eul_wid: kpk-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Anecdotes of Court and Comedy by Machon of Sinope

The Anecdotes of Court and Comedy is a 3rd-century BCE Hellenistic collection of 366 short, ribald verses by the poet Machon of Sinope. It compiles chreiai, which are brief, witty anecdotes centering on famous Athenian courtesans and the poets of Middle and New Comedy, such as Menander. The work survives only in fragments, primarily through extensive quotations in Athenaeus’s later work, the Deipnosophistae. Its content consists of humorous and often obscene sayings and scenes involving celebrated 4th- and 3rd-century BCE Athenian courtesans like Gnathaena and Lais, alongside anecdotal material about comic playwrights including Diphilus and Philemon. The comedy is typically satirical, exposing social hypocrisy and vice. Preserved exclusively through approximately 45 anecdotes cited by Athenaeus in the 2nd-3rd century CE, these fragments constitute the entire extant text. Machon’s collection offers a vivid, gossip-laden glimpse into the social and theatrical world of late Classical Athens, as refracted through Alexandrian scholarship. It stands as a source for the history of comedy and Hellenistic poetry, illustrating the repackaging of Athenian cultural material for the entertainment of Hellenistic elites.

Τὸν Κόρυδον ἠρώτησεν Εὐκράτη ποτέ
τῶν συμπαρόντων πῶς κέχρητʼ αὐτῷ ποτε
Πτολεμαῖος. Οὐκ οἶδʼ, εἶπεν, οὐδέπω σαφῶς·
πεπότικε μὲν γὰρ ὥσπερ ἰατρός μʼ, ἔφη,
ἃ δεῖ, φαγεῖν δὲ σιτίʼ οὐ δέδωκέ πω.
Κακός τις, ὡς ἔοικε, κιθαρῳδὸς σφόδρα,
μέλλων οἰκοδομεῖν τὴν οἰκίαν, φίλον
αὑτοῦ λίθους ᾔτησεν ἀποίσω δʼ ἐγώ
αὐτῶν πολὺ πλείους, φησίν, ἐκ τῆς δείξεως.
Ὁδὸν μακρὰν ἐλθόντος ἐπὶ δεῖπνόν ποτε
τοῦ Χαιρεφῶντος εἰς γάμους ἐξ ἄστεος
εἰπεῖν λέγουσι τὸν ποιητὴν Δίφιλον,
Εἰς τὰς ἑαυτοῦ, Χαιρέφων, σιαγόνας
ἔγκοψον ἥλους ἑκατέρᾳ γε τέτταρας
ἵνα μὴ παρασείων καὶ μακρὰν ἑκάστοτε
ὁδὸν βαδίζων τὰς γνάθους διαστρέφῃς.
Ὁ Χαιρεφῶν κρεᾴδιʼ ὠψώνει ποτέ,
καὶ τοῦ μαγείρου, φασίν, ὀστῶδες σφόδρα
αὐτῷ τι προσκόπτοντος ἀπὸ τύχης κρέας
εἶπεν, Μάγειρε, μὴ προσίστα τοῦτό μοι
τοὐστοῦν. ὁ δʼ εἶπεν, Ἀλλὰ μήν ἐστιν γλυκύ.
ὁ Χαιρεφῶν δέ, Καὶ μάλʼ, ὦ βέλτιστʼ, ἔφη,
γλυκὺ μὲν προσιστάμενον δὲ λυπεῖ πανταχῇ.
Κληθεὶς ἐπὶ δεῖπνον ὁ παράσιτος Ἀρχεφῶν
ὑπὸ Πτολεμαίου τοῦ βασιλέως ἡνίκα
κατέπλευσεν εἰς Αἴγυπτον ἐκ τῆς Ἀττικῆς
ὄψου πετραίου παρατεθέντος ποικίλου
ἐπὶ τῆς τραπέζης καράβων τʼ ἀληθινῶν,
ἐπὶ πᾶσι λοπάδος τʼ εἰσενεχθείσης ἁδρᾶς
ἐν ᾗ τεμαχιστοὶ τρεῖς ἐνῆσαν κωβιοί,
οὓς κατεπλάγησαν πάντες οἱ κεκλημένοι,
τῶν μὲν σκάρων ἀπέλαυε τῶν τριγλῶν θʼ ἅμα
καὶ φυκίδων ἐπὶ πλεῖον Ἀρχεφῶν πάνυ,
ἄνθρωπος ὑπὸ τῶν μαινίδων καὶ μεμβράδων
Φαληρικῆς ἀφύης τε διασεσαγμένος,
τῶν κωβιῶν δʼ ἀπέσχετʼ ἐγκρατέστατα.
πάνυ δὴ παραδόξου γενομένου τοῦ πράγματος
καὶ τοῦ βασιλέως πυθομένου τἀλκήνορος,
Μὴ παρεόρακεν Ἀρχεφῶν τοὺς κωβιούς;
ὁ κυρτὸς εἶπε, Πάνυ μὲν οὖν τοὐναντίον,
Πτολεμαῖʼ, ἑόρακε πρῶτος, ἀλλʼ οὐχ ἅπτεται,
τοὔψον δὲ σέβεται τοῦτο καὶ δέδοικέ πως,
οὐδʼ ἐστὶν αὐτῷ πάτριον ὄντʼ ἀσύμβολον
ἰχθὺν ἔχοντα ψῆφον ἀδικεῖν οὐδένα.
Τὸν ὑδροπώτην Μοσχίωνα λεγόμενον
ἰδόντα, φασίν, ἐν Λυκείῳ μετά τινων
παράσιτον ὑπὸ γραὸς τρεφόμενον πλουσίας,
Ὁ δεῖνα, παράδοξόν γε ποιεῖς πρᾶγμʼ ὅτι
ἡ γραῦς ποιεῖ σʼ ἐν γαστρὶ λαμβάνειν ἀεί.
