Οἰκέτης Αʹ Αἶρʼ αἶρε μᾶζαν ὡς τάχος τῷ κανθάρῳ.
Οἰκέτης Βʹ Ἰδού. Δὸς αὐτῷ, τῷ κάκιστʼ ἀπολουμένῳ·
καὶ μήποτʼ αὐτῆς μᾶζαν ἡδίω φάγοι.
Οἰκέτης Αʹ Δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην.
Οἰκέτης Βʹ Ἰδοὺ μάλʼ αὖθις. Ποῦ γὰρ ἣν νυνδὴ ʼφερες;
Οὐ κατέφαγεν; Οἰκέτης Αʹ Μὰ τὸν Δίʼ, ἀλλʼ ἐξαρπάσας
ὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν.
Ἀλλʼ ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς.
Οἰκέτης Βʹ Ἄνδρες κοπρολόγοι, προσλάβεσθε πρὸς θεῶν,
εἰ μή με βούλεσθʼ ἀποπνιγέντα περιιδεῖν.
Οἰκέτης Αʹ Ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος·
τετριμμένης γάρ φησιν ἐπιθυμεῖν. Οἰκέτης Βʹ Ἰδού.
Ἑνὸς μέν, ὦνδρες, ἀπολελύσθαι μοι δοκῶ·
οὐδεὶς γὰρ ἂν φαίη με μάττοντʼ ἐσθίειν.
Οἰκέτης Αʹ Αἰβοῖ· φέρʼ ἄλλην χἀτέραν μοι χἀτέραν,
καὶ τρῖβʼ ἔθʼ ἑτέρας. Οἰκέτης Βʹ Μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ·
οὐ γὰρ ἔθʼ οἷός τʼ εἴμʼ ὑπερέχειν τῆς ἀντλίας.
Οἰκέτης Αʹ Αὐτὴν ἄρʼ οἴσω συλλαβὼν τὴν ἀντλίαν.
Οἰκέτης Βʹ Νὴ τὸν Δίʼ ἐς κόρακάς γε, καὶ σαυτόν γε πρός.
Ὑμῶν δέ γʼ εἴ τις οἶδέ μοι κατειπάτω
πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην.
Οὐδὲν γὰρ ἔργον ἦν ἄρʼ ἀθλιώτερον
ἢ κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν.
Ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, ἢ κύων
φαύλως ἐρείδει τοῦθʼ· ὁ δʼ ὑπὸ φρονήματος
βρενθύεταί τε καὶ φαγεῖν οὐκ ἀξιοῖ,
ἢν μὴ παραθῶ τρίψας διʼ ἡμέρας ὅλης
ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην.
Ἀλλʼ εἰ πέπαυται τῆς ἐδωδῆς σκέψομαι
τῃδὶ παροίξας τῆς θύρας, ἵνα μή μʼ ἴδῃ.
Ἔρειδε, μὴ παύσαιο μηδέποτʼ ἐσθίων
τέως ἕως σαυτὸν λάθῃς διαρραγείς.
Οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει,
ὥσπερ παλαιστής, παραβαλὼν τοὺς γομφίους,
καὶ ταῦτα τὴν κεφαλήν τε καὶ τὼ χεῖρέ πως
ὡδὶ περιάγων, ὥσπερ οἱ τὰ σχοινία
τὰ παχέα συμβάλλοντες εἰς τὰς ὁλκάδας.
Μιαρὸν τὸ χρῆμα καὶ κάκοσμον καὶ βορόν,
χὤτου ποτʼ ἐστὶ δαιμόνων ἡ προσβολὴ
οὐκ οἶδʼ. Ἀφροδίτης μὲν γὰρ οὔ μοι φαίνεται,
οὐ μὴν Χαρίτων γε. Οἰκέτης Αʹ Τοῦ γάρ ἐστʼ; Οἰκέτης Βʹ Οὐκ ἔσθʼ ὅπως
τοῦτʼ ἔστι τὸ τέρας οὐ Διὸς Σκαταιβάτου.
Οἰκέτης Αʹ Οὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοι
νεανίας δοκησίσοφος· «Τόδε πρᾶγμα τί;
Ὁ κάνθαρος δὲ πρὸς τί;» Κᾆτʼ αὐτῷ γʼ ἀνὴρ
Ἰωνικός τίς φησι παρακαθήμενος·
«Δοκέω μέν, ἐς Κλέωνα τοῦτʼ αἰνίσσεται,
ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει.»
Ἀλλʼ εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν.
Οἰκέτης Βʹ Ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις
καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν
καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω
καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα.
Ὁ δεσπότης μου μαίνεται καινὸν τρόπον,
οὐχ ὅνπερ ὑμεῖς, ἀλλʼ ἕτερον καινὸν πάνυ.
Διʼ ἡμέρας γὰρ εἰς τὸν οὐρανὸν βλέπων
ὡδὶ κεχηνὼς λοιδορεῖται τῷ Διὶ
καί φησιν· «Ὦ Ζεῦ, τί ποτε βουλεύει ποεῖν;
Κατάθου τὸ κόρημα· μὴ ʼκκόρει τὴν Ἑλλάδα.»
Ἔα ἔα·
σιγήσαθʼ, ὡς φωνῆς ἀκούειν μοι δοκῶ.
Τρυγαῖος Ὦ Ζεῦ, τί δρασείεις ποθʼ ἡμῶν τὸν λεών;
Λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας.
Οἰκέτης Βʹ Τοῦτʼ ἔστι τουτὶ τὸ κακὸν αὔθʼ οὑγὼ ʼλεγον·
τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε·
ἃ δʼ εἶπε πρῶτον ἡνίκʼ ἤρχεθʼ ἡ χολὴ
πεύσεσθʼ. Ἔφασκε γὰρ πρὸς αὑτὸν ἂν ταδί·
«Πῶς ἄν ποτʼ ἀφικοίμην ἂν εὐθὺ τοῦ Διός;»
Ἔπειτα λεπτὰ κλιμάκια ποιούμενος,
πρὸς ταῦτʼ ἀνηρριχᾶτʼ ἂν εἰς τὸν οὐρανόν,
ἕως ξυνετρίβη τῆς κεφαλῆς καταρρυείς.
Ἐχθὲς δὲ μετὰ ταῦτʼ ἐκφθαρεὶς οὐκ οἶδʼ ὅποι
εἰσήγαγʼ Αἰτναῖον μέγιστον κάνθαρον,
κἄπειτα τοῦτον ἱπποκομεῖν μʼ ἠνάγκασεν,
καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον·
«Ὦ Πηγάσειον,» φησί, «γενναῖον πτερόν,
ὅπως πετήσει μʼ εὐθὺ τοῦ Διὸς λαβών.»
Ἀλλʼ ὅ τι ποεῖ τῃδὶ διακύψας ὄψομαι.
Οἴμοι τάλας· ἴτε δεῦρο δεῦρʼ, ὦ γείτονες·
ὁ δεσπότης γάρ μου μετέωρος αἴρεται
ἱππηδὸν εἰς τὸν ἀέρʼ ἐπὶ τοῦ κανθάρου.
Τρυγαῖος Ἥσυχος ἥσυχος, ἠρέμα, κάνθων·
μή μοι σοβαρὸς χώρει λίαν
εὐθὺς ἀπʼ ἀρχῆς, ῥώμῃ πίσυνος,
πρὶν ἂν ἰδίῃς καὶ διαλύσῃς
ἄρθρων ἶνας πτερύγων ῥύμῃ.
Καὶ μὴ πνεῖ μοι κακόν, ἀντιβολῶ σʼ·
εἰ δὲ ποήσεις τοῦτο, κατʼ οἴκους
αὐτοῦ μεῖνον τοὺς ἡμετέρους.
Οἰκέτης Βʹ Ὦ δέσποτʼ ἄναξ, ὡς παραπαίεις.
Τρυγαῖος Σίγα σίγα.
Οἰκέτης Βʹ Ποῖ δῆτʼ ἄλλως μετεωροκοπεῖς;
Τρυγαῖος Ὑπὲρ Ἑλλήνων πάντων πέτομαι
τόλμημα νέον παλαμησάμενος.
Οἰκέτης Βʹ Τί πέτει; Τί μάτην οὐχ ὑγιαίνεις;
Τρυγαῖος Εὐφημεῖν χρὴ καὶ μὴ φλαῦρον
μηδὲν γρύζειν, ἀλλʼ ὀλολύζειν·
τοῖς τʼ ἀνθρώποισι φράσον σιγᾶν,
τούς τε κοπρῶνας καὶ τὰς λαύρας
καιναῖς πλίνθοισιν ἀποικοδομεῖν
καὶ τοὺς πρωκτοὺς ἐπικλείειν.
Οἰκέτης Βʹ Οὐκ ἔσθʼ ὅπως σιγήσομʼ, ἢν μή μοι φράσῃς
ὅποι πέτεσθαι διανοεῖ. Τρυγαῖος Τί δʼ ἄλλο γʼ ἢ
ὡς τὸν Δίʼ εἰς τὸν οὐρανόν; Οἰκέτης Βʹ Τίνα νοῦν ἔχων;
Τρυγαῖος Ἐρησόμενος ἐκεῖνον Ἑλλήνων πέρι
ἁπαξαπάντων ὅ τι ποεῖν βουλεύεται.
Οἰκέτης Βʹ Ἐὰν δὲ μή σοι καταγορεύῃ; Τρυγαῖος Γράψομαι
Μήδοισιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα.
Οἰκέτης Βʹ Μὰ τὸν Διόνυσον οὐδέποτε ζῶντος γʼ ἐμοῦ—
Τρυγαῖος Οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλʼ. Οἰκέτης Βʹ Ἰοὺ ἰοὺ ἰού·
ὦ παιδίʼ, ὁ πατὴρ ἀπολιπὼν ἀπέρχεται
ὑμᾶς ἐρήμους εἰς τὸν οὐρανὸν λάθρᾳ.
Ἀλλʼ ἀντιβολεῖτε τὸν πατέρʼ, ὦ κακοδαίμονα.
Παιδίον Ὦ πάτερ, ὦ πάτερ, ἆρʼ ἔτυμός γε
δώμασιν ἡμετέροις φάτις ἥκει,
ὡς σὺ μετʼ ὀρνίθων προλιπὼν ἐμὲ
ἐς κόρακας βαδιεῖ μεταμώνιος;
Ἔστι τι τῶνδʼ ἐτύμως; εἴπʼ, ὦ πάτερ, εἴ τι φιλεῖς με.
Τρυγαῖος Δοξάσαι ἔστι, κόραι· τὸ δʼ ἐτήτυμον, ἄχθομαι ὑμῖν,
ἡνίκʼ ἂν αἰτίζητʼ ἄρτον πάππαν με καλοῦσαι,
ἔνδον δʼ ἀργυρίου μηδὲ ψακὰς ᾖ πάνυ πάμπαν.
Ἢν δʼ ἐγὼ εὖ πράξας ἔλθω πάλιν, ἕξετʼ ἐν ὥρᾳ
κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐπʼ αὐτῇ.
Παιδίον Καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται;
Ναῦς μὲν γὰρ οὐκ ἄξει σε ταύτην τὴν ὁδόν.
Τρυγαῖος Πτηνὸς πορεύσει πῶλος· οὐ ναυσθλώσομαι.
Παιδίον Τίς δʼ ἡπίνοιά σοὐστὶν ὥστε κάνθαρον
ζεύξαντʼ ἐλαύνειν εἰς θεούς, ὦ παππία;
Τρυγαῖος Ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθη
μόνος πετηνῶν εἰς θεοὺς ἀφιγμένος.
Παιδίον Ἄπιστον εἶπας μῦθον, ὦ πάτερ πάτερ,
ὅπως κάκοσμον ζῷον ἦλθεν εἰς θεούς.
Τρυγαῖος Ἦλθεν κατʼ ἔχθραν αἰετοῦ πάλαι ποτέ,
ᾤʼ ἐκκυλίνδων κἀντιτιμωρούμενος.
Παιδίον Οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν,
ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος.
Τρυγαῖος Ἀλλʼ, ὦ μέλʼ, ἄν μοι σιτίων διπλῶν ἔδει·
νῦν δʼ ἅττʼ ἂν αὐτὸς καταφάγω τὰ σιτία,
τούτοισι τοῖς αὐτοῖσι τοῦτον χορτάσω.
Παιδίον Τί δʼ, ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος;
Πῶς ἐξολισθεῖν πτηνὸς ὢν δυνήσεται;
Τρυγαῖος Ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι·
τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος.
Παιδίον Λιμὴν δὲ τίς σε δέξεται φορούμενον;
Τρυγαῖος Ἐν Πειραιεῖ δήπου ʼστὶ Κανθάρου λιμήν.
Παιδίον Ἐκεῖνο τήρει, μὴ σφαλεὶς καταρρυῇς
ἐντεῦθεν, εἶτα χωλὸς ὢν Εὐριπίδῃ
λόγον παράσχῃς καὶ τραγῳδία γένῃ.
Τρυγαῖος Ἐμοὶ μελήσει ταῦτά γʼ. Ἀλλὰ χαίρετε.
Ὑμεῖς δέ γʼ, ὑπὲρ ὧν τοὺς πόνους ἐγὼ πονῶ,
μὴ βδεῖτε μηδὲ χέζεθʼ ἡμερῶν τριῶν·
ὡς εἰ μετέωρος οὗτος ὢν ὀσφρήσεται,
κατωκάρα ῥίψας με βουκολήσεται.
Ἀλλʼ ἄγε, Πήγασε, χώρει χαίρων,
χρυσοχάλινον πάταγον ψαλίων
διακινήσας φαιδροῖς ὠσίν.
Τί ποεῖς, τί ποεῖς; Ποῖ παρακλίνεις
τοὺς μυκτῆρας πρὸς τὰς λαύρας;
Ἵει σαυτὸν θαρρῶν ἀπὸ γῆς,
κᾆτα δρομαίαν πτέρυγʼ ἐκτείνων
ὀρθὸς χώρει Διὸς εἰς αὐλάς,
ἀπὸ μὲν κάκκης τὴν ῥῖνʼ ἀπέχων,
ἀπό θʼ ἡμερίων σίτων πάντων.
Ἄνθρωπε, τί δρᾷς, οὗτος ὁ χέζων
ἐν Πειραιεῖ παρὰ ταῖς πόρναις;
Ἀπολεῖς μʼ, ἀπολεῖς. Οὐ κατορύξεις
κἀπιφορήσεις τῆς γῆς πολλήν,
κἀπιφυτεύσεις ἕρπυλλον ἄνω
καὶ μύρον ἐπιχεῖς; Ὡς ἤν τι πεσὼν
ἐνθένδε πάθω, τοὐμοῦ θανάτου
πέντε τάλανθʼ ἡ πόλις ἡ Χίων
διὰ τὸν σὸν πρωκτὸν ὀφλήσει.
Οἴμʼ ὡς δέδοικα, κοὐκέτι σκώπτων λέγω.
Ὦ μηχανοποιέ, πρόσεχε τὸν νοῦν, ὡς ἐμὲ
ἤδη στρέφει τι πνεῦμα περὶ τὸν ὀμφαλόν,
κεἰ μὴ φυλάξεις, χορτάσω τὸν κάνθαρον.
Ἀτὰρ ἐγγὺς εἶναι τῶν θεῶν ἐμοὶ δοκῶ·
καὶ δὴ καθορῶ τὴν οἰκίαν τὴν τοῦ Διός.
Τίς ἐν Διὸς θύραισιν; Οὐκ ἀνοίξετε;
Ἑρμῆς Πόθεν βροτοῦ με προσέβαλʼ; Ὦναξ Ἡράκλεις,
τουτὶ τί ἐστι τὸ κακόν; Τρυγαῖος Ἱπποκάνθαρος.
Ἑρμῆς Ὦ μιαρὲ καὶ τόλμηρε κἀναίσχυντε σὺ
καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,
πῶς δεῦρʼ ἀνῆλθες, ὦ μιαρῶν μιαρώτατε;
Τί σοί ποτʼ ἔστʼ ὄνομʼ; Οὐκ ἐρεῖς; Τρυγαῖος Μιαρώτατος.
Ἑρμῆς Ποδαπὸς τὸ γένος δʼ εἶ; φράζε μοι. Τρυγαῖος Μιαρώτατος.
Ἑρμῆς Πατὴρ δέ σοι τίς ἐστιν; Τρυγαῖος Ἐμοί; Μιαρώτατος.
Ἑρμῆς Οὔτοι μὰ τὴν Γῆν ἔσθʼ ὅπως οὐκ ἀποθανεῖ,
εἰ μὴ κατερεῖς μοι τοὔνομʼ ὅ τι ποτʼ ἐστί σοι.
Τρυγαῖος Τρυγαῖος Ἀθμονεύς, ἀμπελουργὸς δεξιός,
οὐ συκοφάντης οὐδʼ ἐραστὴς πραγμάτων.
Ἑρμῆς Ἥκεις δὲ κατὰ τί; Τρυγαῖος Τὰ κρέα ταυτί σοι φέρων.
Ἑρμῆς Ὦ δειλακρίων, πῶς ἦλθες; Τρυγαῖος Ὦ γλίσχρων, ὁρᾷς
ὡς οὐκέτʼ εἶναί σοι δοκῶ μιαρώτατος;
Ἴθι νυν κάλεσόν μοι τὸν Δίʼ. Ἑρμῆς Ἰὴ ἰὴ ἰή,
ὅτʼ οὐδὲ μέλλεις ἐγγὺς εἶναι τῶν θεῶν·
φροῦδοι γάρ· ἐχθές εἰσιν ἐξῳκισμένοι.
Τρυγαῖος Ποῖ γῆς; Ἑρμῆς Ἰδοὺ γῆς. Τρυγαῖος Ἀλλὰ ποῖ; Ἑρμῆς Πόρρω πάνυ,
ὑπʼ αὐτὸν ἀτεχνῶς τοὐρανοῦ τὸν κύτταρον.
Τρυγαῖος Πῶς οὖν σὺ δῆτʼ ἐνταῦθα κατελείφθης μόνος;
Ἑρμῆς Τὰ λοιπὰ τηρῶ σκευάρια τὰ τῶν θεῶν,
χυτρίδια καὶ σανίδια κἀμφορείδια.
Τρυγαῖος Ἐξῳκίσαντο δʼ οἱ θεοὶ τίνος οὕνεκα;
Ἑρμῆς Ἕλλησιν ὀργισθέντες. Εἶτʼ ἐνταῦθα μὲν
ἵνʼ ἦσαν αὐτοὶ τὸν Πόλεμον κατῴκισαν,
ὑμᾶς παραδόντες δρᾶν ἀτεχνῶς ὅ τι βούλεται·
αὐτοὶ δʼ ἀνῳκίσανθʼ ὅπως ἀνωτάτω,
ἵνα μὴ βλέποιεν μαχομένους ὑμᾶς ἔτι
μηδʼ ἀντιβολούντων μηδὲν αἰσθανοίατο.
Τρυγαῖος Τοῦ δʼ εἵνεχʼ ἡμᾶς ταῦτʼ ἔδρασαν; εἰπέ μοι.
Ἑρμῆς Ὁτιὴ πολεμεῖν ᾑρεῖσθʼ ἐκείνων πολλάκις
σπονδὰς ποιούντων· κεἰ μὲν οἱ Λακωνικοὶ
ὑπερβάλοιντο μικρόν, ἔλεγον ἂν ταδί·
«Ναὶ τὼ σιώ, νῦν Ὡττικίων δωσεῖ δίκαν.»
Εἰ δʼ αὖ τι πράξαιτʼ ἀγαθόν, Ἁττικωνικοί,
κἄλθοιεν οἱ Λάκωνες εἰρήνης πέρι,
ἐλέγετʼ ἂν ὑμεῖς εὐθύς· «Ἐξαπατώμεθα,
νὴ τὴν Ἀθηνᾶν. —Νὴ Δίʼ, οὐχὶ πειστέον. —
Ἥξουσι καὖθις, ἢν ἔχωμεν τὴν Πύλον.»
Τρυγαῖος Ὁ γοῦν χαρακτὴρ ἡμεδαπὸς τῶν ῥημάτων.
Ἑρμῆς Ὧν οὕνεκʼ οὐκ οἶδʼ εἴ ποτʼ Εἰρήνην ἔτι
τὸ λοιπὸν ὄψεσθʼ. Τρυγαῖος Ἀλλὰ ποῖ γὰρ οἴχεται;
Ἑρμῆς Ὁ Πόλεμος αὐτὴν ἐνέβαλʼ εἰς ἄντρον βαθύ.
Τρυγαῖος Εἰς ποῖον; Ἑρμῆς Εἰς τουτὶ τὸ κάτω. Κἄπειθʼ ὁρᾷς
ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων,
ἵνα μὴ λάβητε μηδέποτʼ αὐτήν. Τρυγαῖος Εἰπέ μοι,
ἡμᾶς δὲ δὴ τί δρᾶν παρασκευάζεται;
Ἑρμῆς Οὐκ οἶδα πλὴν ἕν, ὅτι θυείαν ἑσπέρας
ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο.
Τρυγαῖος Τί δῆτα ταύτῃ τῇ θυείᾳ χρήσεται;
Ἑρμῆς Τρίβειν ἐν αὐτῇ τὰς πόλεις βουλεύεται.
Ἀλλʼ εἶμι· καὶ γὰρ ἐξιέναι, γνώμην ἐμήν,
μέλλει· θορυβεῖ γοῦν ἔνδοθεν. Τρυγαῖος Οἴμοι δείλαιος.
Φέρʼ αὐτὸν ἀποδρῶ· καὶ γὰρ ὥσπερ ᾐσθόμην
καὐτὸς θυείας φθέγμα πολεμιστηρίας.
Πόλεμος Ἰὼ βροτοὶ βροτοὶ βροτοὶ πολυτλήμονες,
ὡς αὐτίκα μάλα τὰς γνάθους ἀλγήσετε.
Τρυγαῖος Ὦναξ Ἄπολλον, τῆς θυείας τοῦ πλάτους·
ὅσον κακόν· καὶ τοῦ Πολέμου τοῦ βλέμματος.
Ἆρʼ οὗτός ἐστʼ ἐκεῖνος ὃν καὶ φεύγομεν,
ὁ δεινός, ὁ ταλαύρινος, ὁ κατὰ τοῖν σκελοῖν;
Πόλεμος Ἰὼ Πρασιαὶ τρισάθλιαι καὶ πεντάκις
καὶ πολλοδεκάκις, ὡς ἀπολεῖσθε τήμερον.
Τρυγαῖος Τουτὶ μέν, ἄνδρες, οὐδὲν ἡμῖν πρᾶγμά πω·
τὸ γὰρ κακὸν τοῦτʼ ἐστὶ τῆς Λακωνικῆς.
Πόλεμος Ἰὼ Μέγαρα Μέγαρʼ, ὡς ἐπιτρίψεσθʼ αὐτίκα
ἁπαξάπαντα καταμεμυττωτευμένα.
Τρυγαῖος Βαβαὶ βαβαιάξ, ὡς μεγάλα καὶ δριμέα
τοῖσι Μεγαρεῦσιν ἐνέβαλεν τὰ κλαύματα.
Πόλεμος Ἰὼ Σικελία, καὶ σὺ δʼ ὡς ἀπόλλυσαι.
Τρυγαῖος Οἵα πόλις τάλαινα διακναισθήσεται.
Πόλεμος Φέρʼ ἐπιχέω καὶ τὸ μέλι τουτὶ τἀττικόν.
Τρυγαῖος Οὗτος, παραινῶ σοι μέλιτι χρῆσθἀτέρῳ.
Τετρώβολον τοῦτʼ ἐστί· φείδου τἀττικοῦ.
Πόλεμος Παῖ παῖ Κυδοιμέ. Κυδοιμός Τί με καλεῖς; Πόλεμος Κλαύσει μακρά.
Ἕστηκας ἀργός; οὑτοσί σοι κόνδυλος.
Τρυγαῖος Ὡς δριμύς. Κυδοιμός Οἴμοι μοι τάλας, ὦ δέσποτα.
Τρυγαῖος Μῶν τῶν σκορόδων ἐνέβαλεν εἰς τὸν κόνδυλον;
Πόλεμος Οἴσεις ἀλετρίβανον τρέχων; Κυδοιμός Ἀλλʼ, ὦ μέλε,
οὐκ ἔστιν ἡμῖν· ἐχθὲς εἰσῳκίσμεθα.
Πόλεμος Οὔκουν παρʼ Ἀθηναίων μεταθρέξει ταχὺ πάνυ;
Κυδοιμός Ἔγωγε νὴ Δίʼ· εἰ δὲ μή γε, κλαύσομαι.
Τρυγαῖος Ἄγε δή, τί δρῶμεν, ὦ πόνηρʼ ἀνθρώπια;
Ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας·
εἴπερ γὰρ ἥξει τὸν ἀλετρίβανον φέρων,
τούτῳ ταράξει τὰς πόλεις καθήμενος.
Ἀλλʼ ὦ Διόνυσʼ, ἀπόλοιτο καὶ μὴ ʼλθοι φέρων.
Πόλεμος Οὗτος. Κυδοιμός Τί ἐστιν; Πόλεμος Οὐ φέρεις; Κυδοιμός Τὸ δεῖνα γάρ,
ἀπόλωλʼ Ἀθηναίοισιν ἁλετρίβανος,
ὁ βυρσοπώλης, ὃς ἐκύκα τὴν Ἑλλάδα.
Τρυγαῖος Εὖ γʼ, ὦ πότνια δέσποινʼ Ἀθηναία, ποιῶν
ἀπόλωλʼ ἐκεῖνος κἀν δέοντι τῇ πόλει,
εἰ πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι.
Πόλεμος Οὔκουν ἕτερον δῆτʼ ἐκ Λακεδαίμονος μέτει
ἁνύσας τι; Κυδοιμός Ταῦτʼ, ὦ δέσποθʼ. Πόλεμος Ἧκέ νυν ταχύ.
Τρυγαῖος Ὦνδρες, τι πεισόμεσθα; Νῦν ἀγὼν μέγας.
Ἀλλʼ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει
μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλὸν
ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε.
Κυδοιμός Οἴμοι τάλας, οἴμοι γε κἄτʼ οἴμοι μάλα.
Πόλεμος Τί ἐστι; Μῶν οὐκ αὖ φέρεις; Κυδοιμός Ἀπόλωλε γὰρ
καὶ τοῖς Λακεδαιμονίοισιν ἁλετρίβανος.
Πόλεμος Πῶς, ὦ πανοῦργʼ; Κυδοιμός Εἰς τἀπὶ Θρᾴκης χωρία
χρήσαντες ἑτέροις αὐτὸν εἶτʼ ἀπώλεσαν.
Τρυγαῖος Εὖ γʼ, εὖ γε ποιήσαντες, ὦ Διοσκόρω.
Ἴσως ἂν εὖ γένοιτο· θαρρεῖτʼ, ὦ βροτοί
Πόλεμος Ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν·
ἐγὼ δὲ δοίδυκʼ εἰσιὼν ποήσομαι.
Τρυγαῖος Νῦν, τοῦτʼ ἐκεῖνʼ, ἥκει τὸ Δάτιδος μέλος.
ὃ δεφόμενός ποτʼ ᾖδε τῆς μεσημβρίας·
«Ὡς ἥδομαι καὶ χαίρομαι κεὐφραίνομαι.»
Νῦν ἐστιν ἡμῖν, ὦνδρες Ἕλληνες, καλὸν
ἀπαλλαγεῖσι πραγμάτων τε καὶ μαχῶν
ἐξελκύσαι τὴν πᾶσιν Εἰρήνην φίλην,
πρὶν ἕτερον αὖ δοίδυκα κωλῦσαί τινα.
Ἀλλʼ, ὦ γεωργοὶ κἄμποροι καὶ τέκτονες
καὶ δημιουργοὶ καὶ μέτοικοι καὶ ξένοι
καὶ νησιῶται, δεῦρʼ ἴτʼ, ὦ πάντες λεῴ,
ὡς τάχιστʼ ἄμας λαβόντες καὶ μοχλοὺς καὶ σχοινία·
νῦν γὰρ ἡμῖν ἁρπάσαι πάρεστιν ἀγαθοῦ δαίμονος.
Χορός Δεῦρο πᾶς χώρει προθύμως εὐθὺ τῆς σωτηρίας.
Ὦ Πανέλληνες, βοηθήσωμεν, εἴπερ πώποτε,
τάξεων ἀπαλλαγέντες καὶ κακῶν φοινικίδων·
ἡμέρα γὰρ ἐξέλαμψεν ἥδε μισολάμαχος.
Πρὸς τάδʼ ἡμῖν, εἴ τι χρὴ δρᾶν, φράζε κἀρχιτεκτόνει·
οὐ γὰρ ἔσθʼ ὅπως ἀπειπεῖν ἂν δοκῶ μοι τήμερον,
πρὶν μοχλοῖς καὶ μηχαναῖσιν εἰς τὸ φῶς ἀνελκύσαι
τὴν θεῶν πασῶν μεγίστην καὶ φιλαμπελωτάτην.
Τρυγαῖος Οὐ σιωπήσεσθʼ, ὅπως μὴ περιχαρεῖς τῷ πράγματι
τὸν Πόλεμον ἐκζωπυρήσετʼ ἔνδοθεν κεκραγότες;
Χορός Ἀλλʼ ἀκούσαντες τοιούτου χαίρομεν κηρύγματος·
οὐ γὰρ ἦν ἔχοντας ἥκειν σιτίʼ ἡμερῶν τριῶν.
Τρυγαῖος Εὐλαβεῖσθέ νυν ἐκεῖνον τὸν κάτωθεν Κέρβερον,
μὴ παφλάζων καὶ κεκραγὼς ὥσπερ ἡνίκʼ ἐνθάδʼ ἦν,
ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ ʼξελκύσαι.
Χορός Οὔτι καὶ νῦν ἔστιν αὐτὴν ὅστις ἐξαιρήσεται,
ἢν ἅπαξ εἰς χεῖρας ἔλθῃ τὰς ἐμάς. Ἰοῦ ἰοῦ.
Τρυγαῖος Ἐξολεῖτέ μʼ, ὦνδρες, εἰ μὴ τῆς βοῆς ἀνήσετε·
ἐκδραμὼν γὰρ πάντα ταυτὶ συνταράξει τοῖν ποδοῖν.
Χορός Ὡς κυκάτω καὶ πατείτω πάντα καὶ ταραττέτω·
οὐ γὰρ ἂν χαίροντες ἡμεῖς τήμερον παυσαίμεθʼ ἄν.
Τρυγαῖος Τί τὸ κακόν; Τί πάσχετʼ, ὦνδρες; Μηδαμῶς, πρὸς τῶν θεῶν,
πρᾶγμα κάλλιστον διαφθείρητε διὰ τὰ σχήματα.
Χορός Ἀλλʼ ἔγωγʼ οὐ σχηματίζειν βούλομʼ, ἀλλʼ ὑφʼ ἡδονῆς
οὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλει χορεύετον.
Τρυγαῖος Μή τι καὶ νυνί γʼ ἔτʼ, ἀλλὰ παῦε παῦʼ ὀρχούμενος.
Χορός Ἢν ἰδού, καὶ δὴ πέπαυμαι. Τρυγαῖος Φῄς γε, παύει δʼ οὐδέπω.
Χορός Ἓν μὲν οὖν τουτί μʼ ἔασον ἑλκύσαι, καὶ μηκέτι.
Τρυγαῖος Τοῦτό νυν, καὶ μηκέτʼ ἄλλο μηδὲν ὀρχήσησθέ τι.
Χορός Οὐκ ἂν ὀρχησαίμεθʼ, εἴπερ ὠφελήσαιμέν τί σε.
Τρυγαῖος Ἀλλʼ, ὁρᾶτʼ, οὔπω πέπαυσθε. Χορός Τουτογὶ νὴ τὸν Δία
τὸ σκέλος ῥίψαντες ἤδη λήγομεν τὸ δεξιόν.
Τρυγαῖος Ἐπιδίδωμι τοῦτό γʼ ὑμῖν, ὥστε μὴ λυπεῖν ἔτι.
Χορός Ἀλλὰ καὶ τἀριστερόν τοί μʼ ἔστʼ ἀναγκαίως ἔχον.
Ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶ
μᾶλλον ἢ τὸ γῆρας ἐκδὺς ἐκφυγὼν τὴν ἀσπίδα.
Τρυγαῖος Μή τι καὶ νυνί γε χαίρετʼ· οὐ γὰρ ἴστε πω σαφῶς·
ἀλλʼ ὅταν λάβωμεν αὐτήν, τηνικαῦτα χαίρετε
καὶ βοᾶτε καὶ γελᾶτʼ· ἤ-
δη γὰρ ἐξέσται τόθʼ ὑμῖν
πλεῖν, μένειν, κινεῖν, καθεύδειν,
εἰς πανηγύρεις θεωρεῖν,
ἑστιᾶσθαι, κοτταβίζειν,
συβαριάζειν,
ἰοῦ ἰοῦ κεκραγέναι.
