ΑΝΩΝΥΜΟΥ ΠΕΡΙ ΤΩΝ ΤΟΥ ΛΟΓΟΥ ΣΧΗΜΑΤΩΝ.
Πολλοὶ περὶ σχημάτων ποιησάμενοι τῶν ἀρχαίων τῶν τε λόγου καὶ τῆς διανοίας, φιλοπονώτατον τέκνον καὶ εὐλαβέστατε Ἰγνάτιε, ἄλλος ἄλλῃ μεθόδῳ ἐχρήσατο, ὡς ἑκάστῳ ἔδοξεν ἁρμόδιόν τε καὶ ὠφέλιμον· οὐδὲ γὰρ πάντες τὴν αὐτὴν ὁδὸν μετελθεῖν ἠβουλήθησαν, ἀλλʼ ὁ μὲν κατέλιπέ τινα τῶν σχημάτων, ὁ δὲ ἐβιάσατο καὶ μὴ ὄντα ἐπεξεργάσασθαι. ἡμεῖς δὲ σὺν θεῷ φάναι μήτε περιττόν τι μήτε ἐλλεῖπον γεγραφέναι βουλόμενοι τρίτην μέθοδον ἐπενοήσαμεν, καὶ ἴσως τοῖς ἀφθόνως κρίνειν προαιρουμένοις λίαν ἀκίνδυνον· οὐδὲ γὰρ πολυσχιδῆ καὶ ποικίλην καὶ τῆς εὐλόγου τέχνης ἀμοιροῦσαν ἐπιζητοῦμεν, ἀλλʼ ἣν Ἑρμογένης ἔγραψε καὶ σοφοὶ ἠρέσθησαν, καὶ σώφρονες κατὰ τὴν γνῶσιν ἐπέκριναν· εἰ δὲ μετὰ τὴν συμπλήρωσιν τῶν παρʼ Ἑρμογένει καὶ ἕτερά τινα βουληθῶμεν προσθεῖναι, ἰδίως ταῦτα συνθέντες συγχύσεως ἀμέτοχον τὴν καθʼ ἡμᾶς πραγματείαν τηρήσομεν· ὁ γὰρ Ἑρμογένης τέσσαρσι τόμοις στοιχειώσας τὸ περὶ εὑρέσεως τῷ μὲν πρώτῳ τόμῳ διεξῆλθε περὶ τῶν προοιμίων, ἐν δὲ τῷ δευτέρῳ περὶ προκαταστάσεως, εἶτα πλάτους διηγήσεως καὶ μήκους, καθὼς ἐν ἑτέροις ὑπομνηματίζοντες τὴν πραγματείαν διεξοδικῶς ἀπεφήναμεν· ἐν δὲ τῷ τρίτῳ τόμῳ περὶ κατασκευῆς καὶ λύσεων, εἶτα περὶ κεφαλαίων, ἐπιχειρημάτων τε καὶ εἰδῶν τῶν τῆς μεταλήψεως, ἐργασίας τε ἐπιχειρημάτων καὶ ἐνθυμημάτων, ἀλλὰ μὴν καὶ περὶ τοῦ ἀπʼ ἀρχῆς ἄχρι τέλους καὶ τάξεως ἐπιχειρημάτων, ὅρου τε καὶ διασκευῆς· ταῦτα τοίνυν ὁ τεχνικὸς ἐν τοῖς τρισὶ τόμοις διελθὼν ἄριστά τε καὶ σοφώτατα, καὶ ὡς οὐκ ἐνεδέχετο ἄλλως πως γενέσθαι τούτων κρείσσω καὶ βελτίονα, ἥκει ἐπὶ τῶν τοῦ λόγου σχημάτων ἕκαστον τῶν προεκτεθέντων ποίῳ σχήματι ἐκφέρεσθαι διδάσκων. ἡμεῖς τοίνυν οὐ σκοπὸν ἐθέμεθα εἰπεῖν, ποίῳ μὲν σχήματι δεῖ ἐκφέρειν τὰ προοίμια, ποίῳ δὲ τὰ διηγήματα, καὶ ἕκαστον τῶν ῥηθέντων ἐν τοῖς τρισὶ τόμοις, ἀλλὰ πόσων σχημάτων τοῦ λόγου μέμνηται, καὶ τῶν τῆς διανοίας πόσων· καὶ τοῖς φιλοπονοῦσιν οὐ χαλεπὸν ἐφαρμόσαι ἕκαστον αὐτῶν τῷ προεκτιθεμένῳ ἐν τοῖς τρισὶ τόμοις. ΠΕΡΙ ΣΤΡΟΓΓΥΛΟΥ
Ἄρξομαι δὲ ἀπὸ στρογγύλου σχήματος, ὅπερ καὶ ὁ τεχνικὸς πρῶτον ἔθηκεν ὡς ἐπιτήδειον τοῖς ἐνθυμήμασιν· πλείονα γὰρ δόξαν δριμύτητος ἀποφέρεται τὸ ἐνθύμημα στρογγύλως ἐκφερόμενον, ἢ εἴ τις αὐτὸ ἐξαπλῶσαι θελήσει, οἷον ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδε οὐκ ἂν ἔγραψας· οὕτως ἂν σὺ νῦν ἁλῷς, ἄλλος οὐ γράψει· διάνοια γάρ ἐστι τὸ ἐνθύμημα ἐκ μάχης λεγομένη ἐν ἀκολουθίας σχήματι, διὰ τοῦτο δεῖ στρογγύλως ἐκφέρεσθαι, ὡς συλλογισμὸς ῥητορικὸς ὑπάρχων. διαλύσομεν δὲ τὸ στρογγύλον εἰς σαφήνειαν τοῦ στρογγυλίσματος· μὴ ἐπιτρέπετε τοῖς τὰ παράνομα γράφουσιν· εἴπερ γὰρ ἐκωλύοντο, οὐκ ἂν ὁ νῦν παρανομήσας τοιαῦτα γράφειν ἐτόλμησεν, ἀλλʼ οὐδὲ ἐν ὑστέροις ἄλλος γράψει τούτου δικαίως ἐν τῷ παραυτίκα ἁλόντος. ΠΕΡΙ ΑΝΤΙΘΕΤΟΥ ΣΧΗΜΑΤΟΣ.
Ἀντίθετον σχῆμά ἐστι τὸ διπλασιάζον πάντα τὸν ὑποκείμενον ὅρον τοῦτον τὸν τρόπον, εἴ τις τοῦ κατὰ φύσιν τὸ ἐναντίον λαμβάνων καταβαίνοι εἰς τὸ ὑποκείμενον, οἷον ἡμέρας οὔσης λέγομεν οὕτως· ἐπειδὴ ἡμέρα ἐστί, δεῖ ποιῆσαι τόδε. τοῦτο τὸ ζητούμενον, τὸ δὲ ἀντίθετον αὐτοῦ, εἰ μὴ ἦν ἡμέρα, ἀλλὰ νύξ, ἴσως ἐχρῆν μὴ ποιεῖν· ἐπεὶ δέ ἐστιν ἡμέρα, — καταβαίνει γὰρ εἰς τὸ ἴδιον — ποιῆσαι προσῆκε. παράδειγμα μετʼ εὐφραδείας πολέμου ὄντος· εἰ μὲν ἦν ἐν ἡσυχίᾳ τὰ καθεστηκότα, καὶ ἀπραγμοσύνη κατεῖχεν ἡμᾶς, καὶ μήτε ἄτοπον μήτε φοβερὸν ἐφειστήκει παρὰ τῶν πολεμίων μηδέν, ἀδείας δὲ ἦμεν ἐπειλημμένοι καὶ ἐξουσίας τοῦ πράττειν, ὅσα βουλομένοις ἡμῖν ἐτύγχανεν, ἔδει φυλάττειν τὰ καθεστηκότα καὶ παρακινεῖν μηδὲ ἕν, μηδὲ καινοτομεῖν, ἀλλὰ τοῖς ἀρχαίοις ἐμμένειν ἔθεσί τε καὶ ψηφίσμασι καὶ νόμοις· ἐπειδὴ δὲ πόλεμος κεκίνηται καὶ πλησίον οἱ πολέμιοι, καὶ ἐφέστηκε μὲν τὰ δεινὰ καὶ ταραχὴ τοσαύτη τῶν πραγμάτων, τίνος ἕνεκεν οὐ καινοτομήσομεν, αὐτοῦ τοῦ πολέμου ταύτην τὴν φύσιν ἔχοντος ἀφʼ ἑαυτοῦ τεχνᾶσθαι τὰ πολλά, καὶ τὸν τῶν ἀνθρώπων μεταποιεῖν ἐπὶ καινότερον βίον; ἄλλο παράδειγμα Σωπάτρου· εἰ μὲν οὖν ὄνησις ἀγωνιζομένοις ἀκολουθεῖ, καλὸν ἀπολαύειν τῆς τύχης, εἰ δὲ Τρωσίν ἐστι τὸ νικᾶν ἐκ Διός, ἡμῖν δὲ πληροῦν ἀκοντίων τὴν γῆν μόνον, ἀναχωρῆσαι συμφέρον, νεκρὸν λαβοῦσι τὸν Πάτροκλον.
Σχῆμα περιοδικόν, ὃ συνίσταται ἐκ προτάσεως καὶ ἀποδόσεως, οἷον ὃ γὰρ οἷς ἂν ἐγὼ ληφθείην ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ. καὶ πάλιν, ὁ μὲν γὰρ Φίλιππος ὅσῳ πλέον ὑπὲρ τὴν ἀξίαν πεποίηκε τὴν ἑαυτοῦ, τοσούτῳ θαυμαστότερος παρὰ πᾶσιν νομίζεται· ὑμεῖς δέ, ὦ Ἀθηναῖοι, ὅσῳ χεῖρον ἢ προσῆκε κέχρησθε τοῖς πράγμασι, τοσούτῳ πλείονα αἰσχύνην ὠφλήκατε. αὕτη δὲ μακρὰ καὶ τετράκωλός ἐστιν ἐκ δύο προτάσεων καὶ δύο ἀποδόσεων. ΠΕΡΙ ΚΩΛΙΚΟΥ ΣΧΗΜΑΤΟΣ.
Κῶλόν ἐστιν σχῆμα λόγου τὸ ὑπὲρ τὰς ἑπτὰ καὶ ὀκτὼ καὶ δέκα συλλαβὰς μέχρι τοῦ ἡρωϊκοῦ προχωροῦν, ἀπαρτίζον διάνοιαν, οἷον ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν, καθιστὰς ἐν μὲν Ὠρεῷ Φιλιστείδην τύραννον. ΠΕΡΙ ΚΟΜΜΑΤΙΚΟΥ.
Κόμμα δέ ἐστιν τὸ ἀπὸ τεττάρων καὶ πέντε συλλαβῶν καὶ μέχρι ἓξ ἀπαρτίζον διάνοιαν, οἷον καταλαμβάνων Ὠρεόν, καὶ κατασκάπτων Πορθμόν, καὶ παρὰ τῷ θεολόγῳ, πάλιν τὸ σκότος λύεται, πάλιν τὸ φῶς ὑφίσταται, πάλιν Αἴγυπτος σκότῳ κολάζεται. γίνεται δὲ τὸ κόμμα καὶ μέχρι δύο συλλαβῶν, ἡνίκα ἡ διάνοια ἀπαρτίζεται, οἷον δεῖ δὲ εἰδέναι ὡς τὸ μέτρον τῶν συλλαβῶν περινενοημένον ὀφείλει εἶναι, ἐπεὶ οὔτε ὁ ὅρος σώζεται τοῦ κώλου οὔτε τοῦ κόμματος. ΠΕΡΙ ΣΧΟΙΝΟΤΕΝΟΥΣ.
Σχοινοτενὲς σχῆμά ἐστιν τὸ ὑπὲρ τὸ ἡρωϊκὸν μέτρον, ὅπερ χρήσιμον ἐν προοιμίοις καὶ ταῖς τῶν προοιμίων περιβολαῖς, οὗ παράδειγμα ὁ Ἑρμογένης οὐ τέθεικεν, ἡμεῖς δὲ εἰλήφαμεν ἐκ τοῦ Θουκυδίδου, ὅπερ ἐστὶν καὶ μεγαλοπρεπές, ὡς ἐκ περιαγωγῆς συντεθειμένον, οἷον ὁ γὰρ Ἀχελῷος ποταμός, ῥέων ἐκ τοῦ Πίνδου ὄρους διὰ Δολοπίας καὶ Ἀγριάνων καὶ Ἀμφιλόχων ἄνωθεν παρὰ Στράτον πόλιν εἰς θάλασσαν ἔξεισιν παρʼ Οἰνιάδας. ΠΕΡΙ ΠΝΕΥΜΑΤΙΚΟΥ ΣΧΗΜΑΤΟΣ.
Πνευματικὰ σχήματα δύο εἰσίν, ἢ γὰρ ἓν νόημα λαβόντες καὶ τοῦτο ἐργαζόμενοι τῇ ἑρμηνείᾳ πλείοσι κώλοις, ὡς ἔφην, διαρκοῦμεν τὸ ἓν ἐπεκτείνοντες, ὡς τὸ ὅτε γὰρ περιϊὼν ὁ Φίλιππος Ἰλλυριοὺς καὶ Τριβαλλούς, τινὰς δὲ καὶ τῶν Ἑλλήνων κατεστρέφετο, καὶ δυνάμεις πολλὰς καὶ μεγάλας ἐποιεῖτο ὑφʼ ἑαυτόν, καί τινες τῶν ἐκ τῶν πόλεων ἐπὶ τῆς εἰρήνης ἐξουσίᾳ βαδίζοντες ἐκεῖσε διεφθείροντο, ὧν εἷς οὗτος ἦν, τότε δὴ τότε πάντες, ἐφʼ οὓς ταῦτα παρεσκευάζετο ἐκεῖνος, ἐπολεμοῦντο· εἰ δὲ μὴ ᾐσθάνοντο, ἕτερος οὗτος λόγος οὐ πρὸς ἐμέ. ἢ ὅταν πολλὰ πράγματα ἀθρόως ἔχοντες εἰπεῖν καθʼ ἕκαστον κῶλον πρᾶγμα ἀπαρτίζωμεν, οἷον ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν, καὶ καταλαμβάνων Ὠρεόν, καὶ κατασκάπτων Πορθμόν, διʼ ὅλου τοῦτο τὸ πνεῦμα συναπαρτίζει τῷ πνεύματι καὶ κῶλον. ΠΕΡΙ ΑΚΜΑΙΟΥ ΣΧΗΜΑΤΟΣ.
Ἀκμαῖος λόγος ἐστὶν σχῆμα λόγου καὶ διανοίας, καὶ σχῆμα μὲν λόγου μεταβολὴ τῶν κατὰ πνεῦμα σχημάτων, οἷον ὅτε γὰρ περιϊὼν ὁ Φίλιππος Ἰλλυριοὺς καὶ Τριβαλλούς, τινὰς δὲ καὶ τῶν ἄλλων κατεστρέφετο, καὶ τὰ λοιπά. ἄλλο παράδειγμα Σωπάτρου ἐν ταῖς μεταποιήσεσιν· ἐκτετραγῴδηται τῶν Ἑλλήνων διὰ τὴν τοῦ Διὸς ἐπικουρίαν ἡ τύχη, καὶ τὰ δρώμενα τῆς ῥοπῆς παρέχει τὴν αἴσθησιν· νεκρὸς κείμενος Πάτροκλος, πολέμιοι τὴν δεξιὰν πρακτικώτεροι, πᾶσα πάντων Ἑλλήνων ἀσθενεστέρα βολή· μαθέτω τοίνυν Ἀχιλλεὺς πρῶτον κείμενον Πάτροκλον, ἀσπασώμεθα μετὰ τὴν μάχην τοὺς Ἕλληνας, ἂν πολεμίας χειρὸς τὸν νεκρὸν ἀναστήσωμεν, καὶ δυνηθῶμεν ὑπὸ τῆς ἀχλύος ἰδεῖν τὸν Ἀχιλλεῖ συντευξόμενον. τοῦτο δὲ τὸ παράδειγμα πλέον μετέχει τῆς ἐν νοήμασι σεμνότητος ἢ τῆς ἐν λόγοις. ΠΕΡΙ ΚΑΤΑΦΟΡΑΣ.
Καταφορὰ δέ ἐστιν ἡ ἐν κατηγορίᾳ τάσις, τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας
Ἀτρείδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο;
ἢ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων;ΠΕΡΙ ΔΙΛΗΜΜΑΤΩΝ.
Διλήμματόν ἐστιν σχῆμα λόγου δριμύτητος δόξαν ἔχον καὶ ἀλήθειαν, οἷον παρῆς τούτοις λεγομένοις καὶ συνευφραίνου, ἢ οὐ παρῆς· εἰ μὲν παρῆς, πῶς κατηγορεῖς τούτων, οἷς συνευφραίνου, εἰ δὲ οὐ παρῆς, δίκης ἄξιος εἶ τοῖς ἀγαθοῖς τῆς πόλεως μὴ συμπαρών. ΠΕΡΙ ΠΑΡΗΧΗΣΕΩΣ.
Παρήχησίς ἐστιν κάλλος ὁμοίων ὀνομάτων ἐν διαφόρῳ γνώσει ταὐτὸν ἠχούντων, ὡς τὸ
ἤτοι ὁ καππεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο
ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων.καὶ παρὰ Θουκυδίδῃ, καὶ μὴν τότε Αἴγυπτος ὑπὸ βασιλεῖ ἐγένετο, πλὴν Ἀμυρταίου τοῦ ἐν τοῖς ἕλεσι βασιλέως· τοῦτον δὲ καὶ διὰ μέγεθος τοῦ ἕλους οὐκ ἠδύνατο ἑλεῖν, καὶ ἅμα μαχιμώτατοί εἰσι τῶν Αἰγυπτίων οἱ Ἕλειοι. ΠΕΡΙ ΚΥΚΛΟΥ.
