης κομήτης καὶ ἀλήτης οὐ παρὰ ῥῆμα ἀλλὰ παρὰ τὸ πέδη καὶ κόμη καὶ ἄλη. εἰ γὰρ ἦν παρώνυμον ἀπὸ τοῦ αἰχμή, ὤφειλε βαρύνεσθαι ὥσπερ ὑπήνη ὑπηνήτης, κώμη, ἡ πόλις, κωμήτης, κορύνη ἡ ῥάβδος, κορυνήτησ. τὸ δὲ αἰχμή παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ |
| α 461 | ἀΐδιος · τὰ παρὰ τὸ ἀεί σύνθετα δίφθογγον ἔχει· ἀείμνηστος ἀείφρουρος ἀείσιτος, πλὴν τοῦ ἀΐδιος. δώδεκα δὲ φωναί εἰσι τοῦ ἀεί· ἔστι γὰρ αἰεί καὶ αἰέν καὶ αἰές καὶ ἀεί καὶ αἰΐ καὶ αἰέ καὶ ἀΐ, ἐξ οὗ καὶ τὸ ἀΐδιον, καὶ ἠΐ καὶ αἰή καὶ ἀέ καὶ ἀές |
| α 462 | αἰφηρητιάδαο · ἀπὸ τοῦ Φέρης Φέρητος γίνεται ὄνομα Φερητίδης καὶ πλεονασμῷ τοῦ α καὶ τροπῇ τοῦ ε εἰς η Φηρητιάδης |
| α 463 | αἶψα · ταχέως· κατὰ στέρησιν τοῦ ἶψαι, τοῦ σημαίνοντος τὸ βλάψαι· τὸ γὰρ βλάπτον καὶ ἐμποδίζον ἀνάγκη, τὸ δὲ ἀνεμπόδιστον, κατὰ τὴν συνέχειαν |
| α 464 | αἰών · ἡ ζωή, θηλυκῶς· καὶ Ὅμηρος · αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθείς. παρὰ τὸ ἄειν, ὅ ἐστι πνέειν, σημαίνει δὲ τὸ αἰών πέντε· τὴν ζωήν · ἔπειτά με καὶ λίποι αἰὼν ἐν πόλει· λέγεται δὲ αἰών καὶ ὁ τῶν χιλίων ἐτῶν ἀριθμός· καὶ αἰών λέγεται ὁ ἀΐδιος καὶ ἀτελεύτητος χρόνος, αἰὼν γὰρ οὔτε χρόνος. οὔτε χρόνου τι μέρος, οὐδὲ γὰρ μετρητός· λέγεται δὲ καὶ ἑπτὰ αἰῶνες ἀπὸ τῆς οὐρανοῦ καὶ γῆς κτίσεως μέχρι τῆς κοινῆς τῶν ἀνθρώπων συντελείας καὶ ἀναστάσεως· λέγεται δὲ καὶ ὁ νωτιαῖος μυελὸς τοῦ ἀνθρώπου, ὡς Ἱπποκράτης · «ἄνθρωπός τις νοσήσας τὸν αἰῶνα ἑβδομαῖος ἀπέθανεν.» |
| α 465 | αἰώρα · ἀπὸ τοῦ αἴρω αἶρα καὶ πλεονασμῷ τοῦ ω αἰώρα. ἡ κρεμάστρα. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν καὶ Ὠρίων. ἐξ οὗ καὶ αἰώρημα καὶ ἐναιώρημα ὡς παράγωγα |
| α 466 | ἀΐγδην · ἐπίρρημα μεσότητος· σημαίνει δὲ τὸ ὁρμητικόν, οἷον · ἀΐγδην μέσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσε. παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ. οὕτως Μεθόδιος |
| α 467 | ἀΐδηλον · ἀφανιστικόν · σοὶ πάντες μαχόμεθα, ἀντὶ τοῦ διὰ σὲ πάντες μαχόμεθα. καὶ μετ’ ὀλίγον · ταύτην δ’ οὔτ’ ἔπεϊ προτιβάλλεαι οὔτε τι ἔργῳ, τὸ δὲ προτιβάλλεαι ἀντὶ τοῦ σωφρονίζεις, κατέχεις |
| α 468 | ἀΐδηλος · κεῖνος δ’ αὖτ’ ἀΐδηλος ἀνήρ, ὁ ὀλοθρευτικός· οὐ γὰρ ἄξιος Ἀριστόνικος δηλοῦν λέγων τὸν ἀδηλοποιόν. ἄλλοι τὸν ὀλέθριον· καὶ παρὰ τῷ ποιητῇ · ἀΐδηλον Ἄρηα, τὸν ὀλέθριον. ἢ αὐτὸς ἀΐδηλος ἐσόμενος. καὶ ὁ μὲν Μεθόδιος λέγει εἶναι ἀπὸ τοῦ ἴδω ἴδηλος καὶ ἀΐδηλος, ὁ δὲ Χοιροβοσκὸς εἰς τὴν Ὀρθογραφίαν αὑτοῦ λέγει εἶναι ἀπὸ τοῦ ἀϊδνόν τὸ σημαῖνον τὸ ἀφανιστικόν ἀΐδηλος. ὁμοίως καὶ τὸν μὲν ἀΐδηλον θῆκε θεός, ὅπερ ἔφαμεν ἀπὸ τοῦ ἀϊδνόδηλος γίνεσθαι. ὁ δὲ Ἡρωδιανὸς εἰς τὸ Περὶ παθῶν λέγει αὐτὸ εἶναι οὕτως· ζῆλος ἄζηλος, πλεονασμῷ τοῦ ι καὶ τροπῇ ἀΐδηλος |
| α 469 | ἀϊδνός · εἴδω, τὸ βλέπω ἢ τὸ γινώσκω. γίνεται ὄνομα ῥηματικὸν ἰδνός καὶ μετὰ τοῦ στερητικοῦ, στιλπνός, ἐξ οὗ καὶ Ἀϊδωνεύ ς, ὁ Ἅιδης, εἰς ὃν οὐκ ἔστιν ἰδεῖν. οὕτως Ὠρίων. Ἡσίοδος ἐν Θεογονίᾳ · αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν, ἣ τέκε Περσεφόνην, ἣν Ἀϊδωνεὺς ἥρπασεν ἧς παρὰ μητρός· ἔδωκε δὲ μητίετα Ζεύς. σημαίνει δὲ τὸν Ἅιδην |
| α 470 | ἄϊδος κυνέην · νέφος τι καὶ ἀορασίαν· ἢ περιφραστικῶς τὴν περικεφαλαίαν· ἐν γὰρ αὐτῇ τοῦ Ἄρεως |
| α 471 | ἀϊδνές · Ἡσίοδος ἐν Θεογονίᾳ · φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος οὔρεος ἐν βήσσῃσιν ἀϊδνῇς παιπαλοέσσῃς. ἀϊδνόν δὲ τὸ ἀφανές, τὸ μὴ ἀϊδνές. νῦν δὲ συσκίων λέγει ναπῶν ἀπέσσυτο τοῖο ἄνακτος· ἢ κεραυνωθέντος τούτου τοῦ ἄνακτος λέγει, τουτέστι τῆς τυφώσεως ἀνεχώρησεν ἡ φλόξ· ἢ ἡ φλὸξ τοῦ ἄνακτος τούτου, τουτέστι τοῦ Διός, ἀπέσσυτο κεραυνωθέντος ἐπὶ τὰ ὄρη, ἅτινα ἠφάνισεν ἡ φλόξ. ἢ ἀϊδνός ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ ὕδωρ· ἀϋδρές καὶ τροπῇ τοῦ υ εἰς ι καὶ τοῦ ρ εἰς ν ἀϊδνές, ἢ τὸ α ἐπὶ τὸ πολύ |
| α 472 | ἄϊδι · Σέλευκός φησιν ἀπὸ τῆς Ἄϊς εὐθείας· ἀλλὰ τὰ εἰς δος Πάριδος Πάριος· τὴν δὲ Ἄϊδος γενικὴν εἴδω ἴδης καὶ κατὰ στέρησιν Ἀΐδης, ὁ ἀγνώστους ποιῶν, ἡ γενικὴ Ἀΐδου, ἡ δοτικὴ Ἀΐδῃ ὥσπερ ἀπὸ. τῆς ὑσμίνῃ δοτικῆς κατὰ μετάπλασιν ὑσμῖνι καὶ λιτῷ λιτί. τὸ δὲ ἀϊδής τὸ ἐπίθετον ὀξύνεται, τὸ οὐδέτερον ἀϊδές. οὕτως εὗρον ἐν Ἐπιμερισμοῖς |
| α 473 | ἄϊδρις · Ἡσίοδος · αὐτὸς δ’ ἀπαλήσεται ἄλλῃ χώρου ἄϊδρις ἐών· καὶ Ὅμηρος · ἀΐδρι φωτὶ ἐοικώς. ἔστι ῥῆμα εἴδω, τὸ σημαῖνον τὸ ἐπίσταμαι, ὁ μέλλων εἴσω, οἷον · εἴσομαι, εἴ κέ μ’ ὁ Τυδεΐδης κρατερὸς Διομήδης πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἦ κεν ἐγώ τὸν χαλκῷ. ἐξ αὐτοῦ γίνεται ῥηματικὸν ὄνομα εἶδις, ἄϊδρις, ἡ γενικὴ ἀΐδριος καὶ ἀΐδρεως ὥσπερ ὄφις ὄφεως, καὶ ἀΐδρεϊ καὶ ἀΐδρει· οὐ γὰρ δεῖται διὰ τοῦ δ κλιθῆναι, οὐ γάρ ἐστι παρώνυμον μακρᾷ παραληγόμενον, ὥστε ἁμάρτημα τὸ παρὰ τῇ Σαπφοῖ πολυΐδριδι καὶ παρὰ Σοφοκλεῖ ἴδριδα καὶ παρὰ Φρυνίχῳ ἴδριδες. οὕτως εὗρον σχόλιον ἐν Ὑποθέσει Ἰλιάδος |
| α 474 | ἀϊδρεία · ἡ ἀπειρία · οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται, οὐδέ τ’ ἀϊδρείῃ, ἐπεὶ οὐδέ με νήϊδά γ’ οὕτως ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε |
| α 475 | ἀϊκάς · ἐκ τοῦ ἀϊκή ὀξύνεται ἀϊκάς, ὡς ἰωκάς· τὸ δὲ ἰωκή ἀπὸ τοῦ ἀΐσσω. ἀπὸ δὲ τοῦ ἄϊξ δισυλλάβου ἄϊκας ἄϊκες δὲ αἱ ἐν τῷ πολέμῳ κλίσεις ἐφ’ ἑκάτερα, ἀπὸ τοῦ ἀΐσσω |
| α 476 | αἰώρα · ἑορτὴ Ἀθήνησιν, ἣν καλοῦσιν εὔδειπνον. λέγεται γὰρ Ἠριγόνην τὴν Αἰγίσθου καὶ Κλυταιμνήστρας θυγατέρα σὺν Τυνδάρεῳ τοῦ ἐλθεῖν Ἀθήναζε κατηγορήσουσαν Ὀρέστου· ἀπολυθέντος δὲ ἀναρτήσασαν ἑαυτὴν προστρόπαιον τοῖς Ἀθηναίοις γενέσθαι, κατὰ χρησμὸν δὲ ἐπ’ αὐτῇ συντελεῖσθαι τὴν ἑορτήν |
| α 477 | ἄϊκες · αἱ ὁρμαί, διὰ τοῦ ι · καὶ γὰρ πολλάκις ὁ μέλλων ἀποβάλλων τὸ ω ἀποτελεῖ ὄνομα· ἀΐσσω ἀΐξω ἄϊξ. ἄλλως τε τὰ εἰς ξ λήγοντα ὀνόματα ἀποστρέφονται γὴν ει δίφθογγον· τέττιξ πέρδιξ, οὕτως καὶ ἄϊξ. πρόσκειται «τὴν ει δίφθογγον» διὰ τὸ γλαῦξ καὶ Θρᾷξ καὶ αἴξ· λέγουσι δέ τινες, ὅτι τὸ λείξω ἔχει τὸ ξ πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι οὐ λήγει εἰς ξ τὸ γὰρ ξ οὐκ ἔστι ληκτικὸν ἀλλὰ ἀρκτικόν |
| α 478 | ἄϊστος · ὁ ἄγνωστος καὶ ἀφανής. καὶ εἰ μὲν σημαίνει τὸν ἀφανῆ, ἔστιν ἀπὸ τοῦ εἴδω, τὸ βλέπω, ὁ μέλλων εἴσω, ὁ παρακείμενος εἶκα, ὁ παθητικὸς εἶσμαι, καὶ ἐκ τοῦ τρίτου προσώπου τοῦ ἑνικοῦ γίνεται ἔϊστος καὶ ἄϊστος. εἰ δὲ σημαίνει τὸν ἄγνωστον, ἀπὸ τοῦ εἴδω, τὸ γινώσκω |
| α 479 | ἀϊστῶσαι · ἀπὸ τοῦ ἀϊστῶ, τοῦ σημαίνοντος τὸ ἀφανίζω, τοῦτο ἀϊστώσειαν ὥσπερ τύψειαν· τὰ γὰρ μὴ ἱστάμενα ἀφανῆ εἰσιν. σημαίνει δὲ τὸ ἀϊστῶσαι τὸ ἀφανίσαι |
| α 480 | ἄϊον · ἐπεὶ φίλον ἄϊον ἦτορ. ἐκ τοῦ ἀΐσσω, ὃ σημαίνει τὸ αἰσθάνομαι, ὁ παρατατικὸς ἄϊον, τὸ δὲ ἀΐω, ὃ σημαίνει τὸ ἀκούω, γίνεται ἐκ τοῦ ἰά, ὃ σημαίνει τὴν φωνήν |
| α 481 | ἀΐσθων · ἐκ τοῦ ἀΐω, οὗ ὁ μέλλων ἀΐσω, καὶ πλεονασμῷ τοῦ θ ἀΐσθω καὶ ἡ μετοχὴ, αἴσθων, καὶ μετάγεται εἰς ἐνεστῶτα τὸ αἴσθω |
| α 482 | ἀΐτης · ὁ ἐρώμενος· παρὰ τὸ ἀΐειν, ὅ ἐστι πνέειν, ὁ εἰσπνέων τὸν ἔρωτα τῷ ἐραστῇ. ἢ ὁμοιίτης τίς ἐστιν ὁ ἅμα τινὶ ἰὼν καὶ ὁμοῦ πορευόμενος, ὡς ἄλοχος ἡ ὁμόλεχος. γράφεται διὰ τοῦ ι τῷ χαρακτῆρι τῶν διὰ τοῦ ιτης οἷον πολίτης |
| α 483 | ἀΐτιας · χορδὰς ἐρωτικὰς σημαίνει. καὶ λέγει ὁ Ἡρωδιανὸς ἐν τῷ Καθόλου ὅτι ἀΐτιας ἐστὶ προπαροξυτόνως, ὥσπερ ἀπὸ τοῦ δεσπότης τὸ θηλυκὸν ἡ δεσπότις, οὕτως καὶ ἀπὸ τοῦ ἀΐτης τὸ θηλυκὸν ἡ ἀΐτις τῆς ἀΐτιδος, ἡ αἰτιατικὴ τῶν πληθυντικῶν τὰς ἀΐτιδας καὶ ἀποβολῇ τοῦ δ ἀΐτιας αὐτοί. λέγουσι δὲ οἱ περὶ Ὦρον, ὅτι εἰ ἦν ἀπὸ τῆς ἀΐτιδος, οὐκ ὤφειλεν ἀποβαλεῖν τὸ δ ἀΐτιας· τὰ γὰρ ἀπὸ τῶν εἰς ης γινόμενα θηλυκὰ οὐκ ἀποβάλλουσι τὸ δ. κρεῖττον οὖν παροξύτονον αὐτό, ἵνα ᾖ ὡσ ἀπὸ τοῦ ἀϊτία τῆς ἀϊτίας |
| α 484 | ἀΐω · Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις οὕτω φησίν · ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐγκάτθεο κόλπῳ δ’ ἄϊε δίκης μηδ’ ὕβριν ὄφελλε· ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ· οὐδὲ μὲν ἐσθλὸς ῥηϊδίως φερέμεν δύναται, βαρύθει δέ θ’ ὑπ’ αὐτῆς ἐγκύρσας ἄτῃσιν· ὁδὸς δ’ ἑτέρηφι παρελθεῖν κρείσσων ἐς τὰ δίκαια· δίκη δ’ ὑπὲρ ὕβριος ἴσχει ἐς τέλος ἐξελθοῦσα· παθὼν δέ τε νήπιος ἔγνω. σχόλιον. «ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ οὐδὲ μὲν ἐσθλός»· ἣν οὐδεὶς ἡδέως ἔχει ὑβριζόμενος οὔτε πένης οὔτε πλούσιος οὔτε μωρὸς οὔτε φρόνιμος, ἀλλὰ βαρέως φέρει ὁ ἐντυχὼν αὐτῇ. «ὁδὸς δ’ ἑτέρηφι παρελθεῖν κρείσσων εἰς τὰ δίκαια· δίκη δ’ ὑπὲρ ὕβριος ἴσχει»· ἄλλη ἐστὶ κρείσσων ὁδός, εἰ θέλεις ἀπελθεῖν εἰς τὰ δίκαια, τουτέστι εἰς τὰ δικαιότερα· ἡ δὲ δικαιοσύνη ὑπὲρ τῆς ὕβρεως ὑπερέχει. τὸ ἄλφα μετὰ τοῦ κ |
| α 485 | ἄκαινα · ἡ ῥάβδοσ, Ἀπολλώνιος · ὁ γεωργόσ ἐργατίνης ὥς τίς τε Πελασγίδι νῦσεν ἀκαίνῃ· ἔστι Θεσσαλικὴ ῥάβδος τὰ ὅρια τῆς γῆς τῶν Αἰγυπτίων καὶ καταβαίνοντος μάχη καὶ ἀμφισβήτησις τῶν Αἰγυπτίων περὶ τῶν ὁρίων τοσαύτη ἐγίνετο, ὥστε, τὰς ἑαυτῶν γαίας ἐγεωμέτρουν τῇ αὐτῇ ῥάβδῳ γεωμετροῦντες ὧν ἕκαστος τὴν ἰδίαν γῆν ἀπελάμβανε δίχα μάχης καὶ φόνου. ἐκλήθη οὖν ἡ ῥάβδος, ἐν ᾗ ἐγεωμέτρουν, ἄκαινα, ἡ στεροῦσα αὐτοὺς τοῦ καίνειν ἀλλήλους, ὅ ἐστι φονεύειν. λέγεται δέ, ὅτι Θεσσαλός τις εὑρεθεὶς «Πελασγίδι» εἶπεν ἀντὶ τοῦ «Θεσσαλικῇ» |
| α 486 | ἀκαδήμεον · γυμνάσιον· τόπος ἐστὶ πρὸ τοῦ ἄστεος τοῦ Ἑκαδήμου. οὕτως Ὧρος |
| α 487 | ἀκακήτης · ὥσπερ παρὰ τὸ γυμνής γυμνῆτος γυμνήτης οὕτως καὶ ἀκάκης ἀκάκητος ἀκακήτης |
| α 488 | ἀκαλήφη · ἔστι θαλάσσιον φυτὸν ἅπτεσθαι. οὕτως Μεθόδιος. ὅθεν καὶ τὸ λη η · τὰ γὰρ διὰ τοῦ ιφη τὸ δὲ κνήφη καὶ ἀκαλήφη, ἡ κνίδη, σεσημείωται διὰ τοῦ η γραφόμενα. οὕτως Θεόγνωστος |
| α 489 | ἀκαλανθὶς · κύων· ἴσως, παρὰ τὸ ἀκαλὸν θεῖν. οὕτως Ὠρίων |
| α 490 | ἀκαλός · ὁ ἥσυχος· ἔστιν ἦκα, τὸ ἠρέμα, ἐκ τούτου γίνεται παράγωγον ἤκαλος, ἀκαλός. οὕτως Ὠρίων |
| α 491 | ἀκούσματα πληθυντικῶς Ἀττικοί, τῷ δὲ ἀκροάματι κέχρηνται· ἀκούειν μέν φασιν, ἀκουστεῖν δὲ οὐκέτι· ἀλλ’ ἀκροατήν, καίτοι θεάσασθαί φασι καὶ θεατὴν ὁμοίως. λέγουσιν |
| α 492 | ἀκέραιον δύναμιν ἀντὶ τοῦ ἀκεραίαν καὶ βέβαιον κόλασιν καὶ φαῦλον πρᾶξιν καὶ ἄλλα θηλυκὰ ὀνόματα διὰ τοῦ α κοινῶς προφερόμενα Ἀττικοὶ διὰ τοῦ ος λέγουσι. ἀκαιρία καὶ ἀκαίρως · Δημοσθένης · «τὴν ἀκαιρίαν τὴν ἐκείνου». ἀκούσας ἥκειν. τόν δέ οὐδέ οὐχ ἥκιστα, οὐδ’ ὅλως μετὰ ῥήματος |
| α 493 | ἀκαλαρρείτης · ὄνομα ποταμοῦ, ὁ Ὠκεανόσ, οἷον · ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο. . ἐκ τούτου γίνεται ἤκαλος, ὁ ἥσυχος, καὶ προπαροξύνεται, ὡς τὸ πάσσαλος Τάνταλος κόβαλος. ἐκ δὲ τοῦ ἤκαλος ὁμοίως τῷ ἁπαλός ὁμαλός χθαμαλός. ἐκ τούτου οὖν γίνεται ἀκαλός ἀκαλά, ὡς ὁμαλός, ὁμαλά, ὡς παρὰ Ἡσιόδῳ · ἀκαλὰ προρρέων, ἀντὶ τοῦ ἡσύχως. ἐκ τούτου γίνεται ἀκαλαρρείτης, ὡς παρὰ τῷ ποιητῇ · ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο, ἀντὶ τοῦ ἡσύχως ῥέοντοσ, ὅθεν, οἷον βαθυρρείτης ἐϋρρείτης, οὕτως οὖν καὶ ἀκαλαρρείτης. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὴν Ὀρθογραφίαν |
| α 494 | ἀκαμαντοχάρμας · οὐκ ἔστι πλεονασμός, ἀλλὰ πλάνη· ἀκαμαντοχάρμας γάρ, καὶ ἐκτεταμένον ἦν τὸ α · νῦν δὲ συστέλλει, πλάνη ἄρα κλίσεως |
| α 495 | ἀκάματον · ἀκοπίαστον, ἰσχυρόν, μέγιστον · ὡς δ’ ὅτε σῦν ἀκάμαντα. παρὰ τὸ κάμνω κάματος καὶ ἀκάματος |
| α 496 | ἀκάμηνος · ἡ κάμηλος· παρὰ τὸ κάμνειν· ἢ κατ’ ἐπίτασιν ἀκάματος, πολύμοχθον γὰρ τὸ ζῷον |
| α 497 | ἀκαμύθιος · ἡ κύων· παρὰ τὸ αἰκάλλειν τοὺς ἰδίους δεσπότας. οὕτως Μεθόδιος |
| α 498 | ἄκανθα · ἀπὸ τοῦ ἐν τῇ ἀκῇ ἀνθεῖν, ἤγουν ἐν τῇ ὀξύτητι. ἢ παρὰ τὸ ἄκος θεραπείαν εἶναι τῆς ἄνθησ |
| α 499 | ἄκανθος · πόλις τῆς Μακεδονίας, ὅτι ἀντὶ ἐρυμάτων ῥάχαις περιβέβληται. οὕτως Μεθόδιος |
| α 500 | ἀκανθίς · στρουθίον ἐν ταῖς ἀκάνθαις καθήμενον, ὡς λέγουσιν. οὕτως Ὠρίων |
| α 501 | ἀκάμπιος · ὁ ἐπ’ εὐθείας, καμπὴν μὴ ἔχειν. οὕτως Μεθόδιος |
| α 502 | ἄκαρα · πόλις Ἄθυμβρος Κρής, τῷ γένει ἀπὸ Ῥαδαμάνθυος, παρὰ Καρσὶν οἰκήσας καὶ τιμηθεὶς μετῴκησεν Ἄθυμβρον. οὕτως Μεθόδιος |
| α 503 | ἀκαχμένον · ἀπὸ τοῦ ἀκή γίνεται ἀκάζω, τὸ ἀκονῶ, ὁ μέλλων ἀκάσω, ὁ παρακείμενος ἤκακα, ὁ παθητικὸς ἤκασμαι ἠκασμένον καὶ τροπῇ τοῦ ς εἰς χ ἠκαχμένον καὶ κατ’ Ἴωνας ἀκαχμένον |
| α 504 | ἀκαχίζεο · ἄχθου, λυποῦ· ἀπὸ τοῦ ἄχος ἀχίζω καὶ ἀκαχίζω κατὰ τροπήν |
| α 505 | ἀκαχείατο · ἀπὸ τοῦ ἀκαχῶ ἀκαχήσω ἠκάχηκα ἠκαχήμην, Ἰωνικῶς ἀκαχέατο καὶ πλεονασμῷ τοῦ ι ἀκαχείατο. οὕτως Ζηνόβιος |
| α 506 | ἀκεύμενον · ἀκῶ, τὸ θεραπεύω, ἀκέομαι ἀκοῦμαι, ἡ μετοχὴ ἀκεόμενος ἀκούμενοσ καὶ κράσει Δωρικῇ τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον ἀκεύμενον· · κόσμου προσηνῶς ἐξακεύμενον νόσον. ἰστέον δέ, ὅτι οἱ Δωριεῖς τὴν ου δίφθογγον κιρνῶσιν εἰς τὴν ευ οἷον τεῦ ἀντὶ τοῦ τοῦ, σεῦ ἀντὶ τοῦ σοῦ· οὕτως καὶ ἀκεύμενον. α |
| α 507 | ἀκούειν · τὸ ἀκροᾶσθαι, τὸ ὑπακούειν· Δημοσθένης · « προσήκατο προθύμως ἐθέλειν ἀκούειν», ἐπὶ τοῦ ἀκροᾶσθαι· ἐπὶ δὲ τοῦ ὑπακούειν· «καὶ γὰρ ἄηθες τοῦ κατακούειν τινός.» |
| α 508 | ἀκαχήμενος · ἰστέον, ὅτι τὸ ἀκαχήμενος οὐκ ἔστι παρακείμενος, ἐπεὶ ὤφειλε παροξύνεσθαι ὡς τὸ πεποιημένος, ἀλλ’ ἔστιν ἀπὸ τοῦ ἀκαχῶ ἀκάχημι, ὁ ἐνεστὼς παθητικὸς ἀκάχημαι· οἱ Αἰολεῖς γὰρ τὴν παραλήγουσαν οὐ συστέλλουσι· καὶ ἡ μετοχὴ ὁ ἀκαχήμενος. ἰστέον, ὅτι ἡ τοῦ παρακειμένου μετοχὴ ἀεὶ παροξύνεται, τῶν ἄλλων ἁπασῶν προπαροξυνομένων, οἷον τυπτόμενος τυφθησόμενος. δεῖ προσθεῖναι «χωρὶς εἰ μὴ πάθωσιν»· ἐὰν γὰρ πάθωσιν αἱ εἰς μενος μετοχαὶ τοῦ παρακειμένου μὴ οὖσαι ὑπὲρ τρεῖς συλλαβάς, ἀναβιβάζουσι, τουτέστι προπαροξύνονται, οἷον ἥδω ἧσμαι ἡσμένος καὶ ἄσμενος, καὶ πάλιν δεδεγμένος δέγμενος. πρόσκειται «μὴ οὖσαι ὑπὲρ τρεῖς συλλαβάς», ἐπειδὴ ἐὰν ὦσιν ὑπὲρ τρεῖς συλλαβὰς καὶ πάθωσι, τὸν αὐτὸν τόνον φυλάττουσιν, οἷον ἀκαχῶ ἀκαχήσω ἠκάχηκα ἠκάχημαι ἠκαχημένος καὶ ἠκαχμένος. τὸ γὰρ οὐτάμενος καὶ ἐληλάμενος ὁ Ἡρωδιανὸς οὐ δοξάζει κατὰ πάθος ἀπὸ τοῦ οὐτασμένος καὶ ἐληλασμένος, ἐπειδὴ ὡς ὄντα ὑπὲρ τρεῖς συλλαβὰς ὤφειλε τὸν αὐτὸν τόνον φυλάττειν, ἀλλὰ ἀπὸ τῶν εἰς μι λέγεται ταῦτα, ἀπὸ τοῦ οὔτημι καὶ ἐλήλαμι. ἵνα ὦσιν ἐνεστῶτες παθητικοί, ὡς τὸ ἵστημι ἵσταμαι καὶ ἱστάμενος |
| α 509 | ἀκαρής · ὁ ἐλάχιστος καιρός· ἐτίθεσαν δὲ κυρίως καὶ ἐπὶ οἱουδήποτε ἐλαχίστου· Μένανδρος · ὁρᾷς; ἀκαρὴς παραπόλωλας ἀρτίως· καὶ Ἀριστοφάνης · γυμνὸς θυράζων ἐξέπεσον ἐν ἀκαρεῖ χρόνῳ. παρὰ τὸν καιρὸν καὶ τὴν στέρησιν ἀκαίραιόν τι ὄν, κατ’ ἔλλειψιν ἀκάραιον, τὸ μὴ ἔχον. ἢ ὃ οὐ δύναταί τις κεῖραι διὰ σμικρότητα |
| α 510 | ἄκαστος · ὁ υἱὸς Εὐριπίδης · ἦ τ’ ἄρ’ Ἄκαστος οὐκ ἔστ’ ἐν ἀνδράσι εἰ μή ς’ ἀδελφῆς αἷμα τιμωρήσεται. παρὰ τὸ κάζω ῥῆμα, τὸ κοσμῶ · ἐνθ’ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς, καὶ κεκασμένος καὶ κασμός καὶ κόσμος, ὁ κόσμιος, καὶ ἐν συνθέσει Ἄκαστος, τοῦ α ἐπιτατικοῦ, ὁ πάνυ κεκοσμημένος |
| α 511 | ἄκατος · τὸ μέγα πλοιάριον· παρὰ τὸ ἄγω ἄξω ἦχα ἦγμαι ἦκται ἠκτός καὶ ἀκτός καὶ ἐν πλεονασμῷ τοῦ α ἄκατος, τὸ ὑποκοριστικὸν ἀκάτιον. ἢ ἀπὸ τοῦ ἀκτή γίνεται ἡ πελαγοδρομοῦσα. λέγεται καὶ ἐπακτρίς καὶ πορθμίς καὶ κάραβος |
| α 512 | ἀκέανος · εἶδος ὀσπρίου ὅμοιον φακῇ· παρὰ τὸ σκληρὸν εἶναι καὶ, θραῦσαι |
| α 513 | ἀκεσώδυνος · ὁ ἰατρός, ὁ τὰς ὀδύνας παύων· παρὰ τὸ ἀκῶ ἀκέσω καὶ τὸ ὀδύνη |
| α 514 | ἀκεσταί · εὐθεράπευτοι· αἱ τῶν ἀγαθῶν γὰρ φρένες ῥᾳδίως πρὸς τὸ κρεῖττον μετατίθενται |
| α 515 | ἀκέστωρ · παρὰ τὸ ἀκῶ ἀκέσω ἀκέστωρ· σημαίνει δὲ τὸν ἰατρόν |
| α 516 | ἀκερσεκόμης · παρὰ τὸ κείρω, ὁ μέλλων κερῶ, Αἰολικῶς, λείπω λειποτάκτης, μίξω μιξοπόλιος |
| α 517 | ἀκέραιος · ὁ ὑγιής· ἀπὸ τοῦ κέρας κεραῖος κεραία ζῴων καὶ μετὰ τοῦ στερητικοῦ α ἀκέραιος, ὁ ἀόργητος καὶ ἀβλαβής. ἢ ἐκ τοῦ κερῶ, τὸ μιγνύω, κιρνῶ καὶ ὥσπερ παρὰ τὸ πτῶ πταίω καὶ ἐν πλεονασμῷ τοῦ ν πταίνω καὶ κατὰ ἀναδιπλασιασμὸν παπταίνω καὶ τὸ περῶ περαίω περαίνω,. νέον περαίνεις τὸν φθαρέντα τῇ κτίσει, οὕτως καὶ παρὰ τὸ κερνῶ, τὸ κιρνῶ, κεραίνω κεραῖος καὶ μετὰ τοῦ στερητικοῦ α ἀκέραιος, ὁ μὴ ὑποκείμενος κακοῖς, ἀλλ’ ἁπλοῦς καὶ ἀποίκιλος. ἐξ οὗ καὶ τὸ κε ψιλόν· τὰ γὰρ ἀπὸ τῆς κε συλλαβῆς ἀρχόμενα διὰ τοῦ ε ψιλοῦ γράφεται, ὡς ἐπὶ τὸ πλεῖστον· καὶ μετὰ τοῦ φαίνω ἀκεραιοφάνης καὶ πλεονασμῷ τοῦ ι καὶ συγκοπῇ ἀκραιφνής ὁ καθαρός |
| α 518 | ἀκέων · ἡσύχως · βῆ δ’ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης· παρὰ τὸ μὴ χαίνειν γίνεται ἀχήν καὶ ἀκήν, οἷον · πάντεσ, ἀκὴν δ’ ἐγένοντο σιωπῇ·. καὶ ἐξ αὐτοῦ ἀκέων · ἀλλ’ ἀκέων δὴν ἧστο, ἀπὸ μεταφορᾶς τῆς ὀξύτητος τοῦ σιδήρου· ἀκή γὰρ ἡ ὀξύτης. οὕτως Ὠρίων. ἢ παρὰ τὸ κέω, τὸ κοιμῶμαι, κέων ἡ μετοχή · ὦρσο κέων, ὦ ξεῖνε, πλεονασμῷ τοῦ α |
| α 519 | ἀκή · πόλις καὶ ἐν αὐτῇ θεραπευθεὶς Ἀκήν προσηγόρευσε τὸν τόπον ἐκ τοῦ ἀκέσθαι, ὅ ἐστι θεραπεῦσαι |
| α 520 | ἀκηδία · ἔστιν ὄνομα Μακεδονικόν, γέγονε δὲ κατὰ πλεονασμὸν τοῦ κ ἀηδία γάρ. οὕτως Ὠρίων. ὁ τὰ Ἀργοναυτικὰ δει δίφθογγον, οἷον · μηδέ μ’ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες |
| α 521 | ἀκήν · ἐπ’ ἄκρας ἡσυχίας, οἷον · ὡς ἔφαθ’, οἳ δ’ ἄρα πάντεσ ἀκὴν ἐγένοντο σιωπῇ· παρὰ τὴν ἄγην, ἣ σημαίνει, ποιεῖν, γίνεται ἀκήν κατὰ τροπὴν. τοῦ γ εἰς κ. ἢ παρὰ τὸ μὴ χαίνειν γέγονεν ἀχήν καὶ ἀκήν, ἀχή τις οὖσα |
| α 522 | ἀκή · ἡ ὀξύτης τὴν ὀξύτητα |
| α 523 | ἀκηδής · ἀφρόντιστος, ἀνελεήμων, κηδεμόνα μὴ ἔχων· παρὰ τὸ κήδω γίνεται κηδής καὶ μετὰ τοῦ στερητικοῦ α ἀκηδής |
| α 524 | ἀκήδεστοι · ἀφρόντιστοι, κηδεμόνα μὴ ἔχοντες· ἐκ τοῦ κήδω, ὁ μέλλων κηδῶ, καὶ μετάγεται εἰς ἐνεστῶτα, ὁ μέλλων κηδέσω, ὁ παρακείμενος κεκήδεκα, ὁ παθητικὸς κεκήδεσμαι κεκήδεσται κηδεστός καὶ ἀκήδεστος |
| α 525 | ἀκήριον · ἀσθενές οἷον · ὀρθωθεὶς δ’ εὐνῆθεν ἀκήριον ἠΰτ’ ὄνειρον· παρὰ τὸ κήρ, ὅ σημαίνει τὴν θανατηφόρον μοῖραν |
| α 526 | ἀκήρατον · παρὰ τὸ γῆρας γήρατον καὶ μετὰ τοῦ στερητικοῦ α ἀκήρατον τροπῇ τοῦ γ εἰς κ οἷον ὁ μὴ γηρῶν. ἢ παρὰ τὸ κηραίνω· ὤφειλεν εἶναι ἀκήραντος |
| α 527 | ἀκηχέδαται · λυποῦνται · παρὰ νηυσὶν ἀκηχέδαται· παρὰ τὸ ἀχῶ γίνεται ἤχακα, ὁ μέσος παρακείμενοσ ἤχαδα ἤχασμαι ἤχασται καὶ Ἰωνικῶς ἠχάδαται, ἀκηχέδαται ὡς πέφρασται πεφράδαται. ὁ κανών· εἰ μέντοι εἴη τὸ κοινὸν τρίτον πρόσωπον τοῦ παθητικοῦ παρακειμένου διὰ τοῦ στ βαρυτόνως, τότε τὸ Ἰωνικὸν ἔχει πρὸ τοῦ αται τὸ χαρακτηριστικὸν σύμφωνον τοῦ μέσου παρακειμένου, οἷον πέφρασται πεφράδαται, ὅτι πέφραδα ὁ μέσος παρακείμενος, ἤχασται ἠχάδαται, ὅτι ἤχαδα ὁ μέσος παρακείμενος, καὶ ἀκηχέδαται. οὕτως Μεθόδιος |
| α 528 | ἀκήματα · φάρμακα· οἷον · ἀκήματα φάρμακα πάσσων καὶ ἐπὶ δ’ ἕλκεϊ λυγρῷ φάρμακ’ ἀκήματ’ ἔπασσε μελαινάων ὀδυνάων·. παρὰ τὸ ἀκῶ ἐντεῦθεν ἀκεστής καὶ ἀκέστρια καὶ ἐπίθετον ἀνήκεστον, οἷον · ἀνήκεστον λάβεν ἄλγος |
| α 529 | ἀκινάγματα · τὰ τινάγματα χειρῶν·. χειρῶν ἠδὲ ποδῶν ἀκινάγματα, κινήματά ἐστι καὶ ἐν πλεονασμῷ τοῦ α καὶ τροπῇ τοῦ η εἰς α καὶ ἐν πλεονασμῷ τοῦ γ ἀκινάγματα. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν |
| α 530 | ἀκιδνός · ὁ ἀσθενής, τοῦ δ καὶ καταβιβασμῷ τοῦ τόνου ἀκιδνός, ὁ μὴ κινούμενος. οὕτω Μεθόδιος |
| α 531 | ἀκιδαλίη · ὄνομα κρήνης· ἔστιν Ἀκίς, Ἀκίδαλος καὶ Ἀκιδαλία καὶ Ἀκιδαλίη. οὕτω Χοιροβοσκός |
| α 532 | ἀκινάκης · εἶδος ἀκοντίου, ἣ σημαίνει τὴν ὀξύτητα, καὶ παρὰ τὴν ἀκίδα, ὃ σημαίνει τὸ αὐτό, ἀλλήλοις τὸ δ εἰς ν ὡς ἐπὶ τοῦ Ἐρεχθεύς Ἐρεχθόνιος παρὰ τὴν ἔραν καὶ τὴν χθόνα. Ἡρόδοτος δὲ διὰ τοῦ ω μεγάλου ὠκινάκης ὠκύς. ἢ παρὰ τὸ ὠκύς καὶ τὴν ἀκὴν γίνεται ὠκινάκης. οὕτως Μεθόδιος |
| α 533 | ἀκίνητον · σημαίνει ὡσ ἐνταῦθα τὸν τάφον· Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις · μηδ’ ἐπ’ ἀκινήτοις καθίζειν, οὐ γὰρ ἄμεινον, παῖδα δυωδεκαταῖον, ὅ τ’ ἀνέρ’ ἀνήνορα ποιεῖ, μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται. σχόλιον· νόμος ἦν παρὰ Ῥωμαίοις τὸν τάφον μὴ κινεῖν, τουτέστιν ὀρύττειν. ποτὲ οὖν, φησί, μὴ ἐάσῃς τὸν παῖδά σου δωδεκαήμερον ἐπὶ τάφου καθέζεσθαι, ἐπεὶ καὶ ἀνὴρ ἐὰν ᾖ βλάπτεται πολλῷ μᾶλλον ὁ παῖς. ἄλλως· ἀγύμναστον μὴ ἐάσῃς τὸν παῖδά σου ἀπὸ δώδεκα ἐτῶν, οὐ μὴν οὐδὲ δωδεκάμηνον, ὅθεν καὶ τὸ ἀεὶ κινεῖν καὶ σαλεύειν τὰ παιδία |
| α 534 | ἀκίς · τὸ τοῦ βέλους σιδήριον, ὀξύτητα, ὅθεν κατ’ ἐπένθεσιν τοῦ μ ἀκμή· παρὰ τὸ ἀκή οὖν γίνεται ὑποκοριστικῶς ἀκίς ἀμνίς. οὕτω Μεθόδιος |
| α 535 | ἀκιώτατον · ἄσηπτον, σκώληξ. Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις · δοιὰ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον, αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώϊον οὕτω· εἴ χ’ ἕτερον γ’ ἄξαις, ἕτερον δ’ ἐπὶ βουσὶ βάλοιο· δάφνης ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες |
| α 536 | ἀκκίζεσθαι · «ἔτι τοῖς ὅπλοις ἀκκίζεται, ἔτι τῆς ὕβρεως ἔχεται», ἐπαίρεται, γυναικίζεται, θρύπτεται, ἢ μωραίνει· σημαίνει δὲ καὶ τὸν θέλοντα μέν, προσποιούμενον δὲ μὴ θέλειν. ἀκκισμοὶ γὰρ προσποιήσεις εἰσὶ καὶ ὑποκρίσεις, ἀπὸ Ἀκκοῦς τινος Σαμίασ μωρᾶς οὔσης τοσοῦτον ὡς καὶ τῷ ἐσόπτρῳ διομιλεῖν |
| α 537 | ἀκίχητα · ἀκατάληπτα, ἄγνωστα· ἀπὸ τοῦ κιχῶ κιχήσω ἀκίχητα, Αἰσχύλος · ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ ἀπαράμυθον ἔχει Κρόνου παῖς· παρὰ τὸ κίω, τὸ πορεύομαι· Ὅμηροσ ·. Ἕκτορ, σὺ μέν γ’ ὧδε θέεις ἀκίχητα διώκων ἵππους Αἰακίδαο δαΐφρονος, οἱ δ’ ἀλεγεινοί, ἀντὶ τοῦ δυσχείρωτοι |
| α 538 | ἀκλειῶς · ἀπὸ τοῦ κλέος ἀκλεής καὶ ἀκλειής· Ὅμηρος · μὴ μὰν ἀσπουδεί γε καὶ ἀκλειῶς ἀπολοίμην |
| α 539 | ἀκμαῖος · ὁ μὴ κάμνων πρὸς τοὺς πόνους· ἢ παρὰ τὴν ἀκμὴν τῇ ἡλικίᾳ |
| α 540 | ἀκμή · ἡ ἀκροτάτη ὀξύτης γίνεται ὄνομα ῥηματικὸν ἡκὴ ἰοῦσα· ἀκή οὖν καὶ πλεονασμῷ τοῦ μ ἀκμή. ἢ παρὰ τὸ κάμω γέγονεν ἐν συγκοπῇ κμῶ καὶ ἐξ αὐτοῦ κμή καὶ μετὰ τοῦ στερητικοῦ α ἀκμή, ἡ μὴ κάμνουσα, ὑποστῆναι |
| α 541 | ἀκμῆτες · μὴ κεκοπιακότες· παρὰ τὸ κάμω, συγκοπῇ κμῶ καὶ μετὰ τοῦ στερητικοῦ α ἀκμής· ῥεῖα δ’ ἀκμῆτες. ἢ παρὰ τὸ κάμω, ὁ δεύτερος ἀόριστος ἔκαμον καὶ ἐξ αὐτοῦ καμής καὶ μετὰ τοῦ στερητικοῦ α ἀκαμής καὶ ἀκμής. σημαίνει δὲ τοὺς ἀκμάζοντας καὶ τοὺς ἀσίτους |
| α 542 | ἄκμηνος · ὁ ἄγευστος · ἄκμηνος σίτοιο διὰ τοῦ η · ὁ γὰρ ἁπλῆν τὴν λέξιν παρὰ τὸ ἀκμήν λέγουσιν λέγουσιν, οἱ δὲ σύνθετον κατὰ στέρησιν τοῦ κοσμεῖν, ὥστε δηλοῦσθαι τὸν ἀτημέλητον· ἢ παρὰ τὴν ἀκτήν, ἥτις σημαίνει τὸν σῖτον. οἱ δὲ κατὰ περὶ τὰ σιτία |
| α 543 | ἄκμων · σημαίνει καὶ τοῦ Οὐρανοῦ τὸν πατέρα· οὐ γὰρ αὐτὸν γενεαλογοῦσι· Καλλίμαχος ·. τῷ περὶ δινήεντι Ἀκμωνίδην ἔβαλεν. εἴρηται δὲ παρὰ τὸ κάμνω ἀκάμνων τις ὤν αἰνιττομένων τὸ ἄκμητον αὐτοῦ τῆς περιφορᾶς, ἢ προλαμβάνοντες οὖν αὐτὸν ἄφθαρτός ἐστι· κεκμηκέναι γὰρ αὐτοὺς λέγομεν τοὺς τετελευτηκότας. τινὲς δὲ Ἄκμονα τὸν οἱ δὲ Ἄκμονα τὸν Αἰθέρα, Αἰθέρος δὲ υἱὸς ὁ Οὐρανός ἐστιν, οἷον · ἀκάματον πῦρ. οὕτως Μεθόδιος |
| α 544 | ἄκνηστις · ἡ ῥάχις· παρὰ τὸ μὴ δύνασθαι κνῆσαι αὐτήν τινα τῇ ἰδίᾳ χειρί |
| α 545 | ἄκοιτις · ἡ γυνή, ἡ ἐκ παρθενίας ἄλλης κοίτης μὴ πειραθεῖσα. ἢ ὁμόκοιτος. καταχρηστικῶς δὲ καὶ ἡ δευτέρου γάμου μετεσχηκυῖα |
| α 546 | ἀκοή · οὐχὶ ἀκουή· τὰ γὰρ εἰς ω λήγοντα καθαρὰ βαρύτονα ῥήματα μακρὰν ἔχοντα τὴν παραλήγουσαν ἐν τοῖς ῥηματικοῖς ὀνόμασι βραχεῖαν αὐτὴν ἔχουσιν, οἷον κονίω κονία, φύω φυή, ἀκούω, ἀκοή |
| α 547 | ἄκολος · ὁ μικρὸς ψωμός, ὁ μηκέτι κολούεσθαι δυνάμενος καὶ εἰς μικρὰ τέμνεσθαι |
| α 548 | ἀκόνη · ὁ λίθος τὸ κονῶ, τὸ ἐνεργῶ· ἢ παρὰ τὸ κονῶ, τὸ λεπτύνω καὶ φθείρω, τοῦ α ἐπιτατικοῦ ὄντοσ, ἡ διαφθείρουσα Εὐριπίδης · κατακονᾷ μὲν οὖν ἀβίοτος βίου· κονεῖν γὰρ τὸ λεπτύνειν, ὡς τὸ σπονδεῖν, τουτέστι κινεῖν ποιοῦσα. ἢ παρὰ τὴν ἀκήν, ὃ σημαίνει τὴν ὀξύτητα |
| α 549 | ἀκονητί · ἀπὸ τοῦ κόνις κονιτί καὶ ἀκονιτί, ἄνευ πόνου, οὗ τὸ ἐναντίον ἐγκονητί, μετὰ πόνου, κατὰ τροπὴν τοῦ π εἰς κ ἀπονητί καὶ Ἰωνικῶς ἀκονητί, ὡς τὸ πῶς κῶς, πότε κότε. ἀπὸ τοῦ κόνις |
| α 550 | ἀκόνιτον · βοτάνη δηλητηριώδης· ὅτι ἐν τοῖς Ἀκοναίοις ὄρεσι τῆς Μαρυανδυνίας, κονιοῦσθαι γὰρ καὶ τὸ παλαίειν· τὸ μὴ νικώμενον οὖν ὑπὸ τῶν πινόντων. καὶ Εὐφορίων θηλυκῶς λέγει τὴν βοτάνην. ἢ ἣν οὐδεὶς δύναται κονίσαι, τουτέστι νικῆσαι· κονιορτοῦνται γὰρ οἱ νικώμενοι τῶν παλαιστῶν. οὕτω Μεθόδιος |
| α 551 | ἀκοῦμαι καὶ ἀκέοντο · ἀπὸ τοῦ ἀκῶ, τὸ θεραπεύω · ἱδρῶ ἀπεψύχοντο, πίον τ’ ἀκέοντό τε δίψαν. καὶ ὄνομα ἀκεστής. παρὰ τὸ ἄχος ἰῶμαι. ἢ παρὰ τὴν ἀκήν, τὸ δι’ ὠξυμμένου σιδήρου θεραπεύειν· οὕτως γὰρ τὰς διὰ ὀξυτάτων ῥαφίδων ἰωμένας τὰς λαβίδας τῶν ἱματίων ἀκεστρίας φασί. καὶ ἀκέστωρ ὁ ἰατρὸς καὶ Ἀκεστορίδης κυρίως. οὕτω Μεθόδιος |
| α 552 | ἀκουός · Καλλίμαχος · ἀλλ’ ἐπακουοὺς οὐκ ἔσχεν, ἐπακούοντας |
| α 553 | ἀκούω · ἀπὸ τοῦ οὖς οἶμαι, οἷον · πάντα μὲν ἐν μεγάροις ἠκούομεν |
| α 554 | ἀκοστήσας · κριθιάσας· Ὅμηρος · ὡς δ’ ὅτε τις ἵππος στατὸς ἀκοστήσας ἐπὶ φάτνης, οἱονεὶ ἀχοστήσας, τουτέστιν ἐπὶ τῇ στάσει δυσχεράνας, ὅθεν ἐπι. φέρει · δεσμὰ διαρρήξας θείῃ πεδίοιο. ἢ ἀπὸ τοῦ ἀκοσταί, αἱ κριθαί, παρὰ τὸ ἄκος ἐμποιεῖν τοῖς ὀστέοις, ἵν’ ᾖ κριθιάσας, ἢ ὑψαυχενήσας καὶ ἀτιμαγέλης γεγονὼς παρὰ τὸ ἄγος ἀγοστήσ καὶ ἀκοστής κατὰ τροπὴν προηγεῖσθαι |
| α 555 | ἄκοσμα · ἀπρεπῆ, ἄτακτα, μωρά |
| α 556 | ἄκος · ἡ θεραπεία λέγουσιν. οὕτως Ὠρίων ἐγὼ δέ φημι· παρὰ τὸ ἄχος γίνεται ἄκος, ἵν’ ᾖ τὸ τὴν λύπην ἰώμενον |
| α 557 | ἀκόλαστος · κυρίως τὴν ἐπιθυμίαν. οὕτως Ὠρίων |
| α 558 | ἀκόρητος · ὁ ἀπλήρωτος· παρὰ τὸ κόροσ κορῶ κορέσω καὶ κορήσω κεκόρηκα κεκόρημαι κεκόρηται κορητός καὶ ἀκόρητος |
| α 559 | ἀκοντοδόκος · δοκιμάζειν λέγεται τὸ ἐπιτηρεῖν, καὶ δοκεύειν καὶ δοκεῖν, ὅθεν ἀκοντοδόκος |
| α 560 | ἀκολουθῶ · παρὰ τὸ κόλλη καὶ τὸ θέω, τὸ τρέχω· ἢ ἐκ τοῦ ἐλεύθω ἔλευθος |
| α 561 | ἀκρίσιος · ὁ ἥρως ἄκρας. οὕτως Μεθόδιος. ὁ δὲ Ὠρίων ἀπὸ τοῦ ἀκρίζω Ἀκρίσιος ὥσπερ παρὰ, καὶ Ἀκρίσιος, ὁ ἄκριτος καὶ ὠμός · Δανάης καλλισφύρου Ἀκρισιώνης. ἐκ τοῦ ἀκρίζω δὲ καὶ Εὐριπίδης · μόσχον ὑπερήκριζον |
| α 562 | ἄκρις · βαρυτόνως, χάρις |
| α 563 | ἀκριτόμυθε · ἄκριτε περὶ τοὺς λόγους καὶ ἄτακτε· παρὰ τὸ κρίνω κρινῶ κέκρικα κέκριμαι κέκριται κριτός καὶ τὸ μῦθος γίνεται ἀκριτόμυθος. καὶ ἀναβιβάζει τὸν τόνον· τὰ γὰρ εἰς ος δισύλλαβα ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον |
| α 564 | ἄκριας · τὰς ἀκρωρείας οἷον · αὐτίκα δ’ ἀκροτάτας ὑπερέσχεν ἄκριας ἀστήρ, ὁ ἥλιος. οὕτως Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά |
| α 565 | ἀκροθίνιον · ἀκροθίνια λέγονται αἱ ἀπαρχαί, κυρίως δὲ αἱ τῶν θινῶν ἀπαρχαί, ἤτοι τῶν σωρῶν, ἤδη δὲ καὶ ἀπὸ θήρας καὶ ἀπὸ ἄλλων τινῶν· παρὰ τὸν θῖνα, ὃ σημαίνει τὸν σωρόν, θινός, τῶν χρημάτων θίνιον καὶ ἀκροθίνιον |
| α 566 | ἄκρα · Ἰταλίας πόλις, κατά τινας Ἵδρουσα λεγομένη. ἔστι καὶ Συρακοσίων κτίσμα καὶ Ἀντιοχείας |
| α 567 | ἀκράγαντες · πόλις Σικελίας, ἀπὸ ποταμοῦ παραρρέοντος. φησὶ γὰρ Δοῦρις ὅτι αἱ πλεῖσται τῶν Σικελικῶν πόλεων ἐκ τῶν ποταμῶν ὀνομάζονται. οἱ δὲ ἀπὸ τοῦ Ἀκράγαντος, Διὸς καὶ Ἀστερόπης τῆς Ὠκεανοῦ, τὸ ἐθνικὸν Ἀκραγαντῖνος |
| α 568 | ἀκραιφία · πόλις Βοιωτίας |
| α 569 | ἀκρόπολις · καρόπολίς τις τῆς πόλεως |
| α 570 | ἀκρόπολις · πόλις Λιβύης, ἔστι δὲ καὶ Αἰτωλίας. ὁ πολίτης Ἀκροπολίτης, δύναται δὲ καὶ Ἀκροπολιεύς, ὡς Τετραπολιεύς |
| α 571 | ἀκροπόλοισιν · ἐπὶ οὐδετέρου· ὧν τὰ ἄκρα κινοῦνται |
| α 572 | ἀκρόκομοι · οἷον · Θρήϊκες ἀκρόκομοι, ἤτοι ἀκειρόκομοι. ἢ ἄκρως κομῶντες, τουτέστι μᾶλλον τῶν ἄλλων κομῶντες. ἢ τὰ ἄκρα τῶν κεφαλῶν κομῶντεσ. οὕτως Ὠρίων |
| α 573 | ἀκραής · ὁ ζέφυρος · ἀκραεῖ ζεφύρῳ· παρὰ τὸ ἄκρως ἄειν καὶ πνέειν |
| α 574 | ἀκράαντον · ἀτελείωτον, ἀπλήρωτον· κραίνω γὰρ τὸ ἐπιτελῶ, κρανῶ ὁ μέλλων, κέκρακα κέκραμαι κέκρανται κραντός καὶ ἀκράαντος πλεονασμῷ τοῦ α ποιητικῶς |
| α 575 | ἄκρητος · ἐκ τοῦ κερῶ, τὸ ἐπιχέω, ὁ μέλλων κεράσω, συγκοπῇ κράσω, κρατήρ καὶ κρητήρ· ἐκ δὲ τοῦ κεράσω γίνεται κρατός ἄκρατος καὶ ἄκρητος |
| α 576 | ἀκρατοκώθωνες · οἱ νέοι οἱ πίνοντες ἄκρατα ἐκ τῶν κωθώνων, ἐξ οὗ καὶ οἱ κώθωνες ἐκλήθησαν, ἐπεὶ ἐν τοῖς συμποσίοις τὸν ὅλον βίον διάγουσιν ἀκρατοποτοῦντες |
| α 577 | ἀκρωνία · πόλις |
| α 578 | ἄκρον · σημαίνει καὶ τὸ πέρας καὶ τὸ ἔξοχον· παρὰ τὸ ἄχρι, ὄν. οὕτως Μεθόδιος. ὁ δὲ Φίλων παρὰ τὸ ἀκήν ἄκερος καὶ ἐν συγκοπῇ ἄκρος |
| α 579 | ἀκρίς · ὀξυτόνως τὸ ζῷον στερητικοῦ α ἀκαρίς καὶ ἐν συγκοπῇ ἀκρίς, ἡ κάραν μὴ ἔχουσα τῶν ἀσταχύων καὶ τῶν φυτῶν νέμεσθαι. οὕτως Ὠρίων |
| α 580 | ἀκροκόλια, ἄρτοι, βολβοί, φακῆ |
| α 581 | ἀκρασία · παρὰ τὸ κερῶ κρῶ κράσω κρασία καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀκρασία· ἀκρασία γὰρ ἐμοὶ πᾶν τὸ περιττὸν καὶ ὑπὲρ τὴν χρείαν |
| α 582 | ἀκραγγές · ἀκρόχολον, ἀσθενές, χαλεπόν |
| α 583 | ἀκριβής · παρὰ τὸ κρύβω κρυβής καὶ μετὰ τοῦ στερητικοῦ α ἀκρυβής κατὰ τροπὴν τοῦ υ εἰς ι · καὶ γὰρ τὸν ἀκριβῆ καταγίνεται. οὕτως Ὠρίων καὶ Χοιροβοσκός |
| α 584 | ἀκροφύσια · τὰ ἀκροστόμια τῶν ἀσκῶν |
| α 585 | ἀκρόπειρος · ὁ πρῶτον τῶν ἀγώνων πειρώμενος |
| α 586 | ἀκροῶ · παρὰ τὸ ἀκούω ἀκοῶ καὶ ἀκροῶ, ὥσπερ σύρω συρῶ, κύρω κυρῶ |
| α 587 | ἀκρέμων · ὁ κλάδος· αὐτὸς, ἐτυμολογίαν. ἢ γὰρ παρὰ τὸ ἄκρον γίνεται ἀκρέμων ἀκρέμων ὁ ἐπ’ ἄκρου τοῦ δένδρου ὤν. ἢ παρὰ τὸ κρεμῶ κρέμων, ὁ κρεμώμενος. οὕτως Ὠρίων |
| α 588 | ἀκραιφνής · ὁ καθαρός, φαίνω ἀκεραιοφανής καὶ κατὰ συγκοπὴν ἀκραιφνής. Ἡρωδιανός φησι μὴ γίνεσθαι συλλαβῆς συγκοπήν, ἢ ἀκροφάνης καὶ ἀκραιφνής τοῦ ο εἰς α τραπέντος, ὡς ἐπὶ τοῦ μεσοπόλιος μεσαιπόλιος |
| α 589 | ἄκρατον · ἔστι ῥῆμα κεράω κερῶ, κεράσω ὁ μέλλων καὶ κατὰ συγκοπὴν κράσω, ὁ παρακείμενος κέκρακα, ὁ παθητικὸς παρακείμενος κέκραμαι κέκρασαι, τὸ τρίτον κέκραται καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν κράτος, ἀφ’ οὗ ὁ οἶνος κιρνᾶται |
| α 590 | ἀκροστόλιον · τὸ ἄκρον τοῦ στόλου· στόλος δὲ λέγεται τὸ ἐξέχον ἀπὸ τῆς πρύμνης, παραδίδωσι, λέγει δέ · ἄφλαστον μετὰ χερσὶν ἔχων |
| α 591 | ἀκρώρειοι · πόλις Τριφυλίας |
| α 592 | ἀκρήβης · ὀ ἄρτι ἀκμάζων |
| α 593 | ἀκοβολησαμένῳ · τῆς συμβολῆς ἐν τῷ πολέμῳ ἀρξαμένῳ. α |
| α 594 | ἀκτή · ἡ Ἀττικὴ εἰς θάλασσαν ἐκνενευκέναι· Ἀκτική οὖν καὶ τροπῇ Ἀττική· τὸ ἐθνικὸν Ἀκταῖος καὶ Ἀκταιΐς καὶ Ἀκτίτης. ἀκτὴ σημαίνει δύο· τὸν παραθαλάσσιον τόπον καὶ τὸν καρπόν. καὶ ἐπὶ μὲν οἷον · Δημήτερος ἀκτήν· ἐπὶ δὲ τοῦ παραθαλασσίου παρὰ τὸ κατάγνυσθαι καὶ κατακλᾶσθαι εἰς αὐτὴν τὰ κύματα. οὕτως Ὠρίων |
| α 595 | ἄκτιον. τὸν Πᾶνα Θεόκριτος εἴρηκεν· ἢ ὁ θηρατήρ, ἢ ὁ ἐπὶ ταῖς ἀκταῖς ὑπὸ τῶν ἁλιέων ἱδρυόμενος ἐκαλεῖτο |
| α 596 | ἄκτωρ · Μενοίτιος Ἄκτορος υἱός· ἄγω, παρὰ τὸ ἄγω οὖν ὁ παρακείμενος ἦκται, Ἄκτωρ, ὁ. διακομίζων, ἡ γενικὴ Ἄκτορος. ἔστι δέ, φασί, καὶ κύριον καὶ προσηγορικόν, ὅ φασί τινες, ὅτι ἀπὸ τοῦ ἄγω βαρυτόνου, ὃ σημαίνει τὸ κλῶ, ἐξ οὗ · ἄγεν ὀξέες ὄγκοι. καὶ ἄξον δὴ ἔγχος· ἄγω οὖν ἦκται Ἄκτωρ. φασὶ δὲ τὸν πατέρα τοῦ Ἄκτορος Ἀζέα πρὸς τὸν Γλαῦκον τὸν τοῦ Σισύφου διακομιζόμενον Ὀλύμπια κατεάξαι αὐτοῦ τὸ ἅρμα καὶ ἐπὶ τῇ πράξει ὀνομάσαι τὸν υἱόν |
| α 597 | ἀκτάζων · ἀντὶ τοῦκαὶ ἀκτάζω καὶ τροπῇ τοῦ τ εἰς κ ἀκτάζων, ὡς Ἀττική Ἀκτική· γίνεται δὲ παρὰ τὴν ἀκτήν |
| α 598 | ἀκταίνειν · τὸ μετεωρίζεσθαι ἦκται τρίτον πρόσωπον γίνεται ἀκτός, ἀφ’ οὗ καὶ ῥῆμα ἀκτῶ, ἀφ’ οὗ ἀκταίνω, ἡ μετοχὴ ἀκταίνων καὶ ἀκταῖνον μένος, τὸ ἀνάγον καὶ δυνάμενον ἀνορθοῦν |
| α 599 | ἀκταίωρος · παρὰ τὸ τὴν φυλάσσειν. οὕτως Μεθόδιος |
| α 600 | ἀκτίς · παρὰ τὸ ἄγω ἄξω ἦχα ἦγμαι ἦξαι ἦκται ἀκτίς, οἱονεὶ τοῦ ἡλίου πάνυ ἐστιν ἐκτεταμένη. ἢ ἀπὸ τοῦ ἀΐσσω, τοῦ σημαίνοντος τὸ ὁρμῶ, ὁ μέλλων ἀΐξω ἤϊχα ἤϊγμαι ἤϊξαι ἤϊκται καὶ ἐξ αὐτοῦ ἀκτίς, ἡ οὖσα ὁρμητική |
| α 601 | ἄκυτος · παρὰ τὸ κύω, ἁμαρτὼν περὶ σημαινομένου· δηλοῖ γὰρ ἡ λέξις ἐνεργητικὴν σημασίαν· ταῖς μὴ κυούσαις. οὕτω Μεθόδιος |
| α 602 | ἄκυθος · ἡ ἄγονος· Καλλίμαχος · οὐδ’ ἀγάλακτες ὄϊες οὐδ’ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι· παρὰ τὸ κύω, ἄκυθος· ἢ παρὰ τὸ κύω κυτός καὶ ἄκυτος καὶ τροπῇ τοῦ τ εἰς θ ἄκυθος καὶ ὡς λύω ὦρται ὀρτός καὶ ὀρθός· ἢ παρὰ τὸ κεύθω, τὸ κρύπτω ἢ παρὰ τὸ μὴ ἔχειν σπέρμα· κύθος γὰρ τὸ σπέρμα, κύθεται γὰρ καὶ κρύπτεται ἥ τε γονὴ καὶ τὸ κύημα ἐν τῇ μήτρᾳ. οὕτω Μεθόδιος. ἔστι δὲ καὶ κανόνα εἰπεῖν· τὰ διὰ Μίκυθος ὄνομα κύριον, μαμμάκυθος ὁ μωρός. οὕτως Θεόγνωστος |
| α 603 | ἄκυλος · ὁ τῆς πρίνου καρπός |
| α 604 | ἀκωκή · ἡ ὀξύτης τοῦ ω μεγάλου. ὁ κανών· τὰ διὰ σπάνια· ὀξύνονται μὲν δύο, ἀκωκή καὶ ἰωκή· τὸ Σεώκη βαρύτονον, ἔστι δὲ οἷον ἔδω ἐδή καὶ ἐδωδή, ἄγω ἀγή καὶ ἀγωγή· οὕτως οὖν καὶ ἀκή καὶ ἀκωκή |
| α 605 | ἄκτιον · πόλις Ἀκαρνάνων |
| α 606 | ἀκυληΐα · πόλις Ἰταλίας. καὶ Ἀκυλήσιοι |
| α 607 | ἀκυλῖνα · πόλις Ἰλλυρική |
| α 608 | ἄκυτος · νῆσος περὶ Κυδωνίαν τῆς Κρήτης. ὁ νησιώτης Ἀκύτιος. τὸ ἄλφα μετὰ τοῦ λ |
| α 609 | ἀλάβαστρον · ἡ μυροθήκη τις ὤν, οὗ λαβέσθαι ἀδύνατον διὰ λειότητα. οὕτως Μεθόδιος |
| α 610 | ἀλαζών · ὁ ἀπατεὼν, ἀλλ’ ἐξ ἀπάτης |
| α 611 | ἀλαίνω · τὸ πλανῶμαι· παρὰ τὸ ἄλη ἀλῶ παράγωγον ἀλαίνω, ὡς δρῶ δραίνω. οὕτως Μεθόδιος |
| α 612 | ἀλαλή · ὁ θόρυβος· παρὰ τὴν ἅλα, τὴν ἀεὶ ἠχοῦσαν, ἀλή καὶ ἐν διπλασιασμῷ ἀλαλή, ἐξ οὗ ἀλαλάζω καὶ ἀλάλαγμα καὶ |
| α 613 | ἀλαλητός · δύναται δὲ τὸ λαλητός κατὰ στέρησιν τοῦ λαλεῖν λέγεσθαι, ἢ κατ’ ἐπίτασιν, οἷον ὁ πολύλαλος |
| α 614 | ἀλαλκομενηΐς · ἐπίθετον Ἀθηνᾶς Ζεύς· ἡ ἀπαλεξητικὴν προθυμίαν ἔχουσα τὸ μάχεσθαι, ὅθεν ἀλκομένη ἀλαλκομένη καὶ Ἀλαλκομενηΐς ἐν διπλασιασμῷ, ὡς ἀτηρός ἀταρτηρός, ἔτυμος ἐτήτυμος, ἀτάλλειν καὶ ἀτιτάλλειν. ἢ ἀπὸ Ἀλαλκομενέως, καὶ Οἰνηΐς. οὕτως Μεθόδιος. ἢ. Ἀλαλκομενηΐς, ὅ ἐστιν ἡ ἀλαλκοῦσα τῷ μένει, ὅ ἐστι βοηθοῦσα τῇ δυνάμει· ἢ ἐν Ἀλαλκομεναῖς πόλει τῆσ Βοιωτίας ἱερόν· ἢ ἀπὸ τοῦ Ἀλαλκομενηΐου ὄρους τῆς Ἀττικῆς· ἢ ἀπὸ Ἀλαλκομενηΐου τραφεῖσα Βοιωτοῦ |
| α 615 | ἀλαλύκτημαι · τὸ ἀδημονῶ καὶ πεπλάνημαι· καὶ οἱ μὲν παρακείμενον, οἱ δὲ ἐνεστῶτά φασιν · οὐδέ μοι ἦτορ ἔμπεδον, ἀλλ’ ἀλαλύκτημαι. ἔστιν οὖν ἀτακτῶ, οὕτως ἀλυκτός ἀλυκτῶ, οὗ ὁ παρακείμενος ἠλύκτημαι καὶ Ἀττικῷ διπλασιασμῷ ἀλαλύκτημαι συστολῇ τοῦ η εἰς α · ἔθος δὲ τῷ ποιητῇ ποιεῖσθαι καὶ οὕτως μὲν παρακείμενον. εἰ δὲ ἐνεστῶτα, οὕτως λαμβανέτω· ἔστιν ὡς δέδεικται ἀλυκτῶ, οὗ παράγωγον τῶν εἰς μι ἀλύκτημι, οὗ ὁ. παθητικὸς ἐνεστὼς ἀλύκτημαι Αἰολικῶς, ἐκεῖνοι γὰρ καὶ ἐν διπλασιασμῷ Ἀττικῶσ ἀλαλύκτημαι, ἐπειδὴ γὰρ ὁ ποιητὴς πολλοῖς χρῆται Αἰολικοῖς καὶ τὴν ἀλάλην, σημαίνει δὲ τὸν θόρυβον, ἀλαλῶ, ἀφ’ οὗ ἀλαλύσσω τὸ τεθορύβημαι. οὕτως Μεθόδιος |
| α 616 | ἀλαός · ὁ τυφλός, ὁ ἐστερημένος τοῦ λάειν, ἤγουν βλέπειν· Ὅμηρος · ἀσπαίροντα λάων, ἀντὶ τοῦ βλέπων. ἢ παρὰ τὸ ἀλαῶ, τὸ πλανῶ, ἀλαός ὁ πλανώμενος. ἢ παρὰ τὸ ἀλάσαι, ὃ σημαίνει τὸ ἐλαττῶσαι, ὁ ἐλαττωθεὶς τοῖς ὀφθαλμοῖς. οὕτω Μεθόδιος |
| α 617 | ἀλαοσκοπιήν · οἷον · οὐδ’ ἀλαοσκοπιὴν εἶχ’ ἀργυρότοξος Ἀπόλλων, τουτέστιν οὐδὲ τυφλὴν τὴν κατασκοπὴν εἶχε, τουτέστιν οὐκ ἔλαθεν αὐτόν· ἀλαὸς γὰρ ὁ τυφλός |
| α 618 | ἀλαπάξαι · ἐκπορθῆσαι, κυρίως δὲ τὸ κενῶσαι· ἔστιν ἀλαπάζω ἀλαπάξω. παρὰ τὴν λάπαθον τῶν κυνηγετῶν γινομένους λαπάθους καλεῖ διὰ τὸ κεκενῶσθαι· παρὰ τὸ λα ἐπιτατικὸν μόριον καὶ τὸ πάθος, ἐτυμολογεῖται δὲ παρὰ τὸ λίαν ἄποθεν ἡμῶν ποιεῖν τὰ πάθη |
| α 619 | ἀλάστωρ · ὁ ἁμαρτωλὸς, καὶ φονέως, ἀπὸ τῆς ἐλάσεως ὁ ἄξιος τοῦ ἐλαύνεσθαι διὰ φόνον, ἢ ἀπὸ αὐτῷ λιτῆς μὴ καταξιούμενος ἀλάστωρ Ζεύς, ἐτυμολογεῖται ἀπὸ τοῖς τὰ ἀλαστὰ πάσχουσιν ἐπαμύνειν. ἢ ὁ τὰ ἀλαστὰ τηρῶν, τουτέστι τὰ χαλεπά· Μένανδρος, οἷον · ἀλάστωρ ἐγὼ καὶ ζηλότυπος. οὕτως εὗρον εἰς τὸ λεξικὸν τὸ ῥητορικόν, συμφωνεῖ δὲ αὐτῷ καὶ Μεθόδιος εἴς τινα |
| α 620 | ἀλαῶσαι · τυφλῶσαι· παρὰ τὴν ἄλην, ὅ ἐστι τὴν πλάνην, οἱ γὰρ τυφλώττοντες ἀλῶνται. κατὰ στέρησιν τοῦ λάειν, ὅ ἐστι βλέπειν. οὕτως Ὠρίων |
| α 621 | ἀλάλημαι · πεπλάνημαι · ἀλλ’ αὔτως ἀλάλημαι ἀν’ εὐρυπυλὲς Ἄϊδος δῶ. παρὰ τὴν ἄλην, τὴν πλάνην, γίνεται ἀλῶ παράγωγον ῥῆμα, ἐξ οὗ ἄλημι κατὰ μεταβολὴν συζυγίας Αἰολικῶς πρώτης, καὶ διπλασιασμῷ ἀλάλημι, ὁ παθητικὸς ἀλάλημαι καὶ ἀλάλησθαι. ὁμολογεῖ δὲ ἡ. μετοχὴ προπαροξυνομένη, ὅτι οὐκ ἔστι παρακείμενος· εἰ γὰρ ἦν παρακείμενος παροξύτονος ἦν. οὕτως Ζηνόβιος. ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν λέγει· ἀπὸ τοῦ ἄλημι ὁ παθητικὸς ἤλαμαι καὶ ὁ Ἀττικὸς ἀλήλαμαι, ἔνθεν τὸ ἀληλαμένοι περὶ κύκλον καὶ καθ’ ὑπέρθεσιν ἀλάλημαι |
| α 622 | ἀλαλκεῖν · ἀόριστος δεύτερος καὶ μέλλων· ἀλάλκω ἤλαλκον ἀλαλκῶ. ἀλαλκών · βοηθήσας, ἐπαμύνας· μετοχὴ δευτέρου ἀορίστου· ἀλάλκω γάρ ἐστι ὁ μέλλων ἀλάλξω, ὁ δεύτερος ἀόριστος ἤλαλκον καὶ ἀλαλκών. τὸ δὲ ἀλάλκω ἀπὸ τοῦ ἀλκή ἀλκῶ καὶ κατὰ ἀναδιπλασιασμόν |
| α 623 | ἀλαῖος · ὁ Ἀπόλλων· Φιλοκτήτης γὰρ παραγενόμενος εἰς Ἰταλίαν ἀπὸ συμβεβηκότος, ἐν ᾧ καὶ τόξον ἀπέθηκεν. οὕτως Ὦρος |
| α 624 | ἀλαστός · ἀπὸ τοῦ ἀλαστῶ ἀλαστεῖς, παρὰ δὲ τοῦτο ῥῆμα ἀλῶ, καὶ σημαίνει τὸ πλανῶ, γίνεται δὲ παράγωγον ἀλάζω, ὡς ἀνιῶ ἀνιάζω, βοῶ βοάζω, σκεδῶ σκεδάζω, πελῶ πελάζω, τὸ πλησιάζω, ἐκ δὲ τοῦ ἀλάζω καὶ ἐξ αὐτοῦ πάλιν ῥῆμα ἀλαστῶ, τὸ σημαῖνον μέθης ἄξια πράττων διὰ τὴν κακοπραξίαν. οὕτως Ὠρίων ἀλαστῶ |
