Θεοδοσίου περὶ κλίσεως τῶν εἰς ων βαρυτόνων.
Τὰ εἰς ων πατρωνυμικὰ φυλάττουσι τὸ ω καὶ ἐπὶ τῆς γενικῆς, οἷον Ἀτρείων Ἀτρείωνος, Πηλείων Πηλείωνος, Κρονίων Κρονίωνος· ὅς ῥα παρὰ Κρονίωνι καθέζετο τὸ γὰρ Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην ὑπερβιβασμὸς χρόνου ἐγένετο, καὶ τὸ μὲν ι ἐξετάθη, τὸ δὲ ω συνεστάλη εἰς τὸ ο.
Τὰ εἰς ων συγκριτικὰ τρέπουσι τὸ ω εἰς ο μικρόν, οἷον μείζων μείζονος, κρείττων κρείττονος, βελτίων βελτίονος.
Τὰ ὑποκοριστικὰ πάντα φυλάττουσι τὸ ω ἐπὶ τῆς γενικῆς, οἷον Βάκχων Βάκχωνος Βακχυλίδης, Σίμων Σίμωνος Σιμωνίδης, Λάκων Λάκωνος Λακωνίδης.
Τὰ εἰς ων καθαρὰ βαρύτονα διχρόνῳ παραληγόμενα εἰ μὲν ἐκτείνουσι τὸ δίχρονον, τρέπουσι τὸ ω εἰς ο, εἰ δὲ συστέλλουσιν αὐτό, φυλάττουσι τὸ ω, οἷον Μαχάων Μαχάονος, Ἱκετάων Ἱκετάονος, Ὑπερίων Ὑπερίονος Ὑπερίονος Ἠελίοιο, Ἐχίων Ἐχίονος, Πανδίων Πανδίονος, Ἰξίων Ἰξίονος, ὀπάων ὀπάονος, Ἰάων Ἰάονος, κίων κίονος, πίων πίονος, πρίων πρίονος. Τὰ δὲ συστέλλοντα τὸ δίχρονον τάδε· Ἠετίων Ἠετίωνος, Ἀμφιτρύων Ἀμφιτρύωνος, Ἐρευθαλίων Ἐρευθαλίωνος, Μοσχίων Μοσχίωνος, Ἐνδυμίων Ἐνδυμίωνος, Ἡφαιστίων Ἡφαιστίωνος, Ἀστερίων Ἀστερίωνος. Τὸ Ὠρίων φυλάττειν τὸ ω ἀναλογώτερόν ἐστιν ὡς συστέλλον τὸ ι, ὡς παρʼ Εὐριπίδῃ, τά τʼ ἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι· ὁ γὰρ ποιητὴς διὰ τὸ μέτρον ἐξέτεινε τὸ ι, ἥτʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει.
Τὰ εἰς ων λήγοντα ἀρσενικὰ δισύλλαβα βαρύτονα βραχείᾳ παραληγόμενα φυλάττει τὸ ω, οἷον Κάων Κάωνος, Φάων Φάωνος, Νέων Νέωνος, Θέων Θέωνος, Δίων Δίωνος· τὸ Κρέων Κρέοντος ὡς μετοχικὸν ὕστερον ἐροῦμεν· τὸ δὲ λέων λέοντος ἔχον θηλυκὸν τὸ λέαινα διὰ τοῦ ντ· ὁμοίως καὶ τὸ θεράπων θεράποντος καὶ δράκων δράκοντος.
Τὰ εἰς ων καθαρὸν ἀρσενικὰ δισύλλαβα βαρύτονα εἰ ἔχει πρὸ τέλους φύσει μακρὸν διὰ τοῦ ο κλίνεται εἴτε συγκριτικὰ εἴη εἴτε ἄλλο τι, μείων μείονος, Μαίων Μαίονος, Μαίονʼ ἄρα προέηκεν, πρώων πρώονος, πρώονες ἄκροι, λῴων λῴονος.
Τὰ εἰς ων καθαρὸν λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύτονα φύσει μακρᾷ παραληγόμενα διὰ τοῦ ο κλίνεται, παιήων παιήονος, προπρήων προπρήονος.
Τὰ διὰ τοῦ εων ὑπὲρ δύο συλλαβὰς βαρύτονα πεφύκασι φυλάττειν τὸ ω ἐν τῇ γενικῇ, Γελέων Γελέωνος, Ἀλκμέων Ἀλκμέωνος, Ἡρακλέων Ἡρακλέωνος, Τυφέων Τυφέωνος, Ποσειδέων Ποσειδέωνος, Πορθέων Πορθέωνος· Τελέων Τελέοντος ὡς μετοχικὸν διὰ τοῦ ντ κλίνεται, περὶ οὗ ὕστερον ἐροῦμεν.
Τὰ εἰς ων παρώνυμα φυλάττουσι τὸ ω ἐπὶ τῆς γενικῆς, Κύδων Κύδωνος, Αἰγαίων Αἰγαίωνος. Δεῖ προσθεῖναι «χωρὶς εἰ μὴ ὦσιν ἀπὸ τῶν εἰς ος συνθέτων»· ταῦτα γὰρ διὰ τοῦ ο κλίνεται, οἷον αἷμα ἄναιμος ἀναίμων ἀναίμονος, τοὔνεκʼ ἀναίμονές εἰσι, καὶ κῦμα ἔγκυμος ἐγκύμων ἐγκύμονος, κατάπυγος καταπύγων καταπύγονος· διὰ τοῦτο τὸ Ἀκταίων ἀναλογώτερόν ἐστι φυλάττον τὸ ω ἐν τῇ γενικῇ, οἷον ὁρᾷς τὸν Ἀκταίωνος ἄθλιον μόρον· παρώνυμόν ἐστι καὶ οὐκ ἀπὸ τῶν εἰς ος συνθέτων· ἀπὸ γὰρ τοῦ ἀκτὴ γέγονεν ἀκταῖος καὶ Ἀκταίων· ὅτʼ ἂν δὲ γένηται διὰ τοῦ ο, οἷον Ἀκταίονός τε μητέρ', γνῶθι ὅτι διὰ τὸ μέτρον συνεστάλη τὸ ω. Τὸ δὲ Ἰάσων Ἰάσονος τρέπον τὸ ω οὐκ ἀντίκειται ἡμῖν· οὐ γὰρ ἔστι παρώνυμον διὰ τὴν ἴασιν ἀλλὰ ῥηματικὸν παρὰ τὸ ἰάσομαι μέλλων. Τὸ Ἀγάθων Ἀγάθωνος φυλάττον τὸ ω καὶ ἐπὶ γενικῆς μηδεὶς οἰέσθω ἀπὸ συνθέτου τοῦ ἀγαθός γεγονέναι· οὐδὲ γὰρ τὸ ἀγαθόν σύνθετον ἀλλʼ ἁπλοῦν· παρὰ γὰρ τὸ ἄγαν γέγονεν ἀγάζω τὸ θαυμάζω, καὶ ἐκεῖθεν ἀγαστός καὶ ἀγαθός, οἱονεὶ θαυμαστός· εἰ γὰρ ἦν σύνθετον, ἔμελλε τρέπειν τὸ ω εἰς ο ἐπὶ γενικῆς, ὡς τὸ ἀναίμων ἀναίμονος καὶ τὰ ὅμοια.
Τὰ εἰς ων κοινὰ τῷ γένει τρέπει τὸ ω εἰς ο, ὁ τέκτων καὶ ἡ τέκτων, ὁ τλήμων καὶ ἡ τλήμων· δεῖ προσθεῖναι «χωρὶς τοῦ αἴθων αἴθωνος καὶ εἴρων εἴρωνος»· ταῦτα γὰρ κοινά εἰσι τῷ γένει, ὁ αἴθων καὶ ἡ αἴθων· καὶ «χωρὶς εἰ μὴ ὦσι σύνθετα ἀπὸ τῶν εἰς ων φυλαττόντων τὸ ω ἐν τῇ γενικῇ»· ἔστι γὰρ αἰών αἰῶνος καὶ ἐξ αὐτοῦ σύνθετον εὐαίων εὐαίωνος, καὶ ἔστι κοινόν, ὁ εὐαίων καὶ ἡ εὐαίων, καὶ πάλιν χιτών χιτῶνος καὶ ἐν συνθέσει ἀχίτων ἀχίτωνος· ἔστι καὶ αὐτὸ κοινὸν τῷ γένει.
Τὰ εἰς ων βαρύτονα ἐθνικὰ φυλάττουσι τὸ ω, οἷον Μύτων Μύτωνος, Καύκων Καύκωνος, καὶ Λέλεγες καὶ Καύκωνες, Κύδων Κύδωνος, Ἴτων Ἴτωνος, Λάκων Λάκωνος, Καδμείων Καδμείωνος. Δεῖ προσθεῖναι «χωρὶς τοῦ Κίκων Κίκονος»· τοῦτο γὰρ εἰ μὲν κύριον φυλάττει τὸ ω, εἰ δὲ ἐθνικὸν τρέπει, Κικόνεσσι γεγώνευν. Δεῖ προσθεῖναι «καὶ χωρὶς τοῦ Μέμνων Μέμνονος»· καὶ τοῦτο γὰρ ἐθνικὸν καὶ τρέπει τὸ ω, ὥσπερ καὶ τὸ κύριον.