Κύκλος γίνεται ὅταν ἀφʼ οὗ ἄρξηταί τις ὀνόματος ἢ ῥήματος, εἰς τὸ αὐτὸ καταλήξῃ πάλιν μήτε πτῶσιν ἀλλάξας μήτε σχῆμα μήτε χρόνον μήτε ἀριθμὸν μήτε ἄλλο τι, οἷον σοὶ γὰρ ἦν κλέπτης ὁ πατήρ, εἴπερ ἦν ὅμοιός σοι. λέγεται δὲ καὶ περιοδικῶς καὶ διηγηματικῶς, ἐκ τοῦ τῆς παραπρεσβείας ἦν ἡμῖν πόλεμος πρὸς Φίλιππον, ἦν. καὶ πάλιν, δέδοικα μέν, ὦ Ἀθηναῖοι, δέδοικα, καὶ πάλιν, οὐ γὰρ Αἰσχίνης ὑπὲρ τῆς εἰρήνης κρίνεται, οὔ. καὶ πάλιν, οὐ λέγειν εἴσω τὴν χεῖρα ἔχοντα, Αἰσχίνη, οὔ. ΠΕΡΙ ΕΠΙΦΩΝΗΜΑΤΟΣ.
Ἐπιφώνημά ἐστι σχῆμα λόγου ἐπὶ τῷ πράγματι λεγόμενον ἐν τέλει τοῦ λόγου, παράδοξόν τι ἐμφαῖνον, ἀλλὰ μὴ πάντη ξένον τῶν προειρημένων, καὶ τὸ μὲν παρʼ Ἑρμογένει Ὁμηρικὸν πλάσμα ἐστίν· οὐ γὰρ οὕτως παρʼ Ὁμήρῳ πέπλεκται, ὡς πλαστικώτερον ἐν τῷ ὑπομνήματι τῷ περὶ εὑρέσεως δεδηλώκαμεν· ὅμως οὖν κείσθω παρʼ ἡμῶν διὰ τὸ μὴ ὅμοιον αὐτῷ κατὰ πάντα ῥᾳδίως εὑρίσκεσθαι, οἷον
σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσε, Ζέφυρός τε δυσαὴς
καὶ Βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων·καὶ σὺν δὲ νεφέεσσι κάλυψε γαῖαν ὁμοῦ καὶ πόντον. μέχρι τούτου ἡ διατύπωσις. εἶτα τὸ ἐπιφώνημα, ὀρώρει δʼ οὐρανόθεν νύξ. ἔστιν καὶ ἄλλο δεύτερον εἶδος ἐπιφωνήματος, ὅταν τις διὰ πολλῶν κώλων πληρώσας τὴν διατύπωσιν ἐν τῷ τέλει θῇ κῶλον ἓν τὴν δύναμιν ἐμφαῖνον· τῆς ὅλης διατυπώσεως, ὡς ἐν ἀρχῇ τοῦ π Ἰλιάδος Ὁμήρου ἐνέφηνεν ἐπὶ τοῦ Αἴαντος ὁ ποιητής· διασκευάσας γὰρ τὰ τῆς τοῦ Αἴαντος βίας ὑπὸ τῶν Τρώων αὐτῷ γεγενημένα λίαν ἐμφανῶς, ὡς θαυμάζεσθαι τὸ χωρίον πλεῖον ζωγραφίας, καὶ δείξας τὰ πεπραγμένα ἐπὶ τέλει τέθεικε τὸ ἐπιφώνημα, ἐν ἑνὶ κώλῳ πάντα παλιλλογήσας, οἷον
Αἴας δʼ οὐκ ἔτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιδάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ βάλλοντες, ἕως τὸ οὐδέπη ἀμπνεῦσαι εἶχεν· εἶτα τὸ ἐπιφώνημα,
πάντη δὲ κακὸν κακῷ ἐστήρικτο· κόσμος γάρ ἐστιν τοῦ λόγου τὸ ἐπιφώνημα ἐοικός, ὥς τις τῶν σοφῶν ἔφη, τοῖς τῶν πλουσίων γείσοις καὶ πορφύραις πλατείαις. ΠΕΡΙ ΤΡΙΤΟΥ ΕΙΔΟΥΣ ΤΩΝ ΕΠΙΦΩΝΗΜΑΤΩΝ.
Τρίτον εἶδος ἐπιφωνήματος, τὰ ἀπὸ τῶν τρόπων ἑλκόμενα λοιπὸν εἰς τὸ πρᾶγμα, τολμηρῶς ἡμῶν βιαζομένων τὰ ἐκ τοῦ ἀλλοτρίου πράγματος εἰς τὸ ἡμέτερον μεταφέρειν, τὸ δὲ ἀσφαλὲς ἐχόντων διὰ τὸ καὶ εἰς τὴν παραβολὴν αὐτὰ προειρηκέναι, οἷον ἐν χειμῶνι καὶ νῦν ἐστι τὰ τῆς πόλεως πράγματα καὶ κλύδωνι, καὶ σαλεύεται τὰ καθεστηκότα καὶ δεῖται τοῦ κυβερνήσοντος αὐτά. ΠΕΡΙ ΣΕΜΝΟΥ ΛΟΓΟΥ.
Σεμνὸς λόγος ἐστίν, ὅταν αἰσχρὸς ὢν ὁ λόγος ὑπὸ τοῦ ῥήτορος σεμνῶς ἐξαγγέλληται, ὄνομα ἀντʼ ὀνόματος ἀμείβοντος, ὡς Μένανδρος πυθόμενον κόρης τινὸς διεφθαρμένης σεμνῶς ἐξηγήσατο· φησὶ γάρ· Διονυσίων ἦν πομπή, ὁ δέ με ἠκολούθησε μέχρι τοῦ πρὸς τὴν θύραν· ἔπειτα φοιτῶν καὶ κολακεύων τὴν μητέρα ἔγνω με. ἢ οὐδʼ ὅλως μέμνηται τοῦ πράγματος, ἀλλὰ τῶν πρὸ αὐτοῦ καὶ τῶν μετʼ αὐτό, ὡς ἐν τῇ λʹ τῆς Ὀδυσσείας,
λῦσε δὲ παρθενίην ζώνην, ἐν δʼ ὕπνον ἔχευεν,
ἣ δʼ ὑποκυσσαμένη Πελίην τέκε καὶ Νηλῆα.ΠΕΡΙ ΚΑΚΟΖΗΛΟΥ.
Κακόζηλον σχῆμά ἐστιν ἐξαγγελλόμενον ἢ κατὰ τὸ ἀδύνατον ἢ ἀνακόλουθον, ἢ κατὰ τὸ αἰσχρόν, ἢ κατὰ τὸ ἀσεβές, ἢ κατὰ τὸ ἄδικον, ἢ κατὰ τὸ φύσει πολέμιον, καθʼ οὓς τρόπους ἀνασκευάζονται τὰ διηγήματα, ὡς ἄπιστα, ὡς παρʼ Ὁμήρῳ περὶ τοῦ Κύκλωπος,
ἧκε δʼ ἀπορρήξας κεφαλὴν ὄρεος μεγάλοιο. ὅπερ προεθεράπευσεν, ἵνα μὴ γυμνὸν ὂν ἐλεγχθῇ κακόζηλον. ΠΕΡΙ ΣΧΗΜΑΤΙΣΜΟΥ.
Ἐσχηματισμένος λόγος, ὅταν τὸ ἐναντίον οὗ λέγομεν κατασκευάζωμεν, ἢ ὅταν μετὰ τοῦ ἐναντίου καὶ ἄλλο τι περάνῃ ὁ λόγος; ἢ ὅταν τι λέγειν μὴ δυνάμενοι διὰ τὸ κεκωλύσθαι καὶ παρρησίαν μὴ ἔχειν ἐπὶ σχήματι ἄλλης ἀξιώσεως ἐμφαίνωμεν κατὰ τὴν σύνθεσιν τοῦ λόγου, καὶ τὸ οὐκ ἐξὸν εἰρῆσθαι, ὡς εἶναί τε νοῆσαι τοῖς ἀκούουσι καὶ μὴ ἐπιλήψιμον εἶναι τῷ λέγοντι. τοῦ μὲν πρώτου καὶ δευτέρου παράδειγμα· ἐκδιδόμενος ὁ Περικλῆς τοῖς Λακεδαιμονίοις παρὰ Ἀθηναίων φησὶ σχηματιζόμενος· οὐ δεῖ ἐχθροῖς ἐπιτάττουσι πείθεσθαι· δεινὸν γὰρ εἶναι τὸ πρᾶγμα καὶ ἠλίθιον, εἴ τις χαριεῖται κελεύουσιν ἐχθροῖς· φίλοις γὰρ ἐπιτάττουσι δεῖ πείθεσθαι καὶ οὐχὶ πολεμίοις, καὶ ὅτι οὐδὲ οἱ πατέρες ἡμῶν ὑπήκουσαν μηδενί, μήτε Ξέρξῃ, μήτε Μαρδονίῳ, μήτε ἄλλῳ τινί, καὶ ὅτι μηδὲ ἡμεῖς μήτε Λακεδαιμονίοις πολλὰ ἐπιτάττουσι περὶ Ποτιδαιατῶν καὶ περὶ Αἰγινητῶν καὶ Μεγαρέων.
Ἄλλως. Ἄλλος μὲν οὖν ἂν εἶπέ τις μὴ πέμπεσθαι κελεύων αὐτὸν Λακεδαιμονίοις, ὡς οὐ χρὴ πολεμίοις ἐπιτάττουσι πείθεσθαι· δεινὸν γὰρ εἶναι τὸ πρᾶγμα καὶ ἠλίθιον, καὶ μήτε τοὺς πατέρας μήτε ἡμᾶς ποτε τοιοῦτον πεπραχέναι.
Ἄλλως. Ἐγὼ μέν, εἰ μὲν ἄκοντά μέ τις ἠξίου βιαζόμενος ἀπελθεῖν πρὸς Λακεδαιμονίους, εἶπον ἄν, ὡς οὐ δεῖ λόγοις ἐχθρῶν πείθεσθαι· τὸ γὰρ ἐκείνοις λυσιτελὲς ἡμῖν οὐ καθέστηκε σύμφορον, ἐπεὶ δὲ ἐγὼ τὸ δοκοῦν ὑμῖν προθύμως ὑφίσταμαι, ὑμῖν καταλείπω μὴ κατολιγωρῆσαι τοῦ συμφέροντος. ΠΑΡΑΔΕΙΓΜΑ ΤΟΥ ΤΡΙΤΟΥ, ΗΤΟΙ ΤΟΥ ΚΑΤʼ ΕΜΦΑΣΙΝ.
Φήμη ἦν ὅτι σύνεστιν ὁ πατὴρ τῇ τοῦ υἱοῦ γυναικί· ἔγκυος ἐγένετο ἡ γυνή, ἔχρησεν ὁ θεὸς τὸ γεννηθησόμενον φονέα ἔσεσθαι τοῦ πατρός. οὐ βούλεται ἐκτιθέναι τὸ γεννηθὲν ὁ παῖς, καὶ ὑπὸ τοῦ πατρὸς ἀποκηρύττεται. λέγει τοίνυν ὁ υἱὸς πρὸς τὸν πατέρα· σὸν εἶναι λόγισαι, πάτερ, τὸ παιδίον, οὐκ ἐμόν, ἐκτίθης ὃ ἐγέννησας· ῥίπτεις παιδίον, οὗ γέγονας πατήρ. τῆς μὲν οὖν ἀποκηρύξεως ταύτης ἔλαττον ἐμοὶ μέλει, λυποῦμαι δὲ ὑπὸ τοῦ πατρός, εἰ μετὰ τοσαύτην εὐθηνίαν γένους μόνῃ συνέσται τῇ θυγατρὶ καὶ συζήσεται. εὐπρεπῆ δὲ τὸν λόγον ἐποίησε τὸ συνέσται διὰ τὸ διττὸν εἶναι τὴν σημασίαν ἐπί τε τῆς συνουσίας καὶ τοῦ ἁπλῶς συνοικεῖν. ΠΕΡΙ ΣΥΓΚΡΙΤΙΚΟΥ ΣΧΗΜΑΤΟΣ.
Ὅτι ὁ Ἑρμογένης οὐ δέδωκε μελέτην παραδειγματικήν, διὸ ἡμεῖς ἐκ τοῦ Σωπάτρου παρειλήφαμεν. τοῦ Διὸς βοηθοῦντος τοῖς Τρωσὶ καὶ ἧττον μνηστευομένου τοῖς Ἕλλησιν, οὐκ οἶδα τῶν ὑπαρχόντων κακῶν τυγχάνειν τι χαλεπώτερον· δεινὸν ἀποτυγχάνειν βάλλοντας Ἕλληνας, ἀλλὰ τὸ τραυματίας γενέσθαι χαλεπώτερον· λυπηρὸν ὑπʼ ἀριστέως τιτρώσκεσθαι, ἀλλʼ ἔτι δεινότερον τὸ καὶ τοὺς ἀσθενεῖς καθʼ ἡμῶν ἐντρυφᾶν· ἀνιαρὸν ἐπαίρεσθαι τῇ νίκῃ τοῦ βαρβάρου, καὶ τί δʼ ἂν ἡμῖν γένοιτο δυσχερέστερον τοῦ κρηπῖδα τοῖς ἐχθροῖς εἶναι τῶν τροπαίων τὸν κρείττονα. ἀναλαμβάνειν τὸν Πάτροκλον τῶν συμβάντων ἡμῖν αἱρετώτερον, προτιμότερον τοῦ μάτην πονεῖν τὸ ἐν καιρῷ σῶσαι τὸ στράτευμα.
Ἰστέον ὡς μέλλοντες περὶ Ἑρμογένους ἰδεῶν τὰ σχήματα τοῦ λόγου διεξιέναι κατὰ τάξιν αὐτὰ ἐκθησόμεθα, ὡς ἂν καὶ τὰ σχήματα δοίημεν καὶ τὰς ιζʹ ἰδέας καὶ διὰ ποίων σχημάτων ἐξάγονται. ΠΕΡΙ ΤΟΥ ΚΑΤʼ ΟΡΘΟΤΗΤΑ ΣΧΗΜΑΤΟΣ.
Σχῆμά ἐστι τὸ κατʼ ὀρθότητα τὸ διʼ εὐθείας προαγόμενον, οἷον Θουκυδίδης Ἀθηναῖος συνέγραψε τὸν πόλεμον τῶν Ἀθηναίων καὶ Λακεδαιμονίων ὡς ἐπολέμησαν ἑκάτεροι, καὶ Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττου, καὶ ἑξῆς. καθαρὸν δὲ τῇ ἐπιμονῇ τοῦτο,
ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος. ΠΕΡΙ ΤΟΥ ΚΑΤʼ ΑΘΡΟΙΣΜΑ ΣΧΗΜΑΤΟΣ ΟΠΕΡ ΜΕΡΙΖΕΤΑΙ ΕΙΣ ΜΕΡΙΣΜΟΝ ΚΑΙ ΑΠΑΡΙΘΜΗΣΙΝ.
Μερισμὸς τοίνυν ἐστὶν ὅταν προταγέντος τοῦ μὲν ἐπάγηται ὁ δέ, οἷον τῶν μὲν ἱερῶν χρημάτων τοὺς θεούς, τῶν ὁσίων δὲ τὴν πόλιν ἀποστερεῖ. καὶ πάλιν, ὑμᾶς μὲν εἰσπράττων τοὺς τριηράρχους, ἐκείνοις δὲ εἶναι περὶ αὐτῶν εἰς τοὺς ἔχοντας ἀναφοράν· ὡς καὶ Ὅμηρος, καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων,πᾶν δʼ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι.ΠΕΡΙ ΑΠΑΡΙΘΜΗΣΕΩΣ.
Ἀπαρίθμησίς ἐστιν, ὅταν εἰπὼν τὴν ποσότητα ἐπάγῃ τὰ κατὰ μέρος, οἷον
δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων·
Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη·καὶ πάλιν,
ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες·
Ἄργος τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη. ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΟΤΑΝ ΤΙΣ ΕΑΥΤΟΝ ΕΡΩΤΑι.
Ἐρωτᾷ τις ἑαυτόν, ἵνα τὸν λόγον εὐκρινῆ ποιήσῃ· τίνος οὖν ἕνεκα ταῦτα λέγω; ἑνὸς μέν, ὦ Ἀθηναῖοι, μάλιστα καὶ πρώτου, ἵνα μηδεὶς ἡμῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου, θαυμάζῃ· καὶ πάλιν, ἦν τότε, ἦν, ὦ Ἀθηναῖοι, ἐν ταῖς τῶν πολλῶν διανοίαις ὃ νῦν οὐκ ἔστιν, ὃ καὶ τοῦ Περσῶν ἐκράτησε πλούτου καὶ ἐλευθέραν ἤγαγε τὴν Ἑλλάδα καὶ οὔτε ναυμαχίας οὔτε πεζῆς ἡττᾶτο· νῦν δʼ ἀπόλωλε πάντα καὶ λελύμανται καὶ ἄνω καὶ κάτω πεποίηκε τὰ τῶν Ἑλλήνων πράγματα· τί οὖν ἦν τοῦτο; τῶν παρὰ τῶν ἄρχειν ἀεὶ βουλομένων ἢ καὶ διαφθείρειν τὴν Ἑλλάδα. ΠΕΡΙ ΕΠΑΝΑΛΗΨΕΩΣ ΤΗΣ ΕΠΟΜΕΝΗΣ ΤΗι ΕΡΩΤΗΣΕΙ.
Πρῶτον μὲν οὖν καὶ μάλιστα, οὗπερ ἕνεκα ταῦτα διεξῆλθον, δευτέρου δὲ τίνος; καὶ οὐδὲν ἐλάττονος, ἢ τούτου.
ΠΕΡΙ ΕΠΙΚΡΙΣΕΩΣ.