Νῦν πάντα, φασί, γίνεθʼ· ἡ μὲν οὐ κύει,
ἐν γαστρὶ δʼ οὗτος λαμβάνει καθʼ ἡμέραν.
Ὁ κρουματοποιὸς Δωρίων ποτʼ εἰς Μυλῶν
ἐλθὼν κατάλυσιν οὐδαμοῦ μισθωσίμην
δυνάμενος εὑρεῖν, ἐν τεμένει καθίσας τινί
ὃ πρὸ τῶν πυλῶν ἦν κατὰ τύχην ἱδρυμένον
ἰδών τʼ ἐκεῖ θύοντα τὸν νεωκόρον,
Πρὸς τῆς Ἀθηνᾶς καὶ θεῶν, τίνος, φράσον,
ἐστὶν ὁ νεώς, βέλτιστε, φησίν, οὑτοσί;
ὁ δʼ εἶπεν αὐτῷ, Ζηνοποσειδῶνος, ξένε.
ὁ Δωρίων δέ, Πῶς ἂν οὖν ἐνταῦθʼ, ἔφη,
δύναιτο καταγωγεῖον ἐξευρεῖν τις, οὗ
καὶ τοὺς θεοὺς φάσκουσιν οἰκεῖν σύνδυο;
Ὑπερβολῇ λέγουσι τὸν Φιλόξενον
τῶν διθυράμβων τὸν ποιητὴν γεγονέναι
ὀψοφάγον. εἶτα πουλύποδα πηχῶν δυεῖν
ἐν ταῖς Συρακούσαις ποτʼ αὐτὸν ἀγοράσαι
καὶ σκευάσαντα καταφαγεῖν ὅλον σχεδόν
πλὴν τῆς κεφαλῆς, ἁλόντα δʼ ὑπὸ δυσπεψίας
κακῶς ἔχειν σφόδρʼ· εἶτα δʼ ἰατροῦ τινος
πρὸς αὐτὸν εἰσελθόντος ὃς φαύλως πάνυ
ὁρῶν φερόμενον αὐτὸν εἶπεν, Εἴ τί σοι
ἀνοικονόμητόν ἐστι διατίθου ταχύ,
Φιλόξενʼ, ἀποθανῇ γὰρ ὥρας ἑβδόμης.
κἀκεῖνος εἶπε, Τέλος ἔχει τὰ πάντα μοι,
ἰατρέ, φησί, καὶ δεδιῴκηται πάλαι.
τοὺς διθυράμβους σὺν θεοῖς καταλιμπάνω
ἠνδρωμένους καὶ πάντας ἐστεφανωμένους,
οὓς ἀνατίθημι ταῖς ἐμαυτοῦ συντρόφοις
Μούσαις. Ἀφροδίτην καὶ Διόνυσον ἐπιτρόπους—
ταῦθʼ αἱ διαθῆκαι διασαφοῦσιν, ἀλλʼ ἐπεί
ὁ Τιμοθέου Χάρων σχολάζειν οὐκ ἐᾷ,
οὑκ τῆς Νιόβης, χωρεῖν δὲ πορθμὸν ἀναβοᾷ,
καλεῖ δὲ μοῖρα νύχιος ἧς κλύειν χρεών,
ἵνʼ ἔχων ἀποτρέχω πάντα τἀμαυτοῦ κάτω
τοῦ πουλύποδός μοι τὸ κατάλοιπον ἀπόδοτε.
Φιλόξενός ποθʼ, ὡς λέγουσʼ, ὁ Κυθήριος
ηὔξατο τριῶν σχεῖν τὸν λάρυγγα πήχεων,
Ὅπως καταπίνω, φησίν, ὅτι πλεῖστον χρόνον
καὶ πάνθʼ ἅμα μοι τὰ βρώμαθʼ ἡδονὴν ποιῇ.
Στρατόνικος ἀπεδήμησεν εἰς Πέλλαν ποτέ
παρὰ πλειόνων ἔμπροσθε τοῦτʼ ἀκηκοώς
ὡς σπληνικοὺς εἴωθεν ἡ πόλις ποιεῖν.
ἐν τῷ βαλανείῳ καταμαθὼν οὖν πλείονας
γυμναζομένους τῶν μειρακίων παρὰ τῷ πυρί
κομψοὺς τό τε χρῶμα καὶ τὸ σῶμʼ ἠσκηκότας,
διαμαρτάνειν ἔφασκε τοὺς εἰρηκότας
αὑτῷ. καταμαθὼν δʼ ἡνίκʼ ἐξῄει πάλιν
τῆς κοιλίας τὸν σπλῆνʼ ἔχοντα διπλάσιον …
καθήμενος γὰρ ἐνθάδʼ οὗτος φαίνεται
τά θʼ ἱμάτια τῶν εἰσιόντων λαμβάνων
τηρεῖν ἅμα καὶ τοὺς σπλῆνας εὐθέως ἵνα
μηδʼ ἡτισοῦν τοῖς ἔνδον ᾖ στενοχωρία.
Ψάλτης κακὸς Στρατόνικον ἑστιῶν ποτε
ἐπεδείκνυτʼ αὐτῷ τὴν τέχνην παρὰ τὸν πότον.
οὔσης δὲ λαμπρᾶς καὶ φιλοτίμου τῆς δοχῆς
ψαλλόμενος ὁ Στρατόνικος οὐκ ἔχων δʼ ὅτῳ
διαλέξεθʼ ἑτέρῳ συγκατέθλα τὸ ποτήριον.
ᾔτησε μεῖζον καὶ κυάθους πολλοὺς λαβών
τῷ θʼ ἡλίῳ τὴν κύλικα δείξας συντόμως
πιὼν καθεῦδε ταῦτʼ ἐπιτρέψας τῇ τύχῃ.