Χορός Εἰ γὰρ ἐκγένοιτʼ ἰδεῖν ταύτην με τὴν ἡμέραν.
Πολλὰ γὰρ ἀνεσχόμην
πράγματά τε καὶ στιβάδας ἃς ἔλαχε Φορμίων·
κοὐκέτʼ ἄν μʼ εὕροις δικαστὴν δριμὺν οὐδὲ δύσκολον—
Τρυγαῖος οὐδὲ τοὺς τρόπους γε δήπου σκληρὸν ὥσπερ καὶ πρὸ τοῦ,
Χορός ἀλλʼ ἁπαλὸν ἄν μʼ ἴδοις
καὶ πολὺ νεώτερον ἀπ- αλλαγέντα πραγμάτων.
Καὶ γὰρ ἱκανὸν χρόνον ἀπ-
ολλύμεθα καὶ κατατε-
τρίμμεθα πλανώμενοι
εἰς Λύκειον κἀκ Λυκείου σὺν δόρει σὺν ἀσπίδι.
Ἀλλʼ ὅ τι μάλιστα χαρι- ούμεθα ποιοῦντες, ἄγε,
φράζε· σὲ γὰρ αὐτοκράτορʼ
εἵλετʼ ἀγαθή τις ἡμῖν τύχη.
Τρυγαῖος Φέρε δὴ κατίδω πῇ τοὺς λίθους ἀφέλξομεν.
Ἑρμῆς Ὦ μιαρὲ καὶ τόλμηρε, τί ποεῖν διανοεῖ;
Τρυγαῖος Οὐδὲν πονηρόν, ἀλλʼ ὅπερ καὶ Κιλλικῶν.
Ἑρμῆς Ἀπόλωλας, ὦ κακόδαιμον. Τρυγαῖος Οὐκοῦν, ἢν λάχω·
Ἑρμῆς γὰρ ὢν κλήρῳ ποήσεις οἶδʼ ὅτι.
Ἑρμῆς Ἀπόλωλας, ἐξόλωλας. Τρυγαῖος Εἰς τίνʼ ἡμέραν;
Ἑρμῆς Εἰς αὐτίκα μάλʼ. Τρυγαῖος Ἀλλʼ οὐδὲν ἠμπόληκά πω,
οὔτʼ ἄλφιτʼ οὔτε τυρόν, ὡς ἀπολούμενος.
Ἑρμῆς Καὶ μὴν ἐπιτέτριψαί γε. Τρυγαῖος Κᾆτα τῷ τρόπῳ
οὐκ ᾐσθόμην ἀγαθὸν τοσουτονὶ λαβών;
Ἑρμῆς Ἆρʼ οἶσθα θάνατον ὅτι προεῖφʼ ὁ Ζεὺς ὃς ἂν
ταύτην ἀνορύττων εὑρεθῇ; Τρυγαῖος Νῦν ἆρά με
ἅπασʼ ἀνάγκη ʼστʼ ἀποθανεῖν; Ἑρμῆς Εὖ ἴσθʼ ὅτι.
Τρυγαῖος Εἰς χοιρίδιόν μοί νυν δάνεισον τρεῖς δραχμάς·
δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι.
Ἑρμῆς Ὦ Ζεῦ κεραυνοβρόντα— Τρυγαῖος Μή, πρὸς τῶν θεῶν,
ἡμῶν κατείπῃς, ἀντιβολῶ σε, δέσποτα.
Ἑρμῆς Οὐκ ἂν σιωπήσαιμι. Τρυγαῖος Ναί, πρὸς τῶν κρεῶν,
ἁγὼ προθύμως σοι φέρων ἀφικόμην.
Ἑρμῆς Ἀλλʼ, ὦ μέλʼ, ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι,
εἰ μὴ τετορήσω ταῦτα καὶ λακήσομαι.
Τρυγαῖος Μή νυν λακῄσῃς, λίσσομαί σʼ, Ὦρμῄδιον.
Εἰπέ μοι, τί πάσχετʼ, ὦνδρες; Ἕστατʼ ἐκπεπληγμένοι.
Ὦ πόνηροι, μὴ σιωπᾶτʼ· εἰ δὲ μή, λακήσεται.
Χορός Μηδαμῶς, ὦ δέσποθʼ Ἑρμῆ, μηδαμῶς, μηδαμῶς,
εἴ τι κεχαρισμένον χοιρίδιον οἶσθα παρʼ ἐ-
μοῦ γε κατεδηδοκώς,
τοῦτο μὴ φαῦλον νόμιζʼ ἐν τῷδε τῷ πράγματι.
Τρυγαῖος Οὐκ ἀκούεις οἷα θωπεύουσί σʼ, ὦναξ δέσποτα;
Χορός Μὴ γένῃ παλίγκοτος ἀντιβολοῦσιν ἡμῖν,
ὥστε τήνδε μὴ λαβεῖν·
ἀλλὰ χάρισʼ, ὦ φιλαν-
θρωπότατε καὶ μεγαλο-
δωρότατε δαιμόνων,
εἴ τι Πεισάνδρου βδελύττει τοὺς λόφους καὶ τὰς ὀφρῦς.
Καί σε θυσίαισιν ἱε-
ραῖσι προσόδοις τε μεγά-
λαισι διὰ παντός, ὦ
δέσποτʼ, ἀγαλοῦμεν ἡμεῖς ἀεί.
Τρυγαῖος Ἴθʼ, ἀντιβολῶ σʼ, ἐλέησον αὐτῶν τὴν ὄπα,
ἐπεί σε καὶ τιμῶσι μᾶλλον ἢ πρὸ τοῦ.
Κλέπται τε γὰρ νῦν μᾶλλόν εἰσιν ἢ πρὸ τοῦ.
Καί σοι φράσω τι πρᾶγμα δεινὸν καὶ μέγα,
ὃ τοῖς θεοῖς ἅπασιν ἐπιβουλεύεται.
Ἑρμῆς Ἴθι δή, κάτειπʼ· ἴσως γὰρ ἂν πείσαις ἐμέ.
Τρυγαῖος Ἡ γὰρ Σελήνη χὠ πανοῦργος Ἥλιος
ὑμῖν ἐπιβουλεύοντε πολὺν ἤδη χρόνον
τοῖς βαρβάροισι προδίδοτον τὴν Ἑλλάδα.
Ἑρμῆς Ἵνα δὴ τί τοῦτο δρᾶτον; Τρυγαῖος Ὁτιὴ νὴ Δία
ἡμεῖς μὲν ὑμῖν θύομεν, τούτοισι δὲ
οἱ βάρβαροι θύουσι, διὰ τοῦτʼ εἰκότως
βούλοιντʼ ἂν ἡμᾶς πάντας ἐξολωλέναι,
ἵνα τὰς τελετὰς λάβοιεν αὐτοὶ τῶν θεῶν.
Ἑρμῆς Ταῦτʼ ἄρα πάλαι τῶν ἡμερῶν παρεκλέπτετον
καὶ τοῦ κύκλου παρέτρωγον ὑφʼ ἁρματωλίας.
Τρυγαῖος Ναὶ μὰ Δία. Πρὸς ταῦτʼ, ὦ φίλʼ Ἑρμῆ, ξύλλαβε
ἡμῖν προθύμως, τήνδε καὶ ξυνανέλκυσον.
Καὶ σοὶ τὰ μεγάλʼ ἡμεῖς Παναθήναιʼ ἄξομεν
πάσας τε τὰς ἄλλας τελετὰς τὰς τῶν θεῶν,
Μυστήριʼ Ἑρμῇ, Διπολίειʼ, Ἀδώνια·
ἅλλαι τέ σοι πόλεις πεπαυμέναι κακῶν
Ἀλεξικάκῳ θύσουσιν Ἑρμῇ πανταχοῦ.
Χἄτερʼ ἔτι πόλλʼ ἕξεις ἀγαθά. Πρῶτον δέ σοι
δῶρον δίδωμι τήνδʼ, ἵνα σπένδειν ἔχῃς.
Ἑρμῆς Οἴμʼ ὡς ἐλεήμων εἴμʼ ἀεὶ τῶν χρυσίδων.
Τρυγαῖος Ὑμέτερον ἐντεῦθεν ἔργον, ὦνδρες. Ἀλλὰ ταῖς ἄμαις
εἰσιόντες ὡς τάχιστα τοὺς λίθους ἀφέλκετε.
Χορός Ταῦτα δράσομεν· σὺ δʼ ἡμῖν, ὦ θεῶν σοφώτατε,
ἅττα χρὴ ποεῖν ἐφεστὼς φράζε δημιουργικῶς·
τἄλλα δʼ εὑρήσεις ὑπουργεῖν ὄντας ἡμᾶς οὐ κακούς.
Τρυγαῖος Ἄγε δή, σὺ ταχέως ὕπεχε τὴν φιάλην, ὅπως
ἔργῳ ʼφιαλοῦμεν εὐξάμενοι τοῖσιν θεοῖς.
Ἑρμῆς Σπονδὴ σπονδή·
εὐφημεῖτε εὐφημεῖτε.
Σπένδοντες εὐχόμεσθα τὴν νῦν ἡμέραν
Ἕλλησιν ἄρξαι πᾶσι πολλῶν κἀγαθῶν,
χὤστις προθύμως ξυλλάβοι τῶν σχοινίων,
τοῦτον τὸν ἄνδρα μὴ λαβεῖν ποτʼ ἀσπίδα.
Τρυγαῖος Μὰ Δίʼ, ἀλλʼ ἐν εἰρήνῃ διαγαγεῖν τὸν βίον,
ἔχονθʼ ἑταίραν καὶ σκαλεύοντʼ ἄνθρακας.
Ἑρμῆς Ὅστις δὲ πόλεμον μᾶλλον εἶναι βούλεται,
μηδέποτε παύσασθʼ αὐτόν, ὦ Διόνυσʼ ἄναξ, —
Τρυγαῖος ἐκ τῶν γʼ ὀλεκράνων ἀκίδας ἐξαιρούμενον.
Ἑρμῆς Κεἴ τις ἐπιθυμῶν ταξιαρχεῖν σοὶ φθονεῖ
εἰς φῶς ἀνελθεῖν, ὦ πότνιʼ, ἐν ταῖσιν μάχαις—
Τρυγαῖος πάσχοι γε τοιαῦθʼ οἷάπερ Κλεώνυμος.
Ἑρμῆς Κεἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων,
ἵνʼ ἐμπολᾷ βέλτιον, ἐπιθυμεῖ μαχῶν, —
Τρυγαῖος ληφθείς γʼ ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας.
Ἑρμῆς Κεἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβοι
ἢ δοῦλος αὐτομολεῖν παρεσκευασμένος, —
Τρυγαῖος ἐπὶ τοῦ τροχοῦ γʼ ἕλκοιτο μαστιγούμενος.
Ἑρμῆς Ἡμῖν δʼ ἀγαθὰ γένοιτʼ. Ἰὴ παιών, ἰή.
Τρυγαῖος Ἄφελε τὸ παίειν, ἀλλʼ ἰὴ μόνον λέγε.
Ἑρμῆς Ἰὴ ἰὴ τοίνυν, ἰὴ μόνον λέγω.
Τρυγαῖος Ἑρμῇ, Χάρισιν, Ὥραισιν, Ἀφροδίτῃ, Πόθῳ.
Ἑρμῆς Ἄρει δὲ μή. Τρυγαῖος Μή. Ἑρμῆς Μηδʼ Ἐνυαλίῳ γε. Τρυγαῖος Μή.
Ἑρμῆς Ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖσιν κάλῳς.
Χορός Ὢ εἶα
Ἑρμῆς Εἶα μάλα.
Χορός Ὢ εἶα.
Ἑρμῆς Εἶα ἔτι μάλα.
Χορός Ὢ εἶα, ὢ εἶα.
Τρυγαῖος Ἀλλʼ οὐχ ἕλκουσʼ ἅνδρες ὁμοίως.
Οὐ ξυλλήψεσθʼ; Οἷʼ ὀγκύλλεσθʼ·
οἰμώξεσθʼ, οἱ Βοιωτοί.
Ἑρμῆς Εἶά νυν.
Τρυγαῖος Εἶα ὤ.
Χορός Ἀλλʼ ἄγετε ξυνανέλκετε καὶ σφώ.
Τρυγαῖος Οὔκουν ἕλκω κἀξαρτῶμαι
κἀπεμπίπτω καὶ σπουδάζω;
Χορός Πῶς οὖν οὐ χωρεῖ τοὔργον;
Τρυγαῖος Ὦ Λάμαχʼ, ἀδικεῖς ἐμποδὼν καθήμενος.
Οὐδὲν δεόμεθʼ, ὦνθρωπε, τῆς σῆς μορμόνος.
Οὐδʼ οἵδε γʼ εἷλκον οὐδὲν Ἁργεῖοι πάλαι
ἀλλʼ ἢ κατεγέλων τῶν ταλαιπωρουμένων,
καὶ ταῦτα διχόθεν μισθοφοροῦντες ἄλφιτα.
Ἑρμῆς Ἀλλʼ οἱ Λάκωνες, ὦγάθʼ, ἕλκουσʼ ἀνδρικῶς.
Τρυγαῖος Ἆρʼ οἶσθʼ ὅσοι γʼ αὐτῶν ἔχονται τοῦ ξύλου,
μόνοι προθυμοῦντʼ· ἀλλʼ ὁ χαλκεὺς οὐκ ἐᾷ.
Ἑρμῆς Οὐδʼ οἱ Μεγαρῆς δρῶσʼ οὐδέν· ἕλκουσιν δʼ ὅμως
γλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια—
Τρυγαῖος ὑπὸ τοῦ γε λιμοῦ νὴ Δίʼ ἐξολωλότες.
Ἑρμῆς Οὐδὲν ποιοῦμεν, ὦνδρες. Ἀλλʼ ὁμοθυμαδὸν
ἅπασιν ἡμῖν αὖθις ἀντιληπτέον.
Χορός Ὢ εἶα.
Ἑρμῆς Εἶα μάλα.
Χορός Ὢ εἶα.
Ἑρμῆς Εἶα, νὴ Δία.
Χορός Μικρόν γε κινοῦμεν.
Τρυγαῖος Οὔκουν δεινὸν κἄτοπον, ἡμῶν
τοὺς μὲν τείνειν, τοὺς δʼ ἀντισπᾶν;
Πληγὰς λήψεσθʼ, Ἁργεῖοι.
Ἑρμῆς Εἶά νυν.
Τρυγαῖος Εἶα ὤ.
Χορός Ὡς κακόνοι τινές εἰσιν ἐν ἡμῖν.
Τρυγαῖος Ὑμεῖς μὲν γοῦν οἱ κιττῶντες
τῆς εἰρήνης σπᾶτʼ ἀνδρείως.
Χορός Ἀλλʼ εἴσʼ οἳ κωλύουσιν.
Ἑρμῆς Ἄνδρες Μεγαρῆς, οὐκ ἐς κόρακας ἐρρήσετε;
Μισεῖ γὰρ ὑμᾶς ἡ θεὸς μεμνημένη·
πρῶτοι γὰρ αὐτὴν τοῖς σκορόδοις ἠλείψατε.
Καὶ τοῖς Ἀθηναίοισι παύσασθαι λέγω
ἐντεῦθεν ἐχομένοις ὅθεν νῦν ἕλκετε·
οὐδὲν γὰρ ἄλλο δρᾶτε πλὴν δικάζετε.
Ἀλλʼ εἴπερ ἐπιθυμεῖτε τήνδʼ ἐξελκύσαι,
πρὸς τὴν θάλατταν ὀλίγον ὑποχωρήσατε.
Χορός Ἄγʼ, ὦνδρες, αὐτοὶ δὴ μόνοι λαβώμεθʼ οἱ γεωργοί.
Ἑρμῆς Χωρεῖ γέ τοι τὸ πρᾶγμα πολλῷ μᾶλλον, ὦνδρες, ὑμῖν.
Χορός Χωρεῖν τὸ πρᾶγμά φησιν· ἀλλὰ πᾶς ἀνὴρ προθυμοῦ.
Τρυγαῖος Οἵ τοι γεωργοὶ τοὔργον ἐξέλκουσι, κἄλλος οὐδείς.
Χορός Ἄγε νυν, ἄγε πᾶς.
Ἑρμῆς Καὶ μὴν ὁμοῦ ʼστιν ἤδη.
Χορός Μή νυν ἀνῶμεν, ἀλλʼ ἐπεν-
τείνωμεν ἀνδρικώτερον.