Τὰ εἰς ων δισύλλαβα ἔχοντα δύο σύμφωνα κατὰ σύλληψιν μὴ ὄντα παρώνυμα τρέπουσι τὸ ω ἐν τῇ γενικῇ, ἴδμων ἴδμονος, φράδμων φράδμονος· πρόσκειται «μὴ ὄντα παρώνυμα» διὰ τὸ Ἄβρων Ἅβρωνος· παρὰ γὰρ τὸ ἁβρός.
Τὰ εἰς ων λήγοντα σύνθετα εἴτε βαρύτονα ὦσιν εἴτε ὀξύτονα τῶν ἁπλῶν φυλάττουσι τὴν κλίσιν, οἷον χθών χθονός ἐνοσίχθων ἐνοσίχθονος, Μέμνων Μέμνονος Ἀγαμέμνων Ἀγαμέμνονος, κοιτών κοιτῶνος προκοιτών προκοιτῶνος, χιτών χιτῶνος χαλκοχίτων χαλκοχίτωνος.
Τὰ εἰς βων λήγοντα βαρύτονα τὸ ω φυλάττουσι, Στίλβων Στίλβωνος, Στράβων Στράβωνος, τρίβων τρίβωνος — ἀρχαίων διδασκάλων ἱματισμός —, ἄμβων ἄμβωνος.
Τὰ εἰς γων λήγοντα βαρύτονα δισύλλαβα τὸ ω φυλάττουσι, Λύγων Λύγωνος, πώγων πώγωνος, τρίγων τρίγωνος, Αἴγων Αἴγωνος, οὐκ, ἀλλʼ Αἴγωνος· βόσκεν δέ μοι αὐτὰς ἔδωκεν.
Τὰ εἰς γων λήγοντα βαρύτονα ὑπερδισύλλαβα ἁπλᾶ διὰ τοῦ ω κλίνεται, Ἐρίγων Ἐρίγωνος, Σαλάγγων Σαλάγγωνος — ἔστι ποταμός —, ἀρίγων ἀρίγωνος — ἔστι δὲ εἶδος δόρατος. Τὸ Πελάγων Πελάγοντος καὶ τὸ Ἁρπάγων Ἁρπάγοντος τῷ λόγῳ τῶν μετοχικῶν διὰ τοῦ ντ κλίνονται καὶ τὸ Οὐκαλέγων τε καὶ Ἀντήνωρ· καὶ τὸ Εὐάγων Εὐάγοντος ὡς μετοχὴ οὐκ ἀντίκειται τῷ κανόνι, ἐπειδὴ σύνθετόν ἐστι. Πρόσκειται ἐν τῷ κανόνι «ἁπλᾶ» διὰ τὰ σύνθετα· τὸ γὰρ προάγων προάγωνος τοῦ ἀγών ἀγῶνος ἐφύλαξε τὴν κλίσιν· τὸ καταπύγων καταπύγονος διὰ τοῦ ο κλιθὲν οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ παρασύνθετόν ἐστι, παρὰ γὰρ τὸ κατάπυγος σύνθετον γενόμενον, ὡς καὶ ἀπὸ τοῦ κῦμα ἔγκυμος ἐγκύμων ἐγκύμονος καὶ ἀπὸ τοῦ αἷμα ἄναιμος ἀναίμων ἀναίμονος καὶ πεῖρα ἄπειρος ἀπείρων ἀπείρονος, κατʼ ἀπείρονα γαῖαν.