ἐπὶ κῶμον ἐλθόντων δὲ τῷ ψάλτῃ τινῶν
ἑτέρων κατὰ τύχην, ὡς ἔοικε γνωρίμων,
ἔξοινος ὁ Στρατόνικος ἐγένετʼ εὐθέως,
προσπυνθανομένων δʼ ὅ τι πολὺν πίνων ἀεί
οἶνον ἐμεθύσθη συντόμως, ἀπεκρίνατο,
Ὁ γὰρ ἐπίβουλος κἀναγὴς ψάλτης, ἔφη,
ὡς βοῦν ἐπὶ φάτνῃ δειπνίσας ἀπέκτονεν.
Στρατόνικος εἰς Ἄβδηρʼ ἀποδημήσας ποτέ
ἐπὶ τὸν ἀγῶνα τὸν τιθέμενον αὐτόθι,
ὁρῶν ἕκαστον τῶν πολιτῶν κατʼ ἰδίαν
κεκτημένον κήρυκα κηρύττοντά τε
ἕκαστον αὐτῶν ὅτε θέλοι νουμηνίαν
σχεδόν τε τοὺς κήρυκας ἐν τῷ χωρίῳ
ὄντας πολὺ πλείους κατὰ λόγον τῶν δημοτῶν,
ἐπʼ ἄκρων ἐβάδιζε τῶν ὀνύχων ἐν τῇ πόλει
σχέδην, δεδορκὼς ἀτενὲς εἰς τὴν γῆν κάτω.
πυνθανομένου δὲ τῶν ξένων αὐτοῦ τινος
τὸ πάθος τὸ γεγονὸς ἐξαπίνης περὶ τοὺς πόδας
τοῦτʼ εἶπε, Τοῖς ὅλοις μὲν ἔρρωμαι, ξένε,
καὶ τῶν κολάκων πολὺ μᾶλλον ἐπὶ δεῖπνον τρέχω,
ἀγωνιῶ δὲ καὶ δέδοικα παντελῶς
μή ποτʼ ἐπιβὰς κήρυκι τὸν πόδʼ ἀναπαρῶ.
Αὐλεῖν ἐπὶ τοῖς ἱεροῖσιν αὐλητοῦ κακοῦ
μέλλοντος ὁ Στρατόνικος, Εὐφήμει μέχρι
σπείσαντες εὐξώμεσθά, φησι, τοῖς θεοῖς.
Κλέων τις ἦν κιθαρῳδὸς ὃς ἐκαλεῖτο Βοῦς
δεινῶς ἀπᾴδων τῇ λύρᾳ τʼ οὐ χρώμενος·
τούτου διακούσας ὁ Στρατόνικος εἶφʼ ὅτι
Ὄνος λύρας ἐλέγετο νῦν δὲ βοῦς λύρας.
Στρατόνικος ὁ κιθαρῳδὸς ὡς Βηρισάδην
ἔπλευσεν εἰς τὸν Πόντον ὄντα βασιλέα.
πολλοῦ χρόνου δʼ ἤδη γεγονότος ἀποτρέχειν
ἠβούλετο Στρατόνικος εἰς τὴν Ἑλλάδα.
ὡς δʼ αὐτὸν ὡς ἔοικεν οὐ προσίετο
τοῦτʼ ἀποκριθῆναί φασι τῷ Βηρισάδῃ,
Σὺ γὰρ διανοεῖ, φησίν, αὐτοῦ καταμένειν;
Ἐν τῇ Κορίνθῳ παρεπεδήμησέν ποτε
Στρατόνικος ὁ κιθαρῳδός, εἶτα γρᾴδιον
ἐνέβλεπεν αὐτῷ κοὐκ ἀφίστατʼ οὐδαμοῦ.
κᾆθʼ ὁ Στρατόνικος, Πρὸς θεῶν, μῆτερ, φράσον
τί ἔσθʼ ὃ βούλει καὶ τί μʼ εἰσβλέπεις ἀεί;
Διηπόρησά, φησιν, ἡ μήτηρ σε γάρ
δέκα μῆνας εἶχε κἀκράτει τῆς κοιλίας,
πόλις δʼ ἔχουσά σʼ ἡμέραν ἀλγεῖ μίαν.
Ἡ Νικοκρέοντος εἰσιοῦσα Βιοθέα
γυνὴ μετὰ παιδίσκης ἁβρᾶς εἰς τὸν πότον
ἀπεψόφησε, κᾆτα τῷ Σικυωνίῳ
ἀμυγδάλην ἐπιβᾶσα συνέτριβεν ταχύ.
Στρατόνικος εἶπεν, Οὐχ ὅμοιος ὁ ψόφος.
ὑπὸ νύκτα τῆς φωνῆς δὲ ταύτης οὕνεκα
ἐν τῷ πελάγει διέλυσε τὴν παρρησίαν.
Ἐπιδεικνυμένου ποθʼ, ὡς ἔοικεν ἐν Ἐφέσῳ,
ἀφυοῦς κιθαρῳδοῦ τὸν μαθητὴν τοῖς φίλοις,
παρὼν κατὰ τύχην ὁ Στρατόνικος τοῦτʼ ἔφη·
Ὃς αὐτὸς αὑτὸν οὐ κιθαρίζει φαῦλος ὢν
ἄλλους κιθαρίζων φαυλότατος ὢν δείκνυται.
Ὑπερβολῇ δὲ τῆς Λεαίνης σχῆμά τι
περαινομένης εὖ παρά τε τῷ Δημητρίῳ
εὐημερούσης, φασὶ καὶ τὴν Λαμίαν
τὸν βασιλέʼ εὐμελῶς κελητίσαι ποτέ
ἐπαινεθῆναί θʼ· ἡ δὲ τοῦτʼ ἀπεκρίθη,
Πρὸς ταῦτα καὶ Λέαιναν εἰ βούλει κράτει.