Ἐπίκρισίς ἐστιν τοῦ λέγοντος περὶ τῶν προρρηθέντων· οὗτοι πάντες οἱ νόμοι κεῖνται πολὺν ἤδη χρόνον, ὦ ἄνδρες, καὶ πεῖραν αὐτῶν πολλάκις δεδώκασιν, ὅτι συμφέροντες ἡμῖν εἰσι καὶ οὐδεὶς πώποτε ἀντεῖπε, μὴ οὐ καλῶς ἔχειν αὐτούς· εἰκότως. τὸ εἰκότως ἐστὶν ἡ ἐπίκρισις. καὶ ἐκ τοῦ κατὰ Μειδίου, ἐπειδὰν χρηματίσωσιν οἱ πρόεδροι περὶ ὧν διῴκηκεν ὁ ἄρχων, χρηματίζειν κελεύει καὶ περὶ ὧν ἄν τις ἠδικηκὼς ᾖ τι ἐπὶ τὴν ἑορτήν, ἢ παρανενομηκώς· εἶτα ἡ ἐπίκρισις, καλῶς, ὦ θεοί, καὶ συμφερόντως ἔχων ὁ νόμος, ὡς τὸ πρᾶγμα αὐτὸ μαρτυρεῖ. ΠΕΡΙ ΤΟΥ ΕΙΣ ΤΗΝ ΕΑΥΤΟΥ ΓΝΩΜΗΝ ΑΝΑΦΕΡΕΙΝ ΤΙ ΤΩΝ ΡΗΘΗΣΟΜΕΝΩΝ.
Ἐκ τῆς ἐπιστολῆς Φιλίππου, καὶ λογίζεσθε, ὡς ἄλογόν ἐστιν Ἀθηναίους Θασίους μὲν καὶ Μαρωνείτας ἀναγκάσαι περὶ Στρύμης διακριθῆναι λόγοις, αὐτοὺς δὲ πρὸς ἐμὲ μὴ διαλύσασθαι περὶ ὧν ἀμφισβητοῦσι τὸν τρόπον τοῦτον, ἄλλως τε καὶ γινώσκοντας, ὅτι νικηθέντες μὲν οὐδὲν ἀποβαλεῖτε, κρατήσαντες δὲ λήψεσθε τὰ νῦν ὑφʼ ἡμῖν ὄντα. πάντων δέ μοι δοκεῖ παραλογώτατον εἶναι. καὶ παρὰ Θουκυδίδῃ, Ἀγαμέμνων τέ μοι δοκεῖ τῶν τότε δυνάμει προὔχων. καὶ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, ἄξιον ἀποδέχεσθαι, ὦ Ἀθηναῖοι, σφόδρα τῶν τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις διακελευομένων ἐμμένειν, εἴπερ αὐτὸ πεπεισμένοι ποιοῦσιν· οἶμαι γὰρ οὐδὲν οὕτως τοῖς δημοκρατουμένοις πρέπειν, ὡς περὶ τὸ δίκαιον σπουδάζειν.
ΠΕΡΙ ΠΡΟΣΤΑΚΤΙΚΟΥ ΣΧΗΜΑΤΟΣ.
Τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε. καὶ ὁ Νέστωρ,
κρῖνʼ ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον.καὶ ἡ Ἀθήνη,
ἀλλʼ ἴθι νῦν μετὰ λαὸν Ἀχαιῶν, μηδʼ ἔτʼ ἐρώει·καὶ ἄλλο,
δαιμόνιʼ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε.ΠΕΡΙ ΤΟΥ ΚΑΤʼ ΕΡΩΤΗΣΙΝ ΕΛΕΓΚΤΙΚΟΥ.
Εἶτα Ὀλύνθιοι μὲν ἴσασι τὸ μέλλον προορᾶν, ὑμεῖς δὲ ὄντες Ἀθηναῖοι ταὐτὸ τοῦτο οὐχὶ φυλάξεσθε. ἄλλως, οὐχ ὁρᾶτε ὡς ἐναργὲς καὶ σαφὲς τούτων παράδειγμα οἱ ταλαίπωροι γεγόνασιν Ὀλύνθιοι. καὶ ὁ ποιητής,
οὕτω δὴ οἶκόνδε φίλην εἰς πατρίδα γαῖαν
φεύξεσθʼ ἐν νήεσσιν ἕως τῆς πατρίδος αἴης. ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΑΠΟΣΤΡΟΦΗΝ ΣΧΗΜΑΤΟΣ.
Ἀλλὰ τί ἐχρῆν, Αἰσχίνη, ποιεῖν τὴν πόλιν, ἀρχὴν καὶ τυραννίδα τῶν Ἑλλήνων ὁρῶσαν ἑαυτῷ κατασκευαζόμενον Φίλιππον; πότερον ἐχρῆν, Αἰσχίνη, αὐτὴν τὸ φρόνημα ἀφεῖσαν καὶ τὴν ἀξίαν τὴν ἑαυτῆς ἐν τῇ Θετταλῶν καὶ Δολόπων τάξει συγκατακτᾶσθαι Φιλίππῳ τὴν Ἑλλήνων ἀρχὴν καὶ τὰ τῶν προγόνων καλὰ καὶ δίκαια ἀναιρεῖν. καὶ τὸ Ἀτρείδη κύδιστε, φιλοκτεανώτατε πάντων, πῶς γάρ τοι δώσουσι γέρας; καὶ πάλιν, ὤ μοι ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον. πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν; ἀλλά σοι, ὦ μέγʼ ἀναιδές, ἅμʼ ἑσπόμεθʼ, ὄφρα σὺ χαίρῃς· καὶ πλήρης αὐτοῦ ἡ ῥαψῳδία τοῦ τοιούτου σχήματος. ΠΕΡΙ ΤΟΥ ΚΑΤʼ ΕΡΩΤΗΣΙΝ ΣΧΗΜΑΤΟΣ.
πῶς τίς τοι πρόφρων ἔπεσι πείθηται Ἀχαιῶν;καὶ πάλιν,
τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;καὶ χωρὶς κλητικῆς, τί δὲ λαὸν ἤγαγεν ἐνθάδʼ ἀγείρας, ἢ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο; καὶ ὁ ῥήτωρ ἐκ τῆς ἐπιστολῆς Φιλίππου, τί δʼ ἂν εἴποις περὶ Δημοσθένους, ὃς τῶν συμπρέσβεων κατηγορεῖ; καὶ κατὰ κόμμα, ποῦ ἅλες; ποῦ τράπεζαι; ποῦ σπονδαί; πότεροι οὖν τοὺς ἅλας παρέβαινον καὶ τὰς σπονδάς, Αἰσχίνη; οἱ προδιδόντες καὶ οἱ παραπρεσβεύοντες καὶ οἱ δωροδοκοῦντες ἢ οἱ κατηγοροῦντες; τοῦτο μετὰ ἀποστροφῆς ἔχει τὴν ἐρώτησιν. ΠΕΡΙ ΤΟΥ ΔΕΙΚΤΙΚΟΥ ΣΧΗΜΑΤΟΣ.
Οὐ μὴν ἀλλʼ ἔγωγε οἶμαί μοι προσήκειν ἀμφότερʼ ὑμῖν ἀποδεῖξαι καὶ ὅτι ψεύσεται ταῦτα ἐὰν λέγῃ, καὶ τὴν δικαίαν, ἥτις ἐστίν, ἀπολογίαν φεύξεται· ἡ μὲν τοίνυν δικαία καὶ ἁπλῆ, καὶ ὡς πέπρακται τὰ κατηγορημένα δεῖξαι ἢ ὡς πεπραγμένα τῇ πόλει συμφέρει, τούτων δὲ οὐδέτερον δύναιτʼ ἂν οὗτος ποιῆσαι. καὶ πάλιν, χρήματα οὗτοι μὲν ἔχουσιν ὑφʼ ὑμῶν, ἐγὼ δὲ οὐκ ἠθέλησα λαβεῖν. ἄλλο περὶ Αἰσχίνου. οὑτοσὶ κατηγορεῖ ταῦτʼ ἐμοῦ, ὧν αὐτὸς κοινωνὸς γέγονε, καὶ χρήματα εἰληφέναι φησὶν ἐμὲ αὐτὸς εἰληφώς. ἄλλως. βουλομένου μου τὰ δίκαια, ὥσπερ ἐπρέσβευσα δίς, οὕτω καὶ λόγον ὑμῖν δοῦναι δίς, προσελθὼν Αἰσχίνης οὑτοσὶ τοῖς λογισταῖς ἔχων μάρτυρας πολλοὺς ἀπαγορεύει, μὴ καλεῖν ἐμὲ εἰς τὸ δικαστήριον, ὡς δεδωκότα εὐθύνας καὶ οὐκ ὄντα ὑπεύθυνον, καὶ τὸ πρᾶγμα ἦν ὑπεργέλοιον. καὶ ὁ ποιητής,
οὗτος δʼ Αἴας ἐστὶ πελώριος, ἕρκος Ἀχαιῶν.
ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων.ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΑΝΑΙΡΕΣΕΩΣ.
Οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ, ἀλλὰ τὸν ἐμὸν τειχισμόν, ἐὰν βούλῃ σκοπεῖν, εὑρήσεις ὅπλα καὶ πόλεις καὶ συμμάχους. οὐ γὰρ ῥητόρων οὐδὲ λόγων κρίσιν ὑμᾶς τήμερον, εἴπερ φρονεῖτε, προσήκειν ποιεῖν. καὶ ὁ ποιητής,
οὔ τι μοι αἴτιός ἐσσι, θεοί νύ μοι αἴτιοί εἰσι· καὶ πάλιν,
οὔτοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα. ΠΕΡΙ ΤΗΣ ΑΠΟΣΤΑΣΕΩΣ ΣΧΗΜΑΤΟΣ.
Αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη, τοῦτο τὸν πρότερον ἐπιστάντα πόλεμον παρελθεῖν ἐποίησεν, ὥσπερ νέφος. καὶ ἁπλῶς τὰ ἀσυνδέτως εἰσαγόμενα, Ὅμηρος·
ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,
ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν. ἄλλως,
ᾠχόμεθʼ εἰς Θήβην ἱερὴν πόλιν Ἠετίωνος·
τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε. ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΠΡΟΤΙΜΗΣΙΝ ΣΧΗΜΑΤΟΣ.
Ὅπερ καταχρηστικῶς λέγεται κατὰ ἀπαρίθμησιν, οἷον, ἐγὼ δὲ ὑμῖν, ὦ Ἀθηναῖοι, βούλομαι πρῶτον μέν, περὶ ὧν Φίλιππος ἐπέσταλκε, περὶ τούτων διεξελθεῖν, ὕστερον δὲ περὶ ὧν οἱ πρέσβεις λέγουσι, καὶ ἡμεῖς λέξομεν. καὶ πάλιν, κεκρατήκασιν οἱ διʼ ἐκείνου τὰς πόλεις ποιούμενοι πᾶσιν, ὅσοις πράγματα πράττεται πρώτῳ μὲν πάντων καὶ πλείστῳ τῷ τοὺς βουλομένους χρήματα λαμβάνειν ἔχειν τὸν δώσοντα ὑπὲρ αὐτῶν, δευτέρῳ δὲ καὶ οὐδὲν ἐλάττονι τούτου τῷ δύναμιν τὴν καταστρεψαμένην τοὺς ἐναντιουμένους αὐτοῖς, ἐν οἷς ἂν αἰτήσωσι χρόνοις παρεῖναι. καὶ πάλιν ἐν τῷ προοιμίῳ τῷ περὶ τοῦ στεφάνου, πρῶτον μέν, ὦ Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχων διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοιαύτην ὑπάρξαι μοι παρʼ ὑμῖν εἰς τουτονὶ τὸν ἀγῶνα· ἔπειθʼ ὅπερ ἐστὶ μάλισθʼ ὑπὲρ ὑμῶν καὶ τῆς ὑμετέρας εὐσεβείας. πάντων τούτων παράδειγμα· σκέψασθε παρʼ ὑμῖν, ὦ δικασταί, καὶ λογίσασθε, τίνων προσήκει τῇ πόλει λόγον παρὰ πρεσβευτοῦ λαβεῖν, πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δὲ ὧν ἔπεισε, τρίτον δὲ ὧν προσετάξατε αὐτῷ, μετὰ ταῦτα τῶν χρόνων, ἐφʼ ἅπασι δὲ τούτοις εἰ ἀδωροδοκήτως ἢ μὴ ταῦτα πάντα πέπρακται.
ΠΕΡΙ ΤΟΥ ΚΑΘʼ ΥΠΟΘΕΣΙΝ ΣΧΗΜΑΤΟΣ.
Ὅταν τὸ μὴ ὂν πλάττηται, οἷον εἰ μὲν γὰρ ἐνταῦθα ἦν ἤδη τὰ πράγματα, Αἰσχίνη, ὥστε μηδʼ αἰσθανομένοις τοῖς Θηβαίοις πλέον εἶναι μηδέν, τί οὐ γέγονε; καὶ πάλιν, εἰ μὲν τοίνυν πᾶσι ψηφιούμεθα ταῦτα, λήσομεν, ὡς ἔοικε, μισθοφόρων ἔργων ἀνθρώπων ποιοῦντες τὴν ἑκάστου σωτηρίαν τούτων δορυφοροῦντες. καὶ παρʼ Ὁμήρῳ,
εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπεν·ἄλλως,
εἴπερ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε.ΠΕΡΙ ΠΛΑΓΙΑΣΜΟΥ.
Πολλῶν ὄντων καὶ μεγάλων ἃ τὴν ῥητορικὴν ποιεῖ, ἀλλὰ τοῦτο ταχὺ περιέκοψε τὸν πλαγιασμὸν μεταβολὴν παθὸν τῆς γενικῆς πρὸς εὐθεῖαν. ἄλλο κυριώτερον ἐν τῷ τῆς παραπρεσβείας, οὐκοῦν, ὦ Ἀθηναῖοι, μενόντων μὲν οἴκοι καὶ οὐκ ἐξεληλυθότων, ἀπεληλυθότων δὲ τῶν Λακεδαιμονίων καὶ προῃσθημένων τὴν ἀπάτην, οὐδενὸς ἄλλου παρόντος τῶν Ἀμφικτυόνων, πλὴν Θετταλῶν καὶ Θηβαίων, εὐφημοτάτων ἀνθρώπων, τούτοις παραδοῦναι γέγραφε τὸ ἱερόν. ΠΕΡΙ ΕΠΙΤΡΕΧΟΝΤΟΣ ΣΧΗΜΑΤΟΣ.
Ἐπιτρέχον σχῆμά ἐστι τὸ τὰ διεστηκότα συνάγειν καὶ συνάπτειν ἕτερα ἑτέροις προειρημένοις. ἐκ τοῦ παραπρεσβείας, ἐπειδὴ γὰρ δωροδοκεῖν ἤρξαντό τινες καὶ διʼ ἀβελτερίαν οἱ πολλοί, μᾶλλον δὲ διὰ δυστυχίαν τούτους πιστοτέρους ἡγήσαντο τῶν ὑπὲρ αὐτῶν λεγόντων.
ἄλλο ὑποκατιών, ἐπειδὴ οὕτως ταῦτα προήγετο καὶ τὸ δωροδοκεῖν ἐκράτησε, χιλίους μὲν ἱππέας κεκτημένοι, πλείους δὲ ὄντες ἢ μύριοι, πάντας δὲ τοὺς περιχώρους ἔχοντες συμμάχους, μυρίοις δὲ ξένοις καὶ τριήρεσιν ἡμῶν βοηθησάντων αὐτοῖς, καὶ ἔτι τῶν πολιτῶν τετρακισχιλίοις, οὐδὲν αὐτοὺς τούτων ἠδυνήθη σῶσαι. ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΥΠΟΣΤΑΣΕΩΣ.
Ὑπόστασίς ἐστι λόγου αὔξησις καὶ ἑρμηνεία κατὰ τὸ δεύτερον κόμμα ἢ κῶλον. ἐξήλεγξα τὸν Φίλιππον φανερῶς οὕτως ὥστε τοὺς ἐκείνου συμμάχους αὐτοὺς ἀνισταμένους ὁμολογεῖν. καὶ πάλιν, οὕτως δὲ ἀθλίως διέκειτο, ὥστε οὐ πρότερον ἐτόλμησεν οὐδεὶς τοιούτου κακοῦ προϊόντος ῥῆξαι φωνὴν πρὶν διασκευασάμενοι πρὸς τὰ τείχη προσῄεσαν οἱ πολέμιοι. ἐκ τῆς Φιλίππου ἐπιστολῆς, τέλος εἰς τοῦτο ἦλθεν παρανομίας, ὥστʼ Ἀμφίλοχον ὑπὲρ τῶν αἰχμαλώτων ἐλθόντα πρεσβευτὴν συλλαβὼν καὶ τὰς ἐσχάτας ἀνάγκας ἐπιθεὶς ἀπελύτρωσε ταλάντων ἐννέα. ἄλλο, Μεγαρέων γοῦν Ἀνθεμόκριτον ἀνελόντων εἰς τοῦτο ἐλήλυθεν ὁ δῆμος, ὥστε μυστηρίων μὲν εἴργειν αὐτούς, ὑπομνήματα δὲ τῆς ἀδικίας ἔστησαν ἀνδριάντα πρὸ τῶν πυλῶν. ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΕΠΙΜΕΡΙΣΜΟΥ.
Ἐπιμεριζόμενόν ἐστι τὸ διὰ τοῦ μὲν καὶ τοῦ δὲ μερίζον τὴν ἔννοιαν, οἷον ἃ μὲν οὖν πρὸ τοῦ πολιτεύεσθαι καὶ δημηγορεῖν ἐμὲ προλαβὼν κατέσχε Φίλιππος, ἐάσω· ἃ δὲ ἀφʼ ἧς ἡμέρας καὶ ἑξῆς. γίνεται δὲ κατὰ συζυγίαν, ὅταν δύο κῶλα προηγούμενα δύο κῶλα ἔχωσιν ἑπόμενα, οἷον παρὰ μὲν γὰρ τὰς τῶν χορηγῶν δαπάνας μικρὸν ἡμέρας μέρος ἡ χάρις τοῖς θεωμένοις γίνεται, παρὰ δὲ τὰς τῶν εἰς τὸν πόλεμον παρασκευῶν ἀφθονίας πάντα τὸν χρόνον ἡ σωτηρία τῇ πόλει. ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΑΡΣΙΝ ΚΑΙ ΘΕΣΙΝ ΣΧΗΜΑΤΟΣ.
Ὅπερ συνίσταται ἐκ τῆς οὐ καὶ τῆς ἐναντίας αὐτῇ, καὶ μάλιστα τοῦ ἀλλὰ συνδέσμου, εἰ καὶ πλεῖστοι ἕτεροι εὑρίσκονται, οἷον οὐχ ὡς ἀποδωσομένου τὰ ὑμέτερα, ἀλλʼ ὡς τῶν φυλαξάντων τοὺς ἀλλοτρίους. καὶ πάλιν ἕτερον, ὅπερ καὶ πλείστας ἄρσεις ἔχει, ἡμεῖς οὔτε χρήματα εἰσφέρειν βουλόμεθα, οὔτε αὐτοὶ στρατεύεσθαι τολμῶμεν, οὔτε τῶν κοινῶν ἀπέχεσθαι δυνάμεθα, οὔτε τὰς συντάξεις Διοπείθει δίδομεν, οὔτε ὅσα ἂν αὐτὸς αὐτῷ πορίσηται ἐπαινοῦμεν, ἀλλὰ βασκαίνομεν καὶ σκοποῦμεν πόθεν τί μέλλει ποιεῖν· οὔτε ἐπειδήπερ οὕτως ἔχομεν, τὰ ἡμέτερα αὐτῶν πράττειν ἔχωμεν, ἀλλʼ ἐν μὲν τοῖς λόγοις τοὺς τῆς πόλεως λέγοντας ἄξια ἐπαινοῦμεν, ἐν δὲ τοῖς ἔργοις τοῖς ἐναντιουμένοις τούτοις συναγωνιζόμεθα. οὐ μόνον δεῖ ταῦτα γινώσκειν, οὔτε τοῖς ἔργοις ἐκείνων ἀμύνεσθαι τοῖς τοῦ πολέμου, ἀλλὰ καὶ τῷ λογισμῷ καὶ τῇ διανοίᾳ. καὶ παρʼ Ὁμήρῳ,
οὔτι μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν.ἄλλως,
οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή·
ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.ἄλλο,
οὔτε βίας Τρώων ὑποδείδισαν, οὔτε ἰωκάς,
ἄλλʼ ἔμενον νεφέλῃσιν. ΠΕΡΙ ΤΟΥ ΕΞ ΑΝΑΙΡΕΣΕΩΣ.
Ἐξ ἀναιρέσεώς ἐστι σχῆμα τὸ περὶ οὕστινας καὶ προφέρον νόημα, οἷον οὐ μόνον τάδε, ἀλλὰ καὶ τάδε· οὐ γὰρ μόνον εἴ τι χρήσιμον ἐσκεμμένος ἥκει τις, τοῦτο ἂν ἀκούσαντες λάβοιτε, ἀλλὰ καὶ τῆς ὑμετέρας τύχης ὑπολαμβάνω. καὶ ἐκ τοῦ περὶ τῆς ἀτελείας, οὐ γὰρ μόνον διὰ τὸ τὸν τόπον τοῦτον σῖτον ἔχειν πλεῖστον τοῦτο γίνεται, ἀλλὰ καὶ διὰ τὸ κύριον ὄντα τὸν Λεύκωνα τοῖς ἄγουσιν αὐτῷ σῖτον Ἀθήναζε ἀτέλειαν δεδωκέναι· καὶ ὑποκατιών, οὐ τοίνυν, ὦ Ἀθηναῖοι, μὴ Λεύκων ἀδικηθῇ, δεῖ σκοπεῖν μόνον, ᾧ φιλοτιμίας ἕνεκα ἡ περὶ τῆς δωρεᾶς σπουδὴ γένοιτʼ ἄν, οὐ χρείας, ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς εὖ πράττων, εἰς δέον δὲ νῦν γέγονεν αὐτῷ. ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΣΥΣΤΡΟΦΗΝ ΣΧΗΜΑΤΟΣ.
Τοῦτο δέ ἐστι τὸ συστρέφειν τὸν λόγον καὶ ἐπεμβάλλειν μέσον τι παραλλαγὴν ἔχον προσώπου ἢ πτώσεως, οἷον ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ. ἀρξάμενος γὰρ ἀπὸ τοῦ ἄρθρου εὐθείας, καὶ μὴ περαιώσας φθάσας τὸ ὄνομα ἢ τὴν μετοχήν, οὗ τὸ ἄρθρον, παρενεῖρεν ἄλλην πτῶσιν καὶ ἕτερά τινα, τό τε ἂν καὶ τὸ ἐγὼ ληφθείην, εἶθʼ ὑπερέγραψεν εἰς τὴν εὐθεῖαν τοσαῦτα πράττων καὶ κατασκευαζόμενος. καὶ πάλιν, τοῦ τʼ ἐκεῖνον ὅπερ καὶ ἀληθὲς ὑπάρχει φαῦλον φαίνεσθαι, τοῦτο καὶ ὑπερβατὸν λέγεται καὶ παρένθεσις. ΠΕΡΙ ΠΑΡΙΣΟΥ ΣΧΗΜΑΤΟΣ.
Ἰστέον ὡς τῆς ἐπιτετηδευμένης καὶ φανερᾶς παρισώσεως εἴδη εἰσὶ δʹ. ἢ γὰρ κατὰ τὴν συλλαβήν ἐστι παρίσωσις, πολλάκις δὲ οὐδὲ τελείας, ἢ κατὰ τέλειον μέρος λόγου, καὶ τούτων μέρος ἕκαστον ἢ κατὰ τὴν ἀρχὴν τοῦ λόγου, ἢ κατὰ τὸ τέλος. αʹ. καὶ παρίσωσις μὲν γίνεται κατὰ συλλαβήν, ὡς τὸ προσήκει προθύμως. ἡ μὲν γὰρ πρώτη λέξις ἔχει τὴν πρός, ἡ δὲ δευτέρα τὴν πρό, καὶ Παυσανίου δὲ παυσαμένου. κατὰ δὲ τὸ τέλειον μέρος λόγου ἐπαναφορά,
εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω·
εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν.
εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,καὶ μέχρι τούτου Λασθένης φίλος ὠνομάζετο Φιλίππου, ἕως προὔδωκεν Ὄλυνθον, μέχρι τούτου Τιμόλαος, ἕως ἀπώλεσε Θήβας. καὶ προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ.
ἱδρώσει μέν τʼ εὖ τελαμὼν ἀμφὶ στήθεσσιν
ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχει χεῖρα παρεῖται. τοῦτο δὲ ὀνομάζεται κατὰ κῶλον ἐπαναφορά. κατὰ δὲ τὸ τέλος παρίσωσις ὡσαύτως, κατὰ μὲν συλλαβήν,
εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω.ὁμοιοτέλευτον· τῇ τε πόλει βοηθεῖν οἴεται δεῖν καὶ δίκην ὑπὲρ αὐτῶν λαβεῖν. κατὰ δὲ τέλειον μέρος λόγου, ὅπερ καὶ ἀντιστροφὴ λέγεται οὕτως· ἂν μὲν γὰρ ὅσα ἄν τις λάβῃ, καὶ σώσῃ, μεγάλην ἔχει τῇ τύχῃ τὴν χάριν, ἂν δὲ ἀναλώσας λάθῃ, συνανάλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν. καὶ πάλιν, πράττεταί τι τῶν ὑμῖν δοκούντων συμφέρειν, ἄφωνος Αἰσχίνης· ἀντέκρουσέ τι καὶ γέγονεν, οἷον οὐκ ἔδει, πάρεστιν Αἰσχίνης. καὶ πάλιν, πρὸς μὲν τὸ τὰ τοῦ πολέμου ταχὺ καὶ κατὰ καιρὸν πράττεσθαι πολλῷ προέχει, πρὸς δὲ τὰς καταλλαγὰς ἃς ἐκεῖνος ποιήσαιτο ἄσμενος πρὸς Ὀλυνθίους ἐναντίως ἔχει. καὶ κατὰ κόμμα, ταξιάρχους παρʼ ὑμῶν, ἱππάρχους παρʼ ὑμῶν. ΠΕΡΙ ΠΑΡΙΣΩΣΕΩΣ ΚΑΘʼ ΟΛΟΝ ΚΩΛΟΝ.
Τοῦτο δὲ γίνεται, ὅταν ἐξ ἴσων συλλαβῶν κῶλα γίνηται ἐννέα συλλαβῶν· τὸ λαβεῖν οὖν τὰ διδόμενα ἐννέα συλλαβῶν. ὁμολογῶν ἔννομον εἶναι, ἐννέα συλλαβῶν· τὸ χάριν τούτων ἀποδοῦναι, κόμμα, τῶν παρανόμων γράφῃ. ΠΕΡΙ ΠΑΡΙΣΩΣΕΩΣ ΕΞ ΕΠΕΜΒΟΛΗΣ.
Ὅπερ ἐπιτηδεύεται ὁ Δημοσθένης διὰ τὸ ἀνύποπτον· γίνεται γὰρ ἐπεμβολή, ὅταν ἐπεμβάλλῃ ἐν τῷ μέσῳ τινὰ ἀμβλύνοντα τὴν ἐνάργειαν τῆς παρισώσεως, οἷον τὸ γὰρ πολλὰ ἀπολωλεκέναι κατὰ τὸν πόλεμον τῆς ἡμετέρας ἀμελείας ἄν τις θείη δικαίως, τὸ δὲ μήτε πάλαι τοῦτο πεπονθέναι πεφηνέναι τέ τινα ἡμῖν συμμαχίαν τούτων ἀντίρροπον, ἂν βουλώμεθα χρῆσθαι. εἶτα τὸ ἴσον τῷ ἐξ ἀρχῆς κώλῳ ἀπέδωκε τῷ ἐπαγαγεῖν, τῆς παρʼ ἐκείνων εὐνοίας εὐεργέτημα ἂν ἔγωγε θείην. ΠΕΡΙ ΤΗΣ ΚΑΤʼ ΕΝΑΛΛΑΓΗΝ ΠΑΡΙΣΩΣΕΩΣ.
Ὅπερ ἐπιτηδεύεται καὶ αὐτὸ Δημοσθένης· τοῦτο δὲ γίνεται, ὅταν ἀλλάττηται ὁ τόπος τῆς λέξεως τῆς ποιούσης τὴν παρίσωσιν, τὸ μὲν τοίνυν ἐν τῇ πρεσβείᾳ πρῶτον κλέμμα μὲν Φιλίππου, δωροδόκημα δὲ τῶν ἀδικούντων τοιοῦτον ἐγένετο. τὸ κλέμμα γὰρ καὶ δωροδόκημα ὤφειλεν ἐν τέλει ταγῆναι, εἴγε παρίσωσιν ἐν ἀρχῇ ποιεῖν ἔμελλε λέγων οὕτως, Φιλίππου μὲν τὸ κλέμμα, τῶν ἀδικούντων δὲ δωροδόκημα, ἀλλὰ θέλων διαλαθεῖν ὡς μὴ ἐπιτηδεύων παρίσωσιν καὶ ἐπετήδευσε καὶ ὑπέκρυψεν ὡς ἀλλάξας τὸν τόπον, ὅπως ζητουμένης ἐκεῖσε τῆς λέξεως καὶ μὴ εὑρισκομένης μὴ δοκεῖν εἶναι παρίσωσιν, καὶ τοῦτό ἐστι δεινότητος οὔσης καὶ μὴ φαινομένης. ΠΕΡΙ ΑΝΑΣΤΡΟΦΗΣ ΤΟΥ ΣΧΗΜΑΤΟΣ.
Ἀναστροφή ἐστιν, ὅταν τὸ τέλος τοῦ κώλου ἀρχὴ τοῦ ἑπομένου κώλου γίνηται, οἷον οὐ γὰρ δήπου Κτησιφῶντα μὲν δύναιτʼ ἂν διώκειν διʼ ἐμέ, ἐμὲ δὲ εἴπερ ἐνόμιζεν αὐτὸν ἐξελέγχειν, οὐκ ἂν ἐγράψατο, καὶ τὸ Σαμία μία, καὶ αὐτίκα βοὴ ἦν, παρὰ Θουκυδίδῃ. ΠΕΡΙ ΚΛΙΜΑΚΩΤΟΥ ΣΧΗΜΑΤΟΣ.
Κλιμακωτόν ἐστι σχῆμα, ὅταν ἡ ἐπαναστροφὴ πολλάκις γένηται τῷ λόγῳ. οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ, οὐδὲ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ. τὸ γὰρ ἔγραψα ἔστι τέλος τοῦ πρώτου κώλου, ἀρχὴ δὲ τοῦ δευτέρου· εἶτα ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δέ. ὡραῖον κλιμακωτὸν παρʼ Ὁμήρῳ, τὸ μὲν Ἥφαιστος κάμε τεύχων, Ἥφαιστος δὲ δῶκε Διῒ Κρονίωνι ἄνακτι· ἀλλάξας τὴν λέξιν εἶπεν ἑτέραν τὸ αὐτὸ σημαίνουσαν,
αὐτὰρ ἄρα Ζεὺς δῶκε διάκτορι Ἀργειφόντῃ·ὁ γὰρ Κρονίων Ζεύς ἐστιν·
Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ·
αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκʼ Ἀτρεΐ ποιμένι λαῶν·
Ἀτρεὺς δὲ θνήσκων ἔλιπεν πολύαρνι Θυέστῃ· ὧδε γὰρ τὸ αὖ τέθεικεν ἀντὶ τοῦ·
ὁ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φωρῆναι· λέγεται δὲ τοῦτο ἀντονομασία. ἀντονομασία δὲ λέγεται ὅταν ἑτέρα λέξις ἀνθʼ ἑτέρας τεθείη ἰσοδυναμοῦσα αὐτῇ ὡς τὸ Κρονίων Ζεὺς καὶ Ἀργειφόντης Ἑρμείας καὶ Ἀτρείδης ἀντὶ Ἀγαμέμνονος, καὶ τὸ
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
Ἀτρείδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.ἀλλʼ ἐπειδὴ δύο Ἀτρεῖδαι ἦσαν, Ἀγαμέμνων καὶ Μενέλαος, προσέθηκεν ἄναξ ἀνδρῶν πρὸς ἀντιδιαστολὴν τοῦ Μενελάου. ὅμοιον τούτῳ καὶ ὁ θεολόγος ἐχρήσατο εἰς τὸν ἐπιτάφιον τοῦ ἁγίου Βασιλείου· κατὰ παραλλαγὴν γὰρ λέξεως πεποίηκε τὸ κλιμακωτόν, ὡς ἂν μὴ σαφὴς ἡ πρὸς κάλλος ἐπιβουλὴ γένοιτο, μιμούμενος τὸν Δημοσθένην ἐν ταῖς παρισώσεσιν. ἐκεῖνος μὲν γὰρ τοὺς τόπους ἀλλάσσει, ὁ δὲ θεολόγος τὰς λέξεις ἄλλας ἀντʼ ἄλλων τιθεὶς τὰ αὐτὰ σημαινούσας, ὡς ἂν λάθοι καλλωπίζων. ἆρʼ οὖν προτεθύμηται μὲν οὕτως, ἠγώνισται δὲ τῆς προθυμίας ἔλαττον, ἢ διαγωνίζεται μὲν ἀνδρικῶς, ἀσυνέτως δέ, ἢ πεπαιδευμένως — ἀντὶ τοῦ συνετῶς, ἀλλʼ ἐξέφυγε τὸ φανερὸν τῆς ταυτολεξίας — ἀκινδύνως δέ, ἢ πάντα μὲν ταῦτα τελείως καὶ ὑπὲρ λόγον, ὑπελείπετο δέ τι τῆς μικροψυχίας ἐν ἑαυτῷ λείψανον; κλιμακωτὸν φανερὸν ἐν τῇ πρὸς Κληδόνιον, ὃ γὰρ τὴν ἐντολὴν ἐδέξατο, τοῦτο καὶ τὴν ἐντολὴν οὐκ ἐφύλαξεν· ὃ δὲ οὐκ ἐφύλαξε, τοῦτο καὶ τὴν παράβασιν ἐτόλμησεν· ὃ δὲ παρέβη, καὶ σωτηρίας ἐδεῖτο μάλιστα· ὃ δὲ σωτηρίας ἐδεῖτο, τοῦτο καὶ προσελήφθη. καὶ ἐν τῷ εἰς τὰ φῶτα λόγῳ, οὗ δὲ φόβος, ἐντολῶν τήρησις, οὗ δὲ ἐντολῶν τήρησις, σαρκὸς κάθαρσις, καὶ ἑξῆς. καὶ πάλιν, ὅσον ἂν καθαιρώμεθα, φανταζόμενον, καὶ ὅσον ἂν φανταζώμεθα, ἀγαπώμενον, καὶ ὅσον ἂν ἀγαπήσωμεν, αὖθις νοούμενον. τοῦ Χρυσοστόμου ἐκ τοῦ εἰς τὰς πράξεις, μαθόντες γὰρ ἂν αὐτὴν ἀπεστράφησαν, ἀποστραφέντες δὲ οὐκ ἂν ἤκουσαν, μὴ ἀκούσαντες δὲ ἔμειναν ἐπὶ τῆς πλάνης τῆς προτέρας. τοῦ αὐτοῦ, ὁρᾷς πῶς πρόεισι τὸ κακόν, ἡ πικρία τὸν θυμὸν ἔτικτεν, ὁ θυμὸς τὴν ὀργήν, ἡ ὀργὴ τὴν κραυγήν, ἡ κραυγὴ τὴν βλασφημίαν, ἡ βλασφημία τὰς πληγάς, αἱ πληγαὶ τὰ τραύματα, τὰ δὲ τραύματα θάνατον. τοῦ αὐτοῦ, ἵνα αἰδέσιμοι ὄντες μᾶλλον αὐτοῖς ὦσι περισπούδαστοι, περισπούδαστοι δὲ ὄντες αὐτοὺς ἐφέλκωνται, ἐφελκόμενοι δὲ προσηλῶσι τῇ λατρείᾳ, προσηλοῦντες δὲ τῇ λατρείᾳ εἰς μείζονα ἄγωσιν ἀρετήν, διʼ ἣν πάντα γίνονται. τοῦ ἁγίου Πέτρου, ἐπιχορηγήσατε ἐπὶ τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, καὶ τὰ ἑξῆς. ΠΕΡΙ ΥΠΕΡΒΑΤΟΥ.
Τούτου δὲ εἴδη δύο· τὸ μὲν γάρ ἐστιν καθʼ ὑπέρθεσιν, τὸ δὲ κατὰ παρένθεσιν· καὶ τὸ μὲν καθʼ ὑπέρθεσιν ἐστίν, ὅταν λέξις τεθῇ ἐν τέλει ὀφείλουσα πρὸ δύο ἢ τριῶν λέξεων τεθῆναι, οἷον ἀλλʼ ὁ μὲν δόξης ἐπιθυμεῖ καὶ τοῦτο ἐζήλωκε καὶ προῄρηται πράττων καὶ κινδυνεύων, ἂν συμβῇ τι, παθεῖν, τὴν τοῦ διαπράξασθαι ταῦθʼ ἃ μηδεὶς πώποτε ἄλλος βασιλεὺς Μακεδόνων δόξαν ἀντὶ τοῦ ζῆν ἀσφαλῶς ᾑρημένος, ἀντὶ τοῦ δόξαν ᾑρημένος ἀντὶ τοῦ ζῆν ἀσφαλῶς. καὶ Ὅμηρος,
ὁ δʼ ἄρʼ ἔκθορε φαίδιμος Ἕκτωρ, ἀντὶ τοῦ ὁ δὲ φαίδιμος Ἕκτωρ ἔκθορε. καὶ ὑποκατιών, κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλον τεῖχος ὑπερβαίνειν. καὶ ἐν ζʹ Θουκυδίδου οἱ ἐκ τοῦ πρώτου τείχους ἁλόντος διαφυγόντες.
Τὸ δὲ κατὰ παρένθεσίν ἐστιν, ὅταν ἐν τῷ μέσῳ παρεμβληθῇ κῶλον ἢ κόμμα διακόπτον τὴν ἀρχὴν ἐκ τοῦ τέλους, οἷον τὸ δὲ πάντα ὅσα ποτὲ ἔπραξε διεξιόντα ἐφʼ ἅπασι τούτοις ἐλέγχειν καὶ βραχέος λόγου συμβαίνει δεῖσθαι, καὶ δυοῖν ἕνεκα ἡγοῦμαι συμφέρειν εἰρῆσθαι, τοῦ τʼ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει. ἐχώρισε τὴν ἀρχὴν τοῦ λόγου ἐκ τοῦ τέλους, καὶ ἐποίησε τὸ σχῆμα ὑπερβατὸν κατὰ παρένθεσιν. καὶ τρίτῳ Ὀλυνθιακῶν, οὐ γάρ ἐστι δίκαιον τὴν μὲν χάριν, ἣ πᾶσαν ἔβλαψε τὴν πόλιν, τῆς τότε ἴσην ὑπάρχειν. παρενεβλήθη γὰρ τὸ ἣ πᾶσαν ἔβλαψε τὴν πόλιν. καὶ πάλιν, τὴν δὲ ἀπέχθειαν, διʼ ἧς ἂν ἅπαντες ἄμεινον πράξαιμεν, τῷ νῦν τὰ βέλτιστα εἰπόντι ζημίαν γενέσθαι. ἐνταῦθα παρενέβαλε τὸ διʼ ἧς ἂν ἅπαντα ἄμεινον πράξαιμεν. καὶ πάλιν πρώτῳ κατὰ Φιλίππου, εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο, ὦ Ἀθηναῖοι, λέγειν, ἐπισχὼν ἂν ἕως οἱ πλεῖστοι τῶν εἰωθότων γνώμην ἀπεφήναντο, εἰ μὲν ἤρεσκέ τί μοι τῶν ὑπὸ τούτων ῥηθέντων, ἡσυχίαν ἂν ἦγον ἀντὶ τοῦ ἐπισχὼν ἂν ἡσυχίαν ἦγον, ἕως οἱ πλεῖστοι τῶν εἰωθότων γνώμην ἀπεφήναντο, εἰ ἤρεσκέ τί μοι τῶν ὑπὸ τούτων ῥηθέντων· ποικίλον δέ ἐστι τοῦτο τὸ ὑπερβατόν, καὶ τὸ πρὸ τῆς ἐπιφορᾶς τοῦδε πάλιν ἐπενεγκεῖν μὲν καὶ ποιῆσαι διπλοῦν μερισμόν, ἢ μᾶλλον, ὡς ἔνιοί φασι, μερισμόν τε καὶ ὑπομερισμόν, καὶ διὰ τοῦτο προτάξαι τὰς κατασκευὰς καὶ ἐπαγαγεῖν τὰς προτάσεις. πρότασις μὲν γάρ ἐστιν ὅτι καὶ νέον τινὰ ὄντα προφέρει τὴν βουλὴν τοῦ συμφέροντος φροντίζοντα. καὶ ἡ κατασκευὴ ἤτοι ἡ αἰτία, ἐπειδὴ μηδὲν τῶν δεόντων οἱ εἰωθότες λέγειν, ἤτοι οἱ πρεσβύτεροι ἀπεφήναντο. καὶ πάλιν, ἴσως δὲ ταῦτα μὲν ὀρθῶς ἡγεῖσθε λέγεσθαι, τὸ δὲ τῶν χρημάτων, πόσα καὶ πόθεν ἔσται, μάλιστα ποθεῖτε ἀκοῦσαι, πόσα καὶ πόθεν ἔσται. καὶ ὁ ποιητής,
αὐτὰρ ὁ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην,
υἱέας Ἀντιμάχοιο δαΐφρονος· εἶθʼ οὕτως, ὅς ῥα μάλιστα χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος, ἀγλαὰ δῶρα, οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ.
ΠΕΡΙ ΚΑΙΝΟΠΡΕΠΟΥΣ ΣΧΗΜΑΤΟΣ.
Καινοπρεπές ἐστι τὸ μὴ παρὰ πολλοῖς εὑρισκόμενον, ἀλλὰ παρʼ ὀλίγοις τοῖς ἐν τῷ λόγῳ τὸ ἀξιόπιστον λίαν κεκτημένοις, οἷον ὡς παρὰ τῷ ῥήτορι, οἷον εἰ καὶ μηδὲν ἄλλο, ἀντὶ τοῦ εἰ καὶ μηδὲν ἄλλο· καὶ πάλιν, Θετταλοὶ δὲ οὐδένα πώποτε ὅν τινα οὔ, καὶ ὁ Θουκυδίδης, ἐπειδὴ μέντοι ἀντιπαραπλέοντάς τε ἑώρων αὐτοὺς παρὰ γῆν σφῶν κομιζομένων, καὶ ἐκ Πατρῶν τῆς Ἀχαΐας πρὸς τὴν ἀντιπέρας ἤπειρον διαβαλλόντων ἐπʼ Ἀκαρνανίας κατεῖδον τοὺς Ἀθηναίους ἀπὸ τῆς Χαλκίδος καὶ τοῦ Εὐήνου ποταμοῦ προσπλέοντας σφίσι, καὶ οὐκ ἔλαθον νυκτὸς ὑφορμισάμενοι, οὕτω δὴ ἀναγκάζονται ὑφορμεῖν. καὶ πάλιν, βοηθησάντων δὲ ὑμῶν προθύμως πόλιν προσλήψεσθε ναυτικὸν ἔχουσα μέγα. τῇ δὲ ὑστεραίᾳ ἐπὶ μὲν τὴν πόλιν οὐδὲν μᾶλλον ἐπέπλεον καίπερ ἐν πολλῇ ταραχῇ καὶ φόβῳ ὄντας, ἀντὶ τοῦ οὖσαν, ἠκολούθησε γὰρ τῇ σημασία. καὶ ὁ Ἀρριανός, καὶ ἐπὶ τῷδε ἐπαινῶ τοὺς σοφιστὰς τῶν Ἰνδῶν ὧν λέγουσιν, ἔστιν οὖν καταληφθέντας ὑπʼ Ἀλεξάνδρου. καὶ Ξενοφῶν, ἐπεὶ δὲ καὶ ἐνταῦθα ἐχώρουν οἱ Ἕλληνες, λείπουσι δὲ τὸν λόφον οἱ ἱππεῖς, οὐ μὴν ἔτι οἱ ἄλλοι ἄλλοθεν, τότε ὁ λόφος τῶν ἱππέων. καὶ ἐν τῇ ηʹ Θουκυδίδου, καὶ ὀλίγον ἐπράσσετο οὐδέν, καὶ ἐν τῇ ζʹ, οὐδὲν ὀλίγον ἐς οὐδὲν κακοπαθήσαντες. καὶ πάλιν, ὀλίγον οὐδὲν ἐς οὐδὲν ἐπενόουν. ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΠΟΛΥΠΤΩΤΟΥ.
Πολύπτωτον δὲ τὸ τοῦ αὐτοῦ ὀνόματος ἢ τῆς αὐτῆς ἀντωνυμίας κατὰ κῶλον ἄλλην πτῶσιν ἢ ἄλλο γένος ἐκφέρεσθαι, οἷον αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη. εἶτα τοῦτο τὸ ψήφισμα τὸν τότε ἐπιστάντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίησε, ὥσπερ νέφος. καὶ πάλιν, οὗτοι γὰρ ἡγοῦνται. εἶτα δοτική, τούτοις πείθεσθε. εἶτα γενική, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρουσθῆτε. ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΤΟΥ ΚΑΘʼ ΥΠΟΣΤΡΟΦΗΝ.
Ὅπερ ἐν τῷ μέσῳ δεχόμενον ἐπεμβολὴν ἔρχεται πάλιν ἐπὶ τὴν ἀφήγησιν, ὅπερ Οὐλπιανὸς ἐπιδρομὴν καλεῖ, οἷον ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον, ὡς τότε δημηγορῶν ἔφη, ἐπιβουλεύοντα τοῖς Ἕλλησιν. εἰπὼν γάρ, ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον, ἐπενέβαλε τὸ ὡς τότε δημηγορῶν ἔφη. καὶ πάλιν ἐπὶ τὴν κατάλληλον ἀφήγησιν τοῦ λόγου ὑπέστρεψεν εἰς τὸν ἐπιβουλεύοντα τοῖς Ἕλλησι. τοῦτο δὲ τὸ σχῆμα καὶ κατʼ ἐπιπλοκὴν λέγεται. καὶ πάλιν ἐν τῇ ἀρχῇ τοῦ περὶ τοῦ στεφάνου, τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου, οὐ διʼ ἐμέ, οὐ γὰρ ἔγωγε ἐπολιτευόμην πω πότε, πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε, ὥστε Φωκέας μὲν ἐβούλεσθε, καὶ ἑξῆς. ΠΕΡΙ ΤΜΗΤΙΚΟΥ ΣΧΗΜΑΤΟΣ.
Τμητικὸν δέ ἐστι τὸ τέμνον τὸν λόγον καὶ μεταβαῖνον ἀπὸ προσώπου εἰς πρόσωπον, ἢ ἀπὸ πράγματος εἰς πρᾶγμα· δεῖ δὲ εἰδέναι, ὅτι πολλάκις ἐστὶ τμητικός, ποτὲ δὲ καὶ ἔστι καὶ φαίνεται. τοῦ τοίνυν σχήματος τούτου εἴδη εἰσὶ ταῦτα, πρῶτον τὸ ἀσύνδετον κομματικόν, οἷον προσῆλθε τῇ βουλῇ, προβούλευμα ἔγραψε. δεύτερον τὸ κατʼ ὄνομα τεμνόμενον, Ἀμφίπολιν, Ποτίδαιαν, Μεθώνην, Παγασάς. τρίτον καὶ αἱ διʼ ἐλαχίστου ἐξαλλαγαί, οἷον τὸ Ἀμφίπολιν λαβεῖν, μετὰ ταῦτα Πύδναν, πάλιν Ποτίδαιαν, Μεθώνην αὖθις, εἶτα Θεσσαλίας ἐπέβη. τέταρτον τέμνουσι καὶ οἱ διʼ ἐλαχίστου μερισμοὶ τὴν ἀνταπόδοσιν ἔχοντες, οἷον ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δʼ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις ὡς Ἐλάτεια κατείληπται. πέμπτον τὸ κατʼ ἐπαναφορὰν κομματικόν, ταξιάρχους παρʼ ὑμῶν, ἱππάρχους παρʼ ὑμῶν. ἕκτον αἱ ταχεῖαι καὶ διʼ ἐλαχίστου συμπλοκαί, καὶ σπουδαῖα νομίζω καὶ ἀναγκαῖα τῇ πόλει, ὦ Ἀθηναῖοι, περὶ ὧν βουλεύεσθε, ἐφʼ ἃ παρελήλυθα. καὶ ταῦτα μὲν τὰ παραδείγματα τυγχάνουσιν τοῦ φαινομένου τέμνειν καὶ μὴ τέμνοντος, καὶ τοῦ τέμνοντος καὶ φαινομένου· τοῦ δὲ τέμνοντος καὶ μὴ δοκοῦντος τέμνειν τὸ ἐκ πλαγίων σχῆμα τὸ κατὰ συστροφήν, ὡς τὸ πολλῶν, ὦ Ἀθηναῖοι, λόγων γινομένων καθʼ ἑκάστην ἐκκλησίαν, τοῦτο ἐκ πλαγιασμοῦ. τὸ δὲ κατὰ συστροφήν, ὁ γὰρ Μεσσήνην ἀφιέναι Λακεδαιμονίους κελεύων πῶς ἂν Ὀρχομενὸν καὶ Κορώνειαν τότε Θηβαίοις παραδοὺς τῷ δίκαια νομίζειν ταῦτα εἶναι πεποιηκέναι σκήψαιτο; πολλὰ γὰρ ἐν ἀμφοτέροις διʼ ὀλίγων εἴρηται καὶ οὐ φαίνεται τεμνόμενα. ΠΕΡΙ ΕΙΡΩΝΕΙΑΣ.
Εἰρωνεία ἐστὶν ἔμφασις κακίας διʼ εὐφήμων ῥημάτων, ὡς ὁ ποιητὴς ἐν τῷ ἐννάτῳ περὶ τοῦ Ἀγαμέμνονος, λέγοντος Ἀχιλλέως πρὸς τὸν Ὀδυσσέα,
ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,
καὶ δὴ τεῖχος ἔδειμε καὶ ἤλασε· καὶ δεικνὺς τὸ ἀχρεῖον τοῦ τείχους φησίν, ἀλλʼ οὐδʼ ὣς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο ἴσχειν, εἰπὼν μάλα πονήσατο νόσφιν ἐμεῖο, ἐπηύξησε τὰς πράξεις τοῦ Ἀγαμέμνονος· ἐν γὰρ ταῖς εἰρωνείαις, ὧν καταφρονοῦμεν, ταῦτα αὐξάνομεν. τινὲς καὶ τὸ ἐπαγόμενον εἰρωνικόν φασιν, ἑαυτὸν εὐτελίζοντος διὰ τὸ ὑπὸ Ἀγαμέμνονος ἀτιμασθῆναι, οἷον νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω, ἀντὶ τοῦ οὐ δύναμαι, πρὸς τὴν ὑπόληψιν ἣν ἔχει περὶ ἐμοῦ ὁ Ἀγαμέμνων·
φεῦγε μάλʼ, εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σʼ ἔγωγε,καὶ ἑξῆς, ὧν μεμνημένος ὁ Ἀχιλλεὺς ἔφη,
ἀλλʼ Ὀδυσεῦ, σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι·καὶ πάλιν,
αὔριον ἱρὰ Διῒ ῥέξαι καὶ πᾶσι θεοῖσιν·
νηήσας εὖ νῆας, ἐπὴν ἅλαδε προερύσσω·
ὄψεαι, αἴκʼ ἐθέλησθα· αἰνιττόμενος μὴ σχολὴν ἄγειν, μένειν αὐτῷ ταῦτα ἐκ τῆς ἐπιθέσεως τῶν πρώτων. καὶ ὁ ῥήτωρ ἐν τῷ περὶ Ἁλοννήσου, Φεραίων μὲν ἀφῄρηται τὴν πόλιν καὶ φρουρὰν ἐν τῇ ἀκροπόλει κατέστησεν, ἵνα δὴ αὐτόνομοι ὦσιν. οἱ γὰρ παρʼ αὐτοῦ φρουρὰν δεξάμενοι καὶ τὴν ἐλευθερίαν ἀφῄρηνται. ἄλλο κατὰ συνέχειαν, ἐπὶ δὲ Ἀμβρακίαν στρατεύεται, τὰς δὲ ἐν Κασσωπίῳ τρεῖς πόλεις, Πανδοσίαν καὶ Βούχεταν καὶ Ἐλάτειαν, Ἠλείων ἀποικίας, κατακαύσας τὴν χώραν καὶ εἰς τὰς πόλεις βιασάμενος παρέδωκεν Ἀλεξάνδρῳ τῷ ἑαυτοῦ κηδεστῇ δουλεύειν. εἶτα εἰρωνικῶς, σφόδρα γε βούλεται τοὺς Ἕλληνας ἐλευθέρους εἶναι καὶ αὐτονόμους, ὡς δηλοῖ τὰ ἔργα. ἄλλως, οὕτως ὑβριστικῶς ὑμῖν κέχρηται ὥστε φησίν, ἐὰν μὴ θέλωσι δικάσασθαι οἱ Καρδιανοὶ αὐτὸν ἀναγκάσειν, ὡς ὑμῶν γε οὐκ ἂν δυναμένων οὐδὲ ἀναγκάσαι Καρδιανοὺς ὑμῖν ποιῆσαι τὰ δίκαια, ἐπειδὴ δὲ ὑμεῖς οὐ δύνασθε, αὐτός φησιν τοῦτο ἀναγκάσειν αὐτοὺς ποιῆσαι. εἶτα τὸ εἰρωνικόν, ἆρα οὐ μεγάλα ὑμᾶς φαίνεται εὐεργετῶν. ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΑΠΟΣΙΩΠΗΣΙΝ.
Σχήματα ἐκ τοῦ Ἀριστογείτονος, βουλοίμην δʼ ἄνωθεν πρὸ τοῦ περὶ τῶν ἰδίων ἐμὲ τῶν τουτουῒ λέγειν σπουδάσαντας ὑμᾶς ἐξετάσαι διὰ βραχέων, εἰς ὅσην αἰσχύνην καὶ ἀδοξίαν προῆχε τὴν πόλιν δημοσίᾳ πάντα τὰ τοιαῦτα θηρία, ὧν μέσος καὶ τελευταῖος καὶ πρῶτός ἐστιν οὗτος· καὶ τὰ μὲν ἄλλα ἐάσω. καὶ πάλιν, ὅσα μὲν οὖν τοὺς χορευτὰς ἐναντιούμενος ἡμῖν ἀφεθῆναι τῆς στρατείας ἠνώχλησεν, ἢ προβαλλόμενος καὶ κελεύων ἑαυτὸν εἰς Διονύσια χειροτονεῖν ἐπιμελητήν, ἢ τἄλλα πάντα, ὅσα τοιαῦτα, ἐάσω. ΠΕΡΙ ΤΟΥ ΤΗΣ ΕΠΙΔΙΟΡΘΩΣΕΩΣ ΣΧΗΜΑΤΟΣ.
Ὅταν μὴ ἀρκούμενός τις εἰς μίαν λέξιν προστιθῇ ἢ τὴν αὐτὴν ἢ ἐκδηλοτέραν, οἷον ὀψὲ γὰρ λέγω, ὀψέ. ἐπιτατικωτέραν δὲ ὡς ἔστι τῶν αἰσχρῶν, μᾶλλον δὲ τῶν αἰσχίστων. εἰπὼν γὰρ τῶν αἰσχρῶν ὄνομα πρωτότυπον προσέθηκε παράγωγον ὑπερθετικὸν ὄνομα τὸ αἰσχίστων.
ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΩΝ ΤΗΣ ΔΙΑΝΟΙΑΣ ΣΧΗΜΑΤΩΝ ΚΑΘʼ ΕΡΜΟΓΕΝΗ.
Τὴν περὶ τῶν τῆς λέξεως σχημάτων περάναντες σὺν θεῷ φάναι πραγματείαν ἐπὶ τὰ τῆς διανοίας μετελθεῖν ᾠήθημεν, ὡς ἂν μὴ ἐλλιπῆ αὐτὴν τοῖς μεθʼ ἡμᾶς ἐάσαντες γραφὴν ὀλιγωρίας ἀποίσομεν· οὐ γὰρ μέμψεως ἀμοιρήσομέν τινος ἀπαρξάμενοι μὴ ἐπὶ τὸ τέλος καταντῆσαι σὺν προθυμίᾳ· ἵνα μὴ ἀφορμὴν καθʼ ἡμῶν δῶμεν τοῖς φιλοσκώμμοσιν ἄλλου ἄλλο τι ἀναπλάττοντος, ἀλλὰ καὶ σὲ τῆς ὠφελείας ὁλοσχερῶς ἀπόνασθαι, καθαρὰν δὲ καὶ σαφῆ τὴν διδασκαλίαν γενέσθαι σπουδάζοντες ἐκ καθαρότητος ἀρξόμεθα. ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΑΠΟ ΨΙΛΟΥ ΤΟΥ ΠΡΑΓΜΑΤΟΣ ΑΡΧΟΜΕΝΟΥ.
Ἀπὸ ψιλοῦ τοῦ πράγματος ἄρχεται, ὅταν μηδὲν ἔξωθεν συνεφέλκηται, οἷον γένος εἴδει προσλαβόν, ἢ ὅλον μέρει ἢ ἀόριστον ὡρισμένῳ ἢ δικαστῶν κρίσιν ἢ ποιότητα πράγματος, ἢ πρὸς ἕτερον διαφοράν, οἷον
οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο·καὶ τὸ
ᾠχόμεθʼ ἐς Θήβην. ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΦΥΣΙΝ ΤΩΝ ΠΡΑΓΜΑΤΩΝ ΧΡΗΣΘΑΙ ΤΩι ΛΟΓΩι.
Τουτέστι τὰ πρῶτα τιθέναι πρῶτα, τὰ δὲ δεύτερα δεύτερα, καὶ ἑξῆς κατὰ τὰς ἀντιθέσεις πρὸς τὸν λόγον, οἷον τὸν θεὸν φοβοῦ, τοὺς γονεῖς τίμα, καὶ τοὺς φίλους αἰσχύνου. ἡ δὲ ἀντίθεσις πρὸ τῆς λύσεως· τοῦ γὰρ Μειδίου λέγοντος, Δημοσθένην ὕβρισα ἐχθρὸν ἐμόν, ὅπερ οὐκ ἔστι δημόσιον ἔγκλημα, ἐπιλύεται· ἀλλὰ χορηγὸς ἦν ὁ Δημοσθένης, ὁ δὲ χορηγὸς τῆς πόλεώς ἐστιν. ἡ ἀντίθεσις, πρόεδροι καὶ θεσμοθέται πληγὰς λαβόντες οὐκ ἐπεξῆλθον δημοσίᾳ. συγγνώμης ἄξιοι ἦσαν οἱ τυπτήσαντες ἐκείνους· ἐκεῖνοι γὰρ ἀπὸ θυμοῦ τι ἔδρασαν, σὺ δὲ ἀπὸ προνοίας προέχων τὴν ἔχθραν ἐν ἑαυτῷ κατὰ Δημοσθένους. ΠΕΡΙ ΤΟΥ ΕΞ ΑΦΗΓΗΣΕΩΣ ΚΑΤΑ ΑΠΟΦΑΣΙΝ ΣΧΗΜΑΤΟΣ.
Κατὰ ἀπόφασιν σχῆμα ἐξ ἀφηγήσεώς ἐστιν, ὅταν τις ἀποφαίνηται μὴ ἔχων ἐνδοιασμὸν τὸ οἶμαι ἢ τὸ εἴτε, ὡς ὁ ῥήτωρ ἐν τῷ παραπρεσβείας, ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον, ὡς τότε δημηγορῶν, καὶ ἑξῆς. ΠΕΡΙ ΑΛΛΗΓΟΡΙΚΟΥ ΚΑΙ ΔΙΟΡΚΟΥΝΤΟΣ.
Ὡς παρὰ Πλάτωνι, ὁ μέντοι μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων φέρεται. καὶ παρὰ τῷ ποιητῇ,
ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν·ἕως
τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·καὶ ὑποκατιών,
μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτόν. ἕως
τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων·καὶ ἑξῆς, καὶ ἐν τῇ ἐνάτῃ,
εἰ δʼ ἄγε πειρήσεσθε, θεοὶ ἵνα εἴδετε πάντες·καὶ ἑξῆς. ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΤΟΥ ΔΙʼ ΕΜΦΑΣΕΩΣ ΜΥΣΤΙΚΩΣ ΛΕΓΟΜΕΝΟΥ.
Ὡς παρὰ Πλάτωνι, ὡς ὅταν λέγῃ, τὸ ὄντως ὄν, καὶ ἀγαθὸς ἦν, καὶ ἀναπτύξας ἔφη, τόδε τι εὑρεῖν τε καὶ εὑρόντα εἰς πάντας λέγειν ἀδύνατον, καὶ οἷον τὸ Πυθαγορικόν, εἰς ἱερὸν ἀπιὼν προσκυνῆσαι μηδὲν ἄλλο μεταξὺ βιωτικὸν μήτε λέγε μήτε πρᾶττε. καὶ πάλιν, ἀνυπόδητος θῦε καὶ προσκύνει κοσμίως καὶ μετρίως καὶ μὴ ὑπερσχὼν τῆς ἐν τῇ γῇ τάξεως· σχεδὸν ὅμοιον τὸ λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας γῆ ἁγία ἐστί. καὶ πάλιν, περὶ θεοῦ μηδὲν θαυμαστὸν ἀπίστει μηδὲ περὶ θείων δογμάτων. ΠΕΡΙ ΤΟΥ ΑΠΑΡΑΚΑΛΥΠΤΩΣ ΕΙΣΑΓΕΣΘΑΙ ΤΗΝ ΤΡΑΧΥΤΗΤΑ ΣΧΗΜΑΤΟΣ.
Τοῦτο δὲ γίνεται, ὅταν μὴ συμπλακῇ ἑτέρῳ τινὶ λεαίνοντι, οἷον τὸ τὸν ἐγκέφαλον ἐν τοῖς κροτάφοις, ἀλλὰ μὴ ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε. καὶ τὸ ἀλλὰ μανδραγόραν ἤτοι φάρμακον ἄλλο πεπωκόσιν ἐοίκατε ἀνθρώποις. τὸ δὲ οὔτε σωφρόνων οὔτε γενναίων ἀνδρῶν, ἐλλείποντάς τι διʼ ἔνδειαν χρημάτων τῶν τοῦ πολέμου εὐχερῶς τὰ τοιαῦτα ὀνείδη φέρειν, λειότερον γέγονε τῷ σχήματι· ἐν γὰρ τῷ καθαρῷ εἴρηται καὶ οὐχ ἁπλῶς ἐπετίμησεν. ΠΕΡΙ ΤΟΥ ΠΡΟΗΓΟΥΜΕΝΩΣ ΕΙΣΑΓΟΝΤΟΣ ΤΑΣ ΕΝΝΟΙΑΣ ΣΧΗΜΑΤΟΣ ΚΑΙ ΑΔΙΑΚΟΠΤΩΣ.
Τοῦτο δὲ γίνεται, ὅταν ὡς θαρρῶν προηγουμένως ἀφηγῇ, ἀλλὰ μὴ ἐπεισάγῃς ἕτερόν τι διακόπτον τὴν ἀφήγησιν, οἷον αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη, τοῦτο δὲ τὸ ψήφισμα τὸν τότε τῇ πόλει περιστάντα κίνδυνον, καὶ ἑξῆς· διακόπτεται δὲ οὕτως, αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη, τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν πόλεων ὑπηγμένων· ὑπὸ τούτων τοῦτο τὸ ψήφισμα τοῦ τότε τῇ πόλει. ΠΕΡΙ ΤΟΥ ΤΑ ΕΝΔΟΞΑ ΕΝΔΟΞΟΤΕΡΩΣ ΛΕΓΕΙΝ.
Ἔνδοξοι γεγόνασιν οἱ Μαραθῶνι προκινδυνεύσαντες ὑπὲρ τῆς πατρίδος, ὁ δὲ Δημοσθένης διὰ τοῦ σχήματος πλέον αὐτοὺς ἐδόξασεν ὅρκον αὐτοὺς ποιησάμενος· τὰ γὰρ σεπτὰ ὄμνυνται καὶ τοῖς σεπτοῖς ὁρκίζονται, ὅθεν ἔφη, οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας καὶ τοὺς ἐν Σαλαμῖνι παραταξαμένους. ΠΕΡΙ ΤΟΥ ΑΝΤΙΣΤΡΕΦΕΙΝ ΤΑ ΠΡΑΓΜΑΤΑ ΚΑΙ ΤΑ ΔΕΥΤΕΡΑ ΠΡΩΤΑ ΛΕΓΕΙΝ, ΕΙΤΑ ΕΠΕΜΒΑΛΛΕΙΝ ΤΑ ΠΡΩΤΑ.
Οἷον ἀλλʼ ἐπειδὴ πάλιν ἥκομεν ἐκ τῆς πρεσβείας ταύτης τῆς ἐπὶ τοὺς ὅρκους, ἧσπερ εἰσὶν αἱ νῦν εὐθῦναι, οὔτε μικρὸν οὔτε μέγα οὐδʼ ὁτιοῦν εὑρημένοι τῶν ὅτε τὴν εἰρήνην ἐποιεῖσθε λεχθέντων καὶ προσδοκηθέντων, ἀλλὰ πάντα ἐξηπατημένοι, καὶ τούτων ἕτερα αὖθις πεπραχότων καὶ παρʼ αὐτὸ τὸ ψήφισμα, προσῇμεν τῇ βουλῇ. καὶ ταυτὶ πολλοὶ συνίσασιν, ἃ μέλλω λέγειν· τὸ γὰρ βουλευτήριον μεστὸν ἦν ἰδιωτῶν. εἰπὼν τὰ δεύτερα πρῶτα ἐπενέβαλε τὰ πρῶτα εἰπών, οὔτε μικρὸν οὔτε μέγα, οὐδʼ ὁτιοῦν εὑρημένοι, ἕως τοῦ προσῇμιν τῇ βουλῇ. καὶ πάλιν κατὰ ἐπισυναφήν, ἀλλʼ ἐπὶ τῷ πανδοκείῳ τῷ πρὸ τοῦ Διοσκορείου — εἴτις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδεν ὃ λέγω — ἐνταῦθα ἐγένοντο οἱ ὅρκοι.
ΠΕΡΙ ΤΟΥ ΤΑΣ ΚΑΤΑΣΚΕΥΑΣ ΤΩΝ ΠΡΟΤΑΣΕΩΝ ΚΑΙ ΤΑΣ ΠΙΣΤΕΙΣ ΠΡΩΤΑΣ ΠΡΟΤΙΘΕΝΑΙ ΤΩΝ ΠΡΟΤΑΣΕΩΝ.
Οἷον ὁρῶν τὸ ναυτικὸν ὑμῶν καταλυόμενον καὶ τοὺς μὲν πλουσίους ἀτελεῖς ἀπὸ μικρῶν ἀναλωμάτων γινομένους, τοὺς δὲ μέτρια καὶ μικρὰ κεκτημένους τῶν πολιτῶν τὰ ὄντα ἀπολλύντας, ἔτι δὲ ὑστερίζουσαν ἐκ τούτων τὴν πόλιν τῶν καιρῶν ἔθηκα νόμους. καὶ πάλιν, εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο λέγειν, ὦ Ἀθηναῖοι, ἐπισχὼν ἂν ἕως οἱ πλεῖστοι τῶν εἰωθότων γνώμην ἀπεφήναντο, εἰ μὲν ἤρεσκέ τί μοι τῶν ὑπὸ τούτων ῥηθέντων, ἡσυχίαν ἦγον· εἰ δὲ μή, τότε ἂν αὐτὸς ἐπειρώμην ἃ γιγνώσκω λέγειν. ἡ μὲν γὰρ πρότασίς ἐστιν, ὅτι δεῖ καὶ νεωτέρου ὄντος πρώτου λέγοντος ἀνέχεσθαι, ἡ δὲ κατασκευή, ὅτι μηδὲν οἱ πρεσβύτεροι τῶν δεόντων εἰρήκασιν. ΠΕΡΙ ΕΠΙΜΟΝΗΣ.
Σχῆμά ἐστιν ἐπιμονῆς, ὅταν ἐφʼ ὧν ἰσχύωμεν πραγμάτων χρώμεθα αὐτῇ, οἷον οὔτε καιρὸς οὔτε φιλανθρωπία λόγων οὔτʼ ἐπαγγελιῶν μέγεθος οὔτʼ ἐλπὶς οὔτε φόβος οὔτʼ ἄλλο οὐδὲν ἐπῆρεν, οὐδὲ προηγάγετο ὦν ἔκρινα δικαίων καὶ συμφερόντων τῇ πατρίδι οὐδὲν προδοῦναι. καὶ πρὸ τούτου, πότερον ἐχρῆν, Αἰσχίνη, τὸ φρόνημα ἀφεῖσαν καὶ τὴν ἀξίαν τὴν αὐτῆς, καὶ ἑξῆς. ΠΕΡΙ ΓΟΡΓΟΥ ΣΧΗΜΑΤΟΣ.
Γοργὸν σχῆμα λέγεται, ὅταν ταῖς ἀπαντήσεσι ταχείαις καὶ βραχείαις χρώμεθα καὶ ταῖς ἀντιθέσεσιν, οἷον τί βουλευόμενοι μετεπέμπεσθε αὐτοὺς ἐν τούτῳ τῷ καιρῷ; ἐπὶ τὴν εἰρήνην; ἀλλʼ ὑπῆρχεν ἅπασιν. ἀλλʼ ἐπὶ τὸν πόλεμον; ἀλλʼ αὐτοὶ περὶ εἰρήνης ἐβουλεύεσθε. καὶ πάλιν, κακοδαιμονοῦσι Βυζάντιοι. σφόδρα γε, ἀλλʼ ὅμως αὐτοὺς δεῖ σῶς εἶναι· συμφέρει γὰρ τῇ πόλει. ΠΕΡΙ ΤΟΥ ΚΑΤ ΕΥΤΕΛΕΙΑΝ ΣΧΗΜΑΤΟΣ.
Κατʼ εὐτέλειάν ἐστι σχῆμα τὸ πλεονάζον τοῖς κατὰ μέρος, οἷον εἰ μὴ καὶ τοὺς θεριστὰς καὶ τοὺς σκαπανέας καὶ τοὺς ἀμαλλοδέτας καὶ τοὺς νομέας καὶ τοὺς ποιμένας. ἔστι καὶ ἄλλο εἶδος τὸ διʼ ὅρκων πιστοῦσθαι, ἀλλὰ μὴ διὰ πραγμάτων, ὡς ὁ ῥήτωρ, καλῶ δὲ τοὺς θεοὺς πάντας καὶ πάσας καὶ τὸν Ἀπόλλωνα τὸν Πύθιον. καὶ Ὅμηρος,
ναὶ μὰ τόδε σκῆπτρον τὸ μὲν οὔποτε φύλλα καὶ ὄζους·ἀλλὰ καὶ ὁρκίζειν κριτὰς ἢ διάδικον. ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΕΠΙΕΙΚΟΥΣ.
Ἐπιεικὲς σχῆμά ἐστιν, ὅταν τὰ ἑαυτοῦ καλὰ ἐλαττοῖ, τὰ δὲ τοῦ ἐναντίου ἢ τὰ καλὰ ἐπαίρῃ ἢ τὰ κακὰ μειοῖ. καὶ τοῦ μὲν πρώτου, τῆς μέντοι διακονίας τῆς ἐφʼ ἑκάστῳ τῶν πεπραγμένων καὶ ἐμαυτῷ μετεῖναί φημι. ἐκεῖνος μὲν γὰρ καὶ ἐβούλευσεν, ἀλλὰ ταπεινώσας αὐτοῦ τὸ κατόρθωμα μετεῖναί φησι. τοῦ δὲ μειοῦντος τὰ τοῦ ἀντιδίκου κακὰ ἢ ἐνδεικνυμένου τοῦ λέγοντος, ὡς τὸ μηδὲν ὀργισθῇς, οὐδὲν γὰρ ἐρῶ φλαῦρον. καὶ πάλιν, τοῦ θέντος τὸν νόμον τὰ μὲν ἄλλα ἔγωγε οὐκ οἶδα, ἐκ δὲ τοῦ νόμου σκοπῶν εὑρίσκω πολὺ τούτου κεχωρισμένον. τοῦ δὲ μὴ ἐνδεικνυμένου, τίνος οὖν ἕνεκεν, εἰ τὰ μάλιστα μὴ τινὲς ἀλλὰ πάντες ἦσαν ἀνάξιοι, τὴν αὐτὴν ἀτιμίαν ὑμῶν τε κατέγνω κἀκείνων; ἐκείνους μὲν γὰρ ἠτίμασε ἀφελὼν αὐτοὺς τὴν ἀτέλειαν, ὑμᾶς δὲ κατηυτέλησε τῷ στερῆσαι ὑμᾶς τῆς ἐξουσίας τοῦ διδόναι ἀτέλειαν, ᾧ τινι βούλεσθε. ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΠΑΡΑΛΕΙΠΤΙΚΟΥ.
Κατὰ δεινότητα δὲ ἐμφαίνοντες τὰ δοκοῦντα παραλείπεσθαι, οἷον καὶ οὐδὲν ἂν εἴποιμι τούτων, οὔτε εἴ τινας ἐκ τῶν πολεμίων ἐλυσάμην, οὔτε εἴ τισι πενομένοις θυγατέρας συνεκδέδωκα. καὶ πάλιν, Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ. ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΠΟΙΗΤΙΚΟΥ ΑΡΧΙΚΟΥ.
Ἀρχικὸν μὲν σχῆμα ποιήσεως τὸ μὴ παρʼ ἑαυτῶν λέγειν, ἀλλʼ αἰτεῖσθαι τὰς κατʼ αὐτοὺς Μούσας ἀπάρχεσθαι τοῦ λόγου, οἷον μῆνιν ἄειδε, καὶ Μοῦσαι Πιερίηθεν, καί· Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ. εἰπὲ θεὰ κρυφίων ἐπιμάρτυρα λύχνον ἐρώτων. καὶ ἐκ Διὸς ἀρχώμεσθα. καὶ ταῦτα μὲν τῶν παρʼ Ἑρμογένει σχημάτων, εἰσὶ δέ τινα ἕτερα σχήματα παρʼ Ὁμήρῳ, ἅπερ ἰδίως ποιησόμεθα. ΠΕΡΙ ΚΑΙΝΟΠΡΕΠΩΝ ΣΧΗΜΑΤΩΝ ΤΗΣ Α.
καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ.πῶς τὸ πάρος ἐπίρρημα σημαῖνον καιρὸν παρῳχηκότα, ῥήματι συνετάγη χρόνῳ ἐνεστῶτι; οὐδεὶς γὰρ σωφρονῶν φησι, πέρυσιν οὐκ ἐρωτῶ, οὐδὲ πρότερον ἐπιζητῶ, μήτι γε ὁ σοφώτατος Ὅμηρος. καί φαμεν, ὡς οὐ κατʼ εὐθὺ δεῖ συντάσσειν τὸ κῶλον, ἀλλὰ κατὰ ὑστερολογίαν ἐκδέχεσθαι τὸ πρότερον, οἷον οὐδὲ πάνυ ἐρωτῶ σε, οὐδὲ ἐπιζητῶ, οὐδὲ τὸ πρότερον. ἄλλως. εἰπόντος τοῦ Διὸς πρὸς τὴν Ἥραν, ἀλλʼ ὃν μὲν ἐπιεικὲς ἀκουέμεν ἕως
μήτι σὺ ταῦτα ἕκαστα διείρεο, μηδὲ μετάλλα,ἐπεὶ περὶ καθολικῶν βουλευμάτων αὐτῇ προσεῖπε, τῶν μὲν ποιεῖσθαι ζήτησιν, ὅσα αὐτὸς κρύπτειν βούλοιτο, περὶ δὲ τῶν φανερῶν αὐτὴν προτιμητέον ἡγεῖται· ἀπεκρίθη αὐτῷ, ἐμοὶ ἑνός, ὦ ἄνερ, μέλει, περὶ ὧν ἡ Θέτις ἐζήτησε παρά σου τῶν γονάτων ἐπειλημμένη, τὰ δὲ πρότερον γεγονότα καὶ λίαν οὐκ ἐρωτῶ, οὐδὲ ἐπιζητῶ· ἵνα τὸ πάρος μὴ εἴη πρὸς τὸ ἐπιζητῶ, ἀλλὰ πρὸς τὰ γεγονότα τῷ παρεληλυθότι. ἄλλο ὑποκατιών φησι
μὴ νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ,ἕως τὸ ἀάπτους χεῖρας ἐφείω. τινὲς αὐτῷ ἀντιπίπτουσιν ὡς δοτικῇ χρησαμένου τοῦ ποιητοῦ ἀντὶ γενικῆς, ἵνα ᾖ οὕτως, μή ποτε, ὅσοι θεοί εἰσιν ἐν τῷ Ὀλύμπῳ, οὐ βοηθήσουσί σοι ἐμοῦ ἐγγὺς ἐλθόντος, ὅταν σοι τὰς ἀπροσπελάστους ἐπιβάλλω χεῖρας, ἀντὶ τοῦ ἰόντος ἰόντι φαμένου. ἔστι δὲ μᾶλλον εἰπεῖν, ὡς τοῦ ποιητοῦ εἰς δύο τάξεις μερίζοντος τοὺς παρʼ αὐτῶν σεβομένους θεούς, οὐρανίους καὶ καταχθονίους, — καὶ γὰρ κατὰ τὴν Πυθαγορικὴν δόξαν — τὸ ἆσσον ἰόνθʼ οὐκ ἔστιν, ὡς δοκεῖ τοῖς πολλοῖς, πτώσεως δοτικῆς ἀλλʼ εὐθείας τῶν δυϊκῶν ἀντὶ τοῦ ἰόντε, ἵνʼ ᾖ τὸ συναγόμενον τῆς συντάξεως οὕτως, μήπως, ὅταν σοι τὰς ἀπροσπελάστους χεῖρας ἐπιβάλλω, οἱ οὐράνιοι καὶ καταχθόνιοι θεοὶ ἐγγὺς ἐλθόντες οὐ βοηθήσωσί σοι. καὶ τούτου ὅμοιον δείξομεν ἐν τῆ γʹ παρὰ πόδας τοῦ λόγου. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν περὶ τῆς τοιαύτης συντάξεως δοτικῆς οὔσης τῆς ἆσσον ἰόνθʼ ἀντὶ τοῦ ἰόντι· τὸ χραισμῶ σημαίνει τὸ βοηθῶ καὶ τὸ ἀνθίσταμαι ἐκ τοῦ παρεπομένου· ὁ γὰρ βοηθῶν τινὶ τῶν ἀντιδίκων ἀνθίσταται. ἔστιν οὖν καὶ τὰ νῦν εἰπεῖν περὶ τῆς τοιαύτης συντάξεως δοτικῆς οὔσης τῆς ἆσσον, μήπως ὅταν σοι τὰς ἀπροσπελάστους χεῖρας ἐπιβάλλω ἐγγὺς ἐλθόντι οὐκ ἀντιστήσονται ὅσοι θεοί εἰσιν ἐν τῷ Ὀλύμπῳ. καιρὸς ἂν εἴη καὶ τὴν ὑπόσχεσιν ἐκπληρῶσαι τῆς ἀποδείξεως τῆς Ὁμηρικῆς δόξης, εἰς δύο ἀφοριζούσης τοὺς παρʼ αὐτῆς οὐρανίους καὶ ἐπιγείους κατὰ τὴν αἴτησιν Ἀγαμέμνονος περὶ μονομαχίας Ἀλεξάνδρου καὶ Μενελάου καὶ ὁποτέρου τῶν μερῶν παραβασίαν, Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε, μέγιστε, Ἠέλιός θʼ ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις. καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας ἀνθρώπους τίννυσθον. εἰπὼν γὰρ Δία καὶ θεοὺς τοὺς οὐρανίους ᾐνίξατο, ποταμοὺς καὶ γῆν καὶ τοὺς ὑπένερθεν τοὺς ὑπὸ γῆν ἐδήλωσε, ὅθεν καὶ ῥῆμα δυϊκὸν ἐπήγαγε, καμόντας ἀνθρώπους τίννυσθον ἀντὶ τοῦ τιμωρήσατε, βʹ πρόσωπον δυϊκὸν προστακτικῆς ἐγκλίσεως. τάχα δὲ τοῦτο καὶ ἑτέρως θεραπεύεται. μάρτυρα μὲν γὰρ ἐπεισήγαγε τὸ καμόντας ἀνθρώπους τίννυσθον· ἀναγνωστέον οὖν τελείας τιθεμένης μετὰ τὸ γαῖαν οὕτως, Ζεὺς ἠέλιός τε καὶ ποταμοὶ καὶ γαῖα· εἶτα στιγμήν, καὶ εἶθʼ οὕτως· καὶ οἳ ὑπένερθεν καμόντας ἀνθρώπους τίννυσθον· ἵνʼ ᾖ τὸ πλῆρες οὕτως,
Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε, μέγιστε,
Ἠέλιός θʼ ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις,
καὶ ποταμοὶ καὶ γαῖα,
ὑμεῖς μάρτυρες ἔστε, φυλάσσετε δʼ ὅρκια πιστά·
καὶ οἳ ὑπένερθε καμόντας
ἀνθρώπους τίννυσθον ὅτις κʼ ἐπίορκον ὀμόσσῃ.ἄλλο ἀντιπτωτικὸν τῆς βʹ, φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα, ἕως τοῦ
ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων, ἀντὶ τοῦ ἀστράπτοντος· προειπὼν γὰρ γενικὴν κατανεῦσαι ὑπερμενέα Κρονίωνα ἀστράπτων ἐπήνεγκεν εὐθύς. καὶ Ἐυριπίδης· πάλαι δή σʼ ἐξερωτῆσαι θέλων σχολή μʼ ἀπεῖργεν, ἀντὶ τοῦ θέλοντος ἐρωτῆσαι. ἐν δὲ τῇ γʹ ἀντὶ γενικῆς Ὅμηρος ἐποίησεν εὐθεῖαν, οἷον
ἄμφω δʼ ἑζομένω, γεραρώτερος ἦεν Ὀδυσσεύς,ἀντὶ τοῦ καθεζομένων. καὶ ἐν τῇ κʹ, σύν τε δύʼ ἐρχομένω.
Περὶ δὲ Μενελάου καὶ Νέστορος καὶ Ὀδυσσέως μνήμην ποιούμενος τοὺς τρεῖς τρόπους τῆς ῥητορικῆς καθʼ ἕκαστον πρόσωπον ἔδειξεν, τό τε ἀπολελυμένον καὶ πυκνὸν καὶ πιθανόν. περὶ μὲν τοῦ Μενελάου ὡς ἅτε νέου ὄντος φησίν, ὅτι ἐπιτροχάδην ἀγόρευε, τὰ μὲν πολλὰ καὶ ἔνδειξιν ἔχοντα παρατρέχων, — ἴδιον γὰρ τοῦτο νεότητος διὰ τὸ ἄπειρον τῶν ἱστοριῶν — τῶν ἀναγκαίων δὲ μόνων μνήμην ποιούμενος, ὁποῖον ὑπογράφουσιν οἱ παλαιοὶ ῥήτορες τὸν Λυσίαν· περὶ δὲ τοῦ Ὀδυσσέως φησίν, ἔπεα νιφάδεσιν ἐοικότα χειμερίῃσιν οἱ λόγοι αὐτοῦ, αἰνιττόμενος τὸ πλῆθος τοῦ λόγου ὑψηλόν τε καὶ πυκνὸν καὶ καταπληκτικόν, καὶ τὸ μεστὸν τῶν ἐνθυμημάτων καὶ τούτων ἀθρόως λεγομένων, ὁποῖός τίς ἐστιν ὁ Δημοσθένης. ἐπεισάγει δὲ τὸν Νέστορα χαρακτηρίζοντα τὸν Ἰσοκράτη· ἔχει γὰρ τὸ πιθανὸν ἐκ τῆς ἡδύτητος τοῦ λόγου, καὶ τὸ ἀξιόπιστον ἐκ τῆς πλαγιότητος καὶ πείρας τῶν ἱστοριῶν· πλήρης γὰρ δογμάτων καὶ Ἰσοκράτης κεκαλλωπισμένος τὸν λόγον εἴπερ τις ἄλλος, ὅθεν καὶ οἱ τεχνικοὶ τὰ παραδείγματα τῶν παρίσων καὶ ἰσοκώλων καὶ ἐπαναφορῶν καὶ ἐπαναστροφῶν καὶ πάντων τῶν σχημάτων τῶν λόγον καλλωπιζόντων ἐξ αὐτοῦ παρειλήφασιν. ἃ δὲ περὶ τοῦ Νέστορος ὁ ποιητὴς ἐπιμαρτύρεται λέγων, τοῖσι δὲ Νέστωρ ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής. τοῦ καὶ ἀπὸ γλώσσης. ὅθεν καὶ Ἀγαμέμνων θαυμάζων αὐτὸν ἐγκωμιάζει δημοσίᾳ,
ἦ μὴν αὖτʼ ἀγορῇ νικᾷς, γέρον, υἷας Ἀχαιῶν. ἀμέλει καὶ εἰς εὐχὴν τρέπεται, τοιούτους πλείστους ἔχειν γλιχόμενος, αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθήνη τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν· καὶ ἑτέρωθεν,
ὦ γέρον, εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισι
ὥς τοι γούναθʼ ἕποιτο·
Τὰ πληθυντικὰ ὀνόματα τῶν οὐδετέρων ἑνικοῖς ῥήμασι συντάσσεται παρὰ τοῖς Ἀττικοῖς, ὅθεν σοφώτατος ὢν ὁ ποιητὴς ἐν ἑνὶ στοίχῳ δυσὶ διαλέκτοις ἐχρήσατο,
καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται.καινοπρεπὲς ὥς φασαν ἡ πληθύς· καὶ ἐν τῇ οʹ, αὐτὰρ ὀπίσσω ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο, πρὸς τὴν σημασίαν ἐποιήσατο τὴν ἐπαγωγὴν τοῦ ῥήματος· οὕτως καὶ τὸ πᾶσα ἡ γῆ προσκυνησάτωσαν, καὶ ἐν τῇ ἐξόδῳ, φοβηθέντες δὲ ὁ λαὸς ἔστησαν μακρόθεν.
Ἄλλο. ὁ δὲ ἀγλαΐῃφι πεποιθώς, ἀντὶ τοῦ τοῦ δὲ ἀγλαΐῃφι πεποιθότος ῥίμφα ἑ γοῦνα φέρει, ἐπεὶ προηγουμένως εὐθυμίαν εἰ μὴ ἀρχαϊκῇ συνηθείᾳ εἴπωμεν αὐτῷ συντετάχθαι, σολοικισμὸς λογισθήσεται. συντακτέον οὖν οὕτως, ὁ δὲ τῇ ἀγλαΐᾳ θαρρῶν ταχέως φέρει τὰ κατʼ αὐτὸν γόνατα, ἵνα τὰ γοῦνα εἴη πτῶσις αἰτιατική, καὶ μὴ εὐθεῖα. τινὲς δὲ τῶν ἀρχαίων βιαζόμενοι καὶ παραλλαγὴν ἐμποιοῦντές φασιν, ὁ δʼ ἀγλαΐῃφι πεποιθὼς ῥίμφα ἑ γοῦνα φέρει, ἤγουν τὰ ἑαυτοῦ γόνατα. ἔστι καὶ ἕτερος τρόπος, ὃς πολυσχιδής ἐστι καὶ ποικίλος, οἷον
ἄνδρʼ ὁρόω κρατερώ· ὁ μὲν τόξων εὖ εἰδώς,
Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι.προειπὼν αἰτιατικήν, ἄνδρας ὁρῶ κρατεροὺς ἐπήνεγκεν εὐθὺς ὁ μὲν τόξων εὖ εἰδὼς ἀντὶ τοῦ, τὸν μὲν τόξων εὖ εἰδότα, Πάνδαρον υἱὸν Λυκάονος εὐχόμενον εἶναι, Αἰνείαν δʼ υἱὸν μεγαλήτορος Ἀγχίσαο· Ἄλλο ἔχθιστος δέ μοί ἐσσι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν. ἔχθιστος δέ μοί ἐσσι θεῶν τὸν Ὄλυμπον ἐχόντων. καὶ ἔστι καὶ ἕτερον εἶδος παρʼ αὐτῷ σχήματος τὸ λεγόμενον προεπίζευξις· προθεὶς γὰρ ὄνομα ἑνικὸν ἓν ἐπάγει δυϊκὸν ῥῆμα ἢ πληθυντικόν, εἶθʼ οὕτως ἐπάγει ἕτερον ὄνομα, οἷον
ᾗχι ῥοὰς Σιμόεις συμβάλλεται ἠδὲ Σκάμανδρος· ὤφειλε γὰρ κατὰ τὴν ἀκολουθίαν τῆς συντάξεως εἰπεῖν,
ᾗχι ῥοὰς Σιμόεις συμβάλλεται, ᾗ δὲ Σκάμανδρος. ἄλλο εἶδος προτάττει ῥῆμα ἑνικοῦ ἀριθμοῦ καὶ ἐπάγει δύο πρόσωπα,
ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ. ἄλλως, αἰτιατικὴ ἀντὶ γενικῆς Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι παῖδʼ ἐμόν, ὡς καὶ ἐγώ περ, ἀριπρεπέα Τρώεσσιν ὧδε βίην τʼ ἀγαθὸν καὶ Ἰλίου ἶφι ἀνάσσειν. καί ποτέ τις εἴπῃ πατρὸς δʼ ὅδε πολλὸν ἀρείων. ἐκ πολέμου ἀνιόντα· ἀντὶ τοῦ ἀνιόντος.
ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΙΣΟΚΩΛΟΥ.
Ἰσόκωλόν ἐστι φράσις δύο ἢ καὶ πλειόνων κώλων ἀπηκριβωμένων ἀλλήλοις πρὸς ἀντιστρόφου ἐμφέρειαν, οἷον
αἴδεσθεν μὲν ἀνήνασθαι δεῖσαν δʼ ὑποδέχθαι.καὶ ἄλλως
χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν. ΠΕΡΙ ΕΛΛΕΙΠΤΙΚΟΥ ΣΧΗΜΑΤΟΣ.
γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν, ἀντὶ τοῦ, γνωτὸν δὲ τοῦτο τῷ καὶ πάνυ νηπίῳ. δύο γὰρ σχήματα ἔχει ἔλλειψιν τοῦ τοῦτο, καὶ ἀλλαγὴν τῆς δοτικῆς εἰς εὐθεῖαν, ὃς μάλα νήπιός ἐστιν.
Ἄλλο εἶδος ἀντιπτώσεως ἀντὶ δοτικῆς χρησαμένου τοῦ ποιητοῦ γενικῇ.
οὐ γάρ τις φειδὼ νεκύων κατατεθνειώτων
γίνετʼ, ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα. ἀντὶ οὐ γάρ τις φειδὼ γίνεται τοῖς τεθνεῶσι νέκυσι χαρίζεσθαι· παρὰ γὰρ τὸ μέλι, ἐπεὶ γλυκεῖα ἡ χάρις. οὕτως ἔχει καὶ τό, μηδέτι μοι αἰδόμενος μελίσσεο, ἀντὶ τοῦ χαρίζου.
Ἄλλο καινοπρεπές· δʹ ὄντων προσώπων δυϊκὸν ῥῆμα προσήγαγεν· ὁ Ἕκτωρ ἐστὶν ὁ λέγων πρὸς τοὺς οἰκείους ἵππους,
Ξάνθε τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπε τε δῖε,
νῦν μοι τὴν κομιδὴν ἀποτίνετον. ὅταν δὲ εἴπῃ, ὅτι μήποτε αἱ δύο ὀνομασίαι εἰσὶν ἐπίθετα, καὶ αἱ δύο ἕτεραι ὀνόματα ἵππων κύρια, ἀλλʼ ἡ συνθήκη τοῦτο νοεῖν οὐ συγχωρεῖ· ἑκάστῳ γὰρ ὀνόματι σύνδεσμος ἕπεται συμπλεκτικός. καὶ ἡνίκα μέν εἰσι δύο ὀνόματα συνδέσμου δίχα, δύναται τὸ μὲν εἶναι κύριον ἢ προσηγορικόν, τὸ ἄλλο δὲ ἐπίθετον, ὡς τὸ δῖος Ὀδυσσεὺς ἐπίθετον καὶ κύριον ἄνευ συνδέσμου, καὶ ἀγαθὸν Διομήδην, καὶ τὰ τοιαῦτα. ἡνίκα δὲ μεταξὺ σύνδεσμος εἴη, ἢ ἄμφω κύρια ἢ ἄμφω προσηγορικὰ ἦσαν· τοῖς γὰρ ὁμοίοις ἐφευρίσκονται οἱ σύνδεσμοι, προσηγορικὰ μὲν θεοί τε καὶ ἀνέρες, κύρια δὲ Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεύς. ἐπεὶ οὖν ἑκάστῳ ὀνόματι σύνδεσμος ἐφήρμοσται, οἱ δὲ συμπλεκτικοὶ σύνδεσμοι ἐν τοῖς ὁμοίοις εὑρίσκονται ὡς ἂν χωρίζωσιν αὐτὰ ἐξ ἀλλήλων καὶ μὴ λογίζωνται ἓν τὰ δύο, τέσσαρες ἵπποι εἰσὶ καὶ οὐ δύο. ἀλλά φαμεν, ὅτι δύο μέν εἰσιν ἐν τῷ ζυγῷ ἵπποι, δύο παρῄοροι, καὶ διεῖλεν εἰς δύο συζυγίας τὴν τετρακτὺν τῶν ἵππων, καὶ πρὸς ἑκάστην συζυγίαν ἐπήνεγκε τὸ ῥῆμα, νῦν μοὶ τὴν κομιδὴν ἀποτίνετον, πρὸς τὴν μίαν συζυγίαν λέγων, ἀπότινε, καὶ πρὸς τὴν ἑτέραν, ἀπότινε, καὶ πρὸς τὰς δύο, ἀποτίνετον, οὐ καθʼ ἓν πρόσωπον ἁρμόζων τὴν προτροπήν, ἀλλὰ καθʼ ἑκάστην συζυγίαν. πρῶτος δὲ Ἕκτωρ ὡς εὐμοιρήσας καλλίστων ἵππων τῶν ἐκ τοῦ Τρωὸς τεθρίππων ἐπέβη, ἄλλως τε καὶ θρασὺν ἡνίοχον αὐτὸν ὠνόμασεν. εἰκὸς τοίνυν ὡς θρασὺν τεθρίππῳ χρήσασθαι. φασὶ δέ τινες περὶ τοῦ δυϊκοῦ ῥήματος καὶ ὡς δύο εἰσὶν ὑποζύγιοι καὶ δύο παρῄοροι, καὶ τὸ ὅλον βάρος τῆς ἡνιοχείας καὶ οἱ ἑλκυσμοὶ τοῦ δίφρου οἱ ὑποζύγιοι φέρουσιν, ἀμέθεκτοι δὲ βάρους τυγχάνουσιν οἱ παρῄοροι, μηδεμιᾶς αὐτῶν οὔσης χρείας ἐρρωμένων τῶν ὑποζυγίων· εἰ δέ τι συμβῇ ἐκ Τρωὸς τοῖς ὑποζυγίοις, τὸ τηνικάδε χρεία καθίσταται τῶν παρῃόρων ἀντʼ αὐτῶν ὑπεισιόντων τῷ ζυγῷ. πρὸς οὖν τοὺς τὸ βάρος ἅπαν φέροντας τοῦ δίφρου τὸ ῥῆμα μετήνεγκε, νῦν μοι τὴν κομιδὴν ἀποτίνετον. περὶ δὲ τοῦ
οἶνόν τʼ ἐγκεράσασα πιεῖν ὅτε θυμὸς ἀνώγοι,ὡς γυνὴ λίαν φίλανδρος διὰ τὸ παρεῖναι τὸν πόλεμον τῇ ὑπερβολῇ τῆς ἐπιμελείας χρῆται τοῖς ἵπποις κεκραμένῳ οἴνῳ ὕδωρ ἐπικομίζουσα αὐτοῖς. ὅτι δὲ πρὸς τοὺς ὑποζυγίους μόνους κέχρηται τῷ ἀποτίνετον, δηλοῦσι καὶ τὰ ἑξῆς δυϊκὰ τῶν ῥημάτων, ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον. πῶς γὰρ ἂν δύναιντο σπεύδειν οἱ παρῄοροι, εἰ μὴ ἕλκουσιν οἱ ὑποζύγιοι. μᾶλλον δὲ ἔστω ὑπερβατόν, ἵνα μὴ εἰς κακόζηλον ἐμπέσῃ τὸ περὶ τοῦ οἴνου, ἵνʼ ᾖ οὕτως, προτέροις ὑμῖν πυρὸν ἔθηκεν ἢ ἐμοὶ πυρὸν καὶ οἶνον ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι. ΠΕΡΙ ΕΛΛΕΙΠΤΙΚΟΥ ΣΧΗΜΑΤΟΣ ΗΝΙΚΑ ΛΕΙΠΕΙ ΛΕΞΙΣ.εἰ δὲ καὶ αὐτοὶ φευγόντων σὺν νηυσὶ φίλαις εἰς πατρίδα γαίαν· ὅμοιον σχεδὸν τῷ ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ ἄρσαντες κατὰ θυμόν. ἐνταῦθα τὸ εὖ καὶ καλῶς ὅπερ ὀνομάζουσιν ἀνανταπόδοσιν, ὅτι χωρὶς ἀποδόσεως τῆς ἀπαρτιζούσης τοῦ μὲν τὴν ἀκολουθίαν ἤρξατο κώλου ἔχοντος καὶ τὸν καὶ σύνδεσμον. ἕτεροι δέ φασι περὶ τοῦ εἰ παρακελεύσεως ἐπίρρημα εἶναι ἀντὶ τοῦ, εἰ δὲ ἄγε καὶ αὐτοὶ φευγόντων σὺν νηυσὶ φίλην, ὡς τὸ σὺ δέ με ἄκουσον, καὶ τὸ ἀλλʼ εἴτε καλέσειεν, ὁμοίως καὶ τὸ εἰ δʼ ἄγε νῦν φίλε Φοῖβε. οὕτως οὖν καὶ τὸ εἰ δὲ καὶ αὐτοί. ὅμοιον τῆς χʹ
εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι, ἀντὶ τοῦ ἄγε.
Ἄλλο καινοπρεπές· ὅς ῥα μάλιστα
χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος, ἀγλαὰ δῶρα. πρὸς γὰρ τὴν σημασίαν καὶ οὐ τὸν χαρακτῆρα ἀπήντησε, τὸν χρυσὸν εἰπὼν ἀγλαὰ δῶρα.
ΠΕΡΙ ΠΡΟΛΗΠΤΙΚΟΥ ΣΧΗΜΑΤΟΣ.
Ὅταν ἐν μέσῳ τοῦ διηγήματος μνησθῇ τις τοῦ τέλους ὡς ἐν ἀρχῇ τῆς ωʹ. μήπω γὰρ ὁ ποιητὴς διηγησάμενος τὸν θάνατον Ἕκτορος μηδὲ τὴν διαλλαγὴν Ἀχιλλέως τὸν μετὰ τὴν πόρθησιν Ἰλίου ἀφανισμὸν λέγει τοῦ τείχους, οἷον
αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι.ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΣΥΛΛΗΠΤΙΚΟΥ.
Συλληπτικόν ἐστι σχῆμα ὅταν περί τινων δύο προσώπων τὸ διήγημα γένηται διαφερόντων κατά τι, καὶ περὶ τῶν διαφερόντων γένηται ἡ διήγησις ὡς κοινή, οἱ δʼ ὥστε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι· οἰκία ποιήσονται ὁδῷ ἐπὶ παιπαλοέσσῃ, οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον. ταῦτα κοινά, εἶτα ἀλλὰ μένοντες ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων ἐπήνεγκε καὶ τοῦτο κοινόν, τὸ δὲ οὐκ ἔστιν ἀλλὰ μόνον τῶν σφηκῶν· μέλισσαι μὲν γὰρ μάχονται ὑπὲρ τοῦ μέλιτος, σφῆκες δὲ ὑπὲρ τῶν τέκνων· κοινὸν οὖν γεγονὸς ἐποίησε σχῆμα συλληπτικόν, συλλαβομένων τῶν μελισσῶν μετὰ τῶν σφηκῶν. ΠΕΡΙ ΚΡΕΜΑΜΕΝΟΥ ΣΧΗΜΑΤΟΣ.ὣς Ἕκτωρ εἵως μὲν ἀπείλει μέχρι θαλάσσης ῥέα διελεύσεσθαι. εἰπὼν γὰρ εἵως οὐκ εἶπεν ἀπόδοσιν αὐτοῦ, ἀλλʼ ἐποιήσατο ἑτέραν ἀρχήν,
ἀλλʼ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξιν. ἔστιν οὖν εἰπεῖν ἐλλειπτικὸν εἶναι τρόπον λείποντος τοῦ τινός, ἵνʼ ᾖ τὸ πλῆρες οὕτως· ὣς Ἕκτωρ, ἕως μέν τινος ἠπείλει μέχρι θαλάσσης, καὶ ἑξῆς.
Ἄλλο εἶδος καινοπρεποῦς σχήματος, ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται, τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον. ΠΕΡΙ ΩΡΑΙΑΣ ΠΑΡΙΣΩΣΕΩΣ.
ἐς δʼ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι·τὸ πάρισον, μεγάλα στενάχουσι ῥέουσαι, καὶ μεγάλα στενάχουσι θέουσαι.
Καινοπρεπὲς εἶδος ἄλλο ἐν τῇ πʹ δύνασαι δὲ σὺ παντὸς ἀκούειν ἀνέρι κηδομένῳ. εἰπὼν γενικὴν τὸ παντὸς ἐπήνεγκε τὸ ἀνέρι κηδομένῳ. κρεῖσσον δέ ἐστι τὸ παντὸς μὴ εἶναι γενικήν, ἀλλʼ ἐπίρρημα πάντοσε καὶ ἐν ἀκριβεστέροις εὕρομεν.
Ἄλλως, ὅτι τὸ εἶπεν ὡς λειπούσης τῆς πρὸς αἰτιατικῇ συνέταξε,
καὶ τότʼ ἄρʼ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων. ΕΙΔΟΣ ΣΥΝΤΑΞΕΩΣ ΓΕΝΙΚΗΣ ΕΝΙΚΗΣ.
Ἐπιμεριζομένου ὀνόματος ὀνόματα προηγουμένου ἐπήνεγκε γενικὴν πληθυντικοῦ ἐν τῇ ψʹ πάτασσε δὲ θυμὸς ἑκάστου νίκης ἱεμένων.
Ἄλλο καινοπρεπὲς τῆς βʹ
τῶν δʼ ὥστʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλά,ἕως τοῦ ἀγαλλόμεναι πτερύγεσσιν· εἰπὼν ὀρνίθων ἔθνεα ἐπήνεγκεν ἀγαλλόμεναι θηλυκὸν ὄνομα, οὐ πρὸς τὸ ἐκφαινόμενον, οἱονεὶ τὰ ἔθνεα, ἀλλὰ πρὸς τὸ νοούμενον τὸ ὀρνίθων· τὰ γὰρ ἔθνεα ὄρνεις εἰσίν, ὡς τὸ κίνηθεν δὲ φάλαγγες, ἐλπόμενοι παρὰ ναῦφι· αἱ γὰρ φάλαγγες εἰ καὶ θηλυκοῦ γένους εἰσὶ κατὰ τὸ ἐκφωνούμενον, ἀλλὰ κατὰ τὸ νοούμενον ἀρσενικοῦ γένους εἰσίν· αἱ γὰρ στρατιωτικαὶ τάξεις ἀνδρῶν εἰσιν, οὐ γυναικῶν.
Ἄλλο τῆς βʹ φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα ἤματι τῷ, ἕως τὸ
ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων. εἴπομεν ἐν τοῖς ἔμπροσθεν δόξαν τὴν τῶν πρὸ ἡμῶν περὶ τῆς τοιαύτης συντάξεως ὡς εὐθείᾳ ἀντὶ αἰτιατικῆς ἐχρήσατο ὁ ποιητής· εἰπὼν γὰρ ὑπερμενέα Κρονίωνα κατανεῦσαι ἀστράπτων ἀντὶ τοῦ ἀστράπτοντα. κρεῖσσον οὖν φάναι ὡς δεῖ τοῦτο τιθέναι πρὸ τοῦ ἀστράπτων, ἵνʼ ᾖ τὸ λεγόμενον οὕτως,
φησὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
ἤματι τῷ ὅτε νηυσὶν ἐπʼ ὠκυπόροισιν ἔβαινον
Ἀργεῖοι, Τρώεσσι φόνον καὶ κῆρα φέροντες.τελεία. εἶτα ὡς ἐπανάληψιν ποιήσασθαι τοῦ Διὸς ἐπὶ συστάσει προσώπου ὁ ἀπαστράπτων ἐπιδεξίως καὶ ἐπίσημα τέρατα καὶ σημεῖα φαίνων· καὶ ἔστι τοῦτο ἑρμηνεία τοῦ Διὸς ἢ μᾶλλον ἐπὶ πράγματος διδασκαλίᾳ, ὡς τὸ
ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας,
Αἰθίοπας τοὶ διχθὰ δεδαίαται· ἐπανελάβετο γὰρ τὸ Αἰθίοπας ὄνομα, ἵνα δείξῃ δύο ἔθνη Αἰθιόπων· οὕτω καὶ ἐνταῦθα φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα, ὁ Κρονίων ὁ ἀστράπτων ἐπιδέξια ἐναίσιμα σήματα φαίνων. ἀλλʼ ἐσιώπησε τὸ Κρονίων μὴ ἀναδιπλασιάσαι αὐτό, διόπερ τινὸς ἐρωτήσαντος, ποῖος Κρονίων κατένευσεν, ὁ ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα. κρεῖσσον δὲ τὸ πρῴην ὡς ἐν τῇ πέμπτῃ, ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι, ἶνʼ ἀπέλεθρον ἔχοντας, ὁ μὲν τόξων εὖ εἰδὼς Πάνδαρος, ὁ δʼ αὖτε Λυκάονος εὔχεται εἶναι.
Τέλος· τῷ θεῷ δόξα εἰς τοὺς αἰῶνας Ἀμήν.