Τὰ εἰς δων λήγοντα βαρύτονα δισύλλαβα διὰ τοῦ ω κλίνονται, εἰ μὴ μετοχικὴν κλίσιν ἀναδέξονται, οἷον κώδων κώδωνος, Φαίδων Φαίδωνος, χλίδων χλίδωνος — σημαίνει δὲ τὸν περὶ τοὺς βραχίονας κείμενον κόσμον. Τὸ Λάδων ὑπὸ Ἀντιμάχου διὰ τοῦ ω κλίνεται, ἐγγύθι δὲ προχοαὶ ποταμοῦ Λάδωνος ἦσαν· ὡσαύτως καὶ ὑπὸ Ἐρατοσθένους ἐκλίθη, Λάδωνος περὶ χεῦμα· ἡ μέντοι Κόριννα διὰ τοῦ ντ τὴν κλίσιν ἐποιήσατο τῷ λόγῳ τῶν μετοχικῶν, οἷον Λάδοντος δονακοτρόφου· τὸ γὰρ Νέδων ὁ μὲν Καλλίμαχος τῷ λόγῳ τῶν μετοχικῶν διὰ τοῦ ντ κλίνει Νέδων Νέδοντος, οἱ δὲ περὶ Δίδυμον καὶ Ἀπίωνα διὰ τοῦ ω ἀναλόγως κλίνουσιν, οἷον Νέδων Νέδωνος. Τὸ κνώδων κνώδοντος τῷ λόγῳ τῶν μετοχικῶν μόνως διὰ τοῦ ντ κλίνεται, καὶ ἴσως ὅτι σύνθετόν ἐστι παρὰ τὸ ὀδούς ὀδόντος καὶ τὴν τοῦ ἁπλοῦ κλίσιν ἐφύλαξεν, ὡς παρὰ Σοφοκλεῖ τοῦδʼ αἰόλου κνώδοντος.
Τὰ εἰς δων ὑπερδισύλλαβα μὴ ὄντα παρώνυμα μηδὲ σύνθετα παρὰ τὸ ὀδούς διὰ τοῦ ντ κλίνονται καὶ τρέπουσι δηλονότι τὸ ω ἐν τῇ γενικῇ· τὸ Κελάδων Κελάδωνος παρώνυμον ἀπὸ τοῦ κέλαδος· Ἀκίδων Ἀκίδοντος — ἔστι δὲ ποταμός —, Λαομέδων Λαομέδοντος, Σαρπήδων Σαρπήδοντος· ἡ γὰρ Σαρπηδόνος γενικὴ ἀπὸ τοῦ Σαρπηδών ὀξυτονουμένης εὐθείας. Πρόσκειται «μὴ ὄντα παρώνυμα», ὅτι τὰ παρώνυμα φυλάττουσι τὸ ω καὶ ἐπὶ τῆς γενικῆς, οἷον Κορύδων Κορύδωνος, Κινάδων Κινάδωνος· ταῦτα γὰρ ἀπὸ τοῦ κόρυδος καὶ κίναδος. Τὸ Κελάδων Κελάδωνος ἐκ τοῦ κέλαδος· τὸ γὰρ κελάδοντος μετοχή ἐστι. Καὶ τὰ παρὰ τὸ ὀδούς συντεθειμένα διὰ τοῦ ντ κλίνονται, Χαλκώδων Χαλκώδοντος, Θερμώδων Θερμώδοντος, χαυλιόδων χαυλιόδοντος. Εἰ δέ τις εἴποι, καὶ εἰ κλίνοιντο ταῦτα διὰ τοῦ ντ, διατί προσεθήκαμεν ἐν τῷ κανόνι τῶν διὰ τοῦ ντ κλινομένων «τὰ μὴ ὄντα σύνθετα παρὰ τὸ ὀδούς»; λέγομεν, καὶ διὰ τοῦτο προσεθήκαμεν, ἐπειδὴ ταῦτα πολλάκις διὰ τὸ μέτρον ἀποβάλλουσι τὸ τ ἐπὶ τῆς γενικῆς, οἷον ἀμφώδοντος καὶ ἀμφώδονος.
