eul_wid: udm-aj
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On the Vatican Codex by Porphyry of Tyre

On the Vatican Codex is a lost philosophical and textual commentary by the Neoplatonist Porphyry of Tyre. Structured as a series of 88 passages or questions, the work addresses problematic sections within a specific manuscript of Plato's dialogues owned by Porphyry, known as the Vatican Codex. It combines textual criticism with philosophical exegesis to resolve difficulties in Plato's text, with significant attention given to the dialogue Timaeus. The treatise engages in comparing manuscript variants to establish correct readings, provides philosophical exegesis of difficult Platonic concepts, and offers grammatical and stylistic analysis of Plato's diction, often harmonizing passages with Neoplatonic metaphysics. The work is lost and survives only fragmentarily. Its contents are known almost exclusively through extensive quotations and paraphrases in Proclus's fifth-century commentary on Plato's Timaeus, where Porphyry's solutions are frequently cited and critiqued. On the Vatican Codex was a key reference for later Neoplatonists; Proclus's detailed engagement demonstrates its importance, and through his work, Porphyry's textual and interpretive notes influenced subsequent readings of Plato. It stands as a prime example of the late antique scholarly commentary tradition.

ΖΗΤΗΜΑΤΑ

Πολλάκις μὲν ἐν ταῖς πρὸς ἀλλήλους συνουσίαις Ὁμηρικῶν ζητημάτων γινομένων, Ἀνατόλιε, κἀμοῦ δεικνύναι πειρωμένου, ὡς αὐτὸς μὲν ἑαυτὸν τὰ πολλὰ Ὅμηρος ἐξηγεῖται, ἡμεῖς δὲ ἐκ τῆς παιδικῆς κατηχήσεως περινοοῦμεν μᾶλλον ἐν τοῖς πλείστοις ἢ νοοῦμεν ἃ λέγει, ἠξίωσας ἀναγράψαι με τὰ λεχθέντα μηδὲ διαπεσόντα ἐᾶσαι ὑπὸ τῆς λήθης ἀφανισθῆναι. μὴ ὢν δὲ οἷός τε πρὸς τὰς σὰς δεήσεις ἀντιβλέπειν διὰ σὲ καὶ τοὺς ἄλλους Ὁμήρου ἐραστάς, πειράσομαι τά τε ῥηθέντα ποτὲ ἀνενεγκεῖν τά τε πάλιν ὑποπεσόντα προσθεῖναι, τὰς μὲν μείζους εἰς Ὅμηρον πραγματείας ὑπερτιθέμενος εἰς καιρὸν σκέψεως τὸν προσήκοντα, ταυτὶ δὲ οἷον προγύμνασμα τῶν εἰς αὐτὸν ἀγώνων, ἐν οἷς ἀγνοεῖται μὲν πολλὰ τῶν κατὰ τὴν φράσιν. λανθάνει δὲ τοὺς πολλοὺς τῇ δοκούσῃ ἐπιτρέχειν τῶν ποιημάτων ὁλοσχερεῖ σαφηνείᾳ προσέχοντας. αὐτὸς δὲ ἕκαστος ἑαυτὸν ἀνακρίνων εὐθυνέτω, πρὶν ὑφʼ ἡμῶν ἐπαχθῆναι τὴν ἐξήγησιν, ποίαν περὶ τῶν προβαλλομένων ἐπῶν εἶχε τὴν διάνοιαν. ἢ γὰρ ταὐτὰ γνοὺς ἡμᾶς λέγοντας βεβαίαν τὴν περὶ τῶν νοηθέντων ἕξει κρίσιν, ἢ σφαλλόμενος μεταβήσεται ἡμᾶς τε ὀνήσει πλανωμένους διορθώσας. αʹ.

Ἐζητοῦμεν τὸν νοῦν τε τούτων καὶ τὰς λέξεις· εἶμι μὲν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω, ἔμπορος, οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων γίγνομαι, ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι τί σημαίνει τὸ ἔμπορος καὶ τὸ ἐπήβολος καὶ πρὸς τί ἀναφέρεται τὸ ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι; τὸ μὲν οὖν ἔμπορος οὐ κατὰ τὴν συνήθειαν τέτακται παρʼ Ὁμήρῳ, ἀλλʼ ἐπὶ τῶν ἐπʼ ἀλλοτρίας νηὸς περώντων, οὓς συνήθως ἐπιβάτας νῦν λέγομεν. αὐτὸς γοῦν ἐν ἄλλοις παρίστησι λέγων·

ἢ ἔμπορος εἰλήλουθας νηὸς ἐπʼ ἀλλοτρίης, τῶν Ἀττικῶν τῶν ἐν ταῖς τριήρεσι στρατευομένων τοὺς μὲν μαχομένους ἐπιβάτας καλούντων, τοὺς δὲ τὰς κώπας καὶ τὰ πηδάλια ἔχοντας ἐπικώπους. ὅπερ δὲ παρὰ τῷ ποιητῇ τῶν ἐπὶ τοῖς ἅρμασιν οἱ μὲν μαχόμενοι παραιβάται, οἱ δὲ τὰς ἡνίας ἔχοντες ἡνίοχοι, τοῦτο ἐπὶ τῶν ἐν ταῖς τριήρεσιν ἐπίκωποι καὶ ἐπιβάται παρʼ Ἀττικοῖς δύνανται. οὐ μέντοι ὁ ἔμπορος ἀπὸ τοῦ πορίζειν πεποίηται παρʼ Ὁμήρῳ, ἀλλʼ ἀπὸ τοῦ πόρου, τοῦτʼ ἔστι τῆς πορείας. τὸν δὲ πόρον κυρίως ἐπὶ τῆς τοῦ ὕδατος τάττει πορείας, λέγων·

ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων, καὶ

ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐυρρεῖος ποταμοῖο.ὡς οὖν τὸ μὴ ἐν οἰκείῳ οἴκῳ γαμεῖν ἀλλʼ ἐν ἀλλοτρίῳ ἐγγαμεῖν λέγουσιν, οὕτως τὸ ἐπʼ ἀλλοτρίας νηὸς τὸν πλοῦν ποιεῖσθαι ἐμπορεύεσθαι, καὶ ἔμπορος ὁ τοιοῦτος. τὸ δὲ ἐπήβολος σημαίνει τὸν ἐπιτυχῆ καὶ ἐγκρατῆ, ἀπὸ τῆς βολῆς καὶ τοῦ βάλλειν, ὃ σημαίνει τὸ τυγχάνειν τοῦ σκοποῦ, ὅθεν καὶ τὸ

σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι, τοῦτʼ ἔστιν ἐπιτυχῶς λάμβανε. καὶ ἡ βουλὴ δὲ οἷον βολή τις, ὅθεν ἔφη·

σῇ δʼ ἥλω βουλῇ Πριάμοιο πόλις, ὡς εἰ ἔφη· τοῖς σοῖς ὅπλοις ἢ τόξοις ἢ βέλεσι. λύσεις ἐντεῦθεν καὶ τὸ

ἡ δὲ Φερὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ· μετῆκται γὰρ ἀπὸ τῶν πόρρω τὴν ἐπιβολὴν ποιουμένων ὥστε τυχεῖν· ἡ ναῦς οὖν ἐπιβολὴν ἐποιεῖτο ὥστε τυχεῖν τῶν Φερῶν. οὕτω τῇ λέξει καὶ οἱ μεθʼ Ὅμηρον κέχρηνται· Σοφοκλῆς Ἀλκμαίωνι· «εἴθʼ εὖ φρονήσαντʼ εἰσίδοιμί πως φρενῶν ἐπήβολον καλῶν σε», Πλάτων νόμων πρώτῳ· «ἐπήβολοι γεγονότες τῆς καλλίστης ᾠδῆς», Ὑπερίδης ἐν τῷ κατὰ Δημάδου· «μηδέποτε πολέμου μήτε πολιτείας ἐπηβόλους γενέσθαι», Ἄρχιππος Πλούτῳ· «νῦν ὡς ἐγενόμην χρημάτων ἐπήβολος». ἔστι δὲ οὐ ποιητικὴ λέξις ἀλλʼ Ἀττική. τί οὖν αἱ λέξεις σημαίνουσι δεδήλωται, τὸ δὲ ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι σὺν βαρύτητι εἴρηται, λέγοντος Τηλεμάχου· ἐν ἀλλοτρίᾳ πλευσοῦμαι νηί· οὐ γάρ εἰμι ἐπιτυχὴς ἰδίας νηός, οὐδὲ ἐρέτας κέκτημαι, τοῦτο γὰρ ὑμῖν ὠφελιμώτερον εἶναι ἐφάνη, τοῦτʼ ἔστι τὸ μὴ ἔχειν ἐμὲ ἰδίαν ναῦν ἀλλʼ ἔμπορον πλεῖν· ἀναφέρει δὲ εἰς ἐκεῖνο, ὅτι εἰς πενίαν αὐτὸν κατέστησαν. προεῖπε γάρ· ἢ οὐχ ἅλις, ὡς τὸ πρόσθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα ἔστιν οὖν οὕτω τὸ νόημα· ἀντὶ ναυκλήρου διʼ ὑμᾶς ἐπιβάτης γέγονα τἀμὰ καταναλώσας. βʹ.

γʹ

Τὸ αἰόλον οὐκ οἶδʼ ὅθεν τῶν γραμματικῶν τινες ἐπὶ τοῦ ποικίλου παρʼ Ὁμήρῳ ἀκούειν ἀξιοῦσιν· οὕτω γοῦν τὸ αἰολόπωλον ἀποδιδόασι καὶ τὸ αἰόλος ἵππος καὶ αἰόλον ὄφιν, οὐκ ἔστι δὲ ἀλλὰ σημαίνει τὸν ταχύν, γενόμενον ἀπὸ τῆς ἀέλλης, ἥτις ἀπὸ τοῦ ἄειν καὶ εἱλεῖν πεποίηται, ὡς αὐτὸς ἐξηγήσατο εἰπών· ὅνπερ ἄελλαι χειμέριαι εἱλέωσιν, ἤτοι εἱλῶσιν. ὡς καὶ ἐπὶ τοῦ βορρᾶ ἔφη· εἵλει γὰρ βορέης ἄνεμος. ἡ μὲν οὖν ἄελλα ἀπὸ τοῦ ἄειν καὶ εἱλεῖν, ἡ δὲ θύελλα ἀπὸ τοῦ θύειν καὶ εἱλεῖν, θύειν δὲ τὸ σφοδρῶς ὁρμᾶν δίκην μαινομένων· ἦ γὰρ ὅγʼ ὀλοῇσι φρεσὶ θύει, ὅθεν καὶ Θυάδες αἱ Βάκχαι. ὡς οὖν ἀελλόπους ἡ Ἶρις λέγεται, ἣν μεταλαβὼν ποδήνεμον προσηγόρευκεν, οὕτω τὸν ποδώκη ἵππον μεταλαμβάνων πόδας αἰόλος ἵππος εἶπε· καὶ ὡς εἰπὼν ἀργίποδας κύνας κατὰ περίληψιν ἀλλαχοῦ ἔφη καὶ κύνας ἀργούς, οὕτω τοὺς πόδας αἰόλους ἵππους κατὰ τὴν περίληψιν αἰολοπώλους ἔφη. καὶ αἰόλαι οὖν εὐλαί ἀπὸ τοῦ εἱλεῖσθαι ταχέως λέγονται, καὶ σφῆκες μέσον αἰόλοι οἱ κατὰ τὸ μέσον συνεχῶς κινούμενοι καὶ εἱλούμενοι. καὶ κορυθαιόλος οὖν ὁ συνεχῶς κινῶν τὴν κόρυθα, ὃ μεταποιῶν ἐπὶ τοῦ Ἄρεος ἔφη· ἶσος Ἐνυαλίῳ κορυθάικι. λύσεις ἐντεῦθεν καὶ τὸ ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο ἐμπλείην κνίσσης τε καὶ αἵματος ἔνθα καὶ ἔνθα αἰόλλῃ· δηλοῖ οὖν τὸ εἱλεῖν καὶ συνεχῶς στρέφειν. ἐκ δὲ τοῦ κορυθάικι λύσεις τὸ Δωριέες τε τριχάικες, οἱ συνεχῶς τὰς τρίχας διὰ τὸ δραστικὸν κινοῦντες· καρηκομόωντες εἴρηνται. Οὐκ οἶδʼ ὅθεν τῶν γραμματικῶν τινες τὸ αἰόλον ἐπὶ τοῦ ποικίλου παρʼ Ὁμήρῳ ἀκούειν ἀξιοῦσιν· οὕτω γοῦν τὸ αἰολόπωλον ἀποδιδόασι καὶ πόδας αἰόλος ἵππος καὶ τὸ αἰόλον ὄφιν. οὐκ ἔστι δὲ οὕτως ἀλλὰ σημαίνει τὸν ταχύν, γενόμενον ἀπὸ τῆς ἀέλλης, ἥτις ἀπὸ τοῦ ἄειν καὶ τοῦ εἰλεῖν πεποίηται, ὡς αὐτὸς ἐξηγήσατο εἰπών· ὅνπερ ἄελλαι χειμέριαι εἰλέωσι, τουτέστιν εἰλῶσιν. ὡς καὶ ἐπὶ τοῦ θύελλα ἀπὸ τοῦ θύειν καὶ εἰλεῖν, ἄνεμος. ἡ μὲν οὖν ἄελλα ἀπὸ τοῦ ἄειν καὶ εἰλεῖν πεποίηται, ἡ δὲ θύελλα ἀπὸ τοῦ θύειν καὶ εἰλεῖν, θύειν δὲ τὸ σφοδρῶς καὶ ἀκαθέκτως ὁρμᾶν δίκην μαινομένων· ἦ γὰρ ὅγʼ ὀλοῇσι φρεσὶ θύει καὶ θῦνε διὰ προμάχων, ὅθεν καὶ Θυάδες αἱ Βάκχαι. ὡς οὖν ἀελλόπος Ἶρις λέγεται, ἣν μεταλαβὼν ποδήνεμον προσηγόρευσεν, οὕτως τὸν ποδώκη ἵππον μεταλαμβάνων πόδας αἰόλος ἵππος ἔφη· καὶ ὥσπερ εἰπὼν ἀργίποδας κύνας κατὰ περίληψιν ἀλλαχοῦ ἔφη καὶ κύνας ἀργούς, οὕτω τοὺς τοὺς πόδας αἰόλους ἵππους κατὰ περίληψιν αἰολοπώλους εἶπε. καὶ αἰόλαι, οὖν εὐλαί ἀπὸ τοῦ ταχέως εἰλεῖσθαι εἴρηνται καὶ σφῆκες μέσον αἰόλαι αἱ κατὰ μέσον συνεχῶς κινούμεναι καὶ εἰλούμεναι. καὶ κορυθαιόλος οὖν ὁ συνεχῶς κινῶν τὴν κόρυθα, ὃ μεταποιῶν ἐπὶ τοῦ Ἄρεως ἔφη· ἶσος Ἐνυαλίῳ κορυθάικι. λύσεις δʼ ἐντεῦθεν καὶ τὸ ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο ἐμπλείην κνίσης τε καὶ αἵματος ἔνθα καὶ ἔνθα αἰόλλῃ· δηλοῖ τὸ εἰλεῖν καὶ συνεχῶς στρέφειν. ἐκ δὲ τοῦ κορυθάικι λύσεις τὸ Δωριέες τε τριχάικες, οἱ συνεχῶς τὰς τρίχας διὰ τὸ δραστικὸν κινοῦντες· καρηκομόωντες γὰρ εἴρηνται οἱ Ἀχαιοί.

δʹ—ζʹ.

ηʹ.

Ἐν τοῖς Φιλήμονος συμμίκτοις περὶ Ἡροδοτείου διορθώματος ὁ γραμματικὸς διαλεγόμενος πειρᾶται καὶ Ὁμηρικά τινα σαφηνίζειν. οὐδὲν δὲ χεῖρον καὶ τὸν Ἡρόδοτον φιλοῦντί σοι τὴν πᾶσαν τοῦ ἀνδρὸς ἀναγράψαι ζήτησιν. φησὶ γὰρ ὅτι ἐν τῇ πρώτῃ Ἡρόδοτος τῶν ἱστοριῶν περὶ Κροίσου τοῦ Λυδοῦ πολλά τε ἄλλα διείλεκται, καὶ μὴν ὅτι θεοσεβέστατος γένοιτο καὶ διαπρεπῶς τιμήσαι τὰ Ἑλληνικὰ μαντεῖα, τὰ ἐν Δελφοῖς, τὰ ἐν Θήβαις, τὸ τοῦ Ἄμμωνος, τὸ τοῦ Ἀμφιαράου· τοῦτο μὲν δὴ ἄλλοις ἄλλα πέμψαι δῶρα, ἀνέθηκε δέ τινα καὶ ἐν Βραγχίδῃσι τῇσι Μιλησίων. καὶ γέγραπται ἤδη κατὰ πάντα ἁπλῶς τὰ ἀντίγραφα τὸ τῆς ἄρθρον σὺν τῷ ἰῶτα ἰσοδυναμοῦν τῷ ταῖς. οὐδένα γε μὴν Ἑλλήνων ὑπομεῖναι θηλυκῶς τὰς Βραγχίδας ἂν εἰπεῖν, Ἡρόδοτον δὲ μᾶλλον ἂν ἑτέρων φυλάξασθαι, ἀκριβῆ τε ὄντα περὶ τὰ ὀνόματα καὶ πάνυ ἐπιεικῶς φροντιστικόν. τοῦτο δὴ θεραπεύων τις οὐχ Ἡροδότου, φησὶν, ἁμάρτημα γεγονέναι, μᾶλλον δὲ τὸν συγγραφέα φησὶ διαμαρτεῖν παρεμβαλόντα τὸ σι. πολλὰ δὲ φέρεσθαι μέχρι νῦν ἁμαρτήματα κατὰ τὴν Ἡροδότου συγγραφὴν καὶ ἔτι τὴν Θουκυδίδου καὶ Φιλίστου καὶ τῶν ἄλλων ἀξιολόγων συγγραφέων. τί δʼ οὐχὶ καὶ τὰ ποιήματα σχεδὸν ἀνάπλεω πάντα τυγχάνει ἁμαρτημάτων γραφικῶν καὶ τῶν ἄλλων παραδιορθωμάτων πάνυ ἀγροίκων; καὶ ἵνα μὴ περαιτέρω τις προβαίνων ἐνοχλῇ διερευνώμενος τὰς ἐν τοῖς ἀντιγράφοις ἐμμεμενηκυίας ἡμαρτημένας γραφάς, ἔξεστί σοι σκοπεῖν καὶ τῶν Ὁμηρικῶν ταδί·

ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναγείρεται ἵππους

λαοφόρον καθʼ ὁδόν. ἐνταῦθα γὰρ πρὸς οὐδὲν ἀναγκαῖον ἐγράφη διὰ τοῦ γ· νωθρὸν οὖν τὸ σημαινόμενον καὶ σφόδρα ὑπόκωφον προσπίπτειν ἔοικε. τὸ δὲ χωρὶς τοῦ γ γράφειν Ὁμηρικὸν παρὰ … τῇ χρήσει καὶ τῷ λόγῳ πάντη συνᾷδον ἐπιεικῶς. τὸ γὰρ συναείρεται μᾶλλον προσεχῶς σημαίνει τὸ συνάγειν καὶ συναρμόζειν. καὶ ἐν ἄλλοις· σὺν δʼ ἤειρεν ἱμᾶσι, συνήγαγε τοὺς ἵππους. ὁ δὲ βέλτιστος Ἀριστοφάνης κἀκεῖνο τὸ ἐν τοῖς Παραποταμίοις λεγόμενον·

θρώσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαλύξει

ἰχθῦς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν, δείκνυσιν ὡς ἡμαρτημένον ὑπολείποιτο ἐκ τῆς παλαιᾶς γραμματικῆς. οὐ γὰρ χρὴ τὸ ὅς κε φάγῃσιν ἀκούειν ὡς ἄρθρον ὑποτακτικόν, μᾶλλον δὲ ἀντʼ ἐπιρρήματος παρειλῆφθαι τοῦ ὧς, ἢ μᾶλλον σύνδεσμον αἰτιώδη. δηλοῦται γάρ· ἵνα φάγῃ — σκοπῶμεν δὴ ὡς τὸ σύμπαν προσεχῶς συντέτακται κατὰ τὴν τούτου γνώμην —, ἀκολούθως ὑποδύσεται τὸν ἀφρὸν ὁ ἰχθύς· καὶ τοῦτο ἀναγκασθήσεται πρᾶξαι καὶ ἐπιπολαίως ὑπονήξεται τοῦ ὕδατος ὑποδεδυκώς, ἐπεὶ καὶ τῶν ἀποθανόντων τὰ σώματα, ἕως ἂν ᾖ πρόσφατα καὶ διῳδηκότα, ἄνωθεν ἐπιπλεῖν εἴωθεν. ὅτι μὲν οὖν τῶν παλαιῶν βιβλίων ἐπὶ τὸ χεῖρον κινεῖται ἡ γραφή, φησὶν αὖθις διὰ πλειόνων ἐπιδείξειν. ἐπανάγωμεν δὲ ἐπὶ τὸν Ἡρόδοτον καὶ τὸν διορθωτὴν τὸν Κοτυαέα Ἀλέξανδρον. ἠξίου γὰρ ὁ ἀνὴρ γράφειν τὸ τῇσι Μιλησίων χωρὶς τοῦ ἰῶτα τῆς Μιλησίων, ὑποκειμένης ἔξωθεν χώρης ἢ γῆς. καὶ ἐγὼ δὲ, φησὶν, ἐπειθόμην οὕτως ἔχειν τὰ τῆς γραφῆς, τὸν δὲ ἄνδρα τῆς ἀκριβοῦς συνέσεως ἐτεθαυμάκειν. ἐντυχὼν δὲ τοῖς Ἡροδοτείοις αὐτοῖς ἔπεσι, καὶ γενόμενος ἐπὶ τέλει τῆς Αἰγυπτιακῆς βίβλου, ἥτις ἐστὶ δευτέρα τῇ τάξει, εὑρίσκω πάλιν κατὰ τὴν αἰτιατικὴν πτῶσιν εἰπόντα τὸν Ἡρόδοτον· ἀνέθηκεν εἰς Βραγχίδας τὰς Μιλησίων. οὐκέτι οὖν ᾤμην ἁμάρτημα εἶναι γραφικόν, Ἰωνικὸν δὲ μᾶλλον ἰδίωμα. πολλὰ γὰρ οὗτοι τῶν ὀνομάτων χαίρουσι θηλυκῶς ἐκφέροντες, οἷον τήν τε λίθον καὶ τὴν κίονα καὶ ἔτι τὴν Μαραθῶνα· Κρατῖνος εὐιπποτάτη Μαραθών, Νίκανδρος εὐκτιμένην Μαραθῶνα. ταῦτα μὲν οὖν ἃ ἡμεῖς εὕρομεν καὶ ἐκρίναμεν ὑγιῶς ἔχειν.

τοιαῦτα δὴ τοῦ Φιλήμονος λέγοντος, ἃ μὲν πρὸς Ἀλέξανδρον περὶ τοῦ Ἡροδοτείου διορθώματος εἴρηκεν, οὐκ οἰκεῖον κρίνω τῇ παρούσῃ ὑποθέσει ἐξετάζειν. τὸ δὲ συναγείρεται πῶς ὑπόκωφόν φησιν εἶναι οὐκ ἔστι γνῶναι. τίς γὰρ οὐκ οἶδε τοὺς ἱππογνώμονας ἐκ πολλῶν ἵππων τοὺς ἐπιτηδειοτάτους ἀθροίζοντας; ὃ ἐκ τοῦ συναγείρεται δηλοῦται· ἀγείρειν γὰρ καὶ συναγείρειν ἐπὶ τοῦ συνάγειν λέγεται.

τῷ δʼ Ἀριστοφάνει ὅπως συντέθειται τὰ κατὰ Λυκάονα καταμάθωμεν. βούλεται τὸν ἰχθὺν ὡς καταφάγῃ τὸν τοῦ Λυκάονος δημὸν θρώσκειν κατὰ κῦμα καὶ ὑπαΐσσειν τὴν φρίκην· καί φησιν· ἐπιπολαίως ἐπινήξεται, τῷ ἀφρῷ τοῦ ὕδατος ὑποδεδυκώς, ἐπεὶ καὶ τῶν ἀποθανόντων τὰ σώματα, ἕως ἂν ᾖ πρόσφατα, ἄνωθεν ἐπιπλεῖν εἴωθε. πρῶτον μὲν οὖν οὐκ ἔστιν ἐπινοῆσαι νηχόμενον ἰχθὺν ὑπεράνω μὲν ὕδατος, ὑποκάτω δὲ ἀφροῦ τοῦ ὕδατος, οὐδὲ τούτων μεταξὺ νεκρὸν ἄνδρα φερόμενον. ἀλλʼ οὐδὲ τὴν φρίκην ἀκούειν δύναμαι τὸν ἀφρόν, Ὁμήρου μὲν μέλαιναν φρῖκα λέγοντος· τούτου δὲ ἀξιοῦντος λευκότητα ἀκούειν, ἐπί τε τοῦ Πρωτέως λέγει πάλιν Ὅμηρος μελαίνῃ φρικὶ καλυφθείς, καὶ ἀλλαχοῦ τῆς φρικὸς μνημονεύσας ἐπάγει· μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς. καὶ ἔστιν ἡ φρὶξ κινουμένου τοῦ πνεύματος ἀρχή. Σιμωνίδης δὲ αὐτὴν καὶ δεῖξαι πειρώμενος οὕτως ἔφη· ἐς ἅλα στίζουσα πνοιά. τὸ δὲ λέγειν ὅτι τὰ πρόσφατα σώματα φέρεται τῶν κυμάτων ἐπιπολαίως, ψεῦδος. τοὐναντίον γὰρ ἐν ἀρχῇ μὲν διὰ στερρότητα καὶ πυκνότητα τοῦ σώματος ἰσχυρότερος ὢν τοῦ στηρίζοντος ὕδατος ὁ νεκρὸς διισταμένου καταδύεται, σχήματι καταβαίνων καὶ βάρει· πληρούμενος δὲ τῆς ὑγρότητος, πλείω τόπον ἐπιλαμβάνων τῷ σχήματι μετέωρος αἴρεται, βάρει τοῦ φέροντος ἐλαττούμενος.

τίς οὖν ὁ νοῦς τῶν ἐπῶν; διττὴ γὰρ ἡ γραφή· ἐν οἷς μὲν γὰρ γράφει μέλαιναν φρῖχʼ ὑπαΐξει, ἐν οἷς δὲ γράφει μέλαιναν φρῖχʼ ὑπαλύξει. κἂν μὲν κατὰ τὴν ὑπαΐξει, φησὶν ὁ μὲν … λέγειν αὐτόν· τῶν πηδώντων τις κατὰ τὸ κῦμα ἰχθύων ὑπὸ τὴν φρῖκα ἀίξει, τουτέστιν ἐκ τοῦ ἄνω θρώσκειν παυσάμενος ὑπὸ τὴν φρῖκα ὑποδύσεται καὶ ὁρμήσει κάτω, συγκαταφερόμενος τῷ νεκρῷ, ὡς φάγῃ τοῦ Λυκάονος τὸν δημόν. τοῦτο μὲν οὖν, εἰ ἐπιπολῆς τοῦ κύματος θρώσκειν ὑπακούοιμεν· εἰ δʼ ἐκ βάθους ἀναπηδῶντα ἐπὶ τὸ κῦμα, ἔσται, ὡς ἐπὶ τοῦ λίθου εἶπεν ὕψι τʼ ἀναθρώσκων πέτεται, ἵνα σημαίνῃ τὸ ἐκ τοῦ βυθοῦ κάτωθεν κατὰ τοῦ κύματος θορεῖν, μὴ μέντοι ὑπερθορεῖν τὴν φρῖκα, ἀλλʼ ὑπʼ αὐτὴν ὄντα ἅπτεσθαι τοῦ νεκροῦ, εἰ ἐπιπολαίως φέροιτο. εἰ δʼ ὑπαλύξει γράφοιτο, φησὶ Πολύκλειτος τὸν νοῦν τοιοῦτον ἔσεσθαι· καταδύσεται μὲν εἰς τὸ βάθος τοῦ κύματος ὁ ἰχθὺς φεύγων τῆς φρίκης τὴν ψυχρότητα· καὶ γὰρ αὐτῷ πολεμιώτατον· τοῦ γοῦν χειμῶνος ἐκ τοῦ πελάγους εἰς τὴν γῆν καταίρουσι· πολλοὺς δὲ αὐτῶν καὶ φωλεύειν κατὰ βάθους διὰ τὴν αὐτὴν αἰτίαν ἱστορεῖ καὶ Ἀριστοτέλης ἐν τῷ ζʹ περὶ ζώων φύσεως· ψυχροτάτη δʼ ἡ φρίκη, καὶ μάλιστα ἂν βόρειος ᾖ. γενόμενος δʼ ἐν τῷ βάθει τοῦ Λυκάονος ἔδεται τὸ λίπος.

οὐ δοκεῖ δέ μοι οὗτος ὀρθῶς τὸν νοῦν τῶν ἐπῶν ἀποδοῦναι. οὐ γὰρ εὐθὺς αὐτόν φησιν Ὅμηρος σφαγέντα καὶ ῥιφέντα τοῦτο παθεῖν, ἵνʼ ἐκδεχώμεθα ὅτι κάτω ἐνεχθέντος ὁ ἰχθὺς κάτω χωρεῖν λέγεται εἰς τὰ βάθη τοῦ κύματος ἐπὶ τὴν βρῶσιν, ἀλλʼ ἐξενεχθῆναι ὑπὸ τοῦ Σκαμάνδρου ἐπὶ τὴν θάλασσαν, ὥστε οὐκέτι αὐτὸν ὑποβρύχιον, ἄνω δʼ ἐπιπλεῖν ἀνάγκη. ἔχει γὰρ οὕτω τὰ ἔπη· ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλῆς αἷμʼ ἀπολιχμάσονται ἀκηδέες· οὐδέ σε μήτηρ ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον, οἷς ἐπάγει· θρώσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν. νεοσφαγῆ μὲν οὖν ὄντα φησὶ κεῖσο μετʼ ἰχθύσιν, ὡς ἂν κάτω ἀπενεχθέντα, ὅπου φησὶ τῆς ὠτειλῆς αὐτοῦ τὸ αἷμα ἀπολιχμάσεσθαι τοὺς ἰχθῦς· χρονίζοντα δὲ ἄταφον ἐκβληθῆναι εἰς τὴν θάλασσαν ὑπὸ τῶν ποταμῶν, ὅτε καὶ ἀναπλεῦσαι ἀνάγκη, καὶ θρώσκοντα οὐχ ὑπὲρ τὸ κῦμα ἰχθὺν ἀλλὰ κατὰ τὸ κῦμα — κατὰ κῦμα γὰρ ἔφη, οὐχ ὑπὲρ κῦμα — ὑπὸ τὴν φρῖκα ἀίξαι. τὸ γὰρ μέτρον τῆς εἰς τὰ ἄνω ὁρμῆς τοῦ ἰχθύος δηλῶν ἀφορίζει ἄχρι τῆς φρικός. οὐ γὰρ ἂν ἐπέθρωσκε κατὰ κῦμα, ἀλλʼ ὑπὲρ κῦμα, εἰ καὶ τὴν φρῖκα ὑπερεπήδα. ἐκφερομένου οὖν ὑπὸ τῶν ἐκβολῶν τοῦ ποταμοῦ πηδῆσαι κατὰ τὸ κῦμά φησι τὸν ἰχθὺν καὶ γενέσθαι ἄνω ὑπὸ τὴν φρῖκα, ἔνθα ἐντεύξεται τῷ νεκρῷ. οὕτως ἐξηγήσαντο καὶ οἱ Ἀριστάρχειοι λέγοντες· ὑπὸ τὴν φρῖκα ἀίξει τις τῶν ἰχθύων κατὰ τὸ κῦμα κολυμβῶν, ὃς φάγοι ἂν τὸν τοῦ Λυκάονος δημόν. πάντως γὰρ ἔδει τὸν μέλλοντα τοῦ ὑπερφερομένου νεκροῦ ἅπτεσθαι ἰχθὺν ἄνω μετέωρον ὑπὸ τὴν φρῖκα ἐλθεῖν. Φιλητᾶς δὲ τῇ ὑπαλύξει γραφῇ συντιθέμενός φησιν, ὅτι ὁ φαγὼν ἰχθὺς τοῦ Λυκάονος τὸν δημὸν πιμελώδης γενόμενος τὸ κρύος φεύξεται. ἀγνοεῖ δὲ καὶ οὗτος, ὅτι τὸ διανεστηκὸς τῆς θαλάσσης ἐπιπολῆς, οὐ τὸ κρύος φησὶν Ὅμηρος φρῖκα· ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθύς, τῆς ἐπιτρεχούσης κατὰ τὴν θάλασσαν πρὸ τῆς τοῦ ἀνέμου ἐμβολῆς. καὶ ἐπὶ τοῦ συὸς κατὰ μεταφοράν· φρίξας εὖ λοφιήν. καὶ ἔφριξε δὲ μάχη φθισίμβροτος. ὅς κε φάγη Φ: ὁ μὲν οὖν Ἀριστοφάνης βούλεται τὸν ἰχθύν, ὥστε καταφαγεῖν τὸν Λυκάονος δημόν, θρώσκειν κατὰ κῦμα καὶ ὑπαΐσσειν τὴν φρῖκα· καί φησιν· ἐπιπολῆς ἐπινήξεται, τῷ ἀφρῷ τοῦ ὕδατος ὑποδεδυκώς, ἐπειδὴ καὶ τῶν ἀποθανόντων τὰ σώματα, ἕως ἂν εἴη πρόσφατα, ἄνωθεν ἐπιπλεῖν εἴωθε. πρῶτον μὲν οὖν οὐκ ἔστιν ἐπινοῆσαι νηχόμενον ἰχθὺν ὑπεράνω μὲν ὕδατος, ὑποκάτω δὲ ἀφροῦ τοῦ ὕδατος, οὐδὲ τούτων μεταξὺ νεκρὸν ἄνδρα φερόμενον. ἀλλʼ οὐδὲ τὴν φρῖκα ἀκούειν δύναμαι τὸν ἀφρόν, Ὁμήρου μὲν μέλαιναν φρῖκα λέγοντος· τούτου δὲ ἀξιοῦντος λευκότατον ἀκούειν, ἐπί τε τοῦ Πρωτέως λέγει πάλιν Ὅμηρος μελαίνῃ φρικὶ καλυφθείς, καὶ ἀλλαχοῦ· ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς θινὶ ἐπὶ φυκόεντι μέλαν τέ ἑ κῦμʼ ἐκάλυψε, καὶ ἀλλαχοῦ τῆς φρικὸς μνημονεύσας ἐπάγει· μελανεῖ δέ τε πόντος ὑπʼ αὐτῆς. καὶ ἔστιν ἡ φρὶξ κινουμένου τοῦ πνεύματος ἀρχή. Σιμωνίδης δὲ αὐτὴν καὶ δεῖξαι πειρώμενος οὕτως ἔφη· ἐς ἅλα στίζουσα πνοιά. τὸ δὲ λέγειν ὅτι τὰ πρόσφατα σώματα φέρεται τῶν κυμάτων ἐπιπολῆς, ψεῦδος· τοὐναντίον ἐν ἀρχῇ μὲν γὰρ διὰ στερρότητα καὶ πυκνότητα τοῦ σώματος ἰσχυρότερος ὢν τοῦ στηρίζοντος ὕδατος ὁ νεκρὸς διισταμένου καταδύεται, σχήματι καταβαίνων καὶ βάρει· πληρούμενος δὲ τῆς ὑγρότητος, πλείω τόπον ἐπιλαμβάνων τῷ σχήματι μετέωρος αἴρεται, βάρει τοῦ φέροντος ἐλαττούμενος. τίς οὖν ὁ νοῦς τῶν ἐπῶν; διττὴ γὰρ ἡ γραφή· ἐν οἷς μὲν γὰρ γράφεται μέλαιναν φρῖχʼ ὑπαΐξει, ἐν οἷς δὲ γράφεται μέλαιναν φρῖχʼ ὑπαλύξει. κἂν κρατήσῃ τὸ ὑπαΐξει, φησὶν ὁ μὲν … λέγειν αὐτόν· τῶν πηδώντων τις κατὰ τὸ κῦμα ἰχθύων ὑπὸ τὴν φρῖκα ἀίξει, τουτέστιν ἐκ τοῦ ἄνωθεν θρώσκειν παυσάμενος ὑπὸ τὴν φρῖκα ὑποδύεται καὶ ὁρμήσει κάτω, συγκαταφερόμενος τῷ νεκρῷ, ὡς φάγοι ἂν τοῦ Λυκάονος τὸν δημόν. εἰ δʼ ὑπαλύξει γράφοιτο, φησὶ Πολύκλειτος τὸν νοῦν ἔσεσθαι· καταδύσεται μὲν εἰς τὸ βάθος τοῦ κύματος ὁ ἰχθύς, φεύγων τῆς φρικὸς τὴν ψυχρότητα. καὶ γὰρ αὐτῷ πολεμιωτάτη· τοῦ γοῦν χειμῶνος ἐκ τοῦ πελάγους εἰς τὴν γῆν καταίρουσιν οἱ ἰχθύες· πολλοὺς δὲ αὐτῶν καὶ φωλεύειν κατὰ τοῦ βάθους διὰ τὴν αὐτὴν αἰτίαν· ἱστορεῖ γὰρ καὶ ὁ Ἀριστοτέλης ἐν τῷ ἑβδόμῳ περὶ ζώων φύσεως. ψυχροτάτη δʼ ἡ φρίκη, καὶ μάλιστα ἂν βόρειος ᾖ. γενόμενος δὲ ἐν τῷ βάθει ἔδεται τὸ λίπος τοῦ Λυκάονος. οὐδέ τις δέ μοι τούτων δοκεῖ ὀρθῶς ἀποδεδωκέναι τὸν νοῦν τῶν ἐπῶν. οὐ γὰρ εὐθύς φησιν Ὅμηρος αὐτὸν σφαγέντα καὶ ῥιφθέντα τοῦτο παθεῖν, ἵνα ἐκδεχώμεθα ὅτι κάτω ἐνεχθέντος ὁ ἰχθὺς κάτω χωρεῖν λέγοιτο εἰς τὰ βάθη τοῦ κύματος ἐπὶ τὴν βρῶσιν, ἀλλʼ ἐξενεχθέντα ὑπὸ τοῦ Σκαμάνδρου ἐπὶ τὴν θάλασσαν, ὥστε οὐκέτι ὑποβρύχιον, ἄνωθεν δὲ αὐτὸν ἐπιπλεῖν ἀνάγκη. ἔχει γὰρ οὕτω τὰ ἔπη· ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλῆς αἷμʼ ἀπολιχμήσονται ἀκηδέες, οὐδέ σε μήτηρ ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον· θρώσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν. νεοσφαγῆ μὲν οὖν ὄντα φησὶ κεῖσθαι μετʼ ἰχθύσιν, ὡς ἂν κάτω ἀπενεχθέντα, ὅπου φησὶ τῆς ὠτειλῆς αὐτὸν αἷμα ἀπολιχμήσεσθαι τοὺς ἰχθύας· χρονίζοντα δὲ ἄταφον ἐκβληθῆναι εἰς θάλασσαν ὑπὸ τοῦ ποταμοῦ, ὅτε καὶ ἀναπλεῦσαι ἀνάγκη, καὶ θρώσκοντα οὐχ ὑπὲρ τὸ κῦμα ἰχθὺν ἀλλὰ κατὰ κῦμα — κατὰ κῦμα γὰρ ἔφη, οὐχ ὑπὲρ κῦμα — σφαγῆ μὲν οὖν ὄντα φησὶ κεῖσθαι τῆς εἰς τὰ ἄνω ὁρμῆς τοῦ ἰχθύος δηλῶν ἀφορίζει· ἀλλʼ ἄχρι τῆς φρικός· οὐ γὰρ ἂν ἐπέθρωσκε κατὰ κῦμα, ἀλλʼ ὑπὲρ τὸ κῦμα, εἰ καὶ τὴν φρῖκα ὑπερεπήδα. ἐκφερομένου οὖν ὑπὸ τῶν ἐκβολῶν τοῦ ποταμοῦ πηδῆσαι κατὰ τὸ κῦμά φησι τὸν ἰχθύν, καὶ γενέσθαι ἄνω ὑπὸ τὴν φρῖκα, ἔνθα ἐντεύξεται τῷ νεκρῷ. οὕτως ἐξηγήσαντο καὶ οἱ Ἀριστάρχειοι, λέγοντες· ὑπὸ τὴν φρῖκα ἀίξει τις τῶν ἰχθύων κατὰ τὸ κῦμα κολυμβῶν, ὃς φάγοι ἂν τὸν Λυκάονος δημόν· πάντως γὰρ ἔδει τὸν μέλλοντα τοῦ ὑπερφερομένου νεκροῦ ἅπτεσθαι ἰχθὺν ἄνω μετέωρον ὑπὸ τὴν φρῖκα ἐλθεῖν. Φιλητᾶς δὲ τῇ ὑπαλύξει γραφῇ συντιθέμενός φησιν, ὅτι ὁ φαγὼν ἰχθὺς τὸν Λυκάονος δημόν, πιμελώδης γενόμενος, τὸ κρύος ἐκφεύξεται. ἀγνοεῖ δὲ καὶ τοῦτο, ὅτι τὸ διανεστηκὸς τῆς θαλάσσης ἐπιπολῆς, οὐ τὸ κρύος φησὶν Ὅμηρος φρῖκα· ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέου ἀναπάλλεται ἰχθύς, τῆς ἐπιτρεχούσης κατὰ τὴν θάλασσαν πρὸ τῆς τοῦ ἀνέμου ἐμβολῆς· καὶ ἐπὶ τοῦ συὸς κατὰ μεταφοράν· φρίξας εὖ λοφιήν· καὶ ἔφριξε δὲ μάχη φθισίμβροτος ἐγχείῃσιν.

θʹ.

Ἠξίουν ἡμᾶς παρατηροῦντας τὴν τοῦ ποιητοῦ ἐν πᾶσι λεπτουργίαν ἰχνεύειν καὶ τὴν ἐν τοῖς ὀνόμασιν αὐτοῦ πρὸς αὑτὸν ὁμολογίαν. φωτὸς γὰρ ἐν τοῖς ὀφθαλμοῖς ἡμῶν ὄντος συμμέτρου διʼ οὗ ὁρῶμεν τὰ πεφωτισμένα, τὴν τυφλότητα ὁτὲ μέν φησιν ὀφθαλμοῦ ἀλάωσεν, ἀφῃρῆσθαι τὸ λεύσσειν παριστάς, ὁτὲ δὲ ὀφθαλμῶν μὲν ἄμερσε, τὸ τοῦ μαίρειν ἐστερημένον λέγων σκοτεινόν· καὶ τὸ τοῦ μαίρειν ἐστερημένον εἴδωλον ἀμαυρόν ἔφη· φωτὸς γὰρ παρουσίᾳ καὶ ὀφθαλμὸς ὁρῶν τὰ ὁρώμενα φαίνεται. διττῆς οὖν ὀφθαλμῶν οὔσης καὶ κατὰ Πλάτωνα ἐπιταράξεως—ἢ γὰρ διὰ σκότος ἢ διʼ ὑπερβολὴν τοῦ συμμέτρου φωτός—, τὸ μὲν διὰ σκότος μὴ μαίρειν ἢ μαρμαίρειν ἀμέρδειν εἶπε καὶ ἀμαυρόν, τὸ δὲ διὰ στιλβηδόνα, ἐπὶ τοῦ χαλκοῦ· ὄσσε δʼ ἄμερδεν αὐγὴ χαλκείη κορύθων ἀπὸ λαμπομενάων θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν. ὅθεν καὶ ἐπίθετα χαλκοῦ ἐφιλοτέχνησε, τὸ νώροπα χαλκόν καὶ ἤνοπι χαλκῷ, σημαίνων τὸν μὴ ἐῶντα τοὺς ὦπας ὁρᾶν διὰ τὴν προσοῦσαν στιλβηδόνα. εἰ δὲ τὸ μέρδειν τὸ μαίρειν ἐστὶ καὶ τὸ μὴ μέρδειν ποιοῦν ἀμέρδειν, τὸ ἄγαν μέρδον σμερδαλέον ἂν εἴη, τῆς ζα ἐγκειμένης ὡς ἐν τῷ ζαχρειής. ὅταν οὖν ἐπὶ τοῦ δράκοντος λέγῃ σμερδαλέον δὲ δέδορκε, τὸ ἄγαν στίλβον τῶν ὀφθαλμῶν ἀκουσόμεθα· καὶ γὰρ δράκων παρὰ τὸ δράκω εἴρηται. καὶ τὸ σμερδαλέω δὲ λέοντε ἐπὶ τῆς ἐκφοβούσης αὐτῶν ἐνοράσεως ἐκδεξόμεθα· καὶ γὰρ ὁ λέων παρὰ τὸ λεύσσειν ὠνόμασται. αὐτὸς γὰρ ἡρμήνευσε τί τὸ σμερδαλέον, ἐπʼ αὐτῷ εἰπὼν γλαυκιόων. καὶ ἡ ἀσπὶς δὲ τῆς Ἀθηνᾶς διὰ τὴν μαρμαρυγὴν δεινή τε σμερδνή τε· δεινὸν γὰρ καὶ φοβερὸν καὶ τὸ ἄγαν λαμπρὸν καὶ στίλβον, ὡς ἐπὶ τῆς Ἀθηνᾶς τῆς γλαυκώπιδος ἔφη· δεινὼ δέ οἱ ὄσσε φάανθεν, ὅπερ ἐπʼ ἄλλων ἔφη ὄμματα μαρμαίροντα. γλαυκιόωντες δὲ λέοντες καὶ Ἀθηνᾶ γλαυκῶπις ἀπὸ τοῦ γάλακτος, ὅ ἐστιν ἄσκιον καὶ διὰ τοῦτο λευκόν, ὑπʼ αὐτοῦ εἴρηται· μέλαινα γὰρ ἡ σκιά, οἷον σκιόωντό τε πᾶσαι ἀγυιαί, ἤτοι ἡλίου δύντος συνεσκοτοῦντο· ὀξὺ δὲ τὸ λευκόν, ὡς τὸ μέλαν ἀμβλύ· ἡ οὖν ὀξὺ γλαυκῶπις. ἀπὸ δὲ τοῦ γάλακτος καὶ τῆς στιλβηδόνος γλαυκὴ καὶ ἡ θάλασσα εἴρηται, καὶ ἡ τοῦ ὀφθαλμοῦ κόρη γλήνη, καὶ τρίγληνα ἐλλόβια, ἀπὸ τοῦ ἐν λευκότητι ἀποστίλβειν· καὶ ὃς γλήνεα πολλὰ κεχάνδει, τὰ μὴ ἐρρυπωμένα ἱμάτια ἀλλὰ στιλπνὰ διὰ καθαρότητα. καὶ ζοφουμένης μὲν τῆς θαλάσσης μελάνει δέ τε πόντος λέγει, ἀταράχου δὲ οὔσης καὶ διειδοῦς λευκὴ δʼ ἦν ἀμφὶ γαλήνη· καὶ γὰρ ἡ γαλήνη ἀπὸ τοῦ γάλακτος εἴρηται. καὶ ἐπεὶ τὸ μέλαν σκυθρωπόν, τὸ δὲ λευκὸν ἀντίκειται τῷ μέλανι, ἱλαρὸν ἂν εἴη· γέλως δʼ ἡ ἱλαρότης· γέλασε δὲ πᾶσα περὶ χθὼν φησὶ χαλκοῦ ὑπὸ στεροπῆς, ἀπὸ τῆς γῆς τῆς λαμπούσης καὶ διὰ τῆς στιλβηδόνος φαιδρυνομένης. καὶ ὁ γαίων δὲ τῷ κύδεϊ, ὁ διαχεόμενος καὶ λαμπρυνόμενος διὰ τὴν δόξαν. ἐπεὶ δὲ φῶς ἐστιν ἐν τοῖς ὀφθαλμοῖς, ὅταν μὲν ἥμερον βλέπωσι, φάεα αὐτὰ καλεῖ· κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά, ἀπὸ τοῦ ἐν αὐτοῖς φωτός· ὅταν γὰρ ἀποθάνῃ· κατὰ δʼ ὄσσʼ ἐρεβεννὴ νὺξ ἐκάλυψεν· ὅταν δὲ ἐξαγριωθῶσιν ὑπʼ ὀργῆς καὶ ἐκκαυθῶσιν, ἔτι μὲν ἀρχομένης τῆς ὀργῆς· πυρὶ λαμπετόωντι ἐίκτην, κρατησάσης δέ· πῦρ ὀφθαλμοῖσι δεδορκώς· καὶ γὰρ τὸ φῶς ἀπὸ πυρός. καὶ τὸ ὕφαιμον δʼ ὁρᾶν διὰ τὸ πυρὶ ἐοικέναι τὸ αἷμα σμερδαλέον εἴρηται· σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ, ἤγουν ὕφαιμον βλέπων διὰ τὸ πυρωτοὺς ἔχειν τοὺς ὀφθαλμοὺς ἐκ τῆς ἁλός. καὶ ἐπὶ τοῦ πυρὸς δίκην μαινομένου εἰπὼν μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ ἐπάγει· τὼ δέ οἱ ὄσσε λαμπέσθην. λοιπὸν δὲ κατὰ μεταφορὰν σμερδαλέα μὲν τὰ οἰκήματα τοῦ Ἅιδου ἔφη, ἀπὸ τοῦ ὕφαιμα εἶναι καὶ φόνων πλήρη, ἐπὶ τὴν ὄψιν ἀναφέρων. ἐπὶ φωνῆς δὲ λαμπρᾶς καὶ διαφανοῦς· σμερδαλέον κονάβησαν καὶ σμερδνὸν βοόων· καὶ ἐπʼ ὀρχήσεως συντόνου μεταφέρων μαρμαρυγὰς ἔφη θηεῖτο ποδῶν, τὰς ἐν τῇ κινήσει στιλβηδόνας, ἃς ποιεῖ καὶ τὸ πῦρ κινούμενον. καὶ οὐχὶ φιλόσοφοι πρῶτοι τὸ λευκὸν ἀφωρίσαντο τὸ διακριτικὸν ὄψεως, ἀλλὰ πρὸ αὐτῶν Ὅμηρος, μαρμαίρειν λέγων τὸ λάμπειν, ὅ ἐστι μερίζειν καὶ διαιρεῖν, ἀφʼ οὗ τὸ διακρίνειν· ὅθεν τὸ μὴ μερίζον ἀλλὰ σκοτεινὸν ἀμαυρόν. καὶ ὅτι παρὰ τὸ μερίζειν καὶ διακρίνειν καὶ διαιρεῖν κέκληκε τὸ φωτίζειν μαρμαίρειν, δηλοῖ τὸ φῶς δάος καλέσας· δάος μετὰ χερσὶν ἔχουσαι, ἀφʼ οὗ αἱ δεκτικαὶ τοῦ φωτὸς δᾷδες καὶ δαΐδες. ιʹ.

ιαʹ. ιβʹ.

Ἀξιῶν δὲ ἐγὼ Ὅμηρον ἐξ Ὁμήρου σαφηνίζειν αὐτὸν ἐξηγούμενον ἑαυτὸν ὑπεδείκνυον, ποτὲ μὲν παρακειμένως, ἄλλοτε δʼ ἐν ἄλλοις. τῇ τε γὰρ εἰροκόμῳ παράκειται συνεζευγμένη ἡ ἐξήγησις· γρηῒ δέ μιν εἰκυῖα παλαιγενέι προσέειπεν εἰροκόμῳ. τίς οὖν ἡ εἰροκόμος; ἥ οἱ, φησὶν, ἤσκειν εἴρια καλά· ἡ γὰρ ἀσκοῦσα τὰ ἔρια εἴη ἂν εἰροκόμος· ἀσκεῖν δὲ τὸ καλλωπίζειν, ὡς τὸ χρυσὸν κέρασι περιχεύει ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα. καὶ πάλιν ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους. τίνες οὖν οἱ περικτίονες; οἳ περιναιετάουσι. βοῦν ἦνιν εὐρυμέτωπον ἀδμήτην. ἆρʼ οὖν τὸ ἀδμήτην ἄγαμον δηλοῖ; οὐχί, ἀλλὰ τὴν οὔπω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ. καὶ πάλιν ἔνθʼ οἵ γʼ οὐκέτι πάμπαν ἀφέστασαν, ἦρχε γὰρ Ἄρης. τί οὖν τὸ ἦρχε; πρῶτος Ἀθηναίῃ ἐπόρουσεν. ἐπὶ δὲ τῆς Πηλιάδος μελίης καὶ φιλοτιμουμένῳ ἔοικε πολλαχόθεν τὴν κλῆσιν προσοῦσαν δεικνύναι· ἢ γὰρ ἀπὸ τοῦ μόνον αὐτὴν ἐπίστασθαι πῆλαι τὸν Ἀχιλλέα· ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς, ἢ ἀπὸ τοῦ Πηλέως τοῦ πατρός· τὴν πατρὶ φίλῳ τάμε Χείρων, ἢ ἀπὸ Πηλίου τοῦ ὄρους ὅθεν ἐτμήθη· πατρὶ φίλῳ τάμε Χείρων Πηλίου ἐκ κορυφῆς. ἀλλʼ ἐπεὶ μελίη τὸ δόρυ ἀπὸ τοῦ δένδρου τῆς μελίας, δῆλον ὡς καὶ τὸ μείλινον ἔγχος ἐκ μελίας τοῦ δένδρου, οὐ μὴν, ὡς οἱ πολλοὶ, τὸ μακρόν. καὶ ἔγχεα ὀξυόεντα τὰ ἐξ ὀξύης τοῦ δένδρου, ὡς καὶ Ἀρχίλοχος· ὀξύη ποτᾶτο, ἀλλʼ οὐ τὰ ὀξέα, ὡς οἱ γραμματικοὶ ἀποδεδώκασιν. πάλιν ἔφη· ἤτοι ὁ καππεδίον τὸ ἀλήιον. διὰ τί οὖν ἀλήιον; ἆρά γε τὸ ἄσπορον καὶ μὴ ἔχον λήια; οὐχί. ἀλλʼ ἐκ τοῦ οἶον αὐτὸν ἐν αὐτῷ ἀλᾶσθαι. καὶ τί οὖν τὸ οἶον ἀλᾶσθαι; ἐξηγεῖται· πάτον ἀνθρώπων ἀλεείνων. ἐν δὲ τῷ καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ταχέως δεδήλωκεν ὅτι ἀπὸ τοῦ τετμῆσθαι καὶ ἀφωρίσθαι τὸ τέμενος λέγεται· τέμενος τάμον. οὕτω καὶ κειμήλια ἔφη κεῖσθαι· ἀπὸ γὰρ τοῦ κεῖσθαι κειμήλια λέγεται. πάλιν πτωχὸν ἔφη πανδήμιον. τίς οὖν οὗτος; ὃς κατὰ ἄστυ πτωχεύεσκʼ Ἰθάκης, ἀλλʼ οὐχ ὡς Ὀδυσσεὺς ἐν μιᾷ οἰκίᾳ. πάλιν· μετέπρεπε γαστέρι μάργῃ. τίς οὖν αὕτη ἡ γαστριμαργία; ἧς ὥσπερ ὅρον ποιούμενος ἐπάγει· ἀζηχὲς φαγέμεν καὶ πιέμεν, τὸ ἀδιαλείπτως ἐσθίειν καὶ πίνειν μεταλαβὼν εἰς τὸ ἀζηχές, ὃ ἐν ἄλλοις ἔφη συνεχὲς αἰεί. καὶ ἐπὶ ἄλλου μὲν ἐν πᾶσι διαπρέποντος ἔφη ὁ δʼ ἔπρεπε καὶ διὰ πάντων, ἐπὶ δὲ τοῦ Ἴρου μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ, ἤτοι μόνῃ γαστριμαργίᾳ. πόθεν οὖν Ἶρος ἐκλήθη; οὕνεκʼ ἐπαγγέλλεσκε κιὼν ὅτε πού τις ἀνώγοι. καὶ πάλιν· οὐκ ἀίεις ὅτι δή μοι ἐπιλλίζουσιν Ἀχαιοί; τί οὖν τὸ ἐπιλλίζειν; τὸ διανεύειν—ἑλκέμεναι δὲ κέλονται—, ἀπὸ τοῦ τοὺς διανεύοντας συστρέφειν τοὺς ὀφθαλμούς· ἰλλάδες γὰρ οἱ συνεστραμμένοι ἱμάντες, ὡς ἀλλαχοῦ ἔφη· ἐν δὲ στρόφος ἦεν ἀορτήρ. τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων. τίς οὖν ὁ ἄκουρος; μίαν οἴην παῖδα λιπόντα. ὡσαύτως καὶ τὸ κύμβαχος ἐξηγεῖται ἐπάγων ἐπὶ βρεχμόν τε καὶ ὤμους δηθὰ μάλʼ εἱστήκει. γυῖα δʼ ἐξηγεῖται· πόδας καὶ χεῖρας ὕπερθεν· καὶ ἀμφιγυήεις οὖν ὁ περὶ τὰ γυῖα βεβλαμμένος, ὃν καὶ κυλλοποδίονα εἶπε. καὶ τὸ γυιώσω μὲν σφῶιν ὑφʼ ἅρμασιν ὠκέας ἵππους, ἤτοι σκελεαγεῖς ποιήσω· ἐπάγει γὰρ κατὰ δʼ ἅρματα ἄξω. φιλοτιμεῖται καὶ τὸ λυκόφως ἐξηγήσασθαι· ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ· οὐ γὰρ εἰ μηδέπω ἠώς, ἔτι ἦν νύξ, ἀλλʼ ἡ ἀμφιλύκη ἦν, ὁ βαθὺς ὄρθρος. ἠῶ δὲ λέγει νῦν τὸν ὄρθρον καὶ τὸ πρὸ ἀνατολῆς ἡλίου πεφωτισμένον διάστημα· ὅτι γὰρ καὶ τοῦτο τὸ διάστημα λέγει ἠῶ, δηλοῖ ἐπὶ τῆς νεὼς τοῦ Τηλεμάχου. εἰπών· παννυχίη μὲν ἄρʼ ἥγε καὶ ἠῶ πεῖρε κέλευθον, εἶτα εἰπὼν ἠέλιος δʼ ἀνόρουσε. καὶ ἡμεῖς δὲ τὸ πρὸ ἡλίου ἐξ ἑωθινοῦ φαμεν καὶ ἕωθεν, ὃ ὁ ποιητὴς ἠῶθεν δʼ ἀγορήνδε φησίν. ἕως οὖν καὶ ἠώς τὸ πρὸ ἀνατολῆς ἡλίου· τὸ δὲ πρὸ τῆς ἕω λυκόφως καὶ νὺξ ἀμφιλύκη. λέγει μέντοι καὶ τὸ ἀπὸ ἀνατολῆς ἡλίου ἄχρι μεσημβρίας διάστημα ἠῶ· ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ καὶ ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ καὶ εὗδον παννύχιοι καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ. λέγει ἠῶ καὶ ὅλην τὴν ἡμέραν· ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥδε δέ μοι νῦν ἠὼς ἑνδεκάτη, περὶ οὗ φησιν ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν. Ἠὼς δὲ καὶ ἡ θεός· ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς. πάλιν ἑαυτὸν ἐξηγεῖται παρακειμένως διʼ ὧν φησιν Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός. τί οὖν τὸ κακῶς ὀρίνεσθαι τὸν θυμόν; ἐπάγει δειδιότα. τί οὖν παρακολούθημα δέους; σάρκες δὲ περιτρομέοντο μέλεσσιν· ὁ δὲ δειλὸς κακός, ἀφʼ οὗ τὸ κακῶς. πάλιν τὸ δεδιέναι, ὃ πάθος ἐν τῇ ψυχῇ γίνεται, καὶ τὸ τρέμειν, ὃ ἐν τῷ σώματι, ἐπιτέμνων ἔφη· εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς. ἐπιμένων δὲ τῇ ψυχρᾷ φύσει τοῦ φόβου, κρυόεντα καλεῖ τὸν φόβον· φόβου κρυόεντος ἑταίρη, καὶ ἐν ἄλλοις· ψυχρὸν δέος εἷλε καὶ ῥίγησε δʼ ὁ γέρων, ἐφοβήθη. εἰ δʼ ὁ δῆλον ὡς τὸ θάρσος θάλπει· εἰκότως ἄρα θαλπωρὴν λέγει τὸ θάρσος. ἐκ δὴ τούτων παρακειμένας ἐχόντων τὰς ἐξηγήσεις δεῖ παρατηρεῖσθαι καὶ τὰ ἐν διαφόροις ἐπὶ τῆς αὐτῆς διανοίας παραλαμβανόμενα εἰς ἐξήγησιν τῶν ἀσαφεστέρων. ιγʹ. ιδʹ.

Ὅτι μὲν ὁ τηλύγετος δηλοῖ παρʼ αὐτῷ καὶ τὸν μόνον γενόμενον παρίστησι τὰ ὑφʼ Ἑλένης λεγόμενα περὶ Ἑρμιόνης· παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν … σημαίνει δὲ καὶ τὸν τηλοῦ τῆς ἡλικίας τῷ πατρὶ γεγονότα, ὡς ἐπὶ δυοῖν γηράσκοντι τῷ πατρὶ γενομένων ἔφη ἄμφω τηλυγέτω· ὁ δʼ ἐτείρετο γήραϊ λυγρῷ, υἱὸν δʼ οὐ τέκετʼ ἄλλον. ἐπὶ τοίνυν τοῦ Ἰδομενέως ὅταν λέγῃ ἀλλʼ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς, ἐνδέχεται μὲν ἀκοῦσαι ἀπὸ τῶν μονογενῶν παίδων κατὰ μεταφορὰν τὸν μεμονωμένον, ἐνδέχεται δὲ καὶ ὡς τηλοῦ γενεᾶς ὄντα, ἤτοι πρεσβύτην· ἔφη γὰρ περὶ αὐτοῦ· ἔνθα, μεσαιπόλιός περ ἐών, Δαναοῖσι κελεύσας Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε. παρέχει δὲ ὁ ποιητὴς τὴν ἀμφίβολον ἐκδοχὴν αὐτὸν ποιήσας λέγοντα τὸν Ἰδομενέα ἐπιόντος Αἰνείου· δεῦτε φίλοι καί μʼ οἴῳ ἀμύνατε, δείδια δʼ αἰνῶς· ἐκ γὰρ τοῦ οἴῳ ἀμύνατε τηλύγετον ἔστιν ἐκδέξασθαι τὸν μόνον. ὅταν δὲ ὁ αὐτὸς πάλιν λέγῃ καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον· εἰ γὰρ ὁμηλικίη γενοίμεθα τῷδʼ ἐνὶ θυμῷ, αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος ἠὲ φεροίμην, ἀμφίβολον γίνεται μὴ τὸ μὲν τηλύγετόν γε ἔοικεν ἐπὶ τοῦ μὴ ὁμήλικος ἀλλὰ πρεσβυτέρου καὶ τῆς τηλοτέρας γενεᾶς ὄντος, ὡς ἔφη ποτὲ ἐπὶ τοῦ μὴ ὁμήλικος οὗτος δὲ προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων.

Ἀλλʼ Ἰδομενεὺς μὲν μεσαιπόλιος καὶ διὰ τοῦτο τῆς προτέρης γενεῆς, Νέστωρ δὲ γέρων τρίτης, ἀφʼ οὗ δύο μὲν γὰρ γενεαὶ ἐφθάρησαν τῶν πρὸ αὐτοῦ, ἥ τε τῶν πατρῴων, ὑφʼ ὧν γεννηθεὶς ἀνετράφη, καὶ ἡ τῶν ἀδελφῶν—ἐλθὼν γὰρ ἐκάκωσε βίη Ἡρακληείη· τῶν οἶος λιπόμην—, τρίτης δὲ ἄρχει τῆς τῶν παίδων γενεᾶς, οἳ σὺν αὐτῷ ἐστρατεύοντο. καὶ γὰρ ὁ ληγούσης ἡμέρας ἐπιδημήσας καὶ τῆς τρίτης ἕωθεν ἐξιὼν τῇ τρίτῃ ἀποδημεῖν λέγεται, καίτοι μίαν τὴν μέσην ὅλην τελέσας. εἰ δὲ γενεὰ λέγεται ἡ τοῦ τίκτειν καὶ γεννᾶν τελείωσις, ἥτις τὴν τριακονταετῆ περίοδον ἔχει, ὁ τὰ ἑξήκοντα ἔτη πληρώσας δύο ἂν εἴη γενεὰς βιώσας, ἀπὸ δʼ ἑξήκοντα ἐν τῇ τρίτῃ ἂν καταλέγοιτο. ὥστε δύο γενεαὶ ἀνθρώπων ἐφθάρησαν. οὐχ ὅτι καὶ ἀνθρώπους φησὶν ἀποθανεῖν, ἀλλὰ δύο περιοδικὰς γενεὰς τὰς καλουμένας ἀνθρωπίνας, ὡς εἰ ἔλεγε δύο τριακονταετίας, αἳ καλοῦνται γενεαὶ ἀνθρώπειοι. οὕτω δʼ ἂν ζώντων τινῶν τῶν σὺν αὐτῷ γεννηθέντων ὁμοίως αἱ γενεαὶ ἂν εἶεν ἐφθαρμέναι, αὐτὸς δʼ ἄρχοι τῶν ἐν τῇ τρίτῃ γενεᾷ γενομένων, οἳ ἦγον τὴν στρατεύσιμον ἡλικίαν.

ταῦτα τοίνυν καὶ τὰ τούτοις ὅμοια, ὡς τὸ ἀμφίβολον ἔχοντα, ἐνδοιάζοντα δεῖ ἐξηγεῖσθαι.

δύο μὲν γενεάς, ἥ τε τῶν πατέρων, ὑφʼ ὧν γεννηθεὶς ἀνετράφη, καὶ ἡ τῶν ἀδελφῶν—ἐλθὼν γὰρ ἐκάκωσε βίη Ἡρακληείη· τῶν οἶος λιπόμην—, ταύτης δὲ ἄρχει τῆς τῶν παίδων ἑαυτοῦ γενεᾶς, οἳ σὺν αὐτῷ ἐστρατεύσαντο. καὶ γὰρ ὁ ληγούσης. ἡμέρας ἀποδημήσας καὶ τῇ τρίτῃ ἐξ ἑωθινοῦ ἐξιὼν διὰ τρίτης ἀποδημεῖν λέγεται, καίτοι μίαν μόνην τὴν μέσην τελέσας. ἄλλως τε ἡ γενεὰ λʹ ἔτη ἔχει· δύο οὖν γενεὰς πληρώσας εἰς τρίτην κατελέγετο, ὥστε δύο γενεαὶ ἀνθρώπων ἐφθάρησαν, οὐχ ὅτι δὴ ἀνθρώπους φησὶν ἀποθανεῖν, ἀλλὰ δύο περιοδικὰς γενεάς, τουτέστι τὰς καλουμένας δύο γενεὰς ἀνθρωπείας, ὡς εἰ ἔλεγε δύο τριακονταετίας. οὕτω δὲ ζώντων τινῶν τῶν σὺν αὐτῷ ἀνθρώπων, ὁμῶς αἱ γενεαὶ ἂν εἶεν ἐφθαρμέναι, αὐτὸς δὲ ναύαρχος τῶν ἐν τῇ τρίτῃ γενεᾷ γενομένων, οἳ ἦγον τὴν στρατεύσιμον ἡλικίαν.

ιεʹ.

Πρῶτος δοκεῖ Πλάτων λύπας ἡδοναῖς μιγνυμένας δεικνύναι ἐπʼ ὀργαῖς καὶ πένθεσιν, Ὁμήρου πρότερον τουτὶ συνεωρακότος καὶ τὸν Πλάτωνα διδάξαντος. ὀργὴν μὲν γὰρ οὐδέποτε Ὅμηρος εἴρηκε, χόλον δὲ αὐτὴν προσαγορεύει οἰκειοτέρως, ἀπὸ τῆς χολῆς, ἥτις ἐν τῷ πάθει κρατεῖ, ἄχος δὲ μεμίχθαι καὶ ἡδονὴν τῷ χόλῳ φησίν, ἄχος μὲν ὅταν λέγῃ· Πηλείωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ

στήθεσσι λασίοισι διάνδιχα μερμήριξεν· ἄχους οὖν παρουσίαν ὁ χόλος ὑφίσταται, ὃν καὶ θυμὸν κέκληκεν· ἠὲ χόλον παύσειεν ἐρητύσειέ τε θυμόν· θυμὸν γὰρ νῦν τὸν χόλον ἔφη, οὐχ ὡς ἀλλαχοῦ τὴν ψυχήν. ὅτι δὲ οὐ γεννᾷ μόνον ὀργὴν ἡ λύπη, ἀλλὰ καὶ συμπαραμένει, δηλοῖ ἐπὶ τοῦ Ἀχιλλέως μηνίοντος λέγων κούρης χωόμενος καὶ ἐπάγων· τῆς ὅγε κεῖτʼ ἀχέων. ὅτι δʼ ἡδονῇ συμμιγὴς ἡ ὀργὴ καὶ ὅτι ἔφεσίς ἐστι καὶ μέτοχος ἐπιθυμίας, ἐξηγεῖται λέγων· χόλος ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι, ἤτοι ἐν ἐφέσει καὶ ἐπιθυμίᾳ τοῦ χαλεπαίνειν ἐποίησε. πῶς οὖν ἡδονῆς μέτοχος;

ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο

ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠύτε καπνός·καρδίας γὰρ ἔπαρσιν εἶναι καὶ ὁρμὴν ἐγειρομένην τὴν ὀργήν, ὅπερ αὐτὸς ἐν ἄλλοις ἔφη· ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ, καὶ ἐπὶ τοῦ Μελεάγρου·

ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων

οἰδάνει ἐν στήθεσσι νόον. οὐ μόνον δὲ αὐτὴν ἔπαρσιν καὶ ἔφεσιν ἀποδεδώκασιν ἀλλὰ καὶ ζέσιν. διὸ καπνῷ τε ἀπεικάζει τὴν ἔπαρσιν καὶ τοῦ ὀργισθέντος πυρὶ τοὺς ὀφθαλμοὺς ἐοικέναι φησίν. καὶ μὴν ἡ λύπη μελαίνει τοὺς ὀφθαλμούς, μελαίνει δὲ καὶ ὁ καπνός·

ῥωγαλέα ῥυπόωντα κακῷ μεμορυγμένα καπνῷ.τὸ οὖν ἄχος τῆς ὀργῆς αἴτιον ὄν, καπνίζον τὴν ὀργήν, μελαίνει τὰς φρένας· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι

πίμπλαντο. τὸ δʼ ἄχος καὶ τὸ ἄχνυσθαι ὅτι μελαίνει, φησὶν

ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.τὸ δʼ ἄχθεσθαι τοῦ ἄχνυσθαι πλεονασμῷ δηκτικῆς ἀγανακτήσεως διαφέρει, λύπη δʼ ἑκάτερον. ἐπιμένων δὲ τῇ ἐξάψει τῇ ἐπὶ τῶν ὀργιζομένων ἔφη·

κεῖνος δʼ οὐκ ἐθέλει σβέσσαι χόλον. κατηγορεῖ δὲ τοῦ πάθους καὶ ἀγριότητα· αὐτὰρ Ἀχιλλεὺς

ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμόν,καὶ πάλιν· χόλος δέ μιν ἄγριος ᾕρει, πρὸς ὃν καὶ ὁ παραινῶν ἔφη ὡς ἐπὶ ἀγρίου θηρίου·

ἀλλʼ Ἀχιλεῦ, δάμασον θυμὸν μέγαν. καὶ πάλιν ἐνδεικνύμενος τὴν θηριωδίαν φησίν·

εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ

ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας

ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.καὶ ὅτι τῶν ἐν κινήσει ἀλλʼ οὐκ ἐν σχέσει ἐστὶν ὁ χόλος, καθάπερ καὶ τὴν ὀργὴν τῶν ἐν κινήσει φασὶν εἶναι οἱ φιλόσοφοι, δηλοῖ τὰ τοιαῦτα·

Ἀτρείωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς

ἠπείλησε μῦθον, καὶ πάλιν·

Πηλείδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν

Ἀτρείδην προσέειπε καὶ οὔπω λῆγε χόλοιο,ὡς ἂν δυναμένου καὶ παύσασθαι. ὅταν δʼ ἐν σχέσει γένηται καὶ ἡσυχάζῃ, κότον καλεῖ. διό φησιν· εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ ὡς ἐγχωροῦν ἐᾶσαι μὲν τὸν χόλον, περιποιεῖν δὲ τὸν κότον, μηνίειν δὲ εἰκότως, ἀφʼ οὗ κινηθέντος πάλιν χόλος. ταὐτὸν δὲ καὶ ὁ θυμός, ὅταν μὴ τὴν ψυχὴν σημαίνῃ, δηλοῖ τῷ χόλῳ· ἀλλʼ ὁ μὲν θυμὸς ἀπὸ τοῦ θύειν, ὁ δὲ χόλος ἀπὸ τοῦ χολᾶν προσηγόρευται. εἰπὼν γοῦν·

μήτι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶνἐπάγει·

θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,καὶ πάλιν·

ἠὲ χόλον παύσειεν ἐρητύσειέ τε θυμόν,καὶ πάλιν· καὶ μάλα περ θυμῷ κεχολωμένον, εἰ μή τις ἐνταῦθα θυμὸν τὴν ψυχὴν ἀκούοι. ὅτι δὲ παρὰ τὸ θύειν καὶ ἐγείρεσθαι καὶ ἡ ψυχὴ καὶ ἡ ὀργὴ θυμός, δηλοῖ λέγων· Τρωσὶ θυμὸν ἐγεῖραι. θυμὸς δὲ καὶ χόλος προσλαβὼν τὴν ἐπὶ τὸ δρᾶσαι κακὸν ἀγανάκτησιν χώεσθαι λέγεται, καὶ ὁ ἐν τῷ τοιούτῳ πάθει χωόμενος κῆρ· αὐτίκα γοῦν τὸν λοιμὸν ἐπάγει, καὶ δράσαντος ἐρωτῶσιν·

ὅς κʼ εἴπῃ ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων· διὸ καὶ ἐπὶ τοῦ δρᾶσαί τι πονηρὸν δυναμένου διʼ ὀργὴν βασιλέως εἴρηται·

κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται ἀνδρὶ χέρηι.οὕτως εἴρηκε καὶ τὸ σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις χωόμενος, δηλῶν τὸ δραστικὸν διʼ ἀγανάκτησιν περιέχειν τὸ χώεσθαι. καὶ τοίνυν τὸ χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο ἀκουσόμεθα οὐχ ἁπλῶς ὀργιζόμενος, ἀλλὰ μετʼ ἀγανακτήσεως ἀμυντικῆς, διὸ καταρᾶται, καὶ οὕτως ἀμυνόμενος. καὶ χωόμενος δὲ κατὰ θυμὸν ἐυζώνοιο γυναικὸς Ἀχιλλεὺς τῇ ὀργῇ δηλοῦσθαι ποιεῖ τὴν τιμωρητικὴν διʼ ἀγανάκτησιν ἄμυναν· ἐπεξέρχεται οὖν διὰ τῆς μητρὸς τοῖς Ἕλλησι καὶ οὐχ ἁπλῶς ὀργίζεται. ὥσπερ γὰρ τὸ ἄχθεται πρὸς τὸ ἄχνυται ἔχει περιττεύουσαν ἀγανάκτησιν, οὕτω τὸ χώεσθαι πρὸς τὸ χολοῦσθαι·

μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη,ἀντὶ τοῦ ὀργισθείη, γαῖα δʼ ὑπεστονάχιζε Διὶ ὡς τερπικεραύνῳ χωομένῳ, καὶ ἐπάγει τὰ ἐκ τοῦ χώεσθαι· ὅτε τʼ ἀμφὶ Τυφωέι γαῖαν ἱμάσσῃ.

ἐν κινήσει μὲν οὖν χόλος καὶ θυμός. καὶ ταὐτὸν δὲ τῷ χώεσθαι τὸ σκύζεσθαι. εἰπὼν γοῦν σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω χωομένης ἐπάγει· οὔ σευ ἔγωγε σκυζομένης ἀλέγω, ἐπὶ δὲ τοῦ Ἀχιλλέως χωόμενος κατὰ θυμόν εἰπὼν ποιεῖ λέγοντα·

οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.ἐν δὲ σχέσει μῆνις, μένος καὶ κότος· καὶ μῆνις μὲν καὶ μένος ὀργὴ ἐναπόθετος καὶ ἔμμονος· πάλιν δὲ μῆνις, προσειληφυῖα τὸ ἐπιτηρητικὸν μετʼ ἀγανακτήσεως καὶ κακοποιίας, κότος γίνεται, ὡς τὴν μὲν μῆνιν ἐκ τοῦ χόλου ἐναποκεῖσθαι, τὸν δὲ κότον ἐκ τοῦ χώεσθαι. ὅτι δὲ παρὰ τὸ μένειν ἡ μῆνις·

αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι καὶ ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι

μήνιʼ Ἀχαιοῖσι, καὶ ὅτι διὰ τὸ μένειν καὶ κεῖσθαι ἡσυχάζοντα καὶ σιγῶντα, φησὶ κεῖτʼ ἀπομηνίσας, παρὰ τὸ κεῖσθαι τὸν μηνίοντα· καὶ ὁ πᾶς χρόνος μηνιθμός· πάνθʼ ὑπὸ μηνιθμόν. ὅτι δὲ μένος καὶ μῆνις ταὐτόν· Ἀτρείδη, σὺ δὲ παῦε τεὸν μένος. τίς οὖν ἡ μῆνις; χόλος, φησὶ, μὴ ἀφεθείς· ἐπάγει γοῦν· αὐτὰρ ἔγωγε

λίσσομʼ Ἀχιλλῆι μεθέμεν χόλον· καὶ πάλιν ἀντὶ τοῦ φάναι μὴ μήνιε ἔφη· ἔα δὲ χόλον θυμαλγέα, καὶ παυσαμένῳ μήνιδός φησι μεταλλήξαντι χόλοιο. καὶ ὁ μεθεὶς τὸν χόλον καὶ ἀμήνιτος μεθήμων· ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆι χόλος φρεσίν, ἀλλὰ μεθήμων· καὶ ὁ ἄγαν τηρῶν καὶ ἀναφαιρέτως τὸν χόλον αἰὲν ἐπιζαφελῶς χαλεπαίνει· ζαφελὲς γὰρ τὸ ἀναφαίρετον, καὶ ζαφελὴς οὖν χόλος ἡ μῆνις, ὅτε κέν τινʼ ἐπιζαφελὴς χόλος ἵκοι· περὶ γὰρ τῶν μηνιόντων ὁ λόγος. ὅτι δὲ τὸ μένος σθένος· πάντως οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι εἰπόντος Διός,

εὖ νυ, φησὶ, καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν. ὡς οὖν τὸ σθένος μένος, οὕτω καὶ χόλος μένων μένος καὶ μῆνις. εἰπὼν γοῦν χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις ἐπάγει·

οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.ἔτι δὲ μῆνις ἐπιτηροῦσα καιρὸν τιμωρίας κότον ποιεῖ·

ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, τὸ γὰρ ὄφρα τελέσσῃ· ἕως ἂν κατεργάσηται καὶ λυπήσῃ τὸν λυπήσαντα. ὅτι δὲ παρὰ τὸ ἐγκεῖσθαι κότος εἴρηται, ἐξηγεῖται· ὅ τοι κότον ἔνθετο θυμῷ, καὶ ὅτι ἐπιτηρητικὸν ὁ κότος εἰς τὸ δρᾶσαί τι πονηρόν·

Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίωναὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσιν τῆσδʼ ἀπάτης κοτέων, τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα ὅμοιον τῷ ἔχει κότον ὄφρα τελέσσῃ. καὶ πάλιν ὀλλῦσαι Τρῶας τοῖσιν κότον αἰνὸν ἔθεσθε· ἔθεσθε δὲ ἐν τῷ θυμῷ ἀκουστέον, τὸ γὰρ αὐτό ἐστι τῷ κότον ἔνθετο. καὶ εἰπὼν ὅτι τῷ Ἀγαμέμνονι καὶ ἐκπάγλως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ προσάγει τὰ ἐκ τοῦ κότου· νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ

πᾶσιν ἐλέγχιστον θέμεναι. καὶ ὅτι μὲν ἡ μῆνις μέγαν χόλον δηλοῖ·

πὰρ Διὸς αἰγιόχοιο χόλος καὶ μῆνις ἐτύχθη· ὅτι δὲ μῆνις ἀγανάκτησιν ἀμυντικὴν περιέχουσά ἐστιν ὁ κότος, παρίστησι διὰ τούτων·

εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν

ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις·μηνίσας οὖν ὁ θεὸς εἰς κότον μεθίσταται.

εἴρηται τοίνυν, ὅτι ἡ μὲν κατὰ κίνησιν πρόσκαιρος ὀργὴ χόλος καὶ θυμός, ἡ δὲ μετʼ ἀγανακτήσεως δραστικῆς ἐνέργεια χώεσθαι λέγεται καὶ σκύζεσθαι, ὁ δʼ ἀπόθετος χόλος μένος καὶ μῆνις, αὕτη δὲ τὸ ἀμύνεσθαι ἐπιτηροῦσα κότος, καὶ ὅπως ὁρμὴ ἐπηρτημένη μετὰ λύπης καὶ ὀρέξεως ἡ ὀργή, καὶ ὅπως κατὰ αὔξησιν τοῦ θυμοῦ γίνεται.

ιϛʹ.

ιζʹ.

Παρατηρεῖν δεῖ, ὡς, ὅταν ἐκ προσώπου τινὸς ἐπάγειν λόγους μέλλῃ τινὰς ὁ ποιητής, προλέγει προσημαίνων, οἷος ἔσται ὁ λόγος ἢ μεθʼ οἵας διαθέσεως λεγόμενος. οὕτω γὰρ ὅρον λαβόντες παρὰ τοῦ ποιητοῦ ἐπὶ τὰ αὐτὰ οἷς αὐτὸς παρήγγειλε τῶν λεγομένων ἀκουσόμεθα, οἷον εἰπόντος τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη, ὑβριστικοὺς προσεκτέον ἔσεσθαι τοὺς λόγους, οἷοι ἂν γένοιντο ὑπὸ τοῦ ὑποβλεπομένου· καὶ πάλιν προειπόντος καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα, θεωρητέον, εἰ οἱ ἐπάγεσθαι μέλλοντες λόγοι ὀνείδη παρέχουσιν. ὅταν δέ· ὅς σφιν εὖ φρονέων ἀγορήσατο καὶ μετέειπε, φρονίμους προσδεκτέον λόγους. φρονίμου δέ ἐστι τὰς αἰτίας τῶν ἐνεστηκότων εἰπεῖν, καὶ μετὰ ταῦτα ἐπάγειν τὰ ποιητά. τὸ μὲν οὖν ἀγορήσατο δηλοῖ τὴν ἐξήγησιν καὶ φανέρωσιν τῶν ἐνεστηκότων, οἷον οὔτʼ ἄρʼ εὐχωλῆς ἐπιμέμφεται καὶ τὰ ἑξῆς, τὸ δὲ μετέειπε τὸ μετάγειν τὸ ποιητέον, ἐπάγει γάρ· οὐδʼ ὅγε πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει καὶ τὰ ἑξῆς. καὶ ἐπὶ τοῦ Νέστορος· ὦ πόποι, ἦ μέγα πένθος Ἀχαιίδα γαῖαν ἱκάνει, διήγησιν ἔχει τῶν ἐνεστώτων ἃ ἀγορήσατο, τὸ δὲ ἀλλὰ πείθεσθε καὶ ὔμμες ἃ δεῖ πράττειν λέγει. καὶ πάλιν ὅταν εἴπῃ· καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσι, δεῖ ἡμᾶς τῶν μελλόντων λέγεσθαι λόγων ἀκούειν ὡς κούφων καὶ ἐπηρμένων, ὑψηλολογοῦντος διὰ τὴν νίκην τοῦ Ὀδυσσέως. τοιοῦτον γὰρ τὸ τούτων νῦν ἐφίκεσθε, νέοι, καὶ τὰ ἑξῆς· προθεωροῦντι γὰρ ἔοικεν ὁ ποιητὴς ἑαυτὸν καὶ προδιατιθέντι τοὺς ἀκουσομένους περὶ τοῦ εἴδους τῶν λόγων.

ἐκ τούτων δὲ πολλὰ ἔνεστι λύειν τῶν παρεωραμένων τοῖς γραμματικοῖς. αὐτίκα τὸ ἐπὶ τοῦ Διός· αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην, κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων, μὴ νοήσαντές τινες ὅτι περὶ τοῦ μέλλοντος τρόπου τοῦ λόγου εἴρηκεν ἀλλοκότους ἐξηγήσεις πεποίηνται· φησὶ δὲ ὅτι παραβλητικοῖς ἐχρῆτο λόγοις παραβάλλων καὶ ἀντεξετάζων τὴν Ἀφροδίτης Ἀλεξάνδρῳ ἐπικουρίαν πρὸς τὴν Ἥρας καὶ Ἀθηνᾶς τῷ Μενελάῳ γινομένην. τὸ οὖν παραβλήδην τὸ μετὰ τοῦ παραβάλλειν λέγει, ὃ εἰώθασι λέγειν συγκρίνειν. καὶ ὅτι τοῦθʼ οὕτως ἔχει, δηλοῖ ὁ τοῦ Διὸς λόγος συγκριτικὸς ὤν· δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων, Ἥρη τʼ Ἀργείη καὶ ἀλαλκομενηὶς Ἀθήνη· ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι τέρπεσθον, τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει. καὶ οὐκ ἔστιν ἁπλῶς παραβολὴ καὶ ἀντεξέτασις, ἀλλʼ οὕτως ἐρεθιστικὴ καὶ κέρτομος, ὡς προεῖπεν· δύο μὲν Μενελάῳ, μία δʼ Ἀλεξάνδρῳ, καὶ ἡ μὲν Ἥρα ὡς Ἀργεία τῷ Μενελάῳ ἐπαρκεῖν ὀφείλουσα, ἡ δὲ Ἀθηνᾶ ἀλαλκομενηίς, ἡ δὲ Ἀφροδίτη φιλομειδὴς καὶ οὐκ ἀπʼ Ἰλίου· καὶ ὅμως αἱ μὲν νόσφι τοῦ Μενελάου κάθησθε, ἡ δὲ ἀεὶ παρμέμβλωκε· καὶ αἱ μὲν θεωροὶ εἰς τέρψιν τῶν ἀγώνων, ἡ δὲ αὐτοῦ κῆρας ἀμύνει συμπαραμένουσα καὶ νῦν ἐξεσάωσας ὀιόμενον θανέεσθαι. ὀρθῶς ἄρα προεῖπεν ὅτι ἐρεθιστικὸς ὁ λόγος ἔσται καὶ χλευαστικός.

πάλιν ὅταν ἐπὶ τῆς Θέτιδος λέγῃ ὣς ἔχετʼ ἐμπεφυυῖα καὶ εἴρετο δεύτερον αὖτις τὸ εἴρετο οὐ χρὴ ἀκούειν ἀντὶ τοῦ ἠρώτησεν ἁπλῶς, ἀλλʼ ἀντὶ τοῦ ἠρώτα τὸ ἀληθὲς μαθεῖν θέλουσα· ἐπάγει γὰρ νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον ἢ ἀπόειπʼ, ἐπεὶ οὔτοι ἔπι δέος, ὄφρʼ εὖ εἰδῶ. καὶ τὸ εἴρεαι τοίνυν ὁππόθεν εἰμέν οὕτως ἀκουσόμεθα· τἀληθὲς ἀκοῦσαι βουλόμενος ἐξετάζεις· καὶ τὸ Ἑρμείαν ἐρέεινε Καλυψὼ δῖα θεάων· ἐπάγει γὰρ αὔδα ὅτι φρονέεις … ἐνισπεῖν … καὶ τὸ νημερτέως τὸν μῦθον ἐνισπήσω ἤτοι ἀναμαρτήτως τἀληθὲς ἐρῶ· κεῖται γὰρ ὡς εἰ ἔλεγεν ἐπαληθεύσομαί σοι ἀψευδῆ τὸν λόγον. καὶ τὸ ἔννεπε οὖν ἀληθῆ λέγε, καὶ τὸ ἄειδε πάλιν ἀληθῆ ἐν ποιήμασι λέγε· ἀοιδὴ γὰρ ἡ ποίησις. εἰπὼν οὖν ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον, ἐπάγει· αἴ κεν δή μοι κατὰ μοῖραν καταλέξῃς, ὅπερ ἐν ἄλλοις· πάντα κατʼ αἶσαν ἔειπες, ἀγακλεές. τί οὖν τὸ κατʼ αἶσαν εἰπεῖν; οὐδʼ ἂν ἔγωγε ἄλλα πάρεξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω· τοῦ γὰρ εὐθέως λόγου δύναμις τὸ μὴ πάρεξ εἰπεῖν μηδὲ παρεκκλῖναι. καὶ τὸ ἀντίον δὲ ηὔδα ἐξηγήσατο· τῶν οὐδέν τοι ἐγὼν κρύψω ἔπος· οἱ γὰρ ἰθὺ καὶ κατεναντίον ἰόντες οὐ κρύπτονται ὡς οἱ κλέπτοντες. ὅθεν ἐπὶ τοῦ οὐκ ἀπατῶντος μὴ κλέπτε νόῳ. τί οὖν τὸ κλέπτε νόῳ; ὅς χʼ ἕτερον μὲν κεύθει ἐνὶ φρεσὶν ἄλλο δὲ βάζει.

πάλιν ὁ ποιητὴς, τοῦ Ἀγαμέμνονος μέλλοντος λέγειν πρὸς τὸν Κάλχαντα μάντι κακῶν, οὐ πώποτέ μοι τὸ κρήγυον εἶπας· αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι, ἐσθλὸν δʼ οὔτε τί πω εἶπες ἔπος οὔτʼ ἐτέλεσσας, καὶ διὰ τῆς … κακῶν μάντιν κακῶν πολλάκις ἀγορεύοντος, προλέγων ὅτι τοιοῦτοι ἔσονται οἱ λόγοι φησίν· Κάλχαντα πρώτιστα κακοσσόμενος προσέειπεν, οὐ κακῶς ὑποβλεψάμενος· οὐ γὰρ οἷόν τε τὸ κακῶς συναλεῖψαι διὰ τὸ σύμφωνον, οὐδʼ ἔστιν ὅπου τὸ ὑποβλέπεσθαι ὄσσεσθαι λέγει. ἀλλὰ σημαίνει τὸ κακοσσόμενος ἐν συνθέτῳ ῥηθέν … κακόμαντιν ἀποκαλεῖ. ἐπεὶ γὰρ ὄσσα ἡ θεία φήμη, ἣν καὶ Διὸς ἄγγελον ἔφη—μετὰ δέ σφισιν ὄσσα δεδήει ὀτρύνουσʼ ἰέναι, Διὸς ἄγγελος—, Διὸς δὲ ἄγγελοι καὶ οἱ μάντεις καὶ τῆς ὀπὸς τῶν θεῶν ἀκούουσιν, ἥτις ἐστὶν ὄσσα—ὣς γὰρ ὄπʼ ἄκουσα θεῶν—, ἀπὸ τῆς ὄσσης πεποίηται τὸ κακοσσόμενος, ἤτοι ὡς κακόμαντιν αὐτὸν ὀνειδίζων, ὡς εἰ ἔλεγε· κακὸν ἄγγελον τῆς Διὸς ὄσσης ἀποκαλῶν. οὐ γάρ ἐστιν ἁπλῶς κακολογῶν, ὅτι οὐδʼ ὄσσαν ἁπλῶς τὴν φωνὴν σημαίνει ἀλλὰ τὴν θείαν, ἀλλʼ ὡς ἐπὶ κακῷ χρώμενον τῇ θείᾳ φωνῇ λοιδορῶν. καὶ ἐν ἄλλοις· οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω, ἀλλʼ ἀγαθὰ φρονέουσα, οὐ κακὸν κληδονιζομένη, καὶ ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, ἤτοι ἐν ἑαυτῷ κληδονιζόμενος καὶ εὐχόμενος θείας τυχεῖν φήμης περὶ τῆς ἐπανόδου τοῦ πατρός. καὶ τὸ οὔποτέ μοι θάνατον προτιόσσετο θυμός, ἀντὶ τοῦ προεμαντεύετο. καὶ ἔτι μᾶλλον ἀπὸ τῆς ὄσσης τὸ ὄσσεσθαι αὐτὸς ἐδήλωσεν ἐπὶ τῶν μνηστήρων λέγων ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον, ὃ ἐπʼ ἄλλου ἐξηγήσατο εἰπών· Ξάνθε, τί μοι θάνατον μαντεύεαι; τὴν δὲ ὄσσαν ὅτι θεία φωνὴ ἐξηγεῖται λέγων· ἢ ὄσσαν ἀκούσῃς ἐκ Διός. λέγει δὲ αὐτὴν καὶ κληδόνα· ἦλθον, εἴ τινά μοι κληδόνα πατρὸς ἐνίσποις. κληδών δὲ παρὰ τὸ κλέος διδόναι καὶ φέρειν· ἢ ὄσσαν ἀκούσῃς, ἥ τε κλέος μάλιστα φέρει ἀνθρώποισι, καὶ αὐτὸς ὁ Τηλέμαχος πατρὸς ἐμοῦ, φησὶ, κλέος εὐρὺ μετέρχομαι, καὶ ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, καὶ ἡ μεγάλη καὶ ἔνδοξος φήμη μέγα κλέος· πεύθετο γὰρ Κύπρονδε μέγα κλέος. τὴν δὲ ὄσσαν, οὖσαν θείαν φωνήν, καὶ ὀμφὴν προσαγορεύει· θείη δέ μιν ἀμφέχυτʼ ὀμφή καὶ ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί, ἐπεὶ καὶ ἡ ὄσσα καὶ ἡ ὀμφὴ Διὸς ἄγγελοι. ἔστι δέ τις ἄλλη δήμου φήμη ἡ ὑπὸ … ος ἀγγελίας· εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φήμην … ις. καὶ ἀγορὰ πολύφημος ἐν ᾗ πολλὰ φατίζεται. ἤδη δὲ καὶ τὴν κληδόνα φήμην που εἴρηκε· φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρίς. ὥστε ὄσσα μὲν καὶ ὀμφή καὶ κληδών ἐπὶ τοῦ αὐτοῦ, φήμη δὲ ἐπὶ τῆς θείας κληδόνος καὶ τῆς ἀνθρωπίνης διαλαλήσεως· οἴεται γὰρ … φωνὴν εἶναι Ὅμηρος, ἧς τοὺς μάντεις ἀκούειν—ὣς γὰρ ἐγὼν ὄπʼ ἄκουσα θεῶν—, ταύτην δὲ διαδίδοσθαι μηδενὸς προκατάρξαντος ἀνθρώπου· ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πόλιν ᾤχετο πάντη, μνηστήρων στυγερὸν θάνατον καὶ κῆρ ἐννέπουσα, παρὰ γὰρ τὴν ὄπα τὸ ἐννέπουσα.

τὸ μὲν οὖν κακοσσόμενος σημαίνει τὸ εἰρημένον, τὸ δὲ κρήγυον οὐκ οἰδʼ ὅπως τὸ ἀληθές δηλοῦν ἀποδεδώκασιν, αὐτοῦ ἀντιτιθέντος οὐ τῷ ψευδεῖ ἀλλὰ τῷ κακῷ τὸ κρήγυον· ἀντίκειται δὲ τῷ κακῷ οὐ τὸ ἀληθὲς ἀλλὰ τὸ ἀγαθόν· οὐπώποτέ μοι τὸ κρήγυον ἔειπας, αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι. ἔστι δὲ κρήγυον τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνές, ὃ ταὐτὸν τῷ θυμῆρες. καὶ ἐν ἄλλῳ· οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες, οὐ γὰρ παρὰ τὸ προσῆκον τὰ κακὰ ἠγόρευσας.

οἶμαι δὲ ὅμοιον εἶναι τὸ μάντι κακῶν τῷ αἰναρέτη, ὃ σημαίνει τὸν κακωτικὴν ἀρετὴν κεκτημένον. καὶ ὁ ὀλοόφρων βλαπτικὴν ἔχων φρόνησιν, καὶ οὐλόμενος δὲ ὁ ὀλοὸν ἔχων μένος, οὐλομένη τε μῆνις ἡ ἐξ ὀλοοῦ μένους γεννηθεῖσα· ὁ γὰρ ταύτην ἔχων ὀλοός· ἀλλʼ ὀλοῷ Ἀχιλῆι θεοὶ βούλεσθʼ ἐπαρήγειν. ταῦτα οὖν λέγει τοῖς ἀγαθόν τι κεκτημένοις μὴ ὠφελοῦσι δὲ διʼ αὐτοῦ τινας· ἥ τε γὰρ ἀρετὴ καὶ ἡ φρόνησις καὶ τὸ μένος καὶ ἡ μαντικὴ τῶν ἀγαθῶν, οἱ δὲ μὴ διʼ αὐτῶν ὠφελοῦντες εἰκότως διαβάλλονται ὡς ἐπὶ κακῷ κεκτημένοι τὸ ἀγαθόν. ἄλλα δὲ εἴωθε συντιθέναι εἰς διαβολήν τινων ὡς δυσωνύμων, ὡς τὸ Δύσπαρι καὶ τὸ μῆτερ δύσμητερ καὶ ἦ τάχα Ἶρος ἄιρος· ἔστι γὰρ ὁ κακόιρος, ὡς ἄμορφος γυνὴ καὶ Ἴλιον Κακοΐλιον οὐκ ὀνομαστήν· διὰ γὰρ τοῦ οὐκ ὀνομαστήν τὸ δυσώνυμον ἐπεσημήνατο.

Παρατηρεῖν δεῖ, ὅτι, ὅταν ἐκ προσώπου τινὸς μετάγειν λόγους μέλλῃ τινὰς ὁ ποιητής, καὶ προλέγει προσημαίνων, οἷος ἔσται ὁ λόγος ἢ μεθʼ οἵας διαθέσεως λεγόμενος. οὕτω γὰρ ὅρον λαβόντες παρὰ τοῦ ποιητοῦ ἐπὶ τοῖς αὐτοῖς οἷσπερ ὁ ποιητὴς παρήγγειλε τῶν λεγομένων ἀκουσόμεθα· οἷον εἰπόντος τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη, ὑβριστικοὺς προσδεκτέον ἔσεσθαι τοὺς λόγους, οἷοι ἂν γένοιντο ὑπὸ τοῦ ὑποβλεπομένου· καὶ πάλιν προειπόντος· καί μιν νεικείων ἔπεα πτερόεντα, θεωρητέον, εἰ οἱ μέλλοντες ἐπάγεσθαι λόγοι ὀνείδη παρέχουσιν. ὅταν δέ· ὅ σφιν εὖ φρονέων ἀγορήσατο καὶ μετέειπε, φρονίμους προσδεκτέον λόγους. φρονίμου γάρ ἐστι τὰς αἰτίας τῶν ἐνεστηκότων εἰπεῖν καὶ μετὰ ταῦτα ἐπάγειν τὰ ποιητά. τὸ μὲν οὖν ἀγορήσατο δηλοῖ τὴν ἐξήγησιν καὶ φανέρωσιν τῶν ἐνεστηκότων, ὡς ὁ λέγων οὔτʼ ἄρʼ ὅγʼ εὐχωλῆς ἐπιμέμφεται οὔθʼ ἑκατόμβης, ἀλλʼ ἕνεκʼ ἀρητῆρος, ὃν ἠτίμησʼ Ἀγαμέμνων, τὸ δὲ μετέειπε τὸ μετὰ ταῦτα ἐπαγαγεῖν τὸ ποιητέον· ἐπάγει γάρ· οὐδʼ ὅγε πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει, πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι καὶ τὰ ἑξῆς. καὶ τὰ ἐπὶ τοῦ Νέστορος· ὦ πόποι, ἦ μέγα πένθος Ἀχαιίδα γαῖαν ἱκάνει, διήγησιν ἔχει τῶν ἐνεστώτων ἅπερ ἀγορήσατο, ἐπὶ δὲ τοῦ ἀλλὰ πίθεσθε καὶ ὔμμες μετὰ τὸ διηγήσασθαι τὰ ἐνεστηκότα εἶπεν ἃ δεῖ πράττειν. πάλιν ὅταν προείπῃ· καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσι, δεῖ ἡμᾶς τῶν μελλόντων λέγεσθαι λόγων ἀκούειν ὡς κούφων καὶ ἐπηρμένων, ὑψηλολογοῦντος διὰ τὴν νίκην τοῦ Ὀδυσσέως. τοιοῦτον γὰρ τὸ τοῦτον νῦν ἐφίκεσθε, νέοι, καὶ τὰ ἑξῆς· προθεωροῦντι γὰρ ἔοικεν ὁ ποιητὴς ἑαυτὸν καὶ προδιατιθέντι τοὺς ἀκουσομένους περὶ τοῦ εἴδους τῶν λόγων.

ἐκ δὲ τούτου πολλὰ ἔνεστι λύειν τῶν παρεωραμένων τοῖς γραμματικοῖς· αὐτίκα τὸ ἐπὶ τοῦ Διός· αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων, μὴ νοήσαντές τινες ὅτι περὶ τοῦ μέλλοντος τρόπου τοῦ λόγου εἴρηκεν, ἀλλοκότους ἐξηγήσεις πεποίηνται. φησὶ γὰρ ὅτι παραβλητικοῖς ἐχρῆτο λόγοις ὁ Ζεὺς παραβάλλων καὶ ἀντεξετάζων τὴν Ἀφροδίτης Ἀλεξάνδρῳ ἐπικουρίαν πρὸς τὴν Ἥρας καὶ Ἀθηνᾶς τῷ Μενελάῳ γιγνομένην. τὸ οὖν παραβλήδην τὸ μετὰ τοῦ παραβάλλειν λέγει, ὅπερ εἰώθασι λέγειν συγκρίνειν. καὶ ὅτι τοῦθʼ οὕτως ἔχει, δηλοῖ ὁ τοῦ Διὸς λόγος συγκριτικὸς ὤν· δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων, Ἥρη τʼ Ἀργείη καὶ ἀλαλκομενηὶς Ἀθήνη. ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσ-ορόωσαι τέρπεσθον, τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει. καὶ οὐκ ἔστιν ἁπλῶς παραβολὴ καὶ ἀντεξέτασις, ἀλλʼ οὕτως ἐρεθιστικὴ καὶ κέρτομος, ὡς προεῖπεν ἔσεσθαι· δοιαὶ μὲν Μενελάῳ, μία δὲ τῷ Ἀλεξάνδρῳ, καὶ ἡ μὲν Ἥρα κηδεμὼν τοῦ Ἄργους κἀκεῖ χρηματίζουσα καὶ διὰ τοῦτο καὶ τοῦ Μενελάου κήδεσθαι ὀφείλουσα, ἡ δὲ Ἀθηνᾶ ἀλαλκομενηίς, ἡ δʼ Ἀφροδίτη φιλομειδὴς καὶ οὐκ ἀπʼ Ἰλίου, καὶ ὅμως αἱ μὲν νόσφι τοῦ Μενελάου κάθησθε, ἡ δὲ ἀεὶ παρμέμβλωκε· καὶ αἱ μὲν θεωροὶ εἰς τέρψιν τῶν ἀγώνων, ἡ δὲ αὐτῷ κῆρας ἀμύνει συμπαραμένουσα· καὶ νῦν ἐξεσάωσεν ὀιόμενον θανέεσθαι. ὀρθῶς ἄρα προείρηκεν, ὅτι ἐρεθιστικὸς ὁ λόγος ἔσται καὶ χλευαστικὸς καὶ παραβλητικός.

πάλιν ὅταν ἐπὶ τῆς Θέτιδος λέγῃ ὣς ἔχετʼ ἐμπεφυυῖα καὶ ἤρετο δεύτερον αὖτις, τὸ ἤρετο οὐ χρὴ ἀκούειν ἀντὶ τοῦ ἠρώτα ἁπλῶς, ἀλλʼ ἀντὶ τοῦ ἠρώτα τὸ ἀληθὲς μαθεῖν θέλουσα· ἐπάγει γὰρ νημερτὲς μὲν δήμοι ὑπόσχεο καὶ κατάνευσον ἢ ἀπόειπʼ, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρʼ εὖ εἰδῶ, ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι. καὶ τὸ εἴρεαι τοίνυν ὁππόθεν εἰμέν; ἐγὼ δέ κέ τοι καταλέξω οὕτως ἀκουσόμεθα· εἰ τἀληθὲς ἀκοῦσαι βουλόμενος ἐξετάζεις. καὶ τὸ Ἑρμείαν ἐρέεινε Καλυψὼ δῖα θεάων· ἐπάγει γὰρ αὔδα ὅ τι φρονέεις. τὸ ἐνισπεῖν δὲ παραπλησίως οὐ μὴν ἁπλῶς τὸ εἰπεῖν, ἀλλʼ ἀληθῶς εἰπεῖν· εἴ κʼ ἐθέλῃσθα κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, καὶ τὸ νημερτέως τὸν μῦθον ἐνισπήσω, ἀναμαρτήτως τἀληθὲς ἐρῶ· κεῖται γὰρ ὡς εἰ ἔλεγεν ἐπαληθεύσομαί σοι ἀψευδῆ τὸν λόγον. καὶ τὸ ἔννεπε οὖν ἀληθῆ λέγε· τίς γὰρ τῶν ὄχʼ ἄριστος ἔην, σύ μοι ἔννεπε Μοῦσα, καὶ τὸ ἄειδε πάλιν ἀληθῆ ἐν ποιήμασι λέγε· ἀοιδὴ γὰρ ἡ ποίησις. εἰπὼν γοῦν ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον, ἐπάγει· αἴ κεν δή μοι τάδε κατὰ μοῖραν καταλέξῃς, ὅπερ ἐν ἄλλοις· πάντα κατʼ αἶσαν ἔειπες, ἀγακλεές. τί οὖν τὸ κατʼ αἶσαν εἰπεῖν; φησὶν οὐδʼ ἂν ἔγωγε ἄλλα πάρεξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω· τοῦ γὰρ εὐθέος λόγου δύναμις τὸ μὴ πάρεξ εἰπεῖν ἀλλὰ μηδὲ παρεκκλῖναι, καθάπερ ἐπὶ τῶν οὕτω βαδιζόντων. καὶ τὸ ἀντίον δὲ ηὔδα ἐξηγήσατο· τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω· οἱ γὰρ ἰθὺ καὶ κατεναντίον ἰόντες οὐ κρυπτάζονται, κρύπτουσι δὲ μάλιστα οἱ κλέπτοντες, ὅθεν ἐπὶ τοῦ ἀπατῶντος κλέπτε νόῳ. τί οὖν τὸ κλέπτε νόῳ; ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσὶν ἄλλο δὲ εἴπῃ.

τὸ κακοσσόμενος οὐ σημαίνει τὸ κακῶς ὑποβλεψάμενος· οὐ γὰρ οἷόν τε τὸ κακῶς συναλεῖψαι διὰ τὸ σύμφωνον, οὐδʼ ἔστιν ὅπου τὸ ὑποβλέψασθαι ὄσσεσθαι λέγει· ἀλλὰ σημαίνει τὸ κακοσσόμενος — ἐν συνθέτῳ γὰρ εἴρηται — κακόμαντις. ἐπεὶ γὰρ ὄσσα ἡ θεία φωνή, ἣν καὶ Διὸς ἄγγελον ἔφη—μετὰ δέ σφισιν ὄσσα δεδήει, ὀτρύνουσʼ ἰέναι, Διὸς ἄγγελος—, Διὸς δὲ ἄγγελοι καὶ οἱ μάντεις καὶ τῆς ὀπὸς τῶν θεῶν ἀκούουσιν, ἥτις ἐστὶν ὄσσα—ὣς γὰρ ἐγὼν ὄπʼ ἄκουσα θεῶν—, ἀπὸ τῆς ὄσσης πεποίηκε τὸ κακοσσόμενος, ἀντὶ τοῦ ὡς κακόμαντιν αὐτὸν ὀνειδίζων, ὡς εἰ ἔλεγε· κακὸν ἄγγελον τῆς Διὸς ὄσσης ἀποκαλῶν. οὐδὲ γάρ ἐστιν ἁπλῶς κακολογῶν, ὅτι οὐδὲ ὄσσαν ἁπλῶς τὴν φωνὴν σημαίνει, ἀλλὰ τὴν θείαν· ἀλλʼ ἔστιν ὡς ἐπὶ κακῷ χρώμενον τῇ θείᾳ φωνῇ λοιδορῶν. εἴρηται δὲ καὶ ἐν ἄλλοις· οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω, ἀλλʼ ἀγαθὰ φορέουσα, οὐ κακὸν κληδονιζομένη. καὶ ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσί σημαίνει· ὁ ἐν αὑτῷ κληδονιζόμενος καὶ εὐχόμενος θείας τυχεῖν φήμης περὶ τῆς ἐπανόδου τοῦ πατρός. καὶ τὸ οὔ ποτέ μοι προτιόσσετο θυμός ἀντὶ τοῦ προεμαντεύετο. καὶ ὅτι μᾶλλον ἀπὸ τῆς ὄσσης τὸ ὄσσεσθαι, αὐτὸς ἐδήλωσεν ἐπὶ τῶν μνηστήρων λέγων ἐσδʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον, τουτέστιν ἐμαντεύοντο τοῖς μνηστῆρσιν ὄλεθρον. τοῦτο ἐπʼ ἄλλου ἐξηγήσατο εἰπών· Ξάνθε, τί μοι θάνατον μαντεύεαι; τὴν δὲ ὄσσαν ὅτι θεία φωνή, ἐξηγεῖται λέγων· ἢ ὄσσαν ἀκούσας ἐκ Διός. λέγει δὲ αὐτὴν καὶ κληδόνα· ἤλυθον, εἴ τινά μοι καὶ κληδόνα πατρὸς ἐνίσποις. κληδών δὲ παρὰ τὸ κλέος διδόναι καὶ φέρειν· ἢ ὄσσαν ἀκούσας, ἥ τε κλέος μάλιστα φέρει ἀνθρώποισι. καὶ αὐτὸς ὁ Τηλέμαχος πατρὸς ἐμοῦ, φησὶ, κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω, καὶ ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης. καὶ ἡ μεγάλη καὶ ἔνδοξος φήμη καὶ κληδὼν μέγα κλέος· πεύθετο γὰρ Κύπρονδε μέγα κλέος, οὕνεκʼ Ἀχαιοὶ νήεσσʼ ἐς Τροίαν ἀναπλεύσασθαι ἔμελλον. τὴν δὲ ὄσσαν, οὖσαν θείαν φωνήν, καὶ ὀμφὴν προσαγορεύει· θείη δέ μιν ἀμφέχυτʼ ὀμφή, καὶ τὸ ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί, ἐπειδὴ ἡ ὄσσα καὶ ἡ ὀμφὴ Διὸς ἄγγελός ἐστιν. ἔστι δέ τις ἄλλη ἡ δήμου φήμη, ἡ ὑπὸ τοῦ δήμου διαδιδομένη περί τινος ἀγγελία, ὡς τὸ εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φήμην, καὶ πάλιν χαλεπὴ δʼ ἔχε δήμου φήμη. καὶ ἀγορὰ πολύφημος, ἐν ᾗ πολλὰ φατίζεται. ἤδη δὲ φήμην καὶ τὴν κληδόνα που εἴρηκεν· φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρίς· ὥστε ὄσσα μὲν καὶ ὀμφή καὶ κληδών ἐπὶ τοῦ αὐτοῦ, φήμη δὲ καὶ ἐπὶ τῆς θείας κληδόνος καὶ ἐπὶ τῆς ἀνθρωπίνης διαλαλήσεως· οἴεται γὰρ θείαν εἶναι φωνὴν Ὅμηρος, ἧς τοὺς μάντεις ἀκούειν—ὣς γὰρ ἐγὼν ὄπʼ ἄκουσα θεῶν—, ταύτην δὲ μεταδίδοσθαι μηδενὸς προκατάρξαντος ἀνθρώπου ἐκ τῆς οἰκείας βουλήσεως· ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη, μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα, παρὰ γὰρ τὴν ὄπα τὸ ἐνέπουσα.

τὸ μὲν κακοσσόμενος σημαίνει τὸ εἰρημένον, τὸ δὲ κρήγυον οὐκ οἶδʼ ὅπως σημαίνειν τὸ ἀληθές ἀποδεδώκασιν, αὐτοῦ ἀντιτιθέντος οὐ τῷ ψευδεῖ ἀλλὰ τῷ κακῷ τὸ κρήγυον· ἀντίκειται δὲ τῷ κακῷ οὐ τὸ ἀληθὲς ἀλλὰ τὸ ἀγαθόν· οὐπώποτέ μοι τὸ κρήγυον εἶπες, ἀεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι. ἔστι δὲ τὸ κρήγυον τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνές, ὃ ταὐτὸν τῷ θυμῆρες. καὶ ἐν ἄλλῳ· οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες, οὐ γὰρ παρὰ τὸ προσῆκον τὰ κακὰ ἠγόρευσας. καὶ ὁ νηκερδὴς οὖν ἐναντίος καὶ μὴ φειδόμενος τοῦ ἀγορεύειν τὰ κακὰ οὐ πώποτε τὰ κρήγυα λέγει.

οἶμαι δὲ ὅμοιον εἶναι τὸ μάντι κακῶν τῷ αἰναρέτη, ὃ σημαίνει κακωτικὴν ἀρετὴν κεκτημένε, καὶ τῷ ὀλοόφρων· σημαίνει γὰρ τὸν βλαπτικὴν ἔχοντα φρόνησιν. καὶ οὐλόμενος δὲ ὁ ὀλοὸν ἔχων τὸ μένος, οὐλομένη δὲ ἡ μῆνις ἡ ἐξ ὀλοοῦ μένους γενηθεῖσα· ὁ γὰρ ταύτην ἔχων ὀλοός· ἀλλʼ ὀλοῷ Ἀχιλῆι θεοὶ βούλεσθʼ ἐπαρήγειν. ταῦτα μὲν οὖν ἔστι λέγειν τοῖς ἀγαθόν τι κεκτημένοις καὶ διὰ τοῦδε βλάπτουσι καὶ μὴ ὠφελοῦσιν· ἥ τε γὰρ ἀρετὴ καὶ ἡ φρόνησις καὶ τὸ μένος καὶ ἡ μαντικὴ τῶν ἀγαθῶν, οἱ δὲ μὴ διʼ αὐτῶν ὠφελοῦντες ἀλλὰ λυποῦντες εἰκότως ὡς ἐπὶ κακῷ κεκτημένοι τὸ ἀγαθὸν διαβάλλονται. ἀλλὰ δὴ εἴωθε συντιθέναι εἰς διαβολήν τινων ὡς δυσωνύμων οἷον τὸ Δύσπαρι καὶ τὸ μῆτερ ἐμὴ δύσμητερ καὶ ἦ τάχα Ἶρος ἄιρος· ἔστι γὰρ ὁ κακόιρος, ὡς ἡ ἄμορφος γυνή· καὶ τὴν Ἴλιον Κακοΐλιον οὐκ ὀνομαστήν· διὰ γὰρ τοῦ οὐκ ὀνομαστήν τὸ δυσώνυμον ἐπεσημήνατο.

ιηʹ.

ιθʹ, κʹ, καʹ.

κβʹ.

κγʹ.

Ἦ δὴ ἀλιτρός ἐσσι καὶ οὐκ ἀποφώλια εἰδώς. ἀλιτρός ὁ ἀλιτήριος, ἁμαρτωλός, ἀποφώλια δὲ τὰ ἀπαίδευτα. πῶς οὖν ἁμαρτωλός τε εἶ καὶ οὐκ ἀπαίδευτός φησιν; ἀλλὰ λέγει· πάνυ ἥμαρτες καὶ οὐκ ὢν ἀπαίδευτος, ὡς εἰώθαμεν λέγειν· θαυμάζω, πῶς σοφὸς ὢν ἥμαρτες. θαυμάζει δὲ καὶ ἡ Καλυψώ, πῶς ἀπιστεῖ ἑαυτῇ ταύτη ὁ Ὀδυσσεύς, εἰ μὴ ὀμόσει περὶ τῆς ἐκπομπῆς, καίπερ οὐκ ὢν ἄφρων καὶ γνώμης θείας εὐσύνετος καὶ ἐρώσης. κδʹ κεʹ.

κϛʹ.

κζʹ.κηʹ.κθʹ.λʹ.λαʹ.

Οὐ γὰρ ἔσαν λιμένες νηῶν ὀχοὶ οὐδʼ ἐπιωγαί. τίνι διενηνόχασιν ἐπιωγαὶ λιμένων, καὶ πόθεν προσέβαλέ τις τὸ ὄνομα; ἔφην οὖν ὅτι ἰωὴν τὴν πνοὴν λέγει, ὥς που εἴρηκεν· ἐξ ἀνέμου πολυπλάγκτοιο ἰωῆς, ποιήσας ἀπὸ τοῦ ἄειν, ὃ σημαίνει τὸ πνέειν. ἐπεὶ δὲ καὶ ἐπὶ τοῦ φωνεῖν καταχρηστικῶς ἔφη, αὖε δʼ ἑταίρους, καὶ τὴν φωνὴν ἰωὴν κέκληκε· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή. καὶ μεταφορικῶς· λεύσσω δὴ πυρὸς δηίοιο ἰωήν. κυρίως οὖν ἰωῆς τῆς πνοῆς οὔσης καὶ τοῦ ἄγνυσθαι σημαίνοντος τὸ κλᾶσθαι, ἰωγή λοιπὸν ἡ τῆς πνοῆς ἂν εἴη κλάσις. ἔφη οὖν που· εὗδον Βορέω ὑπʼ ἰωγῇ, ὅπου ἄγνυται ἡ τοῦ Βορρᾶ πνοή. καὶ ἐπιωγαί μὲν οὖν ῥηθήσονται τόποι ἀλίμενοι μὲν δυνάμενοι δὲ διὰ τὴν ἀπὸ τῶν ἀνέμων σκέπην δέξασθαι ναῦς.

Οὐ γὰρ ἔσαν λιμένες νηῶν ὀχοὶ οὐδʼ ἐπιωγαί. τί διενηνόχασιν ἐπιωγαὶ τῶν λιμένων, καὶ πόθεν τὸ ὄνομα προσέβαλέ τις; ἔφη οὖν ὅτι ἰωὴν τὴν πνοὴν λέγει, ὥς που εἴρηκε· ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς, ποιῶν ἀπὸ τοῦ ἄειν, ὃ σημαίνει τὸ πνεῖν. ὅθεν, ἐπειδὴ καὶ ἐπὶ τὴν φωνὴν καταχρηστικῶς … αὖε δʼ ἑταῖρον, καὶ τὴν φωνὴν ἰωὴν κέκληκε· τὸν δʼ αἶψα περὶ φρένας ἦλθεν ἰωή. καὶ μεταφορικῶς· λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηίοιο ἰωήν. κυρίως οὖν τῆς πνοῆς ἰωῆς οὔσης καὶ τοῦ ἄγνυσθαι σημαίνοντος τὸ κλᾶσθαι, Βορέω ὑπʼ ἰωγῇ, ὅπου ἄγνυται ἡ πνοὴ τοῦ Βορέου, αἱ ἐπιωγαί κληθήσονται τόποι ἀλίμενοι μὲν δυνάμενοι δὲ διὰ τὸ ἀπὸ τῶν ἀνέμων σκέπην …

λβʹ.

Πρὸς τοὺς ἀδυναμίαν Ὁμήρου κατηγοροῦντας ἐκ τοῦ πολλάκις τὰς αὐτὰς ῥήσεις ποιεῖν λέγοντας τούς τε ἐκπέμποντας καὶ τοὺς πεμπομένους ἀγγέλους καὶ κήρυκας ἢ διηγουμένους πράξεις ἢ λόγους ῥηθέντας πρότερον, ἄξιον σημειοῦσθαι, ὅπως ποικίλλων αὐτὸς ἑαυτὸν ἄλλως καὶ ἄλλως ἑρμηνεύει διὰ δύναμιν. οἷον εἰπὼν τὸ ξυνὸς Ἐνυάλιος καὶ ἐξηγησάμενος πῶς κοινός· καί τε κτανέοντα κατέκτα, ἄλλως τοῦτο λέγων φησίν· ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον, καὶ πάλιν ἄλλως· ἤ κε φέροιτο μέγα κλέος ἤ κε φεροίμην, ἕλοιμί κεν ἤ κεν ἁλοίην, καὶ πάλιν νίκη δʼ ἐπαμείβεται ἄνδρας. πάλιν τὸ τειχίσαι πόλιν καὶ κύκλῳ περιβαλεῖν τὸ τεῖχος καὶ ὅλως τὰ κυκλοτερῶς συνέχοντά τι ἑρμηνεύει λέγων· ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει καὶ περὶ δʼ ἕρκος ἔλασσε καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ, εἶτʼ ἄλλως ἑρμηνεύων φησὶ τεῖχος ἐς ἀμφίχυτον, τὸ πέριξ κεχυμένον. καὶ ἐπʼ οἴκου κύκλῳ περιέχοντος· περὶ δὲ κλίσιον θέε πάντη, ὡς τὸ περὶ δὲ χρύσεος θέε πόρκης, καὶ ἄλλως· ἐν δὲ μετώπῳ

λευκὸν σῆμʼ ἐτέτυκτο περίτροχον ἠύτε μήνη.ὅρα δὲ ἄλλων ὀνομάτων ἀφθονίαν ἐν ἑνὶ καὶ ταὐτῷ μέρει· ἄνδρα φησὶ βαλών, καὶ ἐπάγει· τὸν δὲ σκότος ὄσσʼ ἐκάλυψεν, εἶτʼ· Ἄξυλον δʼ ἄρʼ ἔπεφνε, καὶ ἐπιφέρει· ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα, εἶτʼ ἄλλως· Δρῆσόν τʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξεν, εἶτα· καὶ μὲν τῶν ὑπέλυσε μένος, αὖθις· Ἀστύαλον δʼ ἄρʼ ἔπεφνεν, ἔπειτα· Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο, μεθʼ ἃ ἐπιφέρει· Φύλακον δʼ ἕλε Λήιτος ἥρως, εἶτʼ ἀνάπαλιν· Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος ζωὸν ἕλεν, ἔπειτα ἐξ ὑπαρχῆς· τὸν δὲ κρείων Ἀγαμέμνων οὖτα κατὰ λαπάρην, ἔπειτα ὁ Νέστωρ φησίν· ἀλλʼ ἄνδρας κτείνωμεν.

Ἐν μὲν τοῖς ἀγροῖς τὰς οἰκοδομὰς οὕτω καταλέγουσιν· αὐλή, καὶ ἐν ταύτῃ σταθμοί, ἔνθα ἕστηκε τὰ ζῶα, καὶ κλισίαι, ἔνθα καθεύδουσιν οἱ ἄνθρωποι, καὶ σηκοί, ἔνθα ἐγκλείουσι τὰ νεογνά, ὅταν τὰς μητέρας ἀμέλγωσιν ἢ εἰς νομὴν ἐκπέμπωσι. καὶ ἐπὶ μὲν τῆς αὐλῆς· ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀίεσσιν χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ λέγει δὲ καὶ μέσαυλον, ὅτι ὁ τῆς αὐλῆς τόπος ἐν μέσῳ ἐστὶ τῶν ἀγρῶν· βοῶν ἀπὸ μεσσαύλοιο. αὐλῆς ἐν χόρτῳ δέ φησι, τῷ περιωρισμένῳ τόπῳ καὶ περιέχοντι τὸ χώρισμα τῆς αὐλῆς. περὶ δὲ τῶν σταθμῶν· ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται δηλονότι εἰς τόπον ἐνδοτέρω τῆς αὐλῆς, ὃν σταθμὸν προσηγόρευον ἀπὸ τῶν ἑστώτων ἐν αὐτῷ ζώων. διὸ καὶ Ἥφαιστος ποιεῖ σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς· κατηρεφεῖς γὰρ καὶ ἐστεγασμέναι αἱ κλισίαι διὰ τὸ τὴν αὐλὴν μὴ εἶναι τοιαύτην· τὸ γὰρ κατηρεφέας ἐκ κοινοῦ τῶν τε κλισιῶν καὶ τῶν σταθμῶν ἀκούουσι. σηκοὶ δέ, ἔνθα συνέκλειον τὰ νεογνά· ὡς δʼ ὅταν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται, πᾶσαι ἅμα σπαίρουσιν ἐναντίαι, οὐδέ τι σηκοὶ ἴσχουσʼ, ἀλλʼ ἀδινὸν μυκώμεναι ἀμφιθέουσι

μητέρας. λέγει δὲ πάλιν· στείνοντο δὲ σηκοὶ ἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασται ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι, χωρὶς δʼ αὖθʼ ἕρσαι· ἕρσας καλεῖ ὁ ποιητὴς τὰς ἁπαλὰς καὶ νεογνὰς καὶ νεηγενέας γαλαθηνάς· συμβέβηκε ταύτας ἐν τοῖς μυχοῖς καθεῖρχθαι. καὶ πάλιν·

Τρῶες δʼ ὥστʼ ὄιες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ

μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν

ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν·αὗται γὰρ ἐν τῇ αὐλῇ ἀμέλγονται· τὰ γὰρ ἀρνία ἐν τῇ σηκῷ κατακέκλεισται. ἐκ τούτων τοίνυν μεταφέρων ἐπὶ τῶν Τρώων φευγόντων φησίν·

ἔνθα κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,

καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠύτε ἄρνες· ἠλάθησαν γὰρ τῆς Ἰλίου εἰς τὸν ἐνδότατον τόπον, ὡς εἰς σηκὸν ἄρνες.

ταῦτα μὲν οὖν ἐν ἀγροικίᾳ· ἐν δὲ τῇ πόλει, ἀνάλογον τῷ σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς λέγειν· πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν. αἴθουσαι δὲ αἱ ὑψηλαὶ στοαὶ ἀνθήλιοι παρὰ τὸ καταίθεσθαι ὑπὸ τοῦ ἡλίου. εἶτα αὐλή· κατὰ γὰρ παράληψιν τῆς αὐλῆς ἔφη τὰ ἕρκεα· ἐν γὰρ ἄλλοις τὸ πλῆρες ἔφη·

καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας

ῥήξας ἐξῆλθον καὶ ὑπέρθορον ἑρκίον αὐλῆς·καὶ πάλιν ἄλλως ἔφη· παρὲκ μέγα τειχίον αὐλῆς. ἄλλοι δὲ ἀκριβέστερον αἰθούσας λέγουσι τῆς αὐλῆς τὰς στοάς, ἵνα μὴ ἔξω ὦσι τῆς αὐλῆς, ἀλλὰ τὸ μὲν ἄστεγον καὶ ὑπαίθριον αὐλή, αἱ δὲ πέριξ τοῦ ὑπαιθρίου στοαὶ αἴθουσαι· αὐτὸς γὰρ ἔφη· οὐδέ ποτʼ ἔσβη πῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς, ἄλλο δʼ ἐνὶ προδόμῳ πρόσθεν θαλάμοιο θυράων ἦσαν γὰρ μετὰ τὰς αἰθούσας οἱ πρόδομοι, ὧν πάλιν ἐνδότεροι θάλαμοι, οὓς καὶ μυχοὺς καλεῖ διὰ τοῦτο·

κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισι

δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι, εἶτα ἐπιφέρει· ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ· Ἀλκίνοος δʼ ἄρʼ ἔλεκτο μυχῷ δόμου ὑψηλοῖο ὅτι γὰρ τῆς αὐλῆς ἔνδον εἰσὶν οἱ δόμοι, σαφῶς παρίστησι διὰ τούτων·

αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος, εἶτα ἐπάγει·

κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς

αὐλῆς ἐκτὸς ἐὼν, οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον.καὶ πρόδομος οὖν ὁ μεταξὺ τόπος τοῦ τε δόμου καὶ τοῦ θαλάμου·

ἄλλο δʼ ἐπὶ προδόμῳ πρόσθεν θαλάμοιο θυράων. καὶ ὅταν οὖν λέγῃ·

ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε

ἐκ φόνου εἰς αὐλήν, ἐκ τῶν δόμων λέγει.

οὔ νυ καὶ Κ

...... ὁ δʼ ἀπὸ κοινοῦ τρόπος ἐστὶ καὶ παρʼ αὐτῷ καὶ ἐν τοῖς τοιούτοις· οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους· ἀπὸ κοινοῦ γὰρ οὐδὲ τοὺς ἵππους ἤλασαν. ὣς οἱ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο, Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο· ἐκ κοινοῦ γὰρ θωρήσσοντο. παννύχιοι μὲν ἔπειτα καρηκομόωντες Ἀχαιοὶ δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι· δαίνυντο δηλονότι. πολλὰ δὲ τόνδε κασίγνηται καὶ πότνια μήτηρ ἐλίσσονθʼ, ὁ δὲ μάλʼ ἀναίνετο, πολλὰ δʼ ἑταῖροι· ἐκ κοινοῦ γὰρ τὸ ἐλίσσοντο. ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου, ἀγαθοῦ· οὐ πᾶσα γὰρ παραίφασίς ἐστιν ἀγαθή, ἀλλὰ τοῦ ἀγαθοῦ, ὥστʼ ἐκ κοινοῦ τὸ ἀγαθή· τὸ δʼ ἐπὶ τοῦ ἑταίρου ἀκουστέον ἀρσενικῶς. πάλιν οἱ δʼ ἀμφʼ Ἰδομενῆα θωρήσσοντο· Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν· τὸ γὰρ θωρήσσετο προσυπακούομεν ἀπὸ τοῦ θωρήσσοντο. χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· ἐκ κοινοῦ τὸ ἐχώρησεν. εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀυτῆς· ἐκ κοινοῦ τὸ ἕστασαν ἀπὸ τοῦ ἑσταότα. τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἀριστῆες Παναχαιῶν, δηλονότι ἐπόρουσαν. ὡς ἂν Πηλείδην τιμήσομεν, ὃς μέγʼ ἄριστος Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες· ἀπὸ τοῦ ἄριστος καὶ ἄριστοι οἱ θεράποντες ἀκουσθήσονται. οὐδʼ ἄρʼ ἔμελλε δίφρῳ ἐφέζεσθαι, πολλῶν κατὰ οἶκον ἐόντων· ἐκ κοινοῦ δίφρων. καμάτῳ τε καὶ ἱδρῷ νωλεμὲς ἀεὶ γούνατά τε κνῆμαί τε παλάσσετο· ὡς ἐκ κοινοῦ τὸ παλάσσοντο ληπτέον, καὶ ἐπὶ μὲν τῶν γονάτων οἰκείως εἴρητο, ἐπὶ δὲ τῶν κνημῶν ὑπακουστέον. ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλα καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε, σῖτον δʼ ἐκ μεγάρων· οὔτε γὰρ οἰνίζεσθε οὔτε ἄξεσθε, ἀλλὰ φέρετε ἢ λαμβάνετε. καὶ πάλιν· οἱ μὲν ἔπειθʼ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεʼ ἔκειτο· οὐ γὰρ καὶ οἱ ἵπποι ἔκειντο, ἀλλὰ τὸ εἱστήκεισαν ἀκούομεν ἢ ἦσαν, ὡς ἐπὶ τοῦ ποῦ δέ οἱ ἔντεα κεῖτο ἀρήϊα, ποῦ δέ οἱ ἵπποι; ὑπακουσόμεθα γὰρ τὸ εἰσίν ἢ εἱστήκεισαν. οὐ μὰν ἀκληεῖς Λυκίην κατακοιρανέουσιν ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα οἶνόν τʼ ἔξαιτον, δηλονότι πίνουσι. τὰ τοιαῦτα παρατηρῶν τις πολλὰ λύσει τῶν ζητουμένων κατὰ τὸ παραπλήσιον. τούτοις γὰρ ὅμοιον τὸ ἀλλὰ πολὺ πρὶν φραζώμεσθʼ ὥς κεν καταπαύσομεν, ἠδὲ καὶ αὐτοὶ παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώϊόν ἐστιν. ἐκ κοινοῦ γὰρ δεῖ λαβεῖν τὸ παυέσθων καὶ σχηματίσαι οἰκείως τοῖς ἑξῆς, ἵνʼ ᾖ· καὶ γὰρ καὶ αὐτοῖς ἄφαρ παυσαμένοις καὶ ταχέως, πρὶν ἐλθεῖν τὸν Ὀδυσσέα, λώϊόν ἐστι· προείρηται γὰρ ἀλλά που ἤδη ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει πάντεσσι· τὸ δὲ ἄφαρ χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν ἐν ὑπερβατῷ εἴρηται· ἐπεὶ εἰσὶ γὰρ καὶ ἡμῖν χεῖρες ὥστʼ ἄφαρ ἀμύνειν. πολλάκις δὲ ὁ ποιητὴς ἐν ἄλλοις μὲν τὸ πλῆρες λέγει, ἐν ἄλλοις δὲ τὸ ἐλλιπές, καὶ δεῖ ἀναπληροῦν μαθόντας παρʼ αὐτοῦ τί ἦν τὸ λεῖπον, οἷον εἶπέ που· ὡς δʼ αὕτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ, ὡς σὲ, γύναι, ἄγαμαί τε τέθηπά τε δείδια δʼ αἰνῶς. καὶ ὅταν οὖν λέγῃ· αὕτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, λείπειν φήσομεν τὸ ὡς, ἵνʼ ᾖ· ὡσαύτως γὰρ λόγοις μόνοις ἐριδαίνομεν, μηχανὴν δὲ εὑρεῖν, οὗ ἕνεκα ἐληλύθειμεν, οὐ δυνάμεθα. ὅμοιον καὶ τὸ ἀλλʼ αὕτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄιδος δῶ, τουτέστιν· ὡσαύτως ὡς κατῆλθον καὶ ἐξ οὗ κατῆλθον ὁμοίως ἀλάλημαι. οὕτως ἀκουσόμεθα καὶ τὸ οὔπω μίν φασιν φαγέμεν καὶ πιέμεν αὕτως, ὡσαύτως καὶ ὁμοίως. αὕτως οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο· ὡσαύτως οὔτε θεᾶς υἱὸς ἔρεξεν οὔτε θεοῖο.

…

… αἰκία δὲ οὐχ ἡ ὕβρις μόνον, ἀλλὰ καὶ τὸ αἶσχος, παρὰ τοῦ μὴ ἐοικέναι, ὃ δηλοῖ τὸ καθήκειν, ὥς φησιν δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔτι ἀεικές, ὡς εἰ ἔλεγε· πρέπει σοι καὶ καθήκει τοῦτο. ὅτι δὲ ἡ αἰκία καὶ ἐπὶ τοῦ αἴσχους δηλοῖ· εἰπὼν γὰρ τοῖο δʼ Ἀπόλλων πᾶσαν ἀεικίην ἄπεχε χροΐ, εἶτά φησιν αἶσχος ἄπειρον ἐξηγούμενος τὴν ἀεικίαν·

ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο

ἕλκει ἀκηδέστως,

οὐδέ μιν αἰσχύνει·

κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων, ὑβρίζει ἢ ἀεικίζει, ἐφʼ οἷς οὐκ ἄν τις εἴξειεν· ἢ ἀνόμοιον ποιεῖ τῷ πρόσθεν καὶ οὐκ ἐοικὸς ἑαυτῷ. ὅθεν ἐπαγγελλόμενος τὸ μὴ αἰκίσαι φησίν·

ἀλλʼ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχεʼ, Ἀχιλλεῦ,

νεκρὸν Ἀχαιοῖσι δώσω πάλιν

τὸ δὲ παρὰ τὸ καθῆκον ἀεικέλιον λέγει· δμωάς τε γυναῖκας ῥυστάζοντας ἀεικελίως. ῥυστάζειν δὲ τὸ ἕλκειν εἰς ὕβριν·

πῶς νῦν, εἴ τις ξένος ἐν ἡμετέροισι δόμοισιν

ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;

σοί τʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι γένοιτο· τὴν γὰρ ὕβριν ἔφη ῥυστακτὺν μεταφορικῶς ἀπὸ τῶν ἑλκομένων· οὐ γὰρ εἱλκύσθη ἀλλʼ ὑβρίσθη. τὸ μέντοι ἕλκειν εἰς ὕβριν ἔφη· Λητὼ δὲ εἵλκυσεν, ὕβρισε, Διὸς κυδρὴν παράκοιτιν. καὶ ἐκ πλήρους ἐν ἄλλοις· ἑλκύσουσιν ἀεικελίως. παρατηρητέον δὲ τὰ ἐκ πλήρους παρʼ αὐτῷ λεγόμενα, ἵνα καὶ τὰ ἐλλιπῶς προενηνεγμένα ἐκεῖθεν ἀναπληρώσωμεν. ἐκ πλήρους μὲν γὰρ ἔφη· πῶς κεν ἔοι τάδε ἔργα; ἐλλιπῶς δὲ

πῶς κʼ ἔοι, εἴ τις νῶι θεῶν αἰειγενετάων

εὕδοντʼ ἀθρήσειε; καὶ ἔτι ἐλλιπέστερον

πῶς οὖν, εἴ τις ξένος ἐν ἡμετέροισι δόμοισιν; τὸ δὲ πλῆρες· πῶς κεν ἔοι τάδε ἔργα;

καὶ ἀσκηθής οὖν ὁ μὴ παθὼν ἀεικέλια, μηδʼ ἀάσχετα μηδʼ αἰσχυνθείς, ἀλλʼ ὁλόκληρος. ἐξηγεῖται δὲ αὐτός·

ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο

τεύχεσί τε ξύμπασι καὶ ἀγχεμάχοις ἑτάροισι. τούτῳ ἴσον τὸ ἀρτεμής·

ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα.