Τῆς Ἀσπίδος ἡ ἀρχὴ ἐν τῷ δʹ καταλόγῳ φέρεται μέχρι στίχων νʹ καὶ ϛʹ. ὑπώπτευκε δὲ Ἀριστοφάνης οὐχ ὁ κωμικός, ἀλλά τις ἕτερος γραμματικὸς ὡς οὐκ οὖσαν αὐτὴν Ἡσιόδου, ἀλλʼ ἑτέρου τινὸς τὴν Ὁμηρικὴν ἀσπίδα μιμήσασθαι προαιρουμένου.
Θωμᾶς ὁ Μάγιστρος ὁ δὲ ἐπινίκιος οὗ ἡ ἀρχὴ «Ἄριστον μὲν ὕδωρ» προτέτακται ὑπὸ Ἀριστοφάνους τοῦ συντάξαντος τὰ Πινδαρικὰ διὰ τὸ περιέχειν τοῦ ἀγῶνος ἐγκώμιον καὶ τὰ περὶ τοῦ Πέλοπος, ὃς πρῶτος ἐν Ἠλίδι ἠγωνίσατο.
Σοφοκλέους βίος ἔγραψε δέ, ὥς φησιν Ἀριστοφάνης, δράματα ἑκατὸν τριάκοντα· τούτων δὲ νοθεύεται δέκα ἑπτά.
Συριανός ὅθεν καὶ Μενάνδρῳ τῷ κάλλιστα τὸν βίον μιμησαμένῳ ἀπὸ τῶν τοιούτων αἱ ὑποθέσεις πᾶσαι συμπληροῦνται· εἰς ὃν καὶ Ἀριστοφάνης ὁ γραμματικὸς εὐστοχώτατα εἶπεν ἐκεῖνο· «Ὦ Μένανδρε καὶ βίε, πότερος ἄρʼ ὑμῶν πότερον ἐμιμήσατο;»
Λαέρτιος Διογένης ἔνιοι δέ, ὧν ἔστι καὶ Ἀριστοφάνης ὁ γραμματικός, εἰς τριλογίας ἕλκουσι τοὺς διαλόγους. καὶ πρώτην μὲν τιθέασιν ἧς ἡγεῖται Πολιτεία Τίμαιος Κριτίας, δευτέραν Σοφιστὴς Πολιτικὸς Κρατύλος, τρίτην Νόμοι Μίνως Ἐπινομίς, τετάρτην Θεαίτητος Εὐθύφρων Ἀπολογία, πέμπτην Κρίτων Φαίδων Ἐπιστολαί, τὰ δʼ ἄλλα καθʼ ἓν καὶ ἀτάκτως.
Λαέρτιος Διογένης κέχρηται δὲ Ἐπίκουρος λέξει κυρίᾳ κατὰ τῶν πραγμάτων, ἣν ὅτι ἰδιωτική ἐστιν, Ἀριστοφάνης ὁ γραμματικὸς αἰτιᾶται. σαφὴς δʼ ἦν οὕτως ὡς καὶ ἐν τοῖς περὶ τῆς ῥητορικῆς μηδὲν ἄλλο ἢ σαφήνειαν ἀπαιτεῖν.
Ἀθήναιος Ἀριστοφάνης δʼ ὁ γραμματικὸς ἐν τοῖς πρὸς τοὺς Καλλιμάχου πίνακας χλευάζει τοὺς οὐκ εἰδότας τὴν διαφορὰν τοῦ τε κατὰ χειρός καὶ τοῦ ἀπονίψασθαι· παρὰ γὰρ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶ δείπνου λέγεσθαι κατὰ χειρός, τὸ δὲ μετὰ ταῦτα ἀπονίψασθαι· ἔοικε δʼ ὁ γραμματικὸς τοῦτο πεφυλακέναι παρὰ τοῖς Ἀττικοῖς. … σημειωτέον δὲ ὅτι καὶ μετὰ τὸ δειπνῆσαι κατὰ χειρός ἔλεγον, οὐχ ὡς Ἀριστοφάνης ὁ γραμματικός φησιν, ὅτι πρὶν φαγεῖν οἱ Ἀττικοὶ κατὰ χειρός ἔλεγον, μετὰ δὲ τὸ δειπνῆσαι ἀπονίψασθαι. Ἀριστοφάνης δʼ ὁ γραμματικός φησι παρὰ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶ δείπνου λέγεσθαι κατὰ χειρός, τὸ δὲ μετὰ ταῦτα ἀπονίψασθαι. τοῦτο δὲ παρʼ Ἀττικοῖς ἴσως πεφύλακται.