Τὰ εἰς ων λήγοντα δισύλλαβα βαρύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν διπλῶν ἢ τὸ σ κύρια μὲν ὄντα φυλάττουσι τὸ ω καὶ ἐπὶ γενικῆς, προσηγορικὰ δὲ ὄντα τρέπουσιν αὐτό. Ἔστωσαν δὲ παραδείγματα τῶν κανόνων ταῦτα· Ῥίζων Ῥίζωνος — ὁ Κάδμου υἱός —, Ἄζων Ἄζωνος — ποταμὸς Λυκίας καὶ ὄνομα ἀνδρός —, Πρήξων Πρήξωνος, Ἄξων Ἄξωνος, Μύρσων Μύρσωνος, Κτίσσων Κτίσσωνος — εἷς τῶν Αἰγύπτου παίδων —, Λεύσων Λεύσωνος — ὄνομα κύριον —, Γράσων Γράσωνος — ὄνομα κύριον, ᾧ ὁμοίως κλίνεται καὶ τὸ νῦν ἐν τῇ συνηθείᾳ ἐπιθετικῶς λεγόμενον. Τὸ Αἴσων κύριον ὄνομα διχῶς κλίνεται, καὶ διὰ τοῦ ω καὶ διὰ τοῦ ο· διὰ τοῦ ω μὲν κατὰ τὸν κανόνα τοῦτον, Αἴσωνος υἱὸς Κρηθέως ἀφʼ αἵματος· διὰ τοῦ ο δὲ ποιητικῶς διὰ τὸ μέτρον παρὰ τῷ ποιητῇ Αἴσονά τʼ ἠδὲ Φέρητα. Τὰ μέντοι μὴ ὄντα κύρια ἀλλὰ προσηγορικὰ διὰ τοῦ ο, οἷον ἄξων ἄξονος, κρείσσων κρείσσονος, μείζων μείζονος, ἥττων ἥττονος, μάσσων μάσσονος — σημαίνει δὲ τὸν μείζονα —, εἰ δὲ καὶ κύριον τοῦτο — σημαίνει τὸν ποταμὸν ἐν Πελοποννήσῳ δηλονότι —, τὴν αὐτὴν κλίσιν φυλάττει. Τὸ καύσων καύσωνος παρώνυμον, παρὰ γὰρ τὸ καῦσις, καὶ τούτου χάριν φυλάττει τὸ ω ἐν τῇ γενικῇ. Καὶ ταῦτα μὲν περὶ τῶν δισυλλάβων.
Τὰ δὲ ὑπὲρ δύο συλλαβὰς βαρύτονα διὰ τοῦ ω κλίνεσθαι θέλουσιν, οἷον Ἁλίζων Ἁλίζωνος, ἀρχὸν Ἁλιζώνων, Ὀδίον μέγαν, ἔκβαλε δίφρου· Ὀνάσων Ὀνάσωνος, Τελέσων Τελέσωνος· σεσημείωται τὸ Ἰάσων Ἰάσονος· διὰ τοῦ ο ἐκλίθη· ὁμοίως καὶ Μαχάων Μαχάονος· τὸ δὲ Ὑψίζων Ὑψίζοντος — ὅ ἐστιν ὄνομα ποταμοῦ — τῷ λόγῳ τῶν μετοχικῶν διὰ τοῦ ντ ἐκλίθη· τὸ ὀλίζων ὀλίζονος διὰ τοῦ ο, ἐς ὀλίζονας ἀστέρας ἄρκτου· ὡς συγκριτικὸν ἠκολούθησε τῷ μείζονος.
Τὰ εἰς ων λήγοντα δισύλλαβα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν δασέων διὰ τοῦ ω κλίνεται, οἷον μόθων μόθωνος — σημαίνει τὸν πανοῦργον —, κάνθων κάνθωνος, μάλθων μάλθωνος — ὁ μαλακός —, Ῥίνθων Ῥίνθωνος — ὄνομα κύριον —, σίφων σίφωνος, κύφων κύφωνος, Τύχων Τύχωνος — ὅ ἐστι δαίμων ὁ περὶ τὴν Ἀφροδίτην —, Βρύχων Βρύχωνος, πίθων πίθωνος — οὕτως ὁ πίθηκος ὑποκοριστικῶς· καὶ τὸ γλήχων γλήχωνος βαρυνόμενον φυλάττει τὸ ω, εἰ καὶ παρʼ Ἀττικοῖς ὀξύνεται καὶ θηλυκῶς λέγεται. Ταῦτα μὲν περὶ τῶν δισυλλάβων.
Τὰ δὲ ὑπερδισύλλαβα μετοχικὰ μὲν ὄντα διὰ τοῦ ντ κλίνεται, Φαέθων Φαέθοντος, Πυριφλεγέθων Πυριφλεγέθοντος, Πολυσπέρχων Πολυσπέρχοντος· παρώνυμα δὲ ὄντα διὰ τοῦ ω, Ἀγάθων Ἀγάθωνος, Κιναίθων Κιναίθωνος· τὸ ἐνοσίχθων διὰ τοῦ ο κλιθὲν τοῦ ἁπλοῦ τὴν κλίσιν ἐφύλαξεν.