Δημήτριός ποθʼ ὁ βασιλεὺς γένη μύρων
Λαμίᾳ παρὰ πότον παντοδαπῶν ἐπεδείκνυτο
— ἡ Λάμια δʼ ἦν αὐλητρὶς ἧς σφόδρʼ ἡδέως
σχεῖν φασι κνισθῆναί τε τὸν Δημήτριον.
ἀποδοκιμαζούσης δὲ πάντα καὶ πάνυ
κατεγχλιδώσης τῷ βασιλεῖ, νάρδον τινά
διένευσʼ ἐνεγκεῖν εὐτελῆ τῇ χειρί τε
ταἰδοῖον ἀποτρίψας θιγὼν τοῖς δακτύλοις
Τουτί γε, Λάμιά, φησιν, ὀσφράνθητι καί
εἴσει παρὰ τἄλλα διαφορὰν ὅσην ἔχει.
κείνη δὲ γελάσασʼ, Ἀλλὰ τοῦτʼ, ἔφη, τάλαν,
ὄζειν δοκεῖ μοι σαπρότατον πάντων πολύ.
Δημήτριος δʼ εἶπʼ, Ἀλλὰ μήν, νὴ τοὺς θεούς,
ἀπὸ βαλάνου τοῦτʼ ἐστί, Λάμια, βασιλικῆς.
Ἴσως δʼ ἂν ἀπορήσαι τις εὐλόγως θʼ ἅμα
τῶν νῦν ἀκροατῶν εἴ τις Ἀττικὴ γυνή
προσηγορεύετʼ ἢ ʼνομίσθη Μανία,
αἰσχρὸν γὰρ ὄνομα Φρυγιακὸν γυναῖκʼ ἔχειν
καὶ ταῦθʼ ἑταίραν ἐκ μέσης τῆς Ἑλλάδος
η τὴν Ἀθηναίων τι κωλῦσαι πόλιν,
ὑφʼ ἧς ἅπαντές εἰσʼ ἐπηνορθωμένοι.
τὸ μὲν οὖν ὑπάρχον εὐθέως ἐκ παιδίου
αὐτῇ Μέλιττʼ ἦν ὄνομα. τῷ μεγέθει μὲν ἦν
τῶν τότε γυναικῶν βραχύ τι καταδεεστέρα,
φωνῇ δʼ ὁμιλίᾳ τε κεχορηγημένη,
πάνυ δʼ εὐπρόσωπος οὖσα καὶ καταπληκτική
πολλοὺς ἐραστάς, καὶ πολίτας καὶ ξένους,
εἶχʼ, οἷς ὅπου περὶ τῆς γυναικός τις λόγος
γένοιτο μανίαν τὴν Μέλιτταν ὡς καλήν
ἔφασκον εἶναι, καὶ προσεξειργάζετο
αὐτὴ τὸ πλεῖον· ἡνίκα σκώψειε γάρ
ῥημάτιον εὐθὺ τοῦτο μανίαν ἀνεβόα,
αὐτή θʼ ὅτʼ ἐπαινοίη τινʼ ἢ ψέγοι πάλιν
ἐπʼ ἀμφοτέρων προσέκειτο μανία τῶν λόγων.
διὸ τῆς μανίας τὸ ῥῆμʼ ἐπεκτείνας δοκεῖ
καλέσαι τις αὐτὴν τῶν ἐραστῶν Μανίαν.
μᾶλλον τὸ πάρεργον ἐπεκράτησʼ ἢ τοὔνομα.
Ἐδόκει δὲ λιθιᾶν ὡς ἔοιχʼ ἡ Μανία,
Γνάθαινα δʼ εἰς τὰ στρώμαθʼ ὅτι προίετο
ἐνουθετήθη τοῦτό πως ὑπὸ Διφίλου.
μετὰ ταῦτα δʼ ἡ Γνάθαινα πρὸς τὴν Μανίαν
ἐλοιδορεῖτο καὶ λέγει, Τί τοῦτο, παῖ;
εἰ δὲ λίθον εἶχες—ὑπολαβοῦσʼ ἡ Μανία,
Ἔδωκʼ ἂν ἵνʼ ἔχῃς, φήσʼ, ἀποψᾶσθαι, τάλαν.
Τῆς Μανίας ἤρα Λεοντίσκος ποτέ
ὁ παγκρατιαστὴς καὶ συνεῖχʼ αὐτὴν μόνος
γαμετῆς τρόπον γυναικός, ὑπὸ δʼ Ἀντήνορος
μοιχευομένην αἰσθόμενος αὐτὴν ὕστερον
σφόδρʼ ἠγανάκτησʼ· ἡ δέ, Μηθέν, φησί, σοι,
ψυχή, μελέτω, μαθεῖν γὰρ αἰσθέσθαι θʼ ἅμα
Ὀλυμπιονικῶν νυκτὸς ἀθλητῶν δυεῖν
πληγὴν … τί δύναταί ποτʼ ἤθελον.
Αἰτουμένην λέγουσι τὴν πυγήν ποτε
ὑπὸ τοῦ βασιλέως Μανίαν Δημητρίου
ἀνταξιῶσαι δωρεὰν καὐτόν τινα,
δόντος δʼ ἐπιστρέψασα μετὰ μικρὸν λέγει,
Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖνʼ ἔξεστί σοι.
Εἶναι δοκῶν αὐτόμολος ἄνθρωπος ξένος
καὶ παρεπιδημήσας Ἀθήνησίν ποτε
τὴν Μανίαν μετεπέμψαθʼ ὅσον ᾔτησε δούς.
εἰς τὸν δὲ πότον ἦν συμπαρειληφώς τινας
ἐκ τῆς πόλεως τῶν ἐπιγελᾶν εἰθισμένων
ἅπαντα τοῖς τρέφουσιν αἰεὶ πρὸς χάριν.