Ἑρμῆς Ἤδη ʼστὶ τοῦτʼ ἐκεῖνο.
Χορός Ὢ εἶά νυν, ὢ εἶα πᾶς.
Ὢ εἶα εἶα εἶά νυν.
Ὢ εἶα εἶα εἶα πᾶς.
Τρυγαῖος Ὦ πότνια βοτρυόδωρε, τί προσείπω σʼ ἔπος;
Πόθεν ἂν λάβοιμι ῥῆμα μυριάμφορον
ὅτῳ προσείπω σʼ; Οὐ γὰρ εἶχον οἴκοθεν.
Ὦ χαῖρʼ, Ὀπώρα, καὶ σὺ δʼ, ὦ Θεωρία·
οἷον δʼ ἔχεις τὸ πρόσωπον, ὦ Θεωρία·
οἷον δὲ πνεῖς, ὡς ἡδὺ κατὰ τῆς καρδίας,
γλυκύτατον, ὥσπερ ἀστρατείας καὶ μύρου.
Ἑρμῆς Μῶν οὖν ὅμοιον καὶ γυλιοῦ στρατιωτικοῦ;
Τρυγαῖος Ἀπέπτυσʼ ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος.
Τοῦ μὲν γὰρ ὄζει κρομμυοξυρεγμίας,
ταύτης δʼ ὀπώρας, ὑποδοχῆς, Διονυσίων,
αὐλῶν, τραγῳδῶν, Σοφοκλέους μελῶν, κιχλῶν,
ἐπυλλίων Εὐριπίδου— Ἑρμῆς Κλαύσἄρα σὺ
ταύτης καταψευδόμενος· οὐ γὰρ ἥδεται
αὕτη ποητῇ ῥηματίων δικανικῶν.
Τρυγαῖος κιττοῦ, τρυγοίπου, προβατίων βληχωμένων,
κόλπου γυναικῶν διατρεχουσῶν εἰς ἀγρόν,
δούλης μεθυούσης, ἀνατετραμμένου χοῶς,
ἄλλων τε πολλῶν κἀγαθῶν. Ἑρμῆς Ἴθι νυν, ἄθρει
οἷον πρὸς ἀλλήλας λαλοῦσιν αἱ πόλεις
διαλλαγεῖσαι καὶ γελῶσιν ἄσμεναι—
Τρυγαῖος καὶ ταῦτα δαιμονίως ὑπωπιασμέναι
ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι.
Ἑρμῆς Καὶ τῶνδε τοίνυν τῶν θεωμένων σκόπει
τὰ πρόσωφʼ, ἵνα γνῷς τὰς τέχνας. Τρυγαῖος Αἰβοῖ τάλας.
Ἑρμῆς Ἐκεινονὶ γοῦν τὸν λοφοποιὸν οὐχ ὁρᾷς
τίλλονθʼ ἑαυτόν; Τρυγαῖος Ὁ δέ γε τὰς σμινύας ποιῶν
κατέπαρδεν ἄρτι τοῦ ξιφουργοῦ ʼκεινουί.
Ἑρμῆς Ὁ δὲ δρεπανουργὸς οὐχ ὁρᾷς ὡς ἥδεται;
Τρυγαῖος Καὶ τὸν δορυξὸν οἷον ἐσκιμάλισεν.
Ἑρμῆς Ἴθι νυν, ἄνειπε τοὺς γεωργοὺς ἀπιέναι.
Τρυγαῖος Ἀκούετε λεῴ· τοὺς γεωργοὺς ἀπιέναι
τὰ γεωργικὰ σκεύη λαβόντας εἰς ἀγρὸν
ὡς τάχιστʼ ἄνευ δορατίου καὶ ξίφους κἀκοντίου·
ὡς ἅπαντʼ ἤδη ʼστὶ μεστὰ τἀνθάδʼ εἰρήνης σαπρᾶς.
Ἀλλὰ πᾶς χώρει πρὸς ἔργον εἰς ἀγρὸν παιωνίσας.
Χορός Ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα,
ἄσμενός σʼ ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους,
τάς τε συκᾶς ἃς ἐγὼ ʼφύτευον ὢν νεώτερος
ἀσπάσασθαι θυμὸς ἡμῖν ἐστι πολλοστῷ χρόνῳ.
Τρυγαῖος Νῦν μὲν οὖν, ὦνδρες, προσευξώμεσθα πρῶτον τῇ θεῷ,
ἥπερ ἡμῶν τοὺς λόφους ἀφεῖλε καὶ τὰς Γοργόνας·
εἶθʼ ὅπως λιταργιοῦμεν οἴκαδʼ εἰς τὰ χωρία,
ἐμπολήσαντές τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.
Ἑρμῆς Ὦ Πόσειδον, ὡς καλὸν τὸ στῖφος αὐτῶν φαίνεται
καὶ πυκνὸν καὶ γοργὸν ὥσπερ μᾶζα καὶ πανδαισία.
Τρυγαῖος Νὴ Δίʼ, ἡ γὰρ σφῦρα λαμπρὸν ἦν ἄρʼ ἐξωπλισμένη,
αἵ τε θρίνακες διαστίλβουσι πρὸς τὸν ἥλιον.
Ἦ καλῶς αὐτῶν ἀπαλλάξειεν ἂν μετόρχιον.
Ὥστʼ ἔγωγʼ ἤδη ʼπιθυμῶ καὐτὸς ἐλθεῖν εἰς ἀγρὸν
καὶ τριαινοῦν τῇ δικέλλῃ διὰ χρόνου τὸ γῄδιον.
Ἀλλʼ ἀναμνησθέντες, ὦνδρες,
τῆς διαίτης τῆς παλαιᾶς,
ἣν παρεῖχʼ αὕτη ποθʼ ἡμῖν,
τῶν τε παλασίων ἐκείνων
τῶν τε σύκων, τῶν τε μύρτων,
τῆς τρυγός τε τῆς γλυκείας
τῆς ἰωνιᾶς τε τῆς πρὸς
τῷ φρέατι, τῶν τʼ ἐλαῶν,
ὧν ποθοῦμεν,
ἀντὶ τούτων τήνδε νυνὶ
τὴν θεὸν προσείπατε.
Χορός Χαῖρε, χαῖρʼ, ὡς ἀσμένοισιν ἦλθες, ὦ φιλτάτη·
σῷ γὰρ ἐδάμην πόθῳ,
δαιμόνια βουλόμενος
εἰς ἀγρὸν ἀνερπύσαι.
Ἦσθα γὰρ μέγιστον ἡμῖν κέρδος, ὦ ποθουμένη,
πᾶσιν ὁπόσοι γεωργι-
κὸν βίον ἐτρίβομεν· μό-
νη γὰρ ἡμᾶς ὠφέλεις.
Πολλὰ γὰρ ἐπάσχομεν
πρίν ποτʼ ἐπὶ σοῦ γλυκέα
κἀδάπανα καὶ φίλα.
Τοῖς ἀγροίκοισιν γὰρ ἦσθα χῖδρα καὶ σωτηρία.
Ὥστε σὲ τά τʼ ἀμπέλια
καὶ τὰ νέα συκίδια
τἄλλα θʼ ὁπόσʼ ἐστὶ φυτὰ
προσγελάσεται λαβόντʼ ἄσμενα.
Ἀλλὰ ποῦ ποτʼ ἦν ἀφʼ ἡμῶν τὸν πολὺν τοῦτον χρόνον
ἥδε, τοῦθʼ ἡμᾶς δίδαξον, ὦ θεῶν εὐνούστατε.
Ἑρμῆς Ὦ σοφώτατοι γεωργοί, τἀμὰ δὴ ξυνίετε
ῥήματʼ, εἰ βούλεσθʼ ἀκοῦσαι τήνδʼ ὅπως ἀπώλετο.
Πρῶτα μέν γʼ ἄτης ὑπῆρξε Φειδίας πράξας κακῶς.
εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχοι τῆς τύχης,
τὰς φύσεις ὑμῶν δεδοικὼς καὶ τὸν αὐτοδὰξ τρόπον,
πρὶν παθεῖν τι δεινὸν αὐτός, ἐξέφλεξε τὴν πόλιν
ᾗ ʼμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος
ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ
πάντας Ἕλληνας δακρῦσαι, τούς τʼ ἐκεῖ τούς τʼ ἐνθάδε.
Ὡς δʼ ἅπαξ τὸ πρῶτον ἄκουσʼ ἐψόφησεν ἄμπελος
καὶ πίθος πληγεὶς ὑπʼ ὀργῆς ἀντελάκτισεν πίθῳ,
οὐκέτʼ ἦν οὐδεὶς ὁ παύσων, ἥδε δʼ ἠφανίζετο.
Τρυγαῖος Ταῦτα τοίνυν μὰ τὸν Ἀπόλλω ʼγὼ ʼπεπύσμην οὐδενός,
οὐδʼ ὅπως αὐτῇ προσήκοι Φειδίας ἠκηκόη.
Χορός Οὐδʼ ἔγωγε, πλήν γε νυνί. Ταῦτʼ ἄρʼ εὐπρόσωπος ἦν,
οὖσα συγγενὴς ἐκείνου. Πολλά γʼ ἡμᾶς λανθάνει.
Ἑρμῆς Κᾆτʼ ἐπειδὴ ʼγνωσαν ὑμᾶς αἱ πόλεις ὧν ἤρχετε
ἠγριωμένους ἐπʼ ἀλλήλοισι καὶ σεσηρότας,
πάντʼ ἐμηχανῶντʼ ἐφʼ ὑμῖν τοὺς φόρους φοβούμεναι,
κἀνέπειθον τῶν Λακώνων τοὺς μεγίστους χρήμασιν.
Οἱ δʼ ἅτʼ ὄντες αἰσχροκερδεῖς καὶ διειρωνόξενοι
τήνδʼ ἀπορρίψαντες αἰσχρῶς τὸν Πόλεμον ἀνήρπασαν·
κᾆτα τἀκείνων γε κέρδη τοῖς γεωργοῖς ἦν κακά·
αἱ γὰρ ἐνθένδʼ αὖ τριήρεις ἀντιτιμωρούμεναι
οὐδὲν αἰτίων ἂν ἀνδρῶν τὰς κράδας κατήσθιον.
Τρυγαῖος Ἐν δίκῃ μὲν οὖν, ἐπεί τοι τὴν κορώνεών γέ μου
ἐξέκοψαν, ἣν ἐγὼ ʼφύτευσα κἀξεθρεψάμην.
Χορός Νὴ Δίʼ, ὦ μέλʼ, ἐν δίκῃ γε δῆτʼ, ἐπεὶ κἀμοῦ λίθον
ἐμβαλόντες ἑξμέδιμνον κυψέλην ἀπώλεσαν.
Ἑρμῆς Κἀνθάδʼ ὡς ἐκ τῶν ἀγρῶν ξυνῆλθεν οὑργάτης λεώς,
τὸν τρόπον πωλούμενος τὸν αὐτὸν οὐκ ἐμάνθανεν,
ἀλλʼ ἅτʼ ὢν ἄνευ γιγάρτων καὶ φιλῶν τὰς ἰσχάδας
ἔβλεπεν πρὸς τοὺς λέγοντας· οἱ δὲ γιγνώσκοντες εὖ
τοὺς πένητας ἀσθενοῦντας κἀποροῦντας ἀλφίτων,
τήνδε μὲν δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασιν,
πολλάκις φανεῖσαν αὐτὴν τῆσδε τῆς χώρας πόθῳ,
τῶν δὲ συμμάχων ἔσειον τοὺς παχεῖς καὶ πλουσίους,
αἰτίαν ἂν προστιθέντες, ὡς φρονοῖ τὰ Βρασίδου.
Εἶτʼ ἂν ὑμεῖς τοῦτον ὥσπερ κυνίδιʼ ἐσπαράττετε·
ἡ πόλις γὰρ ὠχριῶσα κἀν φόβῳ καθημένη,
ἅττα διαβάλοι τις αὐτῇ, ταῦτʼ ἂν ἥδιστʼ ἤσθιεν.
Οἱ δὲ τὰς πληγὰς ὁρῶντες ἃς ἐτύπτονθʼ, οἱ ξένοι,
χρυσίῳ τῶν ταῦτα ποιούντων ἐβύνουν τὸ στόμα,
ὥστʼ ἐκείνους μὲν ποῆσαι πλουσίους, ἡ δʼ Ἑλλὰς αὖ
ἐξερημωθεῖσʼ ἂν ὑμᾶς ἔλαθε. Ταῦτα δʼ ἦν ὁ δρῶν
βυρσοπώλης. Τρυγαῖος Παῦε παῦʼ, ὦ δέσποθʼ Ἑρμῆ, μὴ λέγε,
ἀλλʼ ἔα τὸν ἄνδρʼ ἐκεῖνον οὗπέρ ἐστʼ εἶναι κάτω·
οὐ γὰρ ἡμέτερος ἔτʼ ἔστʼ ἐκεῖνος ἁνήρ, ἀλλὰ σός.
Ἅττʼ ἂν οὖν λέγῃς ἐκεῖνον,
κεἰ πανοῦργος ἦν, ὅτʼ ἔζη,
καὶ λάλος καὶ συκοφάντης
καὶ κύκηθρον καὶ τάρακτρον,
ταῦθʼ ἁπαξάπαντα νυνὶ
τοὺς σεαυτοῦ λοιδορεῖς.
Ἀλλʼ ὅ τι σιωπᾷς, ὦ πότνια, κάτειπέ μοι.
Ἑρμῆς Ἀλλʼ οὐκ ἂν εἴποι πρός γε τοὺς θεωμένους·
ὀργὴν γὰρ αὐτοῖς ὧν ἔπαθε πολλὴν ἔχει.
Τρυγαῖος Ἡ δʼ ἀλλὰ πρὸς σὲ μικρὸν εἰπάτω μόνον.
Ἑρμῆς Εἴφʼ ὅ τι νοεῖς αὐτοῖσι πρὸς ἔμʼ, ὦ φιλτάτη.
Ἴθʼ ὦ γυναικῶν μισοπορπακιστάτη.
Εἶἑν· ἀκούω. Ταῦτʼ ἐπικαλεῖς; Μανθάνω.
Ἀκούσαθʼ, ὑμεῖς, ὧν ἕνεκα μομφὴν ἔχει.
Ἐλθοῦσά φησιν αὐτομάτη μετὰ τἀν Πύλῳ
σπονδῶν φέρουσα τῇ πόλει κίστην πλέαν
ἀποχειροτονηθῆναι τρὶς ἐν τἠκκλησίᾳ.
Τρυγαῖος Ἡμάρτομεν ταῦτʼ· ἀλλὰ συγγνώμην ἔχε·
ὁ νοῦς γὰρ ἡμῶν ἦν τότʼ ἐν τοῖς σκύτεσιν.
Ἑρμῆς Ἴθι νυν, ἄκουσον οἷον ἄρτι μʼ ἤρετο·
ὅστις κακόνους αὐτῇ μάλιστʼ ἦν ἐνθάδε,
χὤστις φίλος κἄσπευδεν εἶναι μὴ μάχας.
Τρυγαῖος Εὐνούστατος μὲν ἦν μακρῷ Κλεώνυμος.
Ἑρμῆς Ποῖός τις οὖν εἶναι δοκεῖ τὰ πολεμικὰ
ὁ Κλεώνυμος; Τρυγαῖος Ψυχήν γʼ ἄριστος, πλήν γʼ ὅτι
οὐκ ἦν ἄρʼ οὗπέρ φησιν εἶναι τοῦ πατρός.
Εἰ γάρ ποτʼ ἐξέλθοι στρατιώτης, εὐθέως
ἀποβολιμαῖος τῶν ὅπλων ἐγίγνετο.
Ἑρμῆς Ἔτι νυν ἄκουσον οἷον ἄρτι μʼ ἤρετο·
ὅστις κρατεῖ νῦν τοῦ λίθου τοῦ ʼν τῇ πυκνί.
Τρυγαῖος Ὑπέρβολος νῦν τοῦτʼ ἔχει τὸ χωρίον.
Αὕτη, τί ποιεῖς; Τὴν κεφαλὴν ποῖ περιάγεις;
Ἑρμῆς Ἀποστρέφεται τὸν δῆμον ἀχθεσθεῖσʼ ὅτι
οὕτω πονηρὸν προστάτην ἐπεγράψατο.
Τρυγαῖος Ἀλλʼ οὐκέτʼ αὐτῷ χρησόμεθʼ οὐδέν, ἀλλὰ νῦν
ἀπορῶν ὁ δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢν
τοῦτον τέως τὸν ἄνδρα περιεζώσατο.