Τὰ εἰς ων λήγοντα δισύλλαβα βαρύτονα ἔχοντα ψιλὸν σύμφωνον πρὸ τοῦ ω φυλάττουσι τὸ ω καὶ ἐπὶ γενικῆς. Χάλκων Χάλκωνος Χάλκωνος φίλον υἱόν, Σίκων Σίκωνος, Λάμπων Λάμπωνος, Πλούτων Πλούτωνος, Δούπων Δούπωνος — εἷς τῶν κενταύρων. Δεῖ προσθεῖναι τῷ κανόνι «μὴ ὄντα κοινὰ τῷ γένει» καὶ «μὴ ἔχοντα θηλυκὸν διὰ τοῦ αινα». Πρόσκειται «μὴ ὄντα κοινὰ τῷ γένει» διὰ τὸ πέπων καὶ γείτων· ταῦτα γὰρ τρέπουσι τὸ ω εἰς ο ἐπὶ τῆς γενικῆς, οἷον πέπων πέπονος καὶ γείτων γείτονος, ἀλλὰ κοινά εἰσι τῷ γένει, ὁ πέπων καὶ ἡ πέπων. Πρόσκειται «μὴ ἔχοντα θηλυκὸν διὰ τοῦ αινα» διὰ τὸ ἄκων ἄκοντος — σημαίνει δὲ τὸ ἀκόντιον —, ἐξ οὗ καὶ τὸ ἐς δοῦπον ἀκόντων· κλίνεται δὲ διὰ τοῦ ντ ὡς ἔχον θηλυκὸν τὸ ἄκαινα, ὡς δράκων δράκοντος δράκαινα· καὶ τὸ κύριον δὲ ὄνομα παρʼ ἡμῖν τὴν αὐτὴν κλίσιν ἐφύλαξεν, οἷον Δράκοντος τοῦ Στρατονικέως. Πρόσκειται «παρʼ ἡμῖν», ἐπεὶ οἱ Αἰολεῖς Δράκωνος εἰρήκασι τὴν γενικὴν διὰ τοῦ ω ἐπὶ τοῦ κυρίου ὀνόματος τῷ λεχθέντι κανόνι ἑπόμενοι· ἐπὶ δὲ τοῦ θηρίου δράκοντος καὶ αὐτοὶ λέγουσι. Τὸ δὲ Λάκων εἰ καὶ ἔχει θηλυκὸν διὰ τοῦ αινα τὸ Λάκαινα ἀλλʼ οὖν τῷ προλεχθέντι κανόνι ἐφύλαξε τὸ ω ἐπὶ τῆς γενικῆς, οἷον Χαρίτων Χαρίτωνος, Σαλάκων Σαλάκωνος, Ἀρίστων Ἀρίστωνος, Ἑκάτων Ἑκάτωνος.
Τὰ εἰς ων δισύλλαβα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν ἀμεταβόλων φυλάττουσι τὸ ω καὶ ἐπὶ τῆς γενικῆς, οἷον Ἕρμων Ἕρμωνος, Σίμων Σίμωνος, Τίμων Τίμωνος, Κόνων Κόνωνος, Σίνων Σίνωνος, Φαίνων Φαίνωνος, Ζήνων Ζήνωνος, Δόλων Δόλωνος, Σόλων Σόλωνος, Φίλων Φίλωνος, Χάρων Χάρωνος, Κέρων Κέρωνος — ἔστι δὲ ὄνομα ποταμοῦ —, Δαύρων Δαύρωνος, Χείρων Χείρωνος — ἐπὶ τοῦ κενταύρου· τὸ γὰρ συγκριτικὸν τρέπει τὸ ω εἰς ο —, Μάρων Μάρωνος, Νέρων Νέρωνος, Νάρων Νάρωνος — ὄνομα ποταμοῦ· ὁ δὲ Νίκανδρος διὰ τὸ μέτρον συνέστειλεν τὸ ω. Σεσημείωται τὸ Πάμμων Πάμμονος, οἷον Πάμμονά τʼ Ἀντίφονόν τε καὶ πολυπάμμονος ἀνδρὸς ἐν αὐλῇ, ὥς φησιν Ὅμηρος.
Τὰ εἰς ων προηγουμένου ἀμεταβόλου ῥηματικὰ ὄντα βαρύτονα διὰ τοῦ ο κλίνεται, οἷον κτήσω ἀκτήμων ἀκτήμονος, Εὐκτήμων Εὐκτήμονος — ἔστι δὲ ὄνομα κύριον —, τλήσω τλήμων τλήμονος, γνώσω γνώμων γνώμονος καὶ ἐν συνθέσει ἐπιγνώμων ἐπιγνώμονος, νοήσω νοήμων νοήμονος, ἐλεήσω ἐλεήμων ἐλεήμονος, παλαίσω Παλαίμων Παλαίμονος· ὁμοίως καὶ τὸ Ἀνδραίμων Ἀνδραίμονος· δαίσω δαίμων δαίμονος, ἡγήσω Ἡγήμων Ἡγήμονος — ἔστι δὲ ὄνομα κύριον —, αἰδήσω αἰδήμων αἰδήμονος, δειδήσω δειδήμων δειδήμονος. Τὸ γέρων γέροντος καὶ τένων τένοντος μὴ ὑποπίπτοντα μήτε τῷ λόγῳ τῶν κοινῶν τῷ γένει μήτε τῶν ῥηματικῶν τὴν τῶν μετοχικῶν ἔσχον κλίσιν, ὧν καὶ τὴν κατάληξιν ἐμιμήσαντο· ὡς γὰρ δέρων δέροντος οὕτω καὶ γέρων γέροντος, καὶ ὡς σθένων σθένοντος οὕτω καὶ τένων τένοντος.