| α 625 | ἄλαστα · τὰ κακὰ ἀντὶ τοῦ φευκτά. οὕτως Ὠρίων |
| α 626 | ἀλεκτρυών · καὶ ἐπὶ ἀρσενικοῦ καὶ θηλυκοῦ· ἀλέκτωρ δὲ ἐπὶ μόνου ἀρσενικοῦ, ἀλεκτορὶς δὲ θηλυκόν |
| α 627 | ἀλαστήσας · σχετλιάσας, δεινοπαθήσας· ἀπὸ τοῦ ἀλαστῶ ἀλαστήσω |
| α 628 | ἀλαπαδνός · ἀσθενής· παρὰ τὸ ἀλαπάζω, ὃ σημαίνει τὸ ἐκκενῶ καὶ πορθῶ, γίνεται, δυνάμεως· λάπαδνα γὰρ κυρίως βοτάνη κενωτικὴ γαστρός. οὕτως Ὠρίων |
| α 629 | ἀλαλάζειν · τὸ ἐν μάχαις λέγειν· παρὰ τὴν ἀλαλήν, ὃ σημαίνει τὸν θόρυβον, γίνεται ἀλαλάζω καὶ ἐξ αὐτοῦ ἀλάλαγμα |
| η 1 | ἠλακάτη Ἰωνικῶς· παρὰ τὸ ἄγω ἄξω ἦγμαι ἦκται γίνεται ὄνομα ῥηματικὸν ἄκτος καὶ, ἀκάτη καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς, ὥσπερ εἴωθε γίνεσθαι, ἀλακάτη, ἡ ἄγουσα τὸ ἔριον ἢ λίνον. οὕτως Ὠρίων |
| α 630 | ἄλγος · ἡ λύπη· ἀπὸ τοῦ ἀλεγίζω, τὸ φροντίζω ὀνομάζοι |
| α 631 | ἀλδήμιος ἢ ἄλδιος · ὁ Ζεύς, ἐν Γάζῃ τῆς Συρίας τιμᾶται· παρὰ τὸ ἀλδαίνω, τὸ αὐξάνω, ὁ ἐπὶ ἀλδήσεως τῶν καρπῶν |
| α 632 | ἀλδήσκω · τὸ αὐξάνω · τοίου δὲ πέρι θυμὸς ἰάνθη, ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση ληΐου ἀλδήσκοντος, καὶ ἀναλδήσκοντες ἀπὸ χθονός, ἀντὶ τοῦ ἀναδιδόμενοι, αὐξόμενοι. εἴρηται δὲ παρὰ τὸ ἀλῶ ἀλήσω ἀλήσκω καὶ πλεονασμῷ τοῦ δ ἀλδήσκω κατὰ μεταφοράν, τὸ γὰρ ἀληλεσμένον οὐκ αὐξάνει. ἢ παρὰ τὸ ἅλλεσθαι, τουτέστι πηδᾶν, κατὰ τὴν αὔξησιν. οὕτω Μεθόδιος |
| α 633 | ἀλδαίνειν · τὸ αὐξάνειν· παρὰ τὸ ἅλλεσθαι κατὰ τὴν αὔξην. οὕτω Μεθόδιος |
| α 634 | ἀλέγω · τὸ φροντίζω ἡ φροντίς. καὶ ἀλέγω μετὰ τοῦ ἐπιτατικοῦ α καὶ οὐκ ἀλέγω, τὸ οὐ φροντίζω, καὶ ἐπὶ κυρίου ὀνόματοσ, ὡς τὸ Οὐκαλέγων τε καὶ Ἀντήνωρ. ἀλέγω ἀλεγίζω, παράγωγον ἀλεγύνω · δαῖτ’ ἀλέγυνον |
| α 635 | ἀλεγεινός · οὐκ ἀπὸ τοῦ ἀλέγω ἀλεγεινός οὐδὲ ἀπὸ τοῦ ἐλεῶ ἐλεεινός, ἐπεὶ ὤφειλε διὰ τοῦ ι γράφεσθαι, οἷον τάχα ταχινός, ἀληθές ἀληθινός, χθές χθεσινός, πύκα πυκινός,. ἀλλ’ ἀπὸ τοῦ ἄλγος ἀλγεινός καὶ ἔλεος ἐλεεινός ὡς παρώνυμα καὶ γράφεται διὰ τῆς ει διφθόγγου |
| α 636 | ἀλεξῶ · παρὰ τὴν ἄλοχον· κυρίως τὸ τῇ γυναικὶ ἄλκω ἄλξω, πλεονασμῷ τοῦ ε ἀλεξῶ· τὰ δὲ ἀπὸ ἐνεστώτων ἐνεργητικῶν ἢ μελλόντων γινόμενα ὀνόματα ἐν τῇ συνθέσει τρέπουσι τὸ ω εἰς ι οἷον ἄρχω ἀρχιστράτηγος, αὔξω αὐξίφωτος, λύσω λυσίφωτος Λυσίστρατοσ, ἀλέξω ἀλεξίκακος |
| α 637 | ἀλεός · ὁ ἥρως ἀλεύω, καὶ ὥσπερ ἀπὸ τοῦ λοχεύω Λοχεός οὕτω καὶ ἀλεύω Ἀλεός. οὕτω Μεθόδιος |
| α 638 | ἀλεσούριος · εἶδος ἰχθύος αἰδοῖον, ὃ καὶ πνεύμων καλεῖται, οἷον ἁλὸς οὐρά, ἁλοσούριόν τι ὄν· οὐρὰν γὰρ καὶ τὸ αἰδοῖον εἰώθαμεν καλεῖν. οὕτως Μεθόδιος |
| α 639 | ἀλευάδα · εἴρηται ὡς φεῦ δᾶ· οἱ γὰρ Δωριεῖς τὴν γῆν λέγουσι δᾶν καὶ δίαν, ὡς καὶ τὸν γνόφον δνόφον· φεῦ δᾶ οὖν φεῦ γῆν οὕτως οὖν καὶ τὸ ἀλευάδα ἀλέου δῆ, τοῦ δῆ ἀντὶ τοῦ γῆ κειμένου. ἔστι δὲ καὶ ὄνομα κύριον ὁμοῦ ἐκφωνούμενον Ἀλευάδα, ὅστις ἦν ἥρως ὁ Ἀλεύας, πατὴρ Ἀργοῦς τοῦ Παντόπτου |
| α 640 | ἀλεωρή · ἡ φυλακὴ καὶ ἡ φυγή. ἡ μὲν φυλακὴ παρὰ τὴν ἀλέαν, ὃ σημαίνει τὴν θερμασίαν εὐπαραφυλάκτως. ἀλέω οὖν ἀλεωρή. οὕτως Μεθόδιος |
| α 641 | ἄλες · ἔστιν οὖν ἀολλέες, ὃ σημαίνει τὸ ὁμοῦ, ἀλέες καὶ ἄλες, ὡς καὶ παρὰ Καλλιμάχῳ ἐν Χωλιάμβοις · ἐς τὸ πρὸς τείχευς ἱερὸν ἁλέες δεῦτε, ἀντὶ τοῦ εἰς τὸ πρὸς τείχους ἱερὸν δεῦτε. οὕτως ὁ Χοιροβοσκός |
| α 642 | ἀλεώμεθα · ἐκκλίνωμεν, φεύγωμεν · Διὸς ἀλεώμεθα μῆνιν· παρὰ τὸ ἀλῶ πλανῶνται. οὕτως Μεθόδιος |
| α 643 | ἀλάβανδα · πόλις Καρίας, ἥ ποτε Ἀντιόχεια |
| α 644 | ἀλαβών · πόλις καὶ ποταμός |
| α 645 | ἀλαζών · ἔθνος ὅμορον τοῖς Σκύθαις |
| α 646 | ἁλαί · πόλις Βοιωτίας |
| α 647 | ἄλβα · πόλις Ἰταλίας |
| α 648 | ἀλβανία · χώρα |
| α 649 | ἀλβίων · νῆσος Βρεττανική |
| α 650 | ἄλγιδος · πόλις Ἰταλίας |
| α 651 | ἀλέα · πόλις Ἀρκαδίας. ὁ πολίτης Ἀλεός· λέγεται καὶ Ἀλεαῖος |
| α 652 | ἀλεξάνδρεια · πόλις |
| α 653 | ἀλευρόττησις · σήθω σήσω σῆσις, καὶ ἄλευρον ἀλευρόττησις, τὸ κόσκινον. οὕτως Φίλων |
| α 654 | ἀλεξίκακος · τοῦτο καὶ τὸ ἀλεξιφάρμακος ἀπὸ τοῦ ἀλέξω γέγονε καὶ τοῦ κακός, ἀλεξώκακος καὶ τροπῇ τοῦ ω εἰς ι ἀλεξίκακος |
| α 655 | ἀλεξητήριον · ἐκ τοῦ ἀλεξῶ ἀλεξήσω ἀλεξητήρ ἀλεξητῆρος ἀλεξητήριον· ἀπὸ δὲ τοῦ τρίτου προσώπου τοῦ παθητικοῦ παρακειμένου τοῦ ἠλέξηται γίνεται |
| α 656 | ἀλεύατο · καὶ ἀλεύατο πολὺν ὅμιλον, τὸ ἀλεύατο ἀντὶ τοῦ ἐφυλάξατο· εἴρηται δὲ ἀπὸ, ὥστε μεταφορικῶς |
| α 657 | ἀλετρίβανον · ὁ τριβεύς· παρὰ τὸ τρίβειν τοὺς ἅλας· ἁλοτρίβανον οὖν καὶ ἀλετρίβανον κατὰ τροπήν, ὡς κελαινοφές κελαινεφές ἀπὸ τοῦ κελαινόν καὶ τοῦ φῶς, οὐ γὰρ ἀπὸ τοῦ νέφος |
| α 658 | ἀλεγίζω · σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω· παρὰ τὸ ἀλέγω ἀλεγίζω |
| α 659 | ἀλετρεύουσα · ὀρφναίης ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ, ὅτι τὴν, οὖσαν ἐποίησε χαλκᾶς ἀλήθειν κριθάς |
| α 660 | ἀλεξιάρη · Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις · νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν· νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα. εὔχεσθαι Διὶ χθονίῳ Δημήτερί θ’ ἁγνῇ. σχόλιον· εὐσεβεῖν, ἀπαλεξήσουσα καὶ ἀπείργουσα ἄρουραν, τουτέστι κεκουφισμένην γῆν, ἁπαλήν |
| α 661 | ἀλέα · ἡ θερμασία· Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις · ἐν θυμῷ δ’ εὖ πάντα φυλάσσεο μηδέ σε λήθῃ μήτ’ ἔαρ γινόμενον πολιὸν μήθ’ ὥριος ὄμβρος. πὰρ δ’ ἴθι χάλκειον θῶκον καὶ ἐπ’ ἀλέαν λέσχην ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων ἴσχει, ἔνθ’ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλει. πολλὰ δ’ ἀεργὸς ἀνήρ. κακὰ προσελέξατο θυμῷ. ἐλπὶς δ’ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη. σχόλιον· πάριθι, παραπλήσιον δὲ τούτων ἐστὶν ἡ λέσχη. καὶ ἡ Μελάνθη πρὸς Ὀδυσσέα λέγει · οὐ θέλεις εὕδειν χάλκειον ἐς δόμον ἐλθών, ἤ που ἐς λέσχην· φησὶν οὖν, τὸν ἑαυτοῦ οἶκον. ἄλλως· ἀλέα λέγεται ὁ τόπος πάρελθε · πολλὰ δ’ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων, ἐλπίζων ἡ δὲ ἐλπὶς οὐκ ἀγαθὴ οὐδὲ ὠφέλιμος εἰς τὸν βίου χρείαν ἔχοντα ἄνδρα |
| α 662 | ἀλεξάνδρεια · τὰ διὰ τοῦ εια προπαροξύτονα, ὑπεσταλμένων τῶν διὰ τοῦ τρια ἀποστρέφονται τὸ ι · ἀδράνεια, ἀΐδρεια,. ἄδεια, ἄνθεια, θάλεια, ἀκράτεια. πρόσκειται «ὑπεσταλμένων τῶν διὰ τοῦ τρια » διὰ τὸ πανδοκεύτρια, Ἐρέτρια, λαικάστρια ἡ πόρνη. καὶ χωρὶς τοῦ πότνια, Λάμια, Πολύμνια, Ἰάμνια. Ὀλύμνια, ὄμπνια ἡ Δήμητρα, καὶ Ἀκυλήϊα ὄνομα πόλεως. τὸ Καλαβρία διάφορον. τὸ Θέσπεια ἐν μὲν τοῖς πληθυντικοῖς διὰ τοῦ ι βραχέος, οἷον Θεσπιαί, ἐν δὲ τοῖς ἑνικοῖς δίφθογγον. τὸ δὲ Αἰλία θηλυκόν. λέγεται ὅτι Ἀλεξάνδρεια καὶ Σελεύκεια οὐ προϋπῆρχε τῷ Ἀλεξανδρεύς καὶ Σελευκεύς· σεσημείωται γὰρ ἡ παραγωγὴ αὐτῶν ὀφείλουσα ἰσοσυλλαβεῖν. οὐκοῦν οὐκ ἀπὸ τοῦ Ἀλεξάνδρεια Ἀλεξανδρεύς, ἀλλὰ πρῶτον Ἀλέξανδρος εἶτα Ἀλεξανδρεύς ὡς Ταρσός Ταρσεύς· ὡς οὖν βασιλεύς βασίλεια, οὕτως Ἀλεξανδρεύς Ἀλεξάνδρεια |
| α 663 | ἀλεείνων · ἐκκλίνων, ἐκφεύγων· ἔστιν ἀλέα ἡ, εἰς τὴν θερμασίαν ἀπὸ τοῦ ψύχους ἐκφεύγω γράφονται, ἀλεείνω ἐρεείνω φαείνω πλὴν τοῦ ὀρίνω, καὶ ἕως τοῦ παρατατικοῦ κλίνεται |
| α 664 | ἀλεύω · σημαίνει τὸ ἀποφεύγω, τὸ ἀπὸ ψύχους εἰς θερμασίαν ἀποφεύγω· Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις · δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην· φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι ῥεῖα μάλ’, ἀργαλέη δὲ φερέμεν, χαλεπὴ δ’ ἀποθέσθαι. σχόλιον· ἀπόφευγε μέν ἐστι καὶ ἐλαφρῶς αὐτὴν λαμβάνεις, ἀλλὰ χαλεπή ἐστιν εἰσ τὸ φέρειν αὐτήν. ἄλλως· ῥᾴδιον γὰρ ἀγαθήν · φήμη δ’ οὔ τις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ λαοὶ φημίξουσι· θεός νύ τοί ἐστι καὶ αὐτή |
| α 665 | ἀλεύας · μετοχή· ἀλέω ἀλεύω, τὸ δὲ, ἀλεύας· καὶ ἀλεύατο κῆρα μέλαιναν. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν |
| α 666 | ἀλέρα · Ἐλάρα · Ἀλέρας γενεά παρὰ Σιμωνίδῃ ἡ Ἐλάρα. Ἀλέρα δὲ παρὰ Πινδάρῳ, οἷον · Ἀλέρας υἱόν. ὅτι τούτου τὸ πρῶτόν ἐστι πίστις ἐκ τοῦ Ἡσιόδου μετὰ πλεονασμοῦ τοῦ ι τὸ πατρωνυμικὸν εἰπών · Εἰλαρίδην ποτιτυον. ἐὰν γένηται Ἀλέρα, ὑπέρθεσις δηλονότι. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν |
| α 667 | ἀλέκτωρ · τὸ ζῷον τὸ κατοικίδιον· παρὰ τὸ ἀλέγω, τὸ κοιμῶμαι, οἷον · τῷ δ’ ἄρα παρκατέλεκτο γυνή· ῥηματικὸν ὄνομα, λέγεται, ὃν καὶ ἀκάμαντα λέγει Ὅμηρος ἐπεὶ ἄϋπνος τὸν συνήθη κίνησιν |
| α 668 | ἄλεται · εἰς ἵππους ἄλεται. ψιλοῦται, εἴτε ἐπὶ τοῦ ἐκκλίνειν τάσσεται, ὥς φησιν ὁ Ἀσκαλωνίτης εἴτε ἐπὶ τοῦ συστραφῆναι, ᾧ καὶ μᾶλλον συγκατατίθεμαι· ἔστι δὲ ἀόριστος δεύτερος. ἀλῶ, τὸ πλανῶ, ὁ δεύτερος ἀόριστος ἦλον καὶ ἄλον, ὁ παθητικὸς ἤλην καὶ ἄλην, ὁ μέσος δεύτερος ἀόριστος ἠλόμην καὶ ἀλόμην, τὸ ὑποτακτικὸν ἐὰν ἀλῶμαι, ἐὰν ἀλῇ, ἐὰν ἀλῆται καὶ συστολῇ τοῦ δὲ ἦλον δευτέρου ἀορίστου ἐστὶ τὸ δεύτερον ἦλες καὶ ἄλες, τὸ τρίτον ἦλε καὶ ἄλε, τὸ πρῶτον τῶν πληθυντικῶν ἤλομεν καὶ ἄλομεν καὶ κατὰ συγκοπὴν ἄλεν ὡς τὸ κοσμήθημεν κόσμηθεν, οἷον · οἳ δή τοι εἰς ἄστυ ἄλεν. τοῦ δευτέρου ἀορίστου ἡ μετοχὴ ἀλείς ἀλέντος |
| α 669 | ἀλειπής · πηγὴ ἐν Ἐφέσῳ οὕτωσ καλουμένη πλεονάζειν χειμῶνος ἢ θέρους. οὕτως Μεθόδιος |
| α 670 | ἀλείτης · σημαίνει τὸν ἁμαρτωλὸν καὶ ἄδικον καὶ γράφεται διὰ τῆς ει διφθόγγου, ὡς ἐνταῦθα · φάτο γὰρ τίσασθαι ἀλείτην, καὶ λέγει ὁ Χοιροβοσκὸς εἰς τὴν Ὀρθογραφίαν αὑτοῦ τὸν ἁμαρτωλόν, καὶ διὰ τῆς ει διφθόγγου γράφεται· τὰ γὰρ ἔχοντα τὸ ε ἐγκείμενον ἔχουσι τὸ ο ἀντιπαρακείμενον, οἷον σπείρω ἢ ὀλοθρεύω |
| α 671 | ἄλειφα · σημαίνει τὸ ἄλειφαρ, ἤγουν τὸ ἄλειμμα· ἀπὸ τοῦ ἀλείφω ἄλειφαρ καὶ κατὰ ἀποκοπὴν ἄλειφα. Ἡσίοδος ἐν Θεογονίᾳ · χερσὶ δ’ ὅ γ’ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφα. κλίνεται δὲ ἀλείφατος · ἐν δ’ ὠτειλὰς πλῆσεν ἀλείφατος ἐννεώροιο |
| α 672 | ἄλεισον · λέγεται ἀρσενικῶς, οἷον· γίνωσκε τὰ γράμματα καὶ τὸν ἄλεισον, Ἀριστοφάνης ἔστι δὲ εἶδος ποτηρίου. ἐτυμολογεῖται δὲ ἀθρόως. οὕτως δὲ οὐκ ἀκριβῶς λέγουσι τὸ γὰρ ἄλεισον διὰ διφθόγγου γράφεται δεύτερον δὲ καὶ τὸ πνεῦμα ἀντίκειται αὐτῷ· τὸ μὲν γὰρ ἄλεισον ψιλοῦται, τὸ δὲ ἅλις δασύνεται, εἰ δὲ, δασύνεσθαι καὶ γὰρ τὸ ἁπανταχοῦ ἐκ τοῦ ἅπας γενόμενον τὴν δασεῖαν ἐφύλαξε τοῦ ἅπας. ἄλλοι δὲ ἐστί, τὸ σημαῖνον τὸ ἀθρόον, οἷον ἐξ οὗ ἐστιν ἀθρόον πιεῖν. τούτοις δὲ ὁ χρόνος ἀντίκειται· τὸ μὲν γὰρ ἄλες μακρὸν ἔχει τὸ α τὸ δὲ ἄλεισον βραχύ, εἰ δὲ ἦν ἀπὸ τοῦ ἄλες ὤφειλε φυλάττειν τὸν μακρὸν χρόνον αὐτοῦ. κρεῖττον οὖν λέγει Ἀπολλώνιος ὁ τοῦ Ἀρχιβίου ὅτι παρὰ τὸ λεῖον στερητικοῦ, τὸ μὴ ὂν ὁμαλόν, ἀλλὰ περιφερές ψιλοῦται. οὕτως ὁ Χοιροβοσκός |
| α 673 | ἀλείσιον · τόπος ἡ κολώνη παράκειται |
| α 674 | ἀλείπτης · ἀπὸ τοῦ ἀλείφω ἤλειπται ὁ μὴ ἀλειφθείς, πλὴν τοῦ ἄλιπτα, Αἰολικῶς τὸ ἄλειμμα· εἰ δὲ, ἁπλοῦν γάρ ἐστιν ἀπὸ τοῦ ἀλείφω ἄλειφαρ καὶ ἄλειφα ὡς ἀπὸ τοῦ δέλω δέλεαρ. δεῖ δὲ γινώσκειν, ὅτι γέγραπται Διφίλῳ τῷ κωμικῷ δρᾶμα ἐπιγεγραμμένον Ἀλείπτρια. τὸ δὲ ἀρσενικὸν τὸ ἀλείπτης ἀπηγόρευται· ἀντὶ δὲ τοῦ ἀλείπτης παιδοτρίβης εἰώθασι λέγειν. ὁ δὲ Θεολόγος Γρηγόριος ἀλείπτης ἀρσενικῶς γράφει ἐν τῷ Εἰς τὸν μέγαν Βασίλειον ἐπιταφίῳ λόγῳ · «ὑπολειφθῆναι τοῖς ἄλλοις ἀλεῖπται τῆς ἀρετῆς.» ἐκ δὲ τοῦ ἀλείπτης φιλαλειπτῶ, οἷον · «οὐκ ἔστι πίστις ἐν ἀνδρὶ φιλαλειπτοῦντι καὶ περὶ τὰς παλαίστρας ἔχοντι καὶ πολυπραγμονοῦντι ὅ τι ἕκαστον τῶν μειρακίων» |
| α 675 | ἀληθινός · ζήτει εἰς τὸ ἀδινάων τὸν κανόνα |
| α 676 | ἀλήθω · τὸ ἐπὶ τῆς μύλης σῖτον ἢ κριθὴν ἀλευροποιεῖν· παρὰ τὸ ἀλῶ σημαίνει τῷ πρωτοτύπῳ. οὕτως Μεθόδιος |
| α 677 | ἀλησία · ἡ Ἀφροδίτη, ἱδρυμένη ποτέ. οὕτως Μεθόδιος |
| α 678 | ἀλήτης · ὁ Ἡρακλέος ἀπόγονος, Ἀλητίδαι εἴρηνται, ὅτι Ἱππότης διὰ τὸν Κάνοδος φόνον ἔσχεν αὐτόν |
| α 679 | ἀλήτης · σημαίνει δὲ τὸν πλανήτην· δεῖ δὲ γινώσκειν, ὅτι ὥσπερ τὸ κωμήτης καὶ πεδήτης καὶ πλανήτης καὶ κώμη κωμήτης, οὕτως καὶ ἀπὸ τοῦ ἄλη, ὃ σημαίνει τὴν πλάνην, γίνεται ἀλήτης. οὕτως Φίλων εἰς τὸ Ῥηματικὸν αὑτοῦ. ἀλίτης δὲ διὰ τοῦ ι γράφεται, εὗρον ἐγώ, καὶ σημαίνει τὸν ἁμαρτωλόν, ἀπὸ δέησιν |
| α 680 | ἀλήτης · τινὲς τὴν Ἠριγόνην τὴν Ἰκαρίου, οἱ. δὲ τὴν Φερσεφόνην, διότι τοὺς πυροὺς ἀλοῦντες πέμματά τινα προσφέρουσιν αὐτῇ. οὕτως Μεθόδιος |
| α 681 | ἄλη · ἔστιν ἡ πλάνη καὶ κατ’ ἀρχὴν ἀποβάλλει τὰ δύο σύμφωνα καὶ γίνεται ἄνη καὶ τροπῇ τοῦ ν εἰς λ ἄλη. ἢ παρὰ τὸ ἀλῶ, τὸ πλανῶ, τοῦτο παρὰ τὸ λῶ, τὸ θέλω κατὰ στέρησιν τοῦ α ἀλῶ· ὁ γὰρ πλανώμενος ἔνθα οὐ θέλει διάγει |
| α 682 | ἀλητεύω · ἐκ τοῦ ἀλήτης ἀλητεύω |
| α 683 | ἀλήϊον · οἱ μὲν ψιλοῦσιν ἀπὸ τῆς ἄλης τοῦ Βελλεροφόντου, οἱ δὲ ἐδάσυναν ἀπὸ τοῦ τοὺς ἅλας ἐκεῖσε πήγνυσθαι, ἅλιον καὶ Ἁλήϊον |
| α 684 | ἀλήϊος · πένης, ἄπορος· ἤτοι ἀπὸ τοῦ μὴ ἔχειν λήϊον, ἤγουν σιτοφόρον γῆν· ἢ ἀπὸ τοῦ μὴ ἔχειν λείαν, ἤγουν ἀγέλας τῶν προβάτων |
| α 685 | ἀλήμεναι · ἀθροισθῆναι καὶ συστραφῆναι· ὥσπερ παρὰ τὸ βῆναι γίνεται βήμεναι, οὕτως καὶ παρὰ τὸ ἀλῆναι ἀλήμεναι |
| α 686 | ἀλθαία · πόλις Ὀλκάδος, οἱ δὲ Ὀλκάδες πόλις Ἰβηρίας πλησιόχωροι Καρχηδόνος. τὸ ἐθνικὸν Ἀλθαῖος, ὡς Αἰαῖος, ἢ Ἀλθαιάτης, ἢ Ἀλθαιανός |
| α 687 | ἀλθαίνω · παρὰ τὸ ἄλθω ἀλθαίνω· ἢ παρὰ τὸ ἀλδαίνω, τὸ αὔξω, ἄλδειν γὰρ τὸ αὐξάνειν |
| α 688 | ἄλθαινος · ὄνομα ποταμοῦ |
| α 689 | ἁλίαρτος · πόλις Βοιωτίας· ἀρσενικὸν Ὅμηρος · ποιήενθ’ Ἁλίαρτον. τὸ ἐθνικὸν Ἁλιάρτιος ὡς Βοιώτιος |
| α 690 | ἁλιεῖς · πόλις Λακωνικὴ παραθαλασσία. τὸ ἐθνικὸν ὁμοίως, ὡς ἀπὸ τοῦ ἁλιεύς· τὸ θηλυκὸν Ἁλίας, καὶ Ἁλιακός τὸ κτητικόν |
| α 691 | ἁλικαρνασσός · πόλις Καρίας· ἀπὸ τοῦ ἅλιον περιέχεσθαι τὴν Καρίαν. λέγεται καὶ ἀρσενικῶς. ὁ πολίτης Ἁλικαρνασεύς, ὡς Ἀψυρτεύς. Ἀνδροτίων δὲ Ἁλικαρνάσιός φησι. καὶ Ἁλικαρνασίς θηλυκόν. καὶ Ἁλικαρνασοῖ τὸ τοπικόν, καὶ ἐκ τόπου Ἁλικαρνασόθεν |
| α 692 | αί · Ἁλικυ ι αῖος καὶ Ἁλικυ ι αία |
| α 693 | ἁλίκυρνα · κώμη Ἀκαρνανίας. ὁ οἰκήτωρ Ἁλικυρναῖος, ὡς Μηκύβερνα Μηκυβερναῖος |
| α 694 | ἄλινδα · πόλις Καρίας. ὁ πολίτης Ἀλινδεύς |
| α 695 | ἀλίμαλα · χωρίον Λυκίας. οἱ οἰκοῦντες Ἀλιμαλεῖς |
| α 696 | ἀλίνδοια · πόλις Μακεδονίας. ὁ πολίτησ Ἀλινδοιαῖος, ὡς Βεροιαῖος |
| α 697 | ἁλίσαρνα · πόλις Τρωάδος. ὁ πολίτης Ἁλισαρναῖος |
| α 698 | ἀλίφηρα · πόλις Ἀρκαδίας· ἀπὸ Λυκάονος παιδὸς Ἀλιφήρου. ὁ πολίτης Ἀλιφηρεύς. εὕρηται ἡ παραλήγουσα δίφθογγος |
| α 699 | ἀλκομεναί · πόλις ἐν Ἰθάκῃ, ἀφ’ ἧς Ἀλκομενεὺς ὁ Ὀδυσσεύς. ἔστι καὶ Ἰλλυρίας. τὸ θηλυκὸν Ἀλκομένεια |
| α 700 | ἀλλαλία · πόλις ἐν Κύρνῳ· κτίσμα Φωκαέων. τὸ ἐθνικὸν Ἀλλαλιαῖος |
| α 701 | ἀλλάντη · πόλις Μακεδονίας. τὸ ἐθνικὸν Ἀλλάντιος, ὡς Κυλλήνιος |
| α 702 | ἁλίαρτος · ἡ πόλις· ἢ ἐκ τῶν ἁλιέων καὶ τοῦ ἄρτου. λέγεται δὲ κτισθῆναι ὑπὸ Ἁλιάρτου τοῦ Θερσάνδρου. τὸ ἐθνικὸν Ἁλιάρτιος |
| α 703 | ἀλλαρία · πόλις Κρήτης. τὸ ἐθνικὸν Ἀλλαάιάτης |
| α 704 | ἀλμήνη · πόλις πρὸς τῷ Εὐξείνῳ Πόντῳ. τὸ ἐθνικὸν Ἀλμήνιος, ὡς Παλλήνιος· ἢ Ἀλμηνίτης, ὡς Σινωπίτης |
| α 705 | ἀλλόβρυγες · ἔθνος δυνατώτατον Γαλατικόν. διὰ τοῦ ι Ἀλλόβριγες λέγει. Χάραξ διὰ τοῦ ο Ἀλλόβρογες. Ἀλλόβρυξ δέ ἐστιν ἡ εὐθεῖα |
| α 706 | ἄλμων · πόλις Βοιωτίας. ἀπὸ τῆς Ἄλμωνος γενικῆς Ἀλμώνιος |
| α 707 | ἁλίσκεσθαι · ἐν συμφοραῖς καὶ ὑπὸ συμφορᾶς καὶ συμφορᾷ |
| α 708 | ἀλμωπία · χώρα Μακεδονίας, ἣν ᾤκει Ἄλμωπος. τὸ ἐθνικὸν Ἄλμωψ, καὶ Ἀλμώπιος, καὶ Ἀλμωπία |
| α 709 | ἀλγίων · κανών· τὰ εἰς ων καθαρὰ συγκριτικὰ τῷ ι παραλήγονται χωρὶς τοῦ χερείων πλείων μείων, οἷον ἀλγίων αἰσχίων βραδίων ταχίων ἡδίων διπλασίων τριπλασίων. καὶ πάντα διφοροῦνται κατὰ τὸν χρόνον· ἐκτείνουσι γὰρ καὶ συστέλλουσι τὸ ι. πρόσκειται «καθαρά» διὰ τὸ ἀμείνων κρείσσων ἥσσων μείζων. καὶ τὸ μὲν πλείων μείων διὰ τῆς ει διφθόγγου, ἐπειδὴ οἱ Δωριεῖς διὰ τοῦ. η γράφουσιν. ἄλλως τε τὰ εἰς ων συγκριτικὰ δισύλλαβα καθαρὰ διφθόγγῳ παραλήγονται· τέσσαρα μέν εἰσι ταῦτα, καὶ τὰ μὲν δύο ἐκφωνητὸν ἔχουσι τὸ ι τὰ δὲ δύο ἀνεκφώνητον, οἷον λῴων ῥᾴων. πρόσκειται «καθαρά» διὰ τὸ ἥσσων· πρόσκειται «δισύλλαβα» διὰ τὸ γλυκίων· τὸ δ’ ἀρείων καὶ χερείων ἀπὸ τοῦ ἄρειος καὶ χέρειος |
| α 710 | ἀλλά · τοῦτον τὸν σύνδεσμον παραλαμβάνομεν κόσμου ἕνεκα, ἀλλὰ οὗτος ὁ σύνδεσμος δοκεῖ προσκειμένοις τισὶν ἐπιφέρεσθαι, οἷον· «οὐκ ἐγὼ ταῦτα εἶπον, ἀλλ’ οὗτος», καὶ ἐν τῷ «οὐ μὴν ἀλλ’ ἔγωγε». ἄρχων δὲ λόγου ὁ ἀλλά σύνδεσμος θαυμασμόν τινα καὶ ἔκπληξιν εἰσάγει, οἷον · «ἀλλ’ ἔμοιγε δοκεῖ» |
| α 711 | ἄλλως καὶ ὠς ἄλλως · ἀντὶ τοῦ μάτην, οἷον · «οὐδ’ ἵνα ὡς ἄλλως ἀδολεσχῶ.» |
| α 712 | ἀλλ’ ὁτιοῦν ἢ τόδε · καὶ ἀλλ’ ὁτιοῦν τόδε, χωρὶς τοῦ ἤ |
| α 713 | ἀλλ’ οὖν · συντάσσεται ἐλλιπεῖ φράσει, οἷον · «ὅσα μὲν ὑπὸ Λακεδαιμονίων ἔπασχον οἱ Ἕλληνες, ἀλλ’ οὖν ὑπὸ γνησίων γ’ ὄντων»· ἐμφαίνει γάρ τι τοιοῦτον, εἰ καὶ μηδὲν ἕτερον ἀλλὰ τοῦτο γοῦν |
| α 714 | ἀλλ’ ὅ τι οἱ · τέσσαρα μέρη λόγου· ἀλλά σύνδεσμος, τὸ ὅ ἄρθρον, τὸ τί ὄνομα, τὸ οἱ ἀντωνυμία. α |
| α 715 | ἄλλοθι οὐδαμοῦ · οἷον · «καὶ ἐν κιθαριστοῦ καὶ ἄλλοθι πανταχοῦ,» καὶ πάλιν · «οὔτ’ ἐν λέξει, οὔτ’ ἄλλοθι οὐδαμοῦ.» |
| α 716 | ἄλλος · ὄνομά ἐστιν ἢ ἀντωνυμία. εἰσὶ μέν τινες λόγοι μὴ ἕλκοντες αὐτὸ ἀντὶ ἀντωνυμίας, ἀλλ’ ἀντὶ ὀνόματος, ἐπειδὴ ὃν τρόπον τὸ ἐκεῖνος καὶ οὗτος ποιοῦσι τὰ οὐδέτερα ἀποβολῇ τοῦ ν ἐκεῖνο καὶ τοῦτο, τὸν αὐτὸν τρόπον καὶ τὸ ἄλλος ἀποβολῇ τοῦ ν ποιεῖ τὸ οὐδέτερον ἄλλο. σεσημείωται δὲ τὸ ἄλλο τοῦτο καὶ τὰ ὅμοια. ἕτερος δέ ἐστι λόγος τοῦ μὴ εἶναι ἀντωνυμίαν, ἀλλ’. ὄνομα· ἡ γὰρ ἀντωνυμία ἀντὶ ὀνόματος παραλαμβάνεται, τὸ δὲ ἄλλο ἀόριστον. διότι τὸ οὗτος ἐκεῖνος καὶ τὰ λοιπὰ ἢ δεῖξιν σημαίνει ἢ ἀναφοράν, τὸ δὲ ἄλλο οὔτε δεῖξιν σημαίνει, οὔτε ἀναφοράν· καὶ ἔστιν ὄνομα. α |
| α 717 | ἁλμάδες · αἱ κολυμβηταὶ ἐλαῖαι |
| α 718 | ἀλοκίζειν · ἀροτριᾶν· ἄλοξ γὰρ ἡ αὖλαξ · μὴ σπεῖρε τέκνων ἄλοκα, Λάϊε, βίᾳ δαιμόνων. α |
| α 719 | ἁλοίη · ἁλῶ, τὸ πορθῶ, παράγωγον ἅλωμι ἁλώσω, ὁ δεύτερος ἀόριστος ἥλων, ἁλούς ἁλόντος, τὸ εὐκτικὸν ἁλοίην ἁλοίης ἁλοίη. α |
| α 720 | ἄλογοι · οἱ μήπω ἀνῃρημένοι τὸν ἔρανον ἐρανισταί, οἱ μὴ καταθέμενοι τοῦ ἐράνου τὴν καταβολήν |
| α 721 | ἁλόνησος · περὶ ἧς Φίλιππος καὶ Ἀθηναῖοι διεφέροντο. τὸ ἐθνικὸν Ἁλονήσιος, ὡς Προικονήσιος, καὶ Ἁλονησίτης, ὡς Χερρονησίτης |
| α 722 | ἄλος · πόλις Ἀχαΐας· ἀπὸ τῆς ἄλης τῆς συμβάσης τῷ κτίσαντι αὐτὴν Ἀθάμαντι οὕτως. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. τὸ ἐθνικὸν Ἀλεύς· Σοφοκλῆς δὲ Ἀλουσίους· τινὲς δὲ Ἀλίους ὡς Πύλος Πύλιος Πυλίουσ |
| α 723 | ἄλπεια · ἡ ἠϊὼν πρὸς ἄρκτον τῆς Τυρρηνίδος. οἱ κατοικοῦντες Ἄλπειοι καὶ Ἀλπεῖς καὶ Ἄλπεισ. καὶ Ἄλπεια ὄρη, καὶ Ἄλβαια καὶ Ἀλβία ἡ χώρα |
| α 724 | ἀλπηνός · κώμη πλησίον Θερμοπυλῶν. ὁμοίως Ἀλπηνοί |
| α 725 | ἄλπων · πόλις καὶ ὄρος ἐν Μακεδονίᾳ, ὁ πολίτης Ἀλπώνιος, ἡ χώρα καὶ ἡ γυνὴ Ἀλπωνία |
| α 726 | ἀλτός · χωρίον πλησίον Θεσσαλονίκης. τὸ ἐθνικὸν Ἄλτιος |
| α 727 | ἀλύαττα · χωρίον Βιθυνίας· ἀπὸ Ἀλυάττου. ὁ οἰκήτωρ Ἀλυαττηνός |
| α 728 | ἀλύβας · πόλις Θρᾴκης. τὸ ἐθνικὸν Ἀλυβάντιος |
| α 729 | ἀλύβη · ἐν ταύτῃ λέγεται τὴν Ῥέαν ἐλθεῖν. Ἀλυβαῖος καὶ Ἀλυβεύς καὶ Ἀλυβηΐς |
| α 730 | ἀλύζεια · πόλις Ἀκαρνανίας. Ἀλυζεύς Ἀλυζαῖος |
| α 731 | ἄλυκος · πόλις Πελοποννήσου. τὸ ἐθνικὸν Ἀλύκιος |
| α 732 | ἀλύχμη · ἐνταῦθα τιμᾶται Ἀλύχμιος Ἑρμῆς. τὸ ἐθνικὸν ὡς τὸ Βοίβη Βοίβιος, Ἀκτή Ἄκτιος, οὕτως Ἀλύχμη Ἀλύχμιος |
| α 733 | ἀλύη · τὸ τοῦ ἀρότρου ἐπικαμπὲς μέρος |
| α 734 | ἀλώϊον · πόλις Θεσσαλίας, ἣν ἔκτισαν οἱ Ἀλῳάδαι καθελόντες τοὺς Θρᾷκας. τὸ ἐθνικὸν Ἀλῳεύς |
| α 735 | ἁλώνη · νῆσος πρὸς τῇ Κυζίκῳ· λέγεται δὲ οὕτως ἀπὸ τοῦ ἐπινοῆσαι τοὺς ἐνοικοῦντας τὴν τῶν ἅλων ἐργασίαν. Ἁλωνήσιος |
| α 736 | ἀλωνίς · νῆσος καὶ πόλις Μασσαλίας. Ἀλωνίτης |
| α 737 | ἀλωπεκή · δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δημότης Ἀλωπεκεύς· τὸ δὲ τοπικὸν Ἀλωπεκῆθεν Ἀλωπεκῆδε Ἀλωπεκῆσι |
| α 738 | ἀλωπεκία · νῆσος. Ἀλωπεκιεύς ὡς Οἰχαλιεύς |
| α 739 | ἀλωπεκόννησος · πόλις τῆς Ἑλλησποντίας Χερρονήσου· λέγεται δὲ οὕτως, ὅτι, ὅτε ἔκτιζον τὴν πόλιν, ἀλώπηξ σκύμνον φέρουσα κατέθετο. Ἀλωπεκοννήσιος τὸ ἐθνικόν |
| α 740 | ἄλωρος · πόλις Μακεδονίας· ἔστι δὲ τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου. τὸ ἐθνικὸν Ἀλωρίτης, καὶ Ἀλωρῖτις γυνή |
| α 741 | ἁλῶναι ὑπὸ τούτων καὶ |
| α 742 | ἁλῶναι εἰς τοὺς πολεμίους οἷον · «ἑάλωμεν εἰς τοὺς πολεμίους.» |
| α 743 | ἁλιβδύειν · τὸ καταδύνειν εἰς θάλασσαν· μεταφορικῶς δὲ καὶ τὸ κρύβειν τὸ βδύειν Αἰολικῶς πλεονασμῷ τοῦ β · ὡς σίδη σίβδη, ἁλιδύειν ἁλιβδύειν· Λυκόφρων · εἱρκτῆς ἁλιβδύσασα λυγαίας δέμας |
| α 744 | ἁλιζῶνες · οἱ Βιθυνοί, ὅτι ἡ γῆ αὐτῶν θαλάσσῃ διέζωσται καὶ οἱονεὶ χερσόνησός ἐστιν ὑπὸ τοῦ Εὐξείνου καὶ τῆς Προποντίδος διεζωσμένη. ἢ διὰ τὸ ὑπερήφανον τοῦ πλούτου τροπῇ τοῦ α εἰς ι οὕτως ὠνομάσθησαν |
| α 745 | ἀλιμοῦς · δῆμος Ὅμηρος · καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον |
| α 746 | ἀλινδεῖσθαι · ἔστι κυλίω καὶ τροπῇ τοῦ υ εἰς α καὶ ἀποβολῇ τοῦ κ ἀλίω ἀλίσω ἤλισα ἀλίσαι, ὥσπερ Ἀριστοφάνης · ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε, ἀντὶ τοῦ κυλίσας. τὸ δὲ ἀλίω γίνεται ἀλίνδω, ὡς κυλίω κυλινδῶ, καὶ ἐν περισπάσει ἀλινδῶ ἀλινδήσω ἀλινδήθρα, ὡς κολυμβῶ κολυμβήσω κολυμβήθρα, οὐρήσω οὐρήθρα, τὸ δ’ ἀλινδήθρα σημαίνει τὴν κυλίστραν |
| α 747 | ἀλίωσεν · ἐκ τοῦ ἄλιον γίνεται περισπώμενον ῥῆμα ἀλιῶ ἀλιώσω ἠλίωσα, συστολῇ Ἰωνικῇ τοῦ η εἰς α ἀλίωσα, τὸ τρίτον ἀλίωσεν. τὸ δὲ ἄλιον σημαίνει τὸ μάταιον |
| α 748 | ἁλιτενής · ἐκ τῆς ἁλί δοτικῆς καὶ τοῦ τείνω τενής καὶ ἁλιτενής |
| α 749 | ἀλιτήριος · ἁμαρτωλός, ἄδικος. καὶ ἀλιτηρία ἡ Δημήτηρ καὶ ἀλιτήριος ὁ Ζεύς, ὅτι λιμοῦ συντόνου γενομένου τοὺς ἀλοῦντας ἐφύλαττον διὰ τὸ μὴ κλέπτειν τι τῶν ἀλουμένων· ὡς οὖν ἐπόπτας καὶ τηρητὰς τῶν ἀλουμένων τοὺς θεοὺς οὕτως ὠνόμαζον. ἢ ὅτι λιμοῦ καταλαβόντος ἥρπαζον ἀλούμενα τὰ ἄλευρα· ἀπὸ γοῦν ἐκείνων τοὺς πονηροὺς ἀλιτηρίους λέγουσι. παρέτεινε δὲ τὸ ὄνομα καὶ ἐπὶ τῶν μετὰ βίας τι ποιούντων |
| α 750 | ἀλιτήμων · ἀλίτω βαρύτονον καὶ ἀλιτῶ περισπώμενον· ἀπὸ γοῦν τοῦ ἀλιτῶ περισπωμένου ῥήματος ὁ μέλλων ἀλιτήσω, ἐξ οὗ καὶ τὸ ἀλιτήμων· Ὅμηρος · οὐ γάρ τι θεοὺς ἀλιτήμονας, ὁ παρακείμενος ἠλίτηκα, ὁ παθητικὸς ἠλίτημαι ἠλίτησαι ἠλίτηται, ἀλιτήρ ἀλιτῆρος ἀλιτήριος. ἀπὸ γοῦν τοῦ ἀλιτήσω γίνεται ἀλιτήμων, ὡς φιλῶ φιλήσω πεφίληκα πεφίλημαι φιλήμων καὶ νενόημαι νοήμων, οἷον · οὔτ’ ἄσκοπος οὔτ’ ἀλιτήμων. ἀπὸ γοῦν τοῦ ἀλιτῶ γίνεται ἀλιταίνω, ἐξ οὗ καὶ τὸ ἀλιτρός ἀλιτραίνω, ὡς φῶ φαίνω καὶ δρῶ δραίνω |
| α 751 | ἁλικαρνασός · διὰ τὸ πρὸς τῇ ἁλὶ τῆς Καρίας κεῖσθαι |
| α 752 | ἁλίαρτος · ἡ πόλις· ἢ ὅτι ἐκ τῶν ἁλιέων καὶ τοῦ ἄρτου. λέγεται δὲ κτισθῆναι ὑπὸ Ἀλεξάνδρου |
| α 753 | ἀλίαστον · σημαίνει τὸ ἀκατάπαυστον· παρὰ τὸ λιάζω, τὸ σημαῖνον τὸ ἐκκλίνω · ἀμφὶ δ’ ἄρα σφι λιάζετο κῦμα θαλάσσης, ὁ μέλλων λιάσω, ὁ παρακείμενος λελίακα, ὁ παθητικὸς λελίασμαι λελίασται, ῥηματικὸν ὄνομα λιαστός, ἐκκλίνοι. καὶ τὸ. λιαζόμενον ποτὶ γαίῃ, τουτέστι κλινόμενον ἐπὶ τὴν γῆν, ὥστε τὸ λιάζω δηλοῦν ποτὲ μὲν τὸ ἐκκλίνω, ποτὲ δὲ τὸ ἐκκλίνεσθαι. ἢ παρὰ τὸ ἀλῶ, ἀφ’ οὗ · ἀλεύατο, ἀλίζω, ὡς φοιτῶ φοιτίζω, κατὰ ὑπερβιβασμὸν λιάζω |
| α 754 | ἅλιος · νῦν ἐπίθετον· ἔστι καὶ κύριον · παρὰ τὸ ἅλς ἁλός ἅλιος, ὡς χθών χθονός χθόνιος καὶ πτύξ πτυχός πτύχιοσ |
| α 755 | ἅλιον · σημαίνει δὲ τὸ μάταιον· παρὰ τὸ ἅλς ἁλός ἅλιον, ὡς πτύξ πτυχός πτύχιον, οἱονεὶ τὸ εἰς θάλασσαν ῥιπτόμενον καὶ ἀφανιζόμενον. ἢ ἀπὸ μεταφορᾶς, εἰς πόσιν |
| α 756 | ἅλιας · ἅλις, καὶ πλεονασμῷ, εἰς ας ἐπίρρημα προπαροξυνόμενον, εἰ μὴ τοῦτο μόνον. τὸ δὲ αἴτιον τοῦ τόνου οὐκ ἄλλο ἀλλ’ ἢ ὁ πλεονασμός. ὀξύνεται ὡς ἐπὶ τοῦ ἑκάς ἐμπάς· ἢ παροξύνεται, ὡς τὸ ἀτρέμας |
| α 757 | ἅλις · τὸ πλῆρες καὶ κεκορεσμένον · αἱ μέν τ’ ἔνθ’ ἅλις πεποτήαται, αἱ δέ τ’ ἔνθα. ἔστι δύναται καὶ παρὰ τὴν ἅλα εἶναι |
| α 758 | ἀλίβας · ὁ νεκρός ὑγροί εἰσι, οἱ δὲ ἀποθανόντες ξηροί. σημαίνει καὶ ὄξος παρὰ Καλλιμάχῳ · ἔβηξαν οἶνον ἀλίβαντα πίνοντες· παρὰ τὸ μὴ λείβειν, ὁ μὴ λειβόμενος |
| α 759 | ἄλιπτα · παρὰ τὸ ἀλείφω ἄλιμμα, καὶ ἄλιπτα Αἰολικῶς |
| α 760 | ἁλιεύς · παρὰ τὸ ἁλός γέγονεν ἁλιής ἁλιεύς, ὡς Αἰακίδης Αἰακιδεύς |
| α 761 | ἀλκαία · ἡ οὐρά· κυρίως ἡ τῶν λεόντων διὰ τὸ εἰς ἀλκὴν αὐτὸν προτρέπειν |
| α 762 | ἄλκιμος · παρὰ τὴν ἀλκὴν ἄλκιμος |
| α 763 | ἄλκαρ · δύναμις, σωτηρία· παρὰ τὸ ἀλκή ἄλκαρ |
| α 764 | ἀλκή · ἀρκή τις οὖσα· τὸ γὰρ ἀρκεῖν κυρίως τὸ βοηθεῖν σημαίνει τροπῇ τοῦ ρ εἰ λ. ἢ παρὰ τὴν ἀκμήν, ὃ σημαίνει τὴν ἡλικίαν, τοῦτο δὲ παρὰ τὸ κμῶ, τὸ κοπιῶ, γίνεται· κμή καὶ μετὰ τοῦ στερητικοῦ α ἀκμή, ἡ μὴ ταχέως κάμνουσα καὶ κοπιῶσα ἀλλὰ φέρειν κόπους δυναμένης |
| α 765 | ἀλκμάν · παρὰ τὸ ἄλκιμος ἀλκιμάν καὶ ἐν συγκοπῇ Ἀλκμάν· κλίνεται δὲ Ἀλκμᾶνος |
| α 766 | ἀλκμάρες · τὸ ἀλεξητήριον, κατὰ πλεονασμὸν τοῦ μ · ἀλκάρες γάρ ἐστι τὸ ἀλαλκοῦν, τὴν βλάβην |
| α 767 | ἀλκμήνη · παρὰ τὴν ἀλκὴν ἀκμήνη καὶ πλεονασμῷ τοῦ λ Ἀλκμήνη |
| α 768 | ἀλκάος · ὃν γὰρ τρόπον οἱ Ἴωνες ἐκβάλλουσι τὸ ι τῶν κτητικῶν, ἤγουν τῆς ει διφθόγγου, τὸν αὐτὸν τρόπον καὶ οἱ Αἰολεῖς τῆς αι διφθόγγου ἐκβάλλουσι τὸ ι οἷον Θηβαῖος Θηβάος, ἀρχαῖος ἀρχάος, Ἀλκαῖος Ἀλκάος |
| α 769 | ἀλκυών · παρὰ τὸ ἐν τῇ θαλάσσῃ |
| α 770 | ἀλλόκοτον · τὸ ἀνόμοιον· ἀλλότοκον μὴ κατ’ αὐτό. ὡς τύπτω τύπτιλος καὶ πίτυλος, καὶ παρὰ τὸ σκέπτω σκεπτός καὶ σκέπος |
| α 771 | ἀλλάσσω · παρὰ τὸ ἄλλος ἀλλάσσω |
| α 772 | ἀλλοδαπός · ὁ ἀπὸ ἄλλου δαπέδου, ἤγουν γῆς, ὤν |
| α 773 | ἄλλως · σημαίνει τὸ ματαίως, οἷον · ἄλλως ἄρ’ ἐξηπατώμεθα ὑπὸ τῶν πρέσβεων, Ἀριστοφάνης. παρὰ τὸ ἠλός, τὸ μάταιος, οἷον · δαιμόνιε, φρένας ἠλέ. παρὰ τὸ ἠλῶς, τὸ ματαίως, καὶ διπλασιασμῷ τοῦ λ καὶ συστολῇ τοῦ η εἰς α ἄλλως· εἰώθασι γὰρ οἱ Δωριεῖς διπλασιάζοντες τὸ ἀμετάβολον συστέλλειν τὰς ὑποκειμένας συλλαβάς |
| α 774 | ἀλλότριος · ξένος· ἀλλοόριος καὶ κατὰ πλεονασμὸν τοῦ τ ἀλλότριος |
| α 775 | ἀλλ’ ἤ · σύνδεσμος διαζευκτικοῦ |
| α 776 | ἄλλος · ἀπὸ τοῦ ἄλαλος καὶ κατὰ συγκοπὴν οἷον « ἄλλος, οὐκ ἐγώ», «ἄλλος, οὐ σύ». ὅθεν γράφεται διὰ δύο λλ ἔστιν γὰρ Ἄλος πόλις Θεσσαλίας, καὶ γράφεται δι’ ἑνὸς λ. ἰστέον, ὅτι τοῦ ἄλλος κλητικὴ τῆς κλήσεως μάχεται τῷ σημαινομένῳ, καὶ αἱ κλητικαὶ τῶν πυσματικῶν, λέγω δὲ τοῦ τί ποῖος πόσος πηλίκος, ἐκλελοίπασιν, ἐπειδὴ τὰ πυσματικὰ περὶ ἀπόντων καὶ ἀγνοουμένων γίνονται προσώπων, αἱ δὲ κλητικαὶ παρόντων εἰσὶ προσώπων καὶ ἐγνωσμένων κλήσεις |
| α 777 | ἄλλιξ · σημαίνει τὴν χλαμύδα· παρὰ τὸ ἀλλάσσω ἀλλάξω ἄλλαξ καὶ ἄλλιξ |
| α 778 | ἅλμενος · ἐξαλλόμενος καὶ κατὰ συγκοπὴν ἅλμενος. τὸ θέμα ἅλλω, τὸ σημαῖνον τὸ πηδῶ |
| α 779 | ἄλλυδις ἄλλος · ἀντὶ τοῦ ἄλλος ἄλλῃ ὥσπερ καὶ ἄμυδις ἀντὶ τοῦ ἅμα |
| α 780 | ἁλμυρόν · ὥσπερ παρὰ τὸ τόλμη γίνεται τολμηρόν καὶ ἅλμη ἁλμυρός, ὡς τηρός τυρός. ἢ κυρίως κατὰ Ἀπολλώνιον |
| α 781 | ἄλμα · τὸ ἄλσος· λέγεται καὶ ὁ κλάδος παρὰ τοῖς Αἰολεῦσι. γίνεται δὲ παρὰ τὸ ἄλδω, τὸ αὐξάνω, ἐξ οὗ τὸ παράγωγον αὐτοῦ ἀλδαίνω, ὡς ἄλθω ἀλθαίνω, τὸ θερα. πεύω, οἷον · νοσοῦσαν ἀλθαίνοντα τὴν βροτῶν φύσιν. οἷον · μέλε’ ἤλδανε ποιμένι λαῶν. ὁ παθητικὸς παρακείμενος ἦλμαι, τὸ δεύτερον ἦλσαι, καὶ γίνεται ῥηματικὸν ὄνομα ἄλμα, δὲ ὁ ἀπ’ αὐτοῦ αὐξανόμενος, ἐκ τοῦ ἄλσος. ἔστι καὶ ἅλμα, τὸ πήδημα, δασυνόμενον, ὡς ἁπὸ τοῦ ἅλλομαι, τὸ πηδῶ |
| α 782 | ἅλμη · παρὰ τῆς ἁλός γενικῆς γίνεται, ἁλός ἅλη καὶ ἐν πλεονασμῷ τοῦ μ ἅλμη. πλεονάζει γὰρ τὸ μ ἐν πολλαῖς λέξεσιν, ὡς τύπανον, τὸ τυπτόμενον, τύμπανον, χρίπτω χρίμπτω, πίπλημι πίμπλημι |
| α 783 | ἄλξ · ἡ δύναμις· ἀπὸ τῶν εἰς κη θηλυκῶν κατὰ ἀφαίρεσιν, εἰς ξ ὡς φοινίκη φοῖνιξ, φρίκη φρίξ, κρόκη κρόξ, πυκνή Πνύξ, τὸ ἐν Ἀθήναις βουλευτήριον· ἔστιν οὖν ἀλκή, ἄρσει τοῦ η καὶ τροπῇ τοῦ κ εἰς ξ ἄλξ |
| α 784 | ἀλογήσει · λόγον οὐ ποιήσει· λόγος, ἀλογῶ, ἀλογήσω. ἰστέον δέ, ὅτι τὸ λέγω ἐν συνθέσει τρέπει τὸ ε εἰς ο καὶ περισπᾶται, εἰ μὴ ἐν προθέσει συντεθῇ. οἷον ἀλογῶ πολυλογῶ κακολογῶ μακρολογῶ. πρόσκειται «εἰ μὴ ἐν προθέσει συντεθῇ» διὰ τὸ ἐκλέγω διαλέγω ἐπιλέγω ἀντιλέγω καταλέγω προλέγω· συνηρίθμηται τούτοις καὶ τὸ ἀλέγω, τὸ φροντίζω |
| α 785 | ἀλοιμός · τὰς χρίσεις Σοφοκλῆς · μαριεὺς ἀλοιμός, ἡ ἐπάνω τῆς τοῦ θαλάμου γανώσεως ἐνιεῖσα ἐπάλειψις, καθάπερ ὡσανεὶ πετάλωσις οὖσα ἐν αὐτῷ· ὡς οὖν λείπω λοιμός, οὕτως ἀλείφω ἀλοιμός |
| α 786 | ἀλοιτός · ὁ ἁμαρτωλός· παρὰ τὸ ἀλιτῶ ἀλιτός. ἢ ὁ ἀνδροφόνος· παρὰ τὸ ἀλοιᾶν, τὸ τύπτειν, ἔνθεν καὶ πατραλοίας |
| α 787 | ἀλοία · ἔτυπτε· παρὰ τὸ ἀλοιῶ δευτέρας συζυγίας τῶν περισπωμένων ὁ παρατατικὸς ἠλοίαον ἠλοίων, ἠλοίαες ἠλοίας, ἠλοίαε ἠλοία καὶ συστολῇ ἀλοία· ἐξ οὗ καὶ πατραλοίας, ὁ τὸν πατέρα τύπτων |
| α 788 | ἄλοξ · ἡ αὖλαξ, οἷον · μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ· παρὰ τὸ αὖλαξ ἐλλείψει τοῦ υ καὶ τροπῇ τοῦ α εἰς ο ἄλοξ |
| α 789 | ἀλόπη · χώρα, ἡ καλουμένη Κία πρὸς τῇ. Ἐφέσῳ· ἀπὸ τοῦ ἐν τῷ παραλίῳ αὐτῆς πρῶτον αὐτομάτως ἅλας πηχθῆναι. ἢ πόλις Θεσσαλίας ἀπὸ Ἀλόπης τῆς Κερκύονος · ὁ πολίτης Ἀλοπίτης καὶ Ἀλοπεύς |
| α 790 | ἁλοσύδνη · καὶ ἐπ’ αὐτῆς τῆς θαλάσσης λέγεται, καὶ Ὅμηρος · νέποδες καλῆς ἁλοσύδνης. λέγεται καὶ ἐπιθετικῶς ἐπὶ τῶν φωκῶν. γίνεται δὲ ἀπὸ τῆς ἁλός γενικῆς καὶ τοῦ δύνω ἁλοσδύνη γενικὴν ἁλόσυνος καὶ τὸ θηλυκὸν ἁλοσύνη καὶ πλεονασμῷ τοῦ δ ἁλοσύδνη, ὥσπερ καὶ τὸ γηθόσυνος γηθοσύνη |
| α 791 | ἀλλοδαπός · ὁ ξένος, ὁ ἀπὸ ἄλλου δαπέδου ὤν |
| α 792 | ἁλουργίς · ἐκ τοῦ ἅλς ἁλός καὶ τοῦ. ἔργον· ἡ ἀπὸ τοῦ θαλασσίου κόχλου γινομένη |
| α 793 | ἄλοχος · κυρίως ἄπειρος. ἢ ὅτι λέχος σημαίνοντος τὸ ὁμοῦ ἢ ἅμα, γίνεται ἄλοχος, ἡ ὁμόκοιτος, οἱονεὶ τοῦ ἀνδρός |
| α 794 | ἄλπιος · Ἄλπιον ἢ παρὰ τὸ ἄλτον, ὅ ἐστιν ὑψηλόν |
| α 795 | ἄλσος · παρὰ τὸ ἄλδω, τὸ αὔξω, ἄλσω ἄλσος. ἢ παρὰ τὸ ἄρδω, ὁ μέλλων ἄρσω, ἐξ αὐτοῦ ἄλσος. ἄλδω δέ, τὸ αὐξάνω, ἀφ’ οὗ παράγωγον ἀλδαίνω, ὡς αὔξω αὐξάνω, καὶ ὡς ἀπὸ περισπωμένου ἀλδήσω καὶ ἀλδήσκω. ἢ παρὰ τὸ ἄλλω τὸ ἀλλόμενον, ἄλλος, καὶ διὰ τὴν συνέμπτωσιν γίνεται ἄλσος |
| α 796 | ἅλς · ἡ θάλασσα· παρὰ τὸ, ἠθροισμένον. τινὲς δὲ λέγουσιν ἀπὸ τοῦ οὐδετέρου ὀνόματος γεγενῆσθαι τὸ ἀρσενικὸν κατὰ συγκοπὴν τοῦ α ὥσπερ καὶ ἀπὸ τοῦ κάρηνον οὐδετέρου γέγονε κατὰ ἀποκοπὴν κάρη. ἰστέον δέ, ὅτι τὸ ἅλς ὅτε μὲν θηλυκῶς λέγεται δηλοῖ τὴν θάλασσαν καὶ ἕως τῶν ἑνικῶν κλίνεται, οὐχ ὅτι μία ἐστὶν ἡ θάλασσα, πολλαὶ γάρ εἰσιν, οἷον ἡ Ἐρυθρά, ἡ Νεκρά, ἀλλ’ ὅτι ἐν χρήσει οὐχ. εὕρηται αὐτῆς οὔτε δυϊκὰ οὔτε πληθυντικά, ὅτε δὲ τὸ ἁλμυρὸν δηλοῖ, ὅπερ ἐν τῇ κοινῇ συνηθείᾳ οὐδετέρως ἅλας φαμέν, ἀρσενικὸν λέγεται καὶ δι’ ὅλου κλίνεται, οἷον · οὐδέ θ’ ἅλεσσι μεμιγμένον ὕδωρ |
| α 797 | ἆλτο · ἅλλω, τὸ πηδῶ, ὁ μέλλων ἁλῶ, ὁ ἀόριστος ἧλα, ὁ μέσος ἡλάμην ἥλω ἥλατο καὶ ἐν συγκοπῇ ἆλτο συστολῇ τοῦ η εἰς α Ἰωνικῶς· οὐ γὰρ αὔξουσιν ἐν τοῖς παρῳχημένοις οἱ Ἴωνες. καὶ ψιλοῦται· τὰ γὰρ κατὰ συγκοπὴν γινόμενα ψιλοῦνται, ἥλατο ἆλτο, ἁρμόσαντες ἄρσαντες· ἢ ὅτι οἱ Ἴωνες ψιλωταί εἰσιν, οἷον ἀφηλιώτης ἀπηλιώτης, ἄνεμος ὁ ἀνατολικός, ἀνθ’ Ἅιδου ἀντᾴδου |
| α 798 | ἀλύσκω · οὐκ ἔστιν ἐκ τοῦ ἀλύω· τὸ μὲν ἀλύω σημαίνει τὸ ἀδημονῶ καὶ ἀπορῶ ἢ τὸ χαίρω, τὸ δὲ ἀλύσκειν τὸ ἐκκλίνειν καὶ ἀποφεύγειν δηλοῖ. ἔστιν οὖν ἐκ τοῦ λύω, τοῦ α ἢ κατὰ πλεονασμὸν ἢ κατ’ ἐπαύξησιν λαμβανομένου, ὁ μέλλων ἀλύσω, καὶ ἐν πλεονασμῷ τοῦ κ ἀλύσκω, ὡς μεθύω μεθύσω μεθύσκω, ὁ μέλλων ἀλύξω ὑπερθέσει τοῦ κ ἤλυξα καὶ ἀλύξαι, τὸ ἐκφυγεῖν |
| α 799 | ἅλυς · ποταμὸς Παφλαγονίας· εἴρηται δὲ, τυρός |
| α 800 | ἀλυκτοπέδῃσι · ἀλυτοπέδη τίς ἐστι καὶ πλεονασμῷ τοῦ κ ἀλυκτοπέδη |
| α 801 | ἁλυκός · παρὰ τὸ ἅλα ἁλικός καὶ ἁλυκός, ὡς τριφάλεια τρυφάλεια |
| α 802 | ἅλυσις · παρὰ τὸ λύω λύσω λύσις καὶ ἅλυσις, ἄλυτός τις οὖσα. ἢ ὅτι ἄλλη ἄλλης ἐξήρτηται |
| α 803 | ἀλύσσω · τὸ ἀδημονῶ· παρὰ τὸ ἀλῶ διανοίας. λύσσω οὖν βαρύτονον, ὡς νύσσω, λύσσοντες καὶ ἐν ἐπιτάσει «ἀλύσσοντες» |
| α 804 | ἀλύειν · δηλοῖ μὲν τὸ δυσφορεῖν χαίρειν. γίνεται δὲ τὸ μὲν πρῶτον τὸ δὲ δεύτερον παρὰ τὸ ἀλῶ, τὸ πλανῶ· πλανῶνται γὰρ τῶν χαιρόντων αἱ ψυχαί. ἢ παρὰ τὸ ἄγαν λελύσθαι καὶ διακεχύσθαι |
| α 805 | ἀλφειός · ὁ ἐν Ἤλιδι ὅ ἐστιν ὠφελεῖν· ὠφέλιμον γὰρ αὐτοῦ τὸ ὕδωρ. τὰ διὰ τοῦ ειος τρισύλλαβα ἐπὶ ποταμοῦ ὀξυνόμενα δίφθογγον ἔχει, οἷον Πηνειός Σπερχειός Ὀλμειός Ἀλφειόσ Δενθειός. πρόσκειται «ὀξύτονα» διὰ τὸ Κώϊος, «τρισύλλαβα» δὲ διὰ τὸ Σαγγάριος |
| α 806 | ἄλφιτα · παρὰ τὸ ἀλφαίνειν, ἀληλεσμένα, ἀλήφατα ἄλφιτα |
| α 807 | ἀλφός · παρὰ τὸ ἐναλλάσσειν τὴν χροιάν. σημαίνει δὲ τὸ πάθος, ἀλλόφως τις ὤν, ὁ ἀλλοιοφανὲς τὸ χρῶμα ποιῶν· λέγεται γὰρ τὸ ἀλλοῖον καὶ ἕτερον καὶ ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἐξηλλαγμένων |
| α 808 | ἀλφηστής · ὁ εὑρετικός, οἱ δὲ τὸν ἄνθρωπον·. παρὰ τὸ ἄλφειν, τὸ εὑρίσκειν· μόνος γὰρ ὁ ἄνθρωπος εὑρετικός. ἐξ οὗ ἡ γενικὴ τῶν πληθυντικῶν ἀλφηστῶν καὶ ἀλφηστάων· ὅθεν καὶ τὸ α στοιχεῖον ὠνόμασται, παρὰ τὸ ἄλφω, τὸ εὑρίσκω· πρῶτον γὰρ τῶν ἄλλων στοιχείων εὑρέθη. ἢ ἀπὸ τοῦ κατὰ ἀμοιβὰς πολιτεύεσθαι |
| α 809 | ἀλφεσίβοιαι · αἱ παρθένοι, τῷ τοὺς πατέρας τοὺς ἄνδρας ἀλλασσομένους εἶναι ὑπὲρ αὐτῶν. ἔστιν οὖν ἄλφω, τὸ εὑρίσκω, καὶ ἐξ αὐτοῦ, οὕτως οὖν καὶ ἀλφό. βοιαι ἀλφεσίβοιαι |
| α 810 | ἀλφίτου ἀκτήν · ἀπὸ τοῦ ἄσασθαι ὑπὸ τοῦ μύλου, καθὰ καὶ καλεῖται ἀπὸ τοῦ ἄσω, τὸ κλῶ |
| α 811 | ἀλῶ · σημαίνει τὸ πλανῶ· τὸ παθητικὸν ἀλῶμαι, ἀλώμενος ἡ μετοχή· ἔστι δὲ δευτέρας συζυγίας τῶν περισπωμένων. γίνεται παρὰ τὸ λῶ, ὅπερ ἀπὸ τοῦ θέλω γίνεται κατ’ ἀφαίρεσιν. τοῦτο τὸ λῶ γίνεται ἐπιτυγχάνουσιν |
| α 812 | ἁλῶ · σημαίνει τὸ συλλαμβάνω, ὅπερ Ὅμηρος ἁλώω ἔφη ·. ἤ κεν ἁλώω· παράγεται δὲ ἀπὸ τούτου καὶ τὸ ἁλίσκω. εἴρηται παρὰ τὴν ἅλα, ὃ σημαίνει τὴν θάλασσαν, ἀπὸ τῶν τοὺς νομιζόντων |
| α 813 | ἁλώνητα · τὰ βάρβαρα ἀνδράποδα· τοῖς γὰρ Θρᾳξὶ διδόντες τοὺς ἅλας ὠνοῦντο ἀνδράποδα |
| α 814 | ἀλωπεκία · τὸ πάθος ἔνθα ἂν οὐρήσῃ, τόπον βοτανώδη ἄκαρπον ποιεῖ οὐ συγχωρεῖ |
| α 815 | ἁλωρήτας · τοὺς τὰς ἅλως φυλάττοντας ὑπὸ Λυκίων οὕτω φασὶ καλεῖσθαι, ὠρεῖν γὰρ τὸ φυλάσσειν |
| α 816 | ἅλως · ἣ καὶ ἁλωή λέγεται τὸ ἄθροισμα |
| α 817 | ἅλωα · σημαίνει τὸ νεφελῶδες τὸ περὶ τὴν σελήνην καὶ τὸν ἥλιον |
| α 818 | ἀλωάς · ἀλωή· οἱ τόποι, ὅπου οἱ πυροὶ πατοῦνται, γράφεται, σημαίνει τὴν ἅλωνα, ἀπὸ τοῦ ἀλοιῶ γὰρ γέγονε ἀλοίησιν· εἰ δὲ ἄνευ τοῦ ι σημαίνει τὸν σύμφυτον τόπον· παρὰ τὴν ἄλσιν, τὴν αὔξησιν. ἄλδω οὖν ἀλωή |
| α 819 | ἀλώπηξ · κλίνεται ἀλώπεκος, τὸ γὰρ σκώληξ παραληγόμενον τῷ ω τῷ κανόνι οὐκ ἀντίκειται, ἐπεὶ ἀρσενικόν ἐστιν. ἐπεὶ οὖν τὸ ἀλώπηξ θηλυκόν ἐστι παραληγόμενον τῷ ω εἰκότως ὡς τὴν κλίσιν |
| α 820 | ἁλωτός · ληπτός, χειρωτός· ἁλῶ, τὸ κρατῶ, καὶ ἅλωμι παράγωγον, ἁλώσω, ὁ παρακείμενος ἥλωκα ἥλωμαι ἥλωσαι ἥλωται καὶ ἁλωτός |
| α 821 | ἁλῴη · ἔχει τὸ ι προσγεγραμμένον ἐν τῇ παραληγούσῃ καὶ κατὰ πλεονασμὸν τοῦ η γίνεται ἐὰν ἁλῴη. καὶ ἐὰν στῄη · στῄη ἐπ’ ὠκυρόῳ ποταμῷ, καὶ ἐὰν φῶ ἐὰν φῇς ἐὰν φῇ καὶ ἐὰν φῄησ φῄη · φῄη ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ. ἢ ὥσπερ ἀπὸ τοῦ δίδωμι δώσω ἔδων δούς δόντος δοίην δοίης δοίη καὶ ἐκτάσει τοῦ ο εἰς ω δῴη μένοντος καὶ τοῦ ι προσγεγραμμένου, οὕτως ἅλωμι ἁλώσω ἥλων ἁλούς ἁλόντος ἁλοίην ἁλοίης ἁλοίη καὶ ἁλῴη. δύναται δὲ τὸ ἐὰν ἁλῴη μὴ ἔχειν τὸ ι κατὰ τὴν παραλήγουσαν, ἀλλὰ κατὰ τὴν λήγουσαν, ἵν’ εἴπωμεν ἀλλ’ ἐπειδὴ πολλά εἰσιν ἐν τῇ παραληγούσῃ, τοῦ η. δύναται δὲ τὸ στῄη καὶ φῄη καὶ ἀπὸ τοῦ σταίη καὶ φαίη γενέσθαι κατὰ τροπὴν τοῦ α εἰς η προσγραφομένου τοῦ ι |
| α 822 | ἁλῶναι · ἅλωμι ἁλώσω ἥλων, τὸ πρῶτον τῶν πληθυντικῶν ἥλωμεν καὶ τὸ ἀπαρέμφατον ἁλῶναι. τὸ α μετὰ τοῦ μ |
| α 823 | ἁμάδοκοι · Σκυθικὸν ἔθνος. ἡ γῆ τούτων Ἁμαδοκία |
| α 824 | ἀμαζόνιον · τόπος ἐν τῇ Ἀττικῇ, ἔνθα Θησεὺς τῶν Ἀμαζόνων ἐκράτησεν. ἔστι καὶ ἐν τῇ Βιθυνίᾳ Μαζαῖον τὸ ἐθνικὸν Μαζαιεύς, ὡς τὸ Μηδαεύς Δορυλλαεύς. καὶ Ἀμαζόνες · ἔθνος γυναικεῖον. ἔστι καὶ Ἀμαζονία πόλις. λέγεται δὲ καὶ Ἀμαζών ἀρσενικῶς καὶ Ἀμαζονία καὶ τὸ οὐδέτερον διὰ τοῦ ι καὶ Ἀμαζονίδης |
| α 825 | ἀμάθη · πόλις Φοινίκης. ἔστι καὶ Σικελίας. τὸ ἐθνικὸν ἀμφοτέρωθεν Ἀμαθαῖος |
| α 826 | ἀμαμασσός · πόλις Κύπρου, ἐν ᾗ τιμᾶται Ὑλάτης Ἀπόλλων. Ἀμαμάσσιος καὶ Ἀμαμασσεύς |
| α 827 | ἄμανον · ὄρος πρὸς τῇ Κιλικίᾳ· λέγεται δὲ οὕτως, ὅτι Ὀρέστης ἀπὸ Ταύρων σὺν Ἰφιγενείᾳ τὴν Ἄρτεμιν κομίσας τῆς μανίας λύσιν εὗρεν |
| α 828 | ἀμανίτης · Ἀμμανῖται δὲ οἱ ἀπὸ Ἀμμάνου τοῦ παιδὸς Λώτου |
| α 829 | ἀμαλλεῖον · νῦν δὲ οὐλόδετόν τινες, οἱ δὲ ὠρόδεσμον, τὸν ἐκ τῆς καλάμης στρεφόμενον δεσμόν |
| α 830 | ἁμαμηλίδας · τὰς ἀπίους |
| α 831 | ἄμαξα · χωρίον Βιθυνίας. Ἀμαξαῖος καὶ Ἀμαξίτης, τὸ κτητικὸν Ἀμαξικός |
| α 832 | ἁμαξάντεια · δῆμος τῆς Ἱπποθωνίτιδος φυλῆς. ὁ δημότης Ἁμαξαντεύς. τὸ τοπικὸν Ἁμαξαντίοθεν καὶ Ἁμαξαντιάνδε καὶ Ἁμαξαντιᾶσιν |