βουλόμενος εἶναι γλαφυρὸς ἀστεῖός θʼ ἅμα
τῆς Μανίας ἄριστα παιζούσης σφόδρα
ἀνισταμένης τε πολλάκις εἰς δασύποδα
αὐτὴν ἐπικροῦσαι βουλόμενος, Πρὸς τῶν θεῶν,
μειράκια, τί δοκεῖ τῶν ἀγρίων ὑμῖν ποτε
ἐν τοῖς ὄρεσι τάχιστα θηρίον τρέχειν;
ἡ Μανία δʼ, Αὐτόμολος, ὦ βέλτιστʼ, ἔφη.
μετὰ ταῦτα δʼ ὡς εἰσῆλθε πάλιν ἡ Μανία
τὸν αὐτόμολον ἔσκωπτε ῥίψασπίν τʼ ἔφη
αὐτὸν γεγονέναι προσβολῆς οὔσης ποτέ.
ὁ δὲ στρατιώτης ὑπό τι δὴ σκυθρωπάσας
ἀπεπέμψατʼ αὐτήν, διαλιποῦσα δʼ ἡμέραν
Μηθὲν παρὰ τοῦτο, φησί, λυποῦ, φίλτατε,
οὐ γὰρ σὺ φεύγων ἀπέβαλες τὴν ἀσπίδα,
μὰ τὴν Ἀφροδίτην, ἀλλʼ ὅ σοι χρήσας τότε.
Ἐν συμποσίῳ δʼ ὥς φασι παρὰ τῇ Μανίᾳ
παρεδέξατʼ αὐτὴν τῶν πονηρῶν τις πάνυ
κᾆθʼ ὡς ἐπηρώτησε, Πότερʼ ἄνω θέλεις
ἐλθοῦσʼ ἅμα βαλεῖν ἢ κάτω; γελάσασʼ, Ἄνω,
βέλτιστέ, φησιν, ὑπό τι γὰρ δέδοικά σε
μή μου προπεσούσης τοὐμπλόκιον ὑπεκτράγῃς.
Παρὰ Γναθαίνῃ Δίφιλος πίνων ποτέ,
Ψυχρόν γʼ, ἔφη, τἀγγεῖον, ὦ Γνάθαινʼ, ἔχεις.
Τῶν σῶν γάρ, εἶπεν, ἐπιμελῶς, ὦ Δίφιλε,
εἰς αὐτό γʼ αἰεὶ δραμάτων ἐμβάλλομεν.
Πρὸς τὴν Γνάθαιναν Δίφιλος κληθείς ποτε
ἐπὶ δεῖπνον, ὡς λέγουσι τοῖς Ἀφροδισίοις,
τιμώμενος μάλιστα τῶν ἐρωμένων
ληθητʼ ὑπʼ αὐτῆς ἐκτενῶς ἀγαπώμενος,
παρῆν ἔχων δύο Χῖα, Θάσια τέτταρα,
μύρον, στεφάνους, τραγήματʼ, ἔριφον, ταινίας,
ὄψον, μάγειρον, τὰ μετὰ ταῦτʼ αὐλητρίδα.
καὶ τῶν ἐραστῶν Συριακοῦ τινος ξένου
πέμψαντος αὐτῇ χιόνα σαπέρδην θʼ ἕνα
αἰσχυνομένη τὰ δῶρα μή τις καταμάθῃ
φυλαττομένη τε πολὺ μάλιστα Δίφιλον
μὴ δῷ δίκην μετὰ ταῦτα κωμῳδουμένη,
τὸ μὲν τάριχος εἶπε ταχέως ἀποφέρειν
πρὸς τοὺς σπανίζειν ὁμολογουμένους ἁλῶν
τὴν χιόνα δʼ εἰς τὸν ἄκρατον ἐνσεῖσαι λάθρᾳ·
τῷ παιδί τʼ ἐπέταξʼ ἐγχέανθʼ ὅσον δέκα
κυάθους προσενεγκεῖν Διφίλῳ ποτήριον.
ὑπερηδέως δὲ τὴν κύλικʼ ἐκπιὼν ἄφνω
καὶ τὸ παράδοξον καταπλαγεὶς ὁ Δίφιλος
Νὴ τὴν Ἀθηνᾶν καὶ θεούς, ψυχρόν γʼ, ἔφη,
Γνάθαινʼ, ἔχεις τὸν λάκκον ὁμολογουμένως.
ἡ δʼ εἶπε, Τῶν σῶν δραμάτων γὰρ ἐπιμελῶς
εἰς αὐτὸν αἰεὶ τοὺς προλόγους ἐμβάλλομεν.
Μαστιγίας μώλωπας ὑψηλοὺς ἔχων
μετὰ τῆς Γναθαίνης ἀπὸ τύχης ἀνεπαύετο.
περιλαμβάνουσα δʼ αὐτὸν ὡς ἀνώμαλον
τὸ νῶτον εἶχε παντελῶς, Τάλαν, τάλαν,
ἄνερ, πόθεν ἔχεις ταῦτʼ, ἔφη, τὰ τραύματα;
κἀκεῖνος αὐτῇ συντόμως ἀπεκρίνατο
ὅτι παῖς ποτʼ ὢν ἀνείλετʼ, εἰς πυρὰν ὅτε
παίζων μετά τινων ἡλικιωτῶν ἐνέπεσεν.
Ναὶ τὴν φίλην Δήμητρα δικαίως τοιγαρ
ἄνθρωπέ, φησιν, ἐξεδάρης ἀκόλαστος ὤν.
Παρὰ Δεξιθέᾳ δειπνοῦσα θᾐταίρᾳ ποτέ
Γνάθαινα, τοὔψον ἀποτιθείσης πᾶν σχεδόν
τῆς Δεξιθέας τῇ μητρί, Νὴ τὴν Ἄρτεμιν,
εἴ, φησιν, ᾔδειν, ἡ Γνάθαινα, τοῦτʼ ἐγώ,
τῇ μητρὶ συνεδείπνουν ἂν οὐχὶ σοί, γύναι.
