eul_wid: rhg-ah

Ἐκλογαὶ περὶ τῆς ῥητορικῆς τέχνης
Excerpts-the Art of Rhetoric

Rhetorical Treatise Anonymous Excerpts the Art of Rhetoric PDF

6.30.(14) Ὅρος τοῦ ἁπλῶς προγυμνάσματος. Προγύμνασμά ἐστιν ἄσκησις μετρίων πρὸς μειζόνων ἐπίῤῥωσιν. Ὅρος ῥητορικοῦ προγυμνάσματος. Ἄσκησις διὰ λόγου τῶν κατὰ ῥητορικὴν μερῶν ἢ εἰδῶν χρήσιμά τινα προασκουμένη. Ἡ διαίρεσις τῶν ιδʹ στάσεων κατὰ Ἑρμογένην καὶ Μητροφάνην, ἔτι τε κατὰ Εὐαγόραν καὶ Ἀκύλαν τοὺς φιλοσόφους.
6.31.(1t) Πᾶν κρινόμενον ἢ ἀφανές ἐστιν ἢ φανερὸν, κἂν μὲν ἀφανὲς, ποιεῖ τὸν στοχασμόν· εἰ δὲ φανερὸν, ἢ τέλειόν ἐστιν ἢ ἀτελές· κἂν μὲν ἀτελὲς, ποιεῖ τὸν ὅρον, ἐὰν δὲ φανερὸν καὶ τέλειον, ἡ ζήτησις περὶ τὴν ποιότητα. Τὴν δὲ ποιότητα τέμνουσιν εἰς δύο· εἰς πράγματα καὶ ῥητά· εἰ μὲν οὖν περὶ ῥητὰ, ποιεῖ τὰς τέσσαρας νομικὰς, τὴν κατὰ ῥητὸν καὶ διάνοιαν, τὸν συλλογισμὸν, τὴν ἀντινομίαν καὶ τὴν ἀμφιβολίαν· εἰ δὲ περὶ πράγματα, τέμνεται εἰς δύο χρόνους, εἰς μέλλοντα καὶ εἰς παρεληλυθότα· εἰ μὲν οὖν περὶ τὸν μέλλοντα, ποιεῖ τὴν πραγματικὴν, εἰ δὲ περὶ τὸν παρεληλυθότα, ποιεῖ τὴν δικαιολογικήν. Αὕτη δὲ εἰς ἀνεύθυνον καὶ ὑπεύθυνον τεμνομένη, κατὰ μὲν τὸ ἀνεύθυνον τεμνομένη ποιεῖ τὴν ἀντίληψιν, κατὰ δὲ τὸ ὑπεύθυνον τὰς τέσσαρας ἀντιθετικάς· ἢ γὰρ ὁ φεύγων εἰς ἑαυτὸν ἀναδέχεται τὸ ἀδίκημα καὶ γίνεται ἀντίστασις, ἢ εἴς τινα τῶν ἔξωθεν· κἂν μὲν εἴς τινα παθόντα, γίνεται ἀντέγκλημα, ἂν δὲ εἰς ἄλλον τινὰ, ἢ ὑπεύθυνον ἢ ἀνεύθυνον· κἂν μὲν εἰς ὑπεύθυνον, γίνεται μετάστασις, εἰ δὲ εἰς ἀνεύθυνον, γίνεται συγγνώμη· εἰ δὲ περὶ τὸ εἰ ἔστιν ἢ τί ἐστιν, ἢ ὁποῖόν τί ἐστιν ἡ ζήτησις, ἀλλὰ περὶ τοῦ εἰ χρὴ τὸν ἀγῶνα εἰσελθεῖν ἢ μὴ, γίνεται μετάληψις, ἥτις εἰς δύο διαιρουμένη εἴς τε τὸ ἔγγραφον καὶ ἄγραφον ποιεῖ τήν τε παραγραφὴν καὶ τὴν μετάληψιν. Ἔτι ὑποδιαίρεσι ς · τῶν γὰρ στάσεων αἱ μέν εἰσι λογικαὶ, αἱ δὲ νομικαί· καὶ λογικαὶ μὲν ἐννέα, στοχασμός, ὅρος, πραγματικὴ, ἀντίληψις, ἀντίστασις, ἀντέγκλημα, μετάστασις, συγγνώμη, μετάληψις· νομικαὶ δὲ πέντε, παραγραφὴ, ῥητὸν καὶ διάνοια, ἀντινομία, συλλογισμὸς, ἀμφιβολία.
6.32 Ἔτι τῶν στάσεων αἱ μὲν ἀνάγονται ὑπὸ τὸ δικανικὸν, αἱ δὲ ὑπὸ τὸ συμβουλευτικὸν καὶ τὸ δικανικὸν, ὑπὸ δὲ τὸ πανηγυρικὸν οὐδεμία. Ὡσαύτως αἱ στάσεις ἢ ὑπὸ τὸν μέλλοντα χρόνον ἀνάγονται, ἢ ὑπὸ τὸν παρεληλυθότα, ὑπὸ δὲ τὸν ἐνεστῶτα οὐδεμία. Ἔτι τῶν στάσεων αἱ μὲν ἀπὸ τοῦ κατηγόρου γνωρίζονται, αἱ δὲ ἀπὸ τοῦ φεύγοντος.