| α 833 | ἁμαρτάνειν τοῦ παντὸς καὶ παντός· τοῦτο συντάσσουσιν ἐπὶ τοῦ «κατὰ πᾶν ἥμαρτεν» ἢ «παντὸς ἀπέτυχεν», οἷον · «ἢ παντὸς ἁμαρτεῖν», καὶ πάλιν · «Λυσίας τοῦ παντὸς ὅτι ἡμάρτηκεν.» |
| α 834 | ἀμάξεια · πόλις Κιλικίας. Ἀμαξιεύς, ὡς τὸ Ἀμαντίας Ἀμαντιεύς |
| α 835 | ἀμαξιτός · πολίχνιον τῆς Τρῳάδος. Ἀμαξιτεύς, καὶ Ἀμαξιτηνός |
| α 836 | ἀμάρυνθος · νῆσος Εὐβοίας· ἀπό τινος Ἀμαρύνθου. Ἀμαρύνθιος καὶ Ἀμαρύσιος, ὡς Τρικορύσιος |
| α 837 | ἀμάσεια · πόλις Ποντική, ἀφ’ ἧς Στράβων. ὁ πολίτης Ἀμασεύς, ὡς Ἀντιόχεια Ἀντιοχεύς· οὕτως Στράβων. κατὰ δὲ Καπίτωνα Ἀμασεώτης· πειστέον δὲ Στράβωνι ὡς πολίτῃ |
| α 838 | ἄμαστρις · πόλις Παφλαγονίας, ἡ πρότερον Κρῶμνα · Κρῶμνάν τ’ Αἰγιαλόν τε. ἀπὸ γυναικὸς Περσίδος Ἀμάστριδος, θυγατρὸς Ὀξυάθρου, τοῦ ἀδελφοῦ Δαρείου. Στράβων οὖν κλίνει Ἀμάστρεως, ἄλλος Ἀμάστριδος. τὸ ἐθνικὸν Ἀμαστριανός ὡς Κάλλατις Καλλάτιος Καλλατιανός καὶ Φᾶσις Φάσιοσ Φασιανός· τὰ γὰρ τοιαῦτα ἢ ἀπὸ τῶν εἰς ος εὐθειῶν, ὡς Βάκτριος Βακτριανός, ἢ ἀπὸ τῶν εἰς ος γενικῶν, ὡς τοῦτο, ἢ ἀπὸ τῶν διὰ τοῦ ια θηλυκῶν, ὡς Ὀλβία Ὀλβιανός, Ἀσία Ἀσιανός. Ἀμαστριανή· ἡ γῆ |
| α 839 | ἄμβαιον · μητρόπολις τῶν Φρυγῶν. ὁ πολίτης Ἀμβαιίτης |
| α 840 | ἄμβλαδα · πόλις Πισιδίας. ὁ πολίτης Ἀμβλαδεύς· «ὅθεν καὶ Ἀμβλαδεὺς οἶνος πρὸς διαίτας ἰατρικὰς ἐπιτήδειος» |
| α 841 | ἀμβρακία · πόλις Θεσπρωτίας· ἀπὸ Ἄμβρακος τοῦ παιδὸς Θεσπρωτοῦ. τὸ ἐθνικὸν Ἀμβρακιεύς καὶ Ἀμβρακιώτης. Φίλιστος δὲ Ἀμβρακῖνός φησιν. εὕρηται καὶ διὰ τοῦ π ἀντὶ τοῦ β ὅθεν καὶ τὸ Ἀμπρακιώτης ἀπὸ τῆς Ἄμπρακος γενικῆς καὶ Ἀμπρακία· τὰ γὰρ εἰς α θηλυκὰ οὐδέτερα διὰ τοῦ ωτης ποιεῖ τὰ ἐθνικά, οἷον Σικελιώτης Πηλιώτης Ἀμβρακιώτησ. λέγεται καὶ Ἀμβράκιος καὶ Ἀμβρακία ἡ γυνή. Τὸ δ’ Ἀμβρακία ἀπὸ τοῦ Ἄμβρα γέγονεν οὐκ ἀπὸ τοῦ Ἀμβράκιος· ἦν γὰρ Ἀμβρακικός. τὰ διὰ τοῦ ειος κτητικὰ ἀπὸ πρωτοτύπου τοῦ εἰς τος γινόμενα, εἰ μὲν μεταβάλλουσι τὸ τ εἰς ς διὰ τοῦ ι γράφονται, οἷον ἀκήρατος ἀκηράσιος, ἄμβροτος ἀμβρόσιος· εἰ δὲ φυλάττουσι τὸ τ διὰ τῆς ει διφθόγγου γράφονται, οἷον. Ἀρχέστατος Ἀρχεστάτειος, Καλλίστρατος Καλλιστράτειος, χωρὶς εἰ μὴ ὦσιν ἐθνικά, ὡς τὸ Βοιωτός Βοιώτιος, Αἴγυπτος Αἰγύπτιος. α |
| α 842 | ἀμπυκῖται · διαδήματα· ἴσως καὶ διὰ τὸ ἀμπέχειν τὰς κόμας. ἄμπυξ δὲ καὶ εἶδος χαλινοῦ, ὅθεν καὶ τὸ χρυσάμπυκασ |
| α 843 | ἀμέλει · διὰ τοῦτο· ἔστι καὶ βεβαιωτικῶς εὑρεῖν κείμενον· συντάσσεται καὶ ὡς προστακτικὸν ῥῆμα |
| α 844 | ἀμελεῖς τούτων καὶ περὶ τούτων, οἷον· «ἀμελεῖς περὶ τούτων, περὶ ὧν ἐλήλυθας.» |
| α 845 | ἀμέριον · πόλις Ἰταλίας, ὡς Ῥήγιον. τὸ ἐθνικὸν Ἀμερῖνος |
| α 846 | ἄμιλος · πόλις Ἀρκαδίας. Ἀμίλιος· καὶ γὰρ Στυμφάλιος Μαινάλιος παρὰ αὐτοῖς |
| α 847 | ἀμισός · πόλις διέχουσα Σινώπης σταδίους ἐννακοσίους. Ἀμισηνός· λέγεται καὶ Ἀμίσιος |
| α 848 | ἀμήστρατος · πόλις Σικελίας. τὸ ἐθνικὸν Ἀμηστρατῖνος |
| α 849 | ἀμισηνός · λέγεται καὶ Ἀμίσιος |
| α 850 | ἀμμωνία · ἡ μεσόγειος ἐν Λιβύῃ· ἀπὸ Ἄμμωνος. ὁ οἰκήτωρ Ἀμμώνιος. ταῦτα δὲ διὰ τοῦ ι. τὸ δὲ Ἀμμωνιεῖον διὰ διφθόγγου ὡς Δημητριεῖον καὶ Ἀπολλωνιεῖον |
| α 851 | ἀμνισός · ποταμὸς Κρήτης. αἱ τούτου νύμφαι Ἀμνισιάδες καὶ Ἀμνισίδες. τὸ μνι ι · τὰ εἰς ος τρισύλλαβα ἐπὶ ποτα. μῶν ὀξύτονα, εἰ μὲν καθαρὰ διὰ τῆς ει διφθόγγου γράφονται, οἷον Ἀλφειός Πηνειός Σπερχειός Ὀλμειός, εἰ δὲ μὴ καθαρὰ διὰ τοῦ ι οἷον Ἀμνισός Κηφισός Ἰλισός. πρόσκειται «ὀξύτονα» διὰ τὸ Μήνιος· τὸ δὲ Δαρδανειός εἰ καὶ ὑπὲρ τρεῖς συλλαβάς ἐστιν, ἀλλ’ οὖν ὀξυνόμενον ἠκολούθησε τῷ Ἀλφειός. πρόσκειται «τρισύλλαβα» διὰ τὸ Σαγγάριος |
| α 852 | ἀμοργός · νῆσος μία τῶν Κυκλάδων, ἔχουσα πόλεις τρεῖς Ἀρκεσίνην Μινώην Ὑγιάλην. λέγεται δὲ Ἀμοργῖνος, ὡς Ἐρυκῖνος. λέγεται καὶ Ἀμόργιος· οὕτως Χάραξ . τὸ δὲ Ἀμοργῖνος χιτὼν χρώματος ἴδιον, παρὰ τὴν ἀμόργην, ὁμοίαν οὖσαν βύσσῳ |
| α 853 | ἀμώριον · πόλις τῆς μεγάλης Φρυγίας. Ἀμωριεύς, ὡς Κοτιαεύς Δορυλλαεύς |
| α 854 | ἄμος · πόλις Καρίας. Ἄμιος, ὡς Σάμιος Καύνιος. οὕτως Χάραξ |
| α 855 | ἄμπελος · πόλις Λιγυστικῆς καὶ Εὐρώπης. καὶ ἄκρα Σάμου, καὶ Κυρήνης. ὁ πολίτης Ἀμπελῖνος, ὡς Ἀσωρῖνος Ἀμβακαινῖνος |
| α 856 | ἀμύκλαι · πόλις Λακωνική, ἣν Ἀμύκλας ὁ Λακεδαίμονος υἱὸς ἔκτισε. κλίνεται καὶ Ἀμύκλα τὸ ὄνομα τοῦ κτίσαντος καὶ Ἀμύκλαντος. τὸ ἐθνικὸν Ἀμυκλαῖος Ἀμυκλαία καὶ Ἀμυκλαΐς καὶ Ἀμυκλαΐτης |
| α 857 | ἀμνισός · τὰ εἰς ος τρισύλλαβα κτλ |
| α 858 | ἅμιππος · σημαίνει τὸν δύο ἔχοντα συνεζευγμένους ἵππους ἱμᾶσι χωρὶς ζυγοῦ καὶ τὸν μὲν ἡνιοχοῦντα, τὸν δὲ μαχόμενον |
| α 859 | ἀμνημονῶ τούτου καὶ ταῦτα, οἷον · «οὐδ’ ἀμνημονεῖτε τοὺς λόγους οὐδὲ τὰς ὑποσχέσεις.» |
| α 860 | ἁμοθεί · τὰ εἰς πτι διὰ τοῦ ι οἷον ἀστρεπτί, καὶ τὰ εἰς κτι ἀσκαρδαμυκτί, πλὴν τοῦ ἀκηρυκτεί, καὶ τὰ εἰς στι νεωστί ἀπὸ τοῦ νεάζω, μεγαλωστί ἀπὸ τοῦ μεγαλίζω. τὰ δὲ εἰς τι λήγοντα ἐπιρρήματα ἅπαντα διὰ τοῦ ι γράφονται, οἷον ἀναιμωτί ἀνωιστί ἀπαρτί ἱερωστί, δίκην ἱερέως, ἀλογιστί ἀφοριστί ποδιστί ἀμυστί. καὶ τὰ ἔχοντα τὸ β γ κ ν διὰ τοῦ ι ἀβλαβί, ἄνευ βλάβης, ἀπατταγί ἀρυτί πανοικί εὐδοκί νηποινί νωνυμνί ἀντὶ τοῦ ἀνωνύμως· σεσημείωται τὸ πανθοινεί. τὰ δὲ καθαρὰ ἢ ἔχοντα δ θ λ μ ξ ρ χ διὰ διφθόγγου γράφονται, ἀσπονδεί ἀσπουδεί ἁμοθεί ἀμοχθεί ἀσυλεί ἀδμωλεί πανομιλεί ἀναυλεί νηνεμεί ἀτρεμεί ἠρεμεί ἀναιμεί πανδημεί αὐτολεξεί ἀμερεί ἀμερμηρεί ἀμαχεί παμμαχεί τριστοιχεί. τὸ πρωΐ οὐκ ἐναντιοῦται. ἀκαρῆ · ἐν ἀκαρεῖ, ἀωρί δὲ ἰῶτα. τὸ τριχῆ τετραχῆ καὶ διπλῆ τριπλῆ τετραπλῆ καὶ ἑκασταχῆ καὶ πανταχῆ καὶ ἄλλη καὶ πάντη διὰ τοῦ η |
| α 861 | ἀμπεπαλών · μετοχὴ δευτέρου ἀορίστου· οἱ γὰρ Ἴωνες ἐν τοῖς ῥήμασι καὶ ταῖς μετοχαῖς εἰώθασιν ἀναδιπλασιάζειν· λάχωσι λελάχωσι, λάθῃ λελάθῃ, οἷον · λελάθῃ δ’ ὀδυνάων. παλών πεπαλών καὶ ἀμπεπαλών· Ὅμηρος · ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχοσ. α |
| α 862 | ἀμύνειν καὶ ἀμύνεσθαι · ἀμύνειν ἐστὶ τὸ βοηθεῖν καὶ συντάσσεται δοτικῇ, ἀμύνεσθαι δὲ τὸ προηδικηκότας κολάσαι αἰτιατικῇ, οἷον· «κυκλώσαντες ἐκυκλωσάν με καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.» καὶ. πάλιν |
| ε 1 | ἐπαμῦναι διαφέρει, ὅτι τὸ μὲν ἀμῦναι τὸ ἀμείψασθαι τοὺς ἠδικηκότας, τὸ δὲ ἐπαμῦναι τὸ βοηθῆσαι οἷον πρόφρων · πρόφρων Δαναοῖσι Ποσειδάων ἐπάμυνον· · ἀλλ’ ἐπάμυνον. α |
| α 863 | ἀμύνειν τὸν πόλεμον· καὶ ἀμύνειν τῷδε, ὡς βοηθεῖν τῷδε, ἐπικουρεῖν τῷδε |
| α 864 | ἄμυρος · πόλις Θεσσαλίας· ἀπὸ ἑνὸς τῶν Ἀργοναυτῶν. ἡ πόλις θηλυκῶς. Ἀμυρεύς, ὡς Κάμειρος Καμειρεύς, τὸ κτητικὸν Ἀμυρήϊος, καὶ Ἀμυρηΐς τὸ θηλυκόν |
| α 865 | ἀμφαναί · πόλις Δωρική. Ἀμφαναῖος καὶ Ἀμφαναιεύς |
| α 866 | ἄμφεια · πόλις Μεσήνης. Ἀμφειεύς, ὡς τὸ Ἡραιεύς |
| α 867 | ἀμφιγένεια · πόλις Μεσηνιακή· ἔχει δὲ ἡ πόλις καὶ Λητοῦς ἱερόν. Ἀμφιγενειάτης καὶ Ἀμφιγενεύς |
| α 868 | ἀμφίδολοι · πόλις τῆς Θεσσαλίας Τρυφάλειας. καὶ οἱ πολῖται ὁμοίως, ὡς Θούριοι καὶ Θαύμακοι καὶ Λεοντῖνοι καὶ Δελφοί |
| α 869 | ἀμφίκαια · πόλις Φωκίδος. ὁ πολίτης Ἀμφικαιεύς |
| α 870 | ἀμφίλοχοι · πόλις Ἀκαρνανίας, οἱ καὶ Ἀμφιλοχικὸν Ἄργος κληθέντες ἀπὸ Ἀμφιλόχου τοῦ Ἀμφιαράου. καὶ Ἀμφιλοχία ἡ χώρα. οἱ πολῖται Ἀμφίλοχοι |
| α 871 | ἀμφιγυήεις · ὁ Ἥφαιστος· ἔστι γύον, καὶ σημαίνει τὸ μέλος, ἐξ αὐτοῦ γυόεις καὶ τροπῇ τοῦ ο εἰς η γυήεις ὡς θεοτόκος θεητόκοσ καὶ ἀμφιγυήεις. α |
| α 872 | ἀμφέχυτο · παρὰ τὴν ἀμφί πρόθεσιν καὶ τὸ χύω ῥῆμα· τὸ παράγωγον χῦμι χῦμαι ἐχύμην ἔχυσο ἔχυτο, καὶ ἀμφέχυτο |
| α 873 | ἀμφιετηρίς · ἡ κατ’ ἔτος γινομένη ἑορτὴ καὶ θυσία |
| α 874 | ἀμφήριστον · ἀμφίβολον ἢ ἄνισον· ἐρίζω ἤρισμαι ἤρισαι ἤρισται. α |
| α 875 | ἀμφίπολις · πόλις Μακεδονίας κατὰ Θρᾴκην. τὸ ἐθνικὸν Ἀμφιπολίτης |
| α 876 | ἄμφισσα · πόλις Ὀζολῶν Λοκρῶν· ἐκλήθη δὲ διὰ τὸ ἐμπεριέχεσθαι τοῖς ὄρεσι τοῖς παρακειμένοις. παραγώγως δὲ ὡς ἐκ τῆς ἀντί Ἄντισσα καὶ τῆς ἐπί Ἔπισσα, οὕτως ἐκ τῆσ ἀμφί Ἄμφισσα. Ἀμφισσαῖος καὶ Ἀμφισσεύς. τὸ ἐκ τόπου Ἀμφισσῆθεν. ἔστι καὶ χώρα Ἀρμενίας Ἀμφισσήνη |
| α 877 | ἀμφίτροπος · δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δημότης Ἀμφιτροπαιεύς. τὰ τοπικὰ Ἀμφιτροπῆθεν, Ἀμφιτροπήνδε εἰς τόπον καὶ Ἀμφιτρόπησιν ἐν τόπῳ. δοκεῖ δὲ τὸ Ἀμφιτροπαιεύς ἐξ ἄλλου εἶναι τοῦ Ἀμφιτροπαῖος· τὰ γὰρ εἰς ευς ἀπὸ τῶν εἰς η θηλυκῶν ἰσοσυλλαβεῖ τοῖς πρωτοτύποις |
| α 878 | ἀμφιετιζομένας · τὰς κατ’ ἔτος περιερχομένας |
| α 879 | ἀμφότεροι · τοῦτο οὐκ ἐπὶ δυοῖν μόνων λέγεται ἀνδρῶν ἢ τόπων ἢ χρόνων, ἀλλὰ καὶ ἐπὶ διττοῦ πλήθους. Ὅμηρος · ἀμφότεροι μέμασαν· καὶ Δημοσθένης · «ἀμφότεροι ἁμαρτάνειν καὶ οἱ τοῖς Ἀρκάσι καὶ οἱ τοῖς Λακεδαίμοσι συνειρηκότες.» παρατηρητέον δέ, ὅτι καὶ οὕτως λέγεται· «ὅ τε Φίλιππος καὶ οἱ Ἀθηναῖοι.» τὸ γὰρ οἱ Ἀθηναῖοι ὡς ἕν τι ἀριθμεῖται διὰ τὸ ἓν πλῆθος εἶναι |
| α 880 | ἀμφισβητεῖ περὶ τοῦδε καὶ τόδε· Πλάτων · «ἡ τῶν ἀμφισβητησάντων περὶ αὐτὴν θεῶν κρίσις.». καὶ τὸ ἀμφισβητήσιμος δὲ καὶ θηλυκῷ ἄρθρῳ συντάσσεται, οἷον · «ἡ μὲν γὰρ ἐμὴ φαύλη τις ἂν εἴη καὶ ἀμφισβητήσιμος.» |
| α 881 | ἀμφιμάσχαλος · χιτών, δύο χειρῖδας ἔχων, ὃς ἦν τῶν ἐλευθέρων· ὁ δὲ τῶν οἰκετῶν μίαν εἶχε καὶ διὰ τοῦτο ἑτερομάσχαλος ἐκαλεῖτο |
| α 882 | ἀμφιρρόπους · ἐπ’ ἀδήλου ἔτι κειμένας τοῦ τέλους, ἀμφοτέρωθεν κλινούσας· ἀπὸ τοῦ ῥέπω. α |
| α 883 | ἀμφιμέλαιναι · ἐκ τοῦ μέλας μέλαντος. τὰ εἰς ας ὀνόματα περιττοσυλλάβως κλινόμενα τριγενῆ διὰ τοῦ ντ κλίνονται, οἷον μέλας μέλαντος · μελάντερον ἠΰτε πίσσα. ἡ δὲ σύνθεσις ἐπεκράτησε διὰ μόνου τοῦ ν · πρόσκειται «περιττοσυλλάβως» διὰ τὸ μέγας μέγα καὶ λάας λάα. μέλαιναι· τὸ λαι δίφθογγον διὰ τί; τὰ διὰ τοῦ αινα θηλυκὰ ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα διὰ τῆς αι διφθόγγου γράφονται, οἷον μέλαινα θεράπαινα λέαινα δράκαινα. μελαίνας· σημαίνει τρία· τὸ συνετόν · μένεος δὲ φρένες ἀμφιμέλαιναι· τὸ βαθύ · ὥς τε κρήνη μελάνυδρος. καὶ τὴν σκοτεινήν · ἕλκων νύκτα μέλαιναν. μ |
| α 884 | ἄμφρυσσος · πόλις Φωκίδος. τινὲς δὲ διὰ τοῦ β. τὸ ἐθνικὸν Ἀμφρύσσιος, ὡς Λυκόφρων · Ἀμφρύσσιον σκηπτοῦχον |
| α 885 | ἅμα · τὸ ἐπίρρημα· παρὰ τὸ θαμά, ὅ ἐστι συνεχῶς, καὶ κατὰ ἀποβολὴν θαμά καὶ τὸ ἐπίρρημα θαμά. οὐ γὰρ ἀπὸ τοῦ θαμύς θαμειός, ἀφ’ οὗ τὸ θαμέες γὰρ ἄκοντες |
| α 886 | ἄμαθος · ἡ ψάμμος· παρὰ τὸ ψάμαθος γίνεται ἀποβολῇ τοῦ ψ. ἢ ἄμυθός τις οὖσα, τουτέστιν ἡ ἀνεπίγνωστος, ἣν οὐκ ἔστιν ἀριθμῆσαι |
| α 887 | ἀμαιμακέτην · ὁ μακρὸς καὶ ὑπερφυήσ, οἷον · ἱστὸν ἀμαιμακέτην. παρὰ τὸ μῆκος μάκετος καὶ ἐν διπλασιασμῷ παρὰ τὸ μαιμῶ μαίμακα, ὃ καὶ μαιμάω φησὶν Ὅμηρος · ὡς δ’ ἀναμαιμάει |
| α 888 | ἀμαιμακέτην · ἄμαχον τὸ θηλυκὸν ἀμαιμακέτην, οἷον · πρῶτα μέν ῥα Χίμαιραν ἀμαιμακέτην. ἢ παρὰ τὸ μάχη ἀμαιμάχετος καὶ ἀμαιμάκετος |
| α 889 | ἀμαλδῦναι · κυρίως μὲν τὸ διὰ πυρὸς ἀφανίσαι· ἀπὸ τοῦ μαίρω ἢ τὸ ἁπλῶς ἀφανίσαι ἢ τὸ ὁμαλίσαι, οἷον · τεῖχος ἀμαλδῦναι. παρὰ τὴν ἄμμον, οἷον ἄμμος ἀμμῶ, ὡς εἰς α ἀμαλδύνω |
| α 890 | ἀμαλλοδέται · οἳ καὶ ἀμαλλοδετῆρες γράφεται, οἱ τὰς συναγωγή |
| α 891 | ἀμάλθεια · ἡ τροφὸς τοῦ Διός. φασὶ πεπλάσθαι αὐτό· ἔστι γὰρ αὐτὸ ἀμαλακιστία, παρὰ τὸ ἐμυθολόγησαν |
| α 892 | ἀμάμαξυς · ἡ ἀναδενδράς, ἐν πλεονασμῷ τοῦ α καὶ τροπῇ ἀμάμαξυς· Ἐπίχαρμος · οὐδ’ ἀμαμάξυας φέρει· Σαπφὼ δὲ διὰ τοῦ δ κλίνει αὐτό · ἀμαμάξυδες |
| α 893 | ἀμάρα · ὁ ὀχετός, ῥεῖν |
| α 894 | ἁμαρτία · κυρίως ἡ ἀποτυχία· παρὰ τὸ μάρπτω ἁμαρπτία, καὶ ἐλλείψει τοῦ π ἁμαρτία· ἔνθεν καὶ δηλούσης |
| α 895 | ἀμαρυγάς · σημαίνει δὲ τὰς τῶν ὀφθαλμῶν ἐκλάψεις. σημαίνει δὲ καὶ τὰς τοῦ μετώπου ῥυτίδας,. αἵτινες εἴρηνται διὰ τὸ ἀμαυρὸν ἀλαμπεῖς εἶναι τὸ λάμπω, ἐξ οὗ καὶ τὸ μαρμαίρω καὶ μαρμαρυγή καὶ μάρμαρον, ἀφ’ οὗ καὶ κύριον καὶ ἀμάρυγμα. ἢ μαρυγμαί ἀμαρυγμή καὶ ἀμάρυγμα |
| α 896 | ἁμαρτῇ · σημαίνει τὸ ὁμοῦ καὶ κατὰ τὸ αὐτό. καὶ ὁ. μὲν Ἀρίσταρχος χωρὶς τοῦ ι λέγει γράφεσθαι, αὐτὸ δὲ λέγει ὅτι ᾧτινι Ἀριστάρχῳ οὐ συνᾴδουσι οἶδε γράφειν αὐτό. Ἡρωδιανὸς δέ φησι ἀρτῶ, καὶ γίνεται ἀπὸ ἀμφοτέρων ἐπίρρημα ἁμαρτῇ καὶ ὁμαρτῇ. ἰστέον δέ, ὅτι τὰ ἀπὸ δοτικῆς γινόμενα ἐπιρρήματα ἔχουσι τὸ ι οἷον ταύτῃ ἄλλῃ |
| α 897 | ἁμαρτοεπής · ὁ ἁμαρτάνων ἐν τῷ λέγειν, ὁ φλύαρος· ἀπὸ τοῦ ἁμαρτῶ καὶ τοῦ ἔπω, τοῦ σημαίνοντος τὸ λέγω |
| α 898 | ἀμαυρόν · τὸ ἀλαμπὲς μαρῶ, καὶ πλεονασμῷ τοῦ υ μαυρῶ καὶ ἐξ αὐτοῦ ῥηματικὸν ὄνομα μαῦρος καὶ μετὰ τοῦ στερητικοῦ α ἀμαυρός. ἢ τὸ ἅμα ταῖς αὔραις φερόμενον· Ὅμηρος · προσέφη εἴδωλον ἀμαυρόν |
| α 899 | ἀμαθύνειν · τὸ ἀφανίζειν καὶ κόνιν ποιεῖν τουτέστιν τὸ εἰς ἄμαθον διαλύειν καὶ λεπτύνειν καὶ κόνιν ποιεῖν· παρὰ τὴν ἄμαθον ἀμαθύνω · πόλιν τὸ πῦρ ἀμαθύνει |
| α 900 | ἀμαστρίς ἡ Ξάνθου ἀφ’ ἑαυτῆς αὐτὴν ἐκάλεσεν |
| α 901 | ἀμαραντῶν · ὄρη τῆς Κολχίδος, ἐξ ὧν καταφέρεται ὁ Φᾶσις ποταμός |
| α 902 | ἁμαδρυάδες · νύμφαι· διὰ τὸ ἅμα ταῖς δρυσὶ γεννᾶσθαι, φθείρεσθαι |
| α 903 | ἁμαρτίνους · τὰ ἀπὸ περισπωμένων ῥημάτων γινόμενα ὀνόματα ἢ διὰ τοῦ ο γίνονται, οἷον μισῶ μισόκαλοσ μισογύνης, φιλῶ φιλόθεος, ἢ διὰ τοῦ ι οἷον ἁμαρτῶ ἁμαρτίνους, οἰδῶ Οἰδίπους |
| α 904 | ἄμαξα · παρὰ τὸ ἄγω ἄξω ἄξα καὶ ἄμαξα |
| α 905 | ἁμάς · ἐκτείνεται κατὰ τὸ τέλος· ἔστι τοίνυν ἁμετέρας καὶ ἐν συγκοπῇ ἁμάς |
| α 906 | ἁματροχιά · τὸ ἅμα τρέχειν, οἷον ὁμοδρομία τις οὖσα· τροχοὺς γὰρ τοὺς δρόμους ἔλεγον. ὀξύνεται δὲ ὡς φυταλιά ἁματροχιά. ἔστι δὲ ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ |
| α 907 | ἀμᾶν · τὸ θερίζειν ἁμασπᾶν |
| α 908 | ἀμβλυωπεῖν · τὸ μὴ ὀξυδερκεῖν· παρὰ τὸ ἀμβλεῖς ἔχειν τοὺς ὄσσους |
| α 909 | ἀμβλῶσαι · τὸ ἀτελὲς, οἱ ἰατροί. ἀπὸ μεταφορᾶς τῶν ἀμπέλων· ὁπόταν γὰρ τὰ βρέφη τικτουσῶν λέγομεν ἀμβλυώττειν καὶ κατὰ συγκοπὴν ἀμβλώττειν· παρὰ τὸ βάλλω βλῶ. ἀμβλωθρίδιον ἐκ τοῦ ἀμβλῶ καὶ τοῦ θορῶ, τὸ πηδῶ |
| α 910 | ἄμβων · κυρίως, εἶναι, οἷον · πολλῶν ἤδη λοπάδων τοὺς ἄμβωνας περιλείξας. λέγονται καὶ οἱ ὀρεινοὶ καὶ ὑψηλοὶ τόποι. παρὰ τὸ βῶ βών καὶ ἀνάβων καὶ κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ ν εἰς μ καὶ ἀναβιβασμὸν τοῦ τόνου ἄμβων |
| α 911 | ἀμβλύς · ὁ σίδηρος ὁ μὴ ὀξύς, καὶ πλεονασμῷ τοῦ β ἀμβλύς |
| α 912 | ἀμβρόσιος · οὗ οὐχ οἷόν τε, οἷον · περὶ δὲ χύτο ἀμβρόσιος ὕπνος καὶ πάλιν · νήδυμος ἀμφιχυθείς· καὶ ἀμβρόσιος οὖν διὰ τοῦτο λέγεται ὁ ὑγρός. τὰ δὲ διὰ τοῦ σιος. γράφονται· διπλάσιος ἀσπάσιος Ταράσιος ἀμβρόσιος διαπρύσιος. ὁμοίως καὶ τὰ ἐπ’ ἀριθμοῦ τασσόμενα, οἷον διακόσιοι τριακόσιοι καὶ τὰ ἑξῆσ· «πλὴν τῶν μετουσιαστικῶν» εἶπε διὰ τὸ χρύσειος σταυρός |
| α 913 | ἀμβροσία · θεία τροφή, ἧς βροτοὶ οὐ μετέχουσιν· ἢ ἧς οὐχ οἷόν τε βροτοῖς ἅψασθαι |
| α 914 | ἄμβροτοι · διότι ἀθάνατοι οἱ θεοί, τὸ ἄμοιρον εἶναι βρότου, ὅ ἐστιν αἵματος |
| α 915 | ἀμβρακία · πόλις Ἀμβρακία |
| α 916 | ἀμβολιεργός · ἀναβαλλόμενος εἰς τὸ ἔργον |
| α 917 | ἀμβολάδην · ἀναβολικῶς ἐπίρρημα, ἐκ τοῦ ἀναβάλλω ἀναβολάδην καὶ ἀμβολάδην |
| α 918 | ἀμβλυωπία · ἐκ τοῦ ἀμβλύς, ὃ σημαίνει τὸ ἀσθενές, καὶ τοῦ ὤψ, οἱονεὶ ὁ μὴ καθαρὸν φῶς ἔχων. α |
| α 919 | ἀμβατός · ἐκ τοῦ βαίνω βανῶ βέβακα βέβαμαι βέβαται βατός ἀναβατός καὶ ἐν συγκοπῇ ἀμβατός |
| α 920 | ἀμέγαρτος · ποτὲ μὲν μεγαίρω, τὸ φθονῶ, μέγαρον καὶ μέγαρτος καὶ ἀμέγαρτος κατ’ ἐπέκτασιν τοῦ α ἵν’ ᾖ πολλοῦ φθόνου ἄξιον· τὰ γὰρ μεγάλα φθονεῖται, ὅθεν Σοφοκλῆς · πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει |
| α 921 | ἀμέλγω · παρὰ τὸ ἅμα ἕλκειν |
| α 922 | ἀμενηνός · παρὰ τὸ μένος ἄμενος, καὶ πλεονασμῷ, πετηνός, καὶ ἀμενηνός, καὶ ἀμενηνῶ ῥῆμα |
| α 923 | ἀμέρδω · κυρίως τὸ στερῶ μέρους, καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ στεροῦμαι. ὥσπερ ἀπὸ τοῦ σκαίρω καὶ παρὰ τὸ μείρω μερῶ γίνεται μερίζω καὶ κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ ζ εἰς δ μέρδω καὶ μετὰ τοῦ στερητικοῦ α ἀμέρδω· παρὰ δὲ τὸ μείρω, τὸ μερίζω, γίνεται ὁ μέλλων μερῶ κέρσω καὶ σπείρω σπερῶ σπέρσω |
| α 924 | ἀμένης · σημαίνει τὸν παῖδα, παρὰ τὸ μὴ ἔχειν μένος καὶ κλίνεται ἀμένητος· εἰσὶ γάρ τινα εἰς ους λήγοντα καὶ πρὸ τοῦ η ἀμετάβολον ἔχοντα καὶ πρὸ τοῦ ἀμεταβόλου φωνῆεν μὴ τὸ ι μὴ τὸ ο μὴ τὸ υ μὴ τὸ ω ἅτινα διὰ τοῦ τος κλίνεται, οἷον Ἐπιάλης Ἐπιάλητος, Ὑπέρης Ὑπέρητος Ἀκέλης Ἀκέλητος. πρόσκειται «μὴ. ἔχοντα μὴ τὸ ι μὴ τὸ ο μὴ τὸ υ μὴ τὸ ω », ἐπειδὴ τὰ τοιαῦτα ἰσοσυλλάβως κλίνεται καὶ εἰς ου ἔχουσι τὴν γενικήν· Αἰσχίνης τελώνου, οὐκ ἀντιστρέφοντος τοῦ κανόνος· οὐδὲ γὰρ τὰ ἔχοντα πρὸ τοῦ η ἀμετάβολα καὶ πρὸ τοῦ ἀμεταβόλου φωνῆεν μὴ τὸ ι μὴ τὸ ο μὴ τὸ υ μὴ τὸ ω διὰ τοῦ τος κλίνεται |
| α 925 | ἀμεύσιμος · παρὰ τὸ ἀμεύω, ἀμεύσω, τοῦτο δὲ παρὰ τὸ ἅμα καὶ τὸ σεύω, σημαίνει δὲ τὸ πορεύομαι. ἢ παρὰ τὸ νεύω νεύσω νεύσιμος καὶ ἀνεύσιμος, τοῦ α ἢ τὸ ὁμοῦ ἀμεύσιμος |
| α 926 | ἀμείλικτος · ἐκ τοῦ μειλίσσω |
| α 927 | ἀμεινίας · ἀμείνων, μενίας καὶ Ἀμενίας κατὰ. στέρησιν, καὶ Ἀμεινίας, οἱονεὶ ὁ ἀπρόθυμος καὶ ἀόργητος |
| α 928 | ἀμείνων · παρὰ τὸ μείων καὶ ἐν πλεονασμῷ τοῦ ν αἰρόμενος· τὸν γὰρ κρείττονα πάντες αἴρουσι |
| α 929 | ἀμείδητος · ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας· τὰς φρικτάς, ἐν αἷς μειδιᾶσαι οὐδὲ γελάσαι οὐκ ἦν, ἢ ὅτι τὰ μυστήρια. ἐκ τοῦ μειδιῶ ἢ μείδω |
| α 930 | ἀμήρυτον · τὸ ἀτέλεστον· ἀπὸ μεταφορᾶς τῶν ἀπὸ τῶν ἐρίων μηρυμάτων μήρυτον καὶ ἀμήρυτον |
| α 931 | ἄμη · τὸ γεωργικὸν ἢ οἰκοδομικὸν κόπτειν |
| α 932 | ἀμᾶν · τὸ θερίζειν ἕλκω |
| α 933 | ἄμης · ποιός τις πλακοῦς· Ἀριστοφάνης · ἄμητα προέπεμψεν ἡμῖν τουτονί. ἀπὸ τοῦ ἐξαμᾶσθαι εἰς αὐτὸν σπουδαίως, αὐτοῦ |
| α 934 | ἀμίς · τὸ οὐροδόχον ἀγγεῖον· παρὰ τὸ ὀμιχῶ, τὸ οὐρῶ. παρὰ τὸ ὀμιχεῖν οὖν ὀμίς καὶ ἀμίς. ἢ παρὰ τὸ ἄμη ἀμίς, ὡς σκάφη σκαφίς |
| α 935 | ἀμίσαλλος · οἷον · ἀμίσαλλοί τε γέροντες, κατ’ ἔνδειαν, μισγόμενος |
| α 936 | ἀμίστυλλον · τὸ μὴ κεκομμένον· παρὰ τὸ μιστύλλω ἀμίστυλλον, τὸ δὲ μιστύλλω παρὰ τὸ μεῖον καὶ τὸ τίλλω, τὸ κόπτω |
| α 937 | ἀμιχθαλόεσσαν · σημαίνει τὴν θάλασσαν τὴν ἀπρόσμικτον οὖσαν τῇ γῇ διὰ τὸ μὴ ἔχειν λιμένα. γέγονε δὲ παρὰ ἀμιχθόεις, τὸ θηλυκὸν ἀμιχθόεσσα, ὡς αἰθαλόεις αἰθαλόεσσα καὶ αὐδήεις αὐδήεσσα, καὶ παιπαλόεις παιπαλόεσσα καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ἀμιχθαλόεσσα |
| α 938 | ἄμναμοι · οἱ ἀπόγονοι· οἱ γὰρ τῶν ἀμνῶν ἀμνοὶ ἄμναμοι λέγονται |
| α 939 | ἀμνίον · τὸ αἱμοδόχον ἀμνίον |
| α 940 | ἀμνός · τὰ πρόβατα, μάλιστα τὰ μικρά· παρὰ τὸ μένος ἄμενος καὶ ἐν συγκοπῇ ἀμνός, ἀμνός, οἱονεὶ ὁ ἐστερημένος τῶν νηπίων τριχῶν |
| α 941 | ἀμογητί · ἄνευ μόγου, τουτέστι κόου· τὸ δὲ μόγος παρὰ τὸ μὴ ἐᾶν γάννυσθαι |
| α 942 | ἀμολγῷ · τῷ μεσονυκτίῳ, καθ’ ὃ οὐκ ἀμέλγουσιν. ἢ παρὰ τὸ μολῷ, κατὰ πλεονασμὸν ἐν ᾧ οὐδεὶς μολίσκει. ἢ ἐν καιρῷ, ἐν ᾧ συμβέβηκεν ἀμέλγεσθαι τὰ πρόβατα |
| α 943 | ἀμορβές · σημαίνει ὁρμῶν, ἀμορμής τις ὤν, καὶ τροπῇ τοῦ μ εἰς τὸ β ἀμορβός καὶ ἀμορβής |
| α 944 | ἀμόργινος · χιτῶνα σημαίνειν ἐκδέχονται, καθὼς καὶ Θηραῖον τὸν ἀπὸ τῆς Θήρας νήσου. δηλοῖ δὲ καὶ χρώματος ὁμοιότητα παρὰ τὴν ἀμοργήν, ὁμοίαν βύσσῳ |
| α 945 | ἄμοχθος · παρὰ τὸ μόχθος καὶ τροπῇ τοῦ γ εἰς θ καὶ κατὰ στέρησιν τοῦ α ἄμοχθοσ |
| α 946 | ἁμός · ὁ ἡμέτεροσ· ὥσπερ ἀπὸ τοῦ σφέτερος γίνεται Δωρικῇ διαλέκτῳ σφός ἁμός |
| α 947 | ἄμοτον · ἀπλήρωτον· παρὰ τὸ μένω, οἷον · ἄμοτον μεμαῶτι μάχεσθαι, ἵνα ἐστὶ τὸ α ἐπιτατικόν τουτέστι τῶν μότων. ἢ ἀπὸ τοῦ μετρῶ ἄμετρον καὶ ἄμοτον τὸ ἀπλήρωτον |
| α 948 | ἀμορμεύεσκε · συνωδοιπόρει · σὺν δ’ ἡμῖν ὁ πελαργὸς ἀμορμεύεσκε· παρὰ τὸ ἀμορμεύειν πορεύεσθαι |
| α 949 | ἀμοιβηδίς · ἐκ τοῦ ἀμείβω ἀμοιβή καὶ ἀμοιβηδίς. σημαίνει δὲ τὸ ἐνηλλαγμένως, τὸ δὲ ἐπαμοιβός τὸ ἀλλεπαλλήλους |
| α 950 | ἀμοιβοί · σημαίνει τὸ ἀλλεπάλληλοι · οἵ ῥ’ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοί, οἱ ἐξ ἀμοιβῆς Τρωσίν |
| α 951 | ἀμπεχόνη · ἰστέον, ὅτι ἡ ἀμφί πρόθεσις λέγεται καὶ ἀμπί παρὰ τοῖς Αἰολεῦσιν, οἷον ἀμπεχόνη, ἡ ἀμπίσχουσα, ἐκ τοῦ ἔχω ἴσχω. ἀμπεχόνη δὲ λέγεται περιβόλαιον ἱματίου, ἤγουν πάλ. λιον · «καὶ γὰρ ἦν αὐτῇ ἱμάτια καὶ περίζωμά τε καὶ ἀμπεχόνια δύο» |
| α 952 | ἄμπαυμα · ἀνάπαυμα, καὶ κατὰ συγκοπὴν ἄμπαυμα |
| α 953 | ἀμπνύνθη · ἀναπνύω ἀναπνύσω ἀνέπνυκα ἀνέπνυμαι ἀνεπνύθη καὶ πλεονασμῷ τοῦ ν καὶ συγκοπῇ ἀμπνύνθη, ὡς τὸ ἀρτύνθη |
| α 954 | ἀμπείραντες · ἀναπείραντες καὶ διαπείραντες· ἀπὸ τῆς ἀνά προθέσεως καὶ τοῦ πείρω, τὸ κεντῶ κατὰ συγκοπήν |
| α 955 | ἀμπρεύω · ὁ μὲν Καλλίμαχος κυρίως ἐπὶ τοῦ ἕλκειν ἔλαβε τὴν λέξιν· ἀμπρὸν γὰρ καλεῖται, τοὺς βόας. ὁ δὲ Λυκόφρων οἷον · ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον |
| α 956 | ἄμπυξ · τὸ γυναικεῖον ἢ παρὰ τὸ πυκάζειν καὶ ἀνέχειν τὰς τρίχας |
| α 957 | ἄμπελος · ἀνάπηλός τίς ἐστι, ἡ μὴ ἔχουσα ἐν ἑαυτῇ πίνοντας αὐτόν |
| α 958 | ἀμορραίων · ὄνομα ἔθνους· · τὸν Σηὼν βασιλέα τῶν Ἀμορραίων· ὁ Ἀμορραῖος τοῦ Ἀμορραίου. ἐπὶ δὲ τοῦ τόπου, οἷον τὸ Ἀμώριον διὰ τοῦ ω μεγάλου καὶ ἑνὸς ρ |
| α 959 | ἄμπωτις · ἡ ξηρασία, ἡ ῥιχία. κυρίως δὲ ἡ ἀναχώρησις τῆς θαλάσσης καὶ ἄμπωσις κατὰ συγκοπήν, καὶ τροπῇ ἄμπωτις· ὅτι δὲ τὸ ς εἰς τ τρέπεται δῆλον ἐντεῦθεν καὶ ἀπὸ τοῦ ἄση ἄτη, ἡ βλάβη. καταχρηστικῶς δὲ ὑποχώρησις ἄμπωτις λέγεται |
| α 960 | ἀμπλάκημα · ἁμάρτημα· ἐκ τοῦ πλέκω πλακῶ πλάκημα καὶ ἀμπλάκημα. ἢ παρὰ τὸ ἀναπλέκεσθαι ἡμᾶς |
| α 961 | ἀμυμώνη · θυγάτηρ, εἰς η πέρατος περάτη, κάλυκος Καλύκη, ἅρπαγος ἁρπάγη καὶ ἀμύμονος Ἀμυμόνη καὶ Ἀμυμώνη |
| α 962 | ἀμῦναι · τὸ ἀποσοβῆσαι, οἷον · βούλεται ἀντιάσας ἀμῦναι· ἢ τὸ βοηθῆσαι · ὄφρ’ ἐπαμύνω Τρώεσσι. παρὰ τὴν μύνην, τὴν πρόφασιν · ἄλλ’ ἄγε μὴ μύνῃσι παρέλκεται. ἀμῦναι οὖν, βοηθῆσαι. ἢ παρὰ τὸ ἀμεύω δύνω, καὶ ἐνδείᾳ τοῦ ε ἀμύνω, τὸ μετὰ δρόμου βοηθῶ. ἢ παρὰ τὸ ἀμείβω βοηθεῖν |
| α 963 | ἀμεύω · τὸ πορεύομαι· παρὰ τὸ ἅμα καὶ τὸ σεύω, τὸ ὁρμῶ. ἢ παρὰ τὸ νεύω καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀνεύω καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον ἀμεύω. ἢ παρὰ τὸ ἀμείβω ἀμεύω τροπῇ τοῦ ι εἰς υ ὡς τριφάλεια τρυφάλεια |
| α 964 | ἀμύντωρ · ὁ βοηθός· ἐκ τοῦ ἀμύνω |
| α 965 | ἀμύξ · ἐπίρρημα· καὶ σημαίνει τὸ ἀμυκτικῶς ἤγουν σπαρακτικῶσ· περισπώμενον γίνεται ἐπίρρημα ἀποβολῇ τοῦ ω ὡς ἀπὸ τοῦ δήκω δήξω δάξω δάξ, κλάζω ἀμύξ |
| α 966 | ἀμύσσω · παρὰ εἰς υ καὶ ἀποβολῇ τοῦ ι ἀμύσσω, ὡς μάθω μάθος καὶ μῦθος, ᾄδω ὕδω, τὸ ὑμνῶ· σημαίνει δὲ τὸ αἱματῶ καὶ ξέω |
| α 967 | ἄμυστις · ἡ ἀπνευστὶ διαπνεῦσαι, ὥστε ἀπνευστί. ἔστι δὲ καὶ φιάλης εἶδος μεγάλης |
| α 968 | ἀμυχή · τὸ ἕλκος, τὸ ἐπὶ τοῦ σώματος· παρὰ τὸ ἀμύσσειν, ὅπερ ἀπὸ τοῦ αἱμάσσειν γίνεται πληγή |
| α 969 | ἄμυδις · σημαίνει δὲ τὸ ἅμα· παρὰ τὸ ἅμα ἅμαδις καὶ τροπῇ τοῦ α εἰς υ ἄμυδισ, ὡς σάρκες σύρκες |
| α 970 | ἀμυδρός · παρὰ τὸ μύδρος, ὃ ἀμυδρός κατὰ στέρησιν, ὁ ἀλαμπὴς καὶ σκοτεινός |
| α 971 | ἀμυγδάλη · παρὰ τὸ ἐν τῷ κελύφει· τὸ μετὰ ἀμυχὰς ἔχειν |
| α 972 | ἀμύμων · ἄψογος· παρὰ τὸ μύω, τὸ καμμύω, ὁ μέλλων χελύνη. ἢ παρὰ τὸ μυγμή γίνεται μύγμων καὶ ἀμύμων ἐνδείᾳ τοῦ γ ἤγουν ὁ ἄψογος καὶ εἰς ὃν οὐκ ἔστι μυγμήν, ἤτοι κἂν λεπτότατον ψόγον, εὑρεῖν· μυγμή γὰρ ἡ τοῦ μ στοιχείου ἐγχάραξις ὥσπερ καὶ νυγμή καὶ ξυσμή ἡ τοῦ ν καὶ τοῦ ξ |
| α 973 | ἀμύξεις · κινήσεις, λυπήσεις. ἀμύσσω ἀμύξω. τὸ δὲ ἀμύσσω παρὰ τὸ μῦ ἐπίρρημα γίνεται· μύζω καὶ ἀμύζω, τὸ λίαν οἰμώζειν· τὸ δὲ ζ τὴν ψυχήν |
| α 974 | ἀμφασίαν · τὴν ἀφωνίαν· ἐκ τοῦ φημί φήσω πέφηκα πέφημαι πέφησαι φάσις καὶ ἀφασία, πλεονασμῷ τοῦ μ διὰ τραχύτητα ἀμφασία |
| α 975 | ἀμφαδόν καὶ ἀμφαδίην · φανε. ρῶς· φαίνω φανδόν, ὡς χαίνω χανδόν, καὶ ἀναφανδόν καὶ ἀμφαδόν καὶ ἀμφαδίην |
| α 976 | ἀμφ’ αὖον · δύο μέρη πληθυντικόν · αὖα περίκηλα |
| α 977 | ἄμφηκες · ἀπὸ τοῦ ἥκω, τὸ ἔρχομαι, ἥκης καὶ ἀμφήκης, τὸ οὐδέτερον ἄμφηκες |
| α 978 | ἀμφίδυμοι · πάντοθεν κατάδυσιν ἔχοντες καὶ σκέπην, οἷον ἀμφίδυνοι, δισσὰς εἰσόδους ἐξ ἑκατέρωθεν τοῦ μέρους ἔχων. καὶ ἀμφιδύμη θηλυκῶς ἡ διπλῆ, οἷον · «ἀμφιδύμην τὴν κωλύμην ἔχω τῶν λόγων» |
| α 979 | ἀμφιάραος ἢ Ἀμφιάρεως· ὡς Μενέλαος Μενέλεωσ· ὁ ἥρως, Ὀϊκλέους· ἢ παρὰ τὸν ἀέρα μάντις γὰρ ἦν |
| α 980 | ἀμφίκαυτις · ἡ ὀρεινὴ οἱ δὲ κωμικοὶ ἀπὸ τοῦ περικεκαῦσθαι. οἱ δὲ τὴν πρώτην ἔκφυσιν τῶν πυρῶν, ἣν ἡλήϊον προσαγορεύουσιν |
| α 981 | ἀμφίγυια · Ὅμηρος ἐπὶ τῶν δοράτων λέγει · ἔγχεσιν ἀμφιγυίοισιν, οἱονεὶ τὰ ἑκατέρωθεν γυιῶσαι, καὶ τοῦ σαυρωτῆρος, οἷον · γυιώσω μέν σφωϊν |
| α 982 | ἀμφίβασις · ὑπερμάχησις· κυρίως ἡ περὶ τοῦ νεκροῦ μάχη· περιβάντες γὰρ τὸν νεκρὸν ἀγωνίζονται |
| α 983 | ἀμφιγυήεις · παρὰ τὸ γυῖα χωλός |
| α 984 | ἀμφίδρυφοι · δρύπτω, τὸ ξαίνω· τὸ ἀμφοτέρωθεν ἐξεσμένοι· δρύπτω δρύψω δέδρυφα δρύφοσ |
| α 985 | ἀμφιδέδηε · περιειλεῖται δαίω, μέσου παρακειμένου |
| α 986 | ἀμφικέφαλος · κλίνης εἶδος· παρὰ, προσκεφάλαιον |
| α 987 | ἀμφιλαφές · τὸ δασὺ ληπτόν, τροπῇ τοῦ β εἰς φ. ἢ παρὰ τὴν ἁφήν |
| α 988 | ἄμφις · τοῦτο παρ’ Αἰσχύλῳ ὥσπερ ἀπὸ τοῦ ἀστράγαλος οὐδέποτε γὰρ τρισύλλαβος γίνεται συγκοπή. ἀλλ’ οὐδὲ πάλιν ἀποκοπή, ἐπεὶ, τηρηθῇ τὸ στοιχεῖον ἐστιν |
| α 989 | ἀμφίς · ἀπὸ τὸ χωρίς καὶ δασμόν· οὐ γὰρ δυνάμεθα λέγειν πρόσθεσιν ἢ πλεονασμὸν τοῦ |
| α 990 | ἀμφισβητεῖν · ἀπὸ τοῦ ἀμφίς καὶ τοῦ βάζειν, ἵνα σημαίνῃ ἄδηρον ἄβδηρον, δύω βδύω, καὶ σίδαι σίβδαι. ἢ παρὰ τὸ ἀμφίς ἐπίρρημα, τὸ κεχωρισμένως βαίνειν· τοιοῦτοι γὰρ οἱ βαδίζοντες |
| α 991 | ἀμφιέννυται · παρὰ τὸ ἕω, εἵνυτο, καὶ ἐπειδὴ ἔθος ἔχουσιν οἱ Αἰολεῖς τὸ ι πρὸς τὸ ἐπιφερόμενον σύμφωνον τρέπειν, οἷον φθείρω φθέρρω, γείνω γέννω, κτείνω κτέννω, ὡς τὸ · «Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτέννουσα τοὺς προφήτας»· τὸν αὐτὸν τρόπον τρέπει τὸ ι εἰς τὸ ν καὶ γίνεται ἑννύω καὶ ἀμφιεννύω καὶ ἐξ αὐτοῦ παράγωγον ἀμφιέννυμι, τὸ. παθητικὸν ἀμφιέννυμαι, ἀμφιέννυται. ἢ ὥσπερ ἀπὸ τοῦ τίω, τὸ ἀνταποδίδωμι, τίνω τιννύω καὶ τίννυμι καὶ σβέω σβένω σβεννύω καὶ σβέννυμι, οὕτως ἕω ἕνω ἑννύω καὶ ἕννυμι καὶ ἀμφιέννυμι |
| α 992 | ἀμφιτρύων · παρὰ τὸ τρύος, ὅ ἐστι πόνος |
| α 993 | ἀμφιφῶν · εἶδος πλακοῦντος τελούμενος οἷον · μαστοὺς τροφαλίδας ἀμφιφῶντας ἰτρία· διὰ τὸ τῇ Ἑκάτῃ τοῦ οὐρανοῦ |
| α 994 | ἀμφιλύκη νύξ · λυκόφως, λύγη, καὶ τροπῇ τοῦ γ εἰς κ λύκη καὶ ἀμφιλύκη. οὕτως Ὠρίων |
| α 995 | ἀμφιδρόμια · ἔστιν ἑορτὴ ἐν Ἀθήναις συντελουμένη, καθ’ ἣν ἐγκρυφίου ἄρτου ὀπτωμένου. ἐπὶ τῆς ἑστίας περιτρέχουσι. τὸ δ’ αὐτὸ ποιοῦσι καὶ μετὰ σκευῆς εἰσ τὰ βρέφη περὶ τὴν ἑστίαν περιφέροντες, ἐπειδὴ κουροτρόφος ἡ θεὸς ἐπί τινων ἐν Θεαιτήτῳ · «τοῦτο μὲν δή, ὡς ἔοικεν, μόγις ὡς ἀληθῶς» |
| α 996 | ἀμφικύπελλον · ποτήριον· παρὰ τὸ κυφόν κύφελον καὶ κύπελον λέγουσιν· ἢ παρὰ τὸ χέω χύπελλον, ὅπου ὁ πηλός, ἤγουν, λέγει · ἤτοι ὁ καλὸν ἄλεισον χρύσεον ἄμφωτον |
| α 997 | ἀμφικτύονες · οἱ περιοικοῦντες, Ὅμηρος · ἐϋκτίμενον πτολίεθρον. ἔστιν οὖν οἰκίζω οἰκίσω οἰκιών καὶ οἰκτιών κατὰ πλεονασμὸν τοῦ τ καὶ ἀφαιρέσει τῆς οι συλλαβῆσ καὶ μετὰ τῆς ἀμφί ἀμφικτύων τροπῇ τοῦ ι εἰς υ καὶ κλίνεται ἀμφικτύονος, γράφεται δὲ καὶ περικτύων. ἔστι δὲ συνέδριον Ἑλληνικὸν ὁ Ἀμφικτύων συναγόμενον ἐν Θερμοπύλαις |
| α 998 | ἀμφιειμένος · ἐνδεδυμένος· παρὰ τὸ ἕω τὸ σημαῖνον εἷκα, ὁ παθητικὸς εἷμαι, εἱμένος ἡ μετοχή, οἷον · εἱμένος ὤμοιιν νεφέλην αἰγίδα θοῦριν· καὶ ἐν συνθέσει ἀμφιειμένος |
| α 999 | ἀμφίβληστρον · τὸ δίκτυον· παρὰ τὸ βλῶ βλήσω βέβλημαι βέβληται βλῆτρον, ὡς πέπληκται πλῆκτρον, καὶ μετὰ τῆς ἀμφί προθέσεως ἀμφίβληστρον πλεονασμῷ τοῦ ς |
| α 1000 | ἀμφιτρίτη · ἡ θάλασσα· διὰ τοῦ ι. καὶ ὤφειλε διφθόγγῳ, ὅσον ἐκ τῆς ἐτυμολογίας· ἢ γὰρ παρὰ τὸ ῥεῖν ἐστιν ἡ περιρρεομένη, ἢ παρὰ τὸ τρεῖν, φόβον γὰρ ἐμποιεῖ. ἀλλὰ γράφεται διὰ τοῦ ι τῷ χαρακτῆρι τῶν εἰς τη θηλυκῶν· τὰ γὰρ Ἀφροδίτη Ἀμφιτρίτη, πλὴν τοῦ χαίτη |
| α 1001 | ἀμφιρεφέα · τὴν τῶν βελῶν θήκην· συνετέθη δὲ ἀπὸ τοῦ ἐρέφω, τοῦ σημαίνοντος τὸ σκέπω, καὶ τῆς ἀμφί |
| α 1002 | ἀμφικινυρόμεναι · μέλπουσαι, ᾄδουσαι· ἀπὸ τῆς κινύρας |
| α 1003 | ἀμφίων · ὄνομα κύριον· ἀπὸ τῆς ἀμφί προθέσεως καὶ τῆς ἰών μετοχῆς γέγονεν ἀμφιιών, καὶ κράσει τῶν δύο ιι εἰς ι. μακρὸν γίνεται Ἀμφίων. ἢ παρὰ τὴν ἀμφί πρόθεσιν κατὰ παραγωγὴν καὶ ἐξέτεινε, καὶ Δολίων. τὰ δὲ διὰ τοῦ ιων βαρύτονα τρέποντα τὸ ω εἰς ο ἐν τῇ γενικῇ τρισύλλαβα, εἴτε κύρια, εἴτε μή, ἀποστρέφονται τὴν ει κατὰ τὴν παραλήγουσαν, οἷον Δολίονος Ἰξίονος Ἀμφίονος βελτίονος ταχίονος βραδίονος διπλασίονος καλλίονοσ. πρόσκειται «κύρια» διὰ τὸ Ἀτρείων Πηλείων Καδμείων. ταῦτα γὰρ καὶ βαρύτονά εἰσι καὶ φυλάττουσι τὸ ω ἐν τῇ γενικῇ, ἀλλ’ οὐκ ἀντίκεινται· τὸ μὲν γὰρ Ἀτρείων πατρωνυμικόν ἐστι, ὡσαύτως καὶ τὸ Πηλείων, τὸ δὲ Καδμείων ἐθνικόν. πρόσκειται «βαρύτονα» διὰ τὸ Καρνειών Καρνειῶνος· τοῦτο γὰρ κύριόν ἐστιν ὄνομα πόλεως καὶ φυλάττει τὸ ω ἐν τῇ παραληγούσῃ, ἀλλ’ οὐκ ἀντίκειται, ὅτι οὐκ ἔστι βαρύτονον. τὸ Ὠρίων ἀπὸ τῆσ φύσει μακρᾶς ἀρχόμενον συλλαβῆσ ἔχει καὶ τὴν παραλήγουσαν ποιητικῶς ἐκτεινομένην |
| α 1004 | ἄμφιος · οὐ γέγονεν ἀπὸ τοῦ Ἀμφίων τὸ Ἄμφιος, ἀλλὰ παρὰ τὴν ἀμφί πρόθεσιν Ἄμφιος ἐκτάσεως γινομένης ποιητικῆς, ὥσπερ παρὰ τὴν ὑπό πρόθεσιν γίνεται Ὕπιος ὁ Ζεύςἔστι δὲ ὄνομα ποταμοῦ καὶ πόλεωςκαὶ παρὰ τὴν ἀνά Ἄνιος καὶ παρὰ τὴν ἀντί Ἄντιος. καὶ ὤφειλε προπαροξύνεσθαι, ὡς τὸ Ἄνιος καὶ τὰ λοιπά, ἀλλ’ ἐπεκράτησε παροξύνεσθαι. τὰ δὲ διὰ τοῦ φιος καθαρὰ προπαροξύνονται ἀπὸ ἀπτώτων, μὴ ἀπὸ τῶν εἰς ευω ῥημάτων ὄντα, οἷον ἶφι ἴφιος, ὅθεν καὶ ἴφια μῆλα, γνάμπτω γνάμφιος καὶ γόμφιος, δι’ οὗ γνάμπτεται καὶ κάμπτεται ἡ τροφή. πρόσκειται «μὴ ἀπὸ τῶν εἰς ευω ῥημάτων» διὰ τὸ νυμφεύω νυμφίος |
| α 1005 | ἀμφίπολος · θεραπαινίς· παρὰ τὴν ἀμφί πρόθεσιν καὶ τὸ πολῶ, τὸ ἀναστρέφομαι. τὰ δὲ παρὰ τὸ πολῶ καὶ χέω μὴ μετὰ προθέσεως συντιθέμενα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἰωνοπόλος ὀνειροπόλος οἰοπόλος οἰνοχόος χρυσοχόοσ. τὰ δὲ μετὰ προθέσεως προπαροξύνονται, οἷον ἀμφίπολος πρόπολος |
| α 1006 | ἀμφίφαλλον · ἀμφοτέρωθεν φαλλοὺς ἔχουσαν περὶ αὐτήν. φαλλοὶ δὲ οἱ ἀσπιδίσκοι |
| α 1007 | ἀμφοῦδις · παρὰ ἀποβολῇ τοῦ ω οὖδις καὶ ἐν συνθέσει ἀμφοῦδις |
| α 1008 | ἀμφορεύς · τὸ ἑκατέρωθεν δίωτον σταμνίον. ἢ τὸ ἑκατέρωθεν αἰρόμενον ἀμφαιρεύς καὶ ἀμφορεύς κατὰ συγκοπήν, πλεονασμῷ τοῦ ο |
| α 1009 | ἀμφῶες · τὸ δύο, ὄας ὄος, καὶ ὡς γένος εὐγενής, οὕτως ἀμφώης ἀμφῶες |
| α 1010 | ἀμφωτίδες · χαλκᾶ τινα, ἀμφωτίδες, τὴν ἀμφί τὴν περί σημαίνουσαν |
| α 1011 | ἀμφόνον · ἰστέον, ὅτι τὸ ἀμφόνον κατὰ συγκοπὴν οὐκ ἐγένετο, ἐπειδὴ αἱ συγκοπαὶ, οὐδέποτε συμφώνου,. ἀλλὰ φωνήεντος ἐπιφερομένου γίνονται, οἷον, εἶδός ἐστι συγκοπῆς |
| α 1012 | ἄμφω «τὸ ἄμφω δύο θεματικά εἰσι», τουτέστιν οὐκ ἐγένοντο ἀπὸ ἑνικῶν, ἐπειδὴ τὸ σημαῖνον κωλύει· πῶς γὰρ καὶ ὁ δύο ἀριθμὸς ἐν ἑνικῷ δύναται θεωρεῖσθαι ἀριθμῷ; διαφέρει δὲ τὸ ἄμφω δυάδος, ὥστε ὥσπερ ἐστὶν οἱ δύο, τοῦτό ἐστιν ἄμφω οὐδὲ γὰρ λέγομεν οἱ ἄμφω, ἤδη γὰρ τὴν ἀναφορὰν ἔχει. παρὰ τὸ ἄμφω ἀμφότερος, οἷον · ἀμφότεροι μέμασαν, · ἀμφοτέροισι δ’ ἀρήγετε· εἶτα δυϊκὸν ἀμφοτέρω καὶ κατὰ συγκοπὴν ἄμφω, κατ’ ἔκτασιν. τοῦ ο εἰς ω. διὰ τοῦτο οὖν εἶπον, ὅτι ἀπὶ τοῦ δευτέρου τὸ πρῶτον θέλει. ἀμφοτέρω γάρ, καὶ κατὰ συγκοπὴν ἄμφω. α |
| α 1013 | ἀμφοτέρωθεν · τὰ εἰς θεν οἷον κυκλόθεν Ἰλιόθεν οὐρανόθεν, πλὴν τοῦ ἀμφοτέρωθεν ἑκατέρωθεν ἑτέρωθεν |
| α 1014 | ἁμωσγέπως · ὁπωσδήποτε, καθ’ ὁντιναοῦν τρόπον. ἔστι δὲ ῥηματικὴ ἡ λέξις, Ὅμηρος · τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, ἀντὶ τοῦ ἁμωσγέπως. ἀπὸ δὲ τοῦ ἁμός γίνεται ἁμόθεν, ἐξ οὗ καὶ τὸ οὐδαμόθεν ἐπίρρημα. καὶ ὥσπερ ἀπὸ τοῦ καλός γίνεται ἐπίρρημα καλά, οὕτως ἀπὸ τοῦ οὐδαμῶς οὐδαμά ἀντὶ τοῦ οὐδαμῶς |
| α 1015 | ἀνακωχῆς · ἀναπαύσεως, τῆς πρὸς μικρὸν ἐν πολέμῳ εἰρήνης. εἴρηται δὲ παρὰ τὸ ἄνω τὰς ἀκωκὰς ἔχειν. καὶ ἀνακωχεύει ν· τὸ ἐν πελάγει χειμῶνος ὄντος συστείλαντας τὰ ὀθόνια σαλεύειν· σημαίνει καὶ τὸ ἀναχωρεῖν οἱονεὶ ἀναχωρεύειν, καὶ τροπῇ τῶν στοιχείων ἀνακωχεύειν |
| α 1016 | ἀναζυγή · ἡ τῆς θύρας ἄνοιξις, οἷον · «ἀναζυγῆς δὲ γενομένης». οὕτως Πλούταρχος |
| α 1017 | ἀνακογχυλίσαι ὕδωρ καὶ ὕδατι, οἷον · «ὕδωρ μοί τις δότω ἀνακογχυλίσαι», καὶ πάλιν · «ἀνακογχύλισον ὕδατι» |
| α 1018 | ἀνακαλυπτήρια · δῶρα διδόμενα ταῖς νύμφαις, ὅταν πρῶτον ἀνακαλύπτωνται ἐν τῇ ἑστιάσει τῶν γάμων καὶ τοῖς ἀνδράσι καὶ τοῖς ἑστιωμένοις ὁρώμεναι |
| α 1019 | ἀναγκαῖον · δεσμωτήριόν τί ἐστι παρὰ τοῖς Βοιωτοῖς οὕτω καλούμενον, ὥσπερ καὶ παρὰ τοῖς Κυπρίοις ὁ κέραμος· ἀξιοῦσι δέ τινες διὰ τοῦ ε μᾶλλον γράφεσθαι τὴν δευτέραν συλλαβὴν ἀνεγκαῖον, ὅπερ ἐστὶ τὸ Διοσκούρειον |
| α 1020 | ἀνυπόδητον · διὰ τοῦ η |
| α 1021 | ἀνθρώπινον καὶ ἀνθρωπινώτερον· καὶ «ἀνθρωπικῶς ἀνακαλεῖσθαι» ἐπὶ τοῦ οἰκτροῦ καὶ περιπαθοῦς |
| α 1022 | ἀνεμιαῖα · εἴρηται καὶ ὑπηνέμια |
| α 1023 | ἀνασκευασάμενοι · ἐπὶ τῶν μετοικιζόντων λέγεται |
| α 1024 | ἀνελεύθερος · ἐπὶ τοῦ σμικρολόγου καὶ φειδωλοῦ |
| α 1025 | ἀνέγνωκας οὐ μόνον ἀνέγνως φησίν |
| α 1026 | ἀνταναγνῶναι · καὶ ἀντεξετάσαι βιβλίον· τὸ γὰρ ἀντιβάλλειν βάρβαρον φαίνεται |
| α 1027 | ἀνάρσιος · ὁ σκληρὸς καὶ ἀνελεήμων· αἴρω, τὸ ἐπαίρω, ὁ μέλλων ἀρῶ, Αἰολικῶς ἄρσω, ἄρσιος καὶ ἀνάρσιος, ὁ μὴ συναιρόμενος μηδὲ συναντιλαμβανόμενος κατά τι |
| α 1028 | ἀναψύχειν τοῦδε καὶ τόδε, οἷον · ἕλκος ἀναψύχοντα, καὶ μακρὰν ἐλθὼν τοῦδε ἀναψῦξαι θέλω |
| α 1029 | ἀνάριστος · καὶ ἀναρίστητος ὁ ἄγευστοσ |
| α 1030 | ἀνασπᾶν · τὸ ἀντλεῖν ὕδωρ |
| α 1031 | ἀναθύειν · τὸ ἀναλαμβάνειν τὸ πρᾶγμα διὰ χρόνου |
| α 1032 | ἀναζυγῶσαι · τὸ τὰς θύρας ἀναπετάσαι· Ἀριστοφάνης · τὴν θύραν ἀναζυγώσασ |
| α 1033 | ἀνασκινδυλεῦσαι · τὸ ἀνασκολοπίσαι, τὸ σταυρῶσαι |
| α 1034 | ἀναισιμοῦν · τὸ ἀναλίσκειν |
| α 1035 | ἀναθέσθαι · τὸ μεταθέσθαι, ἀπὸ τῶν πεττευόντων καὶ τὰς κεκινημένας ἤδη ψήφους διορθούντων. Πλάτων δὲ τὸ μεταβουλεύσασθαι καὶ μεταγνῶναι |
| α 1036 | ἀνεπάγγελτος · ἄκλητος |
| α 1037 | ἀνεπικλήτως · μὴ ἐγκληθέντες |
| α 1038 | ἀνορταλίζειν · παίζειν, σκιρτᾶν |
| α 1039 | ἀνθιππασία · ἵππων ἅμιλλα, ἱππικὸς ἀγών |
| α 1040 | ἀνέσπακεν · ἐπῆρεν· οἷον · ἀνεσπακότες τὸ ἐπισκύνιον, ἤτοι ἐπάραντες τὰς ὀφρῦς· ἔστι καὶ ἀντὶ τοῦ εὕρηκεν, εἴληφε· οἷον · πόθεν γάρ, ὧ φίλοι θεοί, τούτους ἀνεσπάκασιν οὗτοι τοὺς λόγους |
| α 1041 | ἀνθρήνιον · σφηκίον ἢ μελίσσιον· λέγεται δὲ καὶ αὐτὸ τὸ κηρίον. Ἀρίσταρχος · τὸ πρόσωπον κεντούμενος ὥσπερ ὑπ’ ἀνθρηνῶν |
| α 1042 | ἀνδρολήψιον · ἐγκλήματος εἶδος· ἐὰν ἔξω τῆς Ἀττικῆς ἀνὴρ Ἀθηναῖος τελευτήσῃ καὶ μὴ ἐκδίδωσιν οἱ ἐν ἐκείνῃ τῇ πόλει, ἐν ᾗ τὸ ἔργον ἐπράχθη, τὸν δοκοῦντα ἐν τῇ αἰτίᾳ εἶναι, ἐφεῖτο ἐκ τοῦ νόμου τρεῖς τῶν ἐκείνου πολιτῶν ἄγειν εἰς Ἀθήνας δίκην ὑφέξοντας τοῦ φόνου· καὶ τοῦτο ἀνδρολήψιον καλεῖται |
| α 1043 | ἀναβὰς ἐπὶ τὸν ἵππον ἀπῄει καὶ πάλιν · «ἀναπηδήσας ἐπὶ τὸν ἵππον κατεδίωκε τὸν πατέρα», καὶ «ἀρξαμένους δ’ ἀπὸ τοῦ ἀναβαίνειν ἐπὶ τοὺς ἵππους πάντα τὰ ἐν ἱππικῇ μελετᾶν». τὸ δ’ «ἀναβὰς τὸν ἵππον» οὐ πάνυ δόκιμον· Ἀριστοφάνης Θεσμοφοριαζούσαις · ἀναβῆναι τὴν γυναῖκα βούλομαι |
| α 1044 | ἀναμνησθεὶς τοῦτο καὶ τούτου, οἷον · «ταῦτ’ ἀνεμνήσθητε», καὶ «τὰς τοῦ πατρὸς προαιρέσεις ἀναμνησθείς» |
| α 1045 | ἀναλίσκων εἰς τούτους καὶ ἀναλίσκων τούτους καὶ ἀναλίσκειν εἰς τόνδε καὶ πρὸς τόνδε καὶ ὑπὲρ τοῦδε, οἷον · «ἂν τὰ παρόντα ἀναλώσῃ πρὸς ἃ μὴ δεῖ» |
| α 1046 | Ἀνάζαρβα · πόλις Κιλικίας· ἀπὸ Ζάρβα τοῦ κτίσαντος. Ἀναζαρβεύς, ὡς Καρυανδεύς. ἀφ’ ἧς ἦν Διοσκορίδης ἰατρὸς χρηματίζων καὶ Ἀσκληπιάδης ὁ Ἀναζαρβεύς |
| α 1047 | Ἀναργυροῦς · δῆμος Ἐρεχθηΐδος φυλῆς. ὁ δημότης Ἀναργυρουντόθεν ὁμοίως τῇ ἐκ τόπου, ὡς Σταγειρόθεν καὶ ὁ Ἄσκρηθεν, ἤγουν ὁ ἀπὸ Σταγείρων, ὁ ἀπὸ Ἄσκρης, ὁ ἀπὸ Ἀναργυροῦντος. ἢ Ἀναργυρούντιος, ὡς Τραπεζούντιος. καὶ Ἀναργυροῦντάδε εἰς τόπον. λέγεται δὲ καὶ Ἀναργυράσιος. ἐζήτηται δὲ πῶς ἔχει τὸ α ἔδει γὰρ ὡς Ῥαμνούσιος· ἀλλ’ ἔοικε τὸ ρ αἴτιον εἶναι, φιληδοῦν τῇ συντάξει τοῦ α ὡς τὸ Φλιοῦς Φλιάσιος. τὸ ἐκ τόπου Ἀναργυρουντόθεν, καὶ Ἀναργυροῦντάδε εἰς τόπον |
| α 1048 | Ἀναία · παροξύνεται, οὐχ ὡς Λίλαια Ἱστίαια Κάρθαια. ἔστι δὲ Καρίας ἀντικρὺ Σάμου. ἀπὸ Ἀναίας Ἀμαζόνος. Ἀναῖος. ἐντεῦθεν ἦν Μενέλαος ὁ περιπατητικὸς φιλόσοφος |
| α 1049 | ἀνέγγυος · ὁ μὴ ἀπό τινος ἔχων τὸ πρὸς τὴν ὕπαρξιν ἀσφαλές |
| α 1050 | ἀνέθεσαν ἐν τῷδε τῷ τόπῳ καὶ εἰς τόνδε τὸν τόπον |
| α 1051 | ἀνέῳγεν ἡ θύρα οὐχ Ἑλληνικόν, ἀλλ’ «ἀνέῳγε τὴν θύραν ὅδε» ἢ «ἀνέῳκται ἡ θύρα»· τὸ γὰρ ἀνέῳγεν ἐνεργητικῷ ἰσοδυναμεῖ |
| α 1052 | Ἀνακαία · δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Ἀνακαιεύς. τὸ τοπικὸν Ἀνακαίαθεν |
| α 1053 | Ἀνακτόρειον · Ἀκαρνανίας πόλις· οὐδέτερον. Θουκυδίδης. δὲ ἀρσενικόν. τὸ ἐθνικὸν Ἀνακτορειεύς, καὶ Ἀνακτορεία ἡ γῆ. Σοφοκλῆς δὲ διὰ τοῦ ι · Ἀνακτόριον τῆσδ’ ἐπώνυμον χθονός |
| α 1054 | Ἄναια · πόλις Φρυγίας. ὁ πολίτης Ἀναιαῖος |
| α 1055 | ἀνελεῖν · λέγεται ἐπὶ τῶν ἐκ Δελφῶν χρησμῶν, οἱονεὶ ἀνελκύσαι, ἀναπέμψαι· κοῖλον γὰρ ἦν τι ἐπὶ πολὺ καὶ βάθος, ἀφ’ οὗ πνεῦμα ἐνθουσιῶδες ἀναθορὸν ἐπλήρου τὴν Πυθίαν περιβάδην ἀπολαβοῦσαν ἐκεῖνο τὸ χάσμα ἐπὶ τοῦ μαντικοῦ λέβητος, ὃς ἐπέκειτο τῷ προειρημένῳ βόθρῳ τοῦ κατὰ γῆς κοίλου· πληρουμένη δὲ ἀπεφοίβαζε τὸ ἐπελθόν |