Ἐπεὶ προέβη τοῖς ἔτεσιν ἡ Γνάθαινα καί
ἤδη τελέως ἦν ὁμολογουμένως σορός,
εἰς τὴν ἀγορὰν λέγουσιν αὐτὴν ἐξίναι
καὶ τοὔψον ἐφορᾶν καὶ πολυπραγμονεῖν πόσου
πωλεῖθʼ ἕκαστον, εἶτʼ ἰδοῦσα κατὰ τύχην
ἱστῶντα κρεοπώλην τινʼ ἀστεῖον πάνυ
τῇ θʼ ἡλικίᾳ σφόδρα νέον, Ὦ πρὸς τῶν θεῶν
μειράκιον ὁ καλός, φησι, πῶς ἵστης φράσον.
ὁ δὲ μειδιάσας, Κύβδʼ, ἔφη, τριωβόλου.
Τίς δʼ οὑπιτρέψων ἐστί σοί, φησιν, τάλαν,
ὄντα γʼ ἐν Ἀθήναις Καρικοῖς χρῆσθαι σταθμοῖς;
Στρατοκλῆς δύʼ ἐρίφους προῖκʼ ἐδίδου τοῖς γνωρίμοις
λοπάδας συνάλμους τε συναρτύειν δοκῶν
καὶ διψᾶν ὑπολειπόμενοι εἰς τὴν αὔριον
τοῖς ἐπισυνάπτειν βουλομένοις τὸν ἑωθινόν
μακρὰς δὲ πράττειν εἰς τὰ λοιπὰ συμβολάς.
Γνάθαινα δʼ αὑτῆς εἶπε πρὸς ἐραστήν τινα,
στραγγευόμενον ὁρῶσα περὶ τὰς συμβολάς,
Στρατοκλῆς ἐπʼ ἐρίφοις, φησί, χειμῶνας ποιεῖ.
Ἰδοῦσʼ ἔφηβον ἡ Γνάθαινʼ ἰσχνὸν πάνυ
καὶ μέλανα, λεπτόν θʼ ὡς ἔοιχʼ ὑπερβολῇ
καὶ λιπαρόν, ἔτι δὲ τῶν ἐφήβων βραχύτερον,
ἔσκωπτεν εἰς Ἄδωνιν. ἀναγώγως δέ πως
τοῦ μειρακίσκου καὶ τυραννικώτερον
αὐτῇ συναντήσαντος ἐμβλέψασα τῇ
θυγατρὶ μετʼ αὐτῆς συμπορευομένῃ λέγει,
Δικαιότερον ἦν, ὦ τέκνον, νὴ τὼ θεώ …
Λέγουσι Ποντικόν τι μειρακύλλιον
ἀναπαυόμενον μετὰ τῆς Γναθαίνης ἀξιοῦν
πρωὶ γενόμενον ὥστε τὴν πυγὴν ἅπαξ
αὐτῷ παρασχεῖν, τὴν δὲ τοῦτʼ εἰπεῖν· Τάλαν,
ἔπειτα τὴν πυγήν με νῦν αἰτεῖς ὅτε
τὰς ὗς ἐπὶ νομὴν καιρός ἐστιν ἐξάγειν;
Εἰς τὰς Ἀθήνας παρεπιδημήσας ξένος
σατράπης πάνυ γέρων ὡς ἐνενήκοντʼ ὢν ἐτῶν
Κρονίοις ἀπιοῦσαν εἶδε τὴν Γναθαίνιον
μετὰ τῆς Γναθαίνης ἐξ Ἀφροδισίου τινός,
τό τʼ εἶδος αὐτῆς τοὺς ῥυθμούς τε καταμαθών
ἐπυνθάνετο μίσθωμα πράττεται πόσον
τῆς νυκτός, ἡ Γνάθαινα δʼ εἰς τὴν πορφύραν
καὶ τὰ δόρατʼ ἀποβλέψασα δραχμὰς χιλίας
ἔταξεν. ὁ δʼ ἄφνω καιρίμην πληγείς, Παπαῖ,
ζωγρεῖς, γύναι, φήσʼ, ἕνεκα τοῦ στρατιωτικοῦ,
μνᾶς πραξαμένη δὲ πέντε τὰς σπονδὰς ποιοῦ
καὶ στρῶσον ἡμῖν ἔνδον. ἡ δʼ ἐπιδέξιον
βουλόμενον εἶναι τὸν σατράπην ἀπεδέξατο
εἶπεν δέ, … δὸς ὅσον ἐπιθυμεῖς, πάτερ·
οἶδα γὰρ ἀκριβῶς καὶ πέποιθα τοῦθʼ ὅτι
εἰς νύκτʼ ἀποδώσεις τῷ θυγατρίῳ μου διπλοῦν.
Ἐν ταῖς Ἀθήναις χαλκοτύπος σφόδρʼ εὐφυής
καταλελυκυίας τῆς Γναθαινίου σχεδόν
οὐκέτι θʼ ἑταιρεῖν ὑπομενούσης διὰ τό πως
τὸν Ἀνδρόνικον ἡδέως αὐτῆς ἔχειν
τὸν ὑποκριτήν, τότε δʼ ὄντος ἐν ἀποδημίᾳ
ἐξ οὗ γεγονὸς ἦν ἄρρεν αὐτῷ παιδίον,
οὐχ ὑπομένουσαν τὴν Γναθαίνιον λαβεῖν
μίσθωμα, λιπαρῶν δὲ καὶ προσκείμενος
πολὺ δαπανήσας ἔσχεν αὐτὴν χρυσίον.
ἀνάγωγος ὢν δὲ καὶ βάναυσος παντελῶς
ἐν σκυτοτομείῳ μετά τινων καθήμενος
κατεσχόλαζε τῆς Γναθαινίου λέγων
ἑτέρῳ τρόπῳ μὲν συγγεγενῆσθαι μηδενί
ἑξῆς καθιππάσθαι δʼ ὑπʼ αὐτῆς πεντάκις.