Ἑρμῆς Πῶς οὖν ξυνοίσει ταῦτʼ ἐρωτᾷ τῇ πόλει.
Τρυγαῖος Εὐβουλότεροι γενησόμεθα. Ἑρμῆς Τρόπῳ τίνι;
Τρυγαῖος Ὅτι τυγχάνει λυχνοποιὸς ὤν. Πρὸ τοῦ μὲν οὖν
ἐψηλαφῶμεν ἐν σκότῳ τὰ πράγματα,
νυνὶ δʼ ἅπαντα πρὸς λύχνον βουλεύσομεν.
Ἑρμῆς Ὢ ὤ, οἷά μʼ ἐκέλευσεν ἀναπυθέσθαι σου. Τρυγαῖος Τὸ τί;
Ἑρμῆς Πάμπολλα, καὶ τἀρχαῖʼ ἃ κατέλιπεν τότε·
Πρῶτον δʼ ὅ τι πράττει Σοφοκλέης ἀνήρετο.
Τρυγαῖος Εὐδαιμονεῖ· πάσχει δὲ θαυμαστόν. Ἑρμῆς Τὸ τί;
Τρυγαῖος Ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης.
Ἑρμῆς Σιμωνίδης; πῶς; Τρυγαῖος Ὅτι γέρων ὢν καὶ σαπρὸς
κέρδους ἕκατι κἂν ἐπὶ ῥιπὸς πλέοι.
Ἑρμῆς Τί δαὶ Κρατῖνος ὁ σοφός; Ἔστιν; Τρυγαῖος Ἀπέθανεν,
ὅθʼ οἱ Λάκωνες ἐνέβαλον. Ἑρμῆς Τί παθών; Τρυγαῖος Ὅ τι;
ὡρακιάσας· οὐ γὰρ ἐξηνέσχετο
ἰδὼν πίθον καταγνύμενον οἴνου πλέων.
Χἄτερα πόσʼ ἄττʼ οἴει γεγενῆσθʼ ἐν τῇ πόλει;
Ὥστʼ οὐδέποτ, ὦ δέσποινʼ, ἀφησόμεσθά σου.
Ἑρμῆς Ἴθι νυν, ἐπὶ τούτοις τὴν Ὀπώραν λάμβανε
γυναῖκα σαυτῷ τήνδε· κᾆτʼ ἐν τοῖς ἀγροῖς
ταύτῃ ξυνοικῶν ἐκποιοῦ σαυτῷ βότρυς.
Τρυγαῖος Ὦ φιλτάτη, δεῦρʼ ἐλθὲ καὶ δός μοι κύσαι.
Ἆρʼ ἂν βλαβῆναι διὰ χρόνου τί σοι δοκῶ,
ὦ δέσποθʼ Ἑρμῆ, τῆς Ὀπώρας κατελάσας;
Ἑρμῆς Οὔκ, εἴ γε κυκεῶνʼ ἐπιπίοις βληχωνίαν.
Ἀλλʼ ὡς τάχιστα τήνδε τὴν Θεωρίαν
ἀπάγαγε τῇ βουλῇ λαβών, ἧσπέρ ποτʼ ἦν.
Τρυγαῖος Ὦ μακαρία βουλὴ σὺ τῆς Θεωρίας,
ὅσον ῥοφήσεις ζωμὸν ἡμερῶν τριῶν,
ὅσας δὲ κατέδει χόλικας ἑφθὰς καὶ κρέα.
Ἀλλʼ, ὦ φίλʼ Ἑρμῆ, χαῖρε πολλά. Ἑρμῆς Καὶ σύ γε,
ὦνθρωπε, χαίρων ἄπιθι καὶ μέμνησό μου.
Τρυγαῖος Ὦ κάνθαρʼ, οἴκαδʼ οἴκαδʼ ἀποπετώμεθα.
Ἑρμῆς Οὐκ ἐνθάδʼ, ὦ τᾶν, ἐστι. Τρυγαῖος Ποῖ γὰρ οἴχεται;
Ἑρμῆς Ὑφʼ ἅρματʼ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.
Τρυγαῖος Πόθεν οὖν ὁ τλήμων ἐνθάδʼ ἕξει σιτία;
Ἑρμῆς Τὴν τοῦ Γανυμήδους ἀμβροσίαν σιτήσεται.
Τρυγαῖος Πῶς δῆτʼ ἐγὼ καταβήσομαι; Ἑρμῆς Θάρρει, καλῶς·
τῃδὶ παρʼ αὐτὴν τὴν θεόν. Τρυγαῖος Δεῦρʼ, ὦ κόρα,
ἕπεσθον ἅμʼ ἐμοὶ θᾶττον, ὡς πολλοὶ πάνυ
ποθοῦντες ὑμᾶς ἀναμένουσʼ ἐστυκότες.
Χορός Ἀλλʼ ἴθι χαίρων· ἡμεῖς δὲ τέως τάδε τὰ σκεύη παραδόντες
τοῖς ἀκολούθοις δῶμεν σῴζειν, ὡς εἰώθασι μάλιστα
περὶ τὰς σκηνὰς πλεῖστοι κλέπται κυπτάζειν καὶ κακοποιεῖν.
Ἀλλὰ φυλάττετε ταῦτʼ ἀνδρείως· ἡμεῖς δʼ αὖ τοῖσι θεαταῖς
ἣν ἔχομεν ὁδὸν λόγων εἴπωμεν ὅσα τε νοῦς ἔχει.
Χρῆν μὲν τύπτειν τοὺς ῥαβδούχους, εἴ τις κωμῳδοποητὴς
αὑτὸν ἐπῄνει πρὸς τὸ θέατρον παραβὰς ἐν τοῖς ἀναπαίστοις.
Εἰ δʼ οὖν εἰκός τινα τιμῆσαι, θύγατερ Διός, ὅστις ἄριστος
κωμῳδοδιδάσκαλος ἀνθρώπων καὶ κλεινότατος γεγένηται,
ἄξιος εἶναί φησʼ εὐλογίας μεγάλης ὁ διδάσκαλος ἡμῶν.
Πρῶτον μὲν γὰρ τοὺς ἀντιπάλους μόνος ἀνθρώπων κατέπαυσεν
εἰς τὰ ῥάκια σκώπτοντας ἀεὶ καὶ τοῖς φθειρσὶν πολεμοῦντας·
τούς θʼ Ἡρακλέας τοὺς μάττοντας καὶ τοὺς πεινῶντας ἐκείνους
ἐξήλασʼ ἀτιμώσας πρῶτος, καὶ τοὺς δούλους παρέλυσεν
οὓς ἐξῆγον κλάοντας ἀεί, καὶ τούτους οὕνεκα τουδί,
ἵνʼ ὁ σύνδουλος σκώψας αὐτοῦ τὰς πληγὰς εἶτʼ ἀνέροιτο·
«Ὦ κακόδαιμον, τί τὸ δέρμʼ ἔπαθες; Μῶν ὑστριχὶς εἰσέβαλέν σοι
εἰς τὰς πλευρὰς πολλῇ στρατιᾷ κἀδενδροτόμησε τὸ νῶτον;»
Τοιαῦτʼ ἀφελὼν κακὰ καὶ φόρτον καὶ βωμολοχεύματʼ ἀγεννῆ
ἐπόησε τέχνην μεγάλην ἡμῖν κἀπύργωσʼ οἰκοδομήσας
ἔπεσιν μεγάλοις καὶ διανοίαις καὶ σκώμμασιν οὐκ ἀγοραίοις,
οὐκ ἰδιώτας ἀνθρωπίσκους κωμῳδῶν οὐδὲ γυναῖκας,
ἀλλʼ Ἡρακλέους ὀργήν τινʼ ἔχων τοῖσι μεγίστοις ἐπεχείρει,
διαβὰς βυρσῶν ὀσμὰς δεινὰς κἀπειλὰς βορβοροθύμους.
Καὶ πρῶτον μὲν μάχομαι πάντων αὐτῷ τῷ καρχαρόδοντι,
οὗ δεινόταται μὲν ἀπʼ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον,
ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο
περὶ τὴν κεφαλήν, φωνὴν δʼ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας,
φώκης δʼ ὀσμήν, Λαμίας δʼ ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.
Τοιοῦτον ἰδὼν τέρας οὐ κατέδεισʼ, ἀλλʼ ὑπὲρ ὑμῶν πολεμίζων
ἀντεῖχον ἀεὶ καὶ τῶν ἄλλων νήσων. Ὧν εἵνεκα νυνὶ
ἀποδοῦναί μοι τὴν χάριν ὑμᾶς εἰκὸς καὶ μνήμονας εἶναι.
Καὶ γὰρ πρότερον πράξας κατὰ νοῦν οὐχὶ παλαίστρας περινοστῶν
παῖδας ἐπείρων, ἀλλʼ ἀράμενος τὴν σκευὴν εὐθὺς ἐχώρουν,
παῦρʼ ἀνιάσας, πόλλʼ εὐφράνας, πάντα παρασχὼν τὰ δέοντα.
Πρὸς ταῦτα χρεὼν εἶναι μετʼ ἐμοῦ
καὶ τοὺς ἄνδρας καὶ τοὺς παῖδας·
καὶ τοῖς φαλακροῖσι παραινοῦμεν
ξυσπουδάζειν περὶ τῆς νίκης.
Πᾶς γάρ τις ἐρεῖ νικῶντος ἐμοῦ
κἀπὶ τραπέζῃ καὶ ξυμποσίοις·
«Φέρε τῷ φαλακρῷ, δὸς τῷ φαλακρῷ
τῶν τρωγαλίων, καὶ μἀφαίρει γενναιοτάτου τῶν ποιητῶν
ἀνδρὸς τὸ μέτωπον ἔχοντος».
Μοῦσα, σὺ μὲν πολέμους ἀπ- ωσαμένη μετʼ ἐμοῦ
τοῦ φίλου χόρευσον,
κλείουσα θεῶν τε γάμους
ἀνδρῶν τε δαῖτας
καὶ θαλίας μακάρων· σοὶ
γὰρ τάδʼ ἐξ ἀρχῆς μέλει.
Ἢν δέ σε Καρκίνος ἐλθὼν
ἀντιβολῇ μετὰ τῶν παίδων χορεῦσαι,
μήθʼ ὑπάκουε μήτʼ ἔλ-
θῃς συνέριθος αὐτοῖς,
ἀλλὰ νόμιζε πάντας
ὄρτυγας οἰκογενεῖς, γυλιαύχενας ὀρχηστὰς
νανοφυεῖς, σφυράδων ἀποκνήσματα, μηχανοδίφας.
Καὶ γὰρ ἔφασχʼ ὁ πατὴρ ὃ παρʼ ἐλπίδας
εἶχε τὸ δρᾶμα γαλῆν τῆς
ἑσπέρας ἀπάγξαι.
Τοιάδε χρὴ Χαρίτων δα-
μώματα καλλικόμων
τὸν σοφὸν ποητὴν
ὑμνεῖν, ὅταν ἠρινὰ μὲν
φωνῇ χελιδὼν
ἑζομένη κελαδῇ, χο-
ρὸν δὲ μὴ ʼχῃ Μόρσιμος
μηδὲ Μελάνθιος, οὗ δὴ
πικροτάτην ὄπα γηρύσαντος ἤκουσʼ,
ἡνίκα τῶν τραγῳδῶν
τὸν χορὸν εἶχον ἁδελ-
φός τε καὶ αὐτός, ἄμφω
Γοργόνες ὀψοφάγοι, βατιδοσκόποι Ἅρπυιαι,
γραοσόβαι μιαροί, τραγομάσχαλοι ἰχθυολῦμαι·
ὧν καταχρεμψαμένη μέγα καὶ πλατὺ
Μοῦσα θεὰ μετʼ ἐμοῦ ξύμ-
παιζε τὴν ἑορτήν.
Τρυγαῖος Ὡς χαλεπὸν ἐλθεῖν ἦν ἄρʼ εὐθὺ τῶν θεῶν.
Ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλει.
Μικροὶ δʼ ὁρᾶν ἄνωθεν ἦστʼ. Ἔμοιγέ τοι
ἀπὸ τοὐρανοῦ ʼφαίνεσθε κακοήθεις πάνυ,
ἐντευθενὶ δὲ πολύ τι κακοηθέστεροι.
Οἰκέτης Βʹ Ὦ δέσποθʼ, ἥκεις; Τρυγαῖος Ὡς ἐγὼ ʼπυθόμην τινός.
Οἰκέτης Βʹ Τί δʼ ἔπαθες; Τρυγαῖος Ἤλγουν τὼ σκέλει μακρὰν ὁδὸν
διεληλυθώς. Οἰκέτης Βʹ Ἴθι νυν, κάτειπέ μοι— Τρυγαῖος Τὸ τί;
Οἰκέτης Βʹ Ἄλλον τινʼ εἶδες ἄνδρα κατὰ τὸν ἀέρα
πλανώμενον πλὴν σαυτόν; Τρυγαῖος Οὔκ, εἰ μή γέ που
ψυχὰς δύʼ ἢ τρεῖς διθυραμβοδιδασκάλων.
Οἰκέτης Βʹ Τί δʼ ἔδρων; Τρυγαῖος Ξυνελέγοντʼ ἀναβολὰς ποτώμεναι
τὰς ἐνδιαεριαυρονηχέτους τινάς.
Οἰκέτης Βʹ Οὐκ ἦν ἄρʼ οὐδʼ ἃ λέγουσι, κατὰ τὸν ἀέρα
ὡς ἀστέρες γιγνόμεθʼ, ὅταν τις ἀποθάνῃ;
Τρυγαῖος Μάλιστα. Οἰκέτης Βʹ Καὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ
Ἴων ὁ Χῖος; Τρυγαῖος Ὅνπερ ἐπόησεν πάλαι
ἐνθάδε τὸν Ἀοῖόν ποθʼ· ὡς δʼ ἦλθʼ, εὐθέως
Ἀοῖον αὐτὸν πάντες ἐκάλουν ἀστέρα.
Οἰκέτης Βʹ Τίνες γάρ εἰσʼ οἱ διατρέχοντες ἀστέρες,
οἳ καόμενοι θέουσιν; Τρυγαῖος Ἀπὸ δείπνου τινὲς
τῶν πλουσίων οὗτοι βαδίζουσʼ ἀστέρων
ἰπνοὺς ἔχοντες, ἐν δὲ τοῖς ἰπνοῖσι πῦρ.
Ἀλλʼ εἴσαγʼ ὡς τάχιστα ταυτηνὶ λαβών,
καὶ τὴν πύελον κατάκλυζε καὶ θέρμαινʼ ὕδωρ,
στόρνυ τʼ ἐμοὶ καὶ τῇδε κουρίδιον λέχος.
Καὶ ταῦτα δράσας ἧκε δεῦρʼ αὖθις πάλιν·
ἐγὼ δʼ ἀποδώσω τήνδε τῇ βουλῇ τέως.
Οἰκέτης Βʹ Πόθεν δʼ ἔλαβες ταύτας σύ; Τρυγαῖος Πόθεν; ἐκ τοὐρανοῦ.
Οἰκέτης Βʹ Οὐκ ἂν ἔτι δοίην τῶν θεῶν τριώβολον,
εἰ πορνοβοσκοῦσʼ ὥσπερ ἡμεῖς οἱ βροτοί.
Τρυγαῖος Οὔκ, ἀλλὰ κἀκεῖ ζῶσιν ἀπὸ τούτων τινές.
Ἄγε νυν ἴωμεν. Οἰκέτης Βʹ Εἰπέ μοι, δῶ καταφαγεῖν
ταύτῃ τι; Τρυγαῖος Μηδέν· οὐ γὰρ ἐθελήσει φαγεῖν
οὔτʼ ἄρτον οὔτε μᾶζαν, εἰωθυῖʼ ἀεὶ
παρὰ τοῖς θεοῖσιν ἀμβροσίαν λείχειν ἄνω.
Οἰκέτης Βʹ Λείχειν ἄρʼ αὐτῇ κἀνθάδε σκευαστέον.
Χορός Εὐδαιμονικῶς γʼ ὁ πρε-
σβύτης, ὅσα γʼ ὧδʼ ἰδεῖν,
τὰ νῦν τάδε πράττει.
Τρυγαῖος Τί δῆτʼ, ἐπειδὰν νυμφίον μʼ ὁρᾶτε λαμπρὸν ὄντα;
Χορός Ζηλωτὸς ἔσει, γέρον,
αὖθις νέος ὢν πάλιν,
μύρῳ κατάλειπτος.
Τρυγαῖος Οἶμαι. Τί δῆθʼ, ὅταν ξυνὼν τῶν τιτθίων ἔχωμαι;
Χορός Εὐδαιμονέστερος φανεῖ τῶν Καρκίνου στροβίλων.