| α 1056 | ἀνέχεσθαι τούτων καὶ τούτους καὶ ταῦτα, οἷον · «μηδὲ τοὺς λόγους αὐτῶν ἀνέξεσθε», καὶ «τίς δὲ ἀνασχήσεται ταῦτα;» |
| α 1057 | ἀνήκει πρὸς ἑτέραν αἰτίαν οἷον · «τὰ μὲν πρὸς ἑτέραν αἰτίαν ἀνήκειν δοκοῦντα παραλείψωμεν» |
| α 1058 | ἀνεσόβουν · σοβῶ, τὸ τρέχω, ἔνιοι δὲ τὸ ἐκδιώκω· τὸ οὖν ἀνεσόβουν ἀντὶ τοῦ ἀνέτρεχον πρὸς τυραννίδα. α |
| α 1059 | ἀνεῖλεν · ἀντὶ τοῦ ἐμαντεύσατο, σημαίνει δὲ καὶ τὸ ἐφόνευσεν. ἀνελεῖν δὲ τὸ μαντεύεσθαι, ἢ ἀπὸ τοῦ ἄνωθεν λαμβάνειν τὸ πνεῦμα καὶ πληροῦσθαι τοῦ θεοῦ, ἢ ἀπὸ τοῦ ἀνελεῖν τὴν ἄγνοιαν. ἐπὶ δὲ τοῦ φονεύειν, ἢ ἀπὸ τοῦ ἄνωθεν λαμβάνειν τὸ ἐν βάθει πνεῦμα τοῦ ἀνδρός, ἢ ἀπὸ τοῦ ἀνελεῖν τὴν γνῶσιν. λέγεται δὲ ἀνελεῖν καὶ τὸ ἀναλαβεῖν τὰ ἔκθετα βρέφη |
| α 1060 | ἀνείρειν · ἀναπείρειν· Πλάτων · σχοίνους λαβὼν ἄνειρε τὰ κρέα. ὅθεν καὶ ἡ ἄνερσις · «χρυσῶν στεφάνων ἀνέρσει»· οὕτως Θουκυδίδης |
| α 1061 | ἀνεμιαῖα · τὰ ὑπηνέμια τῶν ᾠῶν |
| α 1062 | ἀναποδίζειν · τὸ ἐξετάζειν καὶ ὡσανεὶ συγκρούειν· Ἡρόδοτος · «ἐπερωτῶν τε καὶ ἀναποδίζων τὸν κήρυκα». τὸ δ’ αὐτὸ καὶ ποδίζειν ἔλεγον· ποδίζειν δὲ κυρίως τὸ τοῖς ποσὶ μετρεῖν τι χωρίον καὶ τὸ τὴν σκιὰν μετρεῖν, πρὸς ἣν ἐπὶ τὸ δεῖπνον ἐβάδιζον |
| α 1063 | ἀνεχρήσαντο · ἀντὶ τοῦ διέφθειραν. Πλάτων · ἐμαυτὸν οὐ διεχρησάμην |
| α 1064 | ἀνέχειν · τὸ ἐξέχειν καὶ προέχειν, Θουκυδίδης · σημαίνει δὲ καὶ τὸ ἀνατέλλειν. καὶ ἀνέχοντας ἀντὶ τοῦ κωλύοντας· Ἀριστοφάνης · σὺ δ’ οὐκ ἀνεῖχες αὐτὸν ὥσπερ εἰκὸς ἦν |
| α 1065 | ἀντιβολία · δέησις |
| α 1066 | ἀνακλῖναι · τὸ ἀνοῖξαι, καὶ γὰρ τὸ κλεῖσαι ἐστὶ τὸ ἀσφαλίσαι· Ὅμηρος · ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ ἐπιθεῖναι |
| α 1067 | ἀναφορά · τὸ ἀνενεγκεῖν ἔκ τινος πταίσματος |
| α 1068 | ἀναθέσθαι · ἀναλαβεῖν τὰ λελεγμένα καὶ μηκέτι ταῦτα λέγειν |
| α 1069 | ἀνακογχυλιάσαι · τὸ ἀνακλῦσαί πως τὴν φάρυγγα ὑγρῷ τινι |
| α 1070 | ἀνηνέχθη · ἀντὶ τοῦ ἀνήνεγκεν. Ἡρόδοτος · «ἐκπλαγεὶς δὲ τούτοισιν ἐπὶ χρόνον ἄφθογγος ἦν· μόγις δέ ποτε ἀνενεχθεὶς εἶπεν». Ὅμηρος · μνησάμενος δ’ ἁδινῶς ἀνενείκατο φώνησέν τε,. ἀντὶ τοῦ ἀθρόως καὶ ἐλεεινῶς ἀνεστέναξεν, καὶ ἀνέπνευσεν |
| α 1071 | ἀνδανία · πόλις Μεσήνης· τὸ ἐθνικὸν Ἀνδανιεύς. ἐκ ταύτης Ἀριστομένης ἐγένετο, ἐπιφανέστατος στρατηγός· τοῦτον δὲ οἱ Λακεδαιμόνιοι πολλάκις αὐτοὺς νικήσαντα θαυμάσαντες, ὡς μόλις ἐκράτησαν, ἀνατεμόντες ἐσκόπουν εἰ παρὰ τοὺς λοιπούς ἐστί τι, καὶ εὗρον σπλάγχνον ἐνηλλαγμένον καὶ τὴν καρδίαν δασεῖαν. Ἀνδανιάς τὸ θηλυκόν |
| α 1072 | Ἄνδειρα · πόλις, οὐδετέρως, ἐν ᾗ «λίθος, ὃς καιόμενος σίδηρος γίνεται· εἶτα μετὰ γῆς τινος καμινευθεὶς ἀποστάζει ψευδάργυρον, εἶτα κραθεὶς χαλκῷ ὀρείχαλκος». Ἀνδειρηνός καὶ Ἀνδειρηνή |
| α 1073 | Ἄνδρος · νῆσος μία τῶν Κυκλάδων· ἀπὸ Ἄνδρου τοῦ Εὐρυμάχου. Ἄνδριος ὡς Λίνδιος Κνίδιος Μύνδιος |
| α 1074 | Ἀνεμούριον · πόλις Κιλικίας· κεῖται δὲ ἐφ’ ὑψηλοῦ τόπου. παρὰ τὸν ἄνεμον καὶ τὸ οὔριον εἰκὸς λέγεσθαι. Ἀνεμουριεύς καὶ Ἀνεμούριον |
| α 1075 | Ἀνεμώρεια · πόλις Φωκίδος· Ὅμηρος · οἵ τ’ Ἀνεμώρειαν ἀμφενέμοντο. ὁ πολίτης Ἀνεμωρεύς ὡς Λυκώρεια Λυκωρεύς |
| α 1076 | Ἀνήτουσσα · πόλις Λιβύης· ὁ πολίτης Ἀνητουσσαῖος |
| α 1077 | Ἀνθήνη · πόλις Λακωνική. ὁ πολίτης Ἀνθανεύς |
| α 1078 | Ἄνθεια · πόλις Πελοποννήσου. Ἀνθεύς. ἔστι καὶ ἑτέρα τοῦ Πόντου ἔστι καὶ Ἰταλίας ἄλλη |
| α 1079 | Ἀνθεμοῦς · πόλις Μακεδονίας, ἀπὸ Ἀνθεμοῦντος. Ἀνθεμούσιος καὶ Ἀνθεμουσία. ἔστι καὶ Ἀνθεμουσὶς λίμνη |
| α 1080 | Ἀνθηδών · πόλις Βοιωτίας· ἀπὸ Ἀνθηδόνος τινός. ὁ πολίτησ Ἀνθηδόνιος. ἔστι δὲ καὶ ἑτέρα πλησίον Γάζης· ὁ πολίτης Ἀνθηδονίτης |
| α 1081 | Ἀνθήνη · κώμη· Ἡρόδοτος. Ἡρωδιανὸς δὲ πόλιν φησίν. Ἀνθηναῖος |
| α 1082 | Ἄνθιον · πόλις Ἰταλίας. Ἀνθιανός |
| α 1083 | Ἄνθυλλα · πόλις Αἰγύπτου. Ἀνθυλλαῖος |
| α 1084 | ἀνία · τὰ διὰ τοῦ νια μακρὸν ἔχοντα τὸ α μὴ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευω διὰ τοῦ ι γράφονται, οἷον μανία πενία ξενία λειμωνία ῥοδωνία, ἃ καὶ λειμωνιά καὶ ῥοδωνιά καὶ κρινωνιά καὶ ἰωνιά ὀξυτόνως γράφονται, ὡσαύτωσ ἰσωνία, σημαίνει δὲ τὸ μὲν τὸν τῶν ῥόδων τόπον, τὸ δὲ τὴν ἴσην πρᾶσιν ἀπὸ τοῦ ἴσον καὶ τοῦ ὠνῶ, τὸ πιπράσκω, ἰμωνία, τὸ ἀντλητήριον, οὕτως καὶ ἀνία. πρόσκειται «μὴ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευω » διὰ τὸ ἑρμηνεία σαλακωνεία, σημαίνει δὲ τὴν βλακείαν. πρόσκειται «μακρὸν ἔχοντα τὸ α » διὰ τὸ σαφήνεια εὐμένεια εὐγένεια ἀπήνεια. τὸ μνεία οὐκ ἀντίκειται, ἐπεὶ οὐκ ἔστιν ἀπὸ τοῦ νια |
| α 1085 | ἀνιῶμαι διὰ ταύτας καὶ ἐπὶ ταύταις καὶ τούτων ἕνεκα |
| α 1086 | ἀνιστάμενος ἕωθεν καίτοι φησὶ μὴ λέγεσθαι ἀνίστασθαι ἐπὶ τῶν ἀφυπνισμένων, ἀλλὰ μόνως ἐγείρεσθαι, εἰ μὴ ἄρα προσυπακουστέον τὸ ἀνιστάμενος ἐκ τῆς κλίνης |
| α 1087 | Ἄννα · πόλις τῆς Ἰουδαίας. Ἀννίτης, καὶ Ἀννιανός ἀπὸ τοῦ Ἀννία |
| α 1088 | Ἀνταιούπολις · πόλις ἐν Αἰγύπτῳ Ἀνταιουπολίτης |
| α 1089 | Ἄντανδρος · πόλις ὑπὸ τὴν Ἴδην πρὸς τῇ Μυσίᾳ, ἀπὸ Ἀντάνδρου στρατηγοῦ Αἰολέων. Ἀντάνδριος |
| α 1090 | Ἄντεια · πόλις Ἰταλίας. Ἀντεάτης ὡς Ἀρδεάτης. ἔστι καὶ Ἄντιον τὸ οὐδέτερον Ἀντιεύς ὡς Σουνιεύς |
| α 1091 | Ἀντισάρη · πόλις · Ἡρωδιανός |
| α 1092 | Ἄντισσα · πόλις Λέσβου, ἀφ’ ἧς Τέρπανδρος ὁ Ἀντισσαῖος, ὁ κιθαρῳδός |
| α 1093 | ἄντρον · τὸ σπήλαιον. τὸ τοπικὸν ἔδει ἀντρίτης, ὡς λίκνον λικνίτης· εὕρηται δὲ ἀντραῖος καὶ ἀντραία |
| α 1094 | Ἀντρών · πόλις Θετταλίας· διὰ τὸ τοὺς τόπους ἀντρώδεις εἶναι. «Ἀντρώνιος ὄνος» |
| α 1095 | ἀντιγραφεύς · μέμνηται Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος λέγων οὕτως · «ὧν ἕκαστος ἀντιγραφεὺς ἔμελλεν ἔσεσθαι». ἔστιν οὖν δοῦλός τις ἢ ἐλεύθερος, ὁ τὰ εἰσφερόμενα χρήματα ἀντιγραφόμενος τρόπον γραμματέως, παρὰ τοῦτο δὲ καὶ ὠνομάσθη, ὅτι ἐπὶ τῶν εἰσφερομένων ἀντιγράφεται |
| α 1096 | ἀνταρσία · ἡ ἐξ ἐναντίας ἄρσις |
| α 1097 | ἀντιλαχεῖν · τὸ δίκην ἐπὶ διαιτητοῦ λαχόντα ἐρήμην ὀφείλειν καὶ πάλιν περὶ τούτου δικάζεσθαι |
| α 1098 | ἀντικαταλλάξασθαι ἀντὶ τοῦδε τόνδε, καὶ ἐπὶ τῷδε τιμήν, καὶ τοῦδε τόδε |
| α 1099 | ἀντίδικός μοι κατέστης, καὶ ἀντίδικος πρός με καθέστηκεν |
| α 1100 | ἀντιβλέψας αὐτοὺς καὶ αὐτοῖς, οἷον · «μηδέποτε μηδὲ τοὺς πολεμίους ἀντιβλέψας» |
| α 1101 | ἀντιάζομεν · αὐτὸν ἀντιάζομεν |
| α 1102 | ἀντιποιούμενος ἀρχῆς · καὶ «ἀντιποιούμενος βασιλεῖ τῆς ἀρχῆς» |
| α 1103 | ἀντίος · τὰ διὰ τοῦ ειος πρὸ μιᾶς τὸν τόνον ἔχοντα καὶ ἐν τῇ πρώτῃ συλλαβῇ τὸ α μεθ’ οὗ ἐπιφέρεται δύο σύμφωνα ἢ καὶ πλείονα, διὰ τῆς ει διφθόγγου γράφεται, οἷον Βακχεῖοσ ἀνδρεῖος. ἀστεῖοσ Ἀργεῖος ἀχρεῖοσ Καδμεῖος, πλὴν τοῦ ἀντίος καὶ ἐναντίος. εἰδέναι δὲ δεῖ, ὅτι τὰ μετὰ προθέσεως συντεθέντα ῥήματα, εἰ ἀλλοιοῦνται τῷ σημαινομένῳ, ἔσωθεν κλίνονται, βάλλω καταβάλλω κατέβαλλον· εἰ δὲ τηροῖτο ἐν ταύτῃ, ἔξωθεν κλίνονται, μύω καμμύω ἐκάμμυον, εὕδω καθεύδω ἐκάθευδον· τὸ δὲ ἤθελον ἤμελλον καὶ τὰ ὅμοια Ἀττικά· φιλοῦσι γὰρ μακρὰν ποιεῖν τὴν ἀρχὴν τοῦ παρῳχημένου |
| α 1104 | ἀντίξουν · ἐναντίον ἢ ἁρμόζον, οἷον ἀντισούμενον, τροπῇ τοῦ ς εἰς ξ. α |
| α 1105 | Ἄνυσις · πόλις Αἰγύπτου. Ἀνυσίτης ὡς Ὄασις Ὀασίτης |
| α 1106 | Ἄνωλος · πόλις Λυδίας· ἐκλήθη ἀπὸ Ἀνώλου, τοῦ Ἀσίου παιδός. οἱ πολῖται Ἄνωλοι, καὶ τὸ θηλυκὸν Ἀνωλιάς |
| α 1107 | ἀνάβλησις · ἀναβολὴ καὶ ὑπέρθεσις· ἀπὸ τοῦ βάλλω βλῶ βλήσω βέβληκα βέβλημαι βέβλησαι βλῆσις καὶ ἀνάβλησις. ἢ ἐκ τοῦ ἀναβάλλω ἀναβαλῶ ἀνάβλησις |
| α 1108 | ἀναδοιδυκίζει · ἀναταράττει· ἀπὸ τοῦ δοίδυξ |
| α 1109 | ἀναζυγῶσαι · ζύγωθρον κλεῖσαι |
| α 1110 | Ἀνακληθρίς · πέτρα καθεσθεῖσα ἐπ’ αὐτὴν ἀνακλήσεως Ἀνακληθρίδα τὴν πέτραν κληθῆναι |
| α 1111 | Ἀνακοί · οἱ Διόσκουροι, συνθέτως. εἴωθεν Ἀττικῶς ἀνακῶς καλεῖν |
| α 1112 | ἀνακῶς · ἐπιμελῶς, πεφροντισμένως ἀναχθείσης, ὡς φύλαξ φύλακος ὁ φυλακός φύλαξ ἢ ἅρπαξ ἢ ἄναξ γίνεται ἐπίρρημα |
| α 1113 | ἀνεκυμβαλίαζον · ἀνεκρότουν, ἢ ἀνετρέποντο· ἀπὸ τοῦ κύμβαλον |
| α 1114 | ἀνάλογος · παρὰ τὸ λόγος ἄλογος γίνονται δὲ πολλαὶ ἐν ταῖς συνθέσεσι ἐπιστερήσεις |
| α 1115 | ἄναλτος · ἀηδής, ἢ ἀναυξὴς καὶ ἀτελής· παρὰ. τὸ ἄλλω, τὸ αὐξάνω, ἐπιφέρει · ὃς τοῦτον τὸν ἄναλτον. παρὰ τὸ ἅλις, τὸ σημαῖνον τὸ δαψιλές, γίνεται ἄναλτος |
| α 1116 | ἄναλκις · ὄνομα σύνθετον· ἔστιν ἀλκή, καὶ ῥῆμα ἀλκῶ, τὸ βοηθῶ, ὁ μέλλων ἄλξω, ὄνομα ῥηματικὸν ἄλξις καὶ ἔπαλξις. ἐκ τοῦ οὖν ἀλκῶ ἄλξω ἄλξις, καὶ τροπῇ τοῦ ξ εἰς τὸ συγγενὲς κ ἄλκις· καὶ γὰρ τὸ ξ ἐκ τοῦ κ καὶ ς σύγκειται· ἄλκις οὖν καὶ μετὰ τοῦ στερητικοῦ α καὶ πλεονασμῷ τοῦ ν ἄναλκις. ἢ ὥσπερ ἀπὸ τοῦ ἀκή ἀκίς, οὕτως ἀλκή ἀλκίς καὶ μετὰ τῆς στερήσεως καὶ τοῦ πλεονασμοῦ ἄναλκις. καὶ κλίνεται ἀνάλκιδος· τὰ εἰς ις βαρύτονα ἀρσενικὰ εἴτε κύρια εἴτε προσηγορικὰ διὰ τοῦ δος κλίνονται, κύρια μὲν οἷον Ἀδώνιδος Πάριδοσ, παρώνυμα δὲ ἀνάλκιδος ἄκιδοσ. α |
| α 1117 | ἀναπαυόμενον ὕδωρ · πηγὴ ἐν Δωδώνῃ, ὅτι οὐκ ἀέναον, τὰς δὲ ἄλλας ὥρας συνεχῶς φέρεται, ὥσπερ ἐπὶ ἀπολειπόντων |
| α 1118 | ἀνάρρυσις · ἡ θυσία τὰ ἄνω. ὅπερ ὁ Ὅμηρος · αὖ ἐρύειν λέγει, ἤγουν εἰς τοὐπίσω ἕλκειν· ἔστι δὲ καὶ ἀνερύειν |
| α 1119 | ἀνάσσω · ὡς πατῶ πατάσσω, ἀνῶ ἀνάσσω, ὃ σημαίνει τὸ ἀνύω, ἐξ οὗ καὶ ἀνήρ |
| α 1120 | ἄναξ · παρὰ τὸ ἄνω τάξιν πάντα φέρομεν. σημαίνει δὲ τὸν βασιλέα καὶ τὸν οἰκοδεσπότην · αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομ’ ἡμετέροιο· σημαίνει δὲ καὶ τὸν φύλακα |
| α 1121 | ἀναστήσειεν · ἀναστάτους καὶ φυγάδας ποιήσειεν· ἐκ τοῦ ἵστημι |
| α 1122 | ἀνασταδόν · ἐπίρρημα ποιότητος, ἀντὶ τοῦ ἀναστάντες· ἀπὸ τοῦ ἵστημι ἵσταμαι σταδόν καὶ ἀνασταδόν |
| α 1123 | ἀνασφῆλαι τὸ καὶ ἐρίσφηλος, ὁ Ἡρακλῆς |
| α 1124 | Ἀνάχαρσις · ὁ Σκύθης χάριν, ἤγουν τὴν χαράν |
| α 1125 | ἄναυρος · ὁ ἐξ ὑετῶν συνιστάμενος ποταμός· παρὰ τὸ μὴ ἔχειν αὔραν |
| α 1126 | ἀνάγκη · παρὰ τὸ ἄγω ἄγη, καὶ πλεονασμῷ τοῦ κ ἄγκη καὶ μετὰ τῆς ἀνά ἀνάγκη. ἢ παρὰ τὸ ἀνάσσω, ἡ πάντων ἀνάσσουσα |
| α 1127 | ἀναλῶ · ἐξ οὗ ἀαλῶ, τουτέστι τὸ τὰ συνηθροισμένα διασκορπίζειν, καὶ πλεονασμῷ τοῦ ν ἀναλῶ, ὡς αἴτιος ἀναίτιος· ἐκ δὲ τοῦ ἀναλῶ παράγωγον ἀναλίσκω. ἢ παρὰ τὸ ἅλις ἐπίρρημα |
| α 1128 | ἀναλωτικός · ἀπὸ τοῦ ἀνάλωτος ἀναλωτικός· τοῦτο παρὰ τὸ ἀναλῶ |
| α 1129 | ἀνάρσιος · ὁ ἀνάρμοστος ὁ μέλλων ἀρῶ, Αἰολικῶς ἄρσω ἀνάρσιος |
| α 1130 | ἄνασσα · οὐκ ἀμφιέλισσα |
| α 1131 | ἀναφαίρετον · ἀΐδιον· ἀπὸ τοῦ ἀφαιρῶ ἀφαίρετον καὶ ἀναφαίρετον πλεονασμῷ τοῦ ν ὡς ἐπὶ τοῦ ἀναιδής· τὸ δὲ ἀφαιρῶ ἐκ τοῦ αἱρῶ, τὸ λαμβάνω |
| α 1132 | ἀναψύχω · ψύχω τὸ ἀνακτῶ καὶ ἀναλαμβάνομαι |
| α 1133 | ἀνὰ δρυμά · ἀπὸ τοῦ δρυμός. ἡ αἰτιατικὴ τῶν πληθυντικῶν τοὺσ δρυμούς καὶ κατὰ μεταπλασμὸν δρυμά· τὸ δὲ δρυμός ἀπὸ τοῦ δρῦς, δρῦν γὰρ ἐκάλουν πᾶν ξύλον |
| α 1134 | ἀναλογία ἀπὸ τοῦ λόγος, τὸν πεπηρωμένον |
| α 1135 | ἀνάπλεων · ἐκ τοῦ πλέως, ὁ πεπληρωμένος, καὶ μετὰ τοῦ στερητικοῦ α ἄπλεως, ὁ ἐνδεής, καὶ μετὰ προσθήκης τῆσ ἑτέρας στερήσεως καὶ πλεονασμῷ τοῦ ν ἀνάπλεως· ἥτις ἐν τοῖς τοιούτοις προστιθεμένη καὶ ἀναδιπλουμένη κατάφασιν δηλοῖ, ἀλλ’ οὐ στέρησιν |
| α 1136 | ἀναθηλήσει · παρὰ τὸ ἀναθηλῶ· ἢ παρὰ τὸ θάλλω, ὁ μέλλων θαλῶ καὶ θαλήσω, καὶ τροπῇ τοῦ α εἰς η. τοῦτο παρὰ τὸ θηλή, τοῦτο παρὰ τὸ θῶ, τὸ θηλάζω α |
| α 1137 | ἀναπλήσεις · ἐκ τοῦ πλήθω πλήσω πλήσεις καὶ ἀναπλήσεις |
| α 1138 | ἀναπρήσας · ἐκ τοῦ πλήθω ἀναπλήσω, τροπῇ τοῦ λ εἰς ρ ἀναπρήσω· οἱ γὰρ κακοῖς τισι συνεχόμενοι πνεύματος. τὰς γνάθους πληροῦντες τὰς ἐκφυσήσεις ἀποτελοῦσι |
| α 1139 | ἀναπνεύσωσιν · ἀναπνέω ἀναπνεύσω πλεονασμῷ τοῦ ω κατὰ τὸν μέλλοντα, ἐπειδὴ τὰ διὰ τοῦ εω ἐπὶ δευτέρου καὶ τρίτου προσώπου συναίρεσιν δεχόμενα πλεονάζουσι τὸ υ κατὰ τὸν μέλλοντα. ἔστι δ’ ὅτε καὶ κατὰ τὸν ἐνεστῶτα, ὡς τὸ χεύω καὶ θεύω, τὸ τρέχω |
| α 1140 | ἀνασχέσθαι · ἀνέχω ἀνέξω, ὁ δεύτερος ἀόριστος ἀνέχον, πλεονασμῷ τοῦ ς ἀνέσχον· ὁ μέσος δεύτερος ἀόριστος ἀνεσχόμην ἀνέσχου ἀνέσχετο ἀνασχέσθαι |
| α 1141 | ἀναγκάζω · ἀπὸ τοῦ ἄναξ ἄνακτος, ἐξ οὗ ἀναγκάζω |
| α 1142 | ἀνάκτορα · οὐ πεποίηται, τῶν ῥημάτων παράκειται οὐδετέρου παρασχηματισμός ἀνάκτορος |
| α 1143 | ἀναδούμενος · δέω δέομαι δεόμενος καὶ κατὰ συναίρεσιν ἀναδούμενος |
| α 1144 | ἀναρροιβδεῖ · ἀντὶ τοῦ ἀναρροφεῖ εἰς τὸ ψιλὸν δ |
| α 1145 | ἀναρριχᾶσθαι · ἀναρριχάω ἀναρριχῶ ἀνηρρίχαον ἀνηρρίχων· σημαίνει δὲ τὸ ἀναδίδοσθαι τοῖς ποσὶ καὶ ταῖς χερσὶν, ἀναρριχᾶσθαι ἤ ἐστι ῥίον, τὸ ἀκρωτήριον, ἐκ τούτου. γίνεται ῥιᾶσθαι ἀναρριᾶσθαι καὶ πλεονασμῷ τοῦ χ ἀναρριχᾶσθαι |
| α 1146 | ἄνα · ἀλλ’ ἄνα, εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν, ἀπὸ τοῦ τοιούτων |
| α 1147 | ἀναίνετο · ἀπηρνεῖτο· ὥσπερ παρὰ τὸ λιπῶ λιπαίνω καὶ ὁρμῶ ὁρμαίνω καὶ ὑφῶ ὑφαίνω, οὕτως καὶ παρὰ τὸ ἀρνῶ, ἐξ οὗ καὶ τὸ ἀρνοῦμαι, ἀναίνομαι. ἢ παρὰ τὸ ναὶ ἀναίνω. ἢ παρὰ τὸ αἰνῶ καὶ ἐπαινῶ καὶ οὐ συγκατατίθεμαι |
| α 1148 | ἀναπεμπάζεσθαι · ἐπαναλαμβάνεσθαι ἢ ἀναλέγεσθαι· ἐκ τοῦ πέμπω |
| α 1149 | ἀναίδεια · παρὰ τὸ ἀναιδής ἀναίδεια· τὸ δὲ ἀναιδής παρὰ τὸ ἀναιδῶ |
| α 1150 | ἀναίδητος · παρὰ τὸ αἰδῶ αἰδέσω καὶ αἰδήσω αἰδητός καὶ ἀναίδητος. τὸ δὲ ἀναιδῶ παρὰ τὴν ἀνά πρόθεσιν καὶ τὸ αἰδῶ· τοῦτο παρὰ τὸ στερητικὸν α καὶ τὸ εἴδω, τὸ βλέπω, ἐκβολῇ τοῦ ε καὶ κράτει τοῦ α καὶ ι αἰδῶ |
| α 1151 | ἀναχασσάμενος · ἀπὸ τοῦ ἀναχάζω, ὃ σημαίνει τὸ ὑποχωρῶ |
| α 1152 | ἀναβέβρυκεν · ἀναπέπωκεν. ἂν δὲ ἀναβέβρυχεν, ἔστιν ἀντὶ τοῦ ἀναβρύει |
| α 1153 | ἀν δὲ νάκην · ἐνταῦθα τὸ ἀν ἀντὶ τῆς ἀνά κεῖται κατὰ συνέμπτωσιν. ἡ νάκη, τῆς νάκης |
| α 1154 | ἀνδριφόντης · ὁ φονεύων τοὺς ἄνδρας· ἀπὸ τῆς ἀνδρί δοτικῆς καὶ τοῦ φένω, τὸ φονεύω |
| α 1155 | Ἀνδρόγεω · Ἀνδρόγεως, ἡ γενικὴ Ἀνδρόγεω, ὡς Μενέλεως Μενέλεω |
| α 1156 | ἀνδράγρια · τὰ σκῦλα· ἢ ὅτι ἀπὸ τῶν ἀνδρῶν ἀγρεύεται. προπαροξύνεται ὡς τὸ ζωάγρια |
| α 1157 | ἄνδηρα · τὰ χείλη τοῦ ποταμοῦ, ἤγουν,. ἄνω εἶναι τῶν διερῶν, τουτέστι τῶν διύγρων |
| α 1158 | Ἀνδάνεια · πόλις Μεσήνης, ἀρέσκειν |
| α 1159 | ἀνδίκτης · εἶδος παγίδος· παρὰ τὸ δίκειν, τὸ βάλλειν, ἔνθεν καὶ δίσκος ὁ ῥιπτούμενος |
| α 1160 | ἀνδρακάς · ἐπίρρημα· γενικὴν καὶ τὸ ἕκαστος, συγκοπῇ ἑκάς, ἀνδροεκάς καὶ κατὰ συγκοπὴν ἀνδροκάς καὶ τροπῇ ἀνδρακάς, ὡς κυνόμυια κυνάμυια |
| α 1161 | ἀνδρόμεος · ἀπὸ παραγωγῇ κτητικῶς ἀνδρόμεος |
| α 1162 | ἀνδροτῆτα · ἀνδρείαν· ἀπὸ τῆς ἀνδρός γενικῆς ἀνδροτής ἀνδροτῆτος |
| α 1163 | ἀνενδοιάστως · ἀπὸ τοῦ ἀνενδοιάζω, τοῦ σημαίνοντος τὸ ἀμφιβάλλω, συναυλίζομαι · καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτοῦ, ἀντὶ τοῦ, ἀνενδοιάζω γίνεται ἐκ τοῦ δοάζω, τοῦ σημαίνοντος τὸ ἀμφιβάλλω καὶ τὸ δοκῶ · ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι. λοιπὸν ἐκ τοῦ δοάσσω Δωρικῶς τροπῇ τῶν δύο σς εἰς ζ δοάζω, ὡς νίσσω νίζω· δοάζω οὖν καὶ δοιάζω πλεονασμῷ τοῦ ι |
| α 1164 | ἀνδρόκμητος · ἀπὸ τοῦ καμεῖν κεκμηκὼς κεῖται· καμόντας γὰρ τοὺς τετελευτηκότας ἔλεγον· ἢ ὃν ἄνδρες μετὰ καμάτου ἐποίησαν |
| α 1165 | ἄνεται · τελειοῦται· ἐκ τοῦ ἄνω, τοῦ σημαίνοντος τὸ πράττω καὶ τελειῶ, τὸ παθητικὸν ἄνομαι, τὸ τρίτον ἄνεται |
| α 1166 | ἀνδροκτασίας · ἐκ τοῦ κτῶ, τὸ φονεύω, παράγωγον κτῆμι, ὁ μέλλων κτήσω ἔκτηκα ἔκταμαι ἔκτασαι κτάσις κτασία, καὶ μετὰ τῆς ἀνδρός γενικῆς ἀνδροκτασία |
| α 1167 | ἀνέδην · σημαίνει τὸ ἀναστάτους εἶναι· παρὰ τὸ ἕδος ἕδην καὶ ἀνέδην, τὸ ἄνευ ἕδους· Αἰσχύλος · φεύγειν ἀνέδην· κατὰ στέρησιν τοῦ ἑδράσαι, ὅ ἐστιν ἱδρύσαι, οἷον ἀναστάτους γενομένας ἐκ τοῦ ἕδους ἀνεστηκυίας. ἢ παρὰ τὸ ἕω, τὸ ἀφίημι, ἕδην καὶ ἀνέδην, ὡς κλέπτω κλέβδην, κρύπτω κρύβδην |
| α 1168 | ἀνέεργεν · ἐκώλυεν· ἀπὸ τοῦ εἴργω εἶργον εἶργεν, ἐν διαλύσει τῆς ει διφθόγγου ἔεργεν καὶ ἀνέεργε, τὸ ἐκώλυεν |
| α 1169 | ἀνεμώλιος · ὁ μάταιος· παρὰ τὴν ἄνεμος γενικὴν οὐκ ἔστι σύνθετον. τὰ ὑπὸ ἀνέμων ὀλλύμενα. ἢ ἀντὶ τοῦ ἀνεμοφόρητα ἀνέμοις ἐοικότα |
| α 1170 | ἀνεμώνη · τὸ ἄνθος· ἀνέμῳ |
| α 1171 | ἀνεμούριον καὶ οὐκ ἀνεμοδούριον · παρὰ τὸ ἄνεμος καὶ τὸ οὖρος, ὃ σημαίνει τὸ αὐτό |
| α 1172 | ἀνελίνυον · ἐνδίδωμι, ἀναπαύομαι παρὰ τὸ εἰλῶ, ἵν’ ᾖ τὸ ἐν τῷ αὐτῷ εἰλεῖσθαι· εἰλῶ εἰλίνω καὶ ἐλίνω καὶ ἐλινύω. εἰς δὲ τὸ Ῥῆμα εὗρον σημαίνειν τὴν λέξιν τὸ στρατεύειν διατρίβοντας ἢ ἐγχρονίζοντας. ἐλίνυον · διέτριβον, ἀνεστρέφοντο, περιεφέροντο· ἀπὸ τοῦ λίνου εἴρηται · δηρὸν δι’ ἀνελίνυον αὖθι μένοντες. ἐλινύω |
| α 1173 | ἄνεως · ὁ ἄφωνος, οἷον · ἄνεω δ’ ἔσταν. ἔστιν ἰά, ἡ φωνή, ἴα δὲ ἡ πορεία, ὅθεν καὶ ὁ λόξιος, ὁ λοξὴν τὴν ἴαν ποιούμενος, καὶ πλεονασμῷ τοῦ ω ἰωά καὶ ἰωή διὰ τὸ ἐπὶ πᾶσαν ἀκοὴν ἰέναι· ἐξ αὐτοῦ γίνεται ἴος καὶ ἄνιος ἄνεος· καὶ Ἀττικῶς ἄνεως. ἢ ἀπὸ τοῦ αὔω τοῦ σημαίνοντος καὶ Ἀττικῶς ἄνεως ὡς ναός νεώς |
| α 1174 | ἀνέπαλτο · πάλλω, τὸ πηδῶ, πάλλομαι ἐπαλλόμην ἐπάλλου ἐπάλλετο καὶ κατὰ συγκοπὴν ἔπαλτο καὶ ἀνέπαλτο |
| α 1175 | ἀνέδεντο · δέω δέσω δέδεκα δέδεμαι ἐδεδέμην ἐδέδεντο καὶ ἀνεδέδεντο καὶ κατὰ συγκοπὴν τῆς δε ἀνέδεντο |
| α 1176 | ἄνετος · παρὰ τὸ ἵημι τὸ σημαῖνον τὸ πέμπω ἑτός καὶ ἄφετος καὶ ἄνετος |
| α 1177 | ἀνέγναμψαν · αὐτὰρ ἐμοὶ δεσμὸν ἀνέγναμψαν, ἀνέλυσαν· ὅταν γὰρ δεσμῶσι ἀνακάμπτονται δὲ καὶ ἀναλύονται, ὅταν ἀναλύωνται. ἀπὸ τοῦ γνάμπτω, τοῦτο παρὰ τὸ γόνυ γονάπτω καὶ γνάμπτω γνάμψω ἀνέγναμψαν |
| α 1178 | ἀνεῳγμένος · οἴγω οἴξω ᾦχα ᾦγμαι καὶ ἀνέῳγμαι, ἡ μετοχὴ ἀνεῳγμένος |
| α 1179 | ἀνέσχεθεν · ἀνέτεινε· σχέθω, τὸ κωλύω, ἔσχεθον ἔσχεθε καὶ ἀνέσχεθε |
| α 1180 | ἀνέσταν · ἵστημι, ὁ δεύτερος ἀόριστος ἔστην,. τὸ πρῶτον τῶν πληθυντικῶν ἔστημεν, τὸ τρίτον ἔστησαν ἀνέσταν |
| α 1181 | ἀνέδυ · ἀνῆλθεν, ἀνέβη· ἔστι δύω, παράγωγον δῦμι, ὁ δεύτερος ἀόριστος ἔδυν, τὸ τρίτον ἔδυ καὶ ἀνέδυ |
| α 1182 | ἀνεκτά · ἀνασχετά· ἐκ τοῦ ἀνέχω ἀνέξω ἀνεῖχα ἀνεῖγμαι ἀνεῖξαι ἀνεῖκται καὶ ἀφαιρέσει τοῦ ι ἀνεκτός καὶ ἀνεκτά |
| α 1183 | ἀνέστιος · ἑστίαν μὴ ἔχων, ἅοικος |
| α 1184 | ἀνεπαφρόδιτος · κἀμοὶ τὰ ψυχρὰ ταῦτα καὶ ἀνεπαφρόδιτα προσμάττεις φιλήματα· ὁ ἀηδὴς καὶ μὴ ἐπιχαρής, ἀπὸ τοῦ Ἀφροδίτη |
| α 1185 | ἀνέῳγε · μέσος παρακείμενος· ἀνοίγω ἤνῳγα, ὡς ἠνώρθουν καὶ ἠνώχλουν ἐπαυξήσει διπλῇ, προσθέσει τοῦ ε καὶ συστολῇ τοῦ η ἀνέῳγα ἀνέῳγεν. εἰ δέ ἐστιν ἀπὸ τοῦ οἴγω καὶ οὐκ ἀπὸ τοῦ ἀνοίγω, κανονίζεται οὕτως· οἴγω οἴξω ᾦχα ᾦγα, Ἀττικῶς ἔῳγα καὶ συνθέσει τῆς ἀνά ἀνέῳγα |
| α 1186 | ἀνεκήκιεν · Ὅμηρος · μέλαν δ’ ἀνεκήκιεν αἶμα· ἀνέφερεν, ἀνεδίδου κικίω ἐκίκιε καὶ τροπῇ Ἰωνικῇ τοῦ ι εἰς η ἐκήκιεν. ἢ οὕτως· κίω, τὸ πορεύομαι, ὁ παρατατικὸς ἔκιον ἔκιες ἔκιε, πλεονασμῷ τῆς κη καὶ ἐκτάσει ἀνεκήκιεν |
| α 1187 | Ἀνεκυμβαλίαζον · ἀνεκρότουν ἢ ἀνετρέποντο. ἀνακυμβαλιάζω |
| α 1188 | ἀνήλατος · ὁ ἀπειθής, ἀπὸ τῶν ὑποζυγίων, ὁ μηδέπω δαμασθεὶς ἢ ἐλασθείς. ἐλαύνω ἐλάσω ὡς πιάνω πιάσω, οἷον · «ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν»· ἢ ἐλάω ἐλῶ ἐλάσω ἤλακα ὡς θεάω θεῶ τεθέακα ἤλασμαι ἤλασαι ἤλασται ἠλαστός, καὶ ἀνήλατος ἀποβολῇ τοῦ ς |
| α 1189 | ἀνήλιπος · ἀνυπόδητος στερητικόν |
| α 1190 | ἀνήνηται · ἀναίνω ἀνανῶ, ὁ ἀόριστος ἤνηνα, τὸ ὑποτακτικὸν ἐὰν ἀνήνω, τὸ ὑποτακτικὸν παθητικὸν ἐὰν ἀνήνωμαι, ἐὰν ἀνήνηται. ἢ οὕτως· ὁ ἀόριστος ἤνηνα, ὁ μέσος ἠνηνάμην, τὸ ὑποτακτικὸν παθητικὸν ἐὰν ἀνήνωμαι. ὁ κανών· πᾶν παθητικὸν ἢ μέσον ἔχον ἐπὶ πρώτου προσώπου τὸ μ κλίνεται τρέπον τὴν ἐσχάτην εἰς μαι καὶ ἐν τῇ παραληγούσῃ προσλαμβάνον τὸ ω μέγα ὑποτακτικὸν παθητικὸν ποιεῖ |
| α 1191 | ἀνήρεις · ἀνάνδρους· ἐκ τοῦ ἄνω, τὸ πράττω |
| α 1192 | ἀνηρίναστος · ὁ μὴ κρατῶν ἐρινεῶν |
| α 1193 | ἀνήνοθεν · ἐκ τοῦ ἕω, τοῦ σημαίνοντος τὸ πέμπω, ὁ μέλλων ἕσω, ὁ μέσος παρακείμενος ἦθα καὶ πλεονασμῷ τῆς νο συλλαβῆς ἀνήνοθα. ἢ οὕτως· ἐκ τοῦ θέω, τὸ τρέχω, κατὰ μετάθεσιν ἔθω καὶ ἀνέθω, ὁ μέσος παρακείμενος ἤνοθα καὶ ἀνήνοθα ἀνήνοθας ἀνήνοθεν |
| α 1194 | ἄνηστις · παρὰ τὸ νῆστις ἄνηστις, ὁ ἐστερημένος τῶν σιτίων |
| α 1195 | ἀνῆκεν · ἵημι, ὁ μέλλων ἥσω, ὁ ἀόριστος ᾗκα ἀνῆκα. σεσημείωται τὸ ἔθηκα ἔδωκα ἧκα. τῶν πληθυντικῶν τὸ πρῶτον ἀνήκαμεν, συγκοπῇ ἀνῆμεν· ἢ ὁ δεύτερος ἀόριστος ἀνῆν, τὸ πληθυντικὸν ἀνῆμεν |
| α 1196 | ἀνήῃ · μελίφρων ὕπνος ἀνήῃ. ἀνίημι, ὁ δεύτερος ἀόριστος ἀνῆν, ἡ μετοχὴ ἀνείς ἀνέντος, τὸ ὑποτακτικὸν ἐὰν ἀνῶ, ἐὰν ἦς, τὸ τρίτον ἐὰν ἀνῇ καὶ πλεονασμῷ τοῦ η ἀνήῃ |
| α 1197 | ἀνήγκακα · ἀπὸ τοῦ ἀναγκάζω ἀναγκάσω ἠνάγκακα καὶ καθ’ ὑπερβιβασμὸν ἀνήγκακα. ἢ ἀπὸ τοῦ ἀγκάζω τοῦ σημαίνοντος τὸ ταῖς ἀγκάλαις λαμβάνω, καὶ ἐκ τούτου ἀγκάσω ἤγκακα καὶ μετὰ τῆς ἀνά προθέσεως ἀνήγκακα |
| α 1198 | ἀνήνασθαι · ἀναίνω ἀνανῶ ἤνηνα ἠνηνάμην ἠνήνατο καὶ τὸ ἀπαρέμφατον ἀνήνασθαι |
| α 1199 | ἀνείκαστος · ἀπὸ τοῦ εἰκάζω εἰκαστός καὶ ἀνείκαστος πλεονασμῷ τοῦ ν |
| α 1200 | ἀνήκεστον · ἀθεράπευτον· ἀκῶ, τὸ θερα. πεύω, ὁ μέλλων ἀκέσω, ὡς τελῶ τελέσω, ἤκεκα ἤκεσμαι ἤκεσται ἠκεστός ἀήκεστος καὶ ἀνήκεστος |
| α 1201 | ἄνηθον · παρὰ τὸ ἄνω θεῖν |
| α 1202 | ἀνηρείψαντο · ἔστιν ἔρα ἡ γῆ, ἐκ τούτου ἐρέπτω, ὃ σημαίνει τὸ εἰς γῆν καταβάλλω, καὶ ἀνερέπτω καὶ ἀνηρείψαντο |
| α 1203 | Ἀνθεμοῦς · καὶ χωρίον, ἀνθέων, ὅθεν καὶ τὸ ἀνθεμόεισ ἀνθεμόεντος |
| α 1204 | ἀνθέρικος · παρὰ τὸ ἄνθος παράγωγον ἄνθερος καὶ ἀνθέρικος. ἢ ἀνθέριξ ἀνθέρικος μετενεχθείσης εἰς εὐθεῖαν τῆς γενικῆσ |
| α 1205 | ἄνθραξ · παρὰ τὸ θέρω θέραξ καὶ ἀνθέραξ καὶ συγκοπῇ ἄνθραξ |
| α 1206 | Ἄνθεια · ἡ Ἥρα, ὅτι ἀνίησι τοὺς καρπούς |
| α 1207 | ἄνθος · παρὰ τὸ αὔξεσθαι. οὐκ ἀναστρέφουσι δὲ αἱ ἐτυμολογίαι πάντα τὰ φυτὰ ἄνω θέουσι καὶ ἄνθη οὐ λέγονται ὄφεις, ὅπερ τοῦτο ποιεῖ, ἔλαφος λέγεται· ἡ γὰρ δίκταμος καὶ οὐδέποτε ἂν κληθείη ἔλαφος |
| α 1208 | ἀνθοσμίας · ὁ ἀνθέων ὀσμὴν ἔχων οἶνος |
| α 1209 | ἀνθίας · «ἀνθίανἔλλοπα». ἔστι δὲ καὶ ὁ ἀνθίας |
| α 1210 | ἄνθρωπος · παρὰ τὸ ἀναθρεῖν ἃ ὄπωπεν, ἤγουν ἀναλογίζεσθαι ἃ εἶδε καὶ ἤκουσε, τῶν ἀλόγων ζῴων μὴ λογιζομένων κρατούμενον. οἱ δὲ παρὰ τὸ ἄνω ἀθρεῖν, ἤγουν βλέπειν ἄνω. ἢ παρὰ τὸ ἔναρθρον ἔχειν τὴν ὄπα |
| α 1211 | ἀνθερεών · ὁ ἐπὶ τοῦ γενείου τόπος· εἴρηται δὲ διὰ τὸ δι’ αὐτοῦ θορεῖν, τριχῶν, ὅθεν κατηγοροῦσι τοῦ Εὐφορίωνος εἰπόντος · τέκνον, μὴ σύ γε μητρὸς ὑπ’ ἀνθερεῶνος ἀμήσῃς |
| α 1212 | ἀνθηδών · ἡ μέλισσα· παρὰ τὸ τὰ ἄνθη ἔδειν |
| α 1213 | Ἀνθεστήρια · τὰ Διονύσια· οὕτως γὰρ οἱ Ἀθηναῖοι τὴν ἑορτὴν λέγουσιν, ἀνθεῖν· ἔαρι γὰρ ἐτελοῦντο τὰ Διονύσια. ἢ παρὰ τὸ τὰ ἄνθη ἐν τῇ ἑορτῇ ἐπιφέρειν, ὅθεν καὶ παροιμία · θύραζε Κᾶρες· οὐκέτ’ Ἀνθεστήρια |
| α 1214 | Ἀνθεμίδης · ὥσπερ Δευκαλιωνίδης, οὕτως καὶ παρὰ τὸ Ἀνθεμίων Ἀνθεμίωνος Ἀνθεμιωνίδης Ἀνθεμίδης, ὡς Δεύκαλος Δευκαλίδης καὶ Κρόνος Κρονίδης |
| α 1215 | ἀνθ’ ὧν · ἀπὸ τῆς ἀντὶ τοῦ ὦν ἄρθρου. ἐπὶ δὲ ἀλλ’ ἀνθέων, ἵνα μὴ συνεμπέσῃ τούτῳ |
| α 1216 | ἀνιγρός · ὁ λυπηρὸς ἀνιγρός |
| α 1217 | ἀνιαρός · παρὰ ῥῆμα |
| ν 1 | νίψαλλον · τὸν ἀβλαβῆ ἰάπτεσθαι |
| α 1218 | ἀνία · λύπη ἰάσεως |
| α 1219 | ἀνιμῶμαι · παρὰ τὸ ἱμὰς ἱμάντος ἱμῶ καὶ ἀνιμῶ καὶ ἀνιμῶμαι |
| α 1220 | Ἄνιος · ἱερεὺς, Ἄνιος, ὡς καὶ παρὰ τὴν ὑπό Ὕπιος· Ὕπιος Ζεύς. οἱ δὲ παρὰ τὴν ἀνίαν |
| α 1221 | ἀν’ ἰωχμόν · κατὰ τὴν δίωξιν· παρὰ τὸ διώκω διώξω δεδίωγμαι διωγμός, τροπῇ τοῦ γ εἰς χ καὶ ἐνδείᾳ τοῦ δ ἰωχμός, ὡς πέπλεγμαι πλογχμός πλοχμός καὶ βρεγμός βρεχμός. ἐκ δὲ τοῦ διώκω γίνεται διωκή καὶ ἀποβολῇ τοῦ δ ἰωκή |
| α 1222 | ἀνιηρέστερον · ἀπὸ τοῦ ἀνιαρός ἀνιαρότερος καὶ κατ’ ἔθος Ἰώνων ἀνιηρέστερος τροπῇ τοῦ α εἰς η. εἴρηται δὲ εἰς τὸ αἰδοιέστερον καὶ ζήτει ἐν τῷ α μετὰ τοῦ ι |
| α 1223 | ἀνόπαια · ὄρνις δ’ ὣς ἀνόπαια· παρὰ ἀνόπαιαν τὴν τετρημένην κεραμίδα ἐπὶ τῆς ὀροφῆς |
| α 1224 | ἀνόστιμος · παρὰ τὸ νόστος νόστιμος καὶ ἀνόστιμος. νόστος δὲ λέγεται ἡ εἰς τὸν οἶκον ὑποστροφὴ καὶ γίνεται παρὰ τὸ νέω, τὸ πορεύομαι· καὶ μετὰ τοῦ στερητικοῦ α ἀνόστιμος |
| α 1225 | ἀνόρουσεν · ἀνώρμησεν, ἀνέστη οἷον · ὄρσεο Λαομεδοντιάδη. τοῦτο ἀνόρουσεν. οἱ γὰρ Ἴωνες συναρχομένους ποιοῦσι τοῖς ἐνεστῶσι τοὺς παρῳχημένους |
| α 1226 | ἀνοχλίζω · τὸ ἀνέχω· παρὰ τὸ ὄχλος, τοῦτο παρὰ τὸ εἱλῶ, τὸ συστρέφω |
| α 1227 | ἀντάξιον · ἰσοστάσιο ν · παρὰ τὸ ἄγω ἄξιον καὶ ἀντάξιον |
| α 1228 | ἀνόστεος · παρὰ τὸ ὀστέο ν · ὁ μὴ ἔχων ὀστᾶ |
| α 1229 | ἀνούτατος · παρὰ τὸ οὐτάζω οὐτάσω οὔτασα οὔτασμαι οὔτασται οὐταστός καὶ ἀνούταστος ἀποβολῇ τοῦ ς ἀνούτατος. καὶ ἀνουτητί |
| α 1230 | ἀνστάς · ἀναστάς καὶ ἀνστάς· καὶ ἀναστάντες καὶ ἀνστάντες |
| α 1231 | ἀνστήτην · ἀνέστησαν δυϊκῶς, ἀναστήτην γάρ. ἔστιν οὖν ὁ δεύτερος ἀόριστος ἔστην ἔστης ἔστη ἔστητον ἐστήτην καὶ ἀναστήτην καὶ ἀνστήτην |
| α 1232 | Ἀνταία · ἡ Ῥέα παρὰ τὸ ἀντῶ οὖν γίνεται Ἀνταία |
| α 1233 | ἄντην · παρὰ τὸ ἄντω βαρύτονον· ἢ παρὰ τὸ ἀντῶ |
| α 1234 | Ἄντανδρος · πόλις περὶ τὴν Ἴδην θαλασσία· ὅτι ὠνομάσθη |
| α 1235 | ἀντετόρησεν · ἐκ τοῦ ἀντιτορῶ ἀντιτορήσω· τοῦτο ἐκ τοῦ τορῶ τορήσω, τοῦτο δὲ ἐκ τοῦ τείρω, τὸ καταπονῶ. τὸ οὖν τορῶ γίνεται κατὰ συγκοπὴν τρῶ τρήσω, σημαίνει δὲ τὸ διορύσσω καὶ διακόπτω |
| α 1236 | ἀντικρύς · τὸ ἐξ ἐναντίας· παρὰ τὴν ἀντί πρόθεσιν καὶ τὸ κάρα ἀντικαρύ καὶ ἐν συγκοπῇ ἀντικρύ |
| α 1237 | ἀντίπαλος · ὁ ἐναντίος τουτέστι κλῆρον ἐναντιούμενος |
| α 1238 | ἀντίχειρ · ὁ μέγας, χειρί. ὀνόματα δὲ τῶν δακτύλων ταῦτα· ὁ μέγας καὶ πρώτιστος δάκτυλος ἀντίχειρ ὀνομάζεται δι’ ἣν αἰτίαν εἰρήκαμεν· ὁ δ’ εὐθὺς μετ’ αὐτὸν λιχανός, λίαν γὰρ οὖτος χαίνει πλέον τῶν ἄλλων. ὁ τρίτος σφάκελος εἴρηται, λέγεται δὲ σφάκελος καὶ ὁ σπασμός, οἱονεὶ ἀπὸ τοῦ σπᾶσθαι καὶ κλᾶσθαι σπακλός καὶ σφάκελος· σφάκελος δέ ἐστι καὶ ἡ περὶ τὸν ἐγκέφαλον, μᾶλλον δὲ ἡ τοῦ ἐγκεφάλου αὐτοῦ σῆψις, ὃ καὶ σφακελισμὸς λέγεται, ὁ τέταρτος ἐπιβάτης, δηλονότι ἀπὸ τοῦ ἐπάνω τοῦ μετ’ αὐτὸν βαίνειν καὶ ἵστασθαι· ὁδὲ τελευταῖος μύωψ, εὔδηλον διὰ τὸ τῶν ἄλλων ἐλαχιστότερον εἶναι ἀπὸ μεταφορᾶς τοῦ κώνωποσ |
| α 1239 | ἀντιόωσαν · ἔστι, τὸ ἀντιλαμβανομένην τῇ αἰτιατικῇ συντάσσεται, ὅτε δὲ τὸ ἀπαντῶν μετὰ γενικῆς, οἷον · ἀντιόων ταύρων τε καὶ αἰγῶν· ὅτε δὲ τὸ διοικῶ καὶ λαμβάνω αἰτιατικῇ · ἐμὸν λέχος ἀντιόωσαν· ὅτε δὲ τὸ συναντῶ μετὰ δοτικῆς. ἔστι δὲ πλεονασμὸς τοῦ ο ἐπὶ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων κατὰ ποιητάς· βοάω βοόω, κομάω κομῶ κομόω, ἀντιῶ ἀντιόω · ἀντιόωσαν, ὡς τὸ βοόωντα |
| α 1240 | ἀντίπηξ · ἡ κιβωτός τοῦ πήσσω |
| α 1241 | ἀντίος · παρὰ τὸ ἀντῶ. ἀντίος |
| α 1242 | ἄντα · ὥσπερ, καὶ κράτεα κράτα καὶ καθ’ ὑπερβιβασμὸν κάρτα καὶ σαφέα σάφα, οὕτως οὖν καὶ ἀντία, οἶον · ἀντί’ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα, καὶ κατὰ συγκοπὴν ἄντα. ἢ παρὰ σίγα |
| α 1243 | ἀντιφερίζω · ἐναντιοῦμαι, θερίζω, Ἡσίοδος. καὶ ἀντιφέρεσθαι τὸ ἐναντιοῦσθαι λέγει |
| α 1244 | ἀντιάνειραι · αἱ ἐναντιούμεναι, τὸ ἴσον, ὡς τὸ ἀντίθεος, τουτέστι ἰσόθεος· σημαίνει δὲ δυνάμει |
| α 1245 | ἀντίβιος · ὁ ἐναντιούμενος τῇ βίᾳ, ὅ ἐστι τῇ δυνάμει· τὸ βία παρὰ τὸ ἴς ἰνός. ἢ παρὰ τὸ ἐναντίον τῶν μαχομένων τὴν βίαν φέρειν |
| α 1246 | ἀντιβίοις · ἐναντίοις καὶ στασιαστικοῖς |
| α 1247 | ἀντιβολῆσαι · ἀπαντῆσαι, τῆς ἀντί ἀντιμολῆσαι καὶ τροπῇ τοῦ μ εἰς β ἀντιβολῆσαι. τὸ δὲ ἀντιβολῶ, ὃ σημαίνει τὸ ἱκετεύω καὶ δυσωπῶ, γίνεται παρὰ τὸ βάλλω καὶ τὴν ἀντί πρόθεσιν, ἢ μᾶλλον παρὰ τὸ ἀντίος. ἔξωθεν δὲ κλίνεται, ἐπειδὴ τούτου τὸ ἁπλοῦν οὐκ ἔστι ῥητόν |
| α 1248 | ἀντήρεις · σημαίνει δὲ τὸ εἰς ὃ ἐπερείδεταί τις· καὶ. γίνεται παρὰ, ἀντήρεις κατὰ τροπὴν τοῦ ε εἰς τὸ η καὶ ἀποβολῇ τοῦ ω. οὐχ εὕρηται δὲ ὡς ἀπὸ ὀξυτονουμένης καὶ εἰς ις ληγούσης ἔχουσιν· ἀντηρίδος |
| α 1249 | ἀντισηκοῦντα · ἀντεξισάζοντα· ἐκ τοῦ ἴσος ὄνομα γίνεται ῥῆμα ἰσῶ, ὁ μέλλων ἰσώσω, ἰσωκῶ καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν ἰσηκῶ καὶ ἀντισηκῶ. ἢ παρὰ τὸ σωκεῖν, ὃ σημαίνει τὸ ἰσχύειν, ἐξ οὗ καὶ σῶκος ὁ ἰσχυρός · σῶκος ἐριούνιος |
| α 1250 | ἄντυξ · ἡ ἀνωτάτη ἄντυξ. ἀμφότερα δὲ ἀπὸ τοῦ τεύχω τεύξω τεύξ καὶ τύξ· καὶ ἐν συνθέσει ἄντυξ καὶ καταίτυξ · ἐξ ἄντυγος ἡνία τείνας, ἐξάψας τὰς ἡνίας τῆς τοῦ ἅρματος περιφερείας |
| α 1251 | ἀντανάκλασις · ἡ ἀπό τινος, σφαίρας |
| α 1252 | ἀντιγονίζω · οὐκ ἀπὸ τῆς ἀντί προθέσεως, ἀλλὰ ἀπὸ τοῦ ἀντίος καὶ τοῦ γόνος ἀντιόγονος καὶ Ἀντίγονος· ἐκ δὲ τοῦ Ἀντίγονος ἀντιγονίζω |
| α 1253 | ἄντρον · τὸ σπήλαιον· ἀνάτορόν τι ὄν, τὸ ἀνατετρημένον. ἢ παρὰ τὸ ἄνθη ἄνθηρον καὶ ἄνθρον καὶ ἄντρον· εἶναι γὰρ λειμωνιάδων θεῶν ἐνδιαίτημα. ἢ παρὰ τὸ ἄντω, τὸ ἱκετεύω, ἄντορον καὶ ἄντρον, διότι θεοὺς ἐν αὐτῷ ἱκέτευον |
| α 1254 | Ἀντρών · σημαίνει τὴν πόλιν· παρὰ κοπτομένους λίθου ἐπιτηδείου |
| α 1255 | ἀνύω · παρὰ τὸ ἄνω, τὸ πράττω καὶ τελειῶ, γίνεται ἀνύω· οἶον · μάλα νὺξ ἄνεται, καὶ οὐκ ἀνύω φθονέουσα, ἀντὶ τοῦ οὐδὲν ὠφελῶ, οὐδὲν πράσσω |
| α 1256 | ἀνύτω · ἰστέον, ἀρύω γέγονεν |
| α 1257 | ἀνωϊστί · ἀπροσδοκήτω ς · παρὰ τὸ οἴ ω τὸ ὑπονοῶ, ὅπερ καὶ ὀΐω λέγεται · ὀϊόμενον θανέεσθαι, καὶ ὀΐσατο θεὸν εἶναι, γίνεται ὀϊστὶ ἀνωϊστί. ἐκ δὲ τοῦ ὀΐω ὀϊστός καὶ ἀνώϊστος κατ’ ἔκτασιν. ἢ ἐκ τοῦ ὤϊσμαι ὤϊσαι ὠϊστί καὶ ἀνωϊστί, ἵν’ ἔχῃ μέγα τὸ ο ὡς κεκύλισται κυλιστί κατακυλιστί |
| α 1258 | ἄνωγε · τὸ θέμα, περισπωμένων· γίνεται δὲ παρὰ τὸ ἀνωγή, τοῦτο παρὰ τὸ ἄνω, τὸ ἐγκελευσματικὸν ἐπίρρημα. ἢ φέρομεν. ἀνωγῶ οὖν, ὁ παρατατικὸς ἠνώγουν, τὸ τρίτον ἠνώγει ὁ μέλλων ἀνωγήσω, ὁ ἀόριστος ἠνώγησα, ὁ δεύτερος ἀόριστος ἤνωγον ἤνωγες ἤνωγε καὶ κατὰ συστολὴν Ἰωνικήν ἄνωγε |
| α 1259 | ἄνωχθι · ἐνεστῶτος καὶ παρατατικοῦ ἤπερ πα. ρακειμένου· ἀνωγῶ ἀνώγημι, τὸ προστακτικὸν ἀνώγηθι, καὶ τροπῇ τοῦ γ εἰς χ καὶ συγκοπῆ ἄνωχθι |
| α 1260 | ἀνέῳγε · ῥῆμα ὁριστικόν. οἴγω καὶ ἀνοίγω, ὃ καὶ διίστησιν ὁ Αἰολεὺς λέγων · παράστας ὀΐγων θαλάμους· ὁ παρατατικὸς ἤνῳγον, ἐπεισόδῳ τοῦ ε ἠνέῳγον, τὸ τρίτον ἠνέῳγε καὶ συστολῇ ἀνέῳγε · ἐπιθήματα κάλ’ ἀνέῳγεν. ἀπὸ δὲ τοῦ ἀνοίγω ὁ παρατατικὸς ἀνῷγον, τὸ τρίτον ἀνῷγε · τὸν δ’ οὐ Θεὸς ἄλλος ἀνῷγεν. ἔστι δὲ καὶ ἀπὸ τοῦ ἀνοίγω ὁ παρακείμενος ἤνωχα, ἐπεισόδῳ τοῦ ε ἠνέῳχα, ὁ μέσος ἠνέῳγα, τὸ τρίτον ἠνέῳγε καὶ συστολῇ ἀνέῳγε. ἰστέον δέ, ὅτι τοῦτο τὸ ῥῆμα, ὅτε μέν ἐστιν ἐνεργητικὸν αἰτιατικῇ συντάσσεται, ὅτε δὲ παθητικὸν εὐθείᾳ. τὸ α μετὰ τοῦ ξ |
| α 1261 | ἄξετε · ἀντὶ τοῦ ἄγετε, οἷον · ἄξετε δὲ Πριάμοιο βίην, ὄφρ’ ὅρκια τάμνῃ αὐτός. ὁ ἄξω μέλλων ἀνέδραμεν εἰς ἐνεστῶτα, ὡς τὸ ἀπεβήσετο παρατατικὸς ἐκ τοῦ βήσω, ἐνεστὼς βήσω καὶ βήσομαι· καὶ ἐκ τοῦ νίω νίσω, νίσω ἐνεστώς, οἷον · κείνη τοῦ κεφαλὴ τῇ νίσεται, ἀντὶ τοῦ ἐκεῖ πορεύεται. οὕτως ἄξετε ἀντὶ τοῦ ἄγετε. Γ |
| α 1262 | «ἄξιοι μισεῖσθαι τῇ πόλει» |
| α 1263 | ἀξιόχρεων πρὸς τοσαῦτα καὶ ἀξιόχρεων τοσούτων · «δήμῳ τοσούτων ἀδικημάτων ἀξιόχρεως ἐφάνη», καὶ Δείναρχος · «οὕστινας ἀξιοχρέους εἶναι νομίζοι τῆς ἐγγύης» |
| α 1264 | Ἀξία · πόλις Λοκρῶν. ἔστι καὶ πόλις Ἰταλίας. τὸ ἐθνικὸν τῆς Λοκρίας Ἀξιεύς, τῆς δὲ Ἰταλικῆς Ἀξιάτης διὰ τὸν δυτικὸν χαρακτῆρα |
| α 1265 | Ἄξος · πόλις Κρήτης. Ἄξιος |
| α 1266 | Ἄξουμις · ἀρσενικόν· μητρόπολις Αἰθιοπίας. ὁ πολίτης Ἀξουμίτης |
| α 1267 | Ἄξυλον · ὄνομα κύριον· ἀπὸ τοῦ ἄγω ἄξω · Ἄξυλον δ’ ἄρ’ ἔπεφνεν |
| α 1268 | ἀξιόχρεων · δεῖ γινώσκειν, ὅτι θέλει, οἷον ξύλον πτερόν λουτρόν καὶ χρυσοῦν καὶ βοοῦν καὶ ὀστοῦν καὶ χαλκοῦν τὸ καρχαρόδουν καὶ τιμήειν ἀπὸ τοῦ καρχαρόδον καὶ τιμῆεν γέγονε, τῷ μὲν τὸ υ πλεονασμός, τῷ δὲ τὸ ι. τὸ ἀξιόχρεων καὶ ἀνάπλεων ἀνάπλεον τὴν διὰ τοῦ ο μικροῦ. ἢ ἐπεὶ ἰσοσυλλάβως κλίνονται τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ ὁμοφωνοῦσι καὶ διὰ τοῦ ω μεγάλου γράφονται. λέγει γὰρ ὁ κανών· πᾶν οὐδέτερον ἀρσενικῷ παρεσχηματισμένον, εἰ μὲν ἰσοσυλλάβως κλίνοιτο, τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ ὁμοφωνεῖ, οἷον τὸν σοφόν τὸ σοφόν, τὸν εὔγηρων τὸ εὔγηρων. οὕτως οὖν τὸν ἀξιόχρεων τὸν ἀνάπλεων, τὸ ἀξιόχρεων τὸ ἀνάπλεων, ἅπερ εἰσὶν Ἀττικά, κατὰ ἀποβολὴν τοῦ ς κλινόμενα. ὡσαύτως καὶ ἐπὶ τῶν οὐδετέρων κατὰ ἀποβολὴν τοῦ ν ἀξιόχρεως ἀξιόχρεω, ἀξιόχρεων ἀξιόχρεω, ὡς εὔγηρως εὔγηρω εὔγηρων εὔγηρω |
| α 1269 | ἄξων · ἄξων ἄγω ἄξω |
| α 1270 | ἄξιον · παρὰ ἐχόντων |
| α 1271 | ἀξιεπηγητότατον · ἀξιολογώτατον |
| α 1272 | ἀξύμβλητον · ὥστε μηδενὶ ἀπαντῆσαι· Σοφοκλῆς · ἄπλαστον ἀξύμβλητον |
| α 1273 | ἄξονες · ἐν οἷς οἱ τοῦ Σόλωνος νόμοι γεγραμμένοι εἰσὶ τοῖς τῶν ἁμαξῶν ἄξοσιν ὁμοίως κώδιξι στρεφόμενοι. ξύλα δὲ ἦν τετράγωνα ἀπὸ τοῦ ἐδάφους μέχρι τοῦ ὀρόφου καθήκοντα καὶ διά τινος περόνης στρεφόμενα, ἐφ’ ὧν οἱ Σόλωνος νόμοι ἀπεγράφοντο. λέγονται δὲ καὶ ἐν τοῖς μαθήμασιν ἄξονες, περὶ οὓς σφαῖραί τε καὶ κύλινδροι καὶ τὰ τοιαῦτα καὶ στρέφονται καὶ συνίστανται. τὸ α μετὰ τοῦ ο |
| α 1274 | Ἄονες · ἔθνος Βοιωτίας, ἀφ’ ὧν ἡ Ἀονία. καὶ Ἄων τὸ ἐθνικόν, καὶ Ἀόνιος καὶ Ἀονία |
| α 1275 | ἀοζήσω · διακονήσω, ὑπουργήσω. καὶ ἄοζος · ὁ ὑπηρέτης |
| α 1276 | ἀοίδιμος · παρὰ τὴν ὁ διαβόητος |
| α 1277 | ἀοιδός · ἀπὸ τοῦ ἀείδω ἀοιδός |
| α 1278 | Ἀονία · ἡ Βοιωτία, ἐπειδὴ ἀπέθανεν |
| α 1279 | ἄορ · τὸ ξίφος· παρὰ, ἢ ἱμάς, ἐν ᾧ τὸ ξίφος κρέμαται · ἀτὰρ περὶ κουλεὸν ἦεν ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός |
| α 1280 | ἀολλέες · γίνεται παρὰ τὸ ὁμοῦ εἱλεῖσθαι, τοῦ τοῦ α εἱλῶ ῥηματικὸν ὄνομα ἑλλής, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἢ ὁμοῦ ἀελλής, καὶ τροπῇ τοῦ ε εἰς ο ἀολλής καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἀολλέες. ἐκ δὲ τοῦ ἀολλής γίνεται ἀολλίζω, σημαίνει δὲ τὸ συναθροίζω |
| α 1281 | ἀοσσητήρ · ὁ ἄνευ ὄσσης καὶ κληδόνος ἀοσσητήρ |
| α 1282 | ἀοιδὸς ἀειδέμεναι · προκατάρχει ῥῆμα τὸ ἀείδω, ἔφαμεν δὲ ὅτι ἔθος ἔχουσιν οἱ ποιηταὶ παρατιθέναι τὸ ὄνομα τοῖς ἀφ’ ὧν γεγόνασι, οἷον · πεπόλιστο πόλις, · μάχην ἐμάχοντο, · βοῦς βουκολέεσκεν· οὕτως καὶ ἐνθάδε · ἀοιδὸς ἀειδέμεναι. ἀείδω ἀοιδός. ἀπὸ τούτου καὶ τὸ ἀοιδή, οὐ θηλυκὸν τοῦ ἀοιδός· ἐκεῖνο μὲν γὰρ ἐπιθετικόν, τοῦτο δὲ ἐπὶ πράγματος. ἐπεὶ δ’ ἅπαξ πέπονθε συναλοιφὴν τὸ ἀείδω γενόμενον ᾄδω, οὕτως καὶ τὸ ἀοιδός ᾠδός καὶ ἀοιδή ᾠδή. ἀπὸ τούτου τὸ ἀοιδῶ, εἶτα ὡς τὸ κνήθω κνηθιῶ, ἀτῶ ἀτιῶ, μείδω μειδιῶ, οὕτως ἀείδω ἀοιδῶ ἀοιδιῶ· Ὅμηρος · ἡ δ’ ἔνδον ἀοιδιάους’ ὀπὶ καλῇ ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδ’ ὕφαινε, καὶ καλὸν ἀοιδιάει. πεποίηκε καὶ ἄλλο παράγωγον διὰ τοῦ ιμος τὸ ἀοίδιμος. τὸ δὲ ἀειδέμεναι ποιητικὴ παραγωγή, οὐ Δωρικὴ διάλεκτος· τὸ γὰρ. Λακωνικόν ἐστιν ἀείδην ἢ ἀείδεν · μηδέ μ’ ἀείδην ἀπέρυκε· κατὰ δὲ τὸν ἐνεστῶτα τὰ εἰς ν λήγοντα οὐ ποιοῦσι παραγωγὴν οἱ Δωριεῖς |
| α 1283 | Ἄορνος · ἢ λιμὴν περὶ τὴν Τυρσηνίαν. φασὶ δὲ καὶ ἐν Κύμῃ τῇ Χαλκιδικῇ Ἄορνον λίμνην εἶναι, περιπεφυκότων πολλῶν δένδρων μηδὲν τῶν ἀποπιπτόντων φύλλων ἐμπίπτειν εἰς αὐτήν. εἶναι δὲ καὶ νεκυομαντεῖον. τὸ α μετὰ τοῦ π |
| α 1284 | Ἀπαισός · πόλις κατὰ τὴν Τρωάδα · δῆμος Ἀπαισοῦ. λέγεται καὶ δίχα τοῦ α · ὅς ῥ’ ἐνὶ Παισῷ. τὸ ἐθνικὸν Ἀπαισηνός. ἔστι καὶ τῆς Δαυνίας πόλις Παισός, τὸ ἐθνικὸν Παίσιος, ὡς τοῦ Ῥώσου Ῥώσιος, ἢ Παισῖνος |
| α 1285 | Ἀπάμεια · πόλις Συρίας· ἀπὸ Ἀπάμας τῆς Σελεύκου μητρός· τὸ ἐθνικὸν Ἀπαμεύς. ἔστι καὶ τῆς μικρᾶς Φρυγίας, ἥτις ἐκαλεῖτο Κελαιναί· τὸ ἐθνικὸν Κελαινίτης. ἔστι καὶ Βιθυνίας, κτίσμα Νικομήδους τοῦ Ἐπιφανοῦς, ἥτις ἐλέγετο καὶ Μύρλεα· τὸ ἐθνικὸν Μυρλεανός |
| α 1286 | Ἀπάτουρον · τὸ τῆς Ἀφροδίτης ἱερόν, ὅτι «ἐπιθεμένων ἐκεῖ Γιγάντων, ἐπικαλεσαμένη τὸν Ἡρακλέα ἔκρυψεν ἐν κευθμῶνί τινι, καὶ τῶν Γιγάντων ἕκαστον δεχομένη καθ’ ἕνα τῷ Ἡρακλεῖ παρεδίδου δολοφονεῖν ἐξ ἀπάτης». τὸ τοπικὸν Ἀπάτουρος καὶ Ἀπατουρίτης. δύναται καὶ Ἀπατουριεύς, Ἀπατούριος |
| α 1287 | Ἀπέννιον · ὄρος διὰ μέσης Ἰταλίας τεταμένον· τὸ κτητικὸν Ἀπέννειον, τὸ ἐθνικὸν Ἀπεννῖνος ὡς Ῥηγῖνος |
| α 1288 | ἀπαγγέλλεται ἥκειν καὶ ἥκων· τὸ σὺν μετοχῇ φασίν τινες βάρβαρον εἶναι, ἀλλ’ ὁ Δημοσθένης · «μέμνησθε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτ’ ἀπηγγέλθη Φίλιππος ἡμῖν ἐν Θρᾴκῃ τρίτον ἔτος τουτὶ Ἡραῖον τεῖχος πολιορκῶν» |
| α 1289 | ἀπαμβρακοῦ · καρτέρει· λέγεται δὲ πρὸς ὠδίνουσαν γυναῖκα |
| α 1290 | ἀπαιόλη καὶ ἀπαιόλημα · στέρησις. Ἀριστοφάνης · ὦ παμβασίλει’ Ἀπαιόλη |
| α 1291 | ἀπερωπός · σκληρός |
| α 1292 | ἀπέστη τούτων καὶ ἀπέστη τούτους καὶ ἀπέστη ἀπὸ τούτων, οἷον· «ἀπέστη Μεσήνη ἀπὸ Ἀθηνῶν» καὶ «ἀπέστη Εὔβοια Ἀθηναίους» καὶ «μεσημβρίας τούτου ς ἀφεστήκασιν» |
| α 1293 | ἀπεύχεσθαι μὴ γενέσθαι καὶ εὔχεσθαι μὴ γενέσθαι |
| α 1294 | ἀπετίμησε καὶ ἀποτίμησις καὶ ἀποτίμημα· τὸ ἀπαιτεῖν παρὰ τοῦ ἀνδρός, ὥσπερ ἐνέχυρόν τι τῆς προικὸς ἀντάξιον, οἰκίαν ἢ χωρίον ἢ ἄλλο τι κτῆμα ἀξιόχρεων. ἐλέγετο δὲ παθητικῶς μὲν ὑπὸ τοῦ λαμβάνοντος ὑπὲρ τῆς νύμφης ἀποτίμημα, ἐνεργητικῶς δὲ ὑπὸ τοῦ διδόντος νυμφίου, οἷον· «ὁ νυμφίος πρὸς τὴν προῖκα τῆς γυναικὸς ἀπετίμησε τὴν οἰκίαν, ἡ δὲ νύμφη, περὶ ἧς ἔδωκε προικός, ἀπετιμήσατο τήνδε τὴν οἰκίαν» |
| α 1295 | ἀπεσφακέλισεν · ἀντὶ τοῦ προσεσπάσθη, ἢ αἰφνιδίως ἀπέθανεν. οἱ δὲ ἰατροὶ ἀντὶ τοῦ ἐσάπη |