μετὰ ταῦτʼ ἀκούσας Ἀνδρόνικος τὸ γεγονός
ἐκ τῆς Κορίνθου προσφάτως ἀφιγμένος
… πικρῶς τε λοιδορούμενος
παρὰ τὸν πότον ταῦτʼ ἔλεγε τῇ Γναθαινίῳ·
αὐτὸν μὲν ἀξιοῦντα μὴ τετευχέναι
τούτου παρʼ αὐτῆς μηδέποτε τοῦ σχήματος
ἐν τῷδε δʼ ἑτέρους ἐντρυφᾶν μαστιγίας.
ἔπειτεν εἰπεῖν φασι τὴν Γναθαίνιον,
Περιλαμβάνειν γὰρ οὐκ ἐδοκίμαζον, τάλαν,
ἄνθρωπον ἄχρι τοῦ στόματος ἠσβολωμένον.
διὰ τοῦθʼ ὑπέμεινα πολὺ λαβοῦσα χρυσίον
ἐφιλοσόφησά θʼ ἵνʼ ἄκρον ὡς μάλιστα καί
ἐλάχιστον αὐτοῦ περιλάβω τοῦ σώματος.
Ἔπειτά, φασι, τῆς Γναθαινίου ποτέ
τὸν Ἀνδρόνικον οὐ θελούσης παρὰ πότον
φιλεῖν καθάπερ ταῖς πρότερον ἡμέραις ἀεί
ὀργιζομένης δὲ διὰ τὸ μηδὲν λαμβάνειν,
ἔπειθε πῶς Οὐχ ὁρᾶς, Γνάθαινʼ, ἔφη,
ὑπερηφάνως μοι τὴν θυγατέρα χρωμένην;
ἡ γραῦς δʼ ἀγανακτήσασα, Τάλαν, ἔφη, τέκνον·
περίλαβέ, φησι, καὶ φίλησον εἰ θέλεις.
ἡ δʼ εἶπε, Μῆτερ, πῶς, ἔφη, μέλλω φιλεῖν
τὸν μηδὲν ὠφέλημα, τὸν ὑπὸ τὰς στέγας
τὸ κοῖλον Ἄργος δωρεὰν θέλοντʼ ἔχειν;
Πανηγύρεως οὔσης ποθʼ ἡ Γναθαίνιον
εἰς Πειραιᾶ κατέβαινε πρὸς ξένον τινά
ἔμπορον ἐραστὴν εὐσταλῶς ἐπʼ ἀστράβης
τὰ πάντʼ ἔχουσʼ ὀνάρια μεθʼ ἑαυτῆς τρία
καὶ τρεῖς θεραπαίνας καὶ νέαν τίτθην μίαν.
ἔπειτεν αὐταῖς ἐπί τινος στενῆς ὁδοῦ
κακὸς παλαιστὴς ἐνέτυχέν τις τῶν ἀεί
ἐν τοῖς ἀγῶσιν ἐπιμελῶς ἡττωμένων,
ὃς οὐ δυνάμενος τότε παρελθεῖν ῥᾳδίως
ἀλλὰ στενοχωρῶν εἶπεν, Ὦ τρισάθλιε
ὀνηλάτʼ, εἰ μὴ θᾶττον ἐκστήσῃ ποτέ
ἐκ τῆς ὁδοῦ τὰ γύναια ταυτὶ καταβαλῶ
σὺν τοῖς ὀναρίοις, φησί, καὶ ταῖς ἀστράβαις.
Γναθαίνιον δʼ εἶπʼ, Ὦ τάλαν, μὴ δῆτʼ ἄνερ·
οὐδέποτε γὰρ τοῦτʼ ἐστί σοι πεπραγμένον.
Λαΐδα λέγουσι τὴν Κορινθίαν ποτέ
Εὐριπίδην ἰδοῦσαν ἐν κήπῳ τινί
πινακίδα καὶ γραφεῖον ἐξηρτημένον
ἔχοντʼ, Ἀπόκριναί, φησιν, ὦ ποιητά μοι,
τί βουλόμενος ἔγραψας ἐν τραγῳδίᾳ
«ἔρρʼ αἰσχροποιέ»; καταπλαγεὶς δʼ Εὐριπίδης
τὴν τόλμαν αὐτῆς, Σὺ γάρ, ἔφη, τίς εἶ, γύναι;
οὐκ αἰσχροποιός; ἡ δὲ γελάσασʼ ἀπεκρίθη,
Τί δʼ αἰσχρὸν εἰ μὴ τοῖσι χρωμένοις δοκεῖ;
Ἡ Γλυκέριον λαβοῦσα παρʼ ἐραστοῦ τινος
Κορίνθιον παράπηχυ καινὸν λῄδιον
ἔδωκεν εἰς κναφεῖον, εἶτʼ ἐπεὶ τέλος
ἔδοξʼ ἔχειν πέμψασα τὴν θεραπαινίδα
τὸ μισθάριον ἔχουσαν ἐκέλευʼ ἀποφέρειν
θοἰμάτιον. ὁ κναφεὺς δʼ εἶπεν, Ἄν γʼ ἐλᾳδίου
ταρτημόριά μοί, φησι, προσενέγκῃς τρία
κόμισαι· τὸ κωλῦον γάρ ἐστι τοῦτό με.
ἡ δʼ ὡς ἀπήγγειλʼ, Ὦ τάλαινʼ, εἶπεν, κακῶν,
ἡ Γλυκέριον, μέλλει γὰρ ὥσπερ μαινίδας
ἀποτηγανίζειν, φησί, μου τὸ λῄδιον.