Τρυγαῖος Οὔκουν δικαίως; ὅστις εἰς ὄχημα κανθάρου ʼπιβὰς
ἔσωσα τοὺς Ἕλληνας, ὥστʼ ἐν τοῖς ἀγροῖς
ἅπαντας ὄντας ἀσφαλῶς κινεῖν τε καὶ καθεύδειν.
Οἰκέτης Βʹ Ἡ παῖς λέλουται καὶ τὰ τῆς πυγῆς καλά·
ὁ πλακοῦς πέπεπται, σησαμῆ ξυμπλάττεται,
καὶ τἄλλʼ ἁπαξάπαντα· τοῦ πέους δὲ δεῖ.
Τρυγαῖος Ἴθι νυν ἀποδῶμεν τήνδε τὴν Θεωρίαν
ἁνύσαντε τῇ βουλῇ. Οἰκέτης Βʹ Τίς αὑτηί; Τί φῄς;
Τρυγαῖος Αὑτὴ Θεωρία ʼστίν, ἣν ἡμεῖς ποτε
ἐπαίομεν Βραυρωνάδʼ ὑποπεπωκότες,
σάφʼ ἴσθι, κἀλήφθη γε μόλις. Οἰκέτης Βʹ Ὦ δέσποτα,
ὅσην ἔχει τὴν πρωκτοπεντετηρίδα.
Τρυγαῖος Εἶἑν· τίς ἐσθʼ ὑμῶν δίκαιος, τίς ποτε;
Τίς διαφυλάξει τήνδε τῇ βουλῇ λαβών;
Οὗτος, τί περιγράφεις; Οἰκέτης Βʹ Τὸ δεῖνʼ, εἰς Ἴσθμια
σκηνὴν ἐμαυτοῦ τῷ πέει καταλαμβάνω.
Τρυγαῖος Οὔπω λέγεθʼ ὑμεῖς τίς ὁ φυλάξων; Δεῦρο σύ·
καταθήσομαι γὰρ αὐτὸς εἰς μέσους σʼ ἄγων.
Οἰκέτης Βʹ Ἐκεινοσὶ νεύει. Τρυγαῖος Τίς; Οἰκέτης Βʹ Ὅστις; Ἀριφράδης,
ἄγειν παρʼ αὐτὸν ἀντιβολῶν. Τρυγαῖος Ἀλλʼ, ὦ μέλε,
τὸν ζωμὸν αὐτῆς προσπεσὼν ἐκλάψεται.
Ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί.
Βουλή, πρυτάνεις, ὁρᾶτε τὴν Θεωρίαν.
Σκέψασθʼ ὅσʼ ὑμῖν ἀγαθὰ παραδώσω φέρων,
ὥστʼ· εὐθέως ἄραντας ὑμᾶς τὼ σκέλει
ταύτης μετεώρω κᾆτʼ ἀγαγεῖν ἀνάρρυσιν.
Τουτὶ δʼ ὁρᾶτε τοὐπτάνιον. Οἰκέτης Βʹ Οἴμʼ ὡς καλόν.
Διὰ ταῦτα καὶ κεκάπνικεν ἆρʼ· ἐνταῦθα γὰρ
πρὸ τοῦ πολέμου τὰ λάσανα τῇ βουλῇ ποτʼ ἦν.
Τρυγαῖος Ἔπειτʼ ἀγῶνά γʼ εὐθὺς ἐξέσται ποεῖν
ταύτην ἔχουσιν αὔριον καλὸν πάνυ,
πλαγίαν καταβάλλειν, εἰς γόνατα κῦβδʼ ἱστάναι,
καὶ παγκράτιόν γʼ ὑπαλειψαμένοις νεανικῶς
παίειν, ὀρύττειν, πὺξ ὁμοῦ καὶ τῷ πέει·
τρίτῃ δὲ μετὰ ταῦθʼ ἱπποδρομίαν ἄξετε,
ἵνα δὴ κέλης κέλητα παρακελητιεῖ,
ἅρματα δʼ ἐπʼ ἀλλήλοισιν ἀνατετραμμένα
φυσῶντα καὶ πνέοντα προσκινήσεται·
ἕτεροι δὲ κείσονταί γʼ ἀπεψωλημένοι
περὶ ταῖσι καμπαῖς ἡνίοχοι πεπτωκότες.
Ἀλλʼ, ὦ πρυτάνεις, δέχεσθε τὴν Θεωρίαν.
Θέασʼ ὡς προθύμως ὁ πρύτανις παρεδέξατο.
Ἀλλʼ οὐκ ἄν, εἴ τι προῖκα προσαγαγεῖν σʼ ἔδει,
ἀλλʼ ηὗρον ἄν σʼ ὑπέχοντα τὴν ἐκεχειρίαν.
Χορός Ἦ χρηστὸς ἀνὴρ πολί-
της ἐστὶν ἅπασιν ὅσ- τις γʼ ἐστὶ τοιοῦτος.
Τρυγαῖος Ὅταν τρυγᾶτʼ, εἴσεσθε πολλῷ μᾶλλον οἷός εἰμι.
Χορός Καὶ νῦν σύ γε δῆλος εἶ·
σωτὴρ γὰρ ἅπασιν ἀν-
θρώποις γεγένησαι.
Τρυγαῖος Φήσεις γʼ, ἐπειδὰν ἐκπίῃς οἴνου νέου λεπαστήν.
Χορός Καὶ πλήν γε τῶν θεῶν ἀεί σʼ ἡγησόμεσθα πρῶτον.
Τρυγαῖος Πολλῶν γὰρ ὑμῖν ἄξιος
Τρυγαῖος Ἁθμονεὺς ἐγώ,
δεινῶν ἀπαλλάξας πόνων τὸν δημότην ὅμιλον,
καὶ τὸν γεωργικὸν λεὼν Ὑπέρβολόν τε παύσας.
Οἰκέτης Βʹ Ἄγε δή, τί νῷν ἐντευθενὶ ποητέον;
Τρυγαῖος Τί δʼ ἄλλο γʼ ἢ ταύτην χύτραις ἱδρυτέον;
Οἰκέτης Βʹ Χύτραισιν, ὥσπερ μεμφόμενον Ἑρμῄδιον;
Τρυγαῖος Τί δαὶ δοκεῖ; Βούλεσθε λαρινῷ βοΐ;
Οἰκέτης Βʹ Βοΐ; μηδαμῶς, ἵνα μὴ βοηθεῖν ποι δέῃ.
Τρυγαῖος Ἀλλʼ ὑὶ παχείᾳ καὶ μεγάλῃ; Οἰκέτης Βʹ Μὴ μή. Τρυγαῖος Τιή;
Οἰκέτης Βʹ Ἵνα μὴ γένηται Θεογένους ὑηνία.
Τρυγαῖος Τῷ δαὶ δοκεῖ σοι δῆτα τῶν λοιπῶν; Οἰκέτης Βʹ Ὀί.
Τρυγαῖος Ὀί; Οἰκέτης Βʹ Ναὶ μὰ Δίʼ. Τρυγαῖος Ἀλλὰ τοῦτό γʼ ἔστʼ Ἰωνικὸν
τὸ ῥῆμʼ. Οἰκέτης Βʹ Ἐπίτηδές γʼ, ἵνʼ ὅταν ἐν τἠκκλησίᾳ
ὡς χρὴ πολεμεῖν λέγῃ τις, οἱ καθήμενοι
ὑπὸ τοῦ δέους λέγωσʼ Ἰωνικῶς· Ὀὶ—
Τρυγαῖος Εὖ τοι λέγεις. Οἰκέτης Βʹ καὶ τἄλλα γʼ ὦσιν ἤπιοι.
Ὥστʼ ἐσόμεθʼ ἀλλήλοισιν ἀμνοὶ τοὺς τρόπους
καὶ τοῖσι συμμάχοισι πρᾳότεροι πολύ.
Τρυγαῖος Ἴθι νυν, ἄγʼ ὡς τάχιστα τὸ πρόβατον λαβών·
ἐγὼ δὲ ποριῶ βωμὸν ἐφʼ ὅτου θύσομεν.
Χορός Ὡς πάνθʼ ὅσʼ ἂν θεὸς θέλῃ χἠ τύχη, κατορθοῖ.
Χωρεῖ κατὰ νοῦν, ἕτερον δʼ ἑτέρῳ
τούτων κατὰ καιρὸν ἀπαντᾷ.
Τρυγαῖος Ὡς ταῦτα δῆλά γʼ ἔσθʼ· ὁ γὰρ βωμὸς θύρασι καὶ δή.
Χορός Ἄγʼ ἐπείγετέ νυν ἐν ὅσῳ σοβαρὰ
θεόθεν κατέχει πολέμου μετάτροπος
αὔρα· νῦν γὰρ δαίμων φανερῶς
εἰς ἀγαθὰ μεταβιβάζει.
Τρυγαῖος Τὸ κανοῦν πάρεστʼ ὀλὰς ἔχον καὶ στέμμα καὶ μάχαιραν,
καὶ πῦρ γε τουτί, κοὐδὲν ἴσχει πλὴν τὸ πρόβατον ὑμᾶς.
Χορός Οὔκουν ἁμιλλήσεσθον; ὡς
ἢν Χαῖρις ὑμᾶς ἴδῃ,
πρόσεισιν αὐλήσων ἄκλη-
τος, κᾆτα τοῦτʼ εὖ οἶδʼ ὅτι
φυσῶντι καὶ πονουμένῳ
προσδώσετε δήπου.
Τρυγαῖος Ἄγε δή, τὸ κανοῦν λαβὼν σὺ καὶ τὴν χέρνιβα
περίιθι τὸν βωμὸν ταχέως ἐπιδέξια.
Οἰκέτης Βʹ Ἰδού. Λέγοις ἂν ἄλλο· περιελήλυθα.
Τρυγαῖος Φέρε δή, τὸ δαλίον τόδʼ ἐμβάψω λαβών.
Σείου σὺ ταχέως· σὺ δὲ πρότεινε τῶν ὀλῶν,
καὐτός τε χερνίπτου παραδοὺς ταύτην ἐμοί,
καὶ τοῖς θεαταῖς ῥῖπτε τῶν κριθῶν. Οἰκέτης Βʹ Ἰδού.
Τρυγαῖος Ἔδωκας ἤδη; Οἰκέτης Βʹ Νὴ τὸν Ἑρμῆν, ὥστε γε
τούτων ὅσοιπέρ εἰσι τῶν θεωμένων
οὐκ ἔστιν οὐδεὶς ὅστις οὐ κριθὴν ἔχει.
Τρυγαῖος Οὐχ αἱ γυναῖκές γʼ ἔλαβον. Οἰκέτης Βʹ Ἀλλʼ εἰς ἑσπέραν
δώσουσιν αὐταῖς ἅνδρες. Τρυγαῖος Ἀλλʼ εὐχώμεθα.
Τίς τῇδε; Ποῦ ποτʼ εἰσὶ πολλοὶ κἀγαθοί;
Οἰκέτης Βʹ Τοισδὶ φέρε δῶ· πολλοὶ γάρ εἰσι κἀγαθοί.
Τρυγαῖος Τούτους ἀγαθοὺς ἐνόμισας; Οἰκέτης Βʹ Οὐ γάρ, οἵτινες
ἡμῶν καταχεόντων ὕδωρ τοσουτονὶ
εἰς ταὐτὸ τοῦθʼ ἑστᾶσʼ ἰόντες χωρίον;
Τρυγαῖος Ἀλλʼ ὡς τάχιστʼ εὐχώμεθʼ. Οἰκέτης Βʹ Εὐχώμεσθα δή.
Τρυγαῖος Ὦ σεμνοτάτη βασίλεια θεά,
πότνιʼ Εἰρήνη,
δέσποινα χορῶν, δέσποινα γάμων,
δέξαι θυσίαν τὴν ἡμετέραν.
Οἰκέτης Βʹ Δέξαι δῆτʼ, ὦ πολυτιμήτη,
νὴ Δία, καὶ μὴ ποίει γʼ ἅπερ αἱ
μοιχευόμεναι δρῶσι γυναῖκες.
Καὶ γὰρ ἐκεῖναι παρακλίνασαι
τῆς αὐλείας παρακύπτουσιν·
κἄν τις προσέχῃ τὸν νοῦν αὐταῖς
ἀναχωροῦσιν·
κᾆτʼ ἢν ἀπίῃ, παρακύπτουσιν.
Τούτων σὺ πόει μηδὲν ἔθʼ ἡμῖν.
Τρυγαῖος Μὰ Δίʼ, ἀλλʼ ἀπόφηνον ὅλην σαυτὴν
γενναιοπρεπῶς τοῖσιν ἐρασταῖς
ἡμῖν, οἵ σου τρυχόμεθʼ ἤδη
τρία καὶ δέκʼ ἔτη·
λῦσον δὲ μάχας καὶ κορκορυγάς,
ἵνα Λυσιμάχην σε καλῶμεν·
παῦσον δʼ ἡμῶν τὰς ὑπονοίας
τὰς περικόμψους,
αἷς στωμυλλόμεθʼ εἰς ἀλλήλους·
μεῖξον δʼ ἡμᾶς τοὺς Ἕλληνας πάλιν ἐξ ἀρχῆς
φιλίας χυλῷ καὶ συγγνώμῃ
τινὶ πρᾳοτέρᾳ κέρασον τὸν νοῦν·
καὶ τὴν ἀγορὰν ἡμῖν ἀγαθῶν
ἐμπλησθῆναι, ʼκ Μεγάρων σκορόδων,
σικύων πρῴων, μήλων, ῥοιῶν,
δούλοισι χλανισκιδίων μικρῶν·
κἀκ Βοιωτῶν γε φέροντας ἰδεῖν
χῆνας, νήττας, φάττας, τροχίλους·
καὶ Κωπᾴδων ἐλθεῖν σπυρίδας,
καὶ περὶ ταύτας ἡμᾶς ἁθρόους
ὀψωνοῦντας τυρβάζεσθαι
Μορύχῳ, Τελέᾳ, Γλαυκέτῃ, ἄλλοις
τένθαις πολλοῖς· κᾆτα Μελάνθιον
ἥκειν ὕστερον εἰς τὴν ἀγοράν,
τὰς δὲ πεπρᾶσθαι, τὸν δʼ ὀτοτύζειν,
εἶτα μονῳδεῖν ἐκ Μηδείας·
«Ὀλόμαν, ὀλόμαν ἀποχηρωθεὶς
τᾶς ἐν τεύτλοισι λοχευομένας·»
τοὺς δʼ ἀνθρώπους ἐπιχαίρειν.
Ταῦτʼ, ὦ πολυτίμητʼ, εὐχομένοις ἡμῖν δίδου.
Λαβὲ τὴν μάχαιραν· εἶθʼ ὅπως μαγειρικῶς
σφάξεις τὸν οἶν. Οἰκέτης Βʹ Ἀλλʼ οὐ θέμις. Τρυγαῖος Τιὴ τί δή;
Οἰκέτης Βʹ Οὐχ ἥδεται δήπουθεν Εἰρήνη σφαγαῖς,
οὐδʼ αἱματοῦται βωμός. Τρυγαῖος Ἀλλʼ εἴσω φέρων
θύσας τὰ μηρίʼ ἐξελὼν δεῦρʼ ἔκφερε,
χοὔτω τὸ πρόβατον τῷ χορηγῷ σῴζεται.
Χορός Σὲ δὴ θύρασιν ἐνθαδὶ χρὴ μένοντα τοίνυν
σχίζας δευρὶ τιθέναι ταχέως
τά τε πρόσφορα πάντʼ ἐπὶ τούτοις.
Τρυγαῖος Οὔκουν δοκῶ σοι μαντικῶς τὸ φρύγανον τίθεσθαι;
Χορός Πῶς δʼ οὐχί; Τί γάρ σε πέφευγʼ ὅσα χρὴ
σοφὸν ἄνδρα; Τί δʼ οὐ σὺ φρονεῖς ὁπόσα χρε-
ών ἐστιν τόν γε σοφῇ δόκιμον
φρενὶ πορίμῳ τε τόλμῃ;
Τρυγαῖος Ἡ σχίζα γοῦν ἐνημμένη τὸν Στιλβίδην πιέζει.
Καὶ τὴν τράπεζαν οἴσομαι, καὶ παιδὸς οὐ δεήσει.
Χορός Τίς οὖν ἂν οὐκ ἐπαινέσει- εν ἄνδρα τοιοῦτον, ὅσ-
τις πόλλʼ ἀνατλὰς ἔσω-
σε τὴν ἱερὰν πόλιν;
ὥστʼ οὐχὶ μὴ παύσει ποτʼ ὢν
ζηλωτὸς ἅπασιν.