| α 1296 | ἀποκοτταβίζειν · τὸ λειπόμενον πόμα τοῦ ποτηρίου ἐκχεῖν οὕτως, ὥστε ψόφον ποιεῖν |
| α 1297 | ἀπόταφος · ἀπεστερημένος τῶν προγονικῶν τάφων |
| α 1298 | ἀπενιαυτισμός · φυγὴ ἐπ’ ἐνιαυτὸν διὰ φόνον ἀκούσιον, καὶ ὅλως ἀποδημία τοσοῦτον χρόνον ἀπαλλαγῆς ἕνεκα μίσους ἢ ἔρωτος |
| α 1299 | ἀπέχομαι τούτου καὶ ἀπέχομαι τοῦτο· Πλάτων · «οὐκ ἀπεσχόμην τὸ μὴ οὐ διὰ τοῦτον ἐλθεῖν ἀπ’ ἐκείνου» |
| α 1300 | ἀπέλαυσα τούτου καὶ τοῦτο καὶ ἀπὸ τούτου, οἷον · «ἐν τῇ πόλει δὲ ἀπολαῦσαι καὶ τοὺς νικῶντας κακῶν» καὶ «μὴ ἀπολαύσω τι φλαῦρον», Πλάτων δὲ «εἰ μέν τι ἀπὸ τούτων ἀπήλαυον» |
| α 1301 | ἀπειλή · τὰ εἰς η λήγοντα θηλυκὰ παραληγόμενα ἑνὶ τῶν δασέων καὶ ψιλῶν ἢ ἑνὶ τῶν μέσων οὐδέποτε τῇ ει διφθόγγῳ παραλήγουσι, πλὴν τοῦ πείνη ὠτειλή ὀφειλή καὶ ἀπειλή. α |
| α 1302 | ἀποβάτης · ἀγῶνος ὄνομα, ἐν ᾧ οἱ ἔμπειροι τοῦ ἐλαύνειν ἅρματα ἅμα θεόντων τῶν ἵππων ἀνέβαινον διὰ τοῦ τροχοῦ ἐπὶ τὸν δίφρον καὶ πάλιν κατέβαινον ἀπταίστως. καὶ ἦν τὸ ἀγώνισμα πεζοῦ ἅμα καὶ ἱππέων. καλεῖται δὲ καὶ ἀποβατικὸς ὁ ἡνίοχος ὁ εἰς τοῦτο δηλονότι τὸ ἀγώνισμα ἐπιτήδειος |
| α 1303 | ἀπόμισθοι · οἱ μισθὸν μὴ λαμβάνοντες |
| α 1304 | ἀπελήλαται · ἄνευ τοῦ ς · τὰ δὲ παθητικὰ σὺν τῷ ν λέγονται, ἀπελήλανται |
| α 1305 | ἀπρόσκοπος · ὁ μὴ προσκοπούμενος |
| α 1306 | ἀπήγγειλα πρὸς τὴν βουλὴν καὶ εἰς τὴν βουλὴν καὶ ἐν τῇ βουλῇ· Δημοσθένης · «πάντ’ ἀληθῆ πρὸς τὴν βουλὴν ἀπήγγειλα», καὶ «ἐν ἡμῖν ἀπήγγειλε καὶ ἦκε δ’ ἀγγέλων τις ὡσ τοὺς πρυτάνεις» |
| α 1307 | ἀποδημεῖν · οὐ δηλοῖ τὸ ἐξορμᾶν καὶ ἐξιέναι, ἀλλὰ τὸ ἀπεῖναι καὶ μὴ εἶναι ἔνδημον. ἁμαρτάνουσιν οὖν οἱ λέγοντες «ἀποδημῶ τήμερον καὶ ἐνδημῶ αὔριον» ἐπὶ ἐνδημοῦντος καὶ παρόντος |
| α 1308 | ἀπογραφή καὶ ἀπογράψαι· ἀπογραφὴ γίνεται οὐσίας, ὅταν τις δημόσιόν τι εἶναι φάσκῃ μὴ πριαμένῳ αὐτῷ παρὰ τῆς πόλεως· ἢ ὅταν δημεύηται τά τινος πρὸς τὰ ὀφλήματα, ἃ ὀφείλει εἰς τὸ δημόσιον· ἀπογραφὴ γὰρ τοῦτο γίνεται. μέμνηται Λυσίας |
| α 1309 | ἀπογράφειν · ἐάν τις ὑπομείνῃ διπλωθῆναι μὴ βουλόμενον ἐκτίνειν, τοῦτον ἡ ἀπογραφὴ εἰσπράττει καὶ ἐνεχυριάζει. καὶ πρῶτον μὲν προστάττει τῷ δημάρχῳ καὶ τοῖς βουλευταῖς ἀπογράφειν αὐτοῦ τὴν οὐσίαν ἐν τριάκοντα ἡμέραις ἢ ὀφείλειν χιλίας δραχμάς· εἶτα τῶν ἄλλων τῶν βουλομένων μισθὸν δοῦσα τρία μέρη τῶν εἰσπραττομένων τὰ ἀπογραφέντα καὶ δημευθέντα ἀποδομένη τὰς μὲν οἰκίας εἰς πέντε ἔτη, τὰ δὲ χωράφια εἰς δέκα τὸ καταβαλλόμενον τῆς τιμῆς καθ’ ἕκαστον χρόνον ὀνομάζοντα ἀπαλοιφὴν τοῦ ὀφλήματος, τοῦ δὲ λοιποῦ ἔχειν χρήστην, ἕως ἂν κομίσηται πάντα |
| α 1310 | ἀποπεφασμένον · ἀντὶ τοῦ ἀποδεδειγμένον |
| α 1311 | ἀποικοδομεῖς · ἀντὶ τοῦ ἀποφράττεις |
| α 1312 | ἄπλητα · ἄπειρα, πολλά· παρὰ τὸ πλῶ πλήσω πλητά καὶ ἄπλητα. α |
| α 1313 | ἀποκαρτερήσαντα · ἑαυτὸν λιμῷ τοῦ βίου ἐξαγαγόντα |
| α 1314 | ἀπεχρήσαντο · διεχρήσαντο, ἀπέκτειναν· Ἀριστοφάνης τοὺς ἄνδρας ἀπεχρήσαντο τοὺς παιδοσπόρους |
| α 1315 | ἀποδέχομαι τὸν λόγον καὶ τοῦ λόγου καὶ τοῦδε τὸν λόγον καὶ τοῦδε λέγοντος καὶ παρὰ τοῦδε τὸν λόγον· Πλάτων · «τῶν μὲν ἄλλων ἀποδεχοίμην ἂν οὕτως ἐπαινούντων τὴν δικαιοσύνην», καὶ «ἀποδεχόμενοι τῶν συκοφαντούντων» |
| α 1316 | ἀπωμόρξατο · ἐκ τοῦ ἀμέργω τοῦ σημαίνοντος τὸ ἐκπιάζω, μεταθέσει τοῦ ρ εἰς λ ἀμέλγω, καὶ ἀμολγός ὁ ἐκπιάζων τὰ πρόβατα. λοιπόν, ἔστι ἀμέργω καὶ βαρύνεται, ἐπειδὴ τὰ εἰς γω λήγοντα ῥήματα, εἰ μὲν ἔχουσι πρὸ τοῦ γ σύμφωνον, βαρύνονται, οἷον ἀμέργω εἴργω στέργω, χωρὶς εἰ μὴ ἔχουσιν ὄνομα προϋποκείμενον, οἷον· τὸ γεωργός, προϋπόκειται γὰρ ὁ γεωργός, ἀργῶ, προϋφίσταται γὰρ ὁ ἀργός· τὸ δὲ ἀμέργω οὐκ ἔχει προϋποκείμενον ὄνομα, ἐκ δὲ τοῦ ἀμέργω γέγονε τροπῇ ἀμόργω· ἢ ἐκ τοῦ ἀμόργη τοῦ σημαίνοντος τὴν ὑποστάθμην τοῦ ἐλαίου καὶ τὴν τρύγα τοῦ οἴνου· ἔστι δὲ καὶ εἶδος βοτάνης πορφυρᾶς, ἐξ οὗ ἱμάτια ἀμόργινα λέγονται τὰ πορφυρᾶ. λοιπόν, κατὰ τροπὴν τοῦ α εἰς ο ὡς ἀκριόεις ὀκριόεις καὶ ἄρχαμος ὄρχαμος, γίνεται οὖν ἀμόργω ὀμόργω ὀμόρξω ὤμορξα ὠμορξάμην ὠμόρξατο. α |
| α 1317 | ἀποτυμπανίσαι · οὐχ ἁπλῶς τὸ ἀποκτεῖναι, ἀλλὰ τυμπάνῳ· ἀπὸ τυμπάνων δέ ἐστι ξύλον, ὅπερ σκυτάλην καλοῦσι· τὸ γὰρ παλαιὸν ξύλοις ἀνῄρουν τοὺς πολεμίους, ὕστερον δὲ τῷ ξίφει, κἄν τε δοῦλος εἴη κἄν τε ἐλεύθερος |
| α 1318 | ἀποφλαυρίζοντες ·. ἐπιτωθάζοντες, ἐξευτελίζοντες, ἢ ὡς πονηρὸν ἀποστρεφόμενοι· ἀεὶ γὰρ τὸ φλαῦρον ἐπὶ τοῦ πονηροῦ τάττεται. α |
| α 1319 | ἀπογενέσθαι · ἀποθανεῖν |
| α 1320 | ἀποκναιόμενοι · διαφθειρόμενοι· κτῶ κταίνω, τὸ φονεύω, ἀποβολῇ τοῦ τ καίνω καὶ μεταθέσει κναίω. α |
| α 1321 | ἀποδέκται · ἄρχοντες κληρωτοὶ δέκα τὸν ἀριθμὸν κατὰ φυλάς εἰσιν, οἵτινες παρελάμβανον καὶ ἀπεδέχοντο τὰ γραμματεῖα τῶν ὀφειλόντων τῷ δημοσίῳ· διὰ τοῦτο γὰρ καὶ ἀποδέκται ἐκαλοῦντο. εἶτα δ’ ἐζητοῦντο τὰ ὀφειλόμενα καὶ τὰ ἀποδιδόμενα χρήματα σὺν τῇ βουλῇ καὶ ἐμέριζον εἰς ἃ χρὴ ἀναλίσκειν |
| α 1322 | ἀποτίσεις χοῖρε γίγαρτα · ἃ κατέφαγες, ἀποδώσεις |
| α 1323 | ἀπὸ καιροῦ · ἀπὸ τρόπου · «βάδιζε γάρ, οὐδὲν ἀπὸ καιροῦ λέγεις» |
| α 1324 | ἀπὸ λύκου θύρας · ἐπὶ τῶν ἀπράκτως εὐθὺς ἀπιόντων |
| α 1325 | ἀποστασίου · ὄνομα δίκης ἐστὶ χωρὶς τοῦ ρ κατὰ τῶν ἀπελευθερωθέντων διδομένης τοῖς ἐλευθερώσασιν, ἂν ἀφιστῶνται ἀπ’ αὐτῶν καὶ ἕτερον ἐπιγράφωνται προστάτην, καὶ ἂν ἃ κελεύουσιν οἱ νόμοι ποιεῖν τοὺς ἀπελευθέρους τοῖς ἀπελευθερώσασι μὴ ποιῶσι. καὶ τοὺς μὲν ἁλόντας πάλιν ἔδει δουλεύειν, τοὺς δὲ νικήσαντας τελείως ἤδη ἐλευθέρους εἶναι |
| α 1326 | ἀπὸ στόματος · ὡς ἡμεῖς τὸ μὴ διὰ γραμμάτων, ἀλλ’ ἀπὸ μνήμης. τοῦτο δὲ καὶ ἀπὸ γλώττης λέγει Θουκυδίδης · «ὅσα τε ἀπὸ γλώττης εἴρητο αὐτοῖς εἶπον» |
| α 1327 | ἀποξιφίσασθαι · ἀπορχήσασθαι· ὁ γὰρ ξιφισμὸς εἶδος ὀρχήσεως |
| α 1328 | ἀποτριάσαι · πληγὰς τρεῖς δοῦναι |
| α 1329 | ἀποτυχίσαι · ἀποπελεκῆσαι |
| α 1330 | Ἀπίολλα · πόλις Ἰταλίας· Ἀπιολλανός, ὡς Νῶλα Νωλανός |
| α 1331 | Ἀπόβρωτοι · ἔθνος Ἰταλίας· Θουκυδίδης · «πρῶτον μὲν Ἀποβρώτοις» |
| α 1332 | Ἀπόλλωνος · ὁ κανών· τὰ εἰς λων ὀνόματα, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβάς, φυλάττει τὸ ω ἐπὶ γενικῆς,. οἷον Ἀσκάλων Ἀσκάλωνος, Ἀπόλλων Ἀπόλλωνος, Σόλων Σόλωνος, Δόλων Δόλωνος. α |
| α 1333 | ἀποσαλεύσας · ἀποφυγὼν ἐκ τοῦ λιμένος καὶ σάλῳ ὁμιλήσας |
| α 1334 | ἀπόλεκτον · οὐχὶ τὸ φαῦλον καὶ ἀπόβλητον, ἀλλὰ τὸ ἔκκριτον καὶ ἐξειλεγμένον ἐκ πλειόνων· καὶ «στρατιώτας ἀπολέκτους» |
| α 1335 | ἀπώλεια · τὰ διὰ τοῦ εια προπαροξύτονα ἔχοντα ἐνεστῶτα ἀντιπαρακείμενον δίφθογγον ἔχει· ἀνθῶ Ἄνθεια, θάλλω Θάλεια, χαίρω Χαίρεια, κρατῶ Κράτεια, μήδω Μήδεια ἐπὶ τῆς γυναικὸς τῆς ἡρωΐδος, ἐπὶ δὲ τῆς χώρας διὰ τοῦ ι ἐπὶ δὲ τῆς πόλεως Μίδεια προπαροξυτόνως καὶ κατὰ τὴν προπαραλήγουσαν διὰ τοῦ ι. τὰ δὲ παρὰ τὸ ὄλλω ἐκτείνουσι τὸ ο εἰς τὸ ω · ἐξώλεια προώλεια ἀπώλεια |
| α 1336 | ἀποπτάμενος · ἔστι πέτω καὶ κατὰ συγκοπὴν πτῶ καὶ πτῆμι ἐξ αὐτοῦ, τὸ παθητικὸν πτάμαι πτάμενος· ἐκ δὲ τοῦ πέτω γίνεται ποτῶ, ἐξ οὗ τὸ ἀμφεποτᾶτο, καὶ τὸ πετάζω, ἐξ οὗ τὸ ἐπετάσθη, καὶ πεταννύω πετάννυμι καὶ πτῆμι |
| α 1337 | ἀποπροσωπίζεσθαι · ἀπονίπτεσθαι καὶ σμᾶσθαι τὸ πρόσωπον |
| α 1338 | Ἀπολλωνία · πόλις Ἰλλυρίας, ἣν ᾤκουν Ἰλλυριοί· ὁ πολίτησ Ἀπολλωνιάτης, τὸ θηλυκὸν Ἀπολλωνιᾶτις, τὸ γὰρ Ἀπολλωνιεύς οὐκ ἔστιν ἐκ τῆς πόλεως, ἀλλ’ ἐκ τοῦ Ἀπολλώνιον, ὡς Δουλίχιον Δουλιχιεύς. ἔστι καὶ ἑτέρα Θρᾴκης Ἰώνων καὶ ἕτεραι πολλαί. καὶ Ἀπολλωνιεῖ ς· δῆμος· ὁ δημότης Ἀπολλωνιεύς. καὶ Ἀπόλλωνος πόλις ἐν Αἰγύπτῳ οὕτως λεγομένη · Ἀπολλωνοπολίτης ὡς Κωνσταντινουπολίτης καὶ Ἀδριανουπολίτησ |
| α 1339 | ἀποστερούμενος τούτου καὶ τοῦτο· Δημοσθένης · «χρημάτων οὐκ ὀλίγων ἀποστερῆσαι βουλόμενος τὴν πόλιν» καὶ «τοὺς διδασκάλους τοὺς μι. σθοὺς ἀποστερεῖ, φησίν», «οὐ μόνον οὐκ ἀπέδωκε χάριν, ἀλλὰ καὶ τὸ δοθὲν ἀποστερεῖ με» |
| α 1340 | ἀποθευσούμεθα · ἀποδραμούμεθα· λέγεται ἐπὶ πλοῦ |
| α 1341 | ἄπυστοι · οἱ Ἀθηναῖοι |
| α 1342 | ἄπεδον · τὸ ὁμαλόν· Θουκυδίδης · «καὶ κατέβησαν εἰς χωρίον ἄπεδόν τι» |
| α 1343 | ἀπεχοιρίασεν · ἀπεσκίρτησεν, ἀπὸ μεταφορᾶς τῶν χοίρων |
| α 1344 | ἀπέτυλον · ἀπέσυρον τὸ αἰδοῖον |
| α 1345 | ἀπεμύλλαινον · διεφαύλιζον, ἐξηυτέλιζον σαρκάζοντες |
| α 1346 | ἀπρόσκλητος δίκη · ἡ μὴ τυχοῦσα τῶν καλουμένων κλητόρων κατὰ τὸν νόμον, ἢ καὶ διὰ τοῦτο οὐκ ἦν εἰσαγώγιμος |
| α 1347 | ἀπροστασίου · εἶδος δίκης κατὰ τῶν μετοίκων τῶν προστάτην μὴ νεμόντων· ᾑρεῖτο γὰρ ἕκαστος αὐτῶν, ὃν ἤθελε τῶν πολιτῶν τινα προστάτην τὸν ἐπιμελησόμενον καὶ τῶν ἰδίων καὶ τῶν δημοσίων ὑπὲρ αὐτοῦ, ὥσπερ ἐγγυητὴν ὄντα |
| α 1348 | ἀπεστλεγγισμένοι · ἀπεξυσμένοι |
| α 1349 | ἀπεσκόλυπτε · κυρίως τὸ δέρμα ἀφῄρει |
| α 1350 | Ἄπρος · θηλυκόν· πόλις Θρᾴκης· τὸ ἐθνικὸν Ἀπραῖος |
| α 1351 | Ἄπτερα · πόλις Κρήτης· ὅτι ἀπὸ τῆς τῶν Μουσῶν καὶ Σειρήνων ἔριδος δυσφοροῦσαι τὰ πτερὰ τῶν ὤμων ἀπέβαλον καὶ λευκαὶ γενόμεναι εἰς τὴν θάλασσαν ἐνέβαλον ἑαυτάς. ὁ πολίτης Ἀπτεραῖος. ἔστι καὶ Λυκίας πόλις, οὐδετέρως· τὸ ἐθνικὸν Ἀπτερεύς |
| α 1352 | ἀπαλθήσεσθον · ἀλθέω ἀλθῶ πρώτης συζυγίας τῶν περισπωμένων, ὁ μέλλων ἀλθήσω ἀλθήσομαι ἀλθήσῃ ἀλθησόμεθον ἀλθήσεσθον καὶ ἀπαλθήσεσθον· σημαίνει δὲ τὸ ἰαθήσεσθον. τὸ δὲ ἀλθῶ παρὰ τὸ ἄλδω, ὃ σημαίνει τὸ αὐξάνω |
| α 1353 | ἀπαρτία · ὁ κατὰ ἔπιπλα. ἔστιν ἀπαρτῶ συμπληρῶ, καὶ ἀπαρτία |
| α 1354 | ἄπαστος · ὁ ἄγευστος ἡ πρώτη γὰρ τροφὴ ἀπὸ δρυῶν. ὡς οὖν ἀπὸ τοῦ μῶ τοῦ σημαίνοντος τὸ ζητῶ γίνεται μαστός, οὕτω καὶ παρὰ τὸ πῶ παστός καὶ ἄπαστος. Ὀππιανόσ · ὥρια δόρπα πάσασθαι |
| α 1355 | ἀπάτερθεν · ἄποθεν, καὶ χωρίς· ἀπὸ τοῦ ἄτερ ἐπιρρήματος ἄτερθεν καὶ ἀπάτερθεν |
| α 1356 | ἀπάνευθεν · ἀντὶ τοῦ χωρίς· ἀπὸ τοῦ ἄνευ ἄνευθεν καὶ ἀπάνευθεν |
| α 1357 | ἀπάτη · ἐκ τοῦ ἀπαφῶ, τὸ δὲ ἀπαφῶ παρὰ τὸ φῶ, τὸ σημαῖνον τὸ λέγω, καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ κακὸν ἀφῶ. καὶ ἀπαφῶ, ὅθεν καὶ Ὅμηρος · παρήπαφεν, ἀντὶ τοῦ ἠπάτησεν |
| α 1358 | Ἀπατούρια · ἑορτὴ Ἀθηναίων· ἐδόκουν τε οἱ παῖδες πρὸ τούτου ἀπάτορες ὄντες τότε πατέρας ἔχειν |
| α 1359 | ἀπαύλια · ἑορτὴ αὐλίζεσθαι |
| α 1360 | ἀπαγορεύειν · ἡ ἀπὸ, χωρίζεσθαι· τὸ γὰρ ἀπαγορεύειν ἐκτὸς γίνεται τοῦ λέγειν. ἀπὸ τοῦ ἀγορῶ |
| α 1361 | ἁπαλός · παρὰ, ἁπαλός |
| α 1362 | ἀπάλαμνος · ὁ μὴ δυνάμενος παλαμήσασθαι, ὅ ἐστι τεχνάσασθαι. ἢ ὁ μὴ ἐν παλάμῃ μένων, ὅ ἐστι μάχῃ |
| α 1363 | ἀπαμείρεται · ἀποκεχώρισται· ἐκ τοῦ μείρω, τὸ μερίζω, καὶ μετὰ τοῦ α ἀμείρω καὶ ἀπαμείρω |
| α 1364 | ἀπαρκτίαις · ταῖς ἀπὸ τῆς ἄρκτου πνοαῖς· Λυκόφρων · ἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖς |
| α 1365 | ἀπάργματα · αἱ μεγάλαι ἀπαρχαὶ τῶν θυσιῶν· παρὰ τὸ ἄρχω ἦργμαι ἄργμα καὶ ἄπαργμα· Ὅμηρος · ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι |
| α 1366 | ἀπαιωρήσας · ἐκ τοῦ αἴρω αἰωρήσω |
| α 1367 | ἀπατηλόν · ἐκ τοῦ ἀπατῶ |
| α 1368 | ἀπαυρῶ · τὸ ἀφαιρῶ· ἐκ τοῦ αἴρω τροπῇ τοῦ ι εἰς υ καὶ μεταθέσει τοῦ τόνου αὐρῶ καὶ ἀπαυρῶ· Ὅμηρος · ἀπηύρα, καὶ Αἰσχύλος · τοιαῦτ’ ἀπηύρω τοῦ φιλανθρώπου τρόπου |
| α 1369 | ἀπαυθαδιάζω · ἐκ τοῦ αὐθάδης αὐθάδεια αὐθαδιάζω καὶ ἀπαυθαδιάζω. τοῦτο δέ, ὅτι αὐτοαδής τις ἐστιν, ὁ ἑαυτῷ ἀρέσκων |
| α 1370 | ἀπέκτατο · κτῶ, τὸ φονεύω, παράγωγον κτῆμι ἔκταμαι ἐκτάμην ἔκτασο ἔκτατο καὶ μετὰ τῆς ἀπό προθέσεως ἀπέκτατο |
| α 1371 | ἀπεμυθεόμην · ἀπηγόρευον, ἐκώλυον· μυθέω μυθῶ |
| α 1372 | Ἀπαισοῦ · καὶ δίχα τοῦ α · ὅς ρ’ ἐνὶ Παισῷ. εἴρηται παρὰ τὸ τὴν Ἀργῶ, Ἀπαισός |
| α 1373 | ἀπεμόρξατο · ἐκ τοῦ ἀμέλγω ἀμέλξω ἤμελξα ἠμελξάμην ἠμέλξατο καὶ τροπῇ τοῦ ε εἰς τὸ ο καὶ τοῦ λ εἰς τὸ ρ ἀπεμόρξατο, τὸ ἀπεπίασεν |
| α 1374 | ἀπεστύπαζον · τύπτω τυπτάζω, ὡς κύπτω κυπτάζω, ἀποβολῇ τοῦ τ ἀπετύπαζον καὶ πλεονασμῷ τοῦ ς στυπάζω καὶ ἀπεστύπαζον |
| α 1375 | ἀπερείσια · πολλά· παρὰ τὸ οὐδέτερον ἀπερείσιον καὶ ἀπερείσια |
| α 1376 | ἀπεβήσετο · βῶ ἐνεστῶτα· ὁ παθητικὸς βήσομαι ἐβησόμην ἐβήσετο καὶ ἀπεβήσετο |
| α 1377 | Ἀπέσας · κλίνεται Ἀπέσαντος· ἔστι δὲ ὄρος τῆς Νεμέας, Ἀφέσας τις ὤν Θεσσαλίας |
| α 1378 | ἀπέκτονε · κτείνω κτενῶ, ὁ μέσος παρακείμενος ἔκτονα καὶ ἀπέκτονα καὶ ἀπέκτονεν |
| α 1379 | ἀπερύκοι · ἀποτρέποι, ἀπείργοι· ἐρύω ἐρύκω |
| α 1380 | ἀπέχθηαι · ἀπέχθω ἀπῆχθον, ἐὰν ἀπέχθωμαι, ἐὰν ἀπέχθηται, ἐκβολῇ τοῦ τ ἀπέχθηαι |
| α 1381 | ἀπέφθιθον · ἀπὸ τοῦ φθίθω, ὁ παρατατικὸς ἔφθιθον καὶ ἀπέφθιθον |
| α 1382 | ἀπεκαίνυτο · καίνω καινύω καίνυμι καίνυμαι ἐκαινύμην ἐκαίνυτο ὡς ὄρω ὀρύω ὀρνύω ὄρνυμι |
| α 1383 | ἀπεβουκόλησα · παρὰ τὸ βουκολῶ, τοῦτο παρὰ τὸ βουκόλος, τοῦτο παρὰ τὸ βοῦς καὶ τὸ κονῶ, τὸ σημαῖνον τὸ ἐνεργῶ· σημαίνει δὲ τὸ ἀποπλανῶ |
| α 1384 | ἄπελος · τὸ ἕλκος καὶ τὸ τραῦμα τὸ ἀφελόμενον· ἢ τὸ ἀπὸ τῶν Θεσσαλικῶν ἀπέλων, ἅ εἰσι πολυφάρμακα, ἵνα δηλοῖ τὸ ἀθεράπευτον |
| α 1385 | ἀπέλεθρον · δύναμιν ἀμέτρητον καὶ πολλήν· πέλεθρον γάρ ἐστι μέτρον γῆς |
| α 1386 | ἀπενίζοντο · ἔστι εἰς πτω λήγοντα ῥήματα ποτὲ μὲν εἰς δύο σς ποτὲ δὲ εἰς ζ τρέπουσιν |
| α 1387 | ἀπεσκολλυμένος · κυρίως τὸ ἐκτεταμένος· κολλὺς γὰρ ἡ θρὶξ ἡ ἐπὶ τοῦ ἄκρου, ἣν ἐφύλαττον ἀκούρευτον θεοῖς ἀνατιθέντες· καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ ἀπογεγυμνωμένου |
| α 1388 | ἀπειλή · ἡ μετὰ ὀργῆς ἐπίπληξις· παρὰ τὸ ἄποθεν εἶναι ἐλέους· ἢ παρὰ τὸ ἀπείλλειν συστρέφων τὸ δέον, ἢ λόγος ἀπείργων τῶν ἁμαρτημάτων. σημαίνει δὲ τρία· τὸ καυχῶμαι, ὡς τὸ ὥς ποτ’ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών· ἐπὶ δὲ εὐχῆς · οὐδ’ ἠπείλησεν ἄνακτι· ἐπὶ δὲ ὀργῆς · αἶψα δ’ ἀναστὰς ἠπείλησε μῦθον. τὸ δὲ εὔχομαι παρὰ τὰς ἀπέλλας, ἤγουν τὰς φιάλας, δι’ ὧν σπένδοντες εὐχόμεθα |
| α 1389 | ἀπένεικας · ἐνέγκω, τροπῇ τοῦ γ εἰς ι ἐνείκω ἤνεικας καὶ ἀπένεικας |
| α 1390 | ἄπειρος · ὁ ἀμαής, παρὰ τὸ μὴ ἔχειν πεῖραν. ἄπειρος δὲ ὁ πολὺς καὶ μέγας, παρὰ τὸ μὴ ἔχειν πέρας. σημαίνει δὲ τὸ. ἄπειρος καὶ χιτῶνα διέξοδον μὴ ἔχοντα |
| α 1391 | ἀπερωεύς · ὁρμητής· ἔστιν γὰρ ἐρωή ἡ ὁρμὴ καὶ προθυμία |
| α 1392 | ἀπεχθήρω · μισήσω· ἐχθαίρω ἐχθαρῶ ἤχθηρα, ἐὰν ἐχθήρω καὶ ἀπεχθήρω |
| α 1393 | ἀπειλήτην · ἀπειλῶ ἠπειλησάτην καὶ συγκοπῇ τῆς σα συλλαβῆς ἀπειλήτην. ἢ ἀπὸ τοῦ ἀπειλῶ ἠπείλουν, τὸ δυϊκὸν ἠπείλειτον ἠπειλείτην καὶ ἐν συστολῇ τῆς ἀρχούσης καὶ τροπῇ τῆς ει διφθόγγου εἰς η ἀπειλήτην |
| α 1394 | ἀπηλεγέως · ἀποτόμως, σκληρῶς, ἀπηλεγής καὶ ἀπηλεγέων καὶ ἀπηλεγέως |
| α 1395 | ἀπερωήσειας · κωλῦσαι ποιήσειας· ἀπὸ τοῦ ἐρωή, τοῦτο παρὰ τὸ ἐρωῶ ἐρωήσω |
| α 1396 | ἀπηλοίησεν · ἀπέκοψεν· ἀπὸ τοῦ ἀλοῶ, τὸ συντρίβω, ἀλοιῶ ὡς ποῶ ποιῶ ἀλοιήσω ἠλοίησα, ὅθεν καὶ πατραλοίας |
| α 1397 | ἀπήμων · παρὰ τὸ πήθω πῆμα ἄπημος, καὶ ἀπήμων παρωνύμως, ὡς ἄναιμος ἀναίμων ·. τοὔνεκ’ ἀναίμονές εἰσιν καὶ ἀθάνατοι |
| α 1398 | ἀπηνής · σκληρός· ὁ ἄποθεν τοῦ αἰνεῖσθαι, ὅ ἐστιν ἐπαινεῖσθαι· αἶνος γὰρ ὁ ἔπαινος |
| α 1399 | ἀπήνη · ἡ ἅμαξα· παρὰ τὸ ἄνω ἀνύω ἀνύη ἄνη καὶ ἀπάνη καὶ τροπῇ ἀπήνη |
| α 1400 | ἀπηρής · ὁ ἀβλαβής· παρὰ τὸ πηρόν ἀπηρής |
| α 1401 | ἀπηχής · ἀπὸ τοῦ ἤχου, ὁ μὴ συνᾴδων· ἀπὸ μεταφορᾶς τῶν μουσικῶν ὀργάνων |
| α 1402 | ἀπήορος · ὁ ἀπηρτημένος καὶ διεστώς· παρὰ τὸ ἀείρω ἀερῶ |
| α 1403 | ἀπηύρων · ἀπαυρῶ ἀπαυρήσω ἀπηύρησα, ὁ δεύτερος ἀόριστος ἀπηύρων. τὸ δὲ αὐρῶ ἀπὸ τοῦ αἴρω, τὸ ἐπαίρω, τροπῇ τοῦ ι εἰς υ καὶ μεταθέσει τοῦ τόνου |
| α 1404 | ἀπηνήνατο · ἀναίνω ἀνανῶ ἄνηνα ἠνηνάμην ἠνήνατο καὶ ἀπηνήνατο |
| α 1405 | ἀπῇμεν · ἀπὸ τοῦ εἴω, τοῦ σημαίνοντος τὸ πορεύομαι, ὁ μέσος παρακείμενος εἶα, ἐν διαλύσει καὶ τροπῇ τοῦ ε εἰς η ᾖα, τὸ πληθυντικὸν ᾔαμεν καὶ κατὰ συγκοπὴν ᾖμεν καὶ ἀπῇμεν καὶ προῇμεν, οἷον · «προῇμεν τῇ βουλῇ», καὶ τὸ δεύτερον ᾖτε καὶ ἀπῇτε καὶ «ταῦτα ὑπὲρ τῶν ἐχθρῶν ἀπῇτε βεβουλευμένοι». τούτου τοῦ ᾖα ὁ ὑπερσυντέλικος ᾔειν, ἐξ οὗ καὶ τὸ ἀπῄειν παρῄειν ἐξῄειν, τὸ πληθυντικὸν ἤεισαν, καὶ κατὰ συστολὴν ᾔεσαν καὶ ἀπῄεσαν καὶ ἐξῄεσαν, οὕτως καὶ τὸ εἰώθεσαν καὶ ᾔδεσαν Ἰωνικῶσ, τὸ δὲ ᾔομεν παρατατικὸς καὶ οὐχ ὑπερσυντέλικος |
| α 1406 | Ἀπία · ἡ Πελοπόννησος, ποταμοῦ, καὶ Μελίτης τῆς Ὠκεανοῦ, τελευταῖον δὲ πάντων ἀπὸ τοῦ. κρατῆσαι τῆς χώρας τὸν Ταντάλου υἱὸν Πέλοπα · καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον Ἀπιεύς |
| α 1407 | ἀπινύσσειν · τὸ ἀπινύτως δηλοῦντος. ἔστι πνύω καὶ κατὰ παραγωγὴν πινύω, ἐξ οὗ τὸ πινυτός, ὁ διεγηγερμένος τὸν νοῦν· καὶ ὥσπερ παρὰ τὸ ἀφύω γίνεται ἀφύσσω, οὕτως καὶ ἀπὸ τοῦ πινύω πινύσσω καὶ ἀπινύω ἀπινύσω καὶ ἀπινύσσω. τὸ δὲ πεπνυμένος ἀπὸ τοῦ πνύω· γέγονε πνῦμι, οὗ τὸ παθητικὸν πέπνυμαι, ἡ μετοχὴ ὁ πεπνυμένος |
| α 1408 | ἀπήχθετο · ἐμισεῖτο· ἀπὸ τοῦ ἔχω ἔχθω ἔχθομαι ἠχθόμην ἤχθετο καὶ ἀπήχθετο |
| α 1409 | ἀπετρωπῶντο · δευτέρας συζυγίας· τρέπω τρωπῶ, ὡς νέμω νωμῶ, στρέφω στρωφῶ, τρέχω τρωχῶ· τὰ γὰρ ἀπὸ βαρυτόνων θεμάτων μεταγόμενα εἰς τὴν δευτέραν συζυγίαν τῶν περισπωμένων μεταβάλλουσι τὸ ε εἰς ω μέγα· τρωπῶμαι ἐτρωπώμην ἐτρωπῶτο καὶ ἀπετρωπῶτο |
| α 1410 | ἀπίθησεν · ἐκ τοῦ πείθω πειθῶ καὶ ἀπειθῶ ἀπειθήσω ἠπίθησα ἠπίθησε, συστολῇ τοῦ η εἰς α ἀπίθησε· καὶ τὸ μὲν ἀπιθῶ διὰ τοῦ ι ὡς καὶ τὸ ἀφιδῶ, τὸ δὲ πείθω διὰ διφθόγγου, ὡς καὶ τὸ φείδω· ὅθεν καὶ τὸ ἐν δούλοις τῷ Καίσαρος δόγματι ἀπεγράφης πιθήσας |
| α 1411 | ἀποφθίμενον · φθίω φθίσω, τὸ παθητικὸν φθίομαι, φθίμενος κατὰ συγκοπήν, καὶ ἀποφθίμενον |
| α 1412 | ἀπίκια · εἶδος πλακοῦντος, Ῥωμαίου τρυφητοῦ |
| α 1413 | ἄπιος · ἡ ὄχνη καλουμένη, ὅτι πρῶτον ἐν Πελοποννήσῳ γέγονεν· Ἀπία γὰρ ἡ Πελοπόννησος. ἢ παρὰ τὸ, αὐτῆς |
| α 1414 | ἀμπλακία · ἡ ἁμαρτία· ἀπὸ τοῦ πλέκω πλέξω ἔπλεξα ἔπλακον πλακῶ ἀμπλακῶ ἀμπλακία |
| α 1415 | ἁπληγίς · τὸ ἁπλοῦν ἱμάτιον, ὅπερ Ὅμηρος ἁπλοΐδα καλεῖ· Σοφοκλῆς · τρύχει καλυφθεὶς Θεσσαλικῇ πληγίδι · παρὰ τὸ ἁπλῆ ἁπληΐς καὶ ἁπληγίς. τρύχει καλυφθεὶς Θεσσαλικῇ πληγίδι · παρὰ τὸ ἁπλῆ ἁπληΐς καὶ ἁπληγίς |
| α 1416 | ἀπογυιώσεις · βλάψεις, τὰ μέλη ἐκλύσεις· κυρίως δὲ τὸ τὰ μέλη βλάπτειν |
| α 1417 | ἀπόβλητον · ἀποβολῆς ἄξιον, ἀδόκιμον· ἀποβάλλω ἀποβλῶ ἀποβλήσω ἀποβέβληκα ἀποβέβλημαι ἀποβέβληται καὶ ἀπόβλητον |
| α 1418 | ἀποβλύζων · ἀπεμῶν· τὸ δὲ βλύζω ἀπὸ τοῦ βάλλω βλῶ βλύζω |
| α 1419 | ἁπλοῦς · ὥσπερ παρὰ τὸ πέλω καὶ τὸ δύο γίνεται διπλόος διπλοῦς, οὕτω καὶ παρὰ τὸ α τὸ σημαῖνον τὸ ἓν καὶ τὸ πέλω, τὸ ὑπάρχω, γίνεται ἁπλοῦς, ὁ τὸ ἓν ὑπάρχων |
| α 1420 | ἀποπτύω · ἀπὸ τοῦ πετῶ πετύω, καὶ συγκοπῇ πτύω, τὸ ἀποπεταννύμενον |
| α 1421 | ἄπορος · κυρίως τόπος λέγεται καὶ ὁ μὴ χρήματα ἔχων· ἔνθεν καὶ ἀπορία |
| α 1422 | ἀπότριχες · οἱ ἄνηβοι ἐν τῷ · ἀποκηδήσαντε φεροίμεθα χεῖρον ἄεθλον, ἀντὶ τοῦ ἀκηδήσαντε· καὶ ἀπότιμον ἔθεντο, ἀντὶ τοῦ ἄτιμον |
| α 1423 | ἀποφηληκίζει · βιάζεται μετῆκται. ἀπὸ τοῦ φήληξ φήληκος, τοῦτο παρὰ τὸ σφάλλω, σφήληξ καὶ φήληξ. ἢ παρὰ τὸ φῶ, τὸ ἀπατῶ, ὅθεν τὸ ἀπαφῶ |
| α 1424 | ἀποφράδες · ἀποφράδας ἔλεγον οἱ παλαιοὶ τὰς, ἐκάλουν, οἷον · ἄνθρωπος ἀποφρὰς καὶ βλέπων ἀπιστίαν. γίνεται παρὰ τὸ φρῶ φράς καὶ ἀποφράς |
| α 1425 | ἀποφώλιος · ὁ ἀπαίδευτος· Ὅμηρος ἦ δὴ ἀλιτρός τ’ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς;. καὶ ἀποφώλια δὲ τὰ ἀπαίδευτα. πῶς οὖν «ἁμαρτωλός τε καὶ οὐκ ἀπαίδευτος»; ἀλλὰ, ὡς εἴωθε λέγειν τις «θαυμάζω πῶς σοφὸς ὢν ἥμαρτες». γέγονε δὲ παρὰ τὸ φωλεόν· φωλεοὶ γὰρ τὰ παιδευτήρια παρὰ τὸ καὶ τροπῇ τοῦ η εἰς ω ἀποφώλιος |
| α 1426 | ἀπόστιχε · ἀπαλλάσσου, ἀναχώρει· στείχω ἔστιχον ἔστιχες ἔστιχε, τὸ προστακτικὸν στίχε καὶ ἀπόστιχε |
| α 1427 | ἀπόερσεν · ἀπέπνιξε, διέφθειρε· παρὰ τὸ, ἔρσω, ὁ ἀόριστος ἔρσα ἔρσας ἔρσε καὶ ἀπόερσεν |
| α 1428 | ἀποκαίνυμαι · νικῶ· ἀπὸ τοῦ καίνω, τὸ φονεύω, καίνυμι ἐκαινύμην ἐκαίνυσο ἐκαίνυτο. μεταφορικὴ δὲ ἡ λέξις, κυρίως γὰρ ἐπὶ τῶν φονευόντων καὶ νικώντων λαμβάνεται. ἢ παρὰ τὸ αἴνυμαι, τὸ λαμβάνω, ἀπὸ τοῦ νικῶντας |
| α 1429 | ἀπολιχμήσονται · ἀπολείξουσιν· λείχω λειχῶ, καὶ λιχμῶ λιχμήσω |
| α 1430 | ἀπολιβάζω · ἀπέλθω, ἀποδράμω· ἢ παρὰ τὴν λιβάδα. ἢ τὸ ἀπορρίπτω |
| α 1431 | Ἀπόμυιος · οὕτως, ἐπὶ ἀποτροπῇ μυιῶν |
| α 1432 | ἀπόχρη · σημαίνει τὸ ἀρκεῖ· ἀπὸ τοῦ χρῶ ῥήματος τοῦ σημαίνοντος τὸ παρέχω γίνεται ῥῆμα χρῆμι χρῆς χρῆσι καὶ κατὰ ἀποκοπὴν χρή · οὐ χρὴ παννύχιον εὕδειν, καὶ ἐν συνθέσει ἀπόχρη |
| α 1433 | ἀπονοστήσειν · ἐπανελθεῖν ἡδύ |
| α 1434 | ἀπομηνίσας · ὀργισθείς· μηνίω μηνίσω ἐμήνισα μηνίσας· ἀπὸ τοῦ μῆνις |
| α 1435 | ἀπόπατος · ἡ τῶν σιτίων παρὰ τὸν πάτον, τουτέστι τὴν ὁδόν, τὸ ἄποθεν τοῦ πάτου γινόμενον. καὶ ἀποπάτημα αὐτὸ τὸ σκύβαλον· Εὔπολις · τί γὰρ ἐκεῖνο; ἀποπάτημ’ ἀλώπεκος |
| α 1436 | ἀποβρίξας · ἀπονυστάξας· παρὰ, μόριον, ἀφ’ οὗ τὸ βρίθω, καὶ ὄβριμος ὁ ἰσχυρὸς πλεονασμῷ τοῦ ο · βαρύνονται γὰρ οἱ ἐν ὕπνῳ καταφερόμενοι |
| α 1437 | ἄποινα · τὰ ὑπὲρ, φόνος καὶ κατὰ στέρησιν ἄφονος, καὶ πλεονασμῷ τοῦ ι ἄφοινος καὶ τὸ οὐδέτερον τὸ ἄφοινον, καὶ τροπῇ τοῦ φ εἰς π ἄποινον, τουτέστι τὰ ὑπεξαιρούμενα τοῦ φονικοῦ ἐγκλήματος. ἢ ἐκ τοῦ ποινή γίνεται ἄποινος |
| α 1438 | Ἀπόλλων · παρὰ ἀκτῖνας. ἢ παρὰ γὰρ ἦν. ἢ ὁ μὴ ἀπολλύμενος μετὰ τὴν δύσιν |
| α 1439 | ἀπολαύω · λῶ, τὸ θέλω, παράγωγον λαύω, ὡς χρῶ χραύω, ψῶ ψαύω· καὶ ἀπολαύω |
| α 1440 | ἀπολιταργεῖν · τὸ ἀπελθεῖν ταχέως· παρὰ τὸ λίαν καὶ τὸ ἄττειν ἀργόν, ὅ ἐστι ταχύ |
| α 1441 | ἀποκναίω · κτῶ ῥῆμα, τὸ δηλοῦν τὸ φονεύω· ἀφ’ οὗ κτῆμι, ἐξ οὗ τὸ ἔκτατο καὶ ἀπέκτατο· ἐκ τοῦ κτῶ παράγωγον κταίνω, ὡς φῶ φαίνω, χρῶ χραίνω, δρῶ δραίνω, καὶ ἀποβολῇ τοῦ τ καίνω, καὶ καθ’ ὑπερβιβασμὸν κναίω, τὸ λυποῦμαι |
| α 1442 | ἀπόνοια · ἡ χωρίζουσα, δόξης, σημαίνει δὲ δύο· τὴν ὑπερηφανίαν καὶ τὴν θρασύτητα. καὶ γίνεται παρὰ τὸ ἄποθεν εἶναι τοῦ νοῦ· καὶ γὰρ θρασύτης ἐστὶν ἡ ἄλογος τόλμα παρὰνοῦ |
| α 1443 | ἀποθανεῖν · ἡ ἀπὸ δηλοῖ, καθὰ χωρίζονται οἱ ζῶντες ἀπὸ τῶν τεθνεώτων. καὶ ἀπέρχεσθαι τοῦ χωρίζεσθαί τινα ἀπερχόμενον |
| α 1444 | ἀπὸ ἕθεν · ἀπὸ ἑαυτοῦ· ἐμέ σέ ἕ. ἀπὸ οὖν τοῦ ἕ τρίτου προσώπου πλεονασμῷ τῆς θεν συλλαβῆς ἐμέθεν σέθεν ἕθεν · ἐπεὶ οὔ ἑθέν ἐστι χερείων |
| α 1445 | ἀποσκυδμαίνω · τὸ ὀργίζομαι. ἔστι σκύζω, οὖ ὄνομα ὄζω γίνεται ὀζαίνω, οὕτω καὶ παρὰ τὸ σκύζω γίνεται σκυζαίνω, καὶ τροπῇ τοῦ ζ εἰς δ σκυδαίνω, καὶ ἐπενθέσει τοῦ μ σκυδμαίνω |
| α 1446 | ἀποτμήξαντες · τμῶ, τὸ κόπτω, παράγωγον τμήγω τμήξω καὶ ἀποτμήξω· τὸ δὲ τμῶ ἀπὸ τοῦ τομή |
| α 1447 | ἀποπτανέουσι · πετῶ πεταίνω καὶ συγκοπῇ πταίνω καὶ κατὰ ἀναδιπλασιασμὸν παπταίνω παπτανῶ παπτανοῦσι καὶ πλεονασμῷ τοῦ ε παπτανέουσι. καὶ ἀποπτανέουσι |
| α 1448 | ἀποδρᾶν · δρῶ, τὸ ὑπηρετῶ, ὅθεν καὶ δρηστῆρες. τὸ οὖν ἀποδρᾶν ἐστι τὸ ἔξω γενέσθαι τῆς ὑπηρεσίας τοῦ δεσπότου |
| α 1449 | ἀπὸ κυανέων · κύανοι, κυάνειος, ἀποβολῇ τοῦ ι κυάνεος, τὸ κυάνεον, τὰ κυάνεα, τῶν κυανέων |
| α 1450 | ἀποψύχειν · Ἡσίοδος · μηδ’ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώϊόν ἐστι. ἀφοδεύειν ἢ ἀποπνευματίζειν, ἀποπλύνειν καὶ ἀπορρίπτειν |
| α 1451 | ἀπογαλακτίζω · γάλακτος γαλακτίζω καὶ ἀπογαλακτίζω καὶ ἀπογαλάκτισισ· ἡ δὲ ἀπό τὴν ἀπόπαυσιν σημαίνει καὶ τὴν ἀποπλήρωσιν |
| α 1452 | ἀπολυμαίνεσθαι · ἀποκαθαίρειν· λύματα ἀπὸ γοῦν τοῦ λῦμα λυμαίνω καὶ ἀπολυμαίνω. φύσει δὲ τὸ ὕδωρ βάλλεται. τὸ δὲ λῦμα ἐκ τοῦ ῥύπτω, Αἰολικῶς ῥύσσω ἔρυμαι ῥῦμα καὶ λῦμα |
| α 1453 | ἀπὸ πεντόζοιο · Ἡσίοδος · μηδ’ ἀπὸ πεντόζοιο αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ. πεντάκλαδος γὰρ ἡ χείρ· «μὴ ὀνυχίσῃς», φησίν, «ἐν ἑορτῇ». ἀσεβὲς γὰρ ὀνυχίζεσθαι ἐν ἑορτῇ θεῶν. ἡ πέντοζος, τῆς πεντόζου πεντόζοιο· ἀπὸ τοῦ πέντε ὄζους, ἤτοι δακτύλους, ἔχειν |
| α 1454 | ἀπορρῶγες ἀκταί · ἀπερρηγμέναι, ἀπεσπασμέναι ἀπ’ ἀλλήλων. ἀπὸ τοῦ ῥήσσω ῥήξω, ἀποβολῇ τοῦ ω ῥήξ, καὶ τροπῇ ῥώξ ὡς ἀρηγός ἀρωγόσ, καὶ κλίνεται ῥωγός ῥῶγεσ καὶ μετὰ τῆς ἀπό προθέσεως ἀπορρῶγες |
| α 1455 | ἀπόφασθε · φημί, τὸ λέγω, φήσω πέφηκα πέφαμαι ἐφάμην ἔφασο ἔφατο· ἐκ δὲ τοῦ ἔφασο καὶ τὸ προστακτικὸν φάσο φάσθω φᾶσθε καὶ ἀπόφασθε |
| α 1456 | ἀπόθεστος ·ποθέω ποθέσω πεπόθεκα πεπόθεμαι πεπόθεσαι πεπόθεσται ποθεστός καὶ ἀπόθεστος |
| α 1457 | ἀπορρώξ · ῥήσσω, τὸ σχίζω, ὁ μέλλων ῥήξω, ἀποβολῇ τοῦ ω ῥήξ, καὶ τροπῇ τοῦ η εἰς ω ῥώξ, καὶ μετὰ τῆς ἀπό ἀπορρώξ· κλίνεται ἀπορρῶγοσ |
| α 1458 | ἀποθρίξασθαι · ἀποκαρῆναι· ἀποθρίζω ἀποθρίξω |
| α 1459 | ἀποσταδόν · πόρρωθεν, ἐκ διαστήματος· ἐκ τοῦ ἵστημι, τὸ παθητικὸν ἵσταμαι, σταδόν καὶ ἀποσταδόν τὸ ἐπίρρημα |
| α 1460 | ἀποθύμια · λυπηρά, τὰ μὴ καταθύμια· ἀπὸ τοῦ θύω θυμός καὶ ἀποθύμιον |
| α 1461 | ἀποδιοπομπεῖσθαι · πρώτης συζυγίας, διοπομπῶ διοπομπήσω· τοῦτο δὲ ἀπὸ τῆς Διός γενικῆς καὶ τοῦ πομπός. σημαίνει δὲ τὸ ἀποτρέπεσθαι διὰ τοῦ ἀποτροπαίου Διός· ἀποτρόπαιος μὲν Ζεὺς καὶ δαίμων ἀποτρέπων τὰ ἄγη |
| α 1462 | ἀποσχήσει · ἀποχωρίσει, ἀποδιώξει· ἔχω ἔσχον σχῶ σχήσω μεταθεμένου εἰς ἐνεστῶτα τοῦ δευτέρου μέλλοντος· καὶ ἀποσχήσω, τῆς ἀπό χωρισμὸν δηλούσησ |
| α 1463 | ἀπούρας · ἀφελόμενος· ἔστιν αὐρῶ, τὸ ἀπολαύω, ὁ μέλλων ἀπούρας. οἱ δὲ ἀπὸ μεταφορᾶς ἀπούρας |
| α 1464 | ἀποφθίσθω · φθίω φθίσω ἔφθικα ἔφθιμαι ἐφθίμην ἔφθισο, τὸ προστακτικὸν φθίσο φθίσθω καὶ ἀποφθίσθω |
| α 1465 | ἀποσφήλειε · μέγα δέ σφεας ἀποσφήλειε πόνοιο, οἱονεὶ σφαλῆναι καὶ ἀποτυχεῖν ποιήσαι τοῦ ἔργου· σφάλλω σφαλῶ ἔσφαλα καὶ ἔσφηλα, ἡ μετοχὴ σφήλας σφήλαντος, τὸ εὐκτικὸν σφήλαιμι σφήλαις σφήλαι καὶ σφήλειεν |
| α 1466 | ἀπρίξ · τὸ ἰσχυρῶς κρατεῖν ἐξ αὐτοῦ ἐπίρρημα πρίξ ἀποβολῇ τοῦ ω καὶ μετὰ τοῦ στερητικοῦ α ἀπρίξ, τουτέστιν ὡς κρατούμενον, ἀλλὰ παρ’ ἐκείνου ὁλοσχερῶς κατίσχεσθαι |
| α 1467 | ἀπριάτην · πρίημι, τὸ παθητικὸν πρίαμαι, τὸ ἐπίρρημα ἀπριάδην, ὡς φέρομαι φοράδην, καὶ τροπῇ του δ εἰς τ ἀπριάτην· ἔνιοι δὲ ἀπὸ τῆς αἰτιατικῆς τῶν ἑνικῶν ἡ ἀπριάτη, τὴν ἀπριάτην, ἀπριάτην |
| α 1468 | ἀπροτίμαστος · ἄψαυστος, ἄθικτος· παρὰ τὸ μαίω, τὸ ζητῶ, ἡ μὴ ἐπιζητηθεῖσα καὶ τὸ ἐπιμασσάμενος, ὅ ἐστιν ἐπιλαβόμενος, καὶ ἐπιμάσσατο, ἀντὶ τοῦ καθήψατο |
| α 1469 | ἀπροτίοπτα · κρύφα, λάθρα· ἀπὸ τοῦ ὄπτω, τὸ βλέπω |
| α 1470 | ἀπτοεπές · τινὲς δασύνουσιν, ἵν’ ᾖ ἡ ἁπτομένη διὰ λόγων. ἢ ἡ ἀπτόητος ἐν τῷ λέγειν |
| α 1471 | ἀπτήν καὶ κλίνεται ἀπτῆνος· ἡ μηδέποτε πτᾶσα· παρὰ τὸ πέτω πέτην, συγκοπῇ πτήν καὶ μετὰ τοῦ στερητικοῦ α ἀπτήν, ἡ μὴ ἵπτασθαι δυναμένη διὰ τὴν σμικρότητα |
| α 1472 | ἄπτερος · τῇ δ’ ἄπτερος ἔπλετο μῦθος· ταχὺς, ἄλοχος |
| α 1473 | ἄπυστος · ἀνήκουστος· ἀπὸ τοῦ πεύθω πέπευσμαι πέπευσται πευστός καὶ ἄπυστος· ἢ ἀπὸ τοῦ πύθω, ὃ σημαίνει τὸ ἀκούω καὶ μανθάνω καὶ ἐρωτῶ, πέπυσται πυστός καὶ ἄπυστοσ |
| α 1474 | ἀπύρους · ἀνεπιτηδείους ἐν οἴκῳ |
| α 1475 | ἀπφῦς · ὁ πατὴρ πάππα, ὃ σημαίνει ἀππῦς καὶ τροπῇ τοῦ π εἰς φ ἀπφῦς |
| α 1476 | ἀπώνατο · ἀπὸ τοῦ ὀνῶ ὀνήσω ὤνησα ὠνησάμην ὠνάμην ὤνου ὤνατο καὶ ἀπώνατο. ἢ ὄνημι συζυγίας δευτέρας τῶν περισπωμένων, ὡς ἵστημι, τὸ παθητικὸν ὄναμαι, ὁ παρατατικὸς ὠνάμην ὤνασο ὤνατο καὶ συνθέσει ἀπώνατο |
| α 1477 | ἄπωθεν · τὸ πω μέγα · φαίνετο δ’ εἰν ἁλὶ ἡ Σκίαθος, φαίνοντο δ’ ἄπωθεν. Σκίαθος δέ ἐστι νῆσος Εὐβοίας |
| α 1478 | ἀπῳδόν · τὸ ἄποθεν τῆς ᾠδῆς. καὶ ἀπῳδῶς ἐπίρρημα. τὸ α μετὰ τοῦ ρ |
| α 1479 | ἄραβος · κτύπος· κυρίως ἡ ἐν ἄρει βοή, ἀράβοος καὶ ἄραβος |
| α 1480 | ἀράβησεν · ἤχησεν· κυρίως ἄραβος, ἀραβῶ ἀραβήσω · ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ· καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ σιδήρου, παρὰ τὸ ἄρεα καὶ τὸ βοή |
| α 1481 | Ἀράξης · ποταμὸς καταρρήγνυται |
| α 1482 | ἀράσσω · τὸ ἀποτέμνω, κυρίως γὰρ ἀράσσω τὸ διὰ σιδήρου τέμνω |
| α 1483 | ἀράχνια · τὰ ὑφάσματα τῆς ἀράχνης, οἷον · ἠΰτ’ ἀράχνια λεπτά· παρὰ τὴν, ὡς δέμνω δέμνιον, παίζω παίγνιον· ἤγουν τὸ ἐλάχιστον. ἢ τὸ ἐνηρμοσμένον· χνοῦς καὶ ὑφανθείς |
| α 1484 | ἀρά · ἡ εὐχή· παρὰ τὸ αἴρειν τὰς χεῖρας εὐχομένους. ἢ παρὰ τὸ ἀρύειν, ὅπερ ἐπὶ τοῦ καλεῖσθαι ἔταττον, καὶ μάλιστα Συρακούσιοι · ἀρύετ’ ἂν φυζήν, ἀντὶ τοῦ ἐπικαλεῖσθε καὶ ἐφέλκεσθε· ἀρύω ἀρά. ἢ ἀπὸ τοῦ Ἄρεως βλαπτικοῦ ὄντος |
| α 1485 | ἄραρεν · ἔστιν ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων ἀρῶ, Αἰολικῶς ἄρσω, ὁ παρακείμενος ἦρκα, ὁ μέσος ἦρα καὶ κατὰ διπλασιασμὸν Ἀττικὸν ἄρηρα, ἡ μετοχὴ ἀρηρώς · οὔτε φρεσὶν ᾗσιν ἀρηρώς. Δωρικῇ τροπῇ ἄραρα καὶ ἄραρεν, οἷον · ἄραρε γὰρ ὅρκος ἐκ θεῶν μέγας, ἡ μετοχὴ ἀραρώς ἀραρότος, τὸ θηλυκὸν ἀραρυῖα. ἢ ἐπειδὴ συναρχομένους ἔχουσι τοῖς ἐνεστῶσι τοὺς παρῳχημένους οἱ Ἴωνες, ὁ μέσος παρακείμενος ἆρα καὶ Ἀττικῶς ἄραρε καὶ ἄραρεν |
| α 1486 | ἄρα · ὁ ἀρ σύνδεσμοσ ἐκ τοῦ, ἀποβολὴν τῆς ἀρχῆς, ἔστιν δὲ εἰπεῖν, ὅτι τοῦτο θέμα, καὶ τοῦτο. ὁ γὰρ ἀρ σύνδεσμος ἐκ τοῦ ῥα οὐκ ἔστιν· ὁ γὰρ ῥα ἐγκλιτικός ἐστιν καὶ ὑποτακτικός, ὁ δὲ ἀρ οὐκ ἔστιν ἐγκλιτικός |
| α 1487 | ἀρβύλη · καὶ ἀρβυλίς ἔστι δὲ εἶδος ὑποδήματος· παρὰ τὸ ἁρμόζεσθαι τοῖς ποσίν, ἁρμύλη καὶ ἀρβύλη |
| α 1488 | ἀργαλέος · χαλεπός ἄλγος ἀλγαλέοσ, ὁ λύπας καὶ κακὰ ἐμποιῶν, τροπῇ τοῦ λ εἰς ρ ἀργαλέοσ |
| α 1489 | ἀραιήν · ἀσθενῆ ἀραιή, ὅθεν καὶ δασύνεται· ἀπὸ οὖν τοῦ ῥαίω γίνεται ῥαιός καὶ ἁραιός καὶ ἁραιὴ μετελθούσης τῆς δασείας τοῦ ρ εἰς τὸ α |
| α 1490 | Ἀραιτασιείδης · Ἀραιτασιοείδης, καὶ κατὰ συγκοπὴν Ἀραιτασιείδης |
| α 1491 | ἄργεμον · τὸ κατὰ ὅ ἐστι λευκόν, ὅθεν · καὶ κύνας ἀργούς, τινές φασι τοὺς λευκούς· ἢ τοὺς ταχεῖς, ἔστι γὰρ ἀργὸν τὸ ταχύ |
| α 1492 | ἀργεννῇσι · ἐκ τοῦ ἀργός, ὃ σημαίνει τὸν καθαρόν, ἀργεινός καὶ τὸ θηλυκὸν ἀργεινή. πᾶν τοίνυν εἰς ος μετὰ συμφώνου πλὴν τοῦ ρ ὅτε ἔχει θηλυκὸν εἰς η αὐτὸ ποιεῖ. τὸ γει δίφθογγον· τὰ μέντοι εἰς νος ὀξύτονα παρώνυμα διὰ τῆς ει διφθόγγου γράφονται· φάος φαεινός, ἄλγος ἀλγεινός, πόθος ποθεινός, ἔλεος ἐλεεινός· οὕτως ἀργός ἀργεινός. καὶ ἐπεὶ οἱ Αἰολεῖς πρὸς τὰ ἐπαγόμενα σύμφωνα τρέπουσι τὸ ι τῆς ει διφθόγγου, οἷον φθείρω φθέρρω, στείνω στέννω, οὕτως ἀργεινός ἀργεννός καὶ ἀργεννή |
| α 1493 | ἀργός · ὁ ταχύς· ἔστι δὲ λέγουσι, ὡς τὸ ποδάρκης δῖος Ἀχιλλεύς. καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ λευκοῦ λαμβάνεται· καὶ γὰρ οἱ ποιηταὶ τὰ λευκὰ πάντα καὶ ἀργὰ οὕτω καλοῦσι. παρὰ τὸ ποιεῖν. τοῦτο παρὰ τὸ ἀγλαόν, συγκοπῇ ἀγλόν, καὶ μεταθέσει ἀλγόν· τὸ δὲ ἀγλαόν παρὰ τὸ αἴγλη |
| α 1494 | ἀργής χιτών · ὁ λευκόσ· ὥσπερ παρὰ τὸ γυμνός γυμνής, ὁ τύπος · ἐδητύος ἠδὲ ποτῆτος,. οὕτως καὶ ἀργῆτος, ἡ δοτικὴ ἀργῆτι, οἷον · βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ· ἡ αἰτιατικὴ ἀργῆτα, οἷον · ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν, ἀντὶ τοῦ ἀργῆτα κατὰ μεταβολὴν ἢ συστολήν· καὶ πάλιν · ἐν Τροίᾳ ἄσειν ταχέας κύνας ἀργέτι δημῷ, ἤγουν τῇ λιπαρᾷ καὶ λευκῇ σαρκί |
| α 1495 | ἀργής · εἶδος κεραυνοῦ. κεραυνῶν γὰρ εἴδη ἕξ· ψολόεντες, πυρόεντες οἱ καὶ πρηστῆρες, σκηπτοί, ἑλικίαι, ἀργῆτες καὶ καταιβάται. ὧν οἱ μὲν φρύγουσι καὶ ἀποτεφροῦσι βάλλοντες, οἱ δὲ περιφλύουσι καὶ ἀσβολοῦσι, ἤτοι μελαίνουσιν, ἄλλοι δὲ ἡμιφλέκτους δρῶσι τοὺς βεβλημένους |
| α 1496 | ἀργιόδους · ὁ μεγαλόδους, εἰ γὰρ ἦν παρὰ τὸ ἀργός, ἦν ἂν ἀργεόδους |
| α 1497 | Ἀργειφόντης · ἐπίθετον Ἑρμοῦ· ὁ ἀργὸς φόνου, τουτέστι καθαρός. ἢ ὁ ἐν Ἄργει πρῶτον πεφηνώς. ἢ ὁ ἐναργεῖς τὰς φαντασίας ποιῶν. ἢ ἐπειδὴ τὸν Ἄργον ἐφόνευσε. γράφεται δὲ διὰ τῆς ει διφθόγγου· ὡς γὰρ ἀλοτρίβανον ἀλετρίβανον, σημαίνει δὲ τὸν τριβέα τῶν ἁλῶν, οὕτω καὶ παρὰ τὸ ἀργοφόντης ἀργεφόντης, καὶ Ἀργειφόντης πλεονασμῷ τοῦ ι ὁμοίως καὶ τὸ ἀνδροφόντης ἀνδρεφόντης καὶ ἀνδρειφόντης· ἢ ἐκ τοῦ ἀνδρεῖος ἀνδρειφόντης |
| α 1498 | ἄργμα · ἡ ἀπαρχή· παρὰ τὸ ἄρχω ἄρξω ἦρχα ἦργμαι ἄργμα, ὥσπερ γράμμα |
| α 1499 | Ἄργεϊ · ἰστέον, ὅτι αὗται αἱ τοιαῦται δοτικαί, ἂν μὲν ἔχωσι σύμφωνον ἐπιφερόμενον, διαιροῦνται · Διομήδεϊ κρατερῷ· εἰ δὲ φωνῆεν, οὐ διαιροῦνται · σῷ θάρσει ἂν μὴ κωλύῃ μέτρον, ὡς τὸ χαριζομένη πόσεϊ ᾧ. τινὰ δὲ καὶ χωρὶς μέτρου παρήλλακται, οἷον · ἡδέϊ οἴνῳ. α |
| α 1500 | ἄργυρος · παρὰ τὸ ἀργός, ὁ λευκός |
| α 1501 | ἄργυφον καὶ ἀργύφεον · παραγώγως παρὰ τὸ ἀργόν, ὃ σημαίνει τὸ λευκόν, ἐξ οὗ ἄργυρος. ὁ δὲ Ἡρωδιανός τοῦ ἀργῶ, ὃ σημαίνει τὸ φαίνω, ἄργυφος καὶ πλεονασμῷ τοῦ ε ἀργύφεος. παρὰ τὸ ἀργόν δὲ τὸ ταχύ, ἢ μᾶλλον τὸ σημαῖνον τὸ λευκὸν γίνεται ἄργυφος καὶ ἀργύφεον |
| α 1502 | Ἀργώ · ἡ ναῦς, ἀφ’ οὗ καὶ οἱ Ἀργοναῦται κατεσκεύασεν. ἢ ὅτι ἐν Ἄργει τῇ πόλει κατεσκευάσθη |
| α 1503 | Ἀργανθώνιον · ὄρος Κίου, οἷον · ἀμφ’ Ἀργανθώνιον ὄρος προχοάς τε Κίοιο |
| α 1504 | ἀργεστής · ὀξύνεται, καὶ κλίνεται δὲ ἀργεστοῦ καὶ Βοιωτικῶς ἀργεστᾶο · ἀργεστᾶο Νότοιο |
| α 1505 | ἀργυρίδιον · διὰ τοῦ ι γράφεται, διὰ τοιαύτην αἰτίαν· ἐμάθομεν, ὅτι εἰσὶν παραγωγαὶ καὶ διὰ τοῦ διον καὶ ιδιον. καὶ εἰ μὲν τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ συμφώνου ἄρχεται, διὰ τοῦ ιδιον γίνεται ἡ παραγωγὴ καὶ φυλάσσονται αἱ τρίται συλλαβαὶ αἱ τελευταῖαι συνεσταλμέναι, οἷον γνώμη γνώμης γνωμίδιον ψυχή ψυχῆς ψυχίδιον, ξίφος ξίφους ξιφίδιον. εἰ δὲ ἀπὸ φωνήεντος ἄρχεται, διὰ τοῦ διον γίνεται ἡ παραγωγὴ καὶ ἐκτείνεται ἡ τρίτη ἀπὸ τέλους συλλαβή, οἷον γραφεῖον γραφείδιον, ἀγγεῖον ἀγγείδιον. καὶ εἰ μὲν εὑρέθη τὸ ει ἢ τὸ ο τὸ ι προσέρχεται, πόλεως πολείδιον, ἕξεως ἑξείδιον, βοός βοείδιον γ |
| α 1506 | ἀρδηθμός · παρὰ τὸ ἀρδῶ περισπώμενον ἀρδήσω ἀρδηθμός |
| α 1507 | ἀρδμός · ὁ ποτισμός· ἀπὸ τοῦ ἄρδω βαρυτόνου |
| α 1508 | ἄρδην · τὸ ἐπίρρημα· παρὰ τὸ αἴρω, τὸ ἐπαίρω, ἄρην καὶ ἄρδην πλεονασμῷ τοῦ δ |
| α 1509 | ἄρδις · ἡ ἀκὶ τοῦ βέλους· παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ἦρμαι ἦρσαι ἦρται ἄρτης· ἔνθεν καὶ πυλάρτης. καὶ ὥσπερ παρὰ τὸ προφήτης γίνεται παρώνυμον προφῆτις, οὕτως ἄρτης ἄρτις καὶ ἄρδις. ἢ παρὰ ἄρδις πλεονασμῷ τοῦ δ |
| α 1510 | Ἀρέθουσα · πηγὴ ποτίζουσα |
| α 1511 | ἀρέσκω · παρὰ, καὶ ἀρεστόν |
| α 1512 | ἀρεστήρ · εἶδος πλακοῦντος τοῖς θεοῖς ἀφιερωμένου ἀρέσκων. ἀρέσω οὖν ἤρεσμαι ἤρεσται ἀρεστής καὶ ἀρεστήρ, ὡς ἤθληται ἀθλητής καὶ ἀθλητήρ |
| α 1513 | ἀρετή · παρὰ τὸ ἀρῶ ἀρέσω ἤρεσμαι ἤρεσαι ἤρεσται ἀρεστή καὶ ἀρετή, ἡ πᾶσιν ἀρέσκουσα. λέγεται καὶ τὸν ἄρην, ὃ σημαίνει τὸν πόλεμον |
| α 1514 | ἀρῆς · ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα. ἀρά ἡ βλάβη· ἡ ἀρά, τῆς ἀρᾶς, τροπῇ τοῦ α εἰς η ἀρῆς |
| α 1515 | ἀρεστός · ἀρῶ ἀρέσω ἤρεκα ἤρεσμαι ἤρεσαι ἤρεσται ἀρεστός |
| α 1516 | Ἄρειος · ὁ φιλόσοφος ὁ Ἀλέξανδρος· ἐν ἑορτῇ Ἄρεως ἐτέχθη, διὸ οὕτως ὠνομάσθη |
| α 1517 | ἄρειος Πάγος · δικαστήριον Ἀθήνησιν οὕτως καλούμενον. καὶ οἱ δικασταὶ Ἄρειος δέ, ἐπειδὴ τὰ φονικὰ ἐκεῖσε ἐκρίνοντο δικάζει δὲ ὁ Ἄρης τὸν φόνον, Ἀλκίππην. Ἄρεος παγίτησ Ἀρεοπαγίτης |
| α 1518 | ἄρειον · τὸ κρεῖττον · ὑπὸ τεῖχος ἄρειον |
| α 1519 | ἀρείων · ὁ βελτίων· εἴρηται παρὰ τὸ Ἄρης, ἵν’ ᾖ κυρίως ὁ κατὰ τὸν πόλεμον καλλίων |
| α 1520 | ἀρειή · Ἰωνικῶς ἡ ἐν πολέμῳ ἀπειλή· ἐκ τοῦ ἄρης ἄρεως γέγονεν ἀρεά, καὶ πλεονασμῷ τοῦ ι πείνη. ἢ παρὰ τὴν ἄρει δοτικὴν ἀρειά καὶ ἀρειή. λέγει δὲ ὁ Ἡρωδιανός ὅτι παράλογόν ἐστι καὶ κατὰ τὸν τόνον καὶ κατὰ τὸν χρόνον· οὔτε γὰρ ὀξυτονεῖσθαι ἔμελλεν οὔτε φορβειά ζειά· εἰ οὖν τὸ ἀρειά οὐ τίθεται ἐπὶ οὐσίας ἀλλ’ ἐπὶ πράγματος οὔτε ὀξυτονεῖσθαι οὔτε ἐκτείνεσθαι ὤφειλεν. ἡμάρτηται οὖν καὶ κατὰ τόνον καὶ κατὰ χρόνον. ἔστι δὲ καὶ ἀρειῶ ἀρειᾷς, τὸ ἀπειλῶ, ὡς παρ’ Ἱππώνακτι · ἀρειᾷς σύκινόν με ποιῆσαι, ἀντὶ τοῦ ἀπειλεῖσ. ἐπὶ δὲ φυτοῦ γράφεται διὰ τοῦ ι καὶ παροξύνεται· παρὰ Εὐπόλιδι · χήτει τοι πρύμνης ἀρίας ποιούμεθα γόμφους |
| α 1521 | ἀρειμάνιος · σημαίνει δὲ τὸν πολεμικόν· ὥσπερ γὰρ παρὰ σημαίνει δὲ τὸν ἐν πολέμοις ὀνομαζόμενον ἢ τὸν ἐν πολέμῳ φονευόμενον, τὸν αὐτὸν τρόπον καὶ παρὰ τὴν ἄρει δοτικὴν καὶ τὸ μαίνομαι, τὸ μάχομαι καὶ ὀργίζομαι, γίνεται ἀρειμάνιος, ὁ πολεμικὸς καὶ μάχιμοσ |
| α 1522 | ἀρεσόμεθα · ἐξιλεωσόμεθα, θεραπεύσομεν· παρὰ τὸ ἀρῶ ἀρέσω |
| α 1523 | ἀρηγών · βοηθός· ἔστιν ὄνομα μετοχικόν· ἀπὸ τοῦ ἀρήγω ῥήματος ὄνομα θηλυκὸν ἡ ἀρηγών καὶ κλίνεται ἀρηγῶνος· γίνεται γὰρ, ἀρήγω ἀρηγών |
| α 1524 | Ἀρηΐθοος · παρὰ τὸ Ἄρης Ἄρεως Ἄρεϊ, τροπῇ τοῦ ε εἰς η Ἄρηϊ, καὶ τὸ θοός Ἀρηΐθοος. ἀπὸ δὲ τῆς Ἄρηϊ δοτικῆς γίνεται καὶ ἀρήϊος, ὃ σημαίνει τὸν πολεμικόν, ὁμοίως καὶ τὸ ἀρηΐφατος |
| α 1525 | ἀρητόν · ἀρητὸν δὲ γόον τοκεῦσι καὶ πένθος ἔθηκας, ἤτοι ἐσόμενον. ὀξύνεται δέ· τὰ γὰρ θέλει |
| α 1526 | ἄρης · σημαίνει δὲ τὸν πόλεμον τετραχῶς αὐτῷ κέχρηται ὁ ποιητής· ἐπὶ μὲν τοῦ πολέμου · ὄφρα κεν ἐγείρομεν ὀξὺν Ἄρηα· ἐπὶ δὲ τοῦ σιδήρου · αἵματος ἆσαι Ἄρηα· ἐπὶ δὲ τοῦ θεοῦ · Ἄρες Ἄρες βροτολοιγέ· ἐπὶ δὲ τῆς πληγῆς · ἔνθα μάλιστα γίνετ’ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσι |
| α 1527 | Ἄρης · ὁ τῶν πολεμίων ἔφορος · χάλκεος Ἄρης. ·. εἴρηται παρὰ τὴν χαρὰν χάρης καὶ Ἄρης. ἢ παρὰ τὸ ἀείρω · ἄειρε δὲ ποιμένα λαῶν· ὁ κουφίζων καὶ μεγαλύνων τοὺς ἄνδρας. ἢ παρὰ τὸ αἱρῶ τὸ δασυνόμενον, οἱονεὶ ὁ ἀναιρετικός· παρὰ τὸ αἱρῶ οὖν Ἄρης ἐλλείψεως γενομένης τοῦ ι ἀναγκαίως ψιλωθέντος τοῦ α διὰ τὴν ἐπιφορὰν τοῦ ρ. ἢ παρὰ τὸ ἄορ, τὸ σημαῖνον τὸ ξίφος, ἄορ ἄορος, καὶ ὡς Οἰδίποδος Οἰδιπόδης, τρίποδος τριπόδης, οὕτως καὶ ἄορος ἀόρης καὶ ἐν συγκοπῇ Ἄρης, ἵν’ ᾖ ὁ ξιφηφόρος θεός. ἢ παρὰ τὸ ῥῶ, τὸ λέγω, ὅθεν καὶ ῥῆσις· παρὰ τὸ ῥῶ οὖν ῥής καὶ μετὰ τοῦ στερητικοῦ α Ἄρης, παρ’ ᾧ οὐκ ἔστι διαλέγεσθαι · ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ’ ἐνὶ βουλῇ. ἢ παρὰ τὸ ἀρῶμαι, ἵν’ ᾖ ἀάρης καὶ Ἄρης |
| α 1528 | ἀρημένον · κεκρατημένον· αἱρῶ αἱρήσω ᾕρηκα ᾕρημαι ᾑρημένον καὶ ἀρημένον. σημαίνει δὲ καὶ τὸν βεβλαμμένον, ἀπὸ τοῦ ἀρά, ἡ βλάβη |
| α 1529 | ἀρήρει · ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων ἀρῶ, ὁ παρακείμενος ἦρκα, ὁ μέσος ἦρα καὶ Ἀττικῶς ἄρηρα, ὁ ὑπερσυντέλικος ἠρήρει καὶ ἀρήρει ποιητικῶς |
| α 1530 | ἀρητήρ · ὁ ἱερεύς· παρὰ τὰς ἀράς θεῷ |
| α 1531 | ἀρήγω · τὸ βοηθῶ· εἴρηται παρὰ τὸν ἄρην, τὸν σημαίνοντα, ῥωχμός |
| α 1532 | Ἀρήνη · πόλις τῆς Μεσσήνης· παρὰ τὸ ἀρῶ καὶ τοῦτο |
| α 1533 | Ἄρητος · ὄνομα ἥρωος · Ἄρητον δὲ κατ’ αὖθι λίπον δεδαϊγμένον ἦτορ. γέγονε ἀρῶ ἀρῶμαι ἠρώμην. παρὰ οὖν τὸ ἀρῶ, τὸ εὔχομαι Ἄρητος γονεῦσι |
| α 1534 | Ἀρητήσιον · τόπος ἐν Ἀθήναις οὕτω καλούμενος· εἴρηται δέ, ὅτι Θησεὺς ἐκεῖσε τὰς κατὰ τῶν, ἐκλήθη |
| α 1535 | ἀρθμός · ἡ φιλία καὶ ἡ ἁρμονία τῆς ψυχῆς. Ὅμηρος · διέτμαγον ἀρθμήσαντε· παρὰ τὸ ἄρω, ἐν φιλίᾳ ὄντες διαλέγονται ἀλλήλοις, οἷον. · ἦ ῥα, καὶ ἀρθμηθέντες ὅθι πάρος ἑδριόωντο |
| α 1536 | ἀρίγνωτος · διάδηλος, φανερός· ἀπὸ τοῦ αρι ἐπιτατικοῦ μορίου καὶ τοῦ γνωτός, τοῦτο ἀπὸ τοῦ γνώω γνώσω γνωτός καὶ ἀρίγνωτοσ |
| α 1537 | ἄρθρον · παρὰ τὸ αἴρω ἀλλήλοις |
| α 1538 | ἄρθρον · τὸ προταττόμενον τὰ ἄρθρα φασὶ διορίζειν αὐτά τε ἐπὶ πλειόνων |
| α 1539 | ἀριδείκετος · ὁ ἄγαν ἐμφανής· παρὰ τὸ. δείκω, τὸ σημαῖνον τὸ δηλῶ, δείκετος καὶ ἀριδείκετος |
| α 1540 | ἀρίζηλος · ὁ ἄγαν ἔκδηλος μετὰ τοῦ περισσοῦ ι ἀΐδηλος ἀρίζηλος. ἢ παρὰ τὸ δῆλος καὶ τὴν αρι ἐπίτασιν πλεονασμῷ τοῦ ς ἀρίσδηλος καὶ ἀρίζηλος· οἱ γὰρ ἄξιοι ζήλου ἄγαν ἔκδηλοι |
| α 1541 | ἀρισκυδής · παρὰ τὸ αρι ἐπιτατικὸν ἐπίρρημα καὶ τὸ σκύζω, τὸ ὀργίζομαι, ἡ ἄγαν σκυζομένη, ὅ ἐστιν ὀργιζομένη. σκύζεσθαι γὰρ τὸ ὀργίζεσθαι |
| α 1542 | ἄριστον · ἐπὶ τῆς εὐωχίας, ἀόριστόν τι ὄν· ἀόριστον γάρ ἐστι κατὰ καιρόν. ἐντεῦθεν οὖν ἔχει μακρόν. ἢ παρὰ παρασκευάζεται |
| α 1543 | ἄριστος · παρὰ τὸ ἀρείων· τοῦτο παρὰ τὸ ἄρης, ὃ σημαίνει τὸν πόλεμον, τὸ συγκριτικὸν ἀρείων. καὶ ἄριστος ὑπερθετικῶς, ὁ ἐν πολέμῳ ἀνδραγαθῶν. τὸ δὲ ἄρης, ὃ σημαίνει τὸν πόλεμον, παρὰ τὸ ῥῶ, τὸ λέγω. α |
| α 1544 | ἀριστερά · ἀπὸ τοῦ ἄριστος ἀριστερός ἀριστερά, ὥσπερ εὐώνυμος λέγεται ὁ καλώνυμος |
| α 1545 | ἀριθμός · παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω, ἦρμαι ἁρμός, κατὰ πλεονασμὸν ὅτι ἀπὸ τοῦ ἅλες, τὸ σημαῖνον τὸ ἀθροῦν, γίνεται ἁλίζω, ὅθεν τὸ αὐλίζω εἰς ρ καὶ τροπῇ τοῦ ς εἰς θ ἀριθμός |
| α 1546 | Ἀρίστυλλος · ὄνομα ὑποκοριστικόν, ὁ Ἀριστοκλῆς. ὡς γὰρ παρὰ τὸ Ἡρακλῆς Ἥρυλλος καὶ Θρασυκλῆς Θράσυλλος, καὶ Βαθυκλῆς Βάθυλλος, Βαθυκλῆς δὲ ὁ ἐρώμενος Ἀνακρέοντος οὕτως καὶ παρὰ τὸ Ἀριστοκλῆς Ἀρίστυλλος |
| α 1547 | ἀριπρεπέα · τὸν ἄγαν πρέποντα ἐν πᾶσιν |
| α 1548 | Ἀρίσβη · πόλις· ἀπὸ Ἀρίσβας Δαρδανίδης· Λυκόφρων · γήμας Ἀρίσβην Κρῆσσαν εὐγενῆ κόρην· Ὅμηρος · ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ |
| α 1549 | Ἀρήϊος · ὄνομα ἀρσενικὸν εἴδους τῶν παραγώγων παρωνύμου κτητικοῦ. ἔστιν Ἄρης ἄρειος, Ἰωνικῇ διαλύσει ἀρέϊος καὶ τροπῇ ἀρήϊος, ὡς Ὀδυσσεύς Ὀδύσσειος Ὀδυσσήϊος· «Ὀδυσσήϊος οἶκος», καὶ Ὀδυσσήϊον μέγα δῶμα. α |
| α 1550 | ἄρκιος · τὸ κι ι διὰ τί; τὰ διὰ τοῦ ιος ὀνόματα προπαροξύτονα παρ’ ἐνεστῶτα ἢ μέλλοντα παρηγμένα διὰ τοῦ ι γράφονται, οἷον ἄγω ἅγιος, ἄξω ἄξιος, ἀρκῶ ἄρκιος. γίνεται δὲ παρὰ τὸ εἵργω, τὸ κωλύω. α |
| α 1551 | ἀριήκοος · ὁ μεγάλως ἀκούων· παρὰ τὸ αρι ἐπιτατικὸν καὶ τὸ ἀκούω |
| α 1552 | Ἀρκτοῦρος · ἀπὸ τοῦ Ἄρκτου. Ἀρκτοῦρος δέ ἐστιν ὁ ἐπὶ τῆς ζώνης τοῦ Ἀρκτοφύλακος λαμπρὸς ἀστήρ |
| α 1553 | ἄρκυς · σημαίνει δὲ ἅρκυον καὶ ἄρκυς ἄρκυος θηλυκῶσ |
| α 1554 | Ἀρκείσιος · ὁ ἥρως, ὁ πάππος Ὀδυσσέως· ἀπὸ τοῦ ἀρκῶ ἀρκέσω ἀρκέσιος καὶ Ἀρκείσιος |
| α 1555 | ἄρκιον · ἀπὸ τοῦ ἀρκῶ ἄρκιος καὶ ἄρκιον· σημαίνει δὲ τὸ ἱκανὸν καὶ ὠφέλιμον |
| α 1556 | Ἀρκέσιον · οὕτως καλούμενον ἄντρον τῆς Κρήτης· εἴρηται φασὶ γὰρ αὐτὸ ὑπὸ Κρητῶν ὀνομασθῆναι καταδυεῖσιν ἐπήρκεσεν |
| α 1557 | ἄρκευθος · εἶδος φυτοῦ ἀκανθώδους, οὗ τὴν ὀδμὴν, παρὰ τὴν ἀράν, ὅ ἐστι τὴν βλάβην, κεύθειν, κεκρυμμένας |
| α 1558 | ἄρκτος · τὸ ζῷον· εἴρηται παρὰ τὸ ἀρκῶ ἄρκος, καὶ πλεονασμῷ τοῦ τ ἄρκτος, τὸ ἐπαρκοῦν ἑαυτῷ· φασὶ γὰρ τροφῆς |
| α 1559 | ἁρμαλιά · ἡ τροφή· ἢ παρὰ τὸ τῇ ψυχῇ ἁρμόζειν γίνεται ἁρμαλιά· παρὰ γὰρ ἁρμός, καὶ ὡς καθαίρω ἁρμιά, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς γίνεται ἁρμαλιά. ἢ ὅτι δίκην ἅρματος φέρει τὰ σώματα |
| α 1560 | ἁρμός · ἡ ἁρμογὴ καὶ συνάφεια· παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων ἀρῶ, ὁ παρακείμενος ἦρκα, ὁ παθητικὸς ἦρμαι, ἁρμός, τῆς δασείας διελθούσης, ὡς εἴρω εἱρμός |
| α 1561 | ἅρμα · παρὰ τὸ αἴρω, τὸ ἐπαίρω |
| α 1562 | ἁρματροχιά · ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ |
| α 1563 | ἁρμοῖ · τὸ ἀρτίως ἢ τὸ ἁρμοδίως, οἷον · ἁρμοῖ που κἀκείνῳ ἐπέτρεχε λεπτὸς ἴουλος, Καλλίμαχος. εἴρηται παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω, ἦρμαι ἁρμοῖ |
| α 1564 | ἁρμάτειον μέλος · μέλος τι οὕτω καλούμενον. εἴρηται δέ, ὅτι ἐπὶ ἅρματος μέλος τι ἁρμάτειον ὠνόμασται. ἢ ὅτι Ἁρματεύς τις ἐκλήθη |
| α 1565 | Ἄρμενον · ἡρμοσμένον· παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω, ἄρμενον |
| α 1566 | Ἀρναῖος · ὄνομα κύριον· παρὰ τὴν ἀρὰν, Ἀρναῖος. ἢ παρὰ τὸ ἄρνυσθαι πρέπον |
| α 1567 | ἀρνευτήρ · ὁ κυβιστητήρ· εἴρηται μεταφορικῶς κυρίττοντες |
| α 1568 | Ἄρνη · νύμφη ἡ νύμφη, ὅτι τὸν Ποσειδῶνα λαβοῦσα παρὰ τῆς Ῥέας ἐκτρέφειν πρὸς τὸν Κρόνον ζητοῦντα ἀπηρνεῖτο |
| α 1569 | Ἄρνη · πόλις Βοιωτίας, ἔστι δὲ καὶ Θεσσαλίας παρὰ τοὺς ἄρνας, ἐπιτηδεία γὰρ πρὸς τὸ ἄρνας τρέφειν ἡ πόλις. ὡς γὰρ ὁ αὐτός Κᾶρας ὀνομάσαι τῇ οἰκείᾳ φωνῇ οὕτως, κῶν γὰρ τὸ πρόβατον ὀνομάζουσι |
| α 1570 | ἀρνειός · ἐκ τοῦ ἀρά, ἡ εὐχή· ἐκ τούτου γίνεται ἀρήν ἀρῆνος, ὁ ἐπὶ εὐχῇ προβαλλόμενος· τοῦτο κατὰ συγκοπὴν ἀρνός, καὶ μετάγεται εἰς εὐθεῖαν, καὶ πλεονασμῷ τῆς ει διφθόγγου ἀρνειός, τοῦ αὐτοῦ σημαινομένου φυλαττομένου. ἢ ἀπὸ τοῦ ῥήν ῥηνός, ἐξ οὗ τὸ πολύρρηνες, πολυβοῦται· τροπῇ τοῦ η εἰς α καὶ ὑπερβιβασμῷ ἀρνόσ καὶ πλεονασμῷ τῆς ει διφθόγγου ἀρνειός, ὡς ἀμνός ἀμνειός. α |
| α 1571 | ἀρνεῖσθαι · ἀπὸ τοῦ αἴρειν τὰς χεῖρας ἐπὶ παραιτήσει· παρὰ τὸ αἴρω ἀρῶ καὶ πλεονασμῷ τοῦ ν ἀρνῶ |
| α 1572 | ἀρνύμεθα · ἀντὶ τοῦ καταλλασσόμεθα ἐπειδὴ διὰ τῶν ἀρνῶν, δι’ ἑτέρων, οἷον · ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ’ αἴθωνι σιδήρῳ, ἄλλοι δ’ ἀνδραπόδεσσιν. ἀπὸ μέρους οὖν ἢ παρὰ τὸ αἴρω ἀρῶ ἀρνῶ ἀρνύμενος |
| α 1573 | ἄρουρα · ἡ γῆ γῆν |
| α 1574 | ἀροῦν · ἀρόω ἀρῶ, ἀρόσω, τοῦ οὖν ἀρῶ ὁ παρατατικὸς ἤροον ἤρουν, ἤροες ἤρους, ἤροεν ἤρου, καὶ τὸ ἀπαρέμφατον ἀρόειν ἀροῦν. σημαίνει δὲ τὸ ἀροτριᾶν· παρὰ τὸν ἄρεα, τὸν σίδηρον· σιδήρῳ γὰρ τέμνεται ἡ γῆ |
| α 1575 | Ἀρόη · κώμη τῆς Ἀχαΐας, ἡ νῦν καλουμένη Πάτραι· περὶ ἧς καὶ λόγιον ἐξέπεσε τρίμετρον ἐκ Σιβύλλης · Ἀρόη τρίπυργος ἔσσεται οἰδαίνων πόλις. εἴρηται δέ, ὅτι παρὰ τὸ ἀρόσαι οὖν Ἀρόη |
| α 1576 | ἀροτρεύς · ἄροτρον ἀροτρεύς |
| α 1577 | Ἁρπαλίων · ὄνομα κύριον· παρὰ τὸ ἁρπάζω Ἁρπαλίων |
| α 1578 | Ἅρπασος · ποταμὸς Καρίας, διὰ τὸ ὀξύτατον αὐτόν |
| α 1579 | ἁρπεδόεσσα · ἡ ἄγαν πελιδνή· γέγονε κατὰ συγκοπὴν ἡ λέξις παρὰ ὁδός. οὕτως Ἡρωδιανὸς καὶ Μένανδρος ὅτι ἅρπεδες, οὗ μέμνηται Νίκανδρος · κάρη γε μὲν ἁρπεδὲς αὔτως, ὁ δὲ Νίκανδρος ἐπὶ τῆς μόνης λέγει |
| α 1580 | ἅρπη · εἶδος ὀρνέου· παρὰ τὸ ζῷον |
| α 1581 | ἁρπῶ · ἐξ οὗ τοῦ ἅρπη παρηγμένον, τοῦ σημαίνοντος τὸ ὄρνεον, ὡς φωνή φωνῶ, αὐδή αὐδῶ, σιγή σιγῶ, ἅρπη ἁρπῶ |
| α 1582 | Ἅρπυιαι · αἱ ἁρπακτικαὶ θεαί· παρὰ τὸ ἁρπῶ, τὸ ἁρπάζω, ὡς αἴθω αἴθυια |
| α 1583 | ἁρπίδες · ὑποδήματα· εἴρηται δὲ παρὰ τὸ ῥάπτω ῥαπίς, πολυρραφῆ γὰρ, ἁρπίδες |
| α 1584 | Ἅρπυς · ὁ Ἔρω ς · παρὰ τὸ ἁρπάζειν τὰς φρένας |
| α 1585 | ἅρπη · ἡ δρεπάνη· παρὰ τὸ ἁρπῶ ἅρπη, παρὰ τὸ οἱονεὶ ἁρπάζειν ἃ διακόπτει |
| α 1586 | ἀρραβών · ἡ ταῖς ὠναῖς τῶν συναλλαττόντων |
| α 1587 | ἄρρατος · Πλάτων · «μνήμονα δὲ καὶ ἄρρατον καὶ πάντῃ φιλόπονον», οἷον ἄφθαρτος, δράσω, δρατός ἄρατος καὶ ἄρρατος |
| α 1588 | ἀρρηφόροι καὶ ἀρρηφορία · ἑορτὴ λέγεται δὲ διὰ τοῦ ε ἐρρεφορία. παρὰ τὸ ἄρρητα καὶ μυστήρια φέρειν, οἱονεὶ ἀρρητοφορία, ἐὰν δὲ διὰ τοῦ ε παρὰ τὴν Ἔρσην τὴν Κέκροπος θυγατέρα |
| α 1589 | ἄρριχος · κόφινος· παρὰ τὸ αἴρειν τὸν χοῦν |
| α 1590 | ἄρσαντες · ἁρμόσαντες· παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων Αἰολικῶς ἄρσω, ὁ ἀόριστος ἦρσα, ἡ μετοχὴ ἄρσας, τὸ πληθυντικὸν ἄρσαντες. ἢ ἀπὸ τοῦ ἁρμόζω ἥρμοσα ἁρμόσας ἁρμόσαντες καὶ κατὰ συγκοπὴν ἄρσαντες |
| α 1591 | ἄρσην · ἀπὸ τοῦ ἄρδω τῇ γονῇ. ἢ παρὰ τὸ ἄρδω, τὸ πράττω, ὁ μέλλων ἄρσω, καὶ ἄρσην ἐξ αὐτοῦ, τουτέστιν ὁ πρακτικός |
| α 1592 | Ἀρσινόη · πόλις ὠνόμασται |
| α 1593 | ἀρρηφορεῖν · τὸ χρυσῆν ἐσθῆτα φορεῖν καὶ χρυσία. τέσσαρες δὲ παῖδες ἐχειροτονοῦντο κατ’ εὐγένειαν ἀρρηφόροι ἀπὸ ἐτῶν ἑπτὰ μέχρι ἕνδεκα. τούτων δὲ δύο διεκρίνοντο, οἳ διὰ τῆς ὑφῆς τοῦ ἱεροῦ πέπλου ἤρχοντο καὶ τῶν ἄλλων τῶν περὶ αὐτόν· λευκὴν δὲ ἐσθῆτα ἐφόρουν καὶ χρυσία |
| α 1594 | ἄρταμος · ὁ μάγειρος · ἢ γὰρ βέβηκε χεῖρας ἀρτάμων φυγών. εἴρηται δὲ παρὰ τὸ διαρτάσαι, ὅ ἐστι μερίσαι ἢ συναρμόσαι, οὗ μέμνηται Αἰσχύλος |
| α 1595 | ἀρτύνω · τὸ ἁρμόζω ἢ εὐτρεπίζω · πυκινὴν ἠρτύνετο βουλήν. παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ἦρται ἀρτός καὶ ἀρτῶ, καὶ ἀρτύω καὶ πλεονασμῷ τοῦ ν ἀρτύνω, ὡς ὀρῶ ὀρύω καὶ ὀρύνω |
| α 1596 | ἀρτεμής · ὁ ὑγιής· ἀτρεμής, καὶ καθ’ ὑπερβιβασμὸν ἀρτεμής. οὕτως Φιλόξενος. Ἡρωδιανὸς δέ φησιν· «ἀτεμής ἐστιν ὁ ὑγιής, ὁ μὴ τετμημένος, καὶ πλεονασμῷ τοῦ ρ ἀρτεμής» |
| α 1597 | Ἄρτεμις · ἡ θεός· λέγεται γὰρ ἀναιρετικὴ τῶν γυναικῶν ἡ θεόσ, ὡς καὶ Ὅμηρος · τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο; καὶ Ἄρτεμις ἰοχέαιρα. τουτέστιν ὑγιὴς καὶ ἀνεπίληπτος διὰ τὴν παρθενίαν, παρθένος γὰρ ἡ θεὸς καὶ φιλοσώφρων. ἢ ὅτι ἄρτια καὶ ἀνελλιπῆ ἐποίησε τὰ κατὰ κόσμον φανεῖσα. ἢ παρὰ τὸ τὸν ἀέρα τέμνειν, ἡ αὐτὴ γάρ ἐστι τῇ σελήνῃ |
| α 1598 | ἀρτίπος · ἄρτιος καὶ ὑγιὴς τοὺς πόδας· ἀρτίπους καὶ ἀποβολῇ τοῦ υ ποιητικῶς ἀρτίπος |
| α 1599 | ἀρτηρία · παρὰ τὸ τὸν ἀέρα δεκτική |
| α 1600 | ἄρτος · παρὰ τὸ αἴρειν, ὅ ἐστι καθ’ ἑκάστην προσφέρειν |
| α 1601 | ἀρτιέπειαι · αἱ ἀπηρτισμένα καὶ τέλεια λέγουσαι |
| α 1602 | ἀρύβαλλος · τὸ καλούμενον μαρσίππιον καὶ βαλλάντιον· παρὰ τὸ ἐρύειν ἐρύβαλλος καὶ ἀρύβαλλος. ἢ παρὰ τὸ ἀρύειν |
| α 1603 | ἀρύω · τὸ ἀντλῶ, ἀνύσω · οὐκ ἀνύω φθονέουσα |
| α 1604 | ἄρχμενος · ἄρχω ἄρχομαι ἀρχόμενος καὶ ἐν συγκοπῇ ἄρχμενος |
| α 1605 | ἀρχογλυπτάδης · ὁ ὡσπερεὶ γλύφων τὰς ἀρχάς |
| α 1606 | ἀρχολίπαρος · ὁ λιπαρῶν, ἵνα ἀρχῆς τύχῃ· ἢ ὁ ἐκ τοῦ ἄρχειν λιπαινόμενος |
| α 1607 | ἀρχός · σημαίνει μὲν, τὸν ἡγεμόνα · παρὰ τὸ ἄρχειν ἀρχός |
| α 1608 | ἀρχαίως · ἁπλῶς καὶ ἀκάκως· τοιοῦτοι γὰρ οἱ ἀρχαῖοι· οὕτως Δημοσθένης φησί. καὶ ἀρχαίως ἀντὶ τοῦ παλαιῶς. ἀρχαίως · Δημοσθένης ἐν Φιλιππικοῖς · «οὕτως δ’ ἀρχαίως εἶχον». ἔστι δὲ οἷον ἁπλῶς καὶ ἀκάκως· τοιοῦτοι γὰρ οἱ ἀρχαῖοι. τὸ δ’ ἐναντίον τοῦ ἀρχαίου καλούμενον νεωτεροποιόν· τὸν ἐπὶ κακῷ δηλονότι καινουργόν |
| α 1609 | ἄρχων · μνημονεύουσι σχεδὸν πάντες οἱ ῥήτορες τούτου. ἔστιν οὖν ὁ τὴν ἐπώνυμον ἄρχων ἀρχήν, ἀφ’ οὗ καὶ ὁ ἐνιαυτὸς ἐμετρεῖτο. ἦν δὲ εἷς τῶν ἐννέα· ἦσαν γὰρ θεσμοθέται ἕξ, βασιλεύς τε καὶ πολέμαρχος καὶ ἄρχων. οὗτοι δὲ ἰδίως εἶχον, ὥσπερ Δημοσθένης ἐν τῷ Πρὸς Λακρίτου παραγραφὴν · «ἀλλὰ ποῦ ἐχρῆν με λαβεῖν δίκην ὑπὲρ τῶν ἐμπορικῶν συμβολαίων; παρὰ ποίαν ἀρχὴν ἢ ἐν τίνι χρόνῳ; πάντας ἕνδεκα; ἀλλὰ τοιχωρύχους καὶ κλέπτας καὶ τοὺς ἄλλους κακούργους τοὺς ὑπὸ θάνατον εἰσάγουσιν. ἀλλὰ παρὰ τῷ ἄρχοντι; οὐκοῦν ἐπικλήρων καὶ ὀρφανῶν καὶ τῶν τοκέων τῷ ἄρχοντι προστέτακται ἐπιμελεῖσθαι. ἀλλὰ νὴ Δία παρὰ τῷ βασιλεῖ; ἀλλ’ οὐκ ἐσμὲν γυμνασίαρχοι, οὐδ’ ἀσεβείας οὐδένα γραφόμεθα. οὐκοῦν ὑπόλοιπόν εἰσι στρατηγοί; ἀλλὰ τοὺς τριηράρχους οὓς καθιστᾶσιν οὗτοι εἰσάγουσιν εἰς δικαστήριον, ἐμπορικὴν δὲ δίκην οὐδεμίαν εἰσάγουσι». τοιαῦτα μὲν τὰ τοῦ Δημοσθένους καὶ Ἀριστοτέλης δὲ τὰ αὐτά φησιν |
| α 1610 | ἀρχώνης · ὁ ἄρχων ὠνῆς οὑτινοσοῦν |
| α 1611 | ἀρχιτέκτων · σημαίνει καὶ τὸν τῶν οἰκοδομημάτων ἐπιστάτην, κυρίως δὲ τὸν ἄρχοντα τῶν τεκτόνων τὸν τὴν διάθεσιν τοῦ κατασκευάσματος ἐπινοοῦντα καὶ τὸν κατασκευάσαντά τι καὶ σκευωρήσαντα πρᾶγμα |
| α 1612 | ἀρχιθέωρος · ὁ ἡγούμενος τῶν θεωρῶν. θεωροὶ δέ εἰσιν οἱ τὴν θεωρίαν φέροντες τοῖς θεοῖς εἰς τοὺς Ἑλληνικοὺς ἀγῶνας καὶ ὑπὲρ τῶν πατρίων θύοντες. τὸ α μετὰ τοῦ σίγμα |
| α 1613 | ἄσασθαι · σημαίνει τὸ κορεσθῆναι· κυρίως δέ, φασί, σημαίνει τὸ μετὰ κόρον, ἀέω ἀέσω · ἔνθα νύκτα μὲν ἀέσαμεν. καὶ Ὅμηρος οὕτως παρετυμολογεῖ · αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, · οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε. ἢ ἀπὸ τοῦ ἥδω, ἀφ’ οὗ ἥσθην, καὶ ἥσατο δ’ αἰνῶς. ἀπὸ οὖν τοῦ ἥδω ἥσασθαι καὶ τροπῇ τοῦ η εἰς α ἄσασθαι |
| α 1614 | ἀσαλής · ἡ ἄφροντις, ἡ μηδενὸς φροντίζουσα· σάλη γὰρ ἡ φροντίς |
| α 1615 | ἀσάμινθος · πύελος· ἢ ὁ τόπος μινύθειν, ἤτοι ἐλαττοῦν |
| α 1616 | ἄσβεστος · ἀκατάπαυστος· ἀπὸ τοῦ μὴ σβεννυμένου πυρός |
| α 1617 | ἀσελγαίνειν · παρὰ τὸ λέχος λεχαίνειν, τὸ λέχους ἐπιθυμεῖν, καὶ κατὰ τροπὴν τοῦ χ εἰς γ λεγαίνειν, ἔνθεν Ἀρχίλοχος · λέγαι δὲ γυναῖκες, ἀντὶ τοῦ ἀκόλαστοι ἀσελγαίνειν. ἔστι δὲ καὶ πόλις καλουμένη Σέλγη, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι, ἀσελγαίνειν |
| α 1618 | Ἀσέληνα ὄρη · «ὅτι, φησίν, ἐν αὐτοῖς τῆς Σελήνης μετέχειν φωτός» |
| α 1619 | ἆσθμα · ἡ ἀναπνοὴ ἆσμα καὶ ἆσθμα· ἀπὸ δὲ τοῦ ἆσθμα ἀσθμαίνω |
| α 1620 | ἀσημάντοις · ἀφυλάκτοις· ἐκ τοῦ σημαίνω |
| α 1621 | Ἀσία · Προμηθέως μήτηρ ἡ Ἀσία, ὡς Λυκόφρων · τῇ γὰρ ταλαίνῃ μητρὶ τοῦ Προμηθέως |
| α 1622 | Ἄσιος · τὸ α μακρὸν καὶ ψιλοῦται· ἢ παρὰ τὴν αἶσαν αἴσιος καὶ Ἄσιος |
| α 1623 | Ἀσιᾶτις · ἡ τρίχορδος κιθάρα. εἴρηται, ὅτι, εὑρέθη. ἢ ἀπὸ ἀσίου τινός, καὶ Ἀσιάδος κρούσματα, τὰ τῆς κιθάρας |
| α 1624 | Ἀσινεῖς · οἱ Δρύοπες οἱ τὴν Ἀσίνην κατοικοῦντες |
| α 1625 | ἄσις · ἡ ἀκαθαρσία· ἔστι δὲ παρώνυμον τοῦ ἄση, ὡς γὰρ φήμη φῆμις, οὕτωσ ἄση ἄσις. οὕτως Ἡρωδιανός. τὸ δὲ ἄση γέγονεν ἐκ τοῦ ἄω, τὸ βλάπτω, ἄσω ἄση |
| α 1626 | Ἀσίῳ · ἀπὸ τῆς Ἀσίας εὐθείας. ἡ γενικὴ Ἀσίου· Ὅμηρος · Ἀσίῳ ἐν λειμῶνι, Καϋστρίου ἀμφὶ ῥέεθρα, ἐν τῷ τῆς Ἀσίας συμφύτῳ τόπῳ· ἢ ἐν τῷ ἰλυώδει τόπῳ, ἄσις γὰρ κατὰ διάλεκτόν ἐστιν ἡ ἰλύς. ἄλλοι δέ, ὡς εἴρηται, Ἀσίω ὀνοματικῶς ἀπὸ Ἀσίου τοῦ Λύδου, ἔστι δὲ πτώσεως γενικῆς · Ἀσίω ἐν λειμῶνι, ἤγουν τοῦ Ἀσίου· διὰ τοῦτο οὐκ ἔχει τὸ ι προσγεγραμμένον. ἦν γάρ τις Ἀσίας ἥρως, οὗ ὁμώνυμος Ἀσίας λειμών, εἶτα Ἰωνικῶς Ἀσίεω, ὡς Ἀτρείδεω Αἰνείεω, καὶ κατὰ κρᾶσιν ἢ συγκοπὴν Ἀσίω, ὡς εὐμελίας · εὐμελίω Πριάμοιο, καὶ Αἰνείω ἑτάροιο, καὶ Βορέω ὑπ’ ἰωῇ. οὕτως Ὦρος ἐν τῇ Ὀρθογραφίᾳ |
| α 1627 | ἀσκός · ὁ μὴ ἀσκοῦ |
| α 1628 | ἀσκηθής · παρὰ τὸ σχέθω κατὰ σύνθεσιν καὶ ἔκτασιν, καὶ τροπῇ ἀσκηθής, ὁ ὑγιής |
| α 1629 | ἀσκαλαβώτης · ζωΰφιον οἰκημάτων. εἴρηται δὲ παρὰ καὶ τὸ βῶ ῥῆμα ἀκαλαβώτης, πλεονασμῷ τοῦ ς |
| α 1630 | ἀσκάντης · κλινίδιον εὐτελές, ὃ ὑπὸ τῶν Ἀττικῶν σκίμπους ὀνομάζεται· Ἀριστοφάνης · ἔξει τὸν ἀσκάντην λαβών. εἴρηται δὲ παρὰ τὴν κάννην, οὕτως δὲ ἐκάλουν τὴν ψίαθον. ἀσκάντης οὖν ἡ εὐτελὴς κλίνη, ἡ μηδὲ κάννην ἔχουσα· ἀκάντησ καὶ ἀσκάντης |
| α 1631 | Ἀσκληπιός · εἴρηται παρὰ τὸ τὰ ἀσκελῆ τῶν νοσημάτων ἤπια ποιεῖν· ἀσκελές γὰρ τὸ σκληρόν |
| α 1632 | ἀσκελές · τὸ σκληρόν· παρὰ τὸ σκέλλω ξηραίνεσθαι |
| α 1633 | ἀσκωλιάζειν · ἐφ’ ἑνὸς ποδὸς ἐφαλλόμενοι· εἴρηται καὶ χωλευόντων. σκωλιάζειν οὖν, καὶ πλεονασμῷ ἀσκωλιάζειν. τινὲς δὲ παρὰ τὸν ἀσκὸν γεγονέναι λέγουσι· κυρίως ἀσκωλιάζειν γὰρ τὸ ἐπὶ ἀσκῶν ἅλλεσθαι |
| α 1634 | ἀσκώματα · τὰ δέρματα τὰ ἐπιρραπτόμενα Ἀριστοφάνης · ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον. καλοῦνται δὲ καὶ οἱ γνάθοι γίνονται |
| α 1635 | ἀσκάλαφος · ὁ λίαν σκληρός· παρὰ τὸ ἄγαν ἀσκελὲς τῆς ἁφῆς |
| α 1636 | ἀσκαρίζειν · σημαίνει τὸ κινεῖσθαι· Ἱππῶναξ · ἔψησε κἀπέλουσεν ἀσκαρίζοντα. σκαίρω σκαρίζω καὶ ἀσκαρίζω |
| α 1637 | ἄσμενος · ἥδω ἥσω, τὸ εὐφραίνομαι, ἦσμαι ἡσμένος ἡ μετοχή, καὶ ἄσμενος |
| α 1638 | ἀσπάλαθος · εἶδος ἀκάνθης· Νίκανδρος · ἐν γὰρ ὄρει ῥάμνοι τε καὶ ἀσπάλαθοι· εἴρηται δὲ παρὰ ἀσπάλαθος |
| α 1639 | ἀσπαλιεύω · τὸ ἁλιεύω· παρὰ τὸ ἐπίτασιν σημαίνοντος, ὅθεν καὶ ἀσπαλιευτής ὁ ἐκ τῆς ἁλὸς σπῶν τοὺς ἰχθῦς |
| α 1640 | ἀσπασίως · ἀπὸ τοῦ ἀσπάζω ἀσπάσω ἀσπάσιος καὶ ἀσπασίως. ἀσπαστόν · τοῦ ἀσπάζω ὁ παρακείμενος ἤσπακα, ὁ παθητικὸς ἤσπασμαι ἤσπασται καὶ ῥηματικὸν ὄνομα ἀσπαστός, τὸ οὐδέτερον ἀσπαστόν |
| α 1641 | Ἀσπληδών · φασὶ γὰρ εἶναι Σπληδόνα τὴν τοῦ Πρέσβωνος καὶ Στερόπης· Ἀπολλόδωρος. · Σπληδόνα τ’ ἠγαθέην. τὸ δὲ Ἀσπληδών πλεονασμῷ ποιητικῷ τοῦ α · ἔστι δὲ πόλις Φωκίδος. καὶ Ἀσπληδόνιος |
| α 1642 | ἀσπιδιώτης · εἰ μὲν τοῦ ω ἀσπιδιώτησ. εἰ δὲ παρὰ τὸ ἀσπίδιος, οἷον · ὑπασπίδια, παραγωγὴ καὶ ἀφηλιώτης Ἰωνικῶς |
| α 1643 | Ἀσπίς · πόλις Λιβύης. Ἀσπιδίτης |
| α 1644 | ἀσπάζεται · κατὰ στέρησιν, Τηλεμάχου · ἦ ῥα καὶ ἐκ χειρὸς χεῖρα σπάσατ’ Ἀντινόοιο. ἐκ τοῦ ἐναντίου οὖν τὸ ἀντέχεσθαί τινος κατὰ φιλίαν ἀσπάζεσθαι λέγεται |
| α 1645 | ἄσπετον · πολύν· Λυκόφρων · ἀλλ’ ἄσπετον χέασα παμμιγῆ βοήν. ἔστιν οὖν ῥῆμα σπῶ, ὅπερ γέγονε παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ, ἐξ οὗ καὶ τὸ σπᾶσθαι καὶ ἐπισπέσθαι ποσίν, ῥηματικὸν ὄνομα σπετός καὶ ἄσπετος, οἷον · ἄσπετος αἰθήρ, ὃν οὐκ ἄν τις ἐφίκοιτο. οἱ δὲ παρὰ τὸ ἔπω, ὅπερ ψιλοῦται καὶ δηλοῖ τὸ λέγω, φασὶν εἶναι· ἄσπετα τὰ οὕτω πολλὰ καὶ μεγάλα, ὥστε καὶ ἄρρητα ὑπάρχειν |
| α 1646 | ἀσπερχές · ἀδιαλείπτως· παρὰ τὸ σπέρχω |
| α 1647 | ἀσπίς · τὸ ὅπλον· παρὰ τὸ σπῶ τὸ ῥῆμα παράγωγον σπίζω, ὁ μέλλων σπίσω, κατὰ, ἔγκειται |
| α 1648 | ἄσπιστον · ἀπὸ τοῦ σπείδω, τὸ σπένδω, ὁ μέλλων σπείσω, ἔσπεικα ἔσπεισμαι ἔσπεισται σπιστός καὶ ἄσπιστος |
| α 1649 | ἀσπιστής · πεζὸς ὁπλίτης, πολεμιστής· ἀπὸ τοῦ ἀσπίζω, ἐξ οὗ τὸ ὑπερασπίζω ἐν συνθέσει, ὁ μέλλων ἀσπίσω, ὁ παρατατικὸσ ἤσπικα, ἤσπισμαι ἤσπισται ἀσπιστής. τὸ δὲ ἀσπίζω ἀπὸ τοῦ ἀσπίς |
| α 1650 | ἀσπουδεί · ἄνευ κακοπαθείας, χωρὶς πόνου |
| α 1651 | ἆσσον · τὸ ἐγγὺς ἔσσων, τὸ οὐδέτερον ἔσσον, ὡς μέγας μεγάτερος μεγίων μέσσων καὶ μάσσων καὶ οὐδέτερον μᾶσσον, οἷον · ἠὲ τοσοῦτον ὀΐομαι ἠὲ μᾶσσον |
| α 1652 | Ἀσσύριοι · τὸ ἔθνος· εἴρηται. παρὰ ἵν’ ᾖ Ἀσσάρακος· καὶ ἐκβολῇ τοῦ κ Ἄσσαρος καὶ Πόντῳ μηκέτι Σύρους εἶναι |
| α 1653 | Ἀσσυρία · ἡ Βαβυλωνία· τὸ μὲν πρῶτον ἐκαλεῖτο Εὐφράτης, ὕστερον δὲ Χαλδαία, τὸ τελευταῖον δὲ ἀπὸ Σύρου τοῦ Σούσου Ἀσσυρία. εἴρηται εἰς τὸ Συρία ὅθεν καὶ Ἀσσύριος |
| α 1654 | ἅσς’ ἐθέλῃσθα · Ἀρίσταρχός φησι τρία σημαίνειν τὴν λέξιν· τινά, ἅτινα, ὅσα. καὶ ἀεὶ ψιλοῦται, πλὴν ὅτε δηλοῖ τὸ ἅτινα δασύνεται. ὁ δὲ Ἡρωδιανὸς «δύο μέρη λόγου», φησίν, «εἰσί, τὸ ἅ ἄρθρον τὸ τινά ὄνομα, καὶ παραλόγως δασύνεται» |
| α 1655 | Ἀστάρτη · ἡ θεός· παρὰ τὸ ἄστρα ἀστράτη καὶ ὑπερβιβασμῷ Ἀστάρτη· ἢ παρὰ τοὺς ἀστέρας ἀστεράτη καὶ κατὰ συγκοπὴν Ἀστράτη· ἔφορος γὰρ ἄστρων ἡ θεός. ἔστι καὶ νῆσος Αἰθιοπίας. Ἀσταρταῖος καὶ Ἀσταρτίτης |
| α 1656 | ἀστέμβακτον · ἀκίνητον· τετιμημένον. εἴρηται κατὰ ὑβρίσαι. Λυκόφρων δὲ ἀντὶ τοῦ πολυστένακτα, πολλά · δύσζηλος ἀστέμβακτα τιμωρουμένη |
| α 1657 | ἀστεμφής καὶ ἀστεμφέως · ἀμετακινήτως · ὑμεῖς δ’ ἀστεμφέως ἔχειν. παρὰ τὸ στέμβω, ὃ σημαίνει τὸ συνεχῶς κινεῖν. ἢ παρὰ τὸ στρέφω τὸ ἀμετακίνητον |
| α 1658 | ἄστικτον · οὕτως οἱ Ἀττικοὶ, χρήστῃ. εἴρηται, ὅτι ἄστικτον ἐκάλουν |
| α 1659 | ἀστραβής · ὁ ἄτρεπτος καὶ ἄτρεστοσ· Πίνδαρος · ἄμαχον ἀστραβῆ κίονα· παρὰ τροπήν |
| α 1660 | Ἄστυ · ἡ πόλις· παρὰ τὸ ἄνω ἵστασθαι, οἱ γὰρ ἀρχαῖοι ἐφ’ ὑψηλοῦ τόπου ᾠκοδόμουν τὰς πόλεις. ἐκ δὲ τοῦ ἄστυ ἀστεῖος, σημαίνει δὲ τρία· ὄνομα κύριον ὁ ἐν ἄστει διατρίβων, λέγεται ἀστεῖος ὁ διὰ χρηστὸν ἦθος ἐπαινούμενος, ὡς καὶ ὁ Μωϋσῆς λέγεται δὲ καὶ ὁ γελωτοποιός. ἢ ἄστυ διὰ τὸ σποράδην ζῶντας τοὺς ἀνθρώπουσ τότε συνελθεῖν καὶ στῆναι τῆς πλάνης τοῦ α τὸ ὁμοῦ δηλοῦντοσ. α. α |
| α 1661 | Ἀστυάναξ · ὁ υἱὸς Ἕκτορος. οὐκ ἔστι παρὰ τὸ ἀνάσσειν, τὸ βασιλεύειν, ἀλλὰ ἐχρήσαντο διὰ τὴν Ἑλένην τὰς Ἀφίδνας ἐκπορθοῦντες |
| α 1662 | Ἀστυπάλαια · μοῖρα τῆς Σάμου. εἴρηται, ὅτι, ὠνόμασαν ἀπὸ Σχησίου ποταμοῦ τοῦ παρακειμένου ἄστεος |
| α 1663 | ἀστυβοώτην · ἐπίθετον τοῦ κήρυκος· παρὰ τὸ ἐν ἄστει βοᾶν· βοῶ βοώτης |
| α 1664 | ἄστρον · παρὰ ἀποβολῇ τοῦ ι |
| α 1665 | ἀστήρ · κυρίως ἐπὶ τῶν πλανητῶν λέγεται διὰ τὸ μὴ ἵστασθαι, ἀστατήρ καὶ ἀστήρ, καταχρηστικῶς δὲ καὶ, ἀπὸ τοῦ ἀστήρ ἀστέρος ἀστρός. καὶ ἔστιν εἰπεῖν, ὅτι αἱ συγκοπτόμεναι γενικαὶ μιμεῖσθαι θέλουσι τὰς ὀξυτόνους εὐθείας· ἐπεὶ οὖν τούτου χάριν ὡς μὴ ἔχουσα εὐθεῖαν, ἵνα μιμήσηται, οὐ συγκόπτεται. εἰ δέ τις εἴποι ὅτι τούτῳ τῷ λόγῳ οὔτε ἡ γαστέρος ὤφειλε γενικὴ συγκοπῇ καὶ γενέσθαι γαστρός, οὐ γὰρ ἔχει εὐθεῖαν, ἵνα μιμήσηται, ἔστιν εἰπεῖν ὅτι τὸ γαστήρ παραλόγως ὠξύνθη· τῶν γὰρ ἄλλων εἰς ηρ τούτου χάριν παραλόγως ἀνεδέξατο τὴν συγκοπήν. διὰ τί δέ, ὥσπερ γίνεται θυγατέρα θύγατρα καὶ Δημήτερα Δήμητρα καὶ ἀνέρα ἄνδρα, μὴ ὅτι τὸ μὲν μητέρα οὐ συγκόπτεται, ἵνα μὴ συνεμπέσῃ τῇ μήτρα εὐθείᾳ, τὸ δὲ πατέρα, ἵνα μὴ συνεμπέσῃ τῇ πάτρα εὐθείᾳ, τῇ σημαινούσῃ τὴν πατρίδα |
| α 1666 | ἀστεροπή · ἡ ἀστραπή· παρὰ τὸ στερίσκειν τοὺς ὦπας τοῦ μὴ ὁρᾶν, ἀστεροπή |
| α 1667 | ἀστεροπητής · ἀστραπτικός, ἀστραπὴν ποιῶν |
| α 1668 | ἀστράβη · ἐπὶ σκεύους τοὺς καθεζομένους. ἔστι δὲ τὸ σάγμα |
| α 1669 | ἀστράγαλος · ἐπὶ τοῦ ποδός· παρὰ τὴν βάσιν. ἢ ὁ μὴ ἀστάγαλός τις ὢν καὶ ἀστράγαλοσ πλεονασμῷ τοῦ ρ. ἐπὶ τοῦ α |
| α 1670 | ἄσταχυς · παρὰ τὸ σῖτος σίταχύς τίς ἐστιν, ὁ τὸν σῖτον συνέχων. ἢ στῶ στήσω στήκω καὶ ἐξ αὐτοῦ στάχυς. ἢ ἑστήκω ἑστήξω ἕστηκα στάχυς καὶ ἄσταχυς πλεονασμῷ τοῦ α |
| α 1671 | ἀσύφηλον · ἄτιμον, ἀνόητον. παρὰ τὸ σοφός ἄγυρις καὶ ὄνομα ὄνυμα, γίνεται ἀσύφηλος |
| α 1672 | ἀσφάραγος · ὁ λαιμός· παρὰ τὸ σφαραγεῖν, ὅ ἐστιν ἠχεῖν· δι’ αὐτοῦ γὰρ ἡ φωνὴ φέρεται. ἢ παρὰ τὸ ἀσπαίρω σπάραγος καὶ ἀσπάραγος καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ ἀσφάραγος λέγεται δὲ καὶ τὸ ἐξ ἀκανθῶν φυόμενον βλάστημα ἐπιτήδειον. καὶ οὕτως μὲν οἱ Ἀττικοὶ τὴν λέξιν διὰ τοῦ φ προφέρουσιν, οἱ λοιποὶ μὴ ἀκριβοῦντες διὰ τοῦ π |
| α 1673 | ἀσφαλής · ἑδραῖος· ἀπὸ τοῦ σφάλλω σφαλὴς καὶ ἀσφαλής |
| α 1674 | ἀσφάλαξ · παρὰ τὸ σπῶ γίνεται σπάλαξ καὶ πλεονασμῷ τοῦ α ἀσφάλαξ κατὰ μετάθεσιν τοῦ π εἰς φ εἰσέρχεται |
| α 1675 | ἄσχετος · οὐ πεποίηται παρὰ τὸ σχέθω, ἐλέγετο γὰρ ἂν σχέτος, ἀλλ’ ἀπὸ τοῦ σχῆμι, καὶ ἄσχετος |
| α 1676 | ἀσχάλλων · ἀδημονῶν, λυπούμενος, χαλεπαίνων. παρὰ τὸ ἄχω, ἀφ’ οὗ ἄχομαι, γίνεται ἀχάλλω, ὥσπερ ἄγω ἀγάλλω, εἴδω εἰδάλλω καὶ ἰνδάλλω, καὶ πλεονασμῷ, ἀσχαλάᾳ. ἢ παρὰ τὸ σχῶ σχάλλω καὶ ἀσχάλλω, ὃ ἐπέχειν οὐ δυνάμεθα |
| α 1677 | ἄσωμος · ἢ ἀπὸ τοῦ ἀσώματος γέγονε κατὰ συγκοπήν, ἢ ἀπὸ τοῦ σῶμα ἄσωμος |
| α 1678 | ἄσωτος · παρὰ τὸ σῴζω σώσω σέσωκα σέσωσμαι σέσωσται σωτός καὶ ἄσωτος |
| α 1679 | Ἀσκαλωνίτης · διὰ τοῦ ι. καὶ πάντα τὰ τοιαῦτα· πολίτης, μυθίτης ὁ στασιαστής. ὅτι γὰρ ταῦτα διὰ τοῦ ι γράφεται δείκνυσιν ἡ συστολὴ τοῦ ι · ἅμα γὰρ τῷ πλεονάσαι τὸ η συνεστάλη τὸ ι οἷον πολιήτης μυθιήτης. ἄλλως τε, εἰ ἐγράφετο διὰ διφθόγγου ταῦτα, τὸ η πρὸ τῆς συλλαβῆς τῆς οὔσης ἐν τῇ παραληγούσῃ εἶχεν εἶναι, ἐπειδὴ τὸ η οὐδέποτε πλεονάζει μετὰ τὴν ει ἀλλὰ πρὸ αὐτῆς, οἷον Ἡρακλεία δύναμις καὶ πλεονασμῷ τοῦ η οὐ μετὰ τὴν ει δὲ ἐπλεόνασεν, οἷον · βίη Ἡρακληείη. καὶ ἄλλως· τὰ εἰς της λήγοντα βαρύτονα ὑπὲρ δύο συλλαβάς, εἴτε ἁπλᾶ, εἴτε παρασύνθετα, μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ ο μὴ ἀπὸ πρωτοτύπου τὸ ε μὴ ἀπὸ πλεονασμοῦ τὸ ι ἑνὶ φωνήεντι παραλήγοντα· ἁπλᾶ μὲν εὐνέτης ἐρέτης φυλέτης Σικελιώτης Κυδωνιάτης Ἀσκαλωνίτης μνηματίτης τεμενίτης στυλίτης, παρασύνθετα δὲ ἔπαλξις ἐπαλξίτης, Ταυρομένιον Ταυρομενίτης, Ναυκρατίτης ὄνομα πόλεως. πρόσκειται «ὑπὲρ δύο συλλαβάς» διὰ τὸ ναύτης δυσὶ φωνήεσι παραληγόμενον· «βαρύ. τονα» δὲ διὰ τὸ τοξευτής τορνευτής, «ἁπλᾶ δὲ ἢ παρασύνθετα» διὰ τὸ ἐϋρρείτης ἀκαλαρρείτης βαθυρρείτης · «μὴ ἔχοντα δὲ ἀντιπαρακείμενον τὸ ο » διὰ τὸ ἀλείτης, ἔχει δὲ ἀντιπαρακείμενον τὸ ο ἀλοίτης· πρόσκειται «μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ι » διὰ τὸ Ἀγροίτης καὶ Θυμοίτης καὶ Δαμοίτης, ἀπὸ γὰρ τοῦ ἀγρός καὶ θυμός καὶ δᾶμος γέγονεν ἀγρότης θυμότης δαμότης καὶ ἐν πλεονασμῷ τοῦ ι Ἀγροίτης Θυμοίτης Δαμοίτης· πρόσκειται «μὴ ἔχοντα ἀπὸ πρωτοτύπου τὸ ε » διὰ τὸ Ἀταρνεύς Ἀταρνέως Ἀταρνείτης, Ἀχιλλεύς Ἀχιλλείτης, Σαμάρεια Σαμαρείτης, Ζέλεια Ζελείτης ἐπὶ τῆς πόλεως τῆς Τρωϊκῆς ἱερεύς ἱερείτης, Μαρώνεια Μαρωνείτης καὶ Σελεύκεια Σελευκείτησ α. τὸ α μετὰ τοῦ τ |
| α 1680 | ἀταλός · ὁ νήπιος· εἴρηται ἁπαλός καὶ τροπῇ ἀταλός |
| α 1681 | ἀταλάφρονα · ἁπαλὸν κακοπάθειαν |
| α 1682 | ἀτάρβητος · ἄφοβος· παρὰ τὸ τάρβος. ἢ ἀθάρβητός τίς ἐστιν, ὁ μὴ θαρρῶν βοὴν ὑπομεῖναι |
| α 1683 | ἀτάρμυκτον · τὸ ἄφοβον· κυρίως δὲ τὸ μὴ μῦόν ἐστιν· Εὐφορίων · ἀτάρμυκτον τρέπεν ὄμμα |
| α 1684 | ἀτάσθαλος · παρὰ τὸ ἀτῶ τοῦ ζ εἰς θ καὶ πλεονασμῷ τοῦ σ ἀτάσθαλος. ἢ διαλύεται τὸ ζ εἰς τὸ δ καὶ ς ἐξ ὧν ἄρα καὶ σύγκειται, ὡς φράζω φράσδω, ὄζος ὄσδος ὁ κλάδος, ἀτάζαλος ἀτάσδαλος, τροπῇ τοῦ δ εἰς ς ἀτάσθαλοσ |
| α 1685 | ἀτασθαλία · κυρίως μὲν ἢ παρὰ τὸ ἄτῃ θάλλειν καὶ αὐξάνεσθαι |
| α 1686 | ἀταρτηροῖς · παρὰ, ἀταρτηρός ὡς ἔτυμος ἐτήτυμοσ |
| α 1687 | ἀταρπός · σημαίνει, γίνεται ῥηματικὸν ὄνομα τραπός καὶ ἀτραπός καὶ κατὰ μετάθεσιν ἀταρπός, ὡς καρδία κραδία, ἐξ ἧς ὁδοῦ ἡ ὁδός, κατ’ ἐπίτασιν ὄντος τοῦ α · καὶ ἀταρπητός ἡ ὁδός ἐστιν |
| α 1688 | ἀτάλαντος Ἄρηϊ · ἰσοτάλαντος, ἰσοστάσιος· ἐκ τοῦ α τοῦ σημαίνοντος τὸ ἴσον καὶ τοῦ τάλαντον, τὸ ζυγόν· τάλαντον γὰρ τὸν ζυγόν φασι, καὶ ταλαντεύομεν τὸ ζυγοστατοῦμεν. ἔστιν οὖν ἀτάλαντος καὶ ὁμοτάλαντος |
| α 1689 | ἀτάλλων · παρὰ τὸ ἐξ αὐτοῦ ἀτάλλω καὶ ἀτάλλων, ὁ ἀπαθὴς καὶ μὴ κακοπαθῶν |
| α 1690 | ἀτέμβω · στερῶ· εἴρηται τὸ οὐ βλάπτω στερῶν· Ὅμηρος ἐν Ὀδυσσείᾳ · οὐ γὰρ καλὸν ἀτέμβειν |
| α 1691 | ἀτεράμων · ὁ σκληρός. Ὅμηρος · κῆρ ἀτέραμνον ἔθηκαν. παρὰ τὸ τέρεν, ἀτέραμνον |
| α 1692 | ἀτεχνῶς · ἀδόλως· τέχνη γὰρ ὁ δόλος· Ὅμηρος · ἀμφὶ δὲ δεσμοὶ τεχνήεντες. ἰστέον, ὅτι περισπώμενον μὲν δηλοῖ τὸ σαφῶς τέχνης |
| α 1693 | ἀτειρής · ὁ σκληρός· παρὰ ὃ σημαίνει τὸ ἁπαλόν, ἀτερής σκληρός |
| α 1694 | ἀτημέλητα · μελῶ, τὸ ἐπιμελοῦμαι, μελής, καὶ μετὰ τοῦ τη ἐπιτατικοῦ τημελής καὶ μετὰ τῆς α στερήσεως ἀτημελής καὶ ἀτημελῶ ἠτημέλημαι ἠτημέληται ἀτημέλητοσ |
| α 1695 | ἄτη · σημαίνει, οἷον · Κύκλωψ, τῆ πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα, ἐξ οὗ, λάβοι. ἢ παρὰ τὸ ἄω, ὃ δηλοῖ τὸ βλάπτω, οἷον ·. ἆσέ με δαίμονος αἶσα κακή, ὁ μέλλων ἄσω εἰς τ ἄτη |
| α 1696 | ἀτιτάλλειν · σημαίνει τὸ τιθηνεῖν καὶ ἐκτρέφειν ἐκ τῶν νηπίων. ἔστιν γὰρ ἀταλός ἀναδιπλασιασμόν |
| α 1697 | ἀτίζω · εἰ μὲν σημαίνει τὸ ὑπερορῶ, γίνεται παρὰ τὸ τίω, τὸ τιμῶ, καὶ ἀτίω καὶ πλεονασμῷ τοῦ ζ ἀτίζω. εἰ δὲ σημαίνει τὸ βλάπτω, ἀπὸ τοῦ ἄτη ἀτίζω |
| α 1698 | Ἄτλας · ὄρος τὸ τῆς Γοργόνης. πρόσωπον ἀπελίθωσεν αὐτόν· καὶ ἀπὸ τούτου ἐκλήθη τὸ ὄρος Ἄτλας. σημαίνει δὲ καὶ τὸν θεὸν καὶ εἴρηται τοῦτο κατ’ ἐπίτασιν, ἑκουσίως φέρων |
| α 1699 | ἀτμήν · ὁ δοῦλος· παρὰ τὸ, τῶν μαστίγων, ἀπὸ τοῦ τίω, τὸ τιμωρῶ, ἤγουν πολὺ τιμώρητος, τοῦ α ἐπιτατικοῦ νοουμένου. ἀπὸ δὲ τοῦ ἀτμήν γίνεται ἀτμῶ καὶ ἀτμεύω |
| α 1700 | ἄτμητος · ἀπὸ τοῦ τέμω γίνεται τομή, εἶτα τομῶ καὶ συγκοπῇ τμῶ τμήσω τέτμηκα τέτμημαι τέτμηται τμητός καὶ ἄτμητος |
| α 1701 | ἀτμός · ἡ ἀναθυμίασις καὶ ἀναπνοὴ τοῦ θερμοῦ· παρὰ τὸ ἄω, τὸ πνέω, ὁ παθητικὸσ παρακείμενος ἦσμαι ἀσμός καὶ τροπῇ τοῦ ς εἰς τ ἀτμός |
| α 1702 | ἄτοπον · ἀντὶ τοῦ θαυμαστοῦ ἢ ἀλόγου τάττεται |
| α 1703 | ἄτρυτος · οὐκ ἀπὸ καὶ ἄτρυτος. ἢ παρὰ τὸ τρῶ, ὃ σημαίνει τὸ βλάπτω, τρύω κατὰ παραγωγήν, ἀφ’ οὗ τὸ τρύχω πλεονασμῷ τοῦ χ τρύσω τέτρυμαι τρυτός καὶ ἄτρυτος, τὸ ἀβλαβήσ |
| α 1704 | ἀτρέμας · παρὰ τὸ τρέμω τρεμῶ γίνεται ἀτρεμῶ καὶ ἀτρέμα, ὡς σιγῶ σῖγα καὶ ἀντῶ ἄντα, καὶ πλεονασμῷ τοῦ ς ἀτρέμας |
| α 1705 | ἀτρύγετος · εἰ μὲν παρὰ τὴν τρύγην, οὐ πλεονάζει· τρύγη δέ ἐστιν ὁ Δημητριακὸς καρπός· Λυκόφρων · ὄνου κήλωνος ὀτρυγηφάγου. εἰ δὲ παρὰ τὸ τρύειν, πλεονάζει· ἄτρυτος γὰρ καὶ ἀτρύγετος πλεονασμῷ τοῦ γε |
| α 1706 | ἀτραπὸς οἶνος · τραπεῖν τῆς σταφυλῆς ἀτραπός λέγεται ἀπὸ τῆς α στερήσεως καὶ τοῦ τραπεῖν, ἤγουν πατῆσαι |
| α 1707 | Ἀτρείδῃσι πύλῃσι · ἔχουσι Ἀτρείδαις καὶ πύλαις, καὶ κατ’ ἐπέκτασιν γίνεται Ἀτρείδαισι. καὶ πύλαισι, καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η Ἀτρείδῃσι, πύλῃσι, καὶ μένει τὸ ι προσγεγραμμένον. δεῖ δὲ γινώσκειν εἴτε ἀνεπέκτατοι, οἷον ἐν παλάμαις · ἐν παλάμῃσιν, ἐν βήσσαις · ἐν βήσσῃσι. δύο δέ τινα σημειούμεθα μὴ τρέψαντα τὸ α παρὰ τῷ ποιητῇ, οἷον · ὅτε θεαῖς ἀγάασθε παρ’ ἀνδράσιν εὐνάζεσθαι, καὶ λιμέσι τε καὶ ἀκταῖς. ἰστέον δέ, ὅτι ἐπὶ μὲν τῶν ἀρσενικῶν καὶ θηλυκῶν, ἡνίκα μὲν εἰς ες ἐστὶν ἡ εὐθεῖα τῶν πληθυντικῶν, προσθέσει τῆς σι συλλαβῆς γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν παρὰ ποιηταῖς τε καὶ Ἴωσιν, Αἴαντες Αἰάντεσσι, κύνες κύνεσσι, λαμπάδες λαμπάδεσσι, μητέρες μητέρεσσι· ἡνίκα δὲ μὴ εὑρεθῇ εἰς ες ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἀλλὰ εἰς οι γίνονται, τοῦ ι οἷον καλοί καλοῖς καλοῖ. σι, σοφοί σοφοῖς σοφοῖσι, ὡσαύτως καὶ ὅταν ἡ εὐθεῖα τῶν πληθυντικῶν εἰς αι δίφθογγον εὑρεθῇ, Μοῦσαι Μούσαις Μούσαισι. τοῦτο δὲ γίνεται ἐνεργείᾳ μέν, οἷον λέβητι λέβησι Αἴασι, δυνάμει δέ, οἷον κόραξι Κύκλωψιν. ἐπεὶ οὖν τὸ καλοῖς οὐδετέρων οὐδέποτε λήγει εἰς ες ἡ εὐθεῖα τῶν πληθυντικῶν· ἐκ τῆς γενικῆς οὖν τῶν ἑνικῶν γίνονται αἱ τοιαῦται δοτικαί, στόματος στομάτεσσι. κατὰ δὲ ἐνίους γίνονται κατὰ μεταπλασμὸν τύπῳ τῶν ἀρσενικῶν, ἤγουν συνεξακολουθοῦντα καὶ ὁμοιούμενα τοῖς ἀρσενικοῖς· ὡς γὰρ Αἰάντεσσιν, οὕτω καὶ στομάτεσσι κατὰ μεταπλασμόν. μεταπλασμὸς δέ ἐστι μετάθεσις καὶ μετασχηματισμὸς λήξεως λέξεως εἴς τι συγγενὲς τελικόν |
| α 1708 | ἆτος · ὁ ἀπλήρωτος καὶ ἀκόρεστος, ὁ γὰρ ἀκόρεστος πάντοτε αἰτεῖ. καὶ γίνεται παρὰ τὸ τῶ, τὸ ζητῶ, ῥηματικὸν ὄνομα μετὰ τοῦ ἐπιτατικοῦ α ἆτος. ἢ ἀπὸ τοῦ ἆσαι, τὸ κορέσαι, οἷον · αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν. γίνεται ἆτος, ὁ μὴ κεκορεσμένος κατὰ ἀντίφρασιν |
| α 1709 | Ἀτρεύς · παρὰ τὸ τρεῖν Ἀτρεύς, οἱονεὶ ὁ ἄφοβος |
| α 1710 | ἄτρακτος · κυρίως ἐπὶ βέλους · τὸν γὰρ βαλόντα ἄτρακτον οἶδα, Σοφοκλῆς. εἴρηται δὲ φέρει. ἀπὸ τοῦ ταράσσω οὖν γίνεται ἀτάρακτος καὶ ἄτρακτος |
| α 1711 | ἀτρακτυλίς · εἶδος ἀκάνθης. ἀφ’ ἧς τοὺς ἀτράκτους ἐποίουν αἱ γυναῖκες τῶν ἀγροίκων |
| α 1712 | ἀτρεκέως · ἀπὸ τοῦ τρέχω, εὖ φρονῶν· ἀτρεκής ἀτρεκέων καὶ ἀτρεκέωσ |
| α 1713 | Ἀτρία · πόλις Τυρρηνίας, ἥτις πρότερον Αἰθρία ἐκαλεῖτο. Ἀτριανός, ὡς Ἀσία Ἀσιανόσ |
| α 1714 | Ἀτρυτώνη · ἡ Ἀθηνᾶ· παρὰ ἀντὶ τοῦ ἄζευκτος, παρθένος γάρ |
| α 1715 | ἄττα · ἐπίφθεγμα τιμητικὸν νεωτέρου πρὸς παλαιότερον· Ὅμηρος · ἄττα γεραιέ. εἴρηται δὲ παρὰ τὸ πάππα ἄππα, ὃ δηλοῖ κατὰ Μακεδόνας τὸν πατέρα, τροπῆς γενομένης τῶν δύο ππ εἰς τὰ δύο ττ |
| α 1716 | ἄττα · τὸ Ἀττικόν, ὅπερ ὁ ποιητὴς ἅσσα εἶπε. γέγονε δὲ ἀπὸ τοῦ τα Δωρικοῦ λέγεται. σημαίνει δὲ τὸ τινά ψιλούμενον, δασυνόμενον δὲ τὸ ἅτινα |
| α 1717 | Ἀττικός · ὁ Ἀθηναῖος· παρὰ τὸ, οἱ Ἀθηναῖοι |
| α 1718 | ἀτυχῆσαι · τοῦτο ἀντὶ τοῦ ἀποτυχεῖν. οὕτως Πλάτων |
| α 1719 | ἀτυχθείς · τεύχω ὁ δεύτερος ἀόριστος ἔτυχον ἐτύχην, ἡ μετοχὴ τυχείς καὶ πλεονασμῷ τοῦ θ τυχθείς, ὡς χαμαλός χθαμαλός, καὶ μετὰ τοῦ στερητικοῦ α ἀτυχθείς, ὁ μὴ φοβηθείς · ὄψιν ἀτυχθείς |
| α 1720 | ἀτυζόμενοι · ταρασσόμενοι· ἀτύω, τὸ ταράσσω, ἀτύσω καὶ ἀτύζω Αἰολικῶς |
| α 1721 | ἀτύζων · ἐὰν ἀτίζων, ἀφροντιστῶν· ἐὰν δὲ ἀτύζων, ἄτῃ περιφερόμενος |
| α 1722 | Ἀτρείδης · τὰ ἀπὸ τῶν εἰς ν ξ ψ ρ διὰ τοῦ ι γίνεται ἐν τοῖς εἰς δης πατρωνυμικοῖς Μέμνων Μέμνονος Με. μνονίδης, Φοῖνιξ Φοινικίδης, Πέλοψ Πελοπίδης, Νέστωρ Νεστορίδης· καὶ τὰ ἀπὸ τῶν εἰς ος ληγόντων διὰ τοῦ ι γράφονται Πανάριστος Παναριστίδης, Βῆλος Βηλίδης, Λαγώς Λαγίδης, Μίνως Μινωΐδης καὶ ἐν συναιρέσει Μινῴδης, ὡσαύτως καὶ Ἥρως Ἡρωΐδης καὶ ἐν συναιρέσει Ἡρῴδης. δεῖ προσθεῖναι «χωρὶς τῶν ἀπὸ τῶν εἰς ευς »· ταῦτα γὰρ διὰ τῆς ει διφθόγγου γράφεται Ἀτρεύς Ἀτρείδης, Αἰγεύς Αἰγείδης, Οἰνεύς Οἰνείδης, Ἀριστεύς Ἀριστείδης. δεῖ προσθεῖναι «καὶ χωρὶς τῶν Ἀττικῶν τῶν εἰς ως »· Νήλεως Νηλείδης, Εὔνεως Εὐνείδης· καὶ «χωρὶς τῶν ἀπὸ τῶν εἰς αιος »· Ἀλκαῖος Ἀλκείδης· καὶ «χωρὶς τῶν εἰς ης τῶν ἐχόντων τὴν γενικὴν εἰς ους »· ταῦτα γὰρ εἰ μὲν βραχείᾳ παραλήγεται, διὰ τοῦ ι γράφεται, οἷον Εὐτυχής Εὐτυχοῦς Εὐτυχίδης, Πλεισθένης Πλεισθένουσ Πλεισθενίδης, Ἀχαιμένης Ἀχαιμένους Ἀχαιμενίδης, εἰ δὲ μακρᾷ παραλήγεται διὰ τῆς ει διφθόγγου Εὐήρης Εὐήρους Εὐηρείδης, Εὐκλῆς Εὐκλοῦς Εὐκλείδης, Ἡρακλῆς Ἡρακλοῦς Ἡρακλείδης· χωρὶς τριῶν, ταῦτα γὰρ μακρᾷ παραληγόμενα διὰ τοῦ ι γράφεται Θρασυμήδης Θρασυμηδίδης, Δικήρης Δικηρίδης, Θεοκύδης Θεοκυδίδης καὶ κράσει τοῦ ε καὶ ο Θουκυδίδης. τὸ Τυνδαρίδης οὔκ ἐστιν ἀπὸ τοῦ Τυνδάρης Τυνδάρους, καὶ λοιπὸν ὡς βραχείᾳ παραληγόμενον διὰ τοῦ ι ἐγένετο. τὸ Ξουθίδης ἀπὸ τοῦ Ξοῦθος. τὸ Κυθνείδης μὴ ὂν ἀπὸ τῶν εἰς ευς μήτε ἀπὸ τῶν εἰς ως Ἀττικῶν μήτε ἀπὸ τῶν εἰς αιος μήτε ἀπὸ τῶν εἰς ης εἰς ους ἐχόντων τὴν γενικὴν μακρᾷ παραληγομένην διὰ διφθόγγου· ἀπὸ γὰρ τοῦ Κύθνος γέγονεν, ἔστι δὲ ὄνομα κύριον. ταῦτα μὲν παρέθετο, ὅ τε Ὠριγένης καὶ Ὠρίων πατρωνυμικά· τύπου δὲ πατρωνυμικοῦ ὄντα διὰ τῆς ει διφθόγγου γράφεται Λυσθείδης Θαρραλείδης Ἐχεφυλλείδης Φιλομηλείδης · ἐξ ἔριδος Φιλομηλείδῃ. ταῦτα μὲν περὶ τῶν εἰς δης πατρωνυμικῶν· τὰ δὲ μητρωνυμικὰ διὰ τοῦ ι Λητοΐδης ὁ τῆς Λητοῦς, Δαναΐδης ὁ τῆς Δανάης, Νιοβίδης ὁ τῆς Νιόβης. ὅθεν τὸ Φιλομηλείδης κύριον λέγομεν εἶναι· εἰ γὰρ ἦν μητρωνυμικόν, διὰ τοῦ ι ἐγράφετο ἄν. τὸ οὖν Ἀτρείδης πατρωνυμικὸν ἀπὸ τοῦ Ἀτρεύς, τοῦτο παρὰ τὸ τείρω, τὸ καταπονῶ τειρεύσ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀτειρεύς καὶ κατὰ συγκοπὴν Ἀτρεύς, ὁ ἀκαταπόνητος. . τὸ α μετὰ τοῦ υ |
| α 1723 | αὐαλέας · παρὰ τὸ αὔω, τὸ ξηραίνω, γίνεται αὖος καὶ αὐαλέος καὶ αὐαλέα τὸ θηλυκόν |
| α 1724 | αὐγή · παρὰ τὸ ἄγω ἀγή καὶ αὐγή, δι’ ἧς ἀγόμεθα |
| α 1725 | αὐδή · ἡ φωνὴ φωτίζεται καὶ εἰς γνῶσιν προσέχεται καὶ τοῖς ἄλλοισ τὰ τοῦ νοῦ. ἢ παρὰ τὸ αὔω, τὸ φωνῶ, αὐή καὶ αὐδή |
| α 1726 | αὔδα · ἔστιν αὐδέω αὐδῶ, ὁ παρατατικὸς ηὔδαον ηὔδων, ηὔδαες ηὔδας, τὸ τρίτον ηὔδαε ηὔδα, καὶ τὸ προστακτικὸν αὔδαε αὔδα. Ὅμηρος · ἐξαύδα, μὴ κεῦθε νόῳ |
| α 1727 | αὐέρυσαν · ἰστέον, ὅτι ἀκολουθεῖ. ἐρύω οὖν ἐρύσω καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ ὀπίσω ἀερύσω, ἀέρυσαν καὶ πλεονασμῷ τοῦ υ αὐέρυσαν τὸ εἰς τοὐπίσω εἵλκυσαν· λέγεται δὲ κυρίως ἐπὶ τῆς σφαγῆς τῶν ζῴων, οἱ γὰρ σφαγεῖς τὰς ἐκείνων κεφαλὰς ὀπίσω ἑλκύουσι. τὸ δὲ α τὸ σημαῖνον τὸ ὀπίσω ἀπὸ τοῦ ἄψ γέγονεν ἐκβολῇ τοῦ ψ |
| α 1728 | αὐθάδης · αὐτάρεσκος, θυμώδης· εἴρηται ὁ ἑαυτῷ ἁδῶν καὶ μὴ συμβούλῳ χρώμενος, αὐτοάδης καὶ αὐθάδης· ἁδεῖν γὰρ τὸ ἀρέσκειν |
| α 1729 | αὖθι · τοπικὸν ἐπίρρημα · αὖθι μένειν, αὐτόθι, ἐπὶ τὸν τόπον· τὸ δὲ παρὰ τῷ ποιητῇ αὖτις ἐστίν, οἷον · αὖτις δι’ ἐξοπίσω, καὶ σημαίνει τὸ ἐξ ὑστέρου, τὸ δὲ αὖθι τοπικόν ἐστιν ἀντὶ τοῦ αὐτόθι, Ὅμηρος · αὐτοῦ οἱ καὶ μοῖρα τετεύξεται. ὥσπερ γὰρ αὖθι |
| α 1730 | αὐθέντης · ὁ φονεὺς ἕτερον. αὐτοέντης τίς ἐστιν ὁ ἑαυτὸν βάλλων τοῖς ἔντεσιν, ὅ ἐστι τοῖς βέλεσι. τὸ δὲ ἐν τῇ συνηθείᾳ ἔοικε παρὰ τὸ αὐτὸ καὶ τὸ ἔντης, ὁ ἑαυτὸν ἐπαφεὶς εἰς ἑαυτοῦ ὤν |
| α 1731 | αὐΐαχος · ἄβρομος αὐΐαχος ἢ παρὰ τὴν ἰὰν ἴαχος καὶ κατὰ πλεονασμὸν ἢ στέρησιν ἀΐαχος καὶ ἐν πλεονασμῷ τοῦ υ αὐΐαχος. τινὲς δὲ παρὰ τὸ ἰαχή καὶ ἐν συνθέσει αὐΐαχος, ἵνα σημαίνῃ τὸν ξηρόφωνον |
| α 1732 | αὐλός · τὸ φωνητικὸν μέτρον · γέγονε παρὰ. δαυλός |
| α 1733 | αὐλός · τὸ στάδιον τῶν φαράγγων στενὰ εἰς μῆκος φερόμενα ὀνομάζομεν· καὶ ἐπαύλεις τὰς μετὰ τὰς κελεύθους διαθέει |