Τὰ εἰς ων βαρύτονα προηγουμένου ἀμεταβόλου παρώνυμα ὄντα μὴ ἀπὸ τῶν εἰς ος συνθέτων γινόμενα φυλάττουσι τὸ ω, οἷον ἁγνός Ἅγνων Ἅγνωνος, ἀγρός Ἄγρων Ἄγρωνος, μακρός Μάκρων Μάκρωνος, πατρός Πάτρων Πάτρωνος, δρόμος Δρόμων Δρόμωνος, κέραμος Κεράμων Κεράμωνος. Πρόσκειται «μὴ ἀπὸ τῶν εἰς ος συνθέτων γινόμενα», ἐπειδὴ ταῦτα τρέπουσι τὸ ω εἰς ο ἐπὶ γενικῆς, ὡς αἷμα ἄναιμος ἀναίμων ἀναίμονος, χεῖμα δύσχειμος δυσχείμων δυσχείμονος.
Τὰ εἰς λων ὑπὲρ δύο συλλαβὰς βαρύτονα διὰ τοῦ ω κλίνεται, οἷον Ἀπόλλων Ἀπόλλωνος, Κεφάλων Κεφάλωνος, Ἁρπάλων Ἁρπάλωνος, Ἀγκύλων Ἀγκύλωνος, Ἀσκάλων Ἀσκάλωνος — ὄνομα κύριον, ἐξ οὗ ἡ πόλις.
Τὰ εἰς μων λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύτονα ἔχοντα δὶς τὸ μ διὰ τοῦ ο κλίνεται, οἷον Ἐχέμμων Ἐχέμμονος, Ἐχέμμονά τε Χρόμιόν τε· Φιλάμμων Φιλάμμονος, ὡς παρʼ Ἡσιόδῳ ἣ τέκεν Αὐτόλυκόν τε Φιλάμμονά τε κλυτὸν αὐδήν· ὅσοι δὲ διὰ τοῦ ω κλίνουσι, τὴν τοῦ ἁπλοῦ βούλονται καὶ αὐτὰ ἔχειν κλίσιν, φημὶ δὴ τοῦ Ἄμμων Ἄμμωνος· παιδοθρέμμων παιδοθρέμμονος, ὑδατοθρέμμων ὑδατοθρέμμονος. Σεσημείωται τὸ Φοιβάμμων Φοιβάμμωνος διὰ τοῦ ω κλιθέν, περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι τοῦ Ἄμμωνος τὴν κλίσιν ἐφύλαξεν.
Τὰ εἰς μων λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύτονα βραχεῖ παραληγόμενα διὰ τοῦ ω κλίνονται, Ἀρτέμων Ἀρτέμωνος, Πολέμων Πολέμωνος, Διδύμων Διδύμωνος, Σολόμων Σολόμωνος.
Τὰ εἰς μων λήγοντα ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς α συνεσταλμένον βαρύτονα ὄντα φυλάττουσι τὸ ω καὶ ἐπὶ τῆς γενικῆς, Ποτάμων Ποτάμωνος, Νασάμων Νασάμωνος — ἔστι δὲ ὄνομα ἐθνικὸν καὶ κύριον —, Κεράμων Κεράμωνος· τούτοις ἠκολούθησεν τὸ Φοιβάμμων Φοιβάμμωνος κατὰ γενικὴν καὶ διὰ τῶν δύο μμ γραφέν· τεράμων τεράμωνος· σεσημείωται δὲ ἡ χρῆσις παρὰ Πλάτωνι ἐν Σοφιστῇ τῷ διαλόγῳ· ὁ γὰρ Ἀνακρέων ὡς μετοχικὸν τεράμοντος ἔκλινεν· σημαίνει δὲ τὸν κάλαμον.