Τρυγαῖος Ταυτὶ δέδραται. Τίθεσο τὼ μηρὼ λαβών·
ἐγὼ δʼ ἐπὶ σπλάγχνʼ εἶμι καὶ θυλήματα.
Οἰκέτης Βʹ Ἐμοὶ μελήσει ταῦτά γʼ· Τρυγαῖος Ἀλλʼ ἥκειν ἐχρῆν.
Οἰκέτης Βʹ Ἰδού, πάρειμι. Μῶν ἐπισχεῖν σοι δοκῶ;
Τρυγαῖος Ὄπτα καλῶς νυν αὐτά· καὶ γὰρ οὑτοσὶ
προσέρχεται δάφνῃ τις ἐστεφανωμένος.
Οἰκέτης Βʹ Τίς ἄρα ποτʼ ἐστίν; Τρυγαῖος Ὡς ἀλαζὼν φαίνεται.
Οἰκέτης Βʹ Μάντις τίς ἐστιν; Τρυγαῖος Οὐ μὰ Δίʼ, ἀλλʼ Ἱεροκλέης
οὗτός γέ πού ʼσθʼ ὁ χρησμολόγος οὑξ Ὠρεοῦ.
Οἰκέτης Βʹ Τί ποτʼ ἄρα λέξει; Τρυγαῖος Δῆλός ἐσθʼ οὗτός γʼ ὅτι
ἐναντιώσεταί τι ταῖς διαλλαγαῖς.
Οἰκέτης Βʹ Οὔκ, ἀλλὰ κατὰ τὴν κνῖσαν εἰσελήλυθεν.
Τρυγαῖος Μή νυν ὁρᾶν δοκῶμεν αὐτόν. Οἰκέτης Βʹ Εὖ λέγεις.
Ἱεροκλῆς Τίς ἡ θυσία ποθʼ αὑτηὶ καὶ τῷ θεῶν;
Τρυγαῖος Ὄπτα σὺ σιγῇ κἄπαγʼ ἀπὸ τῆς ὀσφύος.
Ἱεροκλῆς Ὅτῳ δὲ θύετʼ οὐ φράσεθʼ; Τρυγαῖος Ἡ κέρκος ποεῖ
καλῶς. Οἰκέτης Βʹ Καλῶς δῆτʼ, ὦ πότνιʼ Εἰρήνη φίλη.
Ἱεροκλῆς Ἄγε νυν ἀπάρχου κᾆτα δὸς τἀπάργματα.
Τρυγαῖος Ὀπτᾶν ἄμεινον πρῶτον. Ἱεροκλῆς Ἀλλὰ ταυταγὶ
ἤδη ʼστὶν ὀπτά. Τρυγαῖος Πολλὰ πράττεις, ὅστις εἶ.
Κατάτεμνε. Ἱεροκλῆς Ποῦ τράπεζα; Τρυγαῖος Τὴν σπονδὴν φέρε.
Ἱεροκλῆς Ἡ γλῶττα χωρὶς τέμνεται. Τρυγαῖος Μεμνήμεθα.
Ἀλλʼ οἶσθʼ ὃ δρᾶσον; Ἱεροκλῆς Ἢν φράσῃς. Τρυγαῖος Μὴ διαλέγου
νῷν μηδέν· Εἰρήνῃ γὰρ ἱερὰ θύομεν.
Ἱεροκλῆς Ὦ μέλεοι θνητοὶ καὶ νήπιοι— Τρυγαῖος Ἐς κεφαλὴν σοί.
Ἱεροκλῆς οἵτινες ἀφραδίῃσι θεῶν νόον οὐκ ἀίοντες
συνθήκας πεπόησθʼ ἄνδρες χαροποῖσι πιθήκοις—
Τρυγαῖος Αἰβοιβοῖ. Ἱεροκλῆς Τί γελᾷς; Τρυγαῖος Ἥσθην χαροποῖσι πιθήκοις.
Ἱεροκλῆς καὶ κέπφοι τρήρωνες ἀλωπεκιδεῦσι πέπεισθε,
ὧν δόλιαι ψυχαί, δόλιαι φρένες. Τρυγαῖος Εἴθε σου εἶναι
ὤφελεν, ὦλαζών, οὑτωσὶ θερμὸς ὁ πλεύμων.
Ἱεροκλῆς Εἰ γὰρ μὴ νύμφαι γε θεαὶ Βάκιν ἐξαπάτασκον,
μηδὲ Βάκις θνητούς, μηδʼ αὖ νύμφαι Βάκιν αὐτὸν—
Τρυγαῖος Ἐξώλης ἀπόλοιʼ, εἰ μὴ παύσαιο βακίζων.
Ἱεροκλῆς οὔπω θέσφατον ἦν Εἰρήνης δέσμʼ ἀναλῦσαι,
ἀλλὰ τόδε πρότερον— Τρυγαῖος Τοῖς ἁλσί γε παστέα ταυτί.
Ἱεροκλῆς Οὐ γάρ πω τοῦτʼ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν,
φυλόπιδος λῆξαι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
Τρυγαῖος Καὶ πῶς, ὦ κατάρατε, λύκος ποτʼ ἂν οἶν ὑμεναιοῖ;
Ἱεροκλῆς Ἕως ἡ σφονδύλη φεύγουσα πονηρότατον βδεῖ,
χἠ κώδων ἀκαλανθὶς ἐπειγομένη τυφλὰ τίκτει,
τουτάκις οὔπω χρῆν τὴν εἰρήνην πεποῆσθαι.
Τρυγαῖος Ἀλλὰ τί χρῆν ἡμᾶς; Οὐ παύσασθαι πολεμοῦντας;
Ἢ διακαυνιάσαι πότεροι κλαυσούμεθα μεῖζον,
ἐξὸν σπεισαμένοις κοινῇ τῆς Ἑλλάδος ἄρχειν;
Ἱεροκλῆς Οὔποτε ποιήσεις τὸν καρκίνον ὀρθὰ βαδίζειν.
Τρυγαῖος Οὔποτε δειπνήσεις ἔτι τοῦ λοιποῦ ʼν πρυτανείῳ,
οὐδʼ ἐπὶ τῷ πραχθέντι ποήσεις ὕστερον οὐδέν.
Ἱεροκλῆς Οὐδέποτʼ ἂν θείης λεῖον τὸν τρηχὺν ἐχῖνον.
Τρυγαῖος Ἆρα φενακίζων ποτʼ Ἀθηναίους ἔτι παύσει;
Ἱεροκλῆς Ποῖον γὰρ κατὰ χρησμὸν ἐκαύσατε μῆρα θεοῖσιν;
Τρυγαῖος Ὅνπερ κάλλιστον δήπου πεπόηκεν Ὅμηρος·
«Ὣς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο
Εἰρήνην εἵλοντο καὶ ἱδρύσανθʼ ἱερείῳ.
Αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνʼ ἐπάσαντο,
ἔσπενδον δεπάεσσιν, ἐγὼ δʼ ὁδὸν ἡγεμόνευον·»
χρησμολόγῳ δʼ οὐδεὶς ἐδίδου κώθωνα φαεινόν.
Ἱεροκλῆς Οὐ μετέχω τούτων· οὐ γὰρ ταῦτʼ εἶπε Σίβυλλα.
Τρυγαῖος Ἀλλʼ ὁ σοφός τοι νὴ Δίʼ Ὅμηρος δεξιὸν εἶπεν·
«Ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος,
ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.»
Ἱεροκλῆς Φράζεο δή, μή πώς σε δόλῳ φρένας ἐξαπατήσας
ἰκτῖνος μάρψῃ— Τρυγαῖος Τουτὶ μέντοι σὺ φυλάττου,
ὡς οὗτος φοβερὸς τοῖς σπλάγχνοις ἐστὶν ὁ χρησμός.
Ἔγχει δὴ σπονδὴν καὶ τῶν σπλάγχνων φέρε δευρί.
Ἱεροκλῆς Ἀλλʼ εἰ ταῦτα δοκεῖ, κἀγὼ ʼμαυτῷ βαλανεύσω.
Τρυγαῖος Σπονδὴ σπονδή.
Ἱεροκλῆς Ἔγχει δὴ κἀμοὶ καὶ σπλάγχνων μοῖραν ὄρεξον.
Τρυγαῖος Ἀλλʼ οὔπω τοῦτʼ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν·
ἀλλὰ τόδε πρότερον, σπένδειν ἡμᾶς, σὲ δʼ ἀπελθεῖν.
Ὦ πότνιʼ Εἰρήνη, παράμεινον τὸν βίον ἡμῖν.
Ἱεροκλῆς Πρόσφερε τὴν γλῶτταν. Τρυγαῖος Σὺ δὲ τὴν σαυτοῦ γʼ ἀπένεγκε.
Οἰκέτης Βʹ Σπονδή. Τρυγαῖος Καὶ ταυτὶ μετὰ τῆς σπονδῆς λαβὲ θᾶττον.
Ἱεροκλῆς Οὐδεὶς προσδώσει μοι σπλάγχνων; Τρυγαῖος Οὐ γὰρ οἷόν τε
ἡμῖν προσδιδόναι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
Ἱεροκλῆς Ναὶ πρὸς τῶν γονάτων. Τρυγαῖος Ἄλλως, ὦ τᾶν, ἱκετεύεις·
οὐ γὰρ ποιήσεις λεῖον τὸν τρηχὺν ἐχῖνον.
Ἄγε δή, θεαταί, δεῦρο συσπλαγχνεύετε
μετὰ νῷν. Ἱεροκλῆς Τί δὲ δὴ ʼγώ; Τρυγαῖος Τὴν Σίβυλλαν ἔσθιε.
Ἱεροκλῆς Οὔτοι μὰ τὴν Γῆν ταῦτα κατέδεσθον μόνω,
ἀλλʼ ἁρπάσομαι σφῷν αὐτά· κεῖται δʼ ἐν μέσῳ.
Τρυγαῖος Ὢ παῖε παῖε τὸν Βάκιν. Ἱεροκλῆς Μαρτύρομαι.
Τρυγαῖος Κἄγωγʼ, ὅτι τένθης εἶ σὺ κἀλαζὼν ἀνήρ.
Παῖʼ αὐτὸν ἐπέχων τῷ ξύλῳ, τὸν ἀλαζόνα.
Οἰκέτης Βʹ Σὺ μὲν οὖν· ἐγὼ δὲ τουτονὶ τῶν κῳδίων,
ἁλάμβανʼ αὐτὸς ἐξαπατῶν, ἐκβολβιῶ.
Τρυγαῖος Οὐ καταβαλεῖς τὰ κῴδιʼ, ὦ θυηπόλε;
Ἤκουσας; Ὁ κόραξ οἷος ἦλθʼ ἐξ Ὠρεοῦ.
Οὐκ ἀποπετήσει θᾶττον εἰς Ἐλύμνιον;
Χορός Ἥδομαί γʼ ἥδομαι
κράνους ἀπηλλαγμένος
τυροῦ τε καὶ κρομμύων.
Οὐ γὰρ φιληδῶ μάχαις,
ἀλλὰ πρὸς πῦρ διέλ-
κων μετʼ ἀνδρῶν ἑταί- ρων φίλων, ἐκκέας,
τῶν ξύλων ἅττʼ ἂν ᾖ
δανότατα τοῦ θέρους
ἐκπεπρεμνισμένα
κἀνθρακίζων τοὐρεβίνθου
τήν τε φηγὸν ἐμπυρεύων,
χἄμα τὴν Θρᾷτταν κυνῶν
τῆς γυναικὸς λουμένης.
Οὐ γὰρ ἔσθʼ ἥδιον ἢ τυχεῖν μὲν ἤδη ʼσπαρμένα,
τὸν θεὸν δʼ ἐπιψακάζειν, καί τινʼ εἰπεῖν γείτονα·
«Εἰπέ μοι, τί τηνικαῦτα δρῶμεν, ὦ Κωμαρχίδη;» —
«Ἐμπιεῖν ἔμοιγʼ ἀρέσκει τοῦ θεοῦ δρῶντος καλῶς.
Ἀλλὰ φαῦσον τῶν φασήλων, ὦ γύναι, τρεῖς χοίνικας,
τῶν τε πυρῶν μεῖξον αὐτοῖς, τῶν τε σύκων ἔξελε,
τόν τε Μανῆν ἡ Σύρα βωστρησάτω ʼκ τοῦ χωρίου.
Οὐ γὰρ οἷόν τʼ ἐστὶ πάντως οἰναρίζειν τήμερον
οὐδὲ τυντλάζειν, ἐπειδὴ παρδακὸν τὸ χωρίον.» —
«Κἀξ ἐμοῦ δʼ ἐνεγκάτω τις τὴν κίχλην καὶ τὼ σπίνω·
ἦν δὲ καὶ πυός τις ἔνδον καὶ λαγῷα τέτταρα,
εἴ τι μὴ ʼξήνεγκεν αὐτῶν ἡ γαλῆ τῆς ἑσπέρας·
ἐψόφει γοῦν ἔνδον οὐκ οἶδʼ ἅττα κἀκυδοιδόπα·
ὧν ἔνεγκʼ, ὦ παῖ, τρίʼ ἡμῖν, ἓν δὲ δοῦναι τῷ πατρί·
μυρρίνας τʼ αἴτησον ἐξ Αἰσχινάδου τῶν καρπίμων·
χἄμα τῆς αὐτῆς ὁδοῦ Χαρινάδην τις βωσάτω,
ὡς ἂν ἐμπίῃ μεθʼ ἡμῶν,
εὖ ποιοῦντος κὠφελοῦντος
τοῦ θεοῦ τἀρώματα.»
Ἡνίκʼ ἂν δʼ ἀχέτας
ᾄδῃ τὸν ἡδὺν νόμον,
διασκοπῶν ἥδομαι
τὰς Λημνίας ἀμπέλους,
εἰ πεπαίνουσιν ἤ-
δη—τὸ γὰρ φῖτυ πρῷ-
ον φύσει—τόν τε φή- ληχʼ ὁρῶν οἰδάνοντʼ·
εἶθʼ ὁπόταν ᾖ πέπων,
ἐσθίω κἀπέχω
χἄμα φήμʼ· «Ὧραι φίλαι·» καὶ
τοῦ θύμου τρίβων κυκῶμαι·
κᾆτα γίγνομαι παχὺς
τηνικαῦτα τοῦ θέρους
μᾶλλον ἢ θεοῖσιν ἐχθρὸν ταξίαρχον προσβλέπων
τρεῖς λόφους ἔχοντα καὶ φοινικίδʼ ὀξεῖαν πάνυ,
ἣν ἐκεῖνός φησιν εἶναι βάμμα Σαρδιανικόν·
ἢν δέ που δέῃ μάχεσθʼ ἔχοντα τὴν φοινικίδα,
τηνικαῦτʼ αὐτὸς βέβαπται βάμμα Κυζικηνικόν·
κᾆτα φεύγει πρῶτος ὥσπερ ξουθὸς ἱππαλεκτρυὼν
τοὺς λόφους σείων· ἐγὼ δʼ ἕστηκα λινοπτώμενος.
Ἡνίκʼ ἂν δʼ οἴκοι γένωνται, δρῶσιν οὐκ ἀνασχετά,
τοὺς μὲν ἐγγράφοντες ἡμῶν, τοὺς δʼ ἄνω τε καὶ κάτω
ἐξαλείφοντες δὶς ἢ τρίς. «Αὔριον δʼ ἔσθʼ ἥξοδος.»
Τῷ δὲ σιτίʼ οὐκ ἐώνητʼ· οὐ γὰρ ᾔδειν ἐξιών·
εἶτα προσστὰς πρὸς τὸν ἀνδριάντα τὸν Πανδίονος
εἶδεν αὑτόν, κἀπορῶν θεῖ τῷ κακῷ βλέπων ὀπόν.
Ταῦτα δʼ ἡμᾶς τοὺς ἀγροίκους δρῶσι, τοὺς δʼ ἐξ ἄστεως
ἧττον, οἱ θεοῖσιν οὗτοι κἀνδράσιν ῥιψάσπιδες.
Ὧν ἔτʼ εὐθύνας ἐμοὶ δώσουσιν, ἢν θεὸς θέλῃ.
Πολλὰ γὰρ δή μʼ ἠδίκησαν, ὄντες οἴκοι μὲν λέοντες,
ἐν μάχῃ δʼ ἀλώπεκες.
Τρυγαῖος Ἰοὺ ἰού.
Ὅσον τὸ χρῆμʼ ἐπὶ δεῖπνον ἦλθʼ εἰς τοὺς γάμους.