| α 1734 | αὖλιν ἔθεντο · αὐλισμὸν ἐποιήσαντο, ἐστρατοπεδεύσαντο. Ὀππιανός · ἀτερπέα δ’ αὖλιν. ἐκ τοῦ αὐλή αὖλις, ὥσπερ φήμη φῆμις· κλίνεται δὲ αὔλιος αὔλεως. ἢ αὔλισις καὶ ἐν συγκοπῇ αὖλις |
| α 1735 | αὐλῆς ἐν χόρτῳ · ἐν τῇ μεσαύλῳ. χόρτοι δὲ οἱ τριγχοί, ἐπειδὴ ἀπὸ χόρτου τὸ παλαιόν |
| α 1736 | Αὐλίς · πόλις τὸν στρατόν |
| α 1737 | αὐλή · ὁ περιτετειχισμένος καὶ ὕπαιθρος τόπος. ἄω, τὸ πνέω, αὔω αὐή καὶ αὐλή |
| α 1738 | αὐλισθῆναι · ἔστιν συναθροιζόμενοι |
| α 1739 | Αὔλιον ἄντρον · ἠδὲ καὶ Αὐλίην ἄντρον ἐπωνυμίην καλέουσιν |
| α 1740 | Αὐλωνία · πόλις ὕστερον δὲ μετὰ χρόνους Καυλωνία ἐκλήθη. Καυλωνιάτης Καυλωνία |
| α 1741 | αὐλῶπις τρυφάλεια · ἐκ πολλῶν ἢ εἰς ὀξὺ ἀπολήγουσα, ἔχουσα καθ’ οὗ πήγνυται ὁ λόφος |
| α 1742 | αὐλῶνες · οἱ ἐπιμήκεις καὶ παραμήκεις τόποι |
| α 1743 | αὐλοῖσι διδύμοισι · παρὰ τὸν εἰς μῆκος ἀνατεταμένον αὐλόν. δίδυμον δὲ τὸ συμφυές, τοὺς παρ’ ἡμῖν διδύμους διδυμάονας λέγουσι |
| α 1744 | αὖος · ὁ ξηρός· ἔστιν ὓ, ἐπιτήδειος |
| α 1745 | αὐόνη · ἡ ξηρότης· παρὰ τὸ αὔω βελόνη |
| α 1746 | αὐρόσχη · ἡ ἄμπελος |
| α 1747 | αὔρα · ἡ λεπτοτάτη πνοὴ τοῦ ἀνέμου· παρὰ τὸ ἀήρ ἄρα καὶ πλεονασμῷ τοῦ υ αὔρα, παρώνυμον κατὰ ἀντιστροφὴν ἀπὸ ἀρσενικοῦ εἰς θηλυκόν, ὡς ξυστήρ ξύστρα, γαστήρ γάστρα. δύναται καὶ ἀήρ ἀέρος ἀέρα καὶ αὔρα κατὰ κρᾶσιν |
| α 1748 | Αὔσονες · οἱ Ἰταλοὶ, ἀλλ’ ὅτι τὴν Ἰταλίαν οἱ κατοικοῦντες Αὔζονα ἔλεγον, καὶ κατὰ μετάθεσιν Αὔσονα |
| α 1749 | αὖσον · τὸ πῦρ· εὕω, τὸ φωτίζω καὶ φλογίζω, εὕσω εὗσον καὶ αὖσον κατὰ μετάθεσιν, ὡς Εὔσονα Αὐσονία |
| α 1750 | Αὐσίτης · Ἰσαῦ Ἰσαύτης καὶ ἐν ὑπερβιβασμῷ Αὐσίτης· Ἰσαῦ γὰρ ἡ χώρα |
| α 1751 | αὖτις · παρὰ τὸ α ὃ σημαίνει τὸ ὀπίσω, ὅθεν τὸ αὐέρυσαν, καὶ τὸ τίς καὶ πλεονασμῷ τοῦ υ αὖτις |
| α 1752 | ἀτενίζω · τὸ πάνυ βλέπω· τείνω τενῶ τενής καὶ ἀτενής ἀτενίζω, τοῦ α ἐπίτασιν σημαίνοντος, ἵν’ ᾖ τὸ λίαν καὶ ἐπιτεταμένως βλέπω |
| α 1753 | αὖτε · ἀπὸ τοῦ α αὖτε |
| α 1754 | αὐτάρκης · παρὰ τὸ ὁ ἑαυτῷ ἀρκῶν καὶ βοηθῶν |
| α 1755 | αὐτίκα · ὥσπερ παρὰ τὸ πολλὰ καὶ δέκα δεκάκι, οὕτως καὶ παρὰ τὸ αὐτά αὐτάκι καὶ κατὰ ἀντίθεσιν αὐτίκα |
| α 1756 | αὐτόγυον · μέρος ἀρότρου· ἔστι δὲ ὁ γύης καὶ τὸ γύον, γίνεται δὲ παρὰ τὸ γαῖα γύη, ἵν’ ᾖ ἡ γύη, τῆς γύης, καὶ μεταχθείσης τῆς γενικῆς εἰς εὐθεῖαν γίνεται ὁ γύης |
| α 1757 | αὔτως · παρὰ τῷ ποιητῇ σημαίνει τὸ ὁμοίως καὶ τὸ ματαίως, τὸ ὁμοίως μὲν ὡς δ’ αὔτως Μενέλαος ἀρήϊος ἔντε’ ἔδυνε,. τὸ ματαίως δέ · αὐτὰρ ἔμ’ αὔτως ἧσθαι δευόμενον. γίνεται οὖν τὸ μὲν ὁμοίως ἀπὸ τοῦ οὕτως τροπῇ τοῦ ο εἰς α . τὸ δὲ ματαίως· ἔστιν ἐτός, ὁ ἀληθινός, καὶ μετὰ τοῦ στερητικοῦ α ἄετος καὶ ἀνεβίβασε τὸν τόνον, τὰ γὰρ εἰς ος δισύλλαβα ἀναβιβάζουσι τὸν τόνον ἐν τῇ συνθέσει, καὶ κλίνεται ἀέτου, ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ ἄετοι, τῶν ἀέτων, καὶ ἐξ αὐτοῦ ἐπίρρημα μεσότητος ἀέτως καὶ τροπῇ τοῦ ε εἰς υ αὔτως· τὸ γὰρ α καὶ ε εἰς τὴν αυ δίφθογγον κιρνᾶται. α |
| α 1758 | αὐτόχρημα · αὐτὸ τὸ πρᾶγμα, ἄντικρυσ |
| α 1759 | αὐτοκράτωρ · παρὰ τὸ κρατῶ κράτωρ καὶ αὐτοκράτωρ. ἢ παρὰ τὸ κραίνω, τὸ τελειῶ, κράτωρ καὶ ἐν συνθέσει αὐτοκράτωρ |
| α 1760 | αὐτοκάβδαλον · Λυκόφρων, οἷον · ἀναυλόχητον αὐτοκάβδαλον σκάφος. ἀναυλόχητον μὲν, τὸ ὡς ἔτυχε φωραθὲν ἄλευρον αὐτοκάβδαλον |
| α 1761 | αὐτόματος · αὐτόκλητος· παρὰ τὸ μαστεύω, τὸ ζητῶ, μαστός καὶ ματόσ καὶ αὐτόματος παρ’ ἑτέρου ζητηθείς. ἢ παρὰ τὸ μένω, τὸ προθυμοῦμαι, μέμαμαι μέμαται ματός καὶ αὐτόματος |
| α 1762 | αὐτονυχί · ἐπίρρημα· σημαίνει δὲ τὸ ἐν αὐτῇ τῇ νυκτί |
| α 1763 | ἀϋτή · βοή |
| α 1764 | ἀϋτμή · ἀναπνοή· παρὰ τὸ ἄω, τὸ πνέω, αὔω καὶ ἐξ αὐτοῦ ἀϋτμή |
| α 1765 | ἀΰτει · ἀϋτέω ἀϋτῶ, ἀΰτεον, ἀΰτουν, ἀΰτεες ἀΰτεις, ἀΰτεε ἀΰτει |
| α 1766 | αὐχήν · ὁ τράχηλος, ἀνατείνομεν αὐτόν |
| α 1767 | αὐχμός · ἡ ξηρότης· εἴρηται παρὰ τὸν αὔξω μέλλοντα, γίνεται αὐχμός κατὰ ἀντίφρασιν αὐχμός |
| α 1768 | αὔω · τὸ φωνῶ τοῦ υ |
| α 1769 | αὔω · τὸ ξηραίνω· παρὰ τὸ ὕω, τὸ βρέχω, μετὰ τοῦ στερητικοῦ α ἀΰω καὶ κατὰ συναίρεσιν αὔω, τὸ ἐξ ἀνομβρίας γινόμενον |
| α 1770 | αὔας · ξηράς · βόας αὔας. παρὰ τὸ αὔω, τὸ ξηραίνω |
| α 1771 | αὔω · τὸ καθεύδω· εἴρηται παρὰ φασι. κυρίως γὰρ αὔω λέγεται τὸ ἕως τῆς ἕω καθεύδω |
| α 1772 | αὔως · ἡ ἠώς, τουτέστιν ἡ ἡμέρα· Σαπφώ · πότνια αὔως, καὶ Ἔσπερε, πάντα φέρων ὅσα φαινόλις ἐσκέδας’ αὔως. παρὰ τὸ αὔω, ὃ σημαίνει τὸ βοῶ, ἐπειδὴ φαινομένης αὐτῆς τὰ ζῷα φθέγγονται καὶ ἀλλήλους ἐπὶ τὰ ἔργα καλοῦσιν οἱ ἄνθρωποι |
| α 1773 | αὐτοβοεί · αὐτόθεν σὺν τῇ φωνῇ· ἢ εὐθὺς ἅμα τῇ βοῇ |
| α 1774 | αὐθέκαστος · σημαίνει τὸν ἀκριβῆ καὶ σύντομον, ὅθεν καὶ λόγους αὐθεκάστους τοὺς σαφεῖς καὶ συντόμους. τινὲς δὲ καὶ τὸν παρρησιαστὴν καὶ αὐθάδη καὶ φίλαυτον, οὐκ εὖ τὸ α μετὰ τοῦ φ |
| α 1775 | ἀφαδία · ἡ ἀπαρέσκουσα, ἐχθρά· παρὰ τὴν ἀπὸ, ἀρέσκουσα. ἀπὸ δὲ τοῦ ἁδῶ ἁδάνω, πλεονασμῷ τοῦ ν ἁνδάνω· καὶ Ὅμηρος · ἀλλ’ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ· ὡς κλῶ κλάνω, φθῶ φθάνω, οὕτως ἁδῶ ἁνδάνω. ἀφαδία οὖν ἡ ἀφανδάνουσα. καὶ ἀφάδιος ὁ ἐχθρός, παρὰ τὸ ἀφανδάνειν |
| α 1776 | ἀφάμαρτεν · δεύτερος ἀόριστος· ἁμαρτῶ ἥμαρτον ἥμαρτεν, Ἰωνικῶς ἅμαρτε καὶ ἀφάμαρτεν |
| α 1777 | Ἀφαρεύς · ὁ ἥρως· παρὰ τὸ φάρος, τὸ παρὰ τοῖς τραγικοῖς συστελλόμενον, καὶ ἐν παραγωγῇ Φαρεύς καὶ Ἀφαρεύς. ὁ δὲ Ἡρωδιανός Τυνδάρης, Ἀφιάρης καὶ Ἀμφιάραος. γέγονε δὲ καὶ τὸ Ἀφάρης ἀφάρτερος |
| α 1778 | ἀφάρτερος · ταχύτερος · τῶν δ’ ἵπποι μέν εἰσιν ἀφάρτεροι. παρὰ τὸ ἄφαρ ἀπερισκέπτως ποιεῖν τι |
| α 1779 | ἀφάσσειν · τὸ ψηλαφᾶν μασθλάσσω |
| α 1780 | ἀφαυρός · ὁ ἀσθενής, ἤτοι, ῥῆμα φάω, οἷον · φάε δὲ χρυσόθρονος Ἥρη, καὶ ἐξ αὐτοῦ ἀφαυρός, ὁ ἀλαμπὴς καὶ εὐτελής |
| α 1781 | ἄφαρ · εὐθέως, ἵεσθαι |
| α 1782 | ἄφαλον · κυνέην ταυρείην ἄφαλόν τε καὶ ἄλοφον· τὴν ἐκ ταυρείου δέρματος κατ’ ἐπιτήδευσιν, ἵνα λανθάνῃ· φαλοὶ τριχώσεις |
| α 1783 | ἀφάροτος · ἡ ἀναροτρίαστος ἄφαρος. αὐτὴ δὲ ἡ ἄροσις παρὰ τὸ αἴρειν καὶ διαίρειν. ἢ παρὰ τὸ φάρσαι, ὅ ἐστι σχίσαι· καὶ γὰρ διφάρσους φαμὲν τῆς ἐσθῆτος |
| α 1784 | ἀφασία · ἡ ἀφωνία· ἐκ τοῦ φημί φήσω πέφηκα πέφαμαι φάσις καὶ ἀφασία· παρὰ τὸ μὴ δύνασθαι λέγειν. α |
| α 1785 | ἀφελής · ὁ ὑγιὴς τὸ σῶμα καὶ ὁλόκληρος, οὕτως παρ’ Ἀθηναίοις· παρὰ, λέγεται δὲ ἀφελής ὁ εὔκολος, ὃν ἄν τις ἕλοι διὰ τὴν εὐκολίαν· Ἀριστοφάνης · διὰ τῶν ἀφελῶν παιδίων |
| α 1786 | ἀφέθησαν · ἕημι, τὸ συγχωρῶ, ἥσω ἧκα, ὁ παθητικὸς ἕμαι, ὁ παθητικὸς ἀόριστος ἕθην καὶ μετὰ τῆς προθέσεως καὶ συγκοπῇ ἀφέθην, τὸ τρίτον τῶν πληθυντικῶν ἀφέθησαν. ἢ οὕτως· ἀφίημι ἀφήσω, ὁ παρακείμενος ἀφεῖκα, ὁ παθητικὸς ἀφεῖμαι, ὁ ἀόριστος ἀφείθην καὶ συστολῇ τοῦ ι ἀφέθην, ὡς παρέθην α |
| α 1787 | Ἀφέσιος Ζεύς · εἴρηται, ὅτι Δευκαλίων ἀπὸ τῶν τὴν Ἄργου βοσκημάτων ἐκεῖ νεμομένων |
| α 1788 | ἀφέστατε · ἄποθεν καὶ χωρὶς ἑστήκατε. ἑστήκατε οὖν, καὶ κατὰ συγκοπὴν ἕστατε |
| α 1789 | ἀφεστᾶσι · ἑστήκασι, καὶ ἐν συγκοπῇ ἀφεστᾶσι. ἢ οὕτως· ἑστήκω ἑστήξω ἕστηχα ἕστηκα, ἐκβολῇ τοῦ κ καὶ τροπῇ τοῦ η εἰς α ἕσταα ἑστάασι, κράσει τῶν δύο αα εἰς α ἑστᾶσι καὶ ἀφεστᾶσιν |
| α 1790 | ἀφετήρ · ἀπὸ τοῦ ἵημι ἵεμαι ἵεται ἑτήρ καὶ ἀφετήρ |
| α 1791 | ἄφεμα · ἐκ τοῦ ἵημι ἵεμαι ἕμα καὶ ἄφεμα |
| α 1792 | ἀφ’ Ἑστίας ἄρχεται · τουτέστιν ἀπό τινος οἰκίας· ἑστίαν γὰρ οὐ μόνον τὸ σκεῦος, οὐδὲ μὴν αὐτὴν τὴν θεὰν ἐκάλουν οἱ ἀρχαῖοι, ἀλλὰ καὶ τὴν οἰκίαν, ὡς ὅταν λέγῃ · πᾶσι γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ |
| α 1793 | ἀφέωκα καὶ ἀφέωνται · ἀφίημι ἀφήσω ἀφῆκα, πλεονασμῷ τοῦ ε ἀφέηκα καὶ τροπῇ τοῦ η εἰς ω ἀφέωκα. τὸ παθητικὸν ἀφέωμαι, τὸ τρίτον τῶν πληθυντικῶν ἀφέωνται. ὁ παρακείμενος ἀφεῖκα καὶ πλεονασμῷ τοῦ ω καὶ ἐκβολῇ τοῦ ι ἀφέωκα, ὡς εἶθα εἴωθα, αἴρω αἰωρῶ, ὁ παθητικὸς παρακείμενος ἀφεῖμαι, τὸ τρίτον τῶν πληθυντικῶν ἀφεῖνται ἀφένται καὶ ἀφέωνται |
| α 1794 | ἀφερτή · ἀφερτὴ δ’ ἀρετή· ἀπὸ τοῦ φέρω γίνεται φερτός καὶ ἀφερτή |
| α 1795 | ἀφέλεσθε · ἕλω, τὸ λαμβάνω, τὸ παθητικὸν ἕλομαι ἑλόμεθα ἕλεσθε καὶ ἀφέλεσθε |
| α 1796 | ἄφενος · ὁ πλοῦτος· ἔνος, ὁ ἐνιαυτός, καὶ ἐν πλεονασμῷ τοῦ ε γίνεται ἀφενεός καὶ ἐν συγκοπῇ καὶ πλεονα. σμῷ τοῦ ι ἀφνειός. ἰστέον δέ, ὅτι ἄφενος λέγεται ὁ ἀπὸ ἑνὸς ἐνιαυτοῦ συναγόμενος πλοῦτος, ἀφενός δὲ ὀξυτόνως ὁ ἄνθρωπος ὁ πλήρης τοῦ ἀφένου. λέγεται δὲ καὶ ἀρσενικῶς καὶ οὐδετέρως |
| α 1797 | ἄφοδος · ὁ ἀπόπατος, ὁδός. λέγεται δὲ ἄφοδος καὶ ἡ ἀναχώρησις, ὥσπερ καὶ ἔφοδος τὴν ἐπέλευσιν σημαίνει |
| α 1798 | ἀφοσιοῦται · πληροῦται· ὅσιος ὁσιῶ καὶ ἀφοσιῶ |
| α 1799 | ἁφόωντα · ψηλαφῶντα· ἀπὸ τοῦ ἁφή ἁφάω ἁφῶ ἁφάοντα ἁφῶντα καὶ πλεονασμῷ τοῦ ο ἁφόωντα ὡς ἀντιόωντα |
| α 1800 | ἀφόρδιον · ἡ ἀκαθαρσία καὶ τὸ ἄξιον ἀπελασίας. εἴρηται παρὰ τὸ ἀφορίζω, τὸ χωρίζω, ἀφορίζιον, τροπῇ τοῦ ζ εἰς δ ἀφορίδιον, καὶ ἀφόρδιον κατὰ συγκοπήν, τὸ ἀφορίζεσθαι ἄξιον |
| α 1801 | ἀφεῖναι · εἴρηται εἰς τὸ θεῖναι καὶ ἀφεῖναι |
| α 1802 | ἀφῆκα · ἐκ τοῦ ἵημι, ὁ μέλλων ἥσω, ὁ ἀόριστοσ ἦκα καὶ ἀφῆκα |
| α 1803 | ἀφήμενος · πόρρω καθήμενος |
| α 1804 | ἀφήτωρ · ὁ οὐδός, ὁ τοξότης · οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει. εἴρηται ταῦτα δὲ γίνεται κατὰ τροπὴν εἰς ηρ δοτήρ · θεοί, δοτῆρες ἑάων. οὕτως ἕτης ἑτήρ καὶ ἕτωρ καὶ ἥτωρ καὶ ἀφήτωρ· ἢ. ὁμοφήτωρ, ὁ πᾶσιν ὁμοίως προφητεύων καὶ μαντευόμενος πένησί τε καὶ πλουσίοις |
| α 1805 | ἀμφίδρυφοι · δρύπτω, τὸ σπαράσσω, δρύψω δέδρυφα δρύφος |
| α 1806 | ἀφίκου · ἥκω ἵκομαι ἱκόμην ἵκου καὶ ἀφίκου. ἔστι δὲ τὸ ἱκόμην δεύτερος ἀόριστος· ἥκω ἥξω, ὁ δεύτερος ἀόριστος ἧκον, ὁ μέσος ἱκόμην ἵκου καὶ ἀφίκου |
| α 1807 | ἀφιᾶσι · ἐκ τοῦ ἵημι, τὸ δεύτερον ἵης, τὸ τρίτον ἵησι, τὸ πρῶτον τῶν πληθυντικῶν ἵεμεν, ἐξ οὗ τὸ ἀφίεμεν τὸ δεύτερον ἵετε καὶ ἀφίετε, τὸ τρίτον τῶν πληθυντικῶν ἱεῖσι, καὶ ἱέασι Ἰωνικῶς ὡς τιθεῖσι τιθέασι καὶ ἐν συνθέσει ἀφιέασι καὶ συναιρέσει Ἀττικῇ ἀφιᾶσιν |
| α 1808 | ἀφίγμεθα · ἐκ τοῦ ἥκω ἥξω, ἷγμαι ὁ παθητικὸς παρακείμενος, ἵγμεθα καὶ ἀφίγμεθα |
| α 1809 | ἀφίει · ἔστι ῥῆμα ἱῶ, ὅπερ γέγονεν ἀπὸ τοῦ ὦ κατὰ ἀναδιπλασιασμὸν ἱῶ ὡς ἀπὸ τοῦ στῶ ἱστῶ, ὁ παρατατικὸς ἵουν ἵεις ἵει καὶ ἀφίει |
| α 1810 | ἀφλοισμός · ψόφος ποιὸς ἢ ἀφρός· γέγονε παρὰ, ἀφλοισμός |
| α 1811 | ἄφλαστα · τὰ ἀκροστόλια τῆς νηός, οἷον · ἄφλαστα καὶ φώσσωνας ὠργυωμένους κατὰ ἀντίφρασιν· εὔθλαστα γάρ, κατὰ μετάθεσιν τοῦ θ εἰς φ ὅπερ λέγεται καὶ κορώνη· λέγεται δὲ κορώνη καὶ, σχῆμα |
| α 1812 | ἄφνω · τὸ ἐξαίφνης, καὶ ἐν συγκοπῇ καὶ ἀποβολῇ τοῦ σ ἄφνω |
| α 1813 | ἀφνήμων · παρὰ τὸ ἄφενος γίνεται ἄφνος κατὰ συγκοπήν, ἐκ τούτου γίνεται ῥῆμα ἀφνῶ, καὶ ἀφνήμων |
| α 1814 | ἄφνει · οἷον · ὃ δ’ ἄφνει πέποιθεν. ἔστιν ἄφενος καὶ ἀρσενικῶς καὶ οὐδετέρως· τὸ ἄφενος οὖν τὸ πλοῦτος, τοῦ ἀφένους, ἡ δοτικὴ τῷ ἀφένει καὶ ἐν συγκοπῇ ἄφνει |
| α 1815 | ἀφραδίῃσιν · ἀβουλίαις, ἀφροσύναις· ἀπὸ τοῦ φράζω ἔφραζον, ὁ μέσος παρακείμενος πέφραδα, φραδία καὶ ἀφραδία, καὶ ἐξ αὐτοῦ · ἀφραδίῃσιν· ὡς ἀπὸ τοῦ μέσου παρακειμένου λέλοιβα λοιβή. ἢ φραζία, τροπῇ τοῦ ζ εἰς δ φραδία, καὶ ἀφραδία |
| α 1816 | ἀφρός · παρὰ τὸ φρῶ γίνεται φρός καὶ μετὰ τοῦ ἐπιτατικοῦ α προϊῶ γίνεται προῶ συγκοπῇ καὶ πρῶ καὶ τροπῇ φρῶ |
| α 1817 | ἀφραίνω · ἐκ τοῦ φρήν φρενός φραίνω καὶ ἀφραίνω |
| α 1818 | ἀφραδέως · ἀνοήτως φραδής καὶ ἀφραδής ἀφραδέων καὶ ἀφραδέως |
| α 1819 | Ἀφροδίτη · παρὰ τὸ δύνειν ἀνέρχεσθαι ἐκ τῆς θαλάσσης |
| α 1820 | ἄφρεον · τὸν ἀφρὸν ἔπεμπον· ἀφρῶ ἤφρεον, Ἰωνικῶς ἄφρεον |
| α 1821 | ἀφρήτωρ · φατρίαν φυλῆς |
| α 1822 | ἀφυλίσαι · παρὰ τὴν ἰλύν, καὶ κατὰ μετάθεσιν ὕλις ὑλίζω ὑλίσαι, καὶ ἐν συνθέσει ἀφυλίσαι |
| α 1823 | ἀφυσγετόν · τὸ ἰλυῶδες ἀφυσγετός |
| α 1824 | ἀφύη · ἰχθύδιον μικρόν· εἴρηται δὲ ἑνικῶς σπανίως. Ἀριστοφάνης · οὔποτ’ ἀφύας εἶδον ἀξιωτέρας. εἴρηται δὲ παρὰ τὸ μὴ εἰς μέγεθος φύεσθαι· φύω φυή καὶ ἀφύη. ἢ ἡ ἐστερημένη γεννήσεως· οὐ γὰρ ἀπ’ ἀλλήλων γεννῶνται, ἢ ἐκ γονῆς ἰχθύων, ὡς καὶ οἱ λοιποὶ ἰχθύες, ἀλλ’ ἐπομβρίας γινομένης καὶ τῶν ποταμῶν εἰς τὴν θάλασσαν συρφετώδη ἐμβαλλόντων ἰλύν, αὗται γίνονται τῆς ἰλύος σηπομένης, ὥσπερ καὶ ἐν ταῖς κόπροις σκώληκες φύονται· φασὶ δὲ τὰς ἐγγραύλεισ |
| α 1825 | ἄφευκτος · παρὰ τὸ φεύγω πέφευγμαι φευκτός καὶ ἀφευκτός, ὡς ἔχω ἐκτός καὶ κατ’ ἔνδειαν τοῦ ε φυκτός καὶ ἄφυκτος· Ὅμηρος · καὶ οὐκέτι φυκτὰ πέλονται |
| α 1826 | ἀφυσσόμενοι · ἀφύσσω ἀφύξω, ὅθεν τὸ ἄφενος, καὶ πλοῦτον ἀφύξειν. γίνεται δὲ ἐκ τοῦ ὕω καὶ ἐν συνθέσει ἀφύσω, πλεονασμῷ ἑτέρου ς ἀφύσσω, τουτέστι τὸ ἀπό τινος ἐπιρρέοντος ἀπαντλεῖν καὶ ἀπαρύεσθαι. ἢ ἐκ τοῦ φύω, τὸ κρατῶ · ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε· μετὰ οὖν τοῦ ἐπιτατικοῦ α ἀφύω ἀφύσω, πλεονασμῷ οὖν τοῦ ἑτέρου ς ἀφύσσω μεταγομένου τοῦ χρόνου εἰς ἐνεστῶτα. ἢ ἐκ τοῦ ἀρύω, τὸ ἀπαντλῶ, καὶ τροπῇ τοῦ ρ εἰς φ ἀφύω. τὸ α μετὰ τοῦ χ |
| α 1827 | ἀχανές · «ἀχανὲς πέλαγος»· παρὰ τὸ χαίνω χανῶ χανής καὶ ἀχανής, τὸ οὐδέτερον ἀχανές, δηλοῖ δὲ τὸ λίαν κεχηνός. δηλοῖ δὲ καὶ στέρησιν τοῦ χαίνειν, οἱονεὶ ἄνεω εἶναι καὶ μὴ διᾶραι τὸ στόμα δυνάμενον |
| α 1828 | ἀχάναι · σκεῦος εἰς ἐπισιτισμὸν χρήσιμον· Ἀριστοφάνης · οὐκ, ἀλλ’ ἀχάνας οὐδ’ ἄν γε χρυσίου λέγῃ. εἴρηται παρὰ τὸ μὴ χαίνειν χάνη καὶ ἀχάνη, τοῦ α ἐπιτατικοῦ νοουμένου |
| α 1829 | Ἀχαιά · ἡ Δημήτηρ· Ἀριστοφάνης · οὐδ’ ἂν τὴν Ἀχαιὰν ῥᾳδίως ἠνέσχετ’ ἄν. εἴρηται ἀπὸ τοῦ ἄχους τοῦ ἐπὶ Περσεφόνῃ. ἢ ὅτι μετὰ μεταστᾶσιν ἐν Τανάγραις ἡ Δημήτηρ ὄναρ φανεῖσα ἐκέλευσεν αὐτοὺς ἀκολουθῆσαι τῷ γενομένῳ ἤχῳ καὶ ὅπου ἂν παύσηται, ἐκεῖ πόλιν κτίσαι· καὶ διώδευον ἀκούοντες ψόφου καὶ κυμβάλων, καὶ παυσαμένων περὶ Ἀττικὴν ἔκτισαν πόλιν καὶ ἱδρύσαντο ἱερὸν Ἀχαιᾶς Δήμητρος |
| α 1830 | ἀχαιϊνέα · ἡ ἔλαφος· Ἀπολλώνιος · ἥν τ’ ἀγρόται ἀχαιϊνέαν καλέουσιν· ἀπὸ Ἀχαιϊνέας, μεγάλων |
| α 1831 | Ἀχαιμένης · ὁ ἥρως, ἀφ’ οὗ καὶ οἱ Πέρσαι Ἀχαιμενίδαι· ὠνόμασται δὲ ἀπὸ τοῦ εἶναι τὸν προπάτορα αὐτοῦ ἀπὸ Ἀχαΐας |
| α 1832 | ἄχερδος · ἡ ἀγρία ἄπιος, ἄχερός τις οὖσα, ἡ δυσχερὴς, τοῦ δ ἄχερδος |
| α 1833 | ἀχερδούσιος · οἷον · μοχθηρὸς ὢν καὶ τὴν γνώμην ἀχερδούσιος, ἀντὶ τοῦ σκληρός |
| α 1834 | Ἀχερουσία · λίμνη πλησίον Ἡρακλείας Πόντου |
| α 1835 | ἀχερωΐς · ἡ λεύκη τὸ δένδρον τῷ Ἀχέροντι ποταμῷ πεφυκὸς λέγει. ἢ παρὰ τὸ τὰ ἄχεα ῥεῖν |
| α 1836 | Ἀχέρων · ὁ ἐν Ἅιδου ποταμός· παρὰ τὸ ἐστερῆσθαι χαρᾶς τοὺς ἐκεῖ κατιόντας. ἢ ὁ τὰ ἄχεα ῥέων |
| α 1837 | Ἀχελῷος · σὺν τῷ ι ἐπειδὴ, τρέπουσιν· εἰώθασι γὰρ τοῦτο ποιεῖν, οἷον διὰ τοῦ ωος |
| α 1838 | ἀχέων · λυπούμενος· παρὰ τὸ ἄχος ἀχέων. ἢ ἀπὸ τοῦ ἀχεύων |
| α 1839 | ἀχῆνες · οἱ πένητες, ἠχεῖν |
| α 1840 | ἀχηρής · ὁ λυπηρός· γέγονε δὲ ἐκ τοῦ ἄχαρις ἐκτάσει τοῦ α εἰς η ἀχηρίς, καὶ διὰ τοῦτο ὀξύνεται· οὐ γάρ ἐστι τύπου διὰ τοῦ ηρης. ὁ τόνος οὖν ἐλέγχει τὸ σχῆμα, ὅτι οὐκ ἀπὸ τοῦ ἄχος ἀχήρης, ὡς ξίφος ξιφήρης, ἀλλ’ ἀπὸ τοῦ χαίρω |
| α 1841 | ἄχθος · ἄχος τί ἐστι καὶ πλεονασμῷ τοῦ θ ἄχθοσ. ἢ ἀπὸ τοῦ θέω θοός, καὶ ἄθοος ἄθος, καὶ ἄχθος |
| α 1842 | Ἀχιλλεύς · παρὰ τὸ ἢ διὰ τὸ ἄχος ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν. ἢ διὰ τὸ μὴ θιγεῖν χείλεσι χιλῆς, ὅ ἐστι τροφῆς |
| α 1843 | ἄχλαξ · ἡ λιθώδης, λίθος |
| α 1844 | ἀχλύς · σκοτία, λυπεῖν |
| α 1845 | ἀχνάσδημι · ἀχῶ ῥῆμα, παράγωγον ἀχάζω ἀχάζημι, τροπῇ τοῦ ζ εἰς δ καὶ ς καὶ πλεονασμῷ τοῦ ν ἀχνάσδημι |
| α 1846 | ἄχνη · πᾶσα λεπτότης ὑγροῦ ἐπιπολάζων τῷ κύματι ἀφρός· ἐπὶ δὲ καὶ τομόν |
| α 1847 | ἀχνύς · ἡ λύπη· παρὰ τὸ ἄχος γίνεται παρώνυμον ῥῆμα ἀχῶ, ἀχύω παράγωγον, ἀχύσω ἀχύς καὶ πλεονασμῷ τοῦ ν ἀχνύς |
| α 1848 | ἀχνύμενος · ἔστιν ἄχος, καὶ ἐν πλεονασμῷ τοῦ ν ἀχύνω, ὥσπερ δύω δύνω καὶ θύω θύνω, καὶ ἐν ὑπερβιβασμῷ τοῦ ν ἀχνύω. ἐκ δὲ τούτου παράγωγον ἄχνυμι, ὁ παθητικὸς ἄχνυμαι καὶ ἀχνύμενος, ὥσπερ ὀρῶ ὀρύω ὀρύνω ὄρνυμι ὄρνυμαι ὀρνύμενοσ |
| α 1849 | ἄχος · ἡ λύπη· παρὰ τὸ διαχεῖσθαι ὑπὸ τῆς ἡδονῆς. ἢ παρὰ τὸ ἔχω κατὰ ἀντίφρασιν, ὃ οὐ θέλει τις ἔχειν. ἢ παρὰ τὸ χῶ, τὸ χωρῶ, γίνεται χός καὶ μετὰ τοῦ στερητικοῦ α ἄχος. ἢ παρὰ τὸ χέω μετὰ τοῦ στερητικοῦ α ἡ μὴ διαχέουσα τὴν ψυχήν, ἀλλὰ συνέχουσα |
| α 1850 | ἄρχαντον · ἀμόλυντον· παρὰ τὸ χραίνω χρανῶ ἥψατο, κατὰ συγκοπὴν ἄχραντον. ἢ τὸ μηδέπω ἐν χρείᾳ γεγονός |
| α 1851 | ἀχράς · ἡ ἄπιος ἡ ἀγρία· εἴρηται παρὰ, ἐν χρείᾳ γενομένη |
| α 1852 | ἀχρεῖος · ἐκ τοῦ χρεία. καὶ ὤφειλεν εἶναι ἄχρειος κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκῶν συντιθέμενα προπαροξύνονται, οἷον πύλη Εὐρύπυλος, κεφαλή ἀκέφαλος, ἑστία ἀνέστιος· οὕτως οὖν καὶ χρεία ἄχρειος. ὡς οὖν εἴπομεν «ἐκ τοῦ χρεία μετὰ τοῦ στερητικοῦ α ἀχρεῖος», οὗ μὴ ἔχει τις χρείαν, καὶ ἐξ αὐτοῦ ἀχρεῖον τὸ οὐδέτερον. ἀπὸ δὲ ὀνόματος μετήχθη εἰς ἐπίρρημα |
| α 1853 | ἀχρήϊος · ἔστι κτητικὸν ἀχρεῖος, ἀχρήϊος κατὰ ἔκτασιν τοῦ ε εἰς η καὶ διαστάσει τοῦ ι ὡς βασίλειος βασιλέϊος βασιλήϊοσ |
| α 1854 | ἀχρεῖον · ἔστι ῥῆμα χραύω χραύσω, ὡς ψῶ ψαύω, λῶ λαύω καὶ ἀπολαύω, οἷον · χραύσει μέν τ’ αὐλῆς ὑπεράλμενος οὐδὲ δαμάσσει· ἀφ’ οὗ καὶ τὸ ἔχραε, τὸ ἐπεβάρυνεν ἀχρής καὶ ἀχρεῖος καὶ ἐξ αὐτοῦ ἀχρεῖον τὸ οὐδέτερον τὸ ἀσθενὲς καὶ βάρους ἀμέτοχον, καὶ μετάγεται εἰς ἐπίρρημα, οἷον · ἀλγήσας δ’ ἀχρεῖον ἰδὼν ἀπεμόρξατο δάκρυ, ἀντὶ τοῦ ἀσθενῶς καὶ ταπεινῶς. ἐπὶ δὲ τῆς Πηνελόπης, οἷον · ἀχρεῖον ἥ δ’ ἐγέλασεν, ἐπίπλαστον διανοίγειν |
| α 1855 | ἄχρι · ἕως, τοῦ μ καὶ μετάθεσιν τοῦ ε εἰς α |
| α 1856 | ἀχυρμιαί · οἱ τόποι, εἰς οὓς τὰ ἄχυρα ἀποτίθενται, οἱονεὶ ἀχυριαί τινες οὖσαι, καὶ πλεονασμῷ τοῦ μ ἀχυρμιαί |
| α 1857 | ἄχυρον · ἡ ἀλλοιωθεῖσα τοῦ στάχυοσ καλάμη ἄχυρον λέγεται ἀέχυρόν τι ὄν, οὐδὲν ἔχον ἐχυρόν |
| α 1858 | ἀχύνετον · σημαίνει τὸ πολύ· Νίκανδρος · πῦρ μὲν ἀείζωον καὶ ἀχύνετον ἔτρεσεν ὕδωρ· τὸ πολύχυτον ὕδωρ· ὅπου γὰρ ἐὰν ᾖ, σβέννυται τὸ ὕδωρ. ἀπὸ οὖν τοῦ χύω χύνω χύνετον καὶ ἀχύνετον τοῦ α ἐπιτατικοῦ ὄντος |
| α 1859 | ἀχόρα · ἀρσενικῶς, σημαίνει δὲ τὰ ἐν τῇ κεφαλῇ καὶ τῷ γενείῳ πίτυρα· Ἀριστοφάνης · ἀδαχῆ γὰρ αὐτοῦ τὸν ἀχόρα ἐκλέγετ’ ἀεὶ ἐκ τοῦ γενείου. παρὰ τὸ ἄχνη ἀχνώρ καὶ ἀποβολῇ τοῦ ν ἀχώρ. κλίνεται δὲ ἀχῶρος, ὡς ἰχώρ ἰχῶρος, τοῦ σεσηπότος αἵματος. τὸ α μετὰ τοῦ ψ |
| α 1860 | ἅψεα · κυρίως, ἅψον καὶ ἅψεα· ἀπὸ τοῦ ἐφάπτεσθαι ἀλλήλων |
| α 1861 | ἀψεγέως · ἀμέμπτως· ἀπὸ τοῦ ψέγω ψεγής καὶ ἀψεγής ἀψεγέως |
| α 1862 | ἀψίνθιον · εἶδος βοτάνης πικρᾶς· τινὲς δὲ τῶν κωμικῶν ἀπίνθιον αὐτὸ λέγουσι, καὶ ἔστιν ἀπίνθιον, ὃ οὐκ ἄν τις πίῃ διὰ τὴν πικρότητα. ἢ ἐκ τοῦ ἅπτω ἅψω, οὗ οὐδεὶς ἅπτεται |
| α 1863 | ἀψίς · σημαίνει καὶ τὸν δεσμὸν καὶ τοῦ τροχοῦ τὸ ἐπικαμπὲς ξύλον· καὶ τὸν μὲν δεσμόν · μήπως ὡς ἀψῖσι λίνου· παρὰ τὸ ἅπτω, τὸ σημαῖνον τὸ δεσμῶ, οἷον · βοέους δ’ ἐξῆπτεν ἱμάντας. τὸ δὲ σημαῖνον τοῦ τροχοῦ τὸ ξύλον · τρισπίθαμον δ’ ἄψιν τάμνειν. καὶ αὐτὸ παρὰ τὸ ἅπτω, βαρύνεσθαι καὶ συστέλλειν τὸ ι · τὰ γὰρ εἰς ις ἀπὸ μελλόντων γινόμενα καὶ βαρύνονται καὶ συστέλλουσι τὸ ι · πράξω πρᾶξις, λέξω λέξις. εἰ οὖν ἀπὸ τοῦ ἅψω μέλλοντος, ὤφειλε βαρύνεσθαι καὶ συστέλλειν τὸ ι ὅθεν Ἡσίοδος ἀναλογώτερον εἴρηκε · τρισπίθαμον δ’ ἄψιν. ἔστιν οὖν εἰπεῖν, ἐπειδὴ, τὸν τόνον, σφραγίς κνημίς ψηφίς. κρηπίς· οὕτως οὖν καὶ ἁψίς. γράφεται δὲ διὰ τοῦ ι · τὰ γὰρ εἰς ις ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν κοινολεκτούμενα ἀποστρέφονται τὴν ει δίφθογγον, κρηπίς ῥανίς σανίς βολίς θυρίς ἁψίσ. πρόσκειται «ὀξύτονα» διὰ τὸ κατάκλεις καὶ ἀντήρεις. πρόσκειται «θηλυκά» διὰ τὸ τυφθείς. πρόσκειται «ὑπὲρ μίαν συλλαβήν» διὰ τὸ κλείς. πρόσκειται «κοινολεκτούμενα», τὸ γὰρ εὐσεβής καὶ εὐγενής διὰ τῆς ει διφθόγγου γράφουσιν οἱ Βοιωτοί |
| α 1864 | ἄψορρον · ὀπισθόρμητον τὸ ὁρμῶ, πλεονασμῷ τοῦ ρ ποιητικῶς. ἔστι δὲ ἐπίρρημα μεσότητος |
| α 1865 | ἀψοφέως · ἐκ τοῦ ψόφος ἄψοφος ἀψόφων ἀψόφως καὶ πλεονασμῷ τοῦ ε ἀψοφέως |
| α 1866 | ἀψοφητί · ἀντὶ τοῦ ἀψόφως· ἐκ τοῦ ψοφῶ ψοφήσω. διαφέρει δὲ ψοφεῖν κόπτειν καὶ κλαυσιᾶν· κόπτειν μὲν γάρ ἐστι τὸ ἐκ τῶν ἔξωθεν παραγενόμενόν τινα κροῦσαι τὴν θύραν· ψοφεῖν δὲ τὸ ἐν τῷ ὑπανοῖξαι αὐτήν, ὥστε εἰσελθεῖν ἢ ἐξελθεῖν ἀποτελέσαι κτύπον· κλαυσιᾶν δὲ τὸ ὑπ’ ἀνέμων ῥιπιζομένην αὐτὴν καὶ τῇδε κἀκεῖσε περιφερομένην τρύζειν |
| α 1867 | Ἄψυρτοι · ἔθνος Σκυθικόν, ὧν ἐν τῇ γῇ κεῖται τὸ σῶμα |
| α 1868 | ἄψ · σημαίνει δὲ τὸ εἰς τοὐπίσω, λέγει εἶναι αὐτὸ ἄοψ, τὸ μὴ ὀπτόν· τὰ γὰρ ὀπίσω οὐ θεωρητά· ἄοψ. οὖν καὶ ἄψ. Ἡρωδιανὸς δὲ μηδέποτε πλεονάζειν διπλᾶ. τὸ α μετὰ τοῦ ω |
| α 1869 | Ἀῷος · ποταμὸς βασιλεύσαντος καὶ ὄρος τι ὠνομάσθη Ἀῷον. ἢ διὰ τὸ πρὸς τὴν ἠῶ τετραμμένην ἔχειν τὴν ῥύσιν. ἢ διὰ τὸ τὴν Κιλικίαν Ἀῷαν πάλαι λέγεσθαι |
| α 1870 | ἄωρος · ὦρος ὁ ὕπνος· Σαπφώ · ὀφθαλμοῖς δὲ μέλαις νυκτὸς ἄωρος. ἢ ἄωρον τὸν ὕπνον τὸν μηδενὸς φροντίζοντα· ὤρα γὰρ ἡ φροντίς. ἢ τὸν ἀώριον γινόμενον, παρὰ Ἀττικοῖς οἱ ὦροι. Καλλίμαχος δὲ κατὰ μετάληψιν τοὺς ἀγρίους· ἄωρον γὰρ τὸ ὠμόν, τὸ δὲ τὸν μὴ ὅρον ἔχοντα. ἢ τοὺς ἄγαν ὀρούοντας |
| α 1871 | ἄωρες · αἱ γυναῖκες· παρὰ τὸ ὁμοῦ ἀρηρέναι καὶ συνηρ. μόσθαι τῷ ἀνδρί. καθ’ ὑπέρθεσιν παρὰ τὸ ὀαρίζειν, ἔνθεν καὶ τὸ ὀάρων ἕνεκα σφετεράων. παρὰ τὸ ὀαρίζω τὸ συνουσιάζω ὀάρης, συναλοιφῇ ὤρα · ἀμυνέμεναι ὤρεσιν. ἔστιν οὖν ὑπέρθεσις ὤαρ καὶ ὦρ, ὥστε εἶναι τὴν ἀκόλουθον εὐθεῖαν ὄαρ, ὡς δάμαρ, καὶ ἄορ καὶ ὤρ |
| α 1872 | ἄωρτο · ὁ Ἡρωδιανὸς λέγει, ὅτι σημαίνει τὸ ἥρμοστο, τουτέστι παρὰ τοῦ ξίφους, καὶ γίνεται παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων Αἰολικῶς ἄρσω, ὁ παρακείμενος ἦρκα ἦρμαι ἤρμην ἦρσο ἦρτο, Ἰωνικῶς ἄρτο καὶ πλεονασμῷ τοῦ ω ἄωρτο, ὥσπερ εἶθα εἴωθα. τινὲς δὲ λέγουσι τὸ ἐκρέματο· καὶ γίνεται ἐκ τοῦ αἴρω, τὸ κουφίζω καὶ κρεμῶ, ὁ μέλλων ἀρῶ, Αἰολικῶς ἄρσω, ἦρκα ἦρμαι ἤρμην ἦρσο ἦρτο, τροπῇ τοῦ μακροῦ εἰς μακρὸν ὦρτο, καὶ πλεονασμῷ τοῦ α ποιητικῶς ἄωρτο. α |
| α 1873 | ἄωτον · λίνοιό τε λεπτὸν ἄωτον· περιφραστικῶς λινοῦν περιβόλαιον |
| α 1874 | ἄωτον · κεκαλυμμένος οἰὸς ἀώτῳ. σημαίνει δὲ τὸ ἄνθος καταχρηστικῶς. καὶ ἴσως ἀπὸ, τοῦ ὕπνου. ἄωτον τὸ ἄνθος καὶ ἡ ἡλικία. ἀπὸ δὲ τοῦ ἄκρου, τοῦ ὑψηλοῦ, τὸ σπουδαῖον σημαίνει καὶ τὸ ἀκρωτήριον. τὸ δὲ ἄνθος δηλοῖ ἱμάτιον, δέρμα |
| α 1875 | ἀωτεῖς · Ὅμηρος · τί πάννυχον ὕπνον ἀωτεῖς; ἀντὶ τοῦ τὸ κάλλιστον τοῦ ὕπνου ἀπανθίζῃ καὶ συλλέγεις |
| α 1876 | ἀωρία · ἐκ τοῦ ἄωρος ἀωρία, τὸ δὲ ἄωρος ἐκ τοῦ ὥρα, ὃ σημαίνει τὸν καιρόν. ΑΡΧΗ ΣΥΝ ΘΕΩΙ ΤΟΥ Β ΣΤΟΙΧΕΙΟΥ |
| β 1 | βαβάκτης · ὀρχηστής, λάλος, μανιώδης παρὰ τὸ βάζω, τὸ λαλῶ, βάζω βέβαγμαι βέβακται βάκτης, κατὰ ἀναδιπλασιασμὸν βαβάκτης, ὁ πολλὰ λαλῶν |
| β 2 | Βαβυλών · πόλις Ἀσσυρίας Καλὰ γὰρ καλεῖται. καὶ ἐν διπλασιασμῷ Βαβυλών τροπῇ τοῦ η εἰς υ ὡς ἁλμηρός ἁλμυρός, τηρός τυρόσ |
| β 3 | βάβαξ · λάλος, φλύαρος· Ἀριστοφάνης · κατ’ οἶκον ἐστρωφᾶτο μισητὸς βάβαξ. παρὰ τὸ βάζω βάξω βάξ καὶ κατὰ ἀναδιπλασιασμὸν βάβαξ |
| β 4 | βάδην · βάδην ἀπιόντος, ἠρέμα παραγενομένου. ἢ θᾶττον ἢ ταχέως· Μένανδρος · τὸ δὴ λεγόμενον τοῦτο «θᾶττον ἢ βάδην». εἴρηται παρὰ τὸ βαίνω βάδην ὡς τείνω τάδην |
| β 5 | βαθυκόλπων · πέπλος, ἀπὸ τοῦ ἐκ τῆς ζώσεως κολπώματος |
| β 6 | Βάθυλλος · ὄνομα κύριον, ὁ ἐρώμενος Ἀνακρέοντος. γέγονε δὲ ὑποκοριστικόν· ὡς γὰρ, Ἀρίστυλλος καὶ Θρασυκλῆς Θράσυλλος, οὕτως Βαβυκλῆς Βάθυλλος |
| β 7 | βαθυλείμων · βαθεῖς λειμῶνας ἔχουσα· καὶ κλίνεται βαθυλείμων βαθυλείμωνος |
| β 8 | βαθυζώνους · βαρβάρων ζώννυσθαι |
| β 9 | βάθρον · τὸ θεμέλιον· καὶ βάραθρα, ἀγάλματα. παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται παράγωγον ῥῆμα βῆμι καὶ βίβημι, ῥηματικὸν ὄνομα βάτρον καὶ βάθρον, ἐφ’ ᾧ ἔστι βαίνειν |
| β 10 | βάθος · παρὰ τὸ μετὰ βίας θέειν |
| β 11 | βάζω · τὸ λέγω· παρὰ τὸ βοή βοάζω, ὡς σχολή σχολάζω, κραυγή κραυγάζω, καὶ συγκοπῇ βάζω, ὡς παρὰ τὸ θῶ, τὸ σημαῖνον τὸ ὀξύνω, γίνεται θοήγω καὶ συγκοπῇ θήγω |
| β 12 | βακέω · τὸ μεθύσκομαι. καὶ βακχευτής· ὁ μεθυστής. γέγονε παρὰ τὸ βάκχος, ὃ σημαίνει τὸν οἶνον, τοῦτο δὲ παρὰ τὸ βαίνω, καὶ τὸ ἄχος· ὁ γὰρ ἔχων λύπην καὶ εἰς μέθην ἐμπίπτων ἀφίησιν αὐτὸν ἡ λύπη· ὑπερέβη γὰρ τὴν λύπην ἡ μέθη |
| β 13 | Βαιόν · ὃ λέγεται καὶ ἠβαιόν· ἔστι δὲ τριγενὲς ὁ βαιός ἡ βαιά τὸ βαιόν· παρὰ τὸ βῶ, τὸ βαίνω, βαιόν, οὗ ἐστιν. ἐπ’ ὀλίγον βῆναι. ἢ παρὰ τὸ ἥβην, ἡβαιός, λήγει, ἀφ’ οὗ παρώνυμον ἠβαιός, ὀξύνεται δὲ ὡς τὸ γηραιός δηναιός, ἵνα μὴ βαρυνόμενον σχῇ κτητικὸν τύπον, ὥσπερ Ῥώμη Ῥωμαῖος. οἱ δὲ παρὰ τὸ βῶ, τὸ κατ’ ὀλίγον οὕτως βαῖνον. ἐὰν μὲν οὖν παρὰ τὸ βῶ, βαιός καὶ ἠβαιόσ πλεονασμῷ τοῦ η ὡς μύω ἠμύω, τὸ ἐπικλίνω· ἐὰν δὲ παρὰ τὴν ἥβην, ἡβαιός, ἐξ οὗ καὶ τὸ βαιός κατὰ ἀποβολὴν τοῦ η. ἠβαιόν |
| β 14 | βαίτυλος · λίθος γινόμενος τῆς Ἡλιουπόλεως. βαίτυλος δὲ ἐκλήθη καὶ ὁ λίθος, ὃν ἀντὶ Διὸς ὁ Κρόνος κατέπιεν ἐπέδωκε· παρὰ τὸ βαίτη βαίτυλος, βαίτη δὲ λέγεται ἡ διφθέρα |
| β 15 | Βαιαί · ὡς Αἰγαί· Βαιαί δὲ αἱ ἐν Ἰταλίᾳ· ἀπὸ Βαίου τοῦ Ὀδυσσέως κυβερνήτου ἐκλήθη τελευτήσαντος κατὰ τὴν Ἄορνιν τῆς Ἰταλίας. τὸ ἐθνικὸν Βαιάτης. Βαία |
| β 16 | βάκηλος · εἰς μὲν τὸ λεξικὸν εὗρον σημαῖνον οὕτω· μέγας, καὶ τροπῇ τοῦ ο εἰς η βάκηλος. Ἐπαφρόδιτος δὲ τὸν αἰδοῖον μὴ ἔχοντα· κῆλον γὰρ τὸ αἰδοῖον, ἔνθεν καὶ κήλων ὁ συνουσιαστικός, ἵν’ ᾖ ἄκηλος καὶ ἐν πλεονασμῷ τοῦ β βάκηλος |
| β 17 | βακτηρία · εἴρηται, τουτέστι στήριγμα εἶναι τοῦ περιπατεῖν καὶ βαδίζειν εὐκόλως. ἢ παρὰ τὸ τὴν βάσιν τηρεῖν |
| β 18 | βάκχος · μαινόμενος. παρὰ τὸ βάζω βάξω βάχος καὶ πλεονασμῷ τοῦ κ βάκχος, τῇ φωνῇ χρῶνται |
| β 19 | βαλανεῖον · τινὲς μὲν λέγουσιν ὅτι παρὰ τὸ ἀποβάλλειν τὰς ἀνίας, οὐ λέγουσι δὲ γράφεσθαι. ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι παρὰ τὸ τὰς βαλάνους αὔειν, τουτέστι τὰς δρῦς· οὕτως γὰρ καλοῦνται οἱ δρῦς· οἱ δὲ παλαιοὶ πᾶν ξύλον βάλανον ἐκάλουν μεταφορικῶς ἀπὸ τοῦ δρυός. Ἐπαφρόδιτος δὲ παρὰ τὸ αὔω, τὸ σημαῖνον τὸ καίω. τὰ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ ειον γινόμενα οὐδέτερα διὰ τῆς ει διφθόγγου γράφεται· κουρεύς κουρεῖον, γραμματεύσ γραμματεῖον, κναφεῖον, γραφεῖον. ἢ καὶ τὰ διὰ τοῦ ειον οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς πρὸ μιᾶς τὸν τόνον ἔχοντα διὰ τῆς ει διφθόγγου γράφεται· μαγειρεῖον πατριαρχεῖον ἰατρεῖον ὀρφανοτροφεῖον ἰαμβεῖον βυρσοδεψεῖον ἐπισκοπεῖον· οὕτως καὶ βαλανεῖον. πρόσκειται «μονογενῆ» διὰ τὸ ἐναντίον· «πρὸ μιᾶς, τὸν τόνον ἔχοντα» διὰ τὸ αἰπόλιον καὶ λαφυροπώλιον καὶ ἀρτοπώλιον, ταῦτα γὰρ διὰ τοῦ ι · «ὑπὲρ τρεῖς συλλαβάς» διὰ τὸ παιδίον, οὐκ ἀναστρέφοντος τοῦ κανόνος, οὐ γὰρ πάντα τὰ τρισύλλαβα διὰ τοῦ ι γράφεται, ἰδοὺ γὰρ τὸ πτωχεῖον καὶ τὸ πρωτεῖον καὶ τὸ πορνεῖον καὶ τὸ δευτερεῖον διὰ τῆς ει διφθόγγου γράφεται, ἀπὸ γὰρ τῶν διὰ τοῦ ευω εἰσί |
| β 20 | Βαλιός · ὄνομα τοῦ ἵππου τοῦ Ἀχιλλέως. σημαίνει δὲ καὶ τὸ ποικίλον· καὶ· βαλιὰν ἔλαφον φησι. παρὰ τὸ πάλλεσθαι ταχέως. ἢ φάλιός τις. ὤν, ὁ λευκομέτωπος. βαλιαί δὲ αἱ οἷον · βαλιαῖς ἀσκαίρων Ἁρπυίαις |
| β 21 | βάλλις · εἶδος φυτοῦ ἢ ἄνθους, ὃ δοκεῖ ποιεῖν ἀναζῆν τοὺς τεθνεῶτας· βίαλλος, οἱονεὶ ἡ βίον ἄλλον ποιοῦσα |
| β 22 | βάλλε · ὥσπερ ἀπὸ τοῦ ἄγε προστακτικοῦ ῥήματος μετατιθεμένου γίνεται ἐπίρρημα παρακελευστικόν, οἷον «ἄγε δή μοι, ὦ Μοῦσα», καὶ ἀπὸ τοῦ φέρε προστακτικοῦ μετατιθεμένου γίνεται ἐπίρρημα φέρε, οὕτω καὶ ἀπὸ τοῦ ἔβαλον ἔβαλες ἔβαλε, οὗ τὸ προστακτικὸν βάλε, μετατιθεμένου γίνεται σχετλιαστικὸν ἐπίρρημα ἀντὶ τοῦ φεῦ, οἷον · βάλλε βάλλε κήρυκος φωνήν. τοῦτο πλεονάζοντος τοῦ α καὶ αὐτὸ σχετλιαστικόν ἐστιν, οἷον. · ἀβάλε, ὡς παρὰ τῷ ποιητῇ · ἆ δειλέ |
| β 23 | βαλβίς βάσις ταπεινὴ, δύο, ἀφ’ ὧν σχοινία διατείνεται· ἀφ’ ἧς βαλβῖδος ἐξέτρεχον οἱ ἀγωνιζόμενοι· Λυκόφρων · ἐγὼ δ’ ἄκραν βαλβῖδα μηρίνθου σχάσας. παρὰ τὸ βῶ βαλβίς. λέγεται δὲ βαλβὶς ἡ ἀρχή, ἀπὸ τῶν δρομέων· ἡ γὰρ ἀπὸ ὕσπληγος γενομένη γραμμὴ διὰ τὸ ἐπ’ αὐτοὺς βεβηκέναι |
| β 24 | βάμμα Κυζικηνόν · τὴν λέγουσι |
| β 25 | βάζω · τὸ λέγω· παρὰ τὸ βοῶ βάζω. ἐκ δὲ τοῦ βάζω γίνεται βράζω πλεονασμῷ τοῦ ρ. δύναται εἶναι καὶ βάζω |
| β 26 | βαλανάγρα · ἡ κλείς μάγγανον |
| β 27 | βαμβαίνει · διστάζει φθέγγεται. εἴρηται ἀπὸ μεταφορᾶς τῶν ποδῶν τῶν μὴ ἑδραίαν τὴν βάσιν ἐχόντων· οἱ γὰρ, ὁ ποιητής · ἀλλὰ μετοκλάζει καὶ ἐπ’ ἀμφοτέρους πόδας ἵζει. ἔστιν οὖν βῶ βαίνω βαμβαίνω |
| β 28 | βαθυλήϊος · ἀντὶ τοῦ πολυλήϊος, πολύσιτος |
| β 29 | βάναυσος · πᾶς τεχνίτης ὁ διὰ ἡ κάμινος. εἴρηται παρὰ τὸ τὰς βαύνους αὔειν, τουτέστι τὰς καμίνους καίειν. ἢ βάναυσος ἀπὸ τοῦ βαίνειν ἐν τῷ αὔσῳ, καὶ τῷ πυρί· ἀπὸ γὰρ αὔω, τὸ καίω, αὔσω αὖσον, τὸ πῦρ· ἤγουν ὁ διὰ πυρὸς ἐνεργῶν. Σοφοκλῆς · οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην |
| β 30 | βάν · Ὅμηρος · βὰν δ’ ἴμεν, ἀντὶ τοῦ ἐπορεύοντο ἐλθεῖν. ἐκ τοῦ βῶ, τὸ βαίνω, παράγωγον βῆμι, ὁ παρατατικὸς βῆν· οἱ γὰρ ποιηταὶ συναρχομένους ποιοῦσι τοὺς παρωχημένους τοῖς ἐνεστῶσι· βῆς βῆ βάτον βάτην βάμεν βάτε βάσαν καὶ συγκοπῇ βάν |
| β 31 | βάξις · σημαίνει τὴν φήμην καὶ τὴν ῥῆσιν· Μίμνερμος · καί μιν ἐπ’ ἀνθρώπους βάξις ἔχει χαλεπή. παρὰ τὸ βάζω βάξω βάξις |
| β 32 | βάπτω · παρὰ τὸ βῶ, τὸ βαίνω· τρόπον γάρ τινα βαίνει κατὰ τοῦ ὑποκειμένου τὸ δευσοποιὸν χρῶμα |
| β 33 | βάραθρον · τόπος ἔχων ἰσχυρά, ὑπόχαυνα δὲ τὸ ἄβατον |
| β 34 | βάρβιτος · εἶδος ἐκέχρηντο |
| β 35 | βάρβαρος ὠνοματοπεποίηται, καὶ τραχείᾳ χρῆσθαι |
| β 36 | βάρδιστος · βραδύτατος· παρὰ τὸ βάρος βαρύς γίνεται βαρδύς πλεονασμῷ τοῦ δ, καὶ ἐν ὑπερθέσει βραδύς, εἶτα βραδίων βράδιστος καὶ ἐν ὑπερθέσει βάρδιστος |
| β 37 | βαραγχιᾶν · ἀντὶ τοῦ Ἀττικοῖς, ἤγουν τὸ ὑποσάπρῳ καὶ βραχείᾳ κεχρῆσθαι φωνῇ |
| β 38 | Βαρδίνης · ποταμός· παρὰ ὤν |
| β 39 | βαρκάζειν · τὸ βαρβαρίζειν· εἴρηται ἀπὸ τῶν Βαρκάνων, οἵ εἰσι βάρβαροι· ἦν οὖν καραβάζειν καὶ ἐν ὑπερθέσει βαρκάζειν |
| β 40 | βαρύθω · ἀπὸ τοῦ βαρύς βαρύω καὶ πλεονασμῷ τοῦ θ βαρύθω |
| β 41 | βάσκ’ ἴθι · ὡς ἄπιθί τινες λέγουσι καὶ οὐχὶ βάσκ’ ἴθι ἐν παραθέσει. ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς μι λήγοντα μετὰ προθέσεων συντιθέμενα τὴν ει δίφθογγον φιλεῖ οἷον μέτειμι καὶ σύνειμι καὶ ἔξειμι· ὁμοίως καὶ μετὰ τῶν λοιπῶν προθέσεων τὸ εἶμι συντιθέμενον προπαροξύνεται, τὸν αὐτὸν τρόπον καὶ ἄνιθι ἔξιθι πάριθι καὶ τὰ τοιαῦτα. μετ’ ἄλλων δὲ λέξεων συντιθέμενα οὐδαμῶς· διὰ τοῦτο οὐ δεύριθι. φαμὲν ἀλλὰ δεῦρ’ ἴθι καὶ μάλ’ ἴθι καὶ τότ’ ἴθι· οὕτως οὐδὲ βάσκιθι ἀλλὰ βάσκ’ ἴθι, οὐ γὰρ μετὰ προθέσεως σύγκειται. τὸ οὖν ἴθι ἀπὸ τοῦ εἶμι τὸ πορεύομαι. καὶ πάλιν ἕτερος κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς θι παραχθέντα προστακτικὰ κατ’ ἀρχὴν οὐ συντίθενται πλὴν τῶν προθέσεων, ὥστε δῆλον ἐν παραθέσει δεῖ αὐτὸ ἀναγινώσκειν. τὸ δὲ βάσκε ἀπὸ τοῦ βάσκω, τοῦτο δὲ παρὰ τὸ βῶ βήσω, πλεονασμῷ τοῦ κ βήσκω καὶ τροπῇ τοῦ η εἰς α βάσκω. ἢ ἐκ τοῦ βῶ βάσω, ἐξ οὗ καὶ βάσις, πλεονασμῷ τοῦ κ βάσκω, ὡς φῶ φάσω φάσκω. καὶ ἐπειδὴ οὐδέποτε βαρύτονος μέλλων διὰ τοῦ κ ἐκφέρεται, μετάγεται εἰς ἐνεστῶτα. β |
| β 42 | βασκέμεν · ῥῆμα ἀπαρέμφατον. καὶ οἱ Δωριεῖς τὰ εἰς ειν ἀπαρέμφατα διὰ τοῦ εμεν προφέρουσι οἷον τύπτειν τύπτεν τυπτέμεν, βάσκειν βάσκεν βασκέμεν καὶ ἕτερα. γίνεται δὲ ἐκ τοῦ βῶ βάσκω, καὶ ἐπειδὴ τὰ ῥήματα τῆς δευτέρας συζυγίας τῶν περισπωμένων διὰ τοῦ ασκω γίνονται, οἷον γενειῶ γενειάσκω, γοῶ γοάσκω, ἀλῶ ἀλάσκω καὶ κατὰ παραγωγὴν ἀλασκάζω, ἠλάσκαζον, βοῶ βοάσκω, οὕτως βῶ βάσκω. β |
| β 43 | βασιλεύς · παρὰ τὸ βαίνειν ἵλεως. ἢ παρὰ τὰ κτήματα καὶ πολυπάμμονος, τοῦ πολυκτήμονος, ἵν’ ᾖ πασιλεύς, καὶ βασιλεύς. ἢ παρὰ τὸ μετὰ ἴλης τὴν βάσιν ποιεῖσθαι, τουτέστι μετὰ πλήθους. ἢ παρὰ τὴν βάσιν καὶ τὸ λεύσσειν, ὁ ἐν τῷ περιιέναι περιβλέπων |
| β 44 | βασιλίς · ἡ τοῦ βασιλέως, βαλανέως· ἀπὸ τοῦ βασιλεύς βασιλῆος Ἰωνικῶσ γίνεται, βασιλίς |
| β 45 | βασιλεύτωρ · παρὰ, Ἀντίμαχος · οἷοι ἔσαν βασιλεύτορες |
| β 46 | βασανίζειν · οὐ τὸ βάσανος γάρ ἐστι λίθος ἡ λεγομένη Λυδία ἡ τὸ χρυσίον παρατριβόμενον δοκιμάζουσα καὶ διακρίνουσα τὸ καθαρὸν καὶ τὸ κίβδηλον· οὕτω πάντες κέχρηνται οἱ ἀξιόλογοι |
| β 47 | βασκαίνει · ἀντὶ τοῦ οὕτω Δημοσθένης ἐν τῷ Ὑπὲρ Κτησιφῶντος · «βάσκανον πολίτευμα» ἀντὶ τοῦ φιλαίτιον καὶ συκοφαντικόν. παρὰ τὸ φασκαίνω, ὁ τοῖς φάεσι καίνων, ὅ ἐστι φθείρων διὰ τοῦ βλέμματος |
| β 48 | βάσκανος · ὁ κακίζων Ἀριστοφάνης. Φερεκράτης ἀπὸ τοῦ λυπηροῦ λαμβάνει τὴν λέξιν, οἷον · ὁ λαγώς με βασκαίνει καὶ λυπεῖ |
| β 49 | Βασσαρίδες · αἱ Βάκχαι· παρὰ τὸ, τὸ ἁρμόζω |
| β 50 | βασσάρα · σημαίνει κυρίως τὴν Βάκχην· ἀπὸ τούτου βασσάρα· Λυκόφρων · τῆς παντομόρφου βασσάρας λαμπούριδος |
| β 51 | βαστραχαλίσαι · τραχηλιάσαι· βάστραχας γὰρ τοὺς τραχήλους λέγουσιν |
| β 52 | βατία · λέγεται ὁ βάτους ἔχων τόπος· ἀπὸ τοῦ βάτος βατία. τὸ ἐθνικὸν Βατιεύς καὶ Βατιάτης. Ἐπαφρόδιτός φησιν, πατίεια καὶ Βατίεια. Βατίεια δέ ἐστι τόπος ἐν πεδίῳ τῆς Ἰλίου· Ὅμηρος · τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσι. Βάτεια δέ ἐστι τόπος Τροίας τὸν Ἐριχθόνιον. ἢ οἰκία τις ἀπὸ Βάτων ὠνομασμένη δεσπότου. ἢ σκεῦος ἢ κόσμος |
| β 53 | βάτην · βῆμι ἔβην, τὸ δυϊκὸν τὸ τρίτον ἐβάτην καὶ ἀφαιρέσει Ἰωνικῇ τοῦ ε βάτην |
| β 54 | βατήρ · ἡ ἀρχὴ τῶν τοῦ πεντάθλου σκαμμάτων · αὐτὸν κέκρουκας τὸν βατῆρα τοῦ λόγου, οἷον τὸ ἐπικαιρότατον καὶ τὸ πρῶτον. οὐ παρὰ τὸ βαίνω, ἐγένετο γὰρ ἂν βαντήρ, ἀλλὰ παρὰ τὸ βίβημι βατήρ |
| β 55 | βάντης · παρὰ τὸ βαίνω βάντης, ὡς φαίνω φάντης καὶ ἱεροφάντης |
| β 56 | βάτραχος · παρὰ τὸ, τις ὤν |
| β 57 | βάτος · κατὰ ἀντίφρασιν, λευκός Λεῦκος οὕτως βατός βάτος |
| β 58 | Βάτταλος · ἐπώνυμον ἦν Δημοσθένους. οὕτως δὲ ἐκάλουν οἱ παλαιοὶ τὸν μαλακὸν καὶ βδελυρὸν καὶ αἰσχρὸν ἀπὸ, οἱ δὲ βάτταλον ὀνομάζουσι παρὰ τοῖς ἐν τῷ ἔργῳ |
| β 59 | βατταρίζειν καὶ βαττολογεῖ ν· τὸ μόγις λαλεῖν. εἴρηται ἀπὸ Βάττου τοῦ Θηρίου τοῦ εἰς τὴν Κυρήνην τὴν ἀπὸ Θήρας ἀποικίαν ἀναγαγόντος, ἰσχνοφώνου ὄντος· ὡς γὰρ βάρβαρος βαρβαρίζειν, οὕτως Βάττος βατταρίζειν. κατὰ μίμησιν προφερόμενος. ἡ δὲ βαττολογία σημαίνει τὴν πολυλογίαν ἀπὸ Βάττου τινὸς Ἕλληνος μακροὺς καὶ πολυμήκεις στίχους ποιήσαντος εἰς τὰ εἴδωλα ταυτολογίαν ἔχοντας |
| β 60 | βαῦνος · ἡ κάμινος· παρὰ τὸ αὔω, τὸ καίω, αὖος καὶ βαῦνος. τὸ β. μετὰ τοῦ δ |
| β 61 | βδέλλα · Ἀττικῶς βδάλλειν λέγεται τὸ ἀμέλγειν, ἐξ οὗ γίνεται τὸ αἷμα ἀποσπᾶν |
| β 62 | βδέλυγμα · δυσοσμία· ἀπὸ τοῦ βδελύσσω βδελύζω βεβδέλυχα βεβδέλυγμαι βδέλυγμα· ἀπὸ δὲ τοῦ βδέλυγμα γίνεται βδελυγμός καὶ ὁ βδελυγμίας καὶ ἡ βδελυγμία |
| β 63 | βδελύσσω · ἀπὸ τοῦ βδέλλα. ἀπὸ τούτου γίνεται καὶ ὁ βδελυρός σημαίνει δὲ τὸν ἀναιδῆ καὶ πανταχόθεν ἕλκειν καὶ ἁρπάζειν βουλόμενον |
| β 64 | βδόλος · ἡ δυσωδία τοῦ λύχνου καὶ ἡ πορδή · τὸν βδόλον οὐκ ἔσθ’ ἥτις ῥὶς ὑποστῆναι δύναται. παρὰ τὸ ὄζω ὀζόλος, ὅθεν καὶ Ὀζόλαι Λοκροὶ καλοῦνται διὰ τὰς ἐκ τοῦ αἰγονομεῖν δυσωδίας. ὀζόλος καὶ ἀφαιρέσει τοῦ ο ζόλος, ὡς τὸ ὀδύρεσθαι δύρεσθαι, καὶ τροπῇ τοῦ ζ εἰς βδ βδόλος· τὸ ῥῆμα ὄζει βδεῖ, ὡς τὸ ῥοῖζος ῥοῖβδος, ῥοιζῶ ῥοιβδῶ καὶ ἀναρροιβδῶ, τροπῇ τοῦ ζ εἰς βδ . διαφέρει δὲ βδόλος λιγνύς κνίσσα αἰθάλη καπνός καὶ ἀτμός· καὶ βδόλος μέν ἐστιν ὁ ἀπὸ τοῦ ἐλλυχνίου καπνὸς καὶ ἡ δυσωδία, καὶ γίνεται, ὡς εἴρηται, ἀπὸ τοῦ ὄζω· λιγνὺς δὲ ὁ ἀπὸ ἐλαίου καιομένου γινόμενος καπνός, παρὰ τὸ λίαν ἱκνεῖσθαι· ἔστι δὲ καὶ ἀπὸ κηροῦ· κνίσσα δὲ αὐτὸ τὸ λίπος καὶ ἡ ἀναθυμίασις τῶν καιομένων κρεῶν· παρὰ τὸ κνῶ κνίζω κνίσω καὶ κνίσσα, ὡς στῶ στίζω, πρῶ πρίζω· τὸ δὲ κνῶ σημαίνει τὸ ξύω καὶ λεπτύνω, λεπτὸς γὰρ ὁ ἐπίπλους, τὸ λεγόμενον κνισσάριον· αἰθάλη δὲ ὁ ἐκ καιομένων λίθων ἀναδιδόμενος καπνός· καπνὸς δὲ ἐπὶ καιομένων ξύλων, ἀπὸ τοῦ καίω καὶ τοῦ πνοή· κυρίως γὰρ καπνὸς ἡ ἐκ καιομένων ξύλων πνοή· ἀτμὸς δὲ ἡ ἀναπνοὴ τοῦ θερμοῦ ὕδατος καὶ ἡ τῶν λοιπῶν ὑδάτων ἐκ θερμότητος γινομένη ἀναθυμίασις, ἀπὸ τοῦ ἄω, τὸ πνέω, ἄσω ἦσμαι ἀσμός καὶ ἀτμόσ. λιγνύς α . τὸ β μετὰ τοῦ ε |
| β 65 | Βεβαία · πηγὴ οὕτω καλουμένη ἐν Εὐβοία· λέγεται δὲ οὕτως, ὅτι τῶν ἐν τῇ νήσῳ Βεβαία |
| β 66 | βέβαιος · ὁ ἀσφαλής· παρὰ τὸ βιβῶ, εἰς ε βέ. βαιοσ, ὡς ἀγχίμαχος ἀγχέμαχος. γίνεται οὖν βέβαιος, ὁ ἑδραῖος ἀπὸ ῥημάτων γινόμενα εἴτε κύρια εἴτε προσηγορικὰ καὶ προπαροξύνονται καὶ διὰ τῆς αι Πήδαιος · Πήδαιον δ’ ἄρ’ ἔπεφνε, ὑλῶ ὕλαιος, λύω Λύαιος ὄνομα κύριον, ματῶ μάταιος· οὕτως καὶ βιβῶ βίβαιος καὶ βέβαιος |
| β 67 | βεβάασι · παραβεβήκασι, κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ η εἰς α βεβάασι |
| β 68 | βεβίηκε · τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. βιάζω βιάσω βεβίακα, τροπῇ τοῦ α εἰς η βεβίηκα καὶ βεβίηκε |
| β 69 | βέβηλος · λέγεται καὶ ὁ μὴ ἱερὸς τόπος καὶ ἀκάθαρτος, ἢ καὶ ἀμύητος καὶ ὁ ἄνθρωποσ. εἴρηται δὲ ὁ μὲν τόπος, ἄξιος διατρίβειν |
| β 70 | βέβαμεν · εἰ μὲν προπαροξύνεται, ἀπὸ τοῦ βεβήκαμεν καὶ κατὰ συγκοπὴν βέβαμεν· εἰ δὲ παροξύνεται, ἀπαρέμφατόν ἐστιν · ἀλλὰ μάλ’ ἀμφ’ αὐτῷ βεβάμεν, σχεδόθεν τε μάχεσθαι |