Τὰ εἰς νων λήγοντα ὑπὲρ δύο συλλαβὰς ὡς ἐπὶ τὸ πλεῖστον μετοχικά εἰσι καὶ τὴν τῶν μετοχικῶν κλίσιν ἀναδέχονται, Ὑγιαίνων Ὑγιαίνοντος — ἔστι δὲ ὄνομα ἰατροῦ —, Θρασύνων Θρασύνοντος, Αὐξάνων Αὐξάνοντος — ἔστι δὲ ὄνομα κύριον. Πρόσκειται δὲ «ὡς ἐπὶ τὸ πλεῖστον μετοχικά» διὰ τὸ ἀμείνων ἀμείνονος· τοῦτο γὰρ συγκριτικὸν ὂν τὴν τῶν συγκριτικῶν κλίσιν ἐφύλαξεν.
Τὰ εἰς ρων ὑπὲρ δύο συλλαβὰς βαρύτονα εἰ μὴ παρασύνθετα εἴη διὰ τοῦ ω κλίνεται, Τιτάρων Τιτάρωνος, ὡς Λυκόφρων Μόψον Τιταιρώνειον· Ἱέρων Ἱέρωνος, Κικέρων Κικέρωνος. Τὰ μέντοι παρασύνθετα διὰ τοῦ ο, πεῖρα ἄπειρος ἀπείρων ἀπείρονος, προπείρων προπείρονος· οἷς καὶ τὸ Ὑπείρονα ποιμένα λαῶν συνεξέδραμε κατὰ κλίσιν. Τὸ Ἀχέρων Ἀχέροντος ὡς μετοχικόν· ἐν τῷ τέλει τὸ ῥέων ἔχον τῷ λόγῳ τῶν μετοχικῶν διὰ τοῦ ντ ἐκλίθη· τὸ δὲ Ἀχέρων Ἀχέροντος εἴρηται παρὰ τὸ ἄχεα ῥεῖν.
Περὶ τῶν μετοχικῶν ὀνομάτων. Τὰ μετοχικὰ ὀνόματα τὴν τῶν μετοχῶν φυλάττει κλίσιν, εἰ μὴ καταλήξεως τοιαύτης τύχοι, ἥτις ἐν ὀνόματι ἄλλην ἠγάπησε κλίσιν. Ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· Φαέθων Φαέθοντος, Πυριφλεγέθων Πυριφλεγέθοντος. Τὸ μέντοι Φέρων Φέρωνος κλιθέν, ὡς παρὰ Μυρτίλῳ· Φέρωνος ἄρα ποῦ ἐστιν ἡ ξυναυλία· ἠκολούθησε δὲ τοῖς τοιούτοις κυρίοις, φημὶ δὴ τῷ Πέρων Πέρωνος· καὶ Ἀρτύων Ἀρτύωνος κέκλιται παρὰ κρατίνῳ, ἐπειδὴ τὰ εἰς ων ὑπὲρ δύο συλλαβὰς βαρύτονα τῷ υ παραληγόμενα οὐ κλίνονται διὰ τοῦ ντ, οἷον Ἠλεκτρύων Ἠλεκτρύωνος, Ἀμφιτρύων Ἀμφιτρύωνος.
Τὰ εἰς ων βαρύτονα ὑπὲρ δύο συλλαβὰς τῇ αι διφθόγγῳ παραληγόμενα διὰ τοῦ ω κλίνεται, οἷον Αἰγαίων Αἰγαίωνος, Δαμαίων Δαμαίωνος, Ἀθηναίων Ἀθηναίωνος.
Τὰ εἰς ων ὀνόματα βαρύτονα ἔχοντα πρὸ τοῦ ω ἓν τῶν τεσσάρων ἀμεταβόλων ἢ τῶν τριῶν δασέων ἢ τῶν ψιλῶν ἢ τῶν διπλῶν συμφώνων μὴ ἔχοντα κατʼ ἐπιπλοκὴν σύμφωνον μηδὲ ὄντα κοινὰ ἢ συγκριτικὰ μηδὲ ὑποβαλλόμενα ἑνὶ τῶν ἄλλων κανόνων φυλάττουσι τὸ ω, Ἀσκάλων Ἀσκάλωνος, Νέρων Νέρωνος, κώθων κώθωνος, Μελίτων Μελίτωνος, Ὄζων Ὄζωνος· «συγκριτικὸν» δὲ εἴπομεν διὰ τὸ μείζων μείζονος.
Τὰ εἰς ων δισύλλαβα κύρια ἔχοντα πρὸ τοῦ ω ἀμετάβολον φυλάττει τὸ ω, Δρόμων Δρόμωνος, Σόλων Σόλωνος, Κόνων Κόνωνος.