Ἔχʼ, ἀποκάθαιρε τὰς τραπέζας ταυτῃί·
πάντως γὰρ οὐδὲν ὄφελός ἐστʼ αὐτῆς ἔτι.
Ἔπειτʼ ἐπιφόρει τοὺς ἀμύλους καὶ τὰς κίχλας
καὶ τῶν λαγῴων πολλὰ καὶ τοὺς κολλάβους.
Δρεπανουργός Ποῦ ποῦ Τρυγαῖός ἐστιν; Τρυγαῖος Ἀναβράττω κίχλας.
Δρεπανουργός Ὦ φίλτατʼ, ὦ Τρυγαῖʼ, ὅσʼ ἡμᾶς τἀγαθὰ
δέδρακας εἰρήνην ποήσας· ὡς πρὸ τοῦ
οὐδεὶς ἐπρίατʼ ἂν δρέπανον οὐδὲ κολλύβου,
νυνὶ δὲ πέντε γʼ αὐτὰ δραχμῶν ἐμπολῶ,
ὁδὶ δὲ τριδράχμους τοὺς κάδους εἰς τοὺς ἀγρούς.
Ἀλλʼ, ὦ Τρυγαῖε, τῶν δρεπάνων τε λάμβανε
κάδων θʼ ὅ τι βούλει προῖκα· καὶ ταυτὶ δέχου·
ἀφʼ ὧν γὰρ ἀπεδόμεσθα κἀκερδάναμεν
τὰ δῶρα ταυτί σοι φέρομεν εἰς τοὺς γάμους.
Τρυγαῖος Ἴθι νυν, καταθέμενοι παρʼ ἐμοὶ ταῦτʼ εἴσιτε
ἐπὶ δεῖπνον ὡς τάχιστα· καὶ γὰρ οὑτοσὶ
ὅπλων κάπηλος ἀχθόμενος προσέρχεται.
Ὅπλων κάπηλος Οἴμʼ ὡς προθέλυμνόν μʼ, ὦ Τρυγαῖʼ, ἀπώλεσας.
Τρυγαῖος Τί δʼ ἐστίν, ὦ κακόδαιμον; Οὔ τί που λοφᾷς;
Ὅπλων κάπηλος Ἀπώλεσάς μου τὴν τέχνην καὶ τὸν βίον,
καὶ τουτουὶ καὶ τοῦ δορυξοῦ ʼκεινουί.
Τρυγαῖος Τί δῆτα τουτοινὶ καταθῶ σοι τοῖν λόφοιν;
Ὅπλων κάπηλος Αὐτὸς σὺ τί δίδως; Τρυγαῖος Ὅ τι δίδωμʼ; αἰσχύνομαι.
Ὅμως δʼ ὅτι τὸ σφήκωμʼ ἔχει πόνον πολύν,
δοίην ἂν αὐτοῖν ἰσχάδων τρεῖς χοίνικας,
ἵνʼ ἀποκαθαίρω τὴν τράπεζαν τουτῳί.
Ὅπλων κάπηλος Ἔνεγκε τοίνυν εἰσιὼν τὰς ἰσχάδας·
κρεῖττον γάρ, ὦ τᾶν, ἐστιν ἢ μηδὲν λαβεῖν.
Τρυγαῖος Ἀπόφερʼ ἀπόφερʼ ἐς κόρακας ἀπὸ τῆς οἰκίας.
Τριχορρυεῖτον, οὐδέν ἐστον τὼ λόφω.
Οὐκ ἂν πριαίμην οὐδʼ ἂν ἰσχάδος μιᾶς.
Ὅπλων κάπηλος Τί δαὶ δεκάμνῳ τῷδε θώρακος κύτει
ἐνημμένῳ κάλλιστα χρήσομαι τάλας;
Τρυγαῖος Οὗτος μὲν οὐ μή σοι ποήσει ζημίαν.
Ἀλλʼ αἶρέ μοι τοῦτόν γε τῆς ἰσωνίας·
ἐναποπατεῖν γάρ ἐστʼ ἐπιτήδειος πάνυ—
Ὅπλων κάπηλος Παῦσαί μʼ ὑβρίζων τοῖς ἐμοῖσι χρήμασιν.
Τρυγαῖος Ὡδί, παραθέντι τρεῖς λίθους. Οὐ δεξιῶς;
Ὅπλων κάπηλος Ποίᾳ δʼ ἀποψήσει ποτʼ, ὦμαθέστατε;
Τρυγαῖος Τῃδί, διεὶς τὴν χεῖρα διὰ τῆς θαλαμίας
καὶ τῇδʼ. Ὅπλων κάπηλος Ἅμʼ ἀμφοῖν δῆτʼ; Τρυγαῖος Ἔγωγε νὴ Δία,
ἵνα μή γʼ ἁλῶ τρύπημα κλέπτων τῆς νεώς.
Ὅπλων κάπηλος Ἔπειτʼ ἐπὶ δεκάμνῳ χεσεῖ καθήμενος;
Τρυγαῖος Ἔγωγε νὴ Δίʼ, ὦπίτριπτʼ. Οἴει γὰρ ἂν
τὸν πρωκτὸν ἀποδόσθαι με χιλιῶν δραχμῶν;
Ὅπλων κάπηλος Ἴθι δή, ʼξένεγκε τἀργύριον. Τρυγαῖος Ἀλλʼ, ὦγαθέ,
θλίβει τὸν ὄρρον. Ἀπόφερʼ, οὐκ ὠνήσομαι.
Ὅπλων κάπηλος Τί δʼ ἆρα τῇ σάλπιγγι τῇδε χρήσομαι,
ἣν ἐπριάμην δραχμῶν ποθʼ ἑξήκοντʼ ἐγώ;
Τρυγαῖος Μόλυβδον εἰς τουτὶ τὸ κοῖλον ἐγχέας
ἔπειτʼ ἄνωθεν ῥάβδον ἐνθεὶς ὑπόμακρον,
γενήσεταί σοι τῶν κατακτῶν κοττάβων.
Ὅπλων κάπηλος Οἴμοι καταγελᾷς. Τρυγαῖος Ἀλλʼ ἕτερον παραινέσω.
Τὸν μὲν μόλυβδον, ὥσπερ εἶπον, ἔγχεον,
ἐντευθενὶ δὲ σπαρτίοις ἠρτημένην
πλάστιγγα πρόσθες, καὐτό σοι γενήσεται
τὰ σῦκʼ ἐν ἀγρῷ τοῖς οἰκέταισιν ἱστάναι.
Ὅπλων κάπηλος Ὦ δυσκάθαρτε δαῖμον, ὥς μʼ ἀπώλεσας,
ὅτʼ ἀντέδωκα κἀντὶ τῶνδε μνᾶν ποτέ.
Καὶ νῦν τί δράσω; Τίς γὰρ αὔτʼ ὠνήσεται;
Τρυγαῖος Πώλει βαδίζων αὐτὰ τοῖς Αἰγυπτίοις·
ἔστιν γὰρ ἐπιτήδεια συρμαίαν μετρεῖν.
Ὅπλων κάπηλος Οἴμʼ, ὦ κρανοποίʼ, ὡς ἀθλίως πεπράγαμεν.
Τρυγαῖος Οὗτος μὲν οὐ πέπονθεν οὐδέν. Ὅπλων κάπηλος Ἀλλὰ τί
ἔτʼ ἐστὶ τοῖσι κράνεσιν ὅ τι τις χρήσεται;
Τρυγαῖος Ἐὰν τοιαυτασὶ μάθῃ λαβὰς ποεῖν,
ἄμεινον ἢ νῦν αὔτʼ ἀποδώσεται πολύ.
Ὅπλων κάπηλος Ἀπίωμεν, ὦ δορυξέ. Τρυγαῖος Μηδαμῶς γʼ, ἐπεὶ
τούτῳ γʼ ἐγὼ τὰ δόρατα ταῦτʼ ὠνήσομαι.
Ὅπλων κάπηλος Πόσον δίδως δῆτʼ; Τρυγαῖος Εἰ διαπρισθείη δίχα,
λάβοιμʼ ἂν αὔτʼ εἰς χάρακας ἑκατὸν τῆς δραχμῆς.
Ὅπλων κάπηλος Ὑβριζόμεθα. Χωρῶμεν, ὦ τᾶν, ἐκποδών.
Τρυγαῖος Νὴ τὸν Δίʼ, ὡς τὰ παιδίʼ ἤδη ʼξέρχεται
οὐρησόμενα τὰ τῶν ἐπικλήτων δεῦρʼ, ἵνα
ἅττʼ ᾄσεται προαναβάληταί, μοι δοκεῖ.
Ἀλλʼ ὅ τι περ ᾄδειν ἐπινοεῖς, ὦ παιδίον,
αὐτοῦ παρʼ ἐμὲ στὰν πρότερον ἀναβαλοῦ ʼνθαδί.
Παιδίον Αʹ Νῦν αὖθʼ ὁπλοτέρων ἀνδρῶν ἀρχώμεθα— Τρυγαῖος Παῦσαι
ὁπλοτέρους ᾄδων, καὶ ταῦτʼ, ὦ τρισκακόδαιμον,
εἰρήνης οὔσης· ἀμαθές γʼ εἶ καὶ κατάρατον.
Παιδίον Αʹ Οἱ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
σύν ῥʼ ἔβαλον ῥινούς τε καὶ ἀσπίδας ὀμφαλοέσσας.
Τρυγαῖος Ἀσπίδας; οὐ παύσει μεμνημένος ἀσπίδος ἡμῖν;
Παιδίον Αʹ Ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.
Τρυγαῖος Ἀνδρῶν οἰμωγή; κλαύσει νὴ τὸν Διόνυσον
οἰμωγὰς ᾄδων, καὶ ταύτας ὀμφαλοέσσας.
Παιδίον Αʹ Ἀλλὰ τί δῆτʼ ᾄδω; Σὺ γὰρ εἰπέ μοι οἷστισι χαίρεις.
Τρυγαῖος «Ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα,» καὶ τὰ τοιαυτί·
«ἄριστον προτίθεντο καὶ ἅσσʼ ἥδιστα πάσασθαι.»
Παιδίον Αʹ Ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὐχένας ἵππων
ἔκλυον ἱδρώοντας, ἐπεὶ πολέμου ἐκόρεσθεν.
Τρυγαῖος Εἶἑν· ἐκόρεσθεν τοῦ πολέμου κᾆτʼ ἤσθιον.
Ταῦτʼ ᾆδε, ταῦθʼ, ὡς ἤσθιον κεκορημένοι.
Παιδίον Αʹ Θωρήσσοντʼ ἄρʼ ἔπειτα πεπαυμένοι— Τρυγαῖος Ἄσμενοι, οἶμαι.
Παιδίον Αʹ πύργων δʼ ἐξεχέοντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
Τρυγαῖος Κάκιστʼ ἀπόλοιο, παιδάριον, αὐταῖς μάχαις·
οὐδὲν γὰρ ᾄδεις πλὴν πολέμους. Τοῦ καί ποτʼ εἶ;
Παιδίον Αʹ Ἐγώ; Τρυγαῖος Σὺ μέντοι νὴ Δίʼ. Παιδίον Αʹ Υἱὸς Λαμάχου.
Τρυγαῖος Αἰβοῖ.
Ἦ γὰρ ἐγὼ θαύμαζον ἀκούων, εἰ σὺ μὴ εἴης
ἀνδρὸς βουλομάχου καὶ κλαυσιμάχου τινὸς υἱός.
Ἄπερρε καὶ τοῖς λογχοφόροισιν ᾆδʼ ἰών.
Ποῦ μοι τὸ τοῦ Κλεωνύμου ʼστὶ παιδίον;
Ἆισον πρὶν εἰσιέναι τι· σὺ γὰρ εὖ οἶδʼ ὅτι
οὐ πράγματʼ ᾄσει· σώφρονος γὰρ εἶ πατρός.
Παιδίον Βʹ Ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ
ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων—
Τρυγαῖος Εἰπέ μοι, ὦ πόσθων, εἰς τὸν σαυτοῦ πατέρʼ ᾄδεις;
Παιδίον Βʹ ψυχὴν δʼ ἐξεσάωσα— Τρυγαῖος καταισχυνάς γε τοκῆας.
Ἀλλʼ εἰσίωμεν· εὖ γὰρ οἶδʼ ἐγὼ σαφῶς
ὅτι ταῦθʼ ὅσʼ ᾖσας ἄρτι περὶ τῆς ἀσπίδος
οὐ μὴ ʼπιλάθῃ ποτʼ ὢν ἐκείνου τοῦ πατρός.
Ὑμῶν τὸ λοιπὸν ἔργον ἤδη ʼνταῦθα τῶν μενόντων
φλᾶν ταῦτα πάντα καὶ σποδεῖν, καὶ μὴ κενὰς παρέλκειν
Ἀλλʼ ἀνδρικῶς ἐμβάλλετε
καὶ σμώχετʼ ἀμφοῖν τοῖν γνάθοιν· οὐδὲν γάρ, ὦ πόνηροι,
λευκῶν ὀδόντων ἔργον ἔστʼ, ἢν μή τι καὶ μασῶνται.
Χορός Ἡμῖν μελήσει ταῦτά γʼ· εὖ ποεῖς δὲ καὶ σὺ φράζων.
Ἀλλʼ, ὦ πρὸ τοῦ πεινῶντες, ἐμβάλλεσθε τῶν λαγῴων·
ὡς οὐχὶ πᾶσαν ἡμέραν
πλακοῦσιν ἔστιν ἐντυχεῖν πλανωμένοις ἐρήμοις.
Πρὸς ταῦτα βρύκετʼ ἢ τάχʼ ὑμῖν φημι μεταμελήσειν.
Τρυγαῖος Εὐφημεῖν χρὴ καὶ τὴν νύμφην ἔξω τινὰ δεῦρο κομίζειν
δᾷδάς τε φέρειν, καὶ πάντα λεὼν συγχαίρειν κἀπικελεύειν.
Καὶ τὰ σκεύη πάλιν εἰς τὸν ἀγρὸν νυνὶ χρὴ πάντα κομίζειν
ὀρχησαμένους καὶ σπείσαντας καὶ Ὑπέρβολον ἐξελάσαντας,
κἀπευξαμένους τοῖσι θεοῖσιν
διδόναι πλοῦτον τοῖς Ἕλλησιν,
κριθάς τε ποεῖν ἡμᾶς πολλὰς
πάντας ὁμοίως οἶνόν τε πολύν,
σῦκά τε τρώγειν,
τάς τε γυναῖκας τίκτειν ἡμῖν,
καὶ τἀγαθὰ πάνθʼ ὅσʼ ἀπωλέσαμεν
συλλέξασθαι πάλιν ἐξ ἀρχῆς,
λῆξαί τʼ αἴθωνα σίδηρον.
Δεῦρʼ, ὦ γύναι, εἰς ἀγρόν,
χὤπως μετʼ ἐμοῦ καλὴ
καλῶς κατακείσει.
Ὑμήν, Ὑμέναιʼ ὤ.
Χορός Ὦ τρισμάκαρ, ὡς δικαί-
ως τἀγαθὰ νῦν ἔχεις.
Ὑμήν, Ὑμέναιʼ ὤ.
Ὑμήν, Ὑμέναιʼ, ὤ.
Τρυγαῖος Τί δράσομεν αὐτήν;
Χορός Τί δράσομεν αὐτήν;
Τρυγαῖος Τρυγήσομεν αὐτήν.
Χορός Τρυγήσομεν αὐτήν.
Ἀλλʼ ἀράμενοι φέρω-
μεν οἱ προτεταγμένοι
τὸν νυμφίον, ὦνδρες.
Ὑμήν, Ὑμέναιʼ, ὤ.
Ὑμήν, Ὑμέναιʼ ὤ.
Τρυγαῖος Οἰκήσετε γοῦν καλῶς
οὐ πράγματʼ ἔχοντες, ἀλ-
λὰ συκολογοῦντες.
Ὑμήν, Ὑμέναιʼ, ὤ.
Ὑμήν, Ὑμέναιʼ, ὤ.
Χορός Τοῦ μὲν μέγα καὶ παχύ,
τῆς δʼ ἡδὺ τὸ σῦκον.
Τρυγαῖος Φήσεις γʼ ὅταν ἐσθίῃς
οἶνόν τε πίῃς πολύν.
Ὑμήν, Ὑμέναιʼ, ὤ.
Ὑμήν, Ὑμέναιʼ, ὤ.
Ὦ χαίρετε χαίρετʼ ἄν-
δρες· κἂν ξυνέπησθέ μοι,
πλακοῦντας ἔδεσθε.