Περὶ ἀναλογίας.
Περὶ αἰγίδος.
Εὐστάθιος ὁ Θεσσαλονίκης Ὁ δὲ γραμματικὸς Ἀριστοφάνης ἴδιόν τι σύγγραμμα περὶ αἰγίδος προενεγκὼν ἄλλα τέ τινα λέγει οὐ πάνυ γλαφυρὰ καὶ ὅτι Ὅμηρος τοῖς πάθεσι καὶ τοῖς διʼ αὐτῶν ἀποτελουμένοις πράγμασιν ὁμωνύμους τινὰς ἐφιστᾷ δαίμονας εἰδωλοποιουμένους μυθικῶς, ἐφʼ ὧν καὶ τὸ ἀποτελοῦν νοεῖται καὶ τὸ ἀποτελούμενον κακὸν ἐναργῶς. Ἔρως γοῦν καὶ Πλοῦτος καὶ Ἔρις καὶ Ὕβρις καὶ Δεῖμος καὶ Φόβος καὶ Κυδοιμὸς καὶ Βροντὴ καὶ Ἀστραπὴ καὶ ἄλλα μυρία ὁμωνύμως δηλοῦσι τὸ εἰδωλοποιίαν τε δαιμονιώδη καὶ τὸ ἐκεῖθεν σύμπτωμα. Ἐν δὲ τοῖς τοιούτοις λέγει ὁ αὐτὸς καὶ ὅτι τὸ συνεστραμμένον πνεῦμα καὶ καταράσσον ἄνεμον κατάρη λέγουσιν ὁ Ἀλκαῖος καὶ ἡ Σαπφὼ διὰ τὸ κατωφερῆ ὁρμὴν ἔχειν.
Περὶ τῆς ἀχνυμένης σκυτάλης.
Ἀθήναιος μνημονεύων δʼ αὐτῆς τῆς τελλίνης Ἀριστοφάνης ὁ γραμματικὸς ἐν τῷ περὶ τῆς ἀχνυμένης σκυτάλης συγγράμματι ὁμοίας φησὶν εἶναι τὰς λεπάδας ταῖς καλουμέναις τελλίναις. Καλλίας δʼ ὁ Μιτυληναῖος ἐν τῷ περὶ τῆς παρʼ Ἀλκαίῳ λεπάδος παρὰ τῷ Ἀλκαίῳ φησὶν εἶναι ᾠδήν, ἧς ἡ ἀρχή· «Πέτρας καὶ πολίας θαλάσσας τέκνον», ἧς ἐπὶ τέλει γεγράφθαι· «ἐκ δὲ παίδων χαύνοις φρένας ἁ θαλασσία λέπας». ὁ δʼ Ἀριστοφάνης γράφει ἀντὶ τοῦ λέπας χέλυς, καί φησιν οὐκ εὖ Δικαίαρχον ἐκδεξάμενον λέγειν τὰς λεπάδας· τὰ παιδάρια δέ, ἡνίκʼ ἂν εἰς τὸ στόμα λάβωσιν, αὐλεῖν ἐν ταύταις καὶ παίζειν καθάπερ καὶ παρʼ ἡμῖν τὰ σπερμολόγα τῶν παιδαρίων ταῖς καλουμέναις τελλίναις.
Περὶ προςώπων.
Ἀθήναιος Μαίσων γέγονε κωμῳδίας ὑποκριτής, Μεγαρεὺς τὸ γένος, ὃς καὶ τὸ προςωπεῖον εὗρε τὸ ἀπʼ αὐτοῦ καλούμενον Μαίσωνα, ὡς Ἀριστοφάνης φησὶν ὁ Βυζάντιος ἐν τῷ περὶ προςώπων, εὑρεῖν αὐτὸν φάσκων καὶ τὸ τοῦ θεράποντος πρόςωπον καὶ τὸ τοῦ μαγείρου. καὶ εἰκότως καὶ τὰ τούτοις πρέποντα σκώμματα καλεῖται Μαισωνικά.
Περὶ τῶν Ἀθήνησιν ἑταιρίδων.