Ὁ τοῦ Σοφοκλέους Δημοφῶν ἐρώμενος
τὴν Αἶγα Νικὼ πρεσβυτέραν οὖσαν τότε
νέος ὢν ἔτʼ αὐτὸς εἶχεν· ἐπεκαλεῖτο δʼ Αἴξ
ὅτι τὸν μέγαν δὴ κατέφαγεν ἐραστήν ποτε
Θαλλόν· παρεγενήθη γὰρ εἰς τὴν Ἀττικήν
ὠνησόμενος χελιδονείους ἰσχάδας
Ὑμήττιόν τε φορτιούμενος μέλι.
λέγεται δʼ ἐκείνην τὴν γυναῖκʼ ἐσχηκέναι
πυγὴν πάνυ καλὴν ἥν ποτʼ ἠξίου λαβεῖν
ὁ Δημοφῶν. ἡ δʼ εἶπε γελάσασʼ, Εὖγʼ, ἵνα
Σοφοκλεῖ λαβὼν δῷς, φησι, παρʼ ἐμοῦ, φίλτατε.
Καλλιστίου δὲ τῆς Ὑὸς καλουμένης
πρὸς τὴν ἑαυτῆς λοιδορουμένης ποτέ
μητέρα—Κορώνη δʼ ἐπεκαλεῖτο τοὔνομα—
διέλυεν ἡ Γνάθαινʼ, ἐρωτηθεῖσα δέ
τί διαφέρονται, Τί γάρ, ἔφησεν, ἄλλο πλήν
ἄλλʼ ἡ Κορώνη, θάτερʼ ἐκείνη μέμφεται;
Ἵππην λέγουσι τὴν ἑταίραν Θεόδοτον
ἔχειν ἐραστὴν τὸν ἐπὶ τοῦ χόρτου τότε
γενόμενον. αὕτη δʼ ὀψὲ τῆς ὥρας ποτέ
εἰσῆλθεν ἐπὶ κώθωνα πρὸς τὸν βασιλέα
Πτολεμαῖον—εἰώθει δὲ συμπίνειν ἀεί
αὐτῷ. λέγει δʼ οὖν ὑστεροῦσα παρὰ πολύ,
Πτολεμαῖε, διψῶ, φησί, παππία, σφόδρα·
ἀλλʼ ἐγχεέτω μοι τέτταρας κοτύλας ἔπειτα
εἰς τὴν μεγάλην. ἔπειτεν ὁ βασιλεὺς λέγει,
Εἰς τὴν λεκάνην μὲν οὖν, δοκεῖς γάρ μοι πολύν,
Ἵππη, πάνυ χόρτον, φησί, καταβεβρωκέναι.
Φρύνην ἐπείρα Μοίριχος τὴν Θεσπικήν·
κἄπειτεν αἰτήσασαν αὐτὸν μνᾶν μίαν
ὁ Μοίριχος, Μέγʼ, εἶπεν. οὐ πρῴην δύο
χρυσοῦς λαβοῦσα παρεγένου ξένῳ τινί;
Περίμενε τοίνυν καὶ σύ, φησʼ, ἕως ἂν οὗ
βινητιάσω καὶ τοσοῦτον λήψομαι.
Νικὼ λέγεται τὴν Αἶγα, Πύθωνός τινος
αὐτήν ποτʼ ἀπολιπόντος, Εὔαρδιν δὲ τὴν
παχεῖαν ἀναλαβόντος εἶτεν ὕστερον
μεταπεμπομένου ποθʼ ὡς ἔοικʼ αὐτήν, λέγειν
πρὸς τὸν μετιόντα παῖδα, Πύθων, φήσʼ, ἐπεί
ἤδη διάμεστος τῶν ὑείων ἐγένετο,
ἐπʼ αἴγεʼ οἷός ἐστιν ἀνακάμπτειν πάλιν.
ἥδιον οὐδέν ἐστί μοι τῆς ματτύης,
τοῦτʼ εἴτε πρῶτοι Μακεδόνες τοῖς Ἀττικοῖς
κατέδειξαν ἡμῖν εἴτε πάντες οἱ θεοί
οὐκ οἶδα πλήν ἐστίν γε μουσικωτάτου τινός
ὀψοφάγος εἰμί, τοῦτο δʼ ἐστὶ τῆς τέχνης
θεμέλιος ἡμῖν. προσπεπονθέναι τι δεῖ
τὸν μὴ τὰ παραδοθέντα λυμανούμενον.
πεφροντικὼς αὑτοῦ γὰρ οὐκ ἔσται κακός.
ἔπειτʼ ἐπὰν ᾖ καθαρὰ τᾀσθητήρια
οὐκ ἂν διαμάρτοις. ἕψε καὶ γεύου πυκνά.
ἅλας οὐκ ἔχει· προσένεγκʼ· ἔτʼ ἐπιδεῖταί τινος
ἑτέρου· πάλιν γεύου σὺ μέχρι ἂν ἁρμόσῃ.
ὥσπερ λύραν ἐπίτεινʼ ἕως ἂν ἡδὺς ᾖ,
εἶθʼ ὁπόταν ἤδη πάντα συμφωνεῖν δοκῇς
εἴσαγε διὰ πασῶν Νικολαίδας Μυκόνιος
... μηδʼ ἐπιστήμην καὶ φρόνησιν καλεῖσθαι
μηδὲ τὴν ποιητικὴν ἀεὶ τὸ προσῆκον λέγειν
μηδέ τι καταυλεῖν σύνπτωμα τύχης· ἀλλὰ Μάχω-
να καὶ ἀπὸ Εὐδήμου λαβεῖν λόγους τε παντοδ-
απῶν ἀνθρώπων πρὸς ἀλλήλους καὶ πράξεις ἃς
ἐν Αὔγῃ μετὰ συνθέσεως ποιᾶς τινος διαλέκτου
τριμέτρου διελέγχειν παρὰ ταύτην ῥαπίζοντα τὰ
Σωκρατικά, διʼ ὧν οὐδὲν ὠφελήσειν φησὶν αὐτὸν
εἴ τινα ποιήσει λέγοντα ποιητὴν ἀγαθὸν ...