Names of Ages FragmentsὈνόματα Ἐποχῶν Ἀποσπάσματα
Aristophanes of Byzantium Names of Ages Fragments PDF
The Names of Ages Fragments is a lost grammatical treatise by the Hellenistic scholar Aristophanes of Byzantium, head of the Library of Alexandria during the 3rd and 2nd centuries BCE. The work was a specialized lexicographical study, systematically cataloging and defining the Greek terminology for the successive stages of human life from infancy to old age. It compiled and explained these terms as they appeared in the works of classical poets and prose authors, serving as a scholarly reference tool for the systematic study and classification of Greek language and literature undertaken at Alexandria.
The complete treatise has not survived; knowledge of its content derives entirely from seven brief fragments preserved through quotation by later Byzantine grammarians and lexicographers. These excerpts are found in sources such as the Suda encyclopedia and the lexicon of Hesychius of Alexandria, who incorporated Aristophanes' precise definitions into their own compilations. The surviving fragments demonstrate the methodical approach of the work, offering definitions that distinguish terms like brephos (newborn infant), paidion (nursling), and meirakion (young man), while also noting dialectal variations, such as the Spartan use of hippeis for youths. The treatise exemplifies the Alexandrian scholarly project of meticulous textual analysis, glossary creation, and the preservation of precise poetic vocabulary, thereby forming a foundational contribution to the development of Greek philology.
| [15] | ὈΝΌΜΑΤΑ ἩΛΙΚΙ Ω͂ Ν. Βρέφος· τὸ ἄρτι γεγονός. Παιδίον· τὸ τρεφόμενον ὑπὸ τῆς τήτθης (l. τήθης). Παιδάριον· τὸ περιπατοῦν, καὶ ἤδη τῆς (om. Eust.) λέξεως ἀντιλαμβανόμενον. Παιδίσκος· ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ. Παῖς· ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἱέναι· τὴν δὲ ἐχομένην ταύτης ἡλικίαν οἱ μὲν πάλλακα, οἱ δὲ βούπεδα, οἱ δὲ ἀντίπεδα (l. βούπαιδα et ἀντίπαιδα), οἱ δὲ μελλέφηβον καλοῦσιν, οἱ δὲ μετὰ ταῦτα, ἔφηβος (l. |