Κλαύδιος Αἰλιανός Ὅτι Λαῒς ἡ ἑταίρα, ὥς φησιν Ἀριστοφάνης ὁ Βυζάντιος, καὶ Ἀξίνη ἐκαλεῖτο. ἤλεγχε δὲ αὐτῆς τὸ ἐπώνυμον τοῦτο τὴν τοῦ ἤθους ἀγριότητα.
Ἀθήναιος ἐν δὲ τῷ κατὰ Φιλίππου βιαίων ὁ Λυσίας—καὶ Ναίδος τῆς ἑταίρας μέμνηται καὶ ἐν τῷ πρὸς Μέδοντα ψευδομαρτυριῶν. ἐπώνυμον δέ ἐστι τοῦτο ἑταίρας. τὸ γὰρ κύριον ἦν Οἶα, ὡς Ἀντιφάνης εἴρηκεν ἐν τῷ περὶ ἑταιρῶν, Ἀντικύραν αὐτὴν φάσκων κληθῆναι, ἤτοι ὅτι συνέπινε παρακινοῦσι καὶ μεμηνόσιν, ἢ ὅτι αὐτὴν ἀναλαβὼν ὁ ἰατρὸς Νικόστρατος καὶ ἀποθνήσκων κατέλιπεν αὐτῇ πολὺν ἑλλέβορον, ἄλλο δὲ οὐδέν. Ἀριστοφάνης ἐν τῷ περὶ ἑταιρῶν φησιν· Ἀντικύραν δʼ ἐκάλεσαν, ὅτι συνέπινε παρακινοῦσι καὶ μεμηνόσιν, οἱ δὲ ὅτι ἰατρὸς αὐτῇ Νικόστρατος κατέλιπεν ἀποθνήσκων πολὺν ἐλλέβορον.
Παράλληλοι Μενάνδρου τε καὶ ἀφʼ ὧν ἔκλεψεν ἐκλογαί.
Πορφύριος, Εὐσέβιος καὶ τί θαυμάζομεν, εἰ Θεοπόμπου καὶ Ἐφόρου τὸ τῆς κλοπῆς πάθος ἥψατο—, ὅπου γε καὶ Μένανδρος τῆς ἀρρωστίας ταύτης ἐπλήσθη; ὃν ἠρέμα μὲν ἤλεγξε διὰ τὸ ἄγαν αὐτὸν φιλεῖν Ἀριστοφάνης ὁ γραμματικὸς ἐν ταῖς παραλλήλοις αὐτοῦ τε καὶ ἀφʼ ὧν ἔκλεψεν ἐκλογαῖς, Λατῖνος δὲ ἓξ βιβλίοις ἃ ἐπέγραψε περὶ τῶν οὐκ ἰδίων Μενάνδρου, τὸ πλῆθος αὐτοῦ τῶν κλοπῶν ἐξέφηνε.
Περὶ ζώων.
Ἰωάννης ὁ Λυδός καὶ ἔλοπα μὲν αὐτὸν Ἀριστοτέλης καὶ πάντες οἱ φυσικοὶ καλοῦσι, καὶ Ἀριστοφάνης δὲ ὁ Βυζάντιος ἐν τῇ ἐπιτομῇ τῶν
Ἀρτεμίδωρος ὁ Δαλδιανός αὕτη δὲ γυναιξὶν ἀτέκνοις ἐστὶν ἀγαθή· τρὶς γὰρ κύει. ὅθεν αὐτῇ καὶ τοὔνομα εἰκότως φασὶ κεῖσθαι καὶ Ἀριστοτέλης ἐν τοῖς περὶ ζώων καὶ Ἀριστοφάνης ἐν τοῖς εἰς Ἀριστοτέλην ὑπομνήμασι.
Ἱεροκλῆς Ἀριστοφάνης οὖν ὁ Βυζάντιος τὰ περὶ φύσεως ζώων ἐπιτεμόμενος ἐκ τῶν Ἀριστοτέλους τοῦ φιλοσόφου, φησὶν ἔτη ζῆν δύνασθαι ἵππον πεντήκοντα καὶ πρός.
Φαινόμενα