| β 71 | βεβολήατο · τῇ ψυχῇ γίνεται βλῶ, δύναται δὲ καὶ ἀπὸ τοῦ βέλω τοῦ σημαίνοντος τὸ αὐτό, βλήσω βέβληκα βέβλημαι ἐβεβλήμην ἐβέβληντο, προσθέσει τοῦ ο ἐβεβόληντο καὶ Ἰωνικῶς ἐβεβολέατο καὶ τροπῇ τοῦ ε εἰς η βεβολήατο |
| β 72 | βέβουλα · ἀπὸ τοῦ βούλω βαρυτόνου ἐνεστῶτοσ βουλῶ περισπώμενοσ, ὁ μέλλων βουλήσω, ὡς θελήσω, βεβούληκα, ὁ μέσος παρακείμενοσ βέβουλα, ὡς δέδουπα κέκτυπα |
| β 73 | βεβρώσεται · χρήματα δ’ αὖτε κακῶς βεβρώσεται. ἀπὸ τοῦ, βέβρωμαι βέβρωσαι καὶ ὁ μετ’ ὀλίγον μέλλων βεβρώσομαι βεβρώσεται |
| β 74 | βεβρώθοις · φάγοις· βρῶ βρώσω βέβρωκα, ἐκ τούτου ῥῆμα βεβρώκω, τροπῇ τοῦ κ εἰς θ βεβρώθω, ὁ παρατατικὸς ἐβέβρωθον, ἡ μετοχὴ ὁ βεβρώθων τοῦ βεβρώθοντος, τὸ εὐκτικὸν βεβρώθοιμι βεβρώθοις |
| β 75 | βέθρον · βέρεθρον καὶ κατὰ συγκοπὴν βέθρον |
| β 76 | βέλεμνα · βέλη· παρὰ τὸ βέλος βέλεμος, ὡς ἔχω Ἔχεμος καὶ Τήλεμος, τὸ οὐδέτερον βέλεμον, πλεονασμῷ τοῦ ν βέλεμνα ον |
| β 77 | βελτίω · βελτίονα, ἐκβολῇ τοῦ ν βελτίοα καὶ κατὰ κρᾶσιν βελτίω |
| β 78 | βέλτερος · παρὰ τὸ βέλλω, ὅθεν, βέλτερος · βέλτερον ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι. ὁ δεύτερος τύπος βελτίων βέλτιστος |
| β 79 | Βελλεροφόντης · βέλλερα γὰρ τὰ κακά· Βελλεροφόντης οὖν ὁ προνοούμενος παύειν καὶ φονεύειν τὰ κακά. τὰ εἰς της ἀρσενικὰ μὴ ὄντα σύνθετα παρὰ τὸ κρατῶ ἢ κράτης μηδὲ ἔχοντα οὐδέτερον εἰς ες εἰς ου ἔχει τὴν γενικήν, οἷον πολίτης πολίτου, δεσπότης δεσπότου, μητιέτης μητιέτου, Βελλεροφόντης Βελλεροφόντου. πρόσκειται «ἀρσενικά» διὰ τὸ φιλότης, κακότης· «μὴ ὄντα σύνθετα παρὰ τὸ κρατῶ ἢ κράτης» διὰ τὸ Ἱπποκράτης Ἱπποκράτους, Σωκράτης Σωκράτους· πρόσκειται «μὴ ἔχοντα οὐδέτερον εἰς ες » διὰ τὸ ἐνναέτης ἐνναέτους ἐννάετες, τοῦτο δὲ εἰ μὲν σημαίνει τὴν σωματικὴν ἡλικίαν ἐνναέτης βαρύνεται, εἰ δὲ χρόνον ἐνναετής ὀξύνεται. β |
| β 80 | βελόνη · ἡ ῥαφίς· παρὰ τὸ βέλος καὶ τὴν τούτου ὀξύτητα |
| β 81 | βέλος · πᾶν τὸ ὄνομα, τότε τὸ οὐδέτερον εὐθεῖά ἐστιν, ὡς ἐπὶ τοῦ «βέλος ἔπεσεν»· ἰδοὺ γὰρ καὶ τὸ ἔπεσε ῥῆμα καὶ τὸ βέλος, ὅπερ οὐδέτερόν ἐστιν, ὄνομα κατὰ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου εὑρίσκεται· αὐτὸ γὰρ πίπτει τὸ βέλος. τοῦτο εἰς ἑαυτήν, οἷον· «τὸ παιδίον ἀπέθανε», «τὸ γύναιον ὑφαίνει». ὅτε μέντοι τὸ ῥῆμα ἐξ ἄλλης αἰτίας πρόεισι, τουτέστιν ἐξ ἑτέρου ὑποκειμένου, τότε τὸ οὐδέτερον αἰτιατική ἐστιν, ὡς ἐπὶ τοῦ «τὸ βέλος ἥρπασεν»· ἄλλος γὰρ ὁ ἁρπάσας καὶ ἄλλο τὸ ἁρπασθὲν βέλος, καὶ ἰδοὺ δύο τὰ ὑποκείμενα, ὅ τε ἁρπάζων καὶ τὸ ἁρπαζόμενον· ἁρπάζεται γὰρ τὸ βέλος. οὕτωσ «τὸ κρέας ἔκλεψε», «τὸ μαχαίριον ἔλαβεν» καὶ τὰ ἀκόλουθα |
| β 82 | βέμβιξ · ὁ στρόμβος, ἐλαύνεσθαι |
| β 83 | βένθος · τὸ βάθος· παρὰ τὸ βάθος βέθος καὶ τροπῇ τοῦ α εἰς ε καὶ πλεονασμῷ τοῦ ν βένθος, ὡς πάθος πέθοσ πένθος |
| β 84 | βείομαι · τῷ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀντὶ τοῦ οὐδαμῶς κατὰ τὴν, ἐμαυτοῦ. βέω δέ ἐστι καὶ πλεονασμῷ τοῦ ι βείω |
| β 85 | Βερενίκης · ἡ γυνὴ τοῦ πατρὸς, ὄνομα· οὗτοι τὸ φ τρέπουσιν εἰς τὸ β τὴν κεφαλὴν κεβαλήν, καὶ τὸν Φίλιππον Βίλιππον λέγοντες |
| β 86 | Βέροια · πόλις Μακεδόνων, ἥν φασιν ἀπὸ Φέρητός τινος κτισθῆναι· Φέροια καὶ κατὰ Μακεδόνας Βέροια τροπῇ τοῦ φ εἰς β. ὁ πολίτησ Βεροιαῖος |
| β 87 | Βεστῖνοι · ἔθνος ἐν Ἰταλίᾳ· ὠνόμασται δὲ ἀπὸ τοῦ θηριώδη εἶναι, βέστια γὰρ τὰ θηρία κατὰ τὴν τῶν Ῥωμαίων διάλεκτον |
| β 88 | βεύδεα · τὰ ἱμάτια· Καλλίμαχος · καλά τε καὶ αἰόλα βεύδε’ ἔχουσαι· σημαίνει δὲ, τὰ δέρματα βοεύδεα καὶ βεύδεα ἢ τὰ εὐδίαν ἡμῖν παρέχοντα. Ἡρωδιανὸς · δὲ εὕδεα καὶ πλεονασμῷ τοῦ β βεύδεα παρὰ τὸ εὕδειν τὸ κοιμᾶσθαι |
| β 89 | Βέχειρ · ἔθνος Σκυθικόν, ὡς Σάπειρ, ἢ μετὰ τοῦ ς Σάσπειρ, ἢ μετὰ τοῦ φ Σάπφειρ, καὶ αὐτὸ ἔθνος, παρ’ οἷς καὶ ὁ σάπφειρος λίθος γίνεσθαι λέγεται Σάπειρες. τὸ β μετὰ τοῦ η |
| β 90 | βῆ · βῆ δ’ ἀκέων·. παρὰ τὸ βῶ βήσω, ὁ δεύτερος ἀφαίρεσιν Ἰωνικὴν βῆ περισπωμένως. καὶ ἰστέον, ὅτι μετὰ τὴν ἀφαίρεσιν τοῦ κλιτικοῦ μορίου, εἰ μακρὰ συλλαβὴ ὑπολίποιτο, περισπᾶται ἡ συλλαβή, οἷον ἔφης φῆς ἔφη φῆ · φῆς που ἄτερ λαῶν, ἔβην βῆν · βῆν δ’ εἰς Αἰόλου κλυτὰ δώματα· εἰ δὲ βραχεῖα, ὀξύνεται ἐξ ἀνάγκης, ἔβαν βάν, ἔσταν στάν |
| β 91 | βῆ · τὸ μιμητικὸν τῆς τῶν προβάτων φωνῆς |
| β 92 | βηθύλος · εἶδος ὀρνέου· δηθύλος ἦν καὶ τροπῇ τοῦ δ εἰς β βηθύλος· τρέπεται γὰρ τὸ δ εἰς β |
| β 93 | βηλός · βαθμὸς θύρας ἢ ὁ οὐρανός· παρὰ τὸν βήσω μέλλοντα, ᾧ ἐπιβαίνουσιν οἱ εἰσιόντες |
| β 94 | βῆμα · παρὰ τὸ βῶ τὸ δὲ βᾶμα καὶ σχᾶμα κατὰ τὴν τῶν Δωριέων φωνὴν εἴρηται τῶν τελῶν κατάληψιν σπουδαζόντων |
| β 95 | βῆσσα · ὁ βάσιμος τόπος καὶ ὑψηλὸς καὶ κοῖλος · παρὰ τὸν βήσω πόλιν Λοκρίδος φασί |
| β 96 | βητάρμων · ὁ ὀρχηστής· παρὰ, ὄρχησις. τὸ β μετὰ τοῦ ἰῶτα |
| β 97 | βία · ἡ δύναμις δύναμις μέν · σὴ δὲ βίη λέλυται, καὶ βίη Ἡρακλείη· ἡ δὲ ἀδικία · εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας. εἴρηται δὲ ἀμφότερα παρὰ τὴν ἴαν, ὅ σημαίνει τὴν δύναμιν· ἴα γὰρ καὶ πλεονασμῷ τοῦ β βία. δοκεῖ γάρ μοι τὸ γὰρ βιαστικῶς τι πράττειν βία εἴρηται. τὸ δὲ ἴα παρὰ τὸ ἴς ἰνός, τὸ θηλυκὸν ἴα καὶ πλεονασμῷ τοῦ β βία |
| β 98 | βιβάσθων · παρὰ τὸ βιβάζω βιβαστός, ὡς ἁρμόζω ἁρμοστός· καὶ ὥσπερ ἀπὸ τοῦ ἁρμοστός ὁρμαστός κατὰ μετάθεσιν τῶν φωνηέντων, ἐκ δὲ τοῦ ὁρμαστός γίνεται ὁρμαθός κατὰ ἀποβολὴν τοῦ ς καὶ τροπὴν τοῦ τ εἰς θ οὕτως οὖν καὶ βιβαστός καὶ τροπῇ βιβασθός καὶ ῥῆμα ἐξ αὐτοῦ βιβάσθω ἐβίβασθον, τὸ τρίτον τῶν δυϊκῶν βιβάσθων, ὡς τυπτέτων |
| β 99 | βιβῶντα · βιβάοντα βιβῶντα· ἀπὸ τοῦ βιβάω βιβῶ, δευτέρας συζυγίας, ἐξ οὗ καὶ βίβημι, ἀφ’ οὗ παρατατικὸς ἐβίβην βιβάς βιβάντα, ὡς ἱστάντα |
| β 100 | Βίβλινος οἷνος · ὕδωρ δὲ πίνει, τὸν δὲ Βίβλινον στυγεῖ· ἀπὸ Βιβλίνης οὕτω καλουμένης Θρᾳκίας ἀμπέλου, ἥτις διὰ τὸ εὔφορος εἶναι καὶ ἐν Ἑλλάδι μετεκομίσθη καὶ ἐν Σικελίᾳ ὑπὸ Πόλλιδος τοῦ Σικυωνίου, ἔνθεν αὐτήν τινες καὶ Πόλλιον λέγουσιν. Ἐπίχαρμος δὲ ἀπὸ Βιβλίνων ὀρῶν τῆς Θρᾴκης, ἔνθεν φύεται, λελέχθαι αὐτὴν οἴεται |
| β 101 | βίηφι · ἡ βίη Ἰωνικῶς ἡ βία, οἷον · βίη Ἡρακλείη, τῆς βίης, τῇ βίῃ, καὶ πλεονασμῷ τῆς φι βίηφι |
| β 102 | βινεῖν · τὸ συνουσιάζειν, ὡς Ἀριστοφάνης ὅτι οἱ κομίζοντες ἤδη τὴν ἡλικίαν ἀρχὰς ἔχουσι τοῦ βίου ἀπὸ τοῦ βίος καὶ τοῦ νέω, ὃ ἐστι τὸ εἰς αὔξησιν ἔρχομαι. ἄλλοι δὲ παρὰ τὸ βύειν λέγουσι κατὰ τροπὴν τοῦ υ εἰς ι. ἐγὼ δὲ ἀπὸ τοῦ κινεῖν κατὰ τροπὴν. τοῦ κ εἰς β · καὶ γὰρ οἱ συνουσιάζοντες κινοῦνται |
| β 103 | Βίνη · πόλις· μέμνηται μοιχῶν. Βίνη γὰρ ἀπὸ τοῦ βινῶ |
| β 104 | βίος · ἡ ζωή, ἣ καὶ τί γὰρ ἄλλο ἐστὶ βίος ἢ ὁδὸς καὶ πορεία; τὸ γὰρ βέω κυρίως τὸ πορεύομαι σημαίνει · ὄφρ’ ἂν ἐγὼ βέω προτὶ Ἴλιον |
| β 105 | βιός · τὸ τόξον, οἱ παλαιοὶ τὰ πρὸς τὸν βίον ἐπορίζοντο δι’ αὐτοῦ τοξεύοντες τὰ πτηνά |
| β 106 | βιοπλανές · τὸ ἐντελὲς βιοπλανέες καὶ ἀποβολῇ τοῦ ε βιοπλανές· βιοπλανής γὰρ ἡ εὐθεῖα |
| β 107 | βιπτάζω · τὸ βαπτίζω κατὰ μετάθεσιν τῶν φωνηέντων· Σώφρων καὶ Ἐπίχαρμος οὕτω λέγουσιν |
| β 108 | Βιστονίης φόρμιγγος · Θρᾳκικῆς· ἀπὸ Βίστωνος τοῦ Τερψιχόρου, οἷον · Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς |
| β 109 | βιῴατο · ὡσεί ἑ βιῴατο. βιάω βιῶ, βιάομαι βιῶμαι, βιαοίμην βιῴμην, βιάοιο βιῷο, βιάοιτο βιῷτο πλεονασμῷ τοῦ α βιῴατο |
| β 110 | βιώτω · ζησάτω. βίωμι, ἐβίων, βιούς βιόντος, τὸ προστακτικὸν βίωθι, βιώτω, ὡς γνώτω. ἢ οὕτως· βιόω βιῶ ἢ βίωμι, ὁ μέλλων βιώσω, ἐβίωσα ἐβίωσας ἐβίωσε, τὸ προστακτικὸν βίωσον βιωσάτω, κατὰ συγκοπὴν τῆς ς α βιώτω |
| β 111 | βιῴην · ἔχει τὸ ι προσγεγραμμένον. βίωμι, ἐβίων, βιούς βιόντος, τὸ εὐκτικὸν βιοίην βιοίης βιοίη καὶ κατ’ ἔκτασιν Ἀττικὴν τοῦ ο εἰς ω βιῴην, ὥσπερ τὸ δούς δόντος δοίην καὶ δῴην |
| β 112 | βιῶναι · ζῆσαι. βίωμι, ὁ δεύτερος ἀόριστος ἐβίων, ἐβίωμεν τὸ πληθυντικόν, καὶ τὸ ἀπαρέμφατον βιῶναι |
| β 113 | Βιθυνία · πᾶσα λέξις ἀπὸ τῆς βι συλλαβῆς ἀρχομένη διὰ τοῦ ι γράφεται, χωρὶς εἰ μή ἐστι κατὰ γλῶσσαν Λακώνων ἢ κατὰ πάθος· ἔστωσαν δὲ παραδείγματα Βισάλται, ὄνομα ἔθνους Θρᾳκῶν, βίβλος βίος βιωτός ὁ βιώσιμος, βίοτος ἡ ζωή, βιωφελής βιόδωρος, βιστάκια τὰ λεγόμενα πιστάκια, λέγεται δὲ καὶ βριστάκια καὶ ψιττάκια καὶ φιτάκια· οὕτως καὶ Βιθυνία· χωρὶς τοῦ Βηθανία Βηθλεέμ Βηρυτός βηρύλλιον λίθοσ. πρόσκειται «κατὰ γλῶσσαν Λακώνων» διὰ τὸ βείδυοι, παρὰ Λακώνων οἱ μάντεις, «κατὰ πάθος» δὲ διὰ τὸ βείω, ὅπερ ἀπὸ τοῦ βέω γέγονεν |
| β 114 | Βιθυνίηθεν. ἀπὸ τῆς Βιθυνίας |
| β 115 | βιῴη · βιέω βιῶ, ἡ μετοχὴ ὁ βιέων ὁ βιῶν, τοῦ βιέοντος τοῦ βιοῦντος, τὸ εὐκτικὸν βιέοιμι βιοῖμι, βιέοις βιοῖς, βιέοι βιοῖ, πλεονασμῷ τοῦ η καὶ ἐκτάσει τοῦ ο εἰς ω βιῴη. τὸ β μετὰ τοῦ λ |
| β 116 | βλαισός · παραλυτικός· οὕτως εἰς τὸ Ῥητορικόν. ὁ δὲ ἐτυμολόγος ἡ γυνὴ Ἠετίωνος. εἴρηται δὲ βλαισός ῥαιβός, παρὰ τὸ διεφθαρμένον τὸ ἴσον τῆς βάσεως |
| β 117 | βλάξ · ὁ εὐήθης καὶ μωρὸς καὶ ἀνόητος. Ἀριστοφάνης · βλᾶκες φιλεργοί. εἴρηται δὲ, βλάξ |
| β 118 | βλάπτω · ἔστι βρῶ ὑγιῶν ὄντων |
| β 119 | βλαστός · παρὰ τὸ αὔξειν |
| β 120 | βλάσφημος · παρὰ τὸ φήμη καὶ τὸ βάλλω, ὁ ταῖς φήμαις βάλλων, ὁ λοίδορος |
| β 121 | βλάβη · ἀπὸ τοῦ σκάφη |
| β 122 | βλείς · οἱ μὲν τοῦ η καὶ θ βλείς. ἢ ἀπὸ τοῦ βλῆμι ὁ δεύτερος ἀόριστος ἔβλην, ἡ μετοχὴ ὁ βλείς |
| β 123 | βλείμην · βλεῖο εὐκτικόν |
| β 124 | βλεμεαίνων · γαυριῶν καὶ ἐπαιρόμενος· παρὰ τὸ βρέμω βρεμαίνω, τροπῇ τοῦ ρ εἰς λ καὶ πλεονασμῷ τοῦ ε βλεμεαίνω. οἱ δὲ μαργαίνων καὶ ἐνθουσιῶν |
| β 125 | Βλέμυες · ἔθνος βαρβαρικὸν Λιβύης· ἀπὸ Βλέμυος ἑνὸς τῶν Δηριάδου τριῶν ὑποστρατήγων· εἰσὶ δὲ Ὀρόντης καὶ Ὀρουάνδας καὶ Βλέμυς |
| β 126 | βλέφαρον · τοῦ βλέποντος αἴρεσθαι |
| β 127 | βλήμενος · ὥσπερ τὸ οὐτασμένος ἀναδρομὴν ἔπαθε τόνου, οὕτω καὶ τὸ βλήμενος, ἐκ τοῦ βεβλημένος κατὰ συγκοπήν |
| β 128 | βλῆσθαι · ἀπὸ τοῦ βλῶ βλήσω βέβληκα βέβλημαι βεβλῆσθαι καὶ ἀφαιρέσει τῆς βε βλῆσθαι |
| β 129 | βλῆτο · ἀπὸ τοῦ βλῶ βλήσω βέβληκα βέβλημαι ἐβεβλήμην ἐβέβλησο ἐβέβλητο καὶ κατὰ συγκοπὴν ἔβλητο, οἷον · ἔβλητο πρὸς στῆθος, καὶ ἀφαιρέσει τοῦ ε βλῆτο |
| β 130 | βληχρόν · τὸ ἀσθενές· οὕτως Ὅμηρος καὶ Ἀλκαῖος · Πίνδαρος δὲ ἐπὶ τοῦ ἰσχυροῦ αὐτὸ λέγει. καὶ ἐπὶ μὲν τοῦ ἀσθενοῦς παρὰ τὴν βληχήν, τὴν τῶν προβάτων φωνὴν οὐδὲν οὖσαν, μένοντος, ὡς στάχυς ἄσταχυς, σταφίς ἀσταφίσ. εἰρῆσθαι ὁ καταβάλλων |
| β 131 | βλήτροισι · βλῶ βλήσω βέβληται βλῆτρον, ὡς πέπληκται πλῆκτρον· σημαίνει δὲ τοῖς βεβλημένοις, τοῖς κεκολλημένοις |
| β 132 | βληχή ἡ τῶν προβάτων βοή· παρὰ τὸ βάλλω καὶ τὸ ἠχή· βληχάω βληχῶ |
| β 133 | βλιμάζων · ἀποστάζων τοῦ μέλιτος, οἷον «ἡμεῖς δὲ καθάπερ οἱ ὀπωρίζοντες τοὺς Ἀττικοὺς ὀλύν. θους βλιμάζομεν». εἴρηται δὲ βλιμάζειν τὸ ψηλαφᾶν τὰ στήθη καὶ τοὺς μαστοὺς καταμανθάνειν τῇ ἁφῇ ὥς φησι Κράτης · ὡς μαλακὸν καὶ τέρεν τὸ χρωτίδιον, ὦ θεοί, καὶ γὰρ ἐβλίμαζον αὐτήν, ἡ δ’ ἐφρόντιζεν οὐδὲ ἕν. λαμβάνεται, τρυγᾶν, ὡς Ἀριστοφάνης · ἀλλὰ καθείρξας αὐτὸν βλίττεις· καὶ Σοφοκλῆς · ἢ σφηκίαν βλίττουσιν εὑρόντες τινά. παρὰ τὸ μέλι μελίζω καὶ κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ μ εἰς β καὶ τοῦ ζ εἰς δύο ττ Ἀττικῶς βλίττω. τὸ δὲ βλιμάζειν παρὰ τὸ φλίβω, τὸ θλίβω, ὅθεν καὶ Ὅμηρος φλιά, οἷον · ὃς πολλῇς φλιῇς παραστὰς ἀπο φλίψεται ὤμους· οὗ παράγωγον φλιμάζω, καὶ ὡς φλίβω θλίβω, οὕτως φλιμάζω βλιμάζω |
| β 134 | βλοσυρός · καταπληκτικός· παρὰ τὸ βλέπειν. καὶ βλοσσυρῶπις, φοβερὰ καὶ καταπληκτικὴ τὴν πρόσοψιν, ὡς βοῶπις γλαυκῶπισ |
| β 135 | βλύω · ὃ καὶ βλύζω λέγεται · οἴνου ἀποβλύζων. εἴρηται παρὰ τὸ φλύω, τὸ ἀναδίδωμι |
| β 136 | βλωθρή · μακρά, μεγάλη. εἴρηται παρὰ, εἰς τὸ β καὶ ἐκτάσει τοῦ ο εἰς τὸ ω. ἢ παρὰ τὸ πολεῖν καὶ τὸ θορεῖν, ἡ θοροῦσα ταχέως |
| β 137 | βλωμός · ὁ ψωμός· Καλλίμαχος · ὃς βλωμοῦ πίονος ἠράσσατο. ἀπὸ τοῦ ψωμός βλωμός τοῦ ψ εἰς τὸ β καὶ λ τραπέντος. ἢ παρὰ τὸ φλωμός βλωμός· φλωμὸς γάρ ἐστι τὸ κλάσμα τοῦ ἄρτου, καὶ κατὰ τροπὴν τοῦ φ εἰς β βλωμός. ἢ παρὰ, βωμός· Ἡσίοδος · ὀκτάβλωμον. οἱ δὲ παρὰ τὸ βάλλειν εἰς τὸ στόμα |
| β 138 | βλώσκω · σημαίνει τὸ αὐξάνω· παρὰ συγκοπὴν τοῦ ι καὶ ἐκτάσει τοῦ ο εἰς ω βλώσκω. ἰστέον δέ, ὅτι τὰ μὲν ἀπὸ τῆς πρώτης συζυγίας τῶν περισπωμένων παραγόμενα εἰς σκω ῥήματα διὰ τοῦ ισκω γίνεται, οἷον τελῶ τελίσκω, στερῶ στερίσκω, γαμῶ γαμίσκω· ὡσαύτως καὶ τὰ ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων, κύω κυΐσκω, ῥύω ῥυΐσκω, καὶ τὰ ἀπὸ τῆς τρίτης τῶν περισπωμένων, ἀναλῶ ἀναλίσκω. τὰ δὲ ἀπὸ τῆς δευτέρας διὰ τοῦ ασκω οἷον ἐῶ ἐάσκω, γηρῶ γηράσκω, γελῶ γελάσκω. τὸ β μετὰ τοῦ ο |
| β 139 | Βοατίδας · ὁ τοὺς βόας Διΐ, λέγεται δὲ ὁ Ἡρακλῆς |
| β 140 | βοάγρια · τὰς ἀσπίδας τὰς ἐκ βοείων βυρσῶν· ἀπὸ δὲ τοῦ ἀγρεύεσθαι λέγεται οὕτως |
| β 141 | βοή · ἡ φωνή· παρὰ, οἷον · ὄφρ’ ἄν ἐγὼ βέω προτὶ Ἴλιον. ἢ παρὰ τὸ βέω, τὸ τρέφω, ἡ ἐκ τῶν τρεφομένων πνευμάτων ἐπιπεμπομένη |
| β 142 | Βοηδρομιών · μὴν παρ’ Ἀθηναίοις. εἴρηται, ὅτι πρὸς Εὔμολπον καὶ Ἐλευσινίου συμμαχήσαντος Ἴωνος κατὰ. συγγένειαν ἐνίκησαν Ἀθηναῖοι. ἀπὸ οὖν τῆσ τοῦ στρατεύματος βοῆς τῆς ἐπὶ τῷ ἄστει δραμούσης ὁ Ἀπόλλων Βοηδρομιὼν ἐκλήθη καὶ ἡ θυσία καὶ ὁ μήν. Φερεκύδης δὲ διὰ εὗρε καὶ διήρθρωσε |
| β 143 | βοηδρομεῖν · τὸ μετὰ ἐβοήθησεν ὁ Ξάνθος ἐβασίλευε |
| β 144 | βοῇς · ἀντὶ τοῦ βοᾷς· δεῖ γινώσκειν, γεγονέναι, ἀλλ’ ἀπὸ τοῦ βοάεις καὶ γελάεις κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς η |
| β 145 | βοηθός · ἀπὸ τοῦ, ἡ μάχη, ὅθεν καὶ τὸ βοὴν ἀγαθὸς Μενέλαος. ἢ παρὰ τὸ βοή καὶ τὸ θοός, ὁ εἰς τὴν βοὴν θοὸς καὶ ταχύς |
| β 146 | βόθρος · παρὰ, βόθρος · βόθρον ὀρύξαι |
| β 147 | βόθυνος · λάκκος· ὥσπερ παρὰ τὸ θρασύς γίνεται. θράσυνος, οὕτως καὶ παρὰ τὸ βαθύς βάθυνος καὶ βόθυνος |
| β 148 | Βοιωτός · καὶ ἀπ’ αὐτοῦ ἐκλήθη· Εὐφορίων · Βοιωτὸν δ’ ὀνόμηνε, τὸ γὰρ καλέουσι βοτῆρες, ὅττι ῥα πατρώῃσι βοῶν ἐπεκάθητο κόπροις. Βοιώτιος καὶ Βοιωτία καὶ Βοιωτίς καὶ Βοιωτίδιον καὶ βοιωτιάζω. Βοιωτία |
| β 149 | βολβός · ἐπὶ τοῦ ὀφθαλμοῦ· ἀπὸ τῆς πρὸς τὸν ἔξω τῆς ἐκ τῆσ γῆς βολβοῦ ἐμφερείας |
| β 150 | βολβός · ἐπὶ τοῦ ἐσθιομένου· παρὰ τὸ βίᾳ ἀναβάλλεσθαι |
| β 151 | βόλιμος · ἔστι μόλιβος καὶ κατὰ ἐναλλαγὴν βόλιμος |
| β 152 | Βόλινον · κώμη εἰς τὴν θάλασσαν. ὁ δὲ θεὸς. τὸ χωρίον ἀπὸ τῆς βολῆς τῆς νύμφης, ὅτι ἔβαλεν ἑαυτὴν εἰς τὴν θάλασσαν Βόλινον προσεῖπε. Βολιναῖος. Βολίνη |
| β 153 | βόλιτον · βόλβιτον Ἱππῶναξ · βολβίτου κασιγνήτην. εἶτα · νὴ τὸν Ποσειδῶ καὶ βολίτιτον κατὰ παραγωγήν. εἴρηται δὲ οἱονεὶ βοόσλιτον τὸ ἁμάρτημα τὸ κοπρῶδες, καὶ πλεονασμῷ τοῦ β βόλβιτον |
| β 154 | βόμβος · ψόφος τις ἐξ αὐτοῦ |
| β 155 | Βομβύκη · ὄνομα αὐλητρίδος· παρὰ, αὐλῶν |
| β 156 | βομβυλιός · εἶδος ζῴου παραπλήσιον μελίσσῃ. εἴρηται, καὶ γὰρ καὶ αὐτὸ ποιῶς πως κατασκευάζεται, ὥστε πινόντων βομβεῖν βομβυλιός λέγεται |
| β 157 | βοράζειν · τρέφειν· ὥσπερ παρὰ τὸ ἀγορὰ ἀγοράζω, οὕτω βορά βοράζω |
| β 158 | βοὸς πόδα · οἱ μὲν Ἀττικοὶ λέγουσιν, ἐπὶ δὲ τῶν τεθνηκότων βόειον πόδα φασίν, ὡς καὶ πατρὸς κλῆρον ἐπὶ ζῶντος. παρὰ Ὁμήρῳ δὲ συγχεῖται, οἷον · ὣς εἰπὼν ἔρριψε βοὸς πόδα, ἐπὶ γὰρ τοῦ νεκροῦ. καὶ ἐπὶ ζῶντος · ἃς ἄρ’ ἀφ’ ἱππέων ὁπλέων |
| β 159 | βορά · βῶ, τὸ τρέφω βορά |
| β 160 | Βορέας · ὠνοματοπεποιῆσθαι τὴν λέξιν φησὶ κατὰ, ὁ τρέφων καὶ αὔξων τοὺς καρπούς. ἢ παρὰ τὸ βορὰ αἴτιος αὔξων τοὺς καρπούς |
| β 161 | βόρβορος · παρὰ τὸ βάρος βάρβαρος καὶ τροπῇ τοῦ α εἰς ο γίνεται βόρβορος· βόρβορος γὰρ, ἡ ἐκ τῆς τροφῆς ὕλη |
| β 162 | βόσκω · παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ μέλλων βόσω καὶ πλεονασμῷ τοῦ κ βόσκω, ὡς τιτρώσω τιτρώσκω, βιώσω βιώσκω, θνήσω θνῄσκω· ἐξ οὗ καὶ βόσις, ἡ τροφή, καὶ συβώτης |
| β 163 | Βόσπορος · οἱονεὶ παρῆλθε τὸν τόπον. Φύλαρχος δέ, ὅτι, ἐκεῖνο τὸ μέρος τὸ τοῦ πελάγους, ὅτι ἐσπείρετο. τινὲς δὲ τοὺς στενοὺς πορθμοὺς βοσπόρους εἰρῆσθαι. ἢ ὅτι τὸ παλαιόν, ὅτε ἤθελον εἰς τὸ πέραν διαβῆναι, σχεδίας διεπεραιοῦντο. Βοσπόριος Βοσπορία Βοσπορινός καὶ Βοσπορίτης καὶ Βοσπορικός κτητικόν. Σοφοκλῆς · οὐδ’ ἂν τὸ Βοσπόρειον ἐν Σκύθαις ὕδωρ |
| β 164 | βόστρυχος · ὁ πλόκαμος τῆς τριχός· Σοφοκλῆς · ὁρῶν νεώριον βόστρυχον τετμημένον. παρὰ τὸ βότρυχον βόστρυχος, Ἀπολλώνιος · χρύσειοι δὲ παρηϊάων ἑκάτερθε πλοχμοὶ βοτρυόεντες ἐπερρώοντο κιόντι |
| β 165 | βοτήρ · παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ μέλλων βόσω βέβοκα βέβομαι βέβοται βοτήρ, καὶ ἀπὸ καὶ βότης, ὥσπερ καὶ βούτης λέγεται κατὰ πλεονασμὸν τοῦ υ τὸ αὐτὸ δηλοῦν, ἐξ οὗ καὶ βόσις, ἡ τροφή, καὶ συβόσιον καὶ συβώτης κατὰ αὔξησιν τοῦ ο εἰς ω |
| β 166 | Βόττεια · πόλις Μακεδονίας· λέγεται δὲ καὶ διὰ τοῦ ε Βόττεα καὶ διὰ διφθόγγου Βόττεια. τὸ ἐθνικὸν τοῦ μὲν πρώτου διὰ τοῦ ι ὡς Στράβων ἐν ζ. καλεῖται δὲ ἀπὸ Βόττωνος Κρητὸς ἡ πόλις. οἱ οἰκοῦντες Βοττιαῖοι, καὶ Βοττική ἡ Χαλδικὴ γῆ, καὶ θηλυκῶς λέγεται Βοττιαΐς, καὶ Βοτταϊκή κτητικῶς. τοῦ δὲ διὰ τοῦ ε τὸ ἐθνικὸν Βοττεάτης |
| β 167 | βουβάλιον · κόσμος, Δίφιλος · βουβάλια καρπῶν παρθένου φορήματα. εἴρηται διὰ ἐξέχουσαν |
| β 168 | Βούβαστος · πόλις Αἰγύπτου. τὸ ἐθνικὸν Βουβαστίτης καὶ ἡ πόλις Βουβαστῖτις |
| β 169 | βούβρωστις · ὁ μέγας ποιεῖ |
| β 170 | βουβών · τὸ πάθος, ὅπερ τινὲς βομβῶνα λέγουσιν· Ἡρωδιανός · βουβὼν ἐπήρθη τῷ γέροντι. τὸ ῥῆμα βουβωνιῶ· Ἀριστοφάνης · ἐγὼ δὲ ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ. καὶ τὸ πάθος εἰρῆσθαι ἀπὸ τοῦ ἐπαίρεσθαι καὶ μεγάλως βαίνειν εἰς οἴδημα |
| β 171 | Βουβών · πόλις Λυκίας· ἀπό τινοσ Βουβῶνος λῃστοῦ. ὁ πολίτης Βουβώνιος ὤφειλεν, ἀλλ’ ἔτι Βουβωνεύς |
| β 172 | βουγάϊος · εἴρηται ἀπὸ τοῦ βου ὅπερ ἀπὸ τοῦ ζώου ληφθὲν σημαίνει τὸ μέγα, ὡς ἐν τῷ Βούπαλος καὶ βούλιμος κύριον· παρὰ δὴ τὴν βου ἐπίτασιν καὶ τὸ γαῖα συντιθέμενον γίνεται βουγάϊος. ἢ παρὰ παρὰ τὸ γαῖα γάϊοσ γέγονεν, ἵν’ ᾖ ἀπὸ τοῦ μεγέθους τῆς γῆς ὁ μεγαλόφρων |
| β 173 | Βουθόη · πόλις Ἰλλυρίδος. εἴρηται, ὅτι Κάδμος ἐπὶ βοῶν ζεύγους ἐκάθητο καὶ ταχέως εἰς Ἰλλυριοὺς, καὶ Βουθόη. Βουθοαῖος τὸ ἐθνικόν |
| β 174 | Βουθία · πόλις Ἰωνίας. τὸ ἐθνικὸν Βουθιαῖος |
| β 175 | Βούκαια · πόλις Φωκίδος |
| β 176 | βουκάπη · ἡ φάτνη τῶν βοῶν, ἐν ᾗ οἱ βόες κάπτουσιν· ἀπὸ γὰρ τοῦ κάπτω, τοῦ σημαίνοντος τὸ ἐσθίω, ἡ κάπη γίνεται |
| β 177 | Βούκερα · λίμνη τις, ὅτι κέρατι βοὸς ἔοικε. καὶ |
| β 178 | Βουκεραΐς · κρήνη ἐν Πλαταιαῖς |
| β 179 | Βουκέφαλος · ὁ ἵππος, ὃν Ἀλέξανδρος ἐκέκτητο. εἴρηται, καὶ οὐ διὰ τοῦ κέρατος Βουκέφαλος ὠνόμαστο Ἀριστοφάνης ἐν Ἀναγύρῳ, οἷον · μὴ κλαῖ’ ἐγώ σοι βουκέφαλον ὠνήσομαι, καὶ πάλιν · ψήχει ἠρέμα τὸν βουκέφαλον |
| β 180 | βουκινῆσαι · τὰς βοῦς ἐξελάσαι |
| β 181 | βουκόλος · ἤτοι, τὸ κέλλω, ὁ ἅμα τοῖς βουσὶ κέλλων βουκόλος |
| β 182 | βουκόλιον · τὸ τῶν βοῶν πλῆθος, ὡς καὶ αἰπόλιον τὸ τῶν αἰγῶν, καὶ ποίμνιον τὸ τῶν προβάτων, καὶ συβόσιον τὸ τῶν χοίρων, καὶ ἱπποφόρβιον τὸ τῶν ἵππων. αἰπόλιαι |
| β 183 | βουληφόρος · πρόβουλος, ἡγεμών, ἄρχων· Ὅμηρος · οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα. ἰστέον δέ, ὅτι τὴν ἄρχουσαν, ὥσπερ τὸ Φέρεκλος φερέσταχυς Φερσεφόνη τελεσφόρος Ἑωσφόρος ὀνησιφόροσ τοξοφόρος λαμπαδηφόροσ. οὕτως οὖν παρὰ ἢ φιλοῦσι τὸ η ἢ τρέπουσιν αὐτό, οἷον γῆ γηγενής, ὀδύνη ὀδυνήφατος, κρήνη κρηνοφύλαξ· οὕτως οὖν καὶ βουλή βουληφόρος |
| β 184 | βούλιμος · ὁ μέγας ἐπιτατικὸν καὶ τὸ λιμός |
| β 185 | βουλυτός · ἡ δειλινὴ ἔργων |
| β 186 | βοῦνις καὶ βουνίτις · ἡ γῆ εἰσιν οἱ ὀρώδεις καὶ γεώλοφοι τόποι |
| β 187 | Βουπράσιον · πόλις καὶ ποταμὸς καὶ χώρα τῆς Ἤλιδος· Ὅμηρος · οἵ δ’ ἄρα Βουπράσιόν τε. τὸ ἐθνικὸν Βουπρασιεύς καὶ Βουπράσιος. καὶ Βουπρασίωνες |
| β 188 | βούπρηστις · ἔστι λαχάνου ἀγρίου γένος, ὅμοιον τῷ σινήπι |
| β 189 | βοῦς · εἶδος πλακοῦντος διδομένου, μυκηθμοῦ αἰσθάνονται |
| β 190 | βοῦς · παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ τρέφων ἡμᾶς, καὶ κατὰ κρᾶσιν βοῦς· τὸ γὰρ αο οὐ κιρνᾶ. ται εἰς τὴν ου ἀλλ’ εἰς τὴν ω κρείττονα κρείττω ὁμόφωνον αὐτῇ |
| β 191 | Βούσιρις · ὁ ἥρως ὁ δυνάμενος βοῦς ἄγειν σειραῖς, ὥστε δύνασθαι μόνος δύο ζευγνύναι βοῦς, ὥσπερ καὶ Λαέρτης λέγεται παρὰ τὸ λάας καὶ λίθουσ ἀορτάζειν, ἤγουν κουφίζειν. τὰ δὲ εἰς ρις βαρύτονα διὰ τοῦ ρις γράφεται καὶ τούτῳ παραλήγεται, οἷον ἔρις Ἶρις τὸ τόξον, δῆρις Σίρις ὄνομα πόλεως Φοινίκων, κίσιρις εἶδος ὀρνέου, Τίρις ὄνομα κύριον, Πετόσιρις καὶ αὐτὸ κύριον, Ὄσιρις ὁ Διόνυσος παρ’ Αἰγυπτίοις, καλάσιρις, Ὄσιρις ὄνομα πόλεως, ξίρις εἶδος φυτοῦ, Βούσιρισ. πρόσκειται «βαρύτονα» διὰ τὸ χειρίς, ὃ σημαίνει τὸ χειρόμακτρον ὀξύτονον ὄν, καὶ τὸ δῆρις, ἡ φιλονεικία, προπερισπώμενον· πρόσκειται «καὶ τούτῳ παραλήγεται» διὰ τὸ ἔρισ |
| β 192 | βούσυκον · εἰώθασι γὰρ, βούσυκον βούπαις. βούλιμος, ἀπὸ δὲ τοῦ ἵππου ἱπποσέλινον ἱππομανῆ ἱππογνώμονα τὸν μεγαλογνώμονα. τὸ γὰρ βοῦς καὶ ἵππος ἐπὶ τῶν μεγάλων λαμβάνονται |
| β 193 | Βουτάδαι · δῆμός ἐστι τῆς Οἰνηΐδος Βουτία, ἀφ’ ἧς καὶ Βουτάδαι οἱ δημόται. ἢ οἱ ἀπὸ Βούτου· οὗτος δὲ ὁ Βούτης τὴν ἱερωσύνην ἔσχε καὶ Ἐτεοβουτεάδαι οἱ ἀπόγονοι Βούτου |
| β 194 | Βουτρωτός · ἡ Βουθρωτός, πόλις τῆς Ἠπείρου, ὥς φησι Τεῦκρος ὁ Κυζικηνός ὅτι, κτίζει πόλιν, ἀπὸ τοῦ συμβάντος Βουθρωτὸν ὠνόμασε. τὸ ἐθνικὸν Βουθρώτιος |
| β 195 | βουτύπος · ἱερεύς, ἔθυεν |
| β 196 | βοῷεν · βοάοιμι βοῷμι τὸ εὐκτικόν, τὸ τρίτον τῶν πληθυντικῶν βοάοιεν βοῷεν. τὸ β μετὰ τοῦ ρ |
| β 197 | βραγχιᾶν · τὸ πάθος, καὶ τὸ τόσον ἔβραχεν Ἄρης ἆτος πολέμοιο. ἀφ’ οὗ βαρεῖαν ἰαχήν, τουτέστι φωνήν, ἔχειν γίνεται βαριχιᾶν καὶ βραγχιᾶν· βραγχιᾶν γὰρ λέγεται τὸ σαπρᾷ καὶ τραχεῖᾳ φωνῇ χρῆσθαι |
| β 198 | βρᾴ · ἀπὸ τοῦ βρᾴ |
| β 199 | βραβεῖον · ἀπὸ τοῦ ῥάβδος ῥαβδεῖον καὶ καθ’ ὑπερβιβασμὸν τοῦ β καὶ τροπὴν τοῦ δ εἰς β βραβεῖον. ῥάβδος καὶ τοὺς στεφάνους τοῖς νικῶσι διδόντες. καὶ βραβεῖον λέγεται ὁ παρὰ τῶν βραβευτῶν διδόμενος στέφανος τῷ νικῶντι |
| β 200 | βράβηλα · τὰ καλούμενα δαμασκηνά· Θεόκριτος · ὅρπηκες βραβήλοισι καταβρίθοντες ἔραζε. Ἀθήναιος δὲ ἐν τῇ δευτέρᾳ τῶν Δειπνοσοφιστῶν φησι Σέλευκον ὀνομάζειν κοκκύμηλα καὶ βράβηλα καὶ μάδρυα, βοράβηλά τινα ὄντα τὰ τὴν βορὰν ἐκβάλλοντα· ἔστι γὰρ μαλακτικὸν τῆς γαστρός. εἴρηται οὖν καὶ μάδρυα, οἱονεὶ μαλλόδρυά τινα ὄντα, ἐν Δαμασκῇ τῇ πόλει γεωργεῖσθαι |
| β 201 | βραδύς · παρὰ, βραδύς |
| β 202 | βράσσω · τὸ ζέω, ὅπερ ἀναβράσσω λέγουσιν Ἀττικοὶ ἐπὶ τοῦ ἀποτελέσματος λαμβάνοντες τὴν λέξιν· Ἀριστοφάνης · ἀναβράττω κίχλας, ἀντὶ τοῦ ἕψω. εἴρηται παρὰ τὸ βάρος, ἢ βαρῶ βαράσσω καὶ κατὰ συγκοπὴν βράσσω |
| β 203 | βράσσων · ὁ βραδὺς καὶ ἐκ τοῦ βραχύς βραχύτερος βραχίων καὶ βράσσων. ὅθεν τὸ ἀμφίβολον · βράσσων τε νόος |
| β 204 | βραχίων · εἴρηται, χειρῶν· ἢ βραχυκίων τίς ἐστι |
| β 205 | βραχύς · παρὰ τὸ βλαχύσ κατὰ τροπὴν τοῦ λ εἰς τὸ ρ γενέσθαι |
| β 206 | βρέχμα καὶ βρεχμόν · τὸ ὑπερμετώπιον· οὕτως εὗρον εἰς τὸ Ῥητορικόν, ἐν δὲ τοῖς Ἐτυμολογικοῖς τὸ τῆς κεφαλῆς ἄκρον κρανίον, ὅπερ ὁ ποιητὴς βρεκμόν καλεῖ· ὥσπερ παρὰ τὸ ἔχω γίνεται ἐχμός ὀχμόσ καὶ συνεοχμός, οἷον · καὶ αὐχένος ἐν συνεοχμῷ, οὕτως καὶ παρὰ τὸ βρέχω γίνεται βρεχμός καὶ βρέχμα· τοῦτο γὰρ πρῶτον βρέχεται |
| β 207 | βρέμει · ἠχεῖ κυρίως· παρὰ τὸν βρόμον ἦχος. ἐγὼ οὖν νομίζω τὸν βρόμον παρὰ τὸ βρέμω εἶναι |
| β 208 | βρενθύεται · μεγαλοφρονεῖ, ὀργίζεσθαι, ἢ οἱονεὶ θρύπτεσθαι. βρένθυον δέ ἐστι μύρον· τοὺς οὖν ἀλαζόνας καὶ τρυφεροὺς μύρῳ χρίεσθαι ἀκολουθεῖ. ἀπὸ τούτου δηλαδὴ τούς θρυπτομένους βρενθυομένους λέγουσιν |
| β 209 | Βρεντήσιον · πόλις περὶ τὸν Ἀδρίαν· ἀπὸ Βρέντου τοῦ Ἡρακλέους. ἢ ὡς εὐλίμενος οὖσα · «ἑνὶ γὰρ στόματι λιμένες πολλοὶ συγκλείονται», ὡς ἐοικυῖα τοίνυν κεφαλῇ ἐλάφου. οὕτως ὠνόμασται, βρέντιον γὰρ παρὰ Μεσαπίοις ἡ κεφαλὴ τοῦ ἐλάφου. τὸ ἐθνικὸν Βρεντεσῖνος |
| β 210 | Βρεττανοί · ἔθνος· ἀπὸ Κελτοῦς τῆς Βρεττάνου θυγατρός. Βρεττία δὲ νῆσος ἐν τῷ Ἀδρίᾳ ποταμὸν ἔχουσα Βρέττιον· οἱ δὲ Βρεττανίδα καλοῦσι. τὸ ἐθνικὸν ἔδει Βρεττιανός, ὡς Πολύβιος νῦν δὲ λέγονται Βρέττιοι. εἰσὶ καὶ Βρεττανίδες νῆσοι ἐν τῷ ὠκεανῷ. τὸ ἐθνικὸν Βρεττανοί. ἔστι καὶ Βρέττο ς, πόλις Τυρρηνῶν, ἡ χώρα Βρεττία |
| β 211 | βρέτας · παρὰ τὸ βροτός, ἄγαλμα |
| β 212 | βρέφος · παρὰ, βρέφος |
| β 213 | βρέχειν · ἀπὸ τοῦ ἤχου τῶν ὑδάτων, ὅθεν καὶ Ὅμηρος · ὠνοματοπεποίηται ἡ λέξις · ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ. ἢ παρὰ τὸ βάλλω ἢ βέλω βλῶ καὶ βρῶ καὶ βρέχω |
| β 214 | βρίαχος · θηλυκῶς ἡ βάκχη· Σοφοκλῆς · ἐγὼ δὲ χερσὶν ἄγραν βρίακχον. εἴρηται ἡ βριαρῶς ἰακχάζουσα |
| β 215 | Βριάρεως · ὁ ἑκατόγχειρ καὶ βριαρό ς, ἔνθεν τὸ Βριάρεως. ἢ παρὰ τὸ βρι ἀφ’ οὗ καὶ βρίθω καὶ βρῖθος, τὸ βάρος· καὶ ὥσπερ παρὰ τὸ στάχος γίνεται στάχυς, οὕτως καὶ παρὰ τὸ βρῖθος βαρύς καὶ βριθύσ καὶ · βριθύ, καὶ βριθοσύνη καὶ τὸ βριάω, οἷον καὶ · καί τε βριάοντα χαλέπτει. καὶ παρωνύμως Βριαρεύς, ὡς πομπός πομπεύς καὶ · πομπῆες ἀγαυοί·. καὶ ἀπὸ τοῦ Βριαρεύς Ἀττικῶς γενικὴ Βριαρέως· καὶ αὕτη εἰς εὐθεῖαν ἀναχθεῖσα ἐποίησε τὴν Βριάρεως |
| β 216 | Βριάρηο · οἷον · Βριάρηο κόρα. ἔστι Βριαρῆος ἡ εὐθεῖα καὶ Θετταλικῶς γενικῇ Βριαρήοιο καὶ συγκοπῇ τῆς οι Βριάρηο |
| β 217 | βρίζω · τὸ κοιμῶμαι · ἐνθ’ οὐκ ἂν βρίζοντα ἴδοις. εἴρηται οἷον βορίξαι τι ὄν |
| β 218 | βριήπυος · παρὰ τὸ βρι ἐπιτατικὸν καὶ βαρύφωνος |
| β 219 | βρίκελος · βαρβαρικὸν τὸ ὄνομα, οἱονεὶ βροτῷ εἴκελος |
| β 220 | βριμαίνω · τὸ ὀργίζομαι· παρὰ ὅθεν καὶ βριμοῦσθαι καὶ «βριμοῦται» καὶ βριμῆσαι καὶ ἐμβρίμησις καὶ ἐμβριμῶ. καί μοι βριμαίνω |
| β 221 | Βριμώ · ἡ Φερσεφόνη· ἡ δ’ αὐτὴ λέγεται Ἑκάτη, οἷον · Βριμὼ νυκτίπολον χθονίαν ἐνέροισιν ἄνασσαν. εἰρῆσθαι δέ, ὅτι Ἑρμῆν ἐπὶ κυνηγεσίαν ἐξιοῦσαν θελῆσαι βιαίως μιγῆναι, ἡ δὲ ἀπετράπη, ἐντεῦθεν Βριμὼ προσηγορεύθη |
| β 222 | Βρῖσαι · νύμφαι οὕτω καλούμεναι, ἢ ὅτι βλῖσαι, καὶ γὰρ μελισσουργίαν αὗται τὸν Ἀρισταῖον ἐδίδαξαν, τροπῇ τοῦ λ εἰς ρ. ἢ παρὰ, ἐλαίαν, ἧστινος δὴ τὴν ἐργασίαν αὗται ἐδίδαξαν |
| β 223 | Βρισεύς · ὁ ἥρως, οἷον · κούρην Βρισῆος· παρὰ τὸ βρίθω τὸ βαρῶ· ἐβάρησε γὰρ καὶ ἔβλαψε τοὺς Ἕλληνας διὰ τὸ λαβεῖν αὐτὴν τὸν Ἀγαμέμνονα. ἐκ δὲ τοῦ Βρισηΐς καὶ τὸ Βρισηΐδες |
| β 224 | Βριτόμαρτις · καὶ Ἄρτεμις καὶ νύμφη· εἴρηται δέ, ὅτι, χρησμὸν δοθῆναι Διί, ὅτι ἐκ τῆς μήτρας τῆς Ἑκάτης ὁ γεννώμενος τὴν θεόν |
| β 225 | βρόδον · ἔστι διάλεκτος· παρὰ τὸ ῥόδον πλεονασμῷ τοῦ β βρόδον |
| β 226 | βρόμος · ὁ τοῦ, ἡ φωνή. παρὰ τὸ βρέμω βρόμος. καὶ Ὅμηρος · τόσσος γε πέλει βρόμος πυρὸς αἰθομένοιο |
| β 227 | Βρόμιος · ὁ Διόνυσος· παρὰ τὸν βρόμον, ὅ ἐστιν ἦχον τοῦ πυρός, τοῦ πυρός |
| β 228 | βροντή · παρὰ ἡ βροντή |
| β 229 | βράταχος · βάτραχος καθ’ ὑπέρθεσιν. Ἴωνες δὲ τῇ λέξει κέχρηνται |
| β 230 | βρότος · τὸ αἷμα βαρυτόνως ἄλλου ζῴου καλεῖ αἷμα βρότον |
| β 231 | βροτός · ὁ ἄνθρωπος· παρὰ τὸ μείρω, τὸ μερίζω, γίνεται μορτός καὶ, εἰς β βροτός, ὁ μεμερισμένην ἔχων τὴν φωνήν |
| β 232 | βροτολοιγέ · ἀνθρωποφθόρε· παρὰ τὸ βροτός καὶ τὸ λοιγός, ὁ ὄλεθρος, βροτολοιγός, κακός ἄκακος· χωρὶς τῶν ἐπὶ ἔθνους παραλαμβανομένων· Βοιωτός φιλοβοιωτός. καὶ κλειτός ἀγακλειτός. κυρίως δὲ ἐπὶ ἰατρῶν ἡ λέξις παραλαμβάνεται· Ὅμηρος · ὦ βροτολοιγέ, πόσους σὺ τῷ Ἅιδῃ προΐαψας |
| β 233 | βροῦχος · εἶδος ἀκρίδος· παρὰ Ἀριστοφάνης Ὄρνισι · βρύκους’ ἀπέδεσθαί μου τοὺς δακτύλους. βρύκος καὶ βροῦχος πλεονασμῷ τοῦ ο καὶ τροπῇ τοῦ κ εἰς χ . τὸ δὲ αὐτὸ καὶ μάσταξ καλεῖται παρὰ τὸ μασσᾶσθαι, οἷον · μάστακι σιτοβόρῳ ἐναλίγκιος |
| β 234 | βρόγχος · ὁ λαιμός, τῶν ἰχθύων τῶν τὰ βράγχη ἐχόντων. εἴρηται τὸ πάθος εἴρηται |
| β 235 | βρόχθος καὶ βρόχθημα· τὸ ὀλίγον, καταπίνομεν. εἴρηται παρὰ, πεποιη. μένη δέ ἐστιν ἡ λέξις ἀπὸ τοῦ γινομένου ἤχου ἐν τῷ καταπίνειν |
| β 236 | βρόχος · ἐπὶ τοῦ σχοινίου, τὸ περιτιθέμενον ἐν τῷ λαιμῷ· Ὅμηρος · ἁψαμένη βρόχου. κυρίως δὲ καὶ εἰς τὰ ἀπόγεια σχοινία διὰ τὸ βρέχεσθαι. ἢ παρὰ τὸν βρόγχον εἴρηται, ὁ ἐπιτιθέμενος τῷ βρόγχῳ, ἤγουν τῷ λαιμῷ |
| β 237 | βρυγμός · ἡ σύντομος μύλων ἀκόνησις. παρὰ τὸ βρύκω, ὃ σημαίνει τὸ ἐσθίω, καὶ ὡς νύσσω νυγμός, οὕτω βρύκω βρυγμός |
| β 238 | βρυκεδανός · παρὰ καὶ ὡς πεύκη πευκανός πευκεδανός, οὕτω βρύκω βρυκεδανός |
| β 239 | βρύκω · τὸ ἐσθίω· παρὰ τὴν βορὰν βορύκω καὶ βρύκω |
| β 240 | βρύτια · τὰ τῆς σταφυλῆς πιέσματα, ἃ καὶ στέμφυλα λέγεται. παρὰ ἀλέσματα |
| β 241 | βρύττοντες · οὕτως, ὁ πυρετός |
| β 242 | βρῶμα · παρὰ τὸ βρώσω βέβρωμαι βρῶμα· ἢ παρὰ τὸν βρώσω μέλλοντα γίνεται βρῶμα καὶ βρῶσις καὶ βρώμη, ὡς κωλύσω κωλύμη καὶ φιλήσω φιλήμη. σημαίνει δὲ τὴν βρῶσιν, οἷον · μνησόμεθα βρώμης. τὸ β μετὰ τοῦ υ |
| β 243 | Βύβλος · πόλις Φοινίκης ἀρχαιοτάτη. εἴρηται δέ, ὅτι διαφυλάττεται. οἱ δέ, ὅτι Ἶσις κλαίουσα τὸν Ὄσιριν ἐκεῖσε τὸ διάδημα τῆς κεφαλῆς ἀπέθετο φυομένης βοτάνης βύβλου. τὸ ἐθνικὸν Βύβλιος καὶ Βυβλιάς |
| β 244 | βυβλίον καὶ βιβλίον διαφέρει· βυβλίον γὰρ τὸ γεγραμμένον |
| β 245 | βυθός · τὸ βάθος, τροπῇ τοῦ α εἰς υ. ἢ παρὰ τὸ βύζω βυστός καὶ βυθός |
| β 246 | βύκτης · ἠχητικός Ὅμηρος · ἔνθα δὲ βυκτάων ἀνέμων. παρὰ τὸ βύω βύζω, ὁ παθητικὸσ παρακείμενος βέβυγμαι βέβυκται· παρὰ γοῦν τὸ βέβυκται βύκτης |
| β 247 | Βύνη · ἡ Λευκοθέα, ἡ Ἰνώ· εἴρηται. καὶ συγκοπῇ Βύνη. ἢ παρὰ τὸ δύω Δύνη, ἡ καταδύσασα εἰς θάλασσαν, καὶ τροπῇ Βύνη |
| β 248 | βυρσοδέψης · ὁ αὐτὸς γὰρ καὶ σκυλοδέψης καλεῖται ἁπαλῦναι |
| β 249 | βύρσα · παρὰ τῷ σώματι. ἢ παρὰ τὸ ῥύω ῥύσα καὶ βύρσα, ἡ περιρρεομένη τῷ ἱδρῶτι |
| β 250 | βυσσός · τὸ βάθος βυσσός. ἔστι δὲ καὶ βύσσος· εἶδος, λέγονται |
| β 251 | βυσσοδομεύων · ὁ ἐν ἑαυτῷ, οἰκοδομῶν καὶ βυσσοδομεύων. παρὰ τὸν βύσσον καὶ μὴ πρότερον ἐπιγνωσθῆναι πρὶν ὑπερέχειν ἄνω. τὸ β μετὰ τοῦ ω μεγάλου |
| β 252 | βώκαρος · τὸ ἔαρ ὑπὸ Τροιζηνίων· παρὰ βώκαρος |
| β 253 | βῶλος · ἡ γῆ· παρὰ τὸ βῶ, τὸ τρέφω, ὅθεν καὶ βῶστρον, γίνεται βῶλος, ἐξ αὐτοῦ, κοπτομένη. ἢ παρὰ οἷον · οὔτε ποτ’ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν |
| β 254 | βωμός · τέμενος ἱερόν· παρὰ, θυσίαν. δηλοῖ δὲ καὶ τὴν βάσιν, ὡς παρ’ Ὁμήρῳ · ἅρματα δ’ ἂμ βωμοῖσι τίθει |
| β 255 | βωμολόχος · κυρίως οἱ ἐπὶ τῶν θυσιῶν λοχῶντες λέγονται, τουτέστι, ὁ παραπλησίως τούτων ἕνεκα ὠφελείας τινὸς κολακεύων καὶ πᾶν ὁτιοῦν ὑπομένων ἐπὶ κέρδει τοῦ διαπαίζειν τε καὶ σκώπτειν, ὅθεν καὶ βωμακεύματα τὰ βωμολο. χεύματα. οἱ δὲ τὸν εὐτράπελον καὶ γελωτοποιόν, ἢ τὸν κόλακα. ἄλλοι δὲ τὸν πανοῦργον καὶ συκοφάντην |
| β 256 | βώμαξ · βωμολόχος· οὗτος δὲ ἀπὸ τῶν βωμῶν. τάσσεται δὲ καὶ ἐπὶ τῶν μαλακιζομένων |
| β 257 | Βωμύκας · οὕτως πρῶτον ἐκαλεῖτο ὁ Εὐρώτας· παρὰ τὸ βοὸς μυκηθμὸν παραπλήσιον ἔχειν |
| β 258 | βωνίτης · σημαίνει τὸν βουκόλον |
| β 259 | βῶξ · εἶδος ἰχθύος· παρὰ τὸ βοή γίνεται βόαξ καὶ κράσει βῶξ· ἱστορεῖται γὰρ φωνὴν ἔχειν. Ἡρωδιανὸς δέ φησι καὶ δισυλλάβως λέγεσθαι· Ἀριστοφάνης · ἀλλ’ ἔχουσι γαστέρα μεστὴν βοάκων· καὶ Φερεκράτης ·. οὐκ ἔστιν ἄλλος οὐδεὶς ἢ βόαξ |
| β 260 | βώσεσθε · πῶς τῆμος βώσεσθε δυσάμμοροι· σημαίνει δὲ τὸ βιώσεσθε |
| β 261 | βωσόμεθα · βοησόμεθα καὶ κράσει τοῦ ο καὶ η εἰς ω. σημαίνει δὲ τὸ ἐπικαλεσόμεθα |
| β 262 | βωστρεῖν · καλεῖν, βοαστρῶ καὶ κράσει βωστρῶ, ὡς ἀπὸ τοῦ καλῶ καλίζω καλιστής καὶ καλιστρῶ, καὶ ἀπὸ τοῦ ἐλέω ἐλῶ ἐλάζω ἐλαστής καὶ ἐλαστρῶ, οἷον · δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα. Ὅμηρος ἐν Ὀδυσσείᾳ · βωστρεῖν τε Κράτει· Κράτεϊς Κρατέϊδος ἡ παῖς τῆς Σκύλλησ |
| β 263 | βωτιάνειρα · ἡ βόσκουσα τοὺς ἄνδρας· βόσις, ἡ τροφή, καὶ βότης ἀνήρ, ἐπενθέσει Ἰωνικῇ τοῦ υ βούτης καὶ τροπῇ Δωρικῇ τῆς ου διφθόγγου εἰς ω μέγα βώτης, οὗ θηλυκὸν ἡ βῶτις τῆς βώτιδος, καὶ ἐν συνθέσει τοῦ ἀνήρ βωτιάνειρα, καὶ ὡς σωτήρ, καὶ συντιθέμενον μετὰ τοῦ βῶ, τὸ τρέφω, βωτιάνειρα, οὕτωσ καὶ Καλλιάνειρα |
| β 264 | βώτορες · νομεῖς· πραὰ τὸ βῶ βόσω βέβοται βότης καὶ βοτήρ, ὡς ἐλάστης ἐλαστήρ καὶ ἐπεκτάσει βώτωρ, ὡς Μέντης Μέντωρ |
| β 265 | Βώτιον · χωρίον περὶ τὴν Ἴλιον ἀπὸ ταύτης τῆς αἰτίας. τὸ δὲ ἐπεβώσατο ἀπὸ τῆς ἐπεβοήσατο κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω μέγα, ὡς χλοηρός χλωρός, καὶ δηλοῖ τὸ ἐπεκαλέσατο |
| β 266 | Βωδώνη · πόλις Περραιβική. ὁ πολίτης Βωδωναῖος |
| β 267 | Βῶλα · ὡς Νῶλα. καὶ Βωλανοί |
| β 268 | Βωταχίδαι · τόπος Ἀρκαδίας· ἀπὸ Βωτάχου τινός · «Βώταχος, ἀφ’ οὗ ὁ τόπος Βωταχίδαι» |
| β 269 | βαιών ἢ βαίων · ὃ καὶ βλέννος λέγεται · ἔστιν ἰχθὺς παραπλήσιος κωβίῳ. Ἐπίχαρμος δὲ βαίονας, εἴρηται |
| β 270 | βεμβράς · εἶδος, Ἀριστώνυμος · ταῖς βεμβραφυίαις προσέοικεν ὁ καρκινοβάτης, καὶ αὖθις· οὔτ’ ἀφύη νῦν ἐστι σαφῶς, οὔτ’ αὖ βεμβρὰς κακοδαίμων |
| β 271 | βαβύλη · πόλις ἐν Ὀδρύσαις τῆς Θρᾴκης· ὁ πολίτης Βαβυλίτης |
| β 272 | Βαγαδαονία · μοῖρα Καππαδοκίας νοτιωτάτη |
| β 273 | Βαιταρρηνοί · ἀπὸ Βαιταρροῦς, κώμης Παλαιστίνης |
| β 274 | Βαῖτις · ποταμὸς κατὰ Ἰβηρίαν |
| β 275 | Βάλα · πόλις Γαλιλαίας· ὁ πολίτης Βαλαῖος |
| β 276 | Βέλβινα · πόλις Λακωνική |
| β 277 | Βηθλεεμμίτης · ἀπὸ Βηθλεέμ |
| β 278 | Βηρυτός · πόλις Φοινίκης, κτίσμα Κρόνου· ἐκλήθη δὲ Βηρυτὸς διὰ τὸ εὔυδρον, βήρ γὰρ τὸ φρέαρ παρ’ αὐτοῖς |
| β 279 | Βῆσσα · πόλις |
| β 280 | Βισαλτία · πόλις καὶ χώρα Μακεδονίας, ἀπὸ Βισάλτου τοῦ Ἡλίου καὶ Γῆς, περὶ ταύτην οἱ λαγωοὶ πάντες ἁλίσκονται δύο ἥπατα ἔχοντες. ὁ πολίτης Βισάλτιος |
| β 281 | Βορυσθένης · πόλις καὶ ποταμὸς τοῦ Πόντου περὶ τὴν Μαιῶτιν λίμνην καὶ τὸν Τάναϊν ποταμόν, ὁ καλούμενος Δάνουβισ. ὁ πολίτης Βορυσθενίτης, τὸ θηλυκὸν Βορυσθενῖτις, οὐκ ἀπὸ τῆς πόλεως, ἀλλ’ ἀπὸ τοῦ ποταμοῦ. βούλεται δὲ τὴν ει δίφθογγον ἔχειν ἐν τῇ παραληγούσῃ· ἀπὸ γὰρ τῆς εἰς ος εὐθείας ἡ διὰ τοῦ ιτης παραγωγὴ πλεονάζει μιᾷ συλλαβῇ, ὡς τόπος τοπίτης, Κανωπίτης καὶ ἀπὸ γενικῆς Ἀσκάλωνος Ἀσκαλωνίτης, Ἕλεος Ἑλεΐτης καὶ Ἑλείτης ὁ τὸ Ἕλος οἰκῶν, Ὠρεός Ὠρεΐτης καὶ Ὠρείτης. ἔδει οὖν εἶναι Βορυσθενείτης, οὐ γὰρ ὅμοιον τῷ τεμενίτης, ἑρκίτης· οὐ γὰρ ἀπὸ τῆς γενικῆς, ἀλλ’ ἀπὸ τῆς εἰς ος εὐθείας ταῦτα καὶ εἰκότως ἔχει τὸ ι. τί οὖν ἐροῦμεν; ἠκολούθησε τῷ πλείονι χαρακτῆρι διὰ τοῦ ι · τὰ γὰρ διὰ τῆς ει διφθόγγου ὀλίγα· Ζελείτης Σαμαρείτης Δικαιαρχείτης Μαρωνείτης |
| β 282 | Βόστρα · πόλις Ἀραβίας, θηλυκῶς καὶ οὐδετέρως. Βοστρηνός, ὡς Γαγγρηνός, καὶ Βοστραῖος τὸ ἐθνικόν |
| β 283 | Βούδεια · πόλις ἐν Μαγνησίᾳ, ἀπὸ τοῦ οἰκήσαντος Βουδείου. Ὅμηρος Βούδειον ἔφη · ὅς ῥ’ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσεν. ἔστι δὲ καὶ Φρυγίας πόλις τὸ ἐθνικὸν Βουδειανόσ. ἔστι καὶ Βούδειοι ἔθνος Μηδικόν |
| β 284 | Βούδωρον · ἀκρωτήριον· τὸ ἐθνικὸν Βούδώριος |
| β 285 | Βουθία · πόλις Ἰωνίας· τὸ ἐθνικὸν Βουθιαῖος |
| β 286 | Βοῦρα · πόλις Ἀχαΐας. Βουραῖος καὶ Βουραία καὶ Βουραϊκός κτητικόν, καὶ Βούρειος διὰ διφθόγγου |
| β 287 | Βουρδίγαλα · πόλις Κελτογαλατίας |
| β 288 | Βραυρών · δῆμος τῆς Ἀττικῆς, ἀπὸ Βραυρῶνος, ἀφ’ οὗ καὶ Βραυρωνία ἡ Ἄρτεμις. τὰ δὲ τοπικὰ Βραυρωνόθεν |
| β 289 | Βρίγες · ἔθνος Θρᾳκικόν. Ἡρωδιανὸς Βρίγαντας αὐτούς φησι |
| β 290 | Βύζαντες · Λίβυες περὶ Καρχηδόνα τῆς Λιβύης ἔθνος, ἀφ’ οὗ ἡ πόλις Βυζάντιον. καὶ Βυζάντιοι οἱ ἐν Λιβύῃ. τὸ ἐθνικὸν τῷ τύπῳ τῶν διὰ τοῦ ιτης Βυζακίτης ὤφειλε λέγεσθαι, νῦν δὲ Βυζακηνοί λέγονται τῷ δυτικῷ χαρακτῆρι, καὶ ἱμάτια Βυζακηνά. τὸ ἐθνικὸν Βυζάντιος, ἔστι δὲ τριγενές. λέγεται δὲ καὶ ἡ Βυζάντιος κοινῶς. τὸ κτητικὸν τοῦ πολίτου Βυζαντιακός, ὡς Ῥόδιος Ῥοδιακός, τὸ μέντοι τοῦ ἥρωος Βύζαντος τὸ κτητικὸν διὰ τῆς ει διφθόγγου, ὡς τοῦ Ἄβαντος Ἀβάντειος. λέγεται καὶ Βυζαντίς ἀπὸ γενικῆς τοῦ Βύζαντος, ὡς Αὐσονίς, λέγεται δὲ καὶ ἀπὸ τοῦ Βυζάντιος ἐθνικοῦ Βυζαντίς, ὡς ἀπὸ τοῦ Λέσβιος Λεσβίς. ἔστι καὶ ἐπὶ τῆς χώρας ἡ Βυζάντεια διὰ τῆς ει διφθόγγου, προπαροξύνεται δὲ ὡς τὸ Θέσπεια Ζέλεια· ἀπὸ δὲ τοῦ Βυζάντιος ἐθνικοῦ λέγεται θηλυκῶς Βυζαντία ἐπὶ τῆς γυναικὸς καὶ τῆς πόλεως. καὶ ὡς ἀπὸ τῆς Σηλυβρίας Σηλυβριανός, οὕτως ἀπὸ τῆς Βυζαντίας Βυζαντιανός. ἢ ἀπὸ τοῦ Βυζάντεια τὸ Βυζαντειανός, ὡς Ἡράκλεια Ἡρακλειανός |
| β 291 | Βυζάντιον · τὸ ἐν Θρᾴκῃ βασίλειον, πόλις διασημοτάτη, πρὸς τῇ Προποντίδι, πρὸς τῷ μέρει τῆς Εὐρώπης. ἐκλήθη. ἀπὸ Βύζαντος τοῦ Κεροέσσης τῆς Ἰοῦς θυγατρὸς καὶ Ποσειδῶνος, ἢ ὅτι τοῦ στόλου Βύζας ἦν ἡγεμών. μετωνομάσθη δὲ Κωνσταντινούπολις καὶ Νέα Ῥώμη. τὸ ἐθνικὸν Κωνσταντινοπολίτης ἄνευ τοῦ υ. τοῦ Βύζας τὸ ἐθνικὸν διὰ τοῦ ι Βυζάντιος, τὸ δὲ κτητικὸν διὰ διφθόγγου. τὸ δὲ Βυζάντιος ἐθνικὸν τριγενές, τὸ κτητικὸν Βυζαντιακός. λέγεται καὶ Βυζαντιάς καὶ Βυζαντίς· ἔστι καὶ ἐπὶ τῆς χώρας Βυζάντεια διὰ διφθόγγου. ἀπὸ δὲ τοῦ Βυζάντιος Βυζαντία Βυζαντιανός λέγεται |
| β 292 | Βυσσός · ἔθνος· καὶ ὀξυτόνως λέγεται καὶ ὁ βυθός. τὸ μέντοι θηλυκὸν τοῦ βύσσος βαρύνεται, ἀφ’ οὗ καὶ βύσσινον |