| 275 [25] | ἔφηβον). Ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους, τρικάπους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρόμους, διὰ τὸ μηδέπω (prius μήπω) τῶν κοινῶν δρόμων μετέχειν, καίτοι τοῦ ὀνόματος δοκοῦντος τοὐναντίον σημαίνειν, ὡς ἄρα ὁ πεπαυμένος ἀπὸ τῶν δρόμων, καὶ οὐκέτι μετέχων ἐστὶν, ἀλλὰ τούτῳ τῷ σχήματι· καὶ τοὺς μὴ ἰχθῦς ἐσθίοντας, ἄπιχθυς (l. ἀπίχθυς) καλοῦσι, καὶ τοὺς ἀμούσους, ἀπομούσους, καὶ τοὺς ἀνήβους, ἀπότριχας. Ἀλλὰ γὰρ μετὰ ταῦτα, μειράκιον· εἶτα μεῖράξ τε καὶ νεανίσκος καὶ νεανίας, ὁ αὐτός. Λακεδαιμόνιοι (Eust. Λάκωνες) δὲ τούτους ἱππεῖς ἐκάλουν, καὶ τοὺς προεστηκότας (Eust. προεστῶτας) αὐτῶν ἱππαγρέτας. Εἶτα ἐχομένη ἡλικία ἡ τοῦ γυναικὶ συνεζευγμένου κατὰ νόμους, ὅτε δὴ καὶ νυμφίος ἂν ἐν καιρῷ κληθείη· εἶτα πάλιν κατὰ τὸ εἰκὸς, πατὴρ, εἶτα ἀνὴρ νέος, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκὼς, ὑποπόλιος, ὃν καὶ ὠμογέροντα καλοῦσιν, εἶτα γέρων καὶ πρεσβύτης, ὁ αὐτὸς, εἶτα ἐσχατόγηρως. Ἐπὶ δὲ τῶν θηλειῶν, τὸ μὲν βρέφος καὶ τὸ παιδίον ὁμοίως· μετὰ δὲ ταῦτα, παιδισκάριον καὶ παιδίσκιον, καὶ κόριον, καὶ κοράσιον, καὶ κορίσκη, καὶ παρθενίσκη· μετὰ δὲ ταῦτα, παῖς, καὶ παρθένος, καὶ κόρη· εἶτα ἤδη πάλιν καὶ ταύτην (l. ταύτῃ) ὁ τοῦ γαμεῖσθαι καιρὸς, εἴη γὰρ ἂν, τὸ πέμπτον ἀμφίβης (f. ἀμφ’ ἥβης), ὡς Ἡρόδοτος ἀξιοῖ, ὅτε δὴ καὶ νύμφη ἂν κληθείη· μετὰ δὲ τὸν γάμον, γυνὴ καὶ μήτηρ· ἤδη καλοῖτ’ ἂν καὶ μεῖραξ· καὶ μετὰ ταῦτα, γυνὴ νέα, εἶτα μέση, εἶτα πάλιν ὁμοίως, προβεβηκυῖα, προπόλιος, εἶτα γραῦς, καὶ πρεσβῦτις, ἡ αὐτὴ, εἶτα ἐσχατόγηρως. Παραπλησίως δὲ καὶ ἐπὶ τῶν κτηνῶν, αἰπόλος μὲν, ὁ τῶν αἰγῶν νομεύς· αἰπόλιον δὲ τὸ πλῆθος· καὶ οἱ μὲν τέλειοι, τράγοι καὶ ἴξαλοι· οἱ (l. ἡ) δὲ ἐχομένη ἡλικία, χίμαροι, τὰ δὲ νεώτατα, ἔριφοι· ὁ δὲ Ποιητὴς ἐν Ὀδυσσείᾳ τὰ μὲν τέλεια, προγόνους καλεῖ· τὰ δὲ μετὰ ταῦτα, μετάσας· τὰ δὲ ἔτι νεώτερα, ἕρσας· καὶ ἐσσῖνες (l. |
| 276 [25] | ἐσσῆνες) δὲ καλοῦνται ἡλικία τις, καὶ πριτῖνες (l. πρητῆνες), παρὰ δὲ Ἰωνικοῖς καὶ ἄττιγοι (l. ἄττηγοι). Οἱ δὲ τὰ πρόβατα νέμοντες, ποιμένες καλοῦνται, καὶ προβατεῖς, καὶ μηλάται· τὸ δὲ πλῆθος, ποιμνίον, καὶ πῶϋ παρ’ Ὁμήρῳ. Τούτων τὰ τέλεια, ὄϊς, καὶ κριοὶ, καὶ ἀρνειοί· τὰ δὲ νέα, ἄρνες καὶ ἀμνοί· ἔνιοι δὲ καὶ φανύλους καλοῦσι. Μηλωτὴ λέγεται καὶ ἡ αἰγεία δορὰ, τὴν δὲ τῶν προβάτων τινὲς καὶ οἰέην καλοῦσι· τῶν δὲ ἀρχαίων Ἀττικῶν ἔνιοι συναλοιφὴν ποιούμενοι, ὦαν ἐκάλουν. Δοκεῖ δὲ ὁ Ποιητὴς καὶ τὴν τῶν ἄλλων τετραπόδων βοσκημάτων κτῆσιν, πρόβασιν καλεῖν· καὶ Πίνδαρος τὰς τοῦ Διομήδους ἵππους, πρόβατα καλεῖ· Σιμωνίδης δ’ ἐν τῇ Εὐρώπῃ τὸν ταῦρον, ὁτὲ μὲν ταῦρον, ὁτὲ δὲ μῆλον, ὁτὲ δὲ πρόβατον ὀνομάζει. Οἱ δὲ τοὺς ἵππους νέμοντες, ἱππονόμοι λέγονται, καὶ ἱπποβουκόλοι, καὶ ἱπποπῶλοι (l. ἱπποπόλοι) καὶ ἱπποφορβοί· τὸ δὲ πλῆθος, ἀγέλη· ἱπποφόρβια δὲ οἱ τόποι ἐν οἷς τρέφονται, ἃ καλοῦνται καὶ μάνδραι. Οἱ δὲ τοὺς ἡμιόνους (sub. νέμοντες), ὀρεωκόμοι· ὀρεῖς γὰρ οἱ ἡμίονοι· ἴννοι δὲ, οἱ ἐκ τῶν ἐναντίων ἐξ ἵππου πατρὸς καὶ ὄνου μητρός. Οἱ δὲ τρέφοντες, ὀνοφόρβαι· καλοῦσι δὲ πολλάκις τοὺς ὄνους, καὶ κάνθωνας, καὶ κανθηλίους· τούτων δὲ πάντων τὰ νεώτατα, πῶλοι· πρὸς δὲ, καὶ τῶν καμήλων καὶ τῶν ἐλεφάντων, οἱ δὲ καταμόνας σωματιοῦντες τῶν ἡμιόνων, ἤτοι αἱ φορταγωγοὶ, θηλυκῶς ἀστράβαι καλοῦνται, καὶ οἱ ἐλαύνοντες, ἀστραβηλάται. Οἱ τοὺς βόας νέμοντες, βουκόλοι καὶ βοῦται λέγονται· καὶ τὸ πλῆθος, ἀγέλη· τούτων οἱ τέλειοι καὶ ἐνόρχαι, ταῦροι· τῶν δὲ ταύρων οἱ ἀγριώτεροι καὶ ἔξω τῆς ἀγέλης διαιτώμενοι, ἀτιμαγέλαι· αἱ δὲ θήλειαι, βόες μόνον· τὰ δὲ νέα ἄρρενα μὲν, μόσχοι, καὶ πόριες, καὶ πόρτακες· θήλεα δὲ, δαμάλαι, καὶ δαμάλιες, καὶ βουβάλιες. Οἱ δὲ τοὺς σῦς νέμοντες, συβῶται· καὶ τὸ πλῆθος, συβόσιον· τούτων οἱ τέλειοι καὶ ἐνόρχαι, κάπροι· οἱ δὲ πίονες αὐτῶν, σίαλοι· ἡ δὲ θήλεια σῦς, καὶ γρόμφις, καὶ ὗς· τὰ δὲ νέα, δέλφακες καὶ χοῖροι. Ἐλάφων δὲ τὰ μὲν νέα, τὰ δὲ τέλεια, ἔλαφοι, καὶ ἀχαΐναι, καὶ σπαθῖναι (al. |
| 277 [20] | σπαθίναι), τὰ δὲ μέσα, κεμάδες. Λαγὼς λέγεται καὶ πτὼξ, καὶ δασύπους, καὶ ταχείνας (l. ταχίνας). Τέττιξ· ἀχέτας. Κοχλίας· φερέοικος. Ἀλώπηξ· κερδὼ, καὶ κίδαφος. Τῶν ἀγρίων ὑῶν τὰ νέα, κολόβρια, καὶ μολόβρια· καὶ ὁ ὗς, μολοβρίτης, καὶ μολαβρὸς, καὶ μονιός. Τὰς δορκάδας, καὶ ζόρκας, καὶ πρόκας καλοῦσι· τὰ δὲ νέα τούτων, ὄβρια καὶ ὀβρίκαλα· τὰ ἔμβρυα δὲ τὰ ἀρτιγέννητα, καὶ ψάκαλα. Τῶν δὲ ὀρνίθων τὰ νέα, νεοττοὶ καὶ ὀρτάλιχοι, προστιθεμένου, καὶ τοῦ παρασήμου τῆς ἰδιότητος, οἷον νεοττοὶ ἀλεκτρυόνων. Τηθὴ, καὶ μάμμη, καὶ μαῖα, ἡ τοῦ πατρὸς μήτηρ· τηθὶς, ἡ μητρὸς ἢ πατρὸς ἀδελφή. Πίνδαρος δὲ τοὺς γονέας τῆς μητρὸς, μήτρωας ἔφη· Στησίχορος δὲ τοὺς τοῦ πατρὸς, πάτρωας· Ὅμηρος τοὺς γνησίους υἱοὺς καὶ ἠθαγενεῖς (l. ἰθαγενεῖς) ὀνομάζει· τοὺς νόθους Ῥόδιοι, μακροξένους (l. ματροξένους) ὠνόμαζον· σκότιοι δὲ, οἱ λάθρα γεγονότες· Κρῆτες δὲ τὰ νεώτατα παιδία οὕτως ἐκάλουν. Τηλύγετος· ὁ ἀγαπητός· καὶ ὁ τηλοῦ τῆς ἡλικίας προβεβηκότι τῷ πατρὶ γεγονὼς, ἐάν τε μόνος ᾖ, ἐάν τε ἐπὶ θηλείαις μόνος ἄρρην. Κυρηναῖοι τὰ ἔκγονα τῶν ἐκγόνων ἀμνάμους καλοῦσι· τοὺς ἀδελφοὺς καὶ ἀγάλακτας ἐκάλουν. Κουρίδιος, ἐστὶν οἷον παρθένιος ἀρσενικῶς. Ἀνεψιοὺς ἔλεγον τοὺς παρ’ ἡμῖν ἐξαδέλφους· ταύτην δὲ τὴν γενεὰν οὐ πάνυ ἔτι ἐξηκριβοῦντο· ὅθεν καὶ ἡ παροιμία· Ἀνεψιῶν δὲ παῖδες, οὐκέτ’ ἐν λόγῳ. |
| 278 [20] | Πενθεροὺς ἐκάλουν τῷ γαμβρῷ, τοὺς τῆς γυναικὸς γεννήτορας· τῇ νύμφῃ δ’ ὁ πατὴρ τοῦ συζύγου, ἑκυρὸς ἐλέγετο, ἡ δὲ μήτηρ, ἑκυρά· γάλλως (l. γάλως) τῇ γυναικὶ, ἡ τοῦ ἀνδρὸς ἀδελφή· δαὴρ δὲ, ὁ τοῦ ἀνδρὸς ἀδελφός· εἰνάτερες δὲ, αἱ νῦν παρὰ τῇ συνηθείᾳ σύνυμφοι (l. σύννυμφοι)· νυὸς, ἡ τοῦ υἱοῦ γυνή. Κηδεσταὶ καὶ πηοί· οἱ συμπένθεροι. Ὀθνεῖος· παρὰ μέν τισιν ὁ ἀλλότριος, παρὰ δέ τισιν ὁ συγγενής. Ἐπίμανδα· ἡ ἐπίκληρος. Θῆσσα· ἣν ὁ πατὴρ καταλέλοιπε πένης ὢν, ἄκληρον. Ἀναγκάζει δὲ τοὺς συγγενεῖς ὁ Σόλωνος νόμος πέντε μνᾶς, ἔπειτα δὲ μετέδοξε δέκα ταύτῃ διδόναι, πρὸς τὸ ληφθῆναι εἰς γάμον. Προμνήστρια· ἡ περὶ τῶν μελλόντων συναφθῆναι προμιμνησκομένη καὶ συνιστῶσα· παρὰ δὲ Σικελοῖς, προμυθήκτρια (l. προμηθίκτρια). Εἰλαπηνή (l. Εἰλαπινή)· ἐστὶ θυσία καὶ παρασκευὴ λαμπροτέρα τίς. Δαιτυμόνες καὶ δαιταλεῖς· οἱ θοινόμενοι (l. θοινώμενοι). Τήτθη (l. Τιτθὴ), καὶ τροφὸς, καὶ τηθινὸς (l. τιθηνὸς), παρὰ μὲν τοῖς πενιχροῖς ἡ αὐτὴ, παρὰ δὲ τοῖς δυνατοῖς, τῆτθαι μὲν, αἱ τοὺς τητθοὺς παρέχουσαι, τροφοὶ δὲ καὶ τηθινοὶ, αἱ τὸν ἄλλον πόνον ἀναδεχόμεναι· λέγω δὲ περιφέρειν, προσπαίζειν καὶ τῆς μετὰ τὸν γαλακτισμὸν τροφῆς ἐπιμελεῖσθαι. Ἀστός· ὁ πολίτης, ἀστικὸς, οἷον ὁ πολιτικὸς, καὶ ἀστεῖος· ἔνιοι δὲ τῶν φιλοσόφων τὸν ἀστεῖον ἐπὶ τοῦ φρονίμου καὶ ἀγαθοῦ ἀνδρὸς τάττουσι. |
| 279 [20] | Ξένος· ὁ ἐξ ἑτέρας πόλεως παρεπίδημος, καὶ ὁ ἐν ἀρχῇ γενόμενος συνηθείας καὶ γνωριμότητος. Ἰδιόξενος· ὁ ἐκ πλείονος χρόνου, ἢ ἐκ πατέρων παραδοχῆς τηρῶν πρός τινα διάθεσιν καὶ ὁμόνοιαν, κἂν ἀφ’ ἑτέρας πατρίδος ᾖ. Πρόξενος· ὁ κατὰ δόγμα πολιτικὸν προστάτης ὢν πόλεως καὶ φροντιστής. Δορύξενοι δὲ, οἱ κατὰ πόλεμον ἀλλήλους φιλοποιησάμενοι. Ἑταῖροι καὶ ἔται· οἱ τῇ τε ἡλικίᾳ παραπλησίως ἔχοντες καὶ τὸ πλεῖστον τοῦ χρόνου συγκαταγεγονότες ἀλλήλοις. Ὁμοτρόπους καὶ ἠθείους, τοὺς συνήθεις φαμὲν, τῷ τὰ αὐτὰ ἤθη ἔχειν. Γνώριμος· ὁ γνῶσιν μὲν ἔχων, καὶ οἷον συναφήν τινα φιλίας, οὐδέπω δὲ βέβαιος φίλος· γνώριμοι δὲ, καὶ οἱ ἐν πόλεσιν ἐπιφανεῖς. Θῆτες· οἱ παρὰ τῇ συνηθείᾳ μισθαρνοί. Πελάται· οἳ διὰ βιωτικὴν περιπέτειαν τῇ ἐνδείᾳ πιεζόμενοι πλησιάζουσι τοῖς ἐγγὺς δυνατοῖς, καὶ τὰ πρὸς τὴν χρείαν αἰτοῦνται· τούτους δὲ καὶ προΐκτας καλοῦσι. Τοὺς θεράποντας, καὶ ὀπάονας, καὶ ὀπαδοὺς, ἤτοι ἀκολούθους καὶ ἐπαίτας ἐκάλουν, οὐ μέντοι γε τοὺς δούλους, ἀλλὰ τοὺς ἐλευθέρους. Λάτρις· ὁ ἐπιμίσθιος· τὸν γὰρ μισθὸν λάτρον ἔλεγον· νῦν δὲ καὶ ὁ δοῦλος. Δμῶες καὶ δμωΐδες· οἱ δοῦλοι καὶ αἱ δουλίδες, ἀπὸ τοῦ δεδμῆσθαι καὶ οἱονεὶ δαμάζεσθαι· ἐντεῦθεν καὶ δάμαρ, ἡ ὅμευνος. Ἀμφίπολοι· αἱ θήλειαι ἀκόλουθοι· ἐλέγοντο δὲ καὶ ἅβραι, ἁβροτέρως κοσμουμένων, τῶν ταῖς πλουσιωτάταις ἀκολουθουσῶν· παρ’ Ὁμήρῳ δὲ οἱ ὑπουργοῦντες δρηστῆρες, καὶ αἱ θήλειαι, δρηστεῖραι. Οἰκότριβες· οἱ οἰκογενεῖς, ἀπὸ τοῦ ἐγκεχρονικέναι τῷ οἴκῳ καὶ κατατετρίφθαι· οἱ δὲ τραγικοὶ προσπόλους λέγουσι· καὶ ἀμφότερα δὲ ἐπί τε ἀρρένων καὶ θηλειῶν. |
| 280 [10] | Ἀπελεύθερος τῷ δεσπότῃ, καὶ ἐξελεύθερος ὁ αὐτός· οὓς ἐν Κρήτῃ μινώτας, καὶ ἐν Θετταλίᾳ πενέστας, καὶ ἐν Λακεδαίμονι εἵλωτας ἐκάλουν. Παρὰ τοῖς λογογράφοις ἔκγονοι μὲν ἴνιες, καὶ κέλωρες, καὶ νέπτυες, καὶ νέποδες· ἰσήλικες δὲ ὁμόσφυροι, καὶ ὁμόπτεροι, καὶ ὁμότριχες· τοὺς δ’ ἀκολούθους, ἀμόρβας καὶ ἀόζους· ἐν δὲ ταῖς κωμῳδίαις τηθαλαδοῦς, ὁ ἀνδραπώδης καὶ οἷον γραοτραφὴς, καὶ ἐλυπληκταδοῦς (l. ἐμπληκταδοῦς), ὁ ἔμπληκτος, καὶ μωροδαλοῦς (l. μωροδαλλοῦς), ὁ